texts
stringlengths 1.01k
4.28M
| katigoria
stringclasses 5
values | ypokatigoria
stringclasses 53
values | titlos
stringclasses 130
values |
---|---|---|---|
Nov 08
Τῌ Η' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥἩ σύναξις τῶν Ἀρχιστρατήγων Μιχαὴλ καὶ Γαβριήλ, καὶ τῶν λοιπῶν Ἀσωμάτων Δυνάμεων.
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Μιχαήλ.
Στιχηρὰ Προσόμοια τοῦ Μιχαήλ
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσιν ΤΟ ΑΚΟΥΤΕ
Τρισηλίου θεότητος, παραστάτης φαιδρότατος, Μιχαὴλ δεικνύμενος Ἀρχιστράτηγε, μετὰ τῶν ἄνω Δυνάμεων, κραυγάζεις γηθόμενος, Ἅγιος εἶ ὁ Πατήρ, Ἅγιος ὁ συνάναρχος Λόγος, Ἅγιος καὶ τὸ Ἅγιον Πνεῦμα, μία δόξα, βασιλεία, μία φύσις, μία Θεότης καὶ Δύναμις.
Ἦχος δ'
Καὶ τὸ εἶδός σου πύρινον, καὶ τὸ κάλλος θαυμάσιον, Μιχαὴλ πρωτάγγελε τῇ ἀΰλῳ γάρ, φύσει διέρχῃ τὰ πέρατα, πληρῶν τὰ προστάγματα, τοῦ τῶν ὅλων Ποιητοῦ, δυνατὸς ἐν ἰσχύϊ σου, γνωριζόμενος, καὶ πηγὴν ἰαμάτων τὸν ναόν σου, ἐργαζόμενος τῇ κλήσει, σοῦ τῇ ἁγίᾳ τιμώμενον.
Ἦχος δ'
Ὁ ποιῶν τοὺς Ἀγγέλους σου, ὥς περ γέγραπται πνεύματα, καὶ τοὺς λειτουργοῦντάς σοι φλόγα πύρινον, μέσον ταγμάτων πρωτεύοντα, ἀνέδειξας Κύριε, σοῦ τῶν Ἀρχαγγελικῶν, Μιχαὴλ Ἀρχιστράτηγον, σοῦ τοῖς νεύμασι, καθυπείκοντα Λόγε, καὶ τὸν ὕμνον, τὸν τρισάγιον ἐν φόβῳ, ἀναφωνοῦντα τῇ δόξῃ σου.
Στιχηρὰ Προσόμοια τοῦ Γαβριὴλ
Ἦχος δ'
Ἔδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕ
Νοῦς ὁ προαιώνιος, φῶς ὑπεστήσατο δεύτερον, Γαβριὴλ σε μεθέξεσιν, ἐνθέοις φωτίζοντα, πᾶσαν οἰκουμένην, καὶ τὸ ἀπ' αἰῶνος, ἀνακαλύπτοντα ἡμῖν, θεῖον καὶ μέγα ὄντως μυστήριον, ἐν μήτρᾳ σωματούμενον, Παρθενικῇ τὸν ἀσώματον, καὶ γενόμενον ἄνθρωπον, εἰς τὸ σῷσαι τὸν ἄνθρωπον.
Ἦχος δ'
Θρόνῳ παριστάμενος, τῆς τρισηλίου θεότητος, καὶ πλουσίως λαμπόμενος, ταῖς θείαις λαμπρότησι, ταῖς ἐκπεμπομέναις, ἀπαύστως ἐκεῖθεν, τοὺς ἐπὶ γῆς χαρμονικῶς, χοροστατοῦντας καὶ εὐφημοῦντάς σε, παθῶν ἀχλύος λύτρωσαι, καὶ φωτισμῷ καταλάμπρυνον, Γαβριὴλ Ἀρχιστράτηγε, πρεσβευτὰ τῶν ψυχῶν ἡμῶν.
Ἦχος δ'
Θραῦσον τὰ φρυάγματα, τῶν ἐκ τῆς Ἄγαρ τῇ ποίμνῃ σου, συνεχῶς ἐπερχόμενα, κόπασον τὰ σχίσματα, τὰ τῆς Ἐκκλησίας, πράϋνον τὸν σάλον, τῶν ἀμετρήτων πειρασμῶν· ῥῦσαι κινδύνων καὶ περιστάσεων, τοὺς πόθῳ σε γεραίροντας, καὶ σοῦ τῇ σκέπῃ προστρέχοντας, Γαβριὴλ Ἀρχιστράτηγε, πρεσβευτὰ τῶν ψυχῶν ἡμῶν.
Δοξαστικὸν
Ἦχος πλ. β'
Βυζαντίου
Συγχάρητε ἡμῖν, ἅπασαι αἱ τῶν Ἀγγέλων ταξιαρχίαι· ὁ πρωτοστάτης γὰρ ὑμῶν, καὶ ἡμέτερος προστάτης, ὁ μέγας Ἀρχιστράτηγος, τὴν σήμερον ἡμέραν, ἐν τῷ σεπτῷ αὐτοῦ τεμένει, παραδόξως ἐποπτανόμενος ἁγιάζει· Ὅθεν κατὰ χρέος, ἀνυμνοῦντες αὐτὸν βοήσωμεν· Σκέπασον ἡμᾶς ἐν τῇ σκέπῃ τῶν πτερύγων σου, μέγιστε Μιχαήλ Ἀρχάγγελε.
Θεοτοκίον
Ἦχος πλ. β'
Συγχάρητε ἡμῖν, ἅπασαι αἱ τῶν Παρθένων χοροστασίαι· ἡ προστασία γὰρ ἡμῶν, καὶ μεσίτρια καὶ σκέπη, καὶ μέγα καταφύγιον, τὴν σήμερον ἡμέραν, ἐν τῷ σεπτῷ αὐτῆς τεμένει, παραδόξως ἐποπτανομένη ἁγιάζει· Ὅθεν κατὰ χρέος ἀνυμνοῦντες αὐτὴν βοήσωμεν· Σκέπασον ἡμᾶς, ἐν τῇ σκέπῃ τῶν πτερύγων σου, ἄχραντε Θεοτόκε Δέσποινα.
Ἰησοῦ τοῦ Ναυῆ τὸ Ἀνάγνωσμα.(Κεφ. 5, 1315) Ἐγένετο, ὡς ἦν Ἰησοῦς ἐν Ἱεριχώ, ἀναβλέψας τοῖς ὀφθαλμοῖς αὐτοῦ, εἶδεν ἄνθρωπον ἐστηκότα ἐναντίον αὐτοῦ, καὶ ἡ ῥομφαία αὐτοῦ ἐσπασμένη ἐν τῇ χειρὶ αὐτοῦ, καὶ προσελθὼν Ἰησοῦς, εἶπεν αὐτῷ. Ἡμέτερος εἶ, ἢ τῶν ὑπεναντίων; Ὁ δὲ εἶπεν αὐτῷ. Ἐγὼ Ἀρχιστράτηγος δυνάμεως Κυρίου, νυνὶ παραγέγονα, καὶ Ἰησοῦς ἔπεσεν ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν, καὶ εἶπεν αὐτῷ· Δέσποτα, τὶ προστάσσεις τῷ σῷ οἰκέτῃ; Καὶ εἶπεν ὁ Ἀρχιστράτηγος Κυρίου πρὸς Ἰησοῦν· Λύσον τὸ ὑπόδημα ἐκ τῶν ποδῶν σου· ὁ γὰρ τόπος ἐφ' οὗ σὺ ἔστηκας ἐπ αὐτοῦ, ἅγιός ἐστι· καὶ ἐποίησεν Ἰησοῦς οὕτως.
Κριτῶν τὸ Ἀνάγνωσμα(Κεφ. 6, 6, 1124) Ἐγένετο ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ κατίσχυσε Μαδιὰμ ἐπὶ τοὺς υἱοὺς Ἰσραήλ, καὶ αὐτοὶ ἐβόησαν πρὸς τὸν Θεόν. Καὶ ἰδοὺ Ἄγγελος Κυρίου παρεγένετο, καὶ ἐκάθισεν ὑπὸ τὴν δρῦν, τὴν οὖσαν ἐν Ἐφραθᾶ, τὴν τοῦ Ἰωάς· καὶ Γεδεὼν ὁ υἱὸς αὐτοῦ ἐρράβδιζε πυροὺς ἐν ληνῷ, καὶ ἔσπευδε τοῦ ἐκφυγεῖν ἀπὸ προσώπου Μαδιάμ. Καὶ ὤφθη αὐτῷ Ἄγγελος Κυρίου, καὶ εἶπε πρὸς αὐτόν· Κύριος μετὰ σοῦ δυνατὸς τῇ ἰσχύϊ. Καὶ εἶπε πρὸς αὐτὸν Γεδεών· Ἐν ἐμοί, Κύριέ μου, καὶ εἰ ἔστι Κύριος μεθ᾿ ἡμῶν, ἵνα τὶ εὗρεν ἡμᾶς τὰ κακὰ ταῦτα; καὶ ποῦ ἐστι πάντα τὰ θαυμάσια αὐτοῦ, ὅσα διηγήσαντο ἡμῖν οἱ πατέρες ἡμῶν, λέγοντες· Οὐχὶ ἐξ Αἰγύπτου ἀνήγαγεν ἡμᾶς Κύριος; καὶ νῦν ἀπώσατο ἡμᾶς, καὶ παρέδωκεν ἡμᾶς, ἐν χειρὶ Μαδιάμ. Καὶ ἐπέβλεψε πρὸς αὐτὸν ὁ Ἄγγελος Κυρίου, καὶ εἶπεν αὐτῷ· Πορεύου ἐν τῇ ἰσχύϊ σου ταύτῃ, καὶ σώσεις τὸν Ἰσραὴλ ἐκ χειρὸς Μαδιάμ, ἰδοὺ ἐξαπέστειλά σε. Καὶ εἶπε πρὸς αὐτὸν Γεδεών· Ἐν ἐμοί, Κύριε, ἐν τίνι σώσω τὸν Ἰσραήλ; Ἰδοὺ ἡ χιλιάς μου ταπεινοτέρα ἐν Μανασσῇ, καὶ ἐγὼ εἰμι μικρότερος ἐν τῷ οἴκῳ τοῦ πατρός μου. Καὶ εἶπε πρὸς αὐτὸν ὁ Ἄγγελος Κυρίου· Κύριος ἔσται μετὰ σοῦ, καὶ πατάξεις τὸν Μαδιὰμ ὡσεὶ ἄνδρα ἕνα. Καὶ εἶπε πρὸς αὐτὸν Γεδεών· Εἰ εὗρον χάριν ἐν ὀφθαλμοῖς σου, καὶ ποιήσεις μοι σήμερον πᾶν ὅ,τι σὺ λαλεῖς μέτ' ἐμοῦ, μὴ δὴ χωρισθῇς ἐντεῦθεν, ἕως τοῦ ἐλθεῖν με πρὸς σέ, καὶ οἴσω τὴν θυσίαν μου, καὶ θύσω ἐνώπιόν σου. Καὶ εἶπεν· Ἐγὼ εἰμι, καθήσομαι ἕως τοῦ ἐπιστρέψαι σε. Καὶ Γεδεὼν εἰσῆλθε, καὶ ἐποίησεν ἔριφον αἰγῶν, καὶ οἰφὶ ἀλεύρου ἄζυμα· καὶ τὰ κρέα ἔθηκεν ἐν τῷ κοφίνῳ, καὶ τὸν ζωμὸν ἔβαλεν ἐν τῇ χύτρᾳ, καὶ ἐξήνεγκεν αὐτὰ πρὸς αὐτὸν ὑπὸ τήν δρῦν, καὶ προσήγγισε. Καὶ εἶπε πρὸς αὐτὸν ὁ ἄγγελος Κυρίου. Λάβε τὰ κρέα καὶ τοὺς ἄρτους τοὺς ἀζύμους, καὶ θὲς πρὸς τὴν πέτραν ἐκείνην, καὶ τὸν ζωμὸν ἐχόμενα ἔκχεε, καὶ ἐποίησεν οὕτω. Καὶ ἐξέτεινεν ὁ Ἄγγελος Κυρίου τὸ ἄκρον τῆς ῥάβδου τῇ ἐν τῇ χειρὶ αὐτοῦ, καὶ ἥψατο τῶν κρεῶν, καὶ τῶν ἀζύμων, καὶ ἀνήφθη πῦρ ἐκ τῆς πέτρας, καὶ κατέφαγε τὰ κρέα καὶ τοὺς ἀζύμους, καὶ ὁ Ἄγγελος Κυρίου ἀπῆλθεν ἀπ' ὀφθαλμῶν αὐτοῦ. Καὶ εἶδε Γεδεών, ὅτι Ἀγγελος Κυρίου ἐστί, καὶ εἶπε Γεδεών·Οἴμοι Κύριε, Κύριε! ὅτι εἶδον τὸν Ἄγγελον Κυρίου πρόσωπον πρὸς πρόσωπον. Καὶ εἶπεν αὐτῷ Κύριος. Εἰρήνη σοι, μὴ φοβοῦ, οὐ μὴ ἀποθάνῃς. Καὶ ᾠκοδόμησεν ἐκεῖ Γεδεὼν θυσιαστήριον τῷ Κυρίῳ, καὶ ἐκάλεσεν αὐτό, Ε ἰ ρ ή ν η Κ υ ρ ί ο υ, ἕως τῆς ἡμέρας ταύτης.
Προφητείας Δανιὴλ τὸ Ἀνάγνωσμα(Κεφ. 10, 121) Ἐν ἔτει τρίτῳ Κύρου τοῦ βασιλέως Περσῶν, λόγος ἀπεκαλύφθη τῷ Δανιήλ, οὗ τὸ ὄνομα ἐπεκλήθη Βαλτάσαρ, καὶ ἀληθινὸς ὁ λόγος, καὶ δύναμις μεγάλη, καὶ σύνεσις ἐδόθη αὐτῷ ἐν ὀπτασίᾳ. Ἐν ταῖς ἡμέραις ἐκείναις, ἐγὼ Δανιὴλ ἤμην πενθῶν τρεῖς ἑβδομάδας ἡμερῶν. Καὶ ἄρτον ἐπιθυμιῶν οὐκ ἔφαγον καὶ κρέας καὶ οἶνος οὐκ εἰσῆλθεν ἐν τῷ στόματί μου, καὶ ἄλειμμα οὐκ ἠλειψάμην, ἕως πληρώσεως τριῶν ἑβδομάδων ἡμερῶν. Καὶ ἐν ἡμέρᾳ εἰκοστῇ τετάρτῃ τοῦ μηνὸς τοῦ πρώτου, ἐν τῷ τρίτῳ ἔτει, ἐγω ἤμην ἐχόμενα τοῦ ποταμοῦ τοῦ μεγάλου, οὗτός ἐστι Τίγρις. Καὶ ἦρα τοὺς ὀφθαλμούς μου, καὶ εἶδον, καὶ ἰδοὺ ἀνὴρ εἷς, ἐνδεδυμένος βαδδίν, καὶ ἡ ὀσφὺς αὐτοῦ περιεζωσμένη χρυσίῳ Ὠφάζ· καὶ τὸ σῶμα αὐτοῦ ὡσεὶ Θαρσίς, καὶ τὸ πρόσωπον αὐτοῦ ὡσεὶ ὅρασις ἀστραπῆς, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ὡσεὶ λαμπάδες πυρός, καὶ οἱ βραχίονες αὐτοῦ καὶ τὰ σκέλη, ὡς ὅρασις χαλκοῦ στίλβοντος, καὶ ἡ φωνὴ τῶν λόγων αὐτοῦ, ὡς φωνὴ ὄχλου. Καὶ εἶδον ἐγὼ Δανιὴλ μόνος τὴν ὀπτασίαν, καὶ οἱ ἄνδρες οἱ μέτ' ἐμοῦ οὐκ εἶδον, ἀλλ' ἢ ἔκστασις μεγάλη ἐπέπεσεν ἐπ' αὐτούς, καὶ ἔφυγον ἐν φόβῳ. Καὶ ἐγὼ ὑπελείφθην μόνος, καὶ εἶδον τὴν ὀπτασίαν τὴν μεγάλην ταύτην, καὶ οὐχ ὑπελείφθη ἐν ἐμοὶ ἰσχύς, καί ἡ δόξα μου μετεστράφη εἰς διαφθοράν, καὶ οὐκ ἐκράτησα ἰσχύος. Καὶ ἤκουσα τὴν φωνὴν τῶν λόγων αὐτοῦ, καὶ ἐν τῷ ἀκοῦσαί με φωνὴν ῥημάτων αὐτοῦ ἤμην κατανενυγμένος ἐπὶ πρόσωπόν μου ἐπὶ τὴν γῆν. Καὶ ἰδοὺ χεὶρ ἁπτομένη μου, καὶ ἤγειρέ με ἐπὶ τὰ γόνατά μου, καὶ ταρσοὺς χειρῶν μου. Καὶ εἶπε πρὸς με· Δανιήλ, ἀνὴρ ἐπιθυμιῶν, σύνες ἐν τοῖς λόγοις, οἷς ἐγὼ λαλῶ πρὸς σέ, καὶ στῆθι ἐπὶ τῇ στάσει σου, ὅτι νῦν ἀπεστάλην πρὸς σέ, καὶ ἐν τῷ λαλῆσαι αὐτὸν πρὸς με τὸν λόγον τοῦτον, ἀνέστην ἔντρομος. Καὶ εἶπε πρὸς με· Μὴ φοβοῦ Δανιήλ, ὅτι ἀπὸ τῆς ἡμέρας τῆς πρώτης, ἧς ἔδωκας τὴν καρδίαν σου συνιέναι, καὶ κακωθῆναι ἔναντι Κυρίου τοῦ Θεοῦ σου ἠκούσθησαν οἱ λόγοι σου, καὶ ἐγὼ ἦλθον ἐν τοῖς λόγοις σου. Καὶ ὁ Ἄρχων τῆς βασιλείας Περσῶν εἱστήκει ἐξεναντίας μου εἴκοσι καὶ μίαν ἡμέραν, καὶ ἰδοὺ Μιχαήλ, εἷς τῶν Ἀρχόντων τῶν πρώτων ἦλθε βοηθῆσαί μοι, καὶ αὐτὸν κατέλιπον ἐκεῖ μετὰ τοῦ Ἄρχοντος βασιλείας Περσῶν. Καὶ ἦλθον συνετίσαι σε ὅσα ἀπαντήσει τῷ λαῷ σου ἐπ' ἐσχάτων τῶν ἡμερῶν, ὅτι ἔτι ἡ ὅρασις εἰς ἡμέρας. Καὶ ἐν τῷ λαλῆσαι αὐτὸν μετ' ἐμοῦ κατὰ τοὺς λόγους τούτους, ἔδωκα τὸ πρόσωπόν μου ἐπὶ τὴν γῆν, καὶ κατενύγην. Καὶ ἰδοὺ ὡς ὁμοίωσις υἱοῦ ἀνθρώπου ἥψατο τῶν χειλέων μου, καὶ ἤνοιξα τὸ στόμα μου καὶ ἐλάλησα, καὶ εἶπα πρὸς τὸν ἑστῶτα ἐναντίον μου· Κύριε ἐν τῇ ὀπτασίᾳ σου ἐστράφη τὰ ἐντός μου ἐν ἐμοί, καὶ οὐκ ἔσχον ἰσχύν. Καὶ πῶς δυνήσεται ὁ παῖς σου, Κύριε, λαλῆσαι μετὰ τοῦ Κυρίου μου τούτου; καὶ ἀπὸ τοῦ νῦν οὐ στήσεται ἐν ἐμοὶ ἰσχύς, καὶ πνοὴ οὐχ ὑπελείφθη ἐν ἐμοί. Καὶ προσέθετο, καὶ ἥψατό μου ὡς ὅρασις ἀνθρώπου, καὶ ἐνίσχυσέ με καὶ εἶπέ μοι· Μὴ φοβοῦ ἀνὴρ ἐπιθυμιῶν, εἰρήνη σοι, ἀνδρίζου καὶ ἴσχυε. Καὶ ἐν τῷ λαλῆσαι αὐτὸν μετ᾿ ἐμοῦ, ἴσχυσα καὶ εἶπα. Λαλείτω ὁ Κύριός μου, ὅτι ἐνίσχυσάς με. Καὶ εἶπεν· Εἰ οἶδας ὅτι ἦλθον πρὸς σὲ; καὶ νῦν ἐπιστρέψω τοῦ πολεμῆσαι μετὰ τοῦ Ἄρχοντος Περσῶν, καὶ ἐγὼ ἐξεπορευόμην, καὶ ὁ Ἄρχων τῶν Ἑλλήνων ἤρχετο. Ἀλλ' ἢ ἀναγγελῶ σοι τὸ ἐντεταγμένον ἐν γραφῇ ἀληθείας καὶ οὐκ ἔστιν εἷς ἀντεχόμενος μετ' ἐμοῦ περὶ τούτων, ἀλλ' ἢ Μιχαὴλ ὁ ἄρχων ὑμῶν.
Εἰς τὴν Λιτήν, Στιχηρὰ ἰδιόμελα.Ἦχος α' ΚυπριανοῦΤῶν νοερῶν Δυνάμεων Ἀρχιστράτηγοι, οἱ παρεστῶτες ἀπαύστως, τῷ δεσποτικῷ θρόνῳ, πρεσβεύσατε πρὸς Κύριον, εἰρήνην τῷ κόσμῳ δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.Ὁ αὐτὸς ἈρσενίουὉ Ταξιάρχης τῶν ἄνω Δυνάμεων, Μιχαὴλ ὁ πρωτοστάτης τῶν θείων ταγμάτων, σήμερον ἡμᾶς πρὸς πανήγυριν συνεκάλεσεν, ὁ καθ' ἑκάστην μεθ' ἡμῶν πορευόμενος, καὶ φυλάττων τοὺς πάντας, ἐκ πάσης τοῦ διαβόλου περιστάσεως. Δεῦτε οὖν φιλέορτοι καὶ φιλόχριστοι, τὰ ἄνθη τῶν ἀρετῶν δρεψάμενοι, καθαραῖς ἐννοίαις, καὶ συνειδότι εὐστάθμῳ, τοῦ Ἀρχαγγέλου τὴν Σύναξιν τιμήσωμεν· αὐτὸς γὰρ ἀδιαλείπτως τῷ Θεῷ παριστάμενος, καὶ τὸν τρισάγιον ὕμνον ἀναμέλπων, πρεσβεύει σωθῆναι τὰς ψυχάς ἡμῶν.Ἦχος β' Τοῦ ΣτουδίτουΤῆς ἀΰλου οὐσίας, τῶν νοερῶν Δυνάμεων προστατεύοντες, καὶ τῆς Τρισηλίου δόξης ταῖς μαρμαρυγαῖς, φωτοδοτοῦντες τὴν οἰκουμένην, Ἀρχιστράτηγοι, ἀλήκτῳ φωνῇ, τὸν τρισάγιον ὕμνον ἐξᾴδετε· διὸ πρεσβεύσατε σωθῆναι τὰς ψυχὰς ἡμῶν.Ὁ αὐτὸς ἈρσενίουΤῷ ἀΰλω θρόνῳ περικυκλοῦντες, νοεραὶ οὐσίαι θεῖοι Ἀσώματοι, τὴν τρισάγιον ᾠδήν, τῷ πρύτανι Θεῷ, φλογεροῖς τοῖς χείλεσιν ᾄδετε, Ἅγιος ὁ Θεός, ὁ Πατὴρ ὁ ἄναρχος, Ἅγιος ἰσχυρός, ὁ Υἱὸς ὁ συνάναρχος, Ἅγιος ἀθάνατος, τὸ ὁμοούσιον Πνεῦμα, τὸ σὺν Πατρὶ καὶ Υἱῷ συνδοξαζόμενον.Ὁ αὐτὸς ἈνατολίουἈσωμάτοις χείλεσι, καὶ νοεροῖς στόμασι, τῶν Ἀγγέλων αἱ τάξεις, τὸν ἀκατάπαυστον ὕμνον προσφέρουσι, τῇ σῇ ἀπροσίτῳ Θεότητι Κύριε, καὶ νόες καθαροὶ καὶ λειτουργοὶ τῆς σῆς δόξης αἰνοῦσί σε Δέσποτα· Σὺν αὐτοῖς δὲ Μιχαὴλ ὁ ἀσώματος, καὶ πρωτοστάτης τῶν ἄνω Δυνάμεων, ὁ Ἀρχιστράτηγος τῶν Ἀγγέλων, ἑστιάτωρ ἡμῖν σήμερον γέγονε, τὰ τῶν ἀσωμάτων ᾄσματα προτρεπόμενος ἡμᾶς ᾄδειν, τῇ ἀπροσίτῳ σου δόξῃ Φιλάνθρωπε, ἵνα πρεσβεύῃ ἀπαύστως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.Ἦχος δ'Ἐφραὶμ ΚαρίαςΤῆς ἡλιακῆς ἀκτῖνος τοῦ θείου φωτός, καταλαμπόμενοι Ἀρχιστράτηγοι, τὰς τῶν ἀΰλων καταυγάζετε ταξιαρχίας, ὡς φῶς λευχειμονοῦντες, ἐν ὑψίστοις τὸ πῦρ καταυγάζετε ἐν κόσμῳ, τῆς ἀπροσίτου θεότητος· ὅθεν καὶ τὸν τρισάγιον ὕμνον, ἐν φλογεροῖς τοῖς χείλεσιν ἀκαταπαύστως ᾄδετε· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, ὁ Θεὸς ἡμῶν δόξα σοι.Ἦχος πλ. β'Οἱ Ἄγγελοί σου Χριστέ, τῷ θρόνῳ τῆς μεγαλωσύνης, ἐν φόβῳ παρεστῶτες, καὶ τῇ σῇ φωτοχυσίᾳ ἀεὶ λαμπόμενοι, ἐν τοῖς ὑψίστοις ὑμνῳδοί σου, καὶ τῆς βουλῆς σου λειτουργοί, ὑπὸ σοῦ ἐκπεμπόμενοι, νέμουσι φωτισμὸν ταῖς ψυχαῖς ἡμῶν.Δόξα... Ἦχος δ'Πυρίνοις χείλεσιν, ὑμνεῖ σε τὰ Χερουβίμ, Χριστὲ ὁ Θεός, ἀσωμάτοις δὲ στόμασιν ἀσιγήτως, δοξολογεῖ σε τῶν Ἀρχαγγέλων ὁ χορός, Μιχαὴλ δὲ ὁ Ἀρχιστράτηγος, τῶν ἄνω δυνάμεων, τὸν ἐπινίκιον ὕμνον, ἀκαταπαύστως προσφέρει τῇ δόξῃ σου· Αὐτὸς γὰρ ἡμᾶς σήμερον κατηύγασε, πρὸς πανήγυριν φαιδράν, κροτῆσαι ἐπαξίως ψαλμικῶς, αἶνον τὸν τρισάγιον, τοῖς πηλίνοις χείλεσιν, ὅτι τὰ πάντα τῆς σῆς αἰνέσεως ἐπλήσθη, καὶ παρέχεις τῷ κόσμῳ δι' αὐτοῦ τὸ μέγα ἔλεος.Καὶ νῦν... Ὁ αὐτὸς ΘεοτοκίονΣήμερον ὁ θεοχώρητος ναός, ἡ Θεοτόκος, ἐν ναῷ Κυρίου προσάγεται, καὶ Ζαχαρίας ταύτην ὑποδέχεται. Σήμερον τὰ τῶν Ἁγίων Ἅγια ἀγάλλονται, καὶ ὁ χορὸς τῶν Ἀγγέλων, μυστικῶς πανηγυρίζει· μεθ' ὧν καὶ ἡμεῖς ἑορτάζοντες σήμερον, σὺν τῷ Γαβριὴλ ἐκβοήσωμεν· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ, ὁ ἔχων τὸ μέγα ἔλεος.
Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.Ἦχος α' Τῶν οὐρανίων ΤΟ ΑΚΟΥΤΕἈγγελικῶς οἱ ἐν κόσμῳ πανηγυρίζοντες, τῷ ἐπὶ θρόνου δόξης, Θεῷ ἐποχουμένῳ, βοήσωμεν τὸν ὕμνον, Ἅγιος εἶ, ὁ Πατὴρ ὁ οὐράνιος· ὁ συναΐδιος Λόγος Ἅγιος εἶ, καὶ τὸ Πνεῦμα τὸ Πανάγιον.Στίχ. Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγαΤῶν οὐρανίων πρωτεύων, ἐν παρρησίᾳ πολλῇ, καὶ παρεστὼς τῷ θρόνῳ, τῷ ἀστέκτῳ ἐν δόξῃ, αὐτόπτα τῶν ἀρρήτων, σῶσον ἡμᾶς, Μιχαὴλ Ἀρχιστράτηγε, τοὺς ἐν ἀνάγκαις κινδύνων καὶ πειρασμῶν, ταῖς πρεσβείαις σου δεόμεθα.Στίχ. Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα.Τῶν ἀσωμάτων Ἀγγέλων, πρῶτος ὑπάρχεις σαφῶς, καὶ λειτουργὸς τῆς θείας, φωταυγείας ἐκείνης, αὐτόπτης τε καὶ μύστης, σῶσον ἡμᾶς, Μιχαὴλ Ἀρχιστράτηγε, τούς ἐτησίως τιμῶντάς σε εὐσεβῶς, καὶ ὑμνοῦντας τὴν Τριάδα πιστῶς.
Θεοτοκίον
Ἦχος πλ. δ'
Ἰωάννου Μοναχοῦ
Ὡς ταξιάρχης καὶ πρόμαχος, καὶ τῶν Ἀγγέλων Ἀρχηγὸς Ἀρχιστράτηγε, πάσης ἀνάγκης καὶ θλίψεως, νόσου καὶ δεινῶν ἁμαρτημάτων ἐλευθέρωσον, τοὺς εἰλικρινῶς ἀνυμνοῦντας, καὶ αἰτουμένους σε Ἔνδοξε, ἐναργῶς ὡς ἄϋλος τὸν ἄϋλον καθορῶν, καὶ τῷ ἀπροσίτῳ φωτί, τῆς τοῦ Δεσπότου δόξης καταλαμπόμενος· αὐτὸς γὰρ φιλανθρώπως, σάρκα δι' ἡμᾶς ἐκ Παρθένου προσείληφε, σῶσαι βουληθεὶς τὸ ἀνθρώπινον.
Ἀπολυτίκιον
Ἦχος δ'
Τῶν οὐρανίων στρατιῶν Ἀρχιστράτηγοι, δυσωποῦμεν ὑμᾶς ἡμεῖς οἱ ἀνάξιοι, ἵνα ταῖς ὑμῶν δεήσεσι, τειχίσητε ἡμᾶς, σκέπῃ τῶν πτερύγων, τῆς ἀΰλου ὑμῶν δόξης, φρουροῦντες ἡμᾶς προσπίπτοντας, ἐκτενῶς καὶ βοῶντας· Ἐκ τῶν κινδύνων λυτρώσασθε ἡμᾶς, ὡς Ταξιάρχαι τῶν ἄνω Δυνάμεων.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα
Ἦχος δ'
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ΤΟ ΑΚΟΥΤΕ
Τῶν ἀσωμάτων λειτουργῶν Ἀρχιστράτηγε, ὁ κατ' ἐνώπιον Θεοῦ παριστάμενος, καὶ ταῖς ἐκεῖθεν λάμψεσι λαμπόμενος, φαίδρυνον ἁγίασον, τοὺς πιστῶς σε ὑμνοῦντας, πάσης ἀπολύτρωσαι, τοῦ ἐχθροῦ τυραννίδος, καὶ εἰρηναίαν αἴτησαι ζωήν, τοῖς Βασιλεῦσι καὶ πᾶσι τοῖς πέρασιν.Δόξα... τὸ αὐτὸ Καὶ νῦν... ΘεοτοκίονΟὐ σιωπήσομεν ποτὲ Θεοτόκε, τοῦ εὐχαρίστως ἀνυμνεῖν ἐκ καρδίας, τὰ σὰ ἐλέη Δέσποινα οἱ δοῦλοί σου, κράζοντες καὶ λέγοντες· Παναγία Παρθένε, πρόφθασον καὶ λύτρωσαι, ἐξ ἐχθρῶν ἀοράτων, καὶ ὁρατῶν καὶ πάσης ἀπειλῆς· σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα
Ἦχος δ'
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ΤΟ ΑΚΟΥΤΕ
Τὰ Χερουβὶμ καὶ Σεραφὶμ πολυόμματα, τῶν Ἀρχαγγέλων λειτουργῶν τὰ στρατεύματα, σὺν Ἐξουσίαις Θρόνοι Κυριότητες, Ἄγγελοι Δυνάμεις τε, καὶ Ἀρχαὶ δυσωποῦσι, σὲ τὸν Ποιητὴν ἡμῶν, καὶ Θεὸν καὶ Δεσπότην· Μὴ ὑπερίδῃς δέησιν λαοῦ, ἡμαρτηκότος, Χριστὲ πολυέλεε.Δόξα... Τὸ αὐτὸ Καὶ νῦν... Θεοτοκίον αὐτόμελονΤαχὺ προκατάλαβε, πρὶν δουλωθῆναι ἡμᾶς, ἐχθροῖς βλασφημοῦσί σε, καὶ ἀπειλοῦσιν ἡμῖν, Χριστὲ ὁ Θεὸς ἡμῶν· ἄνελε τῷ Σταυρῷ σου, τοὺς ἡμᾶς πολεμοῦντας· γνώτωσαν πῶς ἰσχύει, Ὀρθοδόξων ἡ πίστις, πρεσβείαις τῆς Θεοτόκου, μόνε φιλάνθρωπε.
Μετὰ τὸν Πολυέλεον
Ἦχος πλ. δ'
Τὸ προσταχθὲν ΤΟ ΑΚΟΥΤΕ
Τῶν οὐρανίων ἀρχηγοὶ καὶ πρωτοστάται, τῶν ὑψιθρόνων καὶ φρικτῶν τῆς θείας δόξης, Μιχαὴλ καὶ Γαβριὴλ Ἀρχιστράτηγοι, σὺν πᾶσι τοῖς ἀσωμάτοις ὦ Λειτουργοί, Δεσπότου ὑπὲρ τοῦ κόσμου διαπαντός, πρεσβεύοντες αἰτήσασθε τὴν ἄφεσιν, τῶν ἐπταισμένων ἡμῖν, καὶ ἔλεος καὶ χάριν εὑρεῖν, ἐν ἡμέρᾳ τῆς κρίσεως.Δόξα... Καὶ νῦν... ΘεοτοκίονΘεοχαρίτωτε Ἁγνὴ εὐλογημένη, τὸν διὰ σπλάγχνα οἰκτιρμῶν ἐκ σοῦ τεχθέντα, σὺν ταῖς ἄνω Δυνάμεσι καὶ τοῖς Ἀρχαγγέλοις, καὶ πᾶσι τοῖς ἀσωμάτοις ὑπὲρ ἡμῶν, δυσώπει ἀκαταπαύστως δοῦναι ἡμῖν, πρὸ τοῦ τέλους συγχώρησιν, καὶ ἱλασμὸν ἁμαρτιῶν, καὶ βίου ἐπανόρθωσιν, ὅπως εὔρωμεν ἔλεος.
Προκείμενον Ἦχος δ'Ὁ ποιῶν τους Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς Λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.Στίχ. Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον.
Δόξα... Ταῖς τῶν Ἀσωμάτων, Οἰκτίρμον, προστασίαις, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.Καὶ νῦν... Ταῖς τῆς Θεοτόκου...Στίχ. Ἐλέησόν με ὁ Θεός...Ἦχος β'Τῷ ἀΰλῳ θρόνῳ περικυκλοῦντες, νοεραὶ οὐσίαι θεῖοι Ἀσώματοι, τὴν τρισάγιον ᾠδήν, τῷ πρύτανι Θεῷ, φλογεροῖς τοῖς χείλεσιν ᾄδετε, Ἅγιος ὁ Θεός, ὁ Πατὴρ ὁ ἄναρχος, Ἅγιος ἰσχυρός, ὁ Υἱὸς ὁ συνάναρχος, Ἅγιος ἀθάνατος, τὸ ὁμοούσιον Πνεῦμα, τὸ σὺν Πατρὶ καὶ Υἱῷ συνδοξαζόμενον.
Κανών α', ᾨδὴ α', τῆς Θεοτόκου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν αἰγυπτίαν μοχθηρίαν διαφυγών, ὁ Ἰσραηλίτης ἀνεβόα· τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν.Πολλοῖς συνεχόμενος πειρασμοῖς, πρὸς σὲ καταφεύγω, σωτηρίαν ἐπιζητῶν· Ὦ Μῆτερ τοῦ Λόγου καὶ Παρθένε, τῶν δυσχερῶν καὶ δεινῶν με διάσωσον.Παθῶν με ταράττουσι προσβολαί, πολλῆς ἀθυμίας, ἐμπιπλῶσαί μου τὴν ψυχήν, εἰρήνευσον, Κόρη, τῇ γαλήνῃ, τῇ τοῦ Υἱοῦ καὶ Θεοῦ σου, Πανάμωμε.Σωτῆρα τεκοῦσάν σε καὶ Θεόν, δυσωπῶ, Παρθένε, λυτρωθῆναί με τῶν δεινῶν· σοὶ γὰρ νῦν προσφεύγων ἀνατείνω, καὶ τὴν ψυχὴν καὶ τὴν διάνοιαν.Νοσοῦντα τὸ σῶμα καὶ τὴν ψυχήν, ἐπισκοπῆς θείας, καὶ προνοίας τῆς παρὰ σοῦ, ἀξίωσον, μόνη Θεομῆτορ, ὡς ἀγαθὴ ἀγαθοῦ τε λοχεύτρια.Ἐν θλίψει με ὄντα καὶ συμφορᾷ, ἐπισκοπῆς θείας, καὶ προνοίας μόνη Ἁγνή, ἀξίωσον ὅπως σε δοξάζω, τὴν θεοδόξαστον καὶ ὑπεράμωμον.
Ὁ Κανὼν πρῶτος τοῦ Μιχαήλ, οὗ ἡ Ἀκροστιχίς.Ποίημα Ἰωάννου Μοναχοῦ.ᾨδὴ α'
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«ᾌσμα ἀναπέμψωμεν λαοί, τῷ θαυμαστῷ Θεῷ ἡμῶν, τῷ ἀπαλλάξαντι τὸν Ἰσραὴλ ἐκ δουλείας, ᾠδὴν ἐπινίκιον, ᾄδοντες καὶ βοῶντες, ᾌσωμέν σοι τῷ μόνῳ Δεσπότῃ».Πάντες ἀνυμνήσωμεν πιστοί, τὴν πάσας διευθύνουσαν, τὰς ἀΰλους τῶν ἄνω, χορῶν ταξιαρχίας, Τριάδα τὴν ἄκτιστον, ἐκβοῶντες· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Θεὲ παντοκράτορ.Ἔθου τῶν κτισμάτων σου ἀρχήν, οὐσίαν τὴν ἀσώματον, Ποιητὰ τῶν Ἀγγέλων, τὸν ἄχραντόν σου θρόνον, κυκλοῦσαν κραυγάζειν σοι, Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Θεὲ παντοκράτορ.Χαίροις Γαβριὴλ μυσταγωγέ, τῆς τοῦ Θεοῦ σαρκώσεως, Μιχαήλ τε ταγμάτων, ἀΰλων πρωτοστάτα, ἀπαύστως κραυγάζοντες· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Θεὲ παντοκράτορ.ΘεοτοκίονΕὔα ἡ προμήτωρ τῇ ἀρᾷ, τὸ γένος καθυπέβαλε, τῇ παραβάσει ποτέ, τὸ τῶν ἀνθρώπων· σὺ δὲ Παρθένε Θεόνυμφε, ὅλον πρὸς εὐλογίαν, μετηγάγου τὸν Κτίστην τεκοῦσα.
Ὁ Κανὼν δεύτερος τοῦ Γαβριὴλ, οὗ ἡ Ἀκροστιχίς.Τοῖς Ταξιάρχαις τῶν Ἀσωμάτων ΝόωνἘν δὲ τοῖς ΘεοτοκίοιςΚλήμεντος.ᾨδὴ α'
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἁρματηλάτην Φαραὼ ἐβύθισε, τερατουργοῦσα ποτέ, Μωσαϊκὴ ῥάβδος, σταυροτύπως πλήξασα, καὶ διελοῦσα θάλασσαν, Ἰσραὴλ δὲ φυγάδα, πεζὸν ὁδίτην διέσωσεν, ᾄσμα τῷ Θεῷ ἀναμέλποντα».Τοὺς νοεροὺς τῶν ἀσωμάτων τάξεων, χοροὺς ἐν ᾄσμασιν, ὡς Λειτουργοὺς θείους, δεῦτε εὐφημήσωμεν, χορείαν συγκροτήσαντες, τὴν ἡμῶν σωτηρίαν, ἀδιαλείπτως πρεσβεύοντας, καὶ τῇ μετανοίᾳ συγχαίροντας.Οἱ τῶν Ἀγγέλων ἀρχηγοὶ καὶ πρόκριτοι, καὶ ταξιάρχαι φαιδροί, τοὺς ἀσωμάτους Νόας, σήμερον ἐγείρουσι, πρὸς τελετὴν ἑόρτιον, τῆς αὐτῶν λαμπρᾶς μνήμης, μεθ' ὧν συγχαίρουσιν ἄνθρωποι, ὕμνον τῇ Τριάδι προσάγοντες.Συνευφρανθῶμεν τοῖς Ἀγγέλοις ἄνθρωποι, πνευματικῶς ἐν χαρᾷ, ὁ Γαβριὴλ αὖθις, νῦν εὐαγγελίζεται, Ἐκκλησιῶν τὴν ἕνωσιν, καὶ καθαίρεσιν πάσης, τῆς ἐναντίας αἱρέσεως, ἐν τῇ παρουσίᾳ τῆς μνήμης αὐτῶν.ΘεοτοκίονΚυοφορεῖς τὸν ὑπὲρ φύσιν Ἄχραντε, ἐν σοὶ σκηνώσαντα, τοῦ Πατρὸς λόγον, ἐν Ἁγίῳ Πνεύματι δυσὶ μὲν ἐν ταῖς φύσεσι, καὶ θελήσεσιν ὄντα, ἐν ὑποστάσει δ' ἀτρέπτως μιᾷ, ἧς καὶ τὴν μορφὴν ἀσπαζομεθα.Καταβασία ΤΟ ΑΚΟΥΤΕἈνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι,φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος,ταύτης τὰ θαύματα.
Κανών α', ᾨδὴ γ', τῆς Θεοτόκου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σὺ με στερέωσον, ἐν τῇ ἀγάπη τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε». Προστασίαν καὶ σκέπην, ζωῆς ἐμῆς τίθημι, σὲ Θεογεννῆτορ Παρθένε, σὺ με κυβέρνησον, πρὸς τὸν λιμένα σου, τῶν ἀγαθῶν ἡ αἰτία, τῶν πιστῶν τὸ στήριγμα, μόνη Πανύμνητε. Ἱκετεύω Παρθένε, τὸν ψυχικὸν τάραχον, καὶ τῆς ἀθυμίας τὴν ζάλην, διασκεδάσαι μου· σὺ γὰρ Θεόνυμφε, τὸν ἀρχηγὸν τῆς γαλήνης, τὸν Χριστὸν ἐκύησας, μόνη Πανάχραντε. Εὐεργέτην τεκοῦσα, τὸν τῶν καλῶν αἴτιον, τῆς εὐεργεσίας τὸν πλοῦτον, πᾶσιν ἀνάβλυσον· πάντα γὰρ δύνασαι, ὡς δυνατὸν ἐν ἰσχύϊ, τὸν Χριστὸν κυήσασα, Θεομακάριστε. Χαλεπαῖς ἀρρωστίαις, καὶ νοσεροῖς πάθεσιν, ἐξεταζομένῳ Παρθένε, σὺ μοι βοήθησον· τῶν ἰαμάτων γάρ, ἀνελλιπῆ σε γινώσκω, θησαυρὸν πανάμωμε, καὶ ἀδαπάνητον.
Κανών β', ᾨδὴ γ', τοῦ Μιχαήλ
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὸν φόβον σου Κύριε, ἐμφύτευσον ταῖς καρδίαις τῶν δούλων σου, καὶ γενοῦ ἡμῖν στερέωμα, τοῖς σὲ ἐν ἀληθείᾳ, ἐπικαλουμένοις».Ἰσχὺϊ κατέστησας Ἀθάνατε, δυνατοὺς ἐξανύοντας, τὸ πανάγιόν σου θέλημα, τοὺς σοὶ ἐν τοῖς ὑψίστοις, ἀεὶ παρεστῶτας.Τοὺς μύστας τῆς σῆς ἐνανθρωπήσεως, τῆς σεπτῆς τε ἐγέρσεως, τῶν Ἀγγέλων τοὺς ἐξάρχους Χριστέ, ὑπὲρ ἡμῶν προσδέχου, ἐπικαλουμένους.Ἀγγέλους ἐπέστησας φύλακας, τοῖς ἀνθρώποις ὡς εὔσπλαγχνος, διακόνους τε ἀνέδειξας Χριστέ, τῆς σωτηρίας τῶν σῶν θεραπόντων.ΘεοτοκίονἈρρήτως συνέλαβες τὸν Κύριον, Σωτῆρα Θεόνυμφε, τὸν λυτρούμενον ἡμᾶς τῶν δεινῶν, τοὺς σὲ ἐν ἀληθείᾳ ἐπικαλουμένους.
Κανών γ', ᾨδὴ γ', τοῦ Γαβριὴλ
Ἦχος πλ. δ'
Σὺ εἶ τὸ στερέωμα ΤΟ ΑΚΟΥΤΕ
Τῶν Ἀγγέλων πρώτιστος, καὶ τῆς Τριάδος φῶς δεύτερον, ὤφθης ἡμῖν, Μιχαὴλ ὁ ἄρχων, τοῖς πιστῶς εὐφημοῦσί σε.Αἴγλῃ θείας χάριτος, ὁ Γαβριὴλ πιστῶς ἔπλησε, πᾶσαν τὴν γῆν, τοῦ Θεοῦ κηρύξας, τὴν ἐν σώματι κάθοδον.Ξυνωρὶς ἀοίδιμε, καὶ φωταυγὴς δυὰς ἄϋλε, φῶτα Θεοῦ, τοὺς πιστῶς τελοῦντας, τὴν ὑμῶν μνήμην δείξατε.Θεοτοκίονᾞσεν Ἡσαΐας, σοῦ τὴν ὑπὲρ νοῦν Ἁγνὴ κύησιν, ᾄδω κἀγώ, ἵνα τῆς ἐκείνου, ἐπιτύχω καθάρσεως.Καταβασία ΤΟ ΑΚΟΥΤΕΤοὺς σοὺς ὑμνολόγους, Θεοτόκε, ἡ ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας πνευματικόν, στερέωσον· καὶ ἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον.
Κάθισμα
Ἦχος πλ. δ'
Τὸ προσταχθὲν ΤΟ ΑΚΟΥΤΕ
Τῶν ἀσωμάτων τοὺς χοροὺς ἐφιέμενοι, ἀνευφημεῖν οἱ ἐπὶ γῆς μιμησώμεθα, ὡς ἐφικτὸν τούτων τὴν ἁγιότητα, νεκροῦντες πάντα τὰ μέλη τὰ τῆς σαρκός, αἰτοῦντες, ὡς ὑπερμάχους τε καὶ φρουρούς, πάσης πλάνης λυτρώσασθαι, τοῦ ἀοράτου ἐχθροῦ, ἡμᾶς τοὺς ἀνυμνοῦντας αὐτούς, ὅπως εὕρωμεν ἔλεος.Δόξα... Καὶ νῦν... ΘεοτοκίονΕὐχαριστοῦμέν σοι ἀεὶ Θεοτόκε, καὶ μεγαλύνομεν ἁγνή καὶ προσκυνοῦμεν, ἀνυμνοῦντες τὸν τόκον σου κεχαριτωμένη, βοῶντες ἀκαταπαύστως, σῶσον ἡμᾶς, Παρθένε Παντελεῆμον ὡς ἀγαθή, καὶ δαιμόνων ἐξάρπασον, λογοθεσίου φοβεροῦ, ἐν ὥρᾳ τῆς ἐτάσεως, μὴ αἰσχυνθῶμεν οἱ δοῦλοί σου.
Κανών α', ᾨδὴ δ', τῆς Θεοτόκου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν Θεότητα». Τῶν παθῶν μου τὸν τάραχον, ἡ τὸν κυβερνήτην τεκοῦσα Κύριον, καὶ τὸν κλύδωνα κατεύνασον, τῶν ἐμῶν πταισμάτων Θεονύμφευτε. Εὐσπλαγχνίας τὴν ἄβυσσον, ἐπικαλουμένῳ τῆς σῆς παράσχου μοι, ἡ τὸν εὔσπλαγχνον κυήσασα, καὶ Σωτῆρα πάντων τῶν ὑμνούντων σε. Οἱ ἐλπίδα καὶ στήριγμα, καὶ τῆς σωτηρίας τεῖχος ἀκράδαντον, κεκτημένοι σε Πανάμωμε, δυσχερείας πάσης ἐκλυτρούμεθα. Ἀπολαύοντες Πάναγνε, τῶν σῶν δωρημάτων σοὶ χαριστήρια, ἀναμέλπομεν ἐφύμνια, οἱ γινώσκοντές σε Θεομήτορα. Ἐπὶ κλίνης ὀδύνης μου, καὶ τῆς ἀρρωστίας κατακειμένῳ μοι, ὡς φιλάγαθος βοήθησον, Θεότοκε μόνη ἀειπάρθενε.
Κανών β', ᾨδὴ δ', τοῦ Μιχαήλ
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐπέβης ἐφ' ἵππους, τοὺς Ἀποστόλους σου Κύριε, καὶ ἐδέξω χερσί σου ἡνίας αὐτῶν, καὶ σωτηρία γέγονεν ἡ ἱππασία σου, τοῖς πιστῶς μελῳδοῦσι· Δόξα τῇ δυνάμει σου Κύριε».Ἐπέβης Ἀγγέλοις, ὥσπερ ἐφ' ἵπποις Φιλάνθρωπε, καὶ ἐδέξω χερσί σου ἡνίας αὐτῶν, καὶ σωτηρία γέγονεν ἡ ἱππασία σου, τοῖς ἀπαύστως βοῶσι· Δόξα τῇ δυνάμει σου Κύριε.Καλύπτει Ἀγγέλους, ἡ ἀρετή σου Φιλάνθρωπε, καὶ τῆς γῆς ἐπληρώθη τὰ πέρατα, τῆς σῆς ἐνδόξου ἄναρχε θείας αἰνέσεως, σὺν αὐτοῖς σοι βοώσης· Δόξα τῇ δυνάμει σου Κύριε.Ἐξῆλθες οἰκτίρμον, εἰς σωτηρίαν λαοῦ σου Χριστέ· συγκαλεῖς δὲ τὰς φίλας Δυνάμεις σου, καὶ εὐφροσύνη γέγονεν ἡ παρουσία σου, τοῖς πιστῶς σοι βοῶσι· Δόξα τῇ δυνάμει σου Κύριε.ΘεοτοκίονΠαρθένος καὶ Μήτηρ, ὑπερφυῶς ὤφθης Πάναγνε, ὡς Θεὸν τὸν αὐτόν τε καὶ ἄνθρωπον, Χριστὸν τεκοῦσα, ᾧ μετὰ δέους κραυγάζουσι, τῶν Ἀγγέλων αἱ τάξεις· Δόξα τῇ δυνάμει σου Κύριε.
Κανών γ', ᾨδὴ δ', τοῦ Γαβριὴλ
Ἦχος πλ. δ'
Σύ μου ἰσχύς, Κύριε ΤΟ ΑΚΟΥΤΕ
Ἱεριχώ, ὤφθη δυνάμεως Ἀρχιστράτηγος, πολεμοῦντι, πάλαι Ἰησοῦ τῷ Ναυῆ, νικοποιῶν καὶ ὑπερμαχῶν, Μιχαὴλ ὁ μέγας, τῶν Ἀσωμάτων ὁ ἔξαρχος, ὑφ' οὗ λαβὼν τὸ σθένος, ὁ θεράπων Κυρίου, δορυάλωτον εἷλε τὸ φρούριον.Ἄρχων ποτέ, τῶν ἀσωμάτων Δυνάμεων, ὤφθη φέρων, τέκνου εὐαγγέλια, τῷ Ζαχαρίᾳ τῷ ἱερεῖ, Γαβριὴλ ὁ μέγας, ὁ θεῖος ὄντως Ἀρχάγγελος· διὸ φωνὴ τοῦ Λόγου, γεννηθείς, Ἰωάννης, τῷ πατρὶ τὴν φωνὴν ἀποδίδωσιν.Χαίρει χαρὰ πάντα τὰ πέρατα σήμερον, τὴν αἰσίαν, μνήμην ἑορτάζοντα, τῶν Ἀρχαγγέλων σου ὁ Θεός, Μιχαὴλ τοῦ θείου, καὶ Γαβριὴλ τοῦ θεόφρονος· συγχαίρει δὲ καὶ πᾶσα, τῶν Ἀγγέλων ἡ τάξις, ὅτι σῴζεται κόσμος τῇ σκέπῃ αὐτῶν.ΘεοτοκίονΜόνη ἁγνή, πέφυκας καὶ μετὰ γέννησιν, μόνη ὤφθης, ἄνανδρος θηλάζουσα, τὸν τοῦ Πατρὸς Λόγον ἀληθῆ, Πνεύματι Ἁγίῳ, λαβόντα δούλου μορφὴν καθ' ἡμᾶς, Παρθένε Θεοτόκε, οὗ τὴν θέαν τιμῶντες, τῆς μορφῆς τὴν ἐμφέρειαν σέβομεν.Καταβασία ΤΟ ΑΚΟΥΤΕΤὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης Ἀββακούμ, κατανοῶν ἐκραύγαζε· Δόξα τῇ δυνάμει σου Κύριε.
Κανών α', ᾨδὴ ε', τῆς Θεοτόκου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Φώτισον ἡμᾶς, τοῖς προστάγμασί σου Κύριε, καὶ τῷ βραχίονί σου τῷ ὑψηλῷ, τὴν σὴν εἰρήνην, παράσχου ἡμῖν φιλάνθρωπε». Ἔμπλησον Ἁγνή, εὐφροσύνης τὴν ζωὴν ἡμῶν, τὴν σὴν ἀκήρατον διδοῦσα χαράν, τῆς εὐφροσύνης, ἡ γεννήσασα τὸν αἴτιον. Λύτρωσαι ἡμᾶς, ἐκ κινδύνων Θεοτόκε Ἁγνή, ἡ αἰωνίαν τεκοῦσα λύτρωσιν, καὶ τὴν εἰρήνην, τὴν πάντα νοῦν ὑπερέχουσαν. Λῦσον τὴν ἀχλύν, τῶν πταισμάτων μου Θεόνυμφε, τῷ φωτισμῷ τῆς σῆς λαμπρότητος, ἡ φῶς τεκοῦσα, τὸ θεῖον καὶ προαιώνιον. Ἴασαι Ἁγνή, τῶν παθῶν μου τὴν ἀσθένειαν, ἐπισκοπῆς σου ἀξιώσασα, καὶ τὴν ὑγείαν, ταῖς πρεσβείαις σου παράσχου μοι.
Κανών β', ᾨδὴ ε', τοῦ Μιχαήλ
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὸν ἐκ νυκτὸς ἀγνωσίας, ἐπὶ τὴν ψυχάλωτον ὁδὸν ἀεὶ πλανώμενον, φωτὶ τῆς γνώσεώς σου Κύριε, ποδηγῶν μὲ ἐν τῇ τρίβῳ τῶν ἐντολῶν σου καθοδήγησον».Ἀνεπιστρέπτῳ τῷ πόθῳ, ἀεὶ πρὸς τὸ ἄναντες, πρὸς σὲ Χριστὲ φερόμεναι, τὸ ἀκρότατον ἁπάντων τῶν ἐφετῶν, Ἀγγέλων αἱ δυνάμεις, ἀκαταπαύστως σε δοξάζουσιν.Σὺ νοεροὺς κατ' οὐσίαν, ἀφθάρτους τῇ χάριτι, τῇ σῇ Χριστὲ κατέστησας, ὑμνῳδοὺς τῆς σῆς μεγαλειότητος, τοὺς Ἀγγέλους σου κατ' εἰκόνα, ἐδημιούργησας ἀκατάληπτε.Σὺ ἀκλινεῖς πρὸς τὸ χεῖρον, τῇ πρὸς σὲ ἐγγύτητι Χριστέ, τοὺς σοὺς ἐφύλαξας λειτουργούς· πηγὴ γὰρ ἀγαθότητος, σὺ ὑπάρχων ἀγαθύνεις, τοὺς ἐπαξίως σοι λατρεύοντας.ΘεοτοκίονἩ μετὰ τόκον Παρθένος, μόνη ἀπειρόγαμε ἁγνή, Μαρία ἄχραντε, τῷ λιμένι σου ἡμᾶς καθόρμισον, ἐκ κινδύνων ὁδηγοῦσα, πρὸς σωτηρίαν τὴν αἰώνιον.
Κανών γ', ᾨδὴ ε', τοῦ Γαβριὴλ
Ἦχος πλ. δ'
Ἴνα τὶ με ἀπώσω ΤΟ ΑΚΟΥΤΕ
Ἀπειθοῦντι τὸ πάλαι, τοῦ Θεοῦ πρὸς ἄρρητα καὶ θεῖα θαύματα, Βαλαὰμ τῷ μάντει, ἐν ἀμφόδῳ ὁ Ἄγγελος ὄνῳ φανείς, φοβερῶς ἤλεγξε, καὶ λογικὸν τὸ ζῶον δείξας, τὸ τῆς φύσεως ἤμειψε γνώρισμα.Συσχεθέντι τῷ Πέτρω, καὶ εἱρκτῇ προσμένοντι, Ἄγγελος ὤφθη Θεοῦ, τῶν χειρῶν Ἡρῴδου, καὶ δεσμῶν καὶ θανάτου λυτρούμενος· διὸ δεῦτε πάντες, ὡς τῶν ψυχῶν φρουρούς ἐνθέους, τοὺς σοφοὺς Ἀρχαγγέλους τιμήσωμεν.Τῶν πολέμων τὰς στάσεις, Ἄγγελοι Ἀρχάγγελοι θεῖαι Δυνάμεις Θεοῦ, καὶ τῆς Ἐκκλησίας, τὰς αἱρέσεις καὶ πάντα τὰ σκάνδαλα, ταῖς ὑμῶν λύσατε, πρὸς τὸν Θεόν ἀεὶ πρεσβείαις, καὶ ἡμᾶς ἐν εἰρήνῃ φρουρήσατε.ΘεοτοκίονἘν δυσὶ ταῖς οὐσίαις, ἕνα σε γινώσκομεν Θεὸν τῆς κτίσεως, ἐνεργείαις ἄμφω, καὶ θελήσεσιν ὄντα ἀσύγχυτον, τὸν Υἱὸν τοῦ Θεοῦ, ἐκ γυναικὸς σάρκα λαβόντα, ἧς τὴν θέαν τιμῶμεν τοῖς πίναξιν.Καταβασία ΤΟ ΑΚΟΥΤΕἘξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου· σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, τὴν εἰρήνην βραβεύουσα.
Κανών α', ᾨδὴ ς', τῆς Θεοτόκου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν, ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾍδη προσήγγισε, καὶ δέομαι ὡς Ἰωνᾶς· Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε». Θανάτου καὶ τῆς φθορᾶς ὃς ἔσωσεν, ἑαυτὸν ἐκδεδωκὼς τῷ θανάτῳ, τὴν τῇ φθορᾷ, καὶ θανάτῳ μου φύσιν, κατασχεθεῖσαν Παρθένε δυσώπησον, τὸν Κύριόν σου καὶ Υἱόν, τῆς ἐχθρῶν κακουργίας με ῥύσασθαι. Προστάτιν σε τῆς ζωῆς ἐπίσταμαι, καὶ φρουρὰν ἀσφαλεστάτην Παρθένε, τῶν πειρασμῶν, διαλύουσαν ὄχλον, καὶ ἐπηρείας δαιμόνων ἐλαύνουσαν, καὶ δέομαι διὰ παντός, τῶν παθῶν μου ῥυσθῆναι πανάμωμε. Ὡς τεῖχος καταφυγῆς κεκτήμεθα, καὶ ψυχῶν σε παντελῆ σωτηρίαν, καὶ πλατυσμόν, ἐν ταῖς θλίψεσι Κόρη, καὶ τῷ φωτί σου ἀεὶ ἀγαλλόμεθα, ὦ Δέσποινα καὶ νῦν ἡμᾶς, ἐκ παθῶν καὶ κινδύνων διάσωσον. Ἐν κλίνῃ νῦν ἀσθενῶν κατάκειμαι, καὶ οὐκ ἔστιν ἴασις τῇ σαρκί μου, ἀλλ' ἡ Θεόν, καὶ Σωτῆρα τοῦ κόσμου, καὶ τὸν λυτῆρα τῶν νόσων κυήσασα, σοῦ δέομαι τῆς ἀγαθῆς· Ἐκ φθορᾶς νοσημάτων ἀνάστησον.
Κανών β', ᾨδὴ ς', τοῦ Μιχαήλ
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὸν Ἰωνᾶν ἐν τῷ κήτει Κύριε, μονώτατον κατῴκισας, ἐμὲ δὲ τὸν πεπεδημένον, ἐν ἄρκυσι τοῦ ἐχθροῦ, ὡς ἐκ φθορᾶς ἐκεῖνον διάσωσον».Θεοπρεπῶς, ἐκ μὴ ὄντων Κύριε, τῷ λόγῳ σου παρήγαγες, οὐσίας τῶν ἐπουρανίων, ἀθανάτων στρατιῶν, φωτοειδεῖς αὐτὰς ἐργασάμενος.Μύσται σεπτοί, τῆς Θεοῦ αἰνέσεως, γεγόνατε Ἀσώματοι, πολῖται τῆς ἐπουρανίου, καὶ θείας ὄντως σκηνῆς, τῷ Ποιητῇ ἀξίως λατρεύοντες.Τῶν Ἀσωμάτων, τάξεις νοεραὶ σε, Υἱὲ Θεοῦ προάναρχε, αἰνοῦσιν ἀκαταπαύστως, καὶ δοξολογοῦσιν, ὡς Ποιητὴν καὶ Κτίστην τοῦ σύμπαντος.ΘεοτοκίονΤὸν τῷ Πατρί, ἐν ὑψίστοις ἄχραντε, ἀνάρχως συνεδρεύοντα, ἀγκάλαις σαῖς ἐπανακλῖναι ἠξίωσαι, ὃν ἡμῖν δίδου Ἁγνή, τοῖς δούλοις σου ἵλεων.
Κανών γ', ᾨδὴ ς', τοῦ Γαβριὴλ
Ἦχος πλ. δ'
Ἱλάσθητί μοι Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ
Ὡς πῦρ καὶ φλόγα καὶ φῶς, τοὺς ἀσωμάτους ὑπάρχοντας, ἐκ τῆς ὑλώδους φθοράς, τὸν νοῦν ἀνιπτάμενοι, ὑλαίοις ἐν χείλεσι, τοὺς ἀΰλους φόβῳ, ἐν τοῖς ᾄσμασι τιμήσωμεν.Νεκρώσατε τῶν παθῶν, τὰς καταιγίδας Ἀρχάγγελοι, καὶ παύσατε σὺν αὐτοῖς, τὰ σκάνδαλα ἅπαντα, τῆς πίστεως Ἅγιοι, τῆς Τριάδος ὄντες, Ἀρχιστράτηγοι πυρίμορφοι.Ἀρχάγγελοι τοῦ Θεοῦ, τῶν Ἀσωμάτων οἱ ἔξαρχοι, τῇ παρρησίᾳ ὑμῶν, ἐκ πάσης αἱρέσεως, ἡμᾶς διασώσατε, Μιχαὴλ ὁ Ἄρχων, καὶ Γαβριὴλ οἱ Ἀρχιστράτηγοι.ΘεοτοκίονΝηδύος ὤφθης ἑκών, ἐξ ἀπειράνδρου σαρκούμενος, ὁ ἄσαρκος ὡς Θεός, Χριστὲ σαρκοφόρος δέ, ὡς ἄνθρωπος πέφυκας, οὗ τῆς ἐμφερείας, οἱ πιστοὶ τὸ εἶδος σέβομεν.Καταβασία ΤΟ ΑΚΟΥΤΕΤὴν θείαν ταυτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.
Κοντάκιον
Ἦχος β' ΤΟ ΑΚΟΥΤΕ
Ἀρχιστράτηγοι Θεοῦ, λειτουργοὶ θείας δόξης, τῶν ἀνθρώπων ὁδηγοί, καὶ ἀρχηγοὶ Ἀσωμάτων, τὸ συμφέρον ἡμῖν αἰτήσασθε, καὶ τὸ μέγα ἔλεος, ὡς τῶν Ἀσωμάτων Ἀρχιστράτηγοι.
Ὁ Οἶκος
Ἔφης φιλάνθρωπε ἐν Γραφαῖς σου, πλήθη χαίρειν Ἀγγέλων ἐν οὐρανῷ, ἐπ' ἀνθρώπῳ ἑνὶ μετανοοῦντι, Ἀθάνατε· ὅθεν ἡμεῖς οἱ ἐν ἀνομίαις, ἀναμάρτητε, μόνε καρδιογνῶστα, σὲ δυσωπεῖν καθ' ἑκάστην τολμῶμεν ὡς εὔσπλαγχνον, οἰκτεῖραι καὶ καταπέμψαι ἀναξίοις κατάνυξιν, Δέσποτα, παρέχων ἡμῖν συγχώρησιν· ὑπὲρ πάντων γὰρ ἡμῶν πρεσβεύουσιν, οἱ τῶν Ἀσωμάτων Ἀρχιστράτηγοι.
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ Η' τοῦ αὐτοῦ μηνός, ἡ Σύναξις τῶν Ἀρχιστρατήγων Μιχαὴλ καὶ Γαβριήλ, καί τῶν λοιπῶν ἁγίων ἀσωμάτων καὶ οὐρανίων Ταγμάτων.ΣτίχοιἘβουλόμην σοι, Μιχαήλ, ᾄσμα πρέπονᾎσαι πρεπόντως, ἀλλ' ἄϋλον, οὐκ ἔχω.Ὀγδόη οὐρανίης κυδαίνει τάξιος Ἀρχούς.Εἰς τὴν Σύναξιν τῶν ἐννέα Ταγμάτων, Σεραφίμ, Χερουβίμ, Θρόνων, Κυριοτήτων, Ἐξουσιῶν, Ἀρχῶν, Δυνάμεων, Ἀρχαγγέλων καὶ Ἀγγέλων.ΣτίχοιἘπάξιόν τι Ταγμάτων τῶν ἐννέαΤὶς ἂν γόνος φθέγξαιτο μηνῶν ἐννέα;Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.
Κανών α', ᾨδὴ ζ', τῆς Θεοτόκου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Οἱ ἐκ τῆς Ἰουδαίας, καταντήσαντες Παῖδες, ἐν Βαβυλῶνι ποτέ, τῇ πίστει τῆς Τριάδος, τὴν φλόγα τῆς καμίνου, κατεπάτησαν ψάλλοντες· Ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητὸς εἶ». Τὴν ἡμῶν σωτηρίαν, ὡς ἠθέλησας Σῶτερ οἰκονομήσασθαι, ἐν μήτρᾳ τῆς Παρθένου, κατῴκησας τῷ κόσμῳ ἣν προστάτιν ἀνέδειξας· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εΙ. Θησαυρὸν σωτηρίας, καὶ πηγὴν ἀφθαρσίας τὴν σὲ κυήσασαν, καὶ πύργον ἀσφαλείας, καὶ θύραν μετανοίας, τοῖς κραυγάζουσιν ἔδειξας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ. Θελητὴν τοῦ ἐλέους, ὃν ἐγέννησας Μῆτερ ἁγνὴ δυσώπησον, ῥυσθῆναι τῶν πταισμάτων, ψυχῆς τε μολυσμάτων, τοὺς ἐν πίστει κραυγάζοντας· Ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητὸς εἶ. Σωμάτων μαλακίας, καὶ ψυχῶν ἀρρωστίας Θεογεννήτρια, τῶν πόθῳ προσιόντων, τῇ σκέπῃ σου τῇ θείᾳ, θεραπεύειν ἀξίωσον, ἡ τὸν Σωτῆρα Χριστόν, ἡμῖν ἀποτεκοῦσα.
Κανών β', ᾨδὴ ζ', τοῦ Μιχαήλ
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Παῖδες Ἑβραίων ἐν καμίνῳ, κατεπάτησαν τὴν φλόγα θαρσαλέως, καὶ εἰς δρόσον τὸ πῦρ, μετέβαλον βοῶντες· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας».ᾯ παρειστήκεισαν ἀπαύστως, λειτουργοῦσαι μυριάδες τῶν Ἀγγέλων, τοῦ προσώπου ὁρᾶν μὴ φέρουσαι τὴν θέαν· εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ἀναβοῶσιν.Φῶτα ἀνέδειξας οἰκτίρμον, τῶν Ἀγγέλων σου τὴν ἄϋλον οὐσίαν, τοῦ ἀρρήτου φωτὸς πληρούμενα ἀπαύστως· Εὐλογητὸς εἶ κράζοντα, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.Λόγῳ σου τῷ ἐνυποστάτῳ, τῶν Ἀγγέλων τὴν πληθὺν δημιουργήσας, ἁγιάσας δὲ θείῳ Πνεύματι Τριάδα, θεολογεῖν ἐδίδαξας, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.ΤριαδικὸνΤρεῖς ἐννοοῦντες ὑποστάσεις, ἀπερίγραπτον δοξάζομεν οὐσίαν, τὸν Πατέρα καὶ Υἱὸν καὶ τὸ Πνεῦμα βοῶντες· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Κανών γ', ᾨδὴ ζ', τοῦ Γαβριὴλ
Ἦχος πλ. δ'
Οἱ ἐκ τῆς, Ἰουδαίας ΤΟ ΑΚΟΥΤΕ
Σὺν χοροῖς Ἀσωμάτων, τῶν ἀνθρώπων τὸ γένος δεῦτε κροτήσωμεν, τὴν αἴσιον ἡμέραν, τῆς μνήμης ἐκτελοῦντες, τῶν σοφῶν Ἀρχαγγέλων Χριστοῦ· Εὐλογητὸς εἶ Θεέ, βοῶντες τῶν Πατέρων.Ὡς φιλόξενοι πάλαι, Ἀβραὰμ ὁ θεόπτης, καὶ Λὼτ ὁ Ἔνδοξος, ἐξένισαν Ἀγγέλους, καὶ εὗρον κοινωνίαν, σὺν Ἀγγέλοις κραυγάζοντες· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.Μανωὲ τῷ γενναίῳ, καὶ Τωβὶτ τῷ πανσόφῳ, ὤφθησαν Ἄγγελοι, ἀμείβοντες τὰ ἄθλα, τοῦ βίου κατ' ἀξίαν· καὶ τῶν Παίδων ὁ Ἄγγελος, ἔσβεσε φλόγα ποτέ, πυρὸς καμίνου ὄντως.ΘεοτοκίονΤὸ ἡμέτερον ὅλον, ἐκ Παρθένου λαβόντα, δίχα τροπῆς, Ἰησοῦ, ταῖς φύσεσι διπλοῦν σε, ἀλλ' ἕνα ὑποστάσει, πατρικῶς σε κηρύττομεν· ἧς καὶ τὸ εἶδος πιστῶς, σέβομεν ἐκτυποῦντες.Καταβασία ΤΟ ΑΚΟΥΤΕΟὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Κανών α', ᾨδὴ η', τῆς Θεοτόκου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὸν Βασιλέα τῶν οὐρανῶν, ὃν ὑμνοῦσι, στρατιαὶ τῶν Ἀγγέλων ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας». Τοὺς βοηθείας τῆς παρὰ σοῦ δεομένους, μὴ παρίδῃς Παρθένε ὑμνοῦντας, καὶ ὑπερυψοῦντάς σε Κόρη εἰς αἰῶνας. Τῶν ἰαμάτων τὸ δαψιλὲς ἐπιχέεις, τοῖς πιστῶς ὑμνοῦσί σε Παρθένε, καὶ ὑπερυψοῦσι τὸν ἀφραστόν σου τόκον. Τὰς ἀσθενείας μου τῆς ψυχῆς ἰατρεύεις, καὶ σαρκὸς τὰς ὀδύνας Παρθένε, ἵνα σε δοξάζω τὴν κεχαριτωμένην. Τῶν πειρασμῶν σὺ τὰς προσβολὰς ἐκδιώκεις, καὶ παθῶν τὰς ἐφόδους Παρθένε· ὅθεν σε ὑμνοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
Κανών β', ᾨδὴ η', τοῦ Μιχαήλ
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὸν ἐν ὄρει, ἁγίῳ δοξασθέντα, καὶ ἐν βάτῳ πυρὶ τὸ τῆς Παρθένου, τῷ Μωϋσῇ μυστήριον γνωρίσαντα, Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».Τῶν Ἀγγέλων, ζηλώσωμεν τὸν βίον, καὶ τὰς φρένας, πτερώσωμεν εἰς ὕψος, καὶ σὺν αὐτοῖς ἀΰλως ἀναμέλψωμεν, Κύριον ὑμνοῦντες, καὶ ὑπερυψοῦντες, εἰς πάντας τούς αἰῶνας.Θιασῶται, χορείας οὐρανίου, οἱ τὸν θρόνον ἀμφέποντες τῆς δόξης, περὶ Θεόν τε πάντοτε στρεφόμενοι, Ἄγγελοι ὑμνοῦσι, καὶ ὑπερυψοῦσιν, αὐτὸν εἰς τοὺς αἰῶνας.Τὴν ἀΰλου, πυρὸς ποιοῦσαν φλόγα, τοὺς ἐν ὕψει, ἀπαύστως λειτουργοῦντας, καί τοὺς Ἀγγέλους πνεύματα δεικνύουσαν, Τριάδα προσκυνοῦμεν, καὶ δοξολογοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.ΘεοτοκίονὍν ἐν πόλῳ, περικυκλοῦσι τρόμῳ, μυριάδες, Ἀγγέλων Ἀρχαγγέλων, ἐν ταῖς ἀγκάλαις φέρειν κατηξίωσαι, τούτῳ Θεοτόκε, πρέσβευε σωθῆναι, τοὺς δοξολογοῦντας, αὐτὸν εἰς τοὺς αἰῶνας.
Κανών γ', ᾨδὴ η', τοῦ Γαβριὴλ
Ἦχος πλ. δ'
Ἑπταπλασίως κάμινον ΤΟ ΑΚΟΥΤΕ
Ἄρχων Ἀγγέλων πέφυκε, Μιχαὴλ ὁ Ἀρχάγγελος, ἀλλὰ συνδοξάζεται, αὐτῷ λαμπρότατα, ὁ μύστης τῆς χάριτος, καὶ τῆς Παρθένου μνήστωρ σεπτός, ὁ τῶν Ἀσωμάτων, Στρατηγός ἐπαξίως, χαρὰν προδιαγγέλλων, Γαβριὴλ τοῖς βοῶσι· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.Τὰ τῶν Ἀγγέλων τάγματα, ἐν ποικίλῃ μορφῇ κατιδών, Ἰεζεκιὴλ προϊστορῶν ἐκήρυττεν, ἐν οἷς ἑξαπτέρυγα, τὰ Σεραφὶμ παρίστανται, καὶ τὰ Χερουβίμ, πολυομμάτως ἐκύκλουν, μεθ' ὧν τοὺς Ἀρχαγγέλους, ἠλεκτρίνους ἑώρα, Χριστὸν δοξολογοῦντας, εἰς πάντας τοὺς αἰῶνας.Ὡς φοβερὰν τὴν ἔλευσιν, τῆς δευτέρας καθόδου σου, ἐκδηλοποιῶν ὁ Δανιὴλ προέλεγεν· Ὡς θρόνοι ἐτέθησαν, καὶ παλαιὸς ἐκάθησε, καὶ τὰς τῶν Ἀγγέλων, μυριάδας εἰσάγει, ἐν φόβῳ, παρεστώσας, καὶ φωναῖς ἀσιγήτοις, βοώσας τῇ Τριάδι, εἰς πάντας τοὺς αἰῶνας.ΘεοτοκίονὉ τῷ Πατρὶ καὶ Πνεύματι, ὁμοούσιος Λόγος ἑκών, ὤφθη καὶ ἡμῖν, ἐκ τῆς Παρθένου σύμμορφος, οὐ φύρας εἰς ἄλληλα, τὰ τῆς φρικτῆς ἑνώσεως· εἷς γὰρ ὁ αὐτός, ἐν ἑκατέροις δείκνυται, ἐν δύο ταῖς οὐσίαις, καὶ μιᾷ, ὑποστάσει, ἧς νῦν τῆς ἐμφερείας, τὸν τύπον προσκυνοῦμεν.Καταβασία ΤΟ ΑΚΟΥΤΕΠαῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Κανών α', ᾨδὴ θ', τῆς Θεοτόκου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Κυρίως Θεοτόκον, σὲ ὁμολογοῦμεν, οἱ διὰ σοῦ σεσωσμένοι Παρθένε Ἁγνή, σὺν ἀσωμάτοις χορείαις σὲ μεγαλύνοντες». Ῥοήν μου τῶν δακρύων, μὴ ἀποποιήσῃς, ἡ τὸν παντὸς ἐκ προσώπου πᾶν δάκρυον, ἀφῃρηκότα Παρθένε Χριστὸν κυήσασα.Χαρᾶς μου τὴν καρδίαν, πλήρωσον Παρθένε, ἡ τῆς χαρᾶς δεξαμένη τὸ πλήρωμα, τῆς ἁμαρτίας τὴν λύπην ἐξαφανίσασα. Λιμὴν καὶ προστασία, τῶν σοὶ προσφευγόντων, γενοῦ Παρθένε καὶ τεῖχος ἀκράδαντον, καταφυγή τε καὶ σκέπη καὶ ἀγαλλίαμα. Φωτός σου ταῖς ἀκτῖσι, λάμπρυνον Παρθένε, τὸ ζοφερὸν τῆς ἀγνοίας διώκουσα, τοὺς εὐσεβῶς Θεοτόκον σὲ καταγγέλλοντας. Κακώσεως ἐν τόπῳ, τῷ τῆς ἀσθενείας, ταπεινωθέντα Παρθένε θεράπευσον, ἐξ ἀρρωστίας εἰς ῥῶσιν μετασκευάζουσα.
Κανών β', ᾨδὴ θ', τοῦ Μιχαήλ
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὅρους παρῆλθες τῆς φύσεως, τὸν Δημιουργὸν συλλαβοῦσα καὶ Κύριον, καὶ πύλη σωτηρίας τῷ κόσμῳ γέγονας· διὸ σε Θεοτόκε, ἀκαταπαύστως μεγαλύνομεν».Σὲ τὸν ἀρρήτως ἑνώσαντα, τοῖς ἐπουρανίοις Χριστὲ τὰ ἐπίγεια, καὶ μίαν Ἐκκλησίαν, ἀποτελέσαντα Ἀγγέλων καὶ ἀνθρώπων, ἀκαταπαύστως μεγαλύνομεν.Ἄγγελοί τε καὶ Ἀρχάγγελοι, Θρόνοι, Ἐξουσίαι καὶ Κυριότητες, Ἀρχαί τε καὶ Δυνάμεις, Χερουβὶμ καὶ Σεραφίμ, μετὰ τῆς Θεοτόκου, ὑπὲρ τοῦ κόσμου ἱκετεύσατε.Πάντων προστάται δεικνύμενοι Μιχαὴλ σὺν τῷ, Γαβριήλ, ἐπισκέψασθε τοὺς ἐκ πόθου τιμῶντας, τὴν πανέορτον ὑμῶν μνήμην, καὶ πιστῶς ἀνυμνοῦντας, σῴζεσθε παντοίας περιστάσεως.ΘεοτοκίονΛόγον ἐδέξω τὸν ἄναρχον, φύσιν τὴν ἐμήν, ἀναπλάσαι βουλόμενον, καὶ τοῦτον σαρκωθέντα, Παρθένε τέτοκας· διὸ σε Θεοτόκε, ἀκαταπαύστως μεγαλύνομεν.
Κανών γ', ᾨδὴ θ', τοῦ Γαβριὴλ
Ἦχος πλ. δ'
Κυρίως Θεοτόκον ΤΟ ΑΚΟΥΤΕ
Νοσούντων καὶ πλεόντων, καὶ τῶν ἐν ἀνάγκαις, πρὸς σωτηρίαν ὑπέρμαχοι ὤφθητε, τῶν Ἀσωμάτων οἱ πρῶτοι, Μιχαὴλ καὶ Γαβριήλ.Δυνάμεων καὶ θρόνων, χοροῖς συγχορεύων, ὡς Στρατηγὸς τῶν Ἀγγέλων καὶ μύστης Θεοῦ, ὑπὲρ ἡμῶν τῷ Σωτῆρι, Γαβριὴλ πρέσβευε.Ὡς φύλακες τοῦ κόσμου, καὶ τῆς Ἐκκλησίας, καὶ Ταξιάρχαι τῶν ἄνω Δυνάμεων, ὑπὲρ ἡμῶν τὸν Σωτῆρα, καθικετεύσατε.ΘεοτοκίονΣυμφώνως Θεοτόκε, Σὲ δοξολογοῦμεν, ὅτι παθῶν καὶ κινδύνων λυτροῦσαι ἡμᾶς, καὶ τὰς ἡμῶν ἱκεσίας, ἐπ' ἀγαθοῖς ἐκπληροῖς.Καταβασία ΤΟ ΑΚΟΥΤΕἍπας γηγενής, σκιρτάτω τῷ πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων φύσις γεραίρουσα, τὴν ἱερὰν πανήγυριν τῆς Θεομήτορος, καὶ βοάτω· Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνὴ ἀειπάρθενε.
Ἐξαποστειλάριον
Ἦχος γ'
Ἐν πνεύματι τῷ Ἱερῷ ΤΟ ΑΚΟΥΤΕ
Ὡς πρόμαχον καὶ πρύτανιν, τοῦ βροτείου σε γένους, καὶ προνομέα ἄριστον, Ἀρχιστράτηγε θεῖε, ἀνέδειξεν ὁ Ποιητής, καὶ Θεὸς καὶ δόξῃ σε, τετίμηκεν ἀπορρήτως, τοῦ προσφωνεῖν ἀνενδότως, τὸν τρισάγιον καὶ θεῖον, ἐπινίκιον ὕμνον.
Ἕτερον Ἐξαποστειλάριον
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Ἀρρήτως πυρσευόμενος, ταῖς θεϊκαῖς ἐλλάμψεσι, τῆς ὑπερφώτου Τριάδος, διέρχῃ πᾶσαν τὴν κτίσιν, ὡς ἀστραπὴ Ἀρχάγγελε, πληρῶν τὸ θεῖον πρόσταγμα, Μιχαὴλ ἀστραπόμορφε, φρουρῶν φυλάττων καὶ σκέπων, τοὺς σὲ φαιδρῶς ἀνυμνοῦντας.
Ἕτερον Ἐξαποστειλάριον
Ἦχος β'
Τοῖς Μαθηταῖς ΤΟ ΑΚΟΥΤΕ
Ἐξουσιῶν Δυνάμεων, Ἀρχαγγέλων Ἀγγέλων, Κυριοτήτων Θρόνων τε, καὶ Ἀρχῶν πρωτοστάτης, ὑπὸ Θεοῦ κατεστάθης, Ἀρχιστράτηγε θεῖε, Μιχαὴλ ὑπερένδοξε· τῷ ἀστέκτῳ οὖν θρόνῳ, παρεστηκώς, σκέπε φρούρει φύλαττε σῷζε πάντας, τοὺς πίστει σε γεραίροντας, τὸν τοῦ κόσμου προστάτην.
Θεοτοκίον
Ἦχος β'
Τοῖς Μαθηταῖς ΤΟ ΑΚΟΥΤΕ
Τιμιωτέρα πέφυκας, Χερουβὶμ τῶν ἐνδόξων, καὶ Σεραφὶμ Πανύμνητε, τῶν φρικτῶν ἀσυγκρίτως, ἐνδοξοτέρα καὶ πάντων, τῶν Ἁγίων Ἀγγέλων, ἁγιωτέρα Πάναγνε· τόν γὰρ Κτίστην τῶν ὅλων, σωματικῶς, ἀπορρήτως τέτοκας Θεοτόκε, ὃν αἴτησαι τοῖς δούλοις σου, λύτρον δοῦναι πταισμάτων.
Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν Στιχηρὰ προσόμοια τρία, δευτεροῦντες τὸ πρῶτον.
Στιχηρὰ προσόμοια
Ἦχος α'
Τῶν οὐρανίων ταγμάτων ΤΟ ΑΚΟΥΤΕ
Τῶν οὐρανίων ταγμάτων ὡς προεξάρχοντα, καὶ τῶν ἐν γῇ ἀνθρώπων, ἰσχυρὸν σε προστάτην, φύλακα καὶ ῥύστην ὑμνοῦμεν πιστῶς, Μιχαὴλ Ἀρχιστράτηγε, καθικετεύοντες πάσης φθοροποιοῦ, ἀλγηδόνος ἡμᾶς ῥύσασθαι.
Ἦχος α'
Ὁ ταξιάρχης τῶν ἄνω θείων Δυνάμεων, σήμερον συγκαλεῖται, τῶν βροτῶν τὰς χορείας, μίαν σὺν Ἀγγέλοις φαιδρὰν ἑορτήν, συγκροτῆσαι Συνάξεως, αὐτῶν τῆς θείας καὶ ἅμα ὕμνον Θεῷ, ἀναμέλψαι τὸν τρισάγιον.
Ἦχος α'
Ὑπὸ τὴν σκέπην τῶν θείων ἡμᾶς πτερύγων σου, προσπεφευγότας πίστει, Μιχαὴλ θεῖε νόε, φύλαττε καὶ σκέπε ἐν βίῳ παντί, καὶ ἐν ὥρᾳ Ἀρχάγγελε, τῇ τοῦ θανάτου σὺ πάρεσο βοηθός, ἡμῖν πᾶσιν εὐμενέστατος.
Δοξαστικὸν
Ἦχος πλ. α'
Ὅπου ἐπισκιάσῃ ἡ χάρις σου Ἀρχάγγελε, ἐκεῖθεν τοῦ διαβόλου διώκεται ἡ δύναμις· οὐ φέρει γὰρ τῷ φωτί σου προσμένειν, ὁ πεσὼν Ἑωσφόρος· Διὸ αἰτοῦμέν σε τὰ πυρφόρα αὐτοῦ βέλη, τὰ καθ' ἡμῶν κινούμενα ἀπόσβεσον, τῇ μεσιτείᾳ σου λυτρούμενος ἡμᾶς, ἐκ τῶν σκανδάλων αὐτοῦ, ἀξιΰμνητε Μιχαὴλ Ἀρχάγγελε.
Θεοτοκίον
Ἦχος πλ. α'
Μακαρίζομέν σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄρρηκτον, τὴν ἀρραγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.
Μεγάλη Δοξολογία
Εἰς τὴν Λειτουργίαν, Τὰ Τυπικά, καὶ ἀπὸ τῶν Κανόνων ἡ γ' καὶ ς' ᾨδή.
ΚοινωνικὸνὉ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ, πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα. Ἀλληλούϊα.
| TA ΜΗΝΑΙΑ | Νοέμβριος | 08 |
Nov 09a
Τῌ Θ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥΜνήμη τῶν Ἁγίων Μαρτύρων Ὀνησιφόρου καὶ Πορφυρίου, καὶ τῆς Ὁσίας Μητρὸς ἡμῶν Ματρώνης.
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῶν Μαρτύρων.
Στιχηρὰ Προσόμοια τῶν Μαρτύρων
Ἦχος πλ. δ'
Ὢ τοῦ παραδόξου ΤΟ ΑΚΟΥΤΕ
Μάρτυς Ἀθλητὰ μακάριε, Ὀνησιφόρε Χριστόν, τὸν Θεὸν ὡμολόγησας, ἐναθλῶν στερρότατα, ἀνομούντων πρὸ βήματος, πληγὰς μαστίγων, καὶ γὰρ ὑπήνεγκας, καὶ πυρακτώσεις, παντὸς τοῦ σώματος· ὅθεν στεφάνῳ σε, τῷ τῆς νίκης ἔστεψε, ζωαρχικῇ, ὁ ζωαρχικώτατος, χειρὶ πανεύφημε.
Ἦχος πλ. δ'
Μάρτυς Ἀθλητὰ Πορφύριε, ταῖς τῶν αἱμάτων βαφαῖς, σεαυτῷ προσεπέχρωσας, πορφυρίδα χάριτι, καὶ δυνάμει τοῦ Πνεύματος, ἣν περ φορέσας, ὤφθης λαμπρότατος, συμβασιλεύων τῷ βασιλεύοντι, μόνῳ Θεῷ ἡμῶν, εἰς αἰῶνας Ἔνδοξε, ὃν ἐκτενῶς, πάντοτε ἱκέτευε, εἰς τὸ σωθῆναι ἡμᾶς.
Ἦχος πλ. δ'
Μάρτυρες ἀξιοθαυμαστοι, διὰ τὴν πάντων ζωήν, ἱερῶς θανατούμενοι, ἐπ' ἐσχάρας χαίροντες, φλογιζούσης ἡπλώθητε, καὶ προσδεθέντες, ἵπποις συρόμενοι, τὸ θεῖον τέλος, καθυπεδέξασθε· ὅθεν δοξάζεσθε, καὶ συμμακαρίζεσθε, ὑπὲρ ἡμῶν, πάντοτε δεόμενοι, Ἀειμακάριστοι.
Στιχηρὰ Προσόμοια τῆς Ὁσίας
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσιν ΤΟ ΑΚΟΥΤΕ
Τῆς σαρκὸς τὰ σκιρτήματα, διὰ πόνων ἀθλήσεως, ἐμφιλοσοφώτατα καθυπέταξας, καὶ τῷ Χριστῷ ἠκολούθησας, Ματρῶνα οἰκήσασα, Ἀσκητῶν πανευσεβῶν, μέσον κατασβεννύουσα, ὑπεκκαύματα, ἡδονῶν θείοις ὄμβροις τῶν δακρύων, καὶ σφοδρότερον τὸν πόθον, τὸν πρὸς τὸν Κτίστην ἐξάπτουσα.
Ἦχος δ'
Ἱερὸν φροντιστήριον, εἰς πολλῶν περιποίησιν, τῷ Θεῷ ἀνήγειρας χρηματίσασα, ναὸς τοῦ Πνεύματος Πάνσοφε, ψυχῆς καθαρότητι, καὶ ὡδήγησας λαούς, πρὸς ἐπίπονα σκάμματα, τῆς ἀσκήσεως, καὶ προσήγαγες τούτους ὥσπερ προῖκα, σεσωσμένους τῷ Δεσπότῃ, μεθ' ὧν σε πίστει γεραίρομεν.
Ἦχος δ'
Αἱ νεάνιδες ἔστερξαν, τὸν νυμφίον καὶ Κύριον, τῇ διδασκαλίᾳ σου πειθαρχήσασαι, καὶ τῆς σαρκὸς παρωσάμεναι, τὸ χαῦνον ἐν πνεύματι, προθυμίᾳ τῶν παθῶν, εὐσεβῶς κατεκράτησαν, καὶ εἰσήχθησαν, μετὰ σοῦ εἰς νυμφῶνα τοῦ Νυμφίου, τὸν οὐράνιον Ματρῶνα, διὰ παντὸς εὐφραινόμεναι.
Θεοτοκίον
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσιν ΤΟ ΑΚΟΥΤΕ
Ἡ Θεὸν τὸν ἀχώρητον, ἐν γαστρί σου χωρήσασα, φιλανθρώπως ἄνθρωπον χρηματίσαντα, καὶ τὸ ἡμέτερον φύραμα, ἐκ σοῦ προσλαβόμενον, καὶ θεώσαντα σαφῶς, μὴ παρίδῃς με Πάναγνε, νῦν θλιβόμενον· ἀλλ' οἰκτίρησον τάχος καὶ παντοίας, δυσμενείας τε καὶ βλάβης, τοῦ πονηροῦ ἐλευθέρωσον.
Σταυροθεοτοκίον
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσιν ΤΟ ΑΚΟΥΤΕ
Ἐν Σταυρῷ ὡς ἑώρα σε, καθηλούμενον Κύριε, ἡ ἀμνὰς καὶ Μήτηρ σου ἐξεπλήττετο, καὶ τὶ τὸ ὅραμα ἔκραζεν, Υἱὲ ποθεινότατε; ταῦτά σοὶ ὁ ἀπειθής, δῆμος ἀνταποδίδωσιν, ὁ παράνομος, ὁ πολλῶν σου θαυμάτων ἀπολαύσας; Ἀλλὰ δόξα τῇ ἀρρήτῳ συγκαταβάσει σου Δέσποτα.
Ἀπολυτίκιον τῶν Μαρτύρων
Ἦχος δ' ΤΟ ΑΚΟΥΤΕ
Οι Μάρτυρές σου, Κύριε, εν τή αθλήσει αυτών, στεφάνους εκομίσαντο τής αφθαρσίας, εκ σού τού Θεού ημών, σχόντες γάρ τήν ισχύν σου, τούς τυράννους καθείλον, έθραυσαν καί δαιμόνων, τά ανίσχυρα θράση. Αυτών ταίς ικεσίαις, Χριστέ ο Θεός, σώσον τάς ψυχάς ημών.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Ὁ Κανὼν τῶν Μαρτύρων, οὗ ἡ Ἀκροστιχίς.Φέρεις ὄνησιν σοῖς ἐπαινέταις Μάκαρ.Ἰωσήφ.ᾨδὴ α'
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«ᾌσομαὶ σοι Κύριε ὁ Θεός μου, ὅτι ἐξήγαγες λαόν, δουλείας Αἰγύπτου, ἐκάλυψας δὲ ἅρματα Φαραώ, καὶ τὴν δύναμιν».Φέρουσα τοῖς πίστει σε εὐφημοῦσιν, ὄνησιν θείαν ἡ σεπτή, ἐφέστηκε μνήμη σου, ἐν ᾗ σὲ ἱκετεύομεν, Παμμάκαρ ἡμῶν μνήσθητι.Ἔχων παρρησίας μεμεστωμένον, τὸν σὸν γενναῖον λογισμόν, ἀλόγου προστάγματος, ἠλόγησας Θεόπνευστε, καὶ χαίρων Μάκαρ ἤθλησας.Ῥώμῃ δυναμούμενος οὐρανίῳ, Ὀνησιφόρε πρὸς δεινά, ἐχώρησας βάσανα, καὶ πᾶσαν κατεπάλαισας, ἰσχὺν τοῦ πολεμήτορος.ΘεοτοκίονἜστησας θανάτου τὴν τυραννίδα, ἀθανασίαν καὶ ζωήν, τῷ κόσμῳ κυήσασα, Χριστὸν τὸν λυτρωτὴν ἡμῶν, Παρθένε ἀπειρόγαμε.
Ὁ Κανὼν τῆς Ὁσίας, οὗ ἡ Ἀκροστιχίς.Τὸ τῆς Ματρώνης προφρόνως ᾄδω κλέος.Ἰωσήφ.ᾨδὴ α'
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«ᾌσωμεν τῷ Κυρίῳ πάντες λαοί, τῷ ἐν θαλάσσῃ Ἐρυθρᾷ, τὸν Φαραὼ βυθίσαντι, ᾠδὴν ἐπινίκιον, ὅτι δεδόξασται»Τάξεσιν οὐρανίαις, πάντοτε συνοῦσα καὶ μεθέξεσι, θεϊκαῖς θεουμένη, τοὺς τιμῶντάς σε, σῷζε πρεσβείαις σου.Ὅλη τῷ θείῳ πόθῳ, περικαιομένη ὑπεκκαύματα, ἡδονῶν ψυχοφθόρων, ἐγκρατείας τοῖς ὄμβροις κατέσβεσας.Τίμιον τοῦ Δεσπότου, σκεῦος ἀνεδείχθης ἐκκαθάρασα, τὴν καρδίαν Ματρῶνα, τῶν παθῶν τῆς σαρκὸς δι' ἀσκήσεως.ΘεοτοκίονἩ κυήσασα κόσμῳ, θείαν σωτηρίαν καὶ ἀνάκλησιν, ταῖς πρεσβείαις σου σῷζε, τοὺς πιστῶς σοι προστρέχοντας Ἄχραντε.
Κανών α', ᾨδὴ γ', τῶν Μαρτύρων
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τόξον δυνατῶν ἠσθένησε, καὶ οἱ ἀσθενοῦντες, περιεζώσαντο δύναμιν· διὰ τοῦτο ἐστερεώθη, ἐν Κυρίῳ ἡ καρδία μου».Ἴσον τῷ Πατρὶ καὶ Πνεύματι, Λόγον ἐν σταδίῳ, ὁμολογοῦντες οἱ Μάρτυρες, τρικυμίαν τὴν τῶν βασάνων, ἀνδρικῶς ἐναπεκρούσαντο.Στήσας ἀσφαλῶς τοὺς πόδας σου, Μάρτυς ἐπὶ πέτραν, ὁμολογίας καὶ πίστεως, ταῖς μάστιξιν, Ὀνησιφόρε, τῶν ἀνόμων οὐ σεσάλευσαι.Ὅλω τῷ νοῒ μακάριε, Μάρτυς ἐκδημήσας, πρὸς Χριστὸν τὸν ποθούμενον, οὐκ ἠσθάνου τῶν ἐκ μαστίγων, ἀλγηδόνων Παμμακάριστε.ΘεοτοκίονΝεῦσον Πάναγνε σωθῆναί με· τὸν γὰρ θείῳ νεύματι, τὸ πᾶν περιάγοντα, ἐσωμάτωσας Θεὸν Λόγον, ὑπὲρ λόγον καὶ διάνοιαν.
Κανών β', ᾨδὴ γ', τῆς Ὁσίας
Ἦχος πλ. δ'
Σὺ εἶ τὸ στερέωμα ΤΟ ΑΚΟΥΤΕ
Ῥάβδῳ θείας πίστεως, παθῶν διέτεμες θάλασσαν, θείαις ψυχαῖς προοδοποιοῦσα, τὴν εὐθεῖαν διάβασιν.Ὤφθης ἐγκαλλώπισμα, Μοναζουσῶν σαφῶς Πάνσεμνε, καὶ Μοναστῶν βίον κτησαμένη, καθαρὸν καὶ ἀμώμητον.Νέκρωσιν ἐνδέδυσαι, φθοροποιῶν παθῶν Ἔνδοξε, καὶ τὸν ἐχθρὸν διὰ πολιτείας, εὐσεβοῦς ἀπεγύμνωσας.ΘεοτοκίονἭνωται ἐν μήτρᾳ σου, ὁ πλαστουργὸς σαρκὶ Πάναγνε, μείνας ὃ ἦν, ὅπως τὸ εὖ εἶναι, τοῖς ἀνθρώποις δωρήσηται.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Σὺ εἶ τὸ στερέωμα, τῶν προστρεχόντων σοι Κύριε, σὺ εἶ τὸ φῶς, τῶν ἐσκοτισμένων, καὶ ὑμνεῖ σε τὸ πνεῦμά μου».
Κάθισμα τῶν Μαρτύρων
Ἦχος α'
Τὸν τάφον σου Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ
Πυρὶ τοῦ θεϊκοῦ, ἀναπτόμενοι πόθου, πυρὸς τοῦ αἰσθητοῦ, τῇ προσψαύσει οὐδόλως, Μακάριοι ἐφλέχθητε, τὴν δὲ πλάνην ἐφλέξατε, καὶ συρόμενοι ἀνηλεῶς Ἀθλοφόροι, τὸ ἀοίδιμον, καθυπεδέξασθε τέλος, καὶ δόξης ἐτύχετε.Δόξα... Τῆς ὉσίαςἮχος πλ. δ' Τὴν Σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕἈνδρειοφρόνως λαθοῦσα τὰς τοῦ ἐχθροῦ, μεθοδείας Ματρῶνα πρὸς τὴν ζωήν, χαίρουσα προσέδραμες, ἀληθῶς τὴν ἐν πνεύματι, καὶ ἀκλινῶς τὸν δρόμον, Θεόφρον τελέσασα, παρὰ Χριστοῦ ἐδέξω, τὴν χάριν τοῦ Πνεύματος· ὅθεν καὶ τὰ ῥεῖθρα, τῶν ἰαμάτων προχέεις, τοῖς πόθῳ γεραίρουσι, τὴν σὴν μνήμην ἀοίδιμε, Μοναζουσῶν τὸ καύχημα· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.Καὶ νῦν... ΘεοτοκίονΧαριστήριον αἶνον χρεωστικῶς, ὡς ἡ χήρα ἐκείνη δύο λεπτά, προσφέρω σοι Δέσποινα, ὑπὲρ πασῶν τῶν χαρίτων σου· σὺ γὰρ ὤφθης σκέπη, ὁμοῦ καὶ βοήθεια, πειρασμῶν καὶ θλίψεων ἀεὶ με ἐξαίρουσα· ὅθεν ὡς ἐκ μέσου, φλογιζούσης καμίνου, ῥυσθεὶς τῶν θλιβόντων με, ἐκ καρδίας κραυγάζω σοι, Θεοτόκε βοήθει μοι, πρεσβεύουσα τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δοθῆναί μοι· σὲ γὰρ ἔχω ἐλπίδα, ὁ ἀνάξιος δοῦλός σου. Ἢ ΣταυροθεοτοκίονΤὸν Ἀμνὸν καὶ Ποιμένα καὶ Λυτρωτήν, ἡ Ἀμνὰς θεωροῦσα ἐν τῷ Σταυρῷ. ἠλάλαζε δακρύουσα, καὶ πικρῶς ἀνεκραύγαζεν· Ὁ μὲν κόσμος ἀγάλλεται, δεχόμενος τὴν λύτρωσιν, τὰ δὲ σπλάγχνα μου φλέγονται, ὁρώσης σου τὴν σταύρωσιν, ἥνπερ ὑπομένεις, διὰ σπλάγχνα ἐλέους, Θεὲ ὑπεράγαθε, ἀνεξίκακε Κύριε. ᾟ πιστῶς ἐκβοήσωμεν· Σπλαγχνίσθητι Παρθένε ἐφ' ἡμᾶς, καὶ πταισμάτων δώρησαι τὴν ἄφεσιν, τοῖς προσκυνοῦσιν ἐν πίστει, αὐτοῦ τὰ παθήματα.
Κανών α', ᾨδὴ δ', τῶν Μαρτύρων
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Δι' ἀγάπησιν Οἰκτίρμον τῆς σῆς εἰκόνος, ἐπὶ Σταυροῦ ἔστης, καὶ ἐτάκησαν ἔθνη· σὺ γὰρ εἶ Φιλάνθρωπε, ἰσχύς μου καὶ ὕμνησις».Ἡ ἀστράπτουσα τῶν πόνων σου φωταυγία, Ὀνησιφόρε Μάρτυς, ἐφειλκύσατο πόθῳ, πίστει συναθλῆσαί σοι, τὸν θεῖον Πορφύριον.Συνωθήσαντες ἐσχάρᾳ πυρακτωθείσῃ, προσεφαπλοῦσιν ἅμα, τοὺς Χριστοῦ στρατιώτας, χαίροντας οἱ τύραννοι, καὶ ζέοντας πνεύματι.Ἱερεῖα ὡς ὁλόκληρα Ἀθλοφόροι, καὶ καθαραὶ θυσίαι τῷ Δεσπότῃ τῶν ὅλων, χαίροντες προσήχθητε· διὸ μακαρίζεσθε.Νουνεχῶς σε ἀνακείμενον τῷ Δεσπότῃ, προσλαλιαὶ αἱ δόλιαι, ἀπατῆσαι οὐδόλως, ἴσχυσαν Πορφύριε, Θεόφρον πανόλβιε.ΘεοτοκίονΣωματούμενον ἐκύησας Θεὸν Λόγον, ὁμοιωθῆναι Κόρη, διὰ σπλάγχνα ἐλέους, βροτοῖς εὐδοκήσαντα, πανάμωμε Δέσποινα.
Κανών β', ᾨδὴ δ', τῆς Ὁσίας
Ἦχος πλ. δ'
Εἰσακήκοα Κύριε ΤΟ ΑΚΟΥΤΕ
Σταλαγμοῖς τῶν δακρύων σου, ἤρδευσας καρδίαν καὶ ἐγεώργησας, ἀρετῶν ἑκατοστεύοντα, Μακαρία στάχυν θείᾳ χάριτι.Πρὸς Χριστὸν ἐπερείσασα, τὰς τῆς διανοίας βάσεις διέμεινας, ἐπηρείαις ἀπερίτρεπτος, πονηρῶν δαιμόνων Ἀξιάγαστε.Ῥωμαλέῳ φρονὴματι, σύζυγον λιποῦσα καὶ βίου τάραχον, τὸν ζυγὸν Χριστοῦ ἐπόθησας, καὶ αὐτοῦ ὀπίσω ἠκολούθησας.ΘεοτοκίονΟὐ λιπὼν τὰ οὐράνια, Ἄχραντε κενοῦται Θεὸς ἐν μήτρᾳ σου, καὶ μετρεῖται ὁ ἀμέτρητος, τὰ ἀμέτρητά μου λύων πταίσματα.
Κανών α', ᾨδὴ ε', τῶν Μαρτύρων
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σὺ Κύριέ μου φῶς, εἰς τὸν κόσμον ἐλήλυθας, φῶς ἅγιον ἐπιστρέφον, ἐκ ζοφώδους ἀγνοίας, τοὺς πίστει ἀνυμνοῦντάς σε».Οἱ πύργοι τῆς Χριστοῦ, Ἐκκλησίας οἱ ἄσειστοι, μοχλεύσεσι τῶν βασάνων, ἀπερίτρεπτοι σθένει, τοῦ Πνεύματος ἐδείχθησαν.Ἰνδάλματα Θεῶν, μιαρῶν ἐλεπτύνατε, καὶ ὤφθητε εὐσεβείας, καὶ ἀνδρείας εἰκόνες, σεπτοὶ Μεγαλομάρτυρες.Στρατείαν ἀληθῆ, ἐκ Θεοῦ διεζώσασθε, τὴν πρόσκαιρον δυναστείαν, παρωσάμενοι πίστει, καὶ χαίροντες ἠθλήσατε.ΘεοτοκίονἘνῴκησεν ἐν σοί, χωρηθεὶς ὁ ἀχώρητος, καὶ ἔδειξεν οὐρανῶν σε, πλατυτέραν Παρθένε· διὸ σε μακαρίζομεν.
Κανών β', ᾨδὴ ε', τῆς Ὁσίας
Ἦχος πλ. δ'
Ὀρθρίζοντες βοῶμέν σοι ΤΟ ΑΚΟΥΤΕ
Φορέσασα τὸ σχῆμα τὸ ἅγιον, ὦ Ματρῶνα, ἐχθρὸν τὸν ἀλάστορα, ἀσχημοσύνην ἐνέδυσας.Ῥεόντων ἀντηλλάξω τὰ μένοντα, καὶ συζύγου, μνήστορα ἀθάνατον, φωταγωγὸν τῶν ψυχῶν ἡμῶν.Ὁλόνυκτον προσάγουσα δέησιν, τῷ Δεσπότῃ, Ματρῶνα ἐκοίμισας, τὰς ἡδονὰς τὰς τοῦ σώματος.ΘεοτοκίονΝεκρῶν τε καὶ τῶν ζώντων Δεσπότην, ἀποτεκοῦσα, τὰ πάθη Πανάμωμε, τὰ τῆς σαρκός μου θανάτωσον.
Κανών α', ᾨδὴ ς', τῶν Μαρτύρων
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ κατεπόντισέ με, καταιγὶς πολλῶν ἁμαρτημάτων, ἀλλ' ὡς Θεὸς ἐκ φθορᾶς με ἀνάγαγε, τὴν ζωήν μου Πολυέλεε».Πόνοις αἰκισμῶν ἐγκαρτερήσας, Ὀνησιφόρε Μάρτυς, δρόμον ἤνυσας τοῦ μαρτυρίου, καὶ νικητής, γεγονὼς ἀπείληφας, τὰ βραβεῖα τὰ οὐράνια.Ἀλλήλοις συνδούμενοι τῇ πίστει, προσδεδεμένοι ἄμφω, καὶ συρόμενοι λύσιν τοῦ σκήνους, οἷα στερροί, Ἀθληταὶ ὑπέστητε, τῷ Κυρίῳ συναπτόμενοι.Ἵπποις προσδεθέντες καὶ βιαίως, διασυρθέντες γνώμῃ, τοῦ δικάζοντος βιαιοτάτῃ, οἱ εὐκλεεῖς, τοῦ Κυρίου Μάρτυρες, θείου τέλους ἠξιώθησαν.ΘεοτοκίονΝόμον δίχα φύσεως Παρθένε, τὸν νομοδότην τίκτεις, ἀναπλάττοντα τὴν συντριβεῖσαν, φύσιν ἡμῶν, ὃν δυσώπει σῶσαί με, ἁμαρτίαις συντριβόμενον.
Κανών β', ᾨδὴ ς', τῆς Ὁσίας
Ἦχος πλ. δ'
Τὴν δέησιν ἐκχεῶ ΤΟ ΑΚΟΥΤΕ
Ὡς ὄρνις εὐκέλαδος ἐν τῷ ἄλσει τῆς ἀσκήσεως ἡδὺ προσφωνοῦσα, ὡς νοητά, ἐφειλκύσω στρουθία, ἱερωτάτων γυναίων συνάθροισιν, τὰ θήρατρα τοῦ δυσμενοῦς, διαδρᾶσα Ματρῶνα ἐν Πνεύματι.Σαρκὸς μὲν φιλοσοφίᾳ κρατοῦσα, καὶ δαμάζουσα τὰ πάθη Ὁσία, τῆς δὲ ψυχῆς, τὸ τερπνότατον κάλλος, περιφανῶς τῷ Χριστῷ εὐτρεπίζουσα, ὡραία τε καὶ εὐπρεπής, ἐγνωρίσθης Ματρῶνα θεόσοφε.Ἀγγέλων ἐπὶ τῆς γῆς πολιτείαν, ἐπεπόθησας ὑμνοῦσα ἀπαύστως, τὸν δι' ἡμᾶς, ἐξ ἁγίας Παρθένου, ὑπερβολῇ σαρκωθέντα χρηστότητος, τὴν φύσιν τε τῶν γυναικῶν, κατ' ἐχθροῦ τοῦ δολίου νευρώσαντα.ΘεοτοκίονΔεδούλωτο ἁμαρτίᾳ ἡ φύσις, τῶν ἀνθρώπων, ἀλλὰ ταύτην ἐρρύσω τῆς πονηρᾶς, Θεοτόκε δουλείας, τὸν τῶν ἁπάντων Δεσπότην κυήσασα, τὸν δείξαντα πᾶσιν, τῆς ζωῆς τὰς εἰσόδους Πανάμωμε. Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν, ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ Ἅδῃ προσήγγισε, καὶ δέομαι ὡς, Ἰωνᾶς· Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε».
Κοντάκιον τῶν Μαρτύρων
Ἦχος β'
Τὰ ἄνω ζητῶν ΤΟ ΑΚΟΥΤΕ
Μαρτύρων δυάς, ἀθλήσαντες στερρότατα, ἐχθροῦ τὴν ὀφρύν, εἰς γῆν κατηδάφισαν, ἐλλαμφθέντες χάριτι, τῆς ἀκτίστου Τριάδος οἱ ἔνδοξοι· καὶ νῦν μέτ' Ἀγγέλων αὐτῇ, πρεσβεύουσιν ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.
Κοντάκιον τῆς Ὁσίας
Ἦχος β'
Τὰ ἄνω ζητῶν ΤΟ ΑΚΟΥΤΕ
Τὸ σῶμα τὸ σόν, νηστείαις κατατήξασα, ἐν μέσῳ ἀνδρῶν, Ματρῶνα κατοικήσασα, προσευχαῖς σχολάζουσα, τὸν Δεσπότην ἐνθέως ἐθεράπευσας, δι' ὃν πάντα κατέλιπες, ὁσίως τὸν βίον διανύσασα.
Ὁ Οἶκος
Ἄνοιξόν μου τὸ στόμα Χριστέ μου, ἀνυμνῆσαι καὶ λέγειν τοὺς ἀγῶνας τῆς σῆς Ὁσίας Φιλάνθρωπε, ὅπως τὰ πάντα καταλιποῦσα, καὶ ποθήσασα μόνον σε τὸν Νυμφίον, τὸν ἐπὶ γῆς ὡς φθαρτὰ ἐλογίσατο ἅπαντα, καὶ τὸν τύπον τοῦ ζωηφόρου Σταυροῦ ἐν ἑαυτῇ τυπώσασα, δαιμόνων θράση κατήργησε, καὶ εἰς τέλος αὐτοὺς ἐξηφάνισεν, ὁσίως τὸν βίον διανύσασα.
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ Θ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ὀνησιφόρου καὶ Πορφυρίου.ΣτίχοιἽπποις Ὀνησιφόρε πρὸς Θεὸν τρέχων,Ἔχεις συνιππεύοντα καὶ τὸν ἱκέτην.Νύσσης οὐρανίης ἐπέβητ᾿ ἐνάτῃ ὦ ἀθληταί.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῖς Ὁσίας Μητρὸς ἡμῶν Ματρώνης.ΣτίχοιΖωῆς μελλούσης ἀξιοῦται Ματρῶνα,Ὡς ἐν βίῳ ζήσασα ταύτης ἀξίως.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Νεκταρίου Μητροπολίτου Πενταπόλεως τῆς ἐν Αἰγύπτῳ, τοῦ θαυματουργοῦ καὶ κτίτορος τῆς ἐν Αἰγίνῃ Ἱεράς Μονῆς τῆς Ἁγίας Τριάδος τῶν Μοναζουσῶν, κοιμηθέντος ὁσίως κατὰ τὸ ἔτος 1920.ΣτίχοιΝέκταρ τῆς ζωῆς τῆς αἰωνίου πίνων,Νᾶμα Νεκτάριε ἰάσεων βλύζεις.Ἀμφ' ἐνάτῃ Νεκταρίοιο ἐκ ῥεθέων θυμὸς ἤρθη.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Θεοκτίστης τῆς Λεσβίας.ΣτίχοιΛέσβου τὸ θρέμμα, παρθένος Θεοκτίστη,Κτίστῃ Θεῷ πρόσεισι νύμφη παγκάλη.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Γυναικῶν, Εὐστολίας καὶ Σωπάτρας.ΣτίχοιὍλη καλὴ σὺ πρὸς Θεὸν χωρεῖς Λόγον,Στολαῖς σταλεῖσα ψυχικαῖς Εὐστολία.Σωπάτρα Πατρὸς Πνεύματός τε καὶ Λόγου,Θρόνῳ παρέστη, δοῦσα γῇ τὸ σαρκίον.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀντωνίου.ΣτίχοιἈντώνιον κτείνουσι τὸν θεῖον ξύλοις,Οἱ τὸ ξύλον τιμῶντες ὡς Θεὸν πλάνοι.Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Χριστοφόρος καὶ Μαῦρα ξίφει τελειοῦνται.ΣτίχοιΠλάνην ἀμαυροῖ Μαῦρα καρθεῖσα ξίφει·Χριστοῦ δὲ τμηθεὶς φῶς ὁρᾷ Χριστοφόρος.Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος, Ἰωάννης ὁ Κολοβὸς ἐν εἰρήνῃ τελειοῦται.ΣτίχοιἸωάννην ἔκρυψε γῆς βραχὺς τόπος,Ὅς, κἂν βραχὺς τὸ σῶμα, τὴν πρᾶξιν μέγας.Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Ἑλλάδιος ἐν εἰρήνῃ τελειοῦται.ΣτίχοιΕἰ καὶ μετέστης, Ἑλλάδιε, τοῦ βίου,Πίναξ ἔμεινας ἀρετῶν τοῖς ἐν βίῳ.Ὁ Ὅσιος πατὴρ ἡμῶν Συμεὼν ὁ Μεταφραστὴς ἐν εἰρήνῃ τελειοῦται.Οἱ Ὅσιοι καὶ θεοφόροι πατέρες ἡμῶν Εὐθύμιος καὶ Νεόφυτος, οἱ κτίτορες τῆς σεβασμίας μονῆς τοῦ Δοχειαρίου, ἐν εἰρήνῃ τελειοῦνται.Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.
Κανών α', ᾨδὴ ζ', τῶν Μαρτύρων
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἀβραμιαῖοι ποτέ, ἐν Βαβυλῶνι Παῖδες, καμίνου φλόγα κατεπάτησαν, ἐν ὕμνοις κραυγάζοντες· Ὁ τῶν Πατέρων, Θεὸς εὐλογητὸς εἶ».Εὐγενεστάτης ψυχῆς, τοὺς εὐγενεῖς σου τρόπους, ὑποδεικνύων ὡμολόγησας, τυράννων ἐνώπιον, Ὁνησιφόρε Μάρτυς, Θεὸν σεσαρκωμένον.Τὴν δι' αἰῶνος θείαν, ἐλευθερίαν στέργων, τῷ σῷ δεσπότῃ ὡς εὐήκοος, οἰκέτης συνήθλησας, καὶ σὺν αὐτῷ χορεύεις, Πορφύριε παμμάκαρ.Αἵμασι θείοις ὑμῶν, τὴν ἐπηρμένην φλόγα, τῆς ἀθεΐας κατασβέσαντες, βοᾶτε Πανεύφημοι· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.Ἴνα τῆς μακαρίας, καὶ ἀθανάτου δόξης, ἀξιωθῆτε τὸν μακάριον, ὑπέστησε θάνατον, θεοφεγγεῖς ἀστέρες, τοῦ νοητοῦ Ἠλίου.ΘεοτοκίονΣεσαρκωμένον Λόγον, σῶν ἐξ αἱμάτων τίκτεις, βροτοὺς θεῶσαι εὐδοκήσαντα, Παρθένε τοὺς μέλποντας· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Κανών β', ᾨδὴ ζ', τῆς Ὁσίας
Ἦχος πλ. δ'
Παῖδες Ἑβραίων ΤΟ ΑΚΟΥΤΕ
'Ὥσπερ τρυγὼν ὡραιοτάτη, διετήρησας Θεῷ τὴν σωφροσύνην, εὐτεκνίαν, παθῶν στειρώσει Μακαρία, ὡς ἀληθῶς πλουτήσασα, διὰ σοῦ τῶν σεσωσμένων.Κόσμον σεμνὴ καὶ τὰ ἐν κόσμῳ, καταλείψασα ἐνθέῳ πεποιθήσει, ὑπερκόσμιον νῦν, κληροῦσαι κληρουχίαν, Μοναζουσῶν ὑπάρχουσα, ἀληθῶς Ματρῶνα κόσμος.ΘεοτοκίονΛύουσα Εὔας τὴν κατάραν, παναμώμητε ἐγέννησας Παρθένε, τὸν τῶν ὅλων Θεόν, ἀφράστως συλλαβοῦσα, καὶ ὑπὲρ νοῦν κυήσασα, σωτηρίαν τοῖς ἀνθρώποις.
Κανών α', ᾨδὴ η', τῶν Μαρτύρων
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὸν ἐν Σταυρῷ, σαρκὶ προσηλωθέντα, καὶ ὑποδείξαντα ἡμῖν ὅπλον εἰς σωτηρίαν, Παῖδες ὑπερυψοῦτε, Χριστὸν τὸν Θεὸν ἡμῶν εἰς τοὺς αἰῶνας».Μέλη σπαραγμοῖς ἐκδεδωκότες, κατεσπαράξατε ἐχθροῦ, ἀσύνετον καρδίαν, μείναντες ἀσάλευτοι τὸν νοῦν, μεγαλώνυμοι στεφανηφόροι.Αἵμασιν ὑμῶν τὸ πῦρ ἐσβέσθη, τῆς ἀγνωσίας Ἀθληταί, πιστῶν δὲ κατηρδεύθη, πάντων καὶ καρδία καὶ ψυχή, ἀναθάλλουσα θεογνωσίαν.Κύματα δεινῶν κολαστηρίων, τῇ κυβερνήσει τοῦ Χριστοῦ, διήλθετε καὶ ὅρμῳ, θείας βασιλείας οὐρανῶν, προσωρμίσθητε ἐν ἀφθαρσίᾳ.Ἄνθρακες πυρὶ τοῦ Παρακλήτου, προσαναπτόμενοι σαφῶς, οἱ Μάρτυρες δειχθέντες, ἔφλεξαν τὴν πλάνην τοῦ ἐχθροῦ, καὶ ἐφώτισαν τὴν οἰκουμένην.ΘεοτοκίονῬόδον ἐκλεκτὸν ἐν ταῖς κοιλάσι, Κόρη τοῦ βίου εὑρηκώς, ἠράσθη σου τοῦ κάλλους, Λόγος τοῦ Θεοῦ καὶ σαρκωθείς, εὐωδίασε τὴν οἰκουμένην.
Κανών β', ᾨδὴ η', τῆς Ὁσίας
Ἦχος πλ. δ'
Νικηταὶ τυράννου ΤΟ ΑΚΟΥΤΕ
Εὐσεβείας τρόποις, τὴν ψυχὴν κοσμήσασα Ματρῶνα, θεῖον τῷ Χριστῷ προσῆξας, μελῳδοῦντα πάνσεμνε χορὸν παρθένων· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.Οἱ τῶν σῶν ἱδρώτων, ὄμβροι θείᾳ χάριτι τῶν παθημάτων, τοὺς ὄμβρους Ματρῶνα, θαλεροὺς ξηραίνουσι καὶ τὰς καρδίας, τῶν πιστῶς φοιτώντων πάντοτε ἀρδεύουσιν· ὅθεν σε τιμῶμεν, εἰς πάντας τοὺς αἰῶνας.Σεαυτὴν τοῖς ὅπλοις, πίστει καθοπλίσασα τῆς ἐγκρατείας, οὐκ ἐτρώθης βέλει, ἡδονῆς διάγουσα ἀνδρῶν ἐν μέσῳ· τὸν τὴν Εὔαν πάλαι τρώσαντα δὲ ἔτρωσας, λόγχῃ σωφροσύνης, Ματρῶνα μακαρία.ΘεοτοκίονἸδοὺ ἡ Παρθένος, ὥς φησιν ἐν Πνεύματι ὁ Ἡσαΐας, ἔσχεν ἐν κοιλίᾳ, τὸν ἡμᾶς ῥυσάμενον ᾌδου κοιλίας, εὐσεβῶς βοῶντας· Ὑμνεῖτε τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τους αἰῶνας.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕΝικηταὶ τυράννου, καὶ φλογὸς τῇ χάριτί σου γεγονότες, οἱ τῶν ἐντολῶν σου, σφόδρα ἀντεχόμενοι Παῖδες ἐβόων· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Κανών α', ᾨδὴ θ', τῶν Μαρτύρων
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Εὔα μὲν τὸ τῆς παρακοῆς νοσήματι, τὴν κατάραν εἰσῳκίσατο, σὺ δὲ Παρθένε Θεοτόκε, τῷ τῆς κυοφορίας βλαστήματι, τῷ κόσμῳ τὴν εὐλογίαν ἐξήνθησας· ὅθεν σε πάντες μεγαλύνομεν».Ἴσχυσαν δυνάμει τοῦ Χριστοῦ νευρούμενοι, τοὺς ἀσάρκους μετὰ σώματος, καταπαλαῖσαι οἱ γενναῖοι ἀδάμαντες, οἱ στῦλοι τῆς πίστεως, καὶ νῦν εἰς οὐρανοὺς συνευφραίνονται, τοῖς ἀπ' αἰῶνος ἐναθλήσασιν.Ὡς ἅρμα τοῦ Λόγου ἱερὸν γενόμενοι, τοῖς ἀλόγοις προσεδέθητε, Μάρτυρες θεῖοι καὶ πρὸς νύσσαν, οὐράνιον ἐφθάσατε χαίροντες, καὶ νίκης τὰ βραβεῖα ἐδέξασθε· ὅθεν ἀξίως μοκαρίζεσθε.Σώματα ὑμῶν Παγκεανῶν περίδοξος, νῦν κατέχει κώμη Μάρτυρες, θείους πλουτήσασα προστάτας, ὑμᾶς καὶ ἰατροὺς θεραπεύοντας, σωμάτων καὶ ψυχῶν ἀρρωστήματα, τῶν προσιόντων πίστει πάντοτε.Ἡ θεία δυὰς καὶ φωταυγὴς Πορφύριε, Ἀθλοφόρε παναοίδιμε, Ὀνησιφόρε γενναιόφρον, Τριάδι τῇ Ἁγίᾳ πρεσβεύσατε, εἰρήνην καὶ δεινῶν ἀπολύτρωσιν, παρασχεθῆναι τοῖς ὑμνοῦσιν ὑμᾶς.ΘεοτοκίονΦορέσας με ὅλον ἐκ τῶν σῶν προέρχεται, ὡς νυμφίος Παναμώμητε, θείων αἱμάτων ὁ Δεσπότης, καὶ γάλακτι ἐκτρέφεται ἅπασαν, τὴν κτίσιν διατρέφων βουλήματι, εὐλογημένη ἀειπάρθενε.
Κανών β', ᾨδὴ θ', τῆς Ὁσίας
Ἦχος πλ. δ'
Ἔφριξε πᾶσα ἀκοὴ ΤΟ ΑΚΟΥΤΕ
Ὡς θεία σὺ περιστερά, ἀρετῶν κεχρυσωμέναις ταῖς πτέρυξι, Ματρῶνα ἔνδοξε, ἀνεκουφίσθης, καὶ νῦν κατέπαυσας, ἔνθα Ὁσίων οἱ χοροί, Δικαίων τὰ τάγματα, καὶ ἡ αἰώνιος, εὐφροσύνη καὶ χαρὰ ἀνεκλάλητος.Στέργουσα τὸν ἐκ γυναικός, διὰ σπλάγχνα οἰκτιρμῶν ἀνατείλαντα, ἄδυτον Ἥλιον, τὴν καυστικήν τε καὶ δυσδιόδευτον, ῥᾳδίως ὥδευσας Σεμνή, τρίβον τῆς ἀσκήσεως, δαίμονας φλέγουσα, καὶ τὰ πάθη τῆς σαρκὸς ἐκλεαίνουσα.Ἡ θεία μνήμη σου ἡμῖν, τηλαυγέστερον ἡλίου ἀνέτειλε, φωταγωγοῦσα ἡμῶν τὰς διανοίας καὶ τὰ νοήματα, ἐν ᾗ μνημόνευε ἡμῶν, τῶν μνημονευόντων σου, Ματρῶνα πάνσεμνε, παρρησίαν πρὸς Χριστὸν ὄντως ἔχουσα.ΘεοτοκίονΦέρουσα Κόρη ταῖς χερσί, τὸν τὰ σὺμπαντα τῷ νεύματι φέροντα, χειρὸς με λύτρωσαι, τοῦ ἀλλοτρίου τῇ μεσιτείᾳ σου, καὶ τῷ φωτί σου τὴν ἐμήν, διάνοιαν φώτισον, καὶ ἀλλοτρίωσον, τῶν παθῶν τῶν ἀναιδῶς πολεμούντων με. Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ἔφριξε πᾶσα ἀκοή, τὴν ἀπόρρητον Θεοῦ συγκατάβασιν, ὅπως ὁ Ὕψιστος, ἑκὼν κατῆλθε μέχρι σώματος, Παρθενικῆς ἀπὸ γαστρός, γενόμενος ἄνθρωπος· διὸ τὴν ἄχραντον, Θεοτόκον οἱ πιστοὶ μεγαλύνομεν».
Ἐξαποστειλάριον τῶν Μαρτύρων
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Τοὺς Μάρτυρας τιμήσωμεν, τοὺς ἐν ἀθλήσει λάμψαντας, καὶ καταυγάσαντας κόσμον, μαρτυρικαῖς ἀγλαΐαις, Ὀνησιφόρον τὸν μέγαν, καὶ τὸν σεπτὸν Πορφύριον· καὶ γὰρ αὐτοὶ πρεσβεύουσιν, ὑπὲρ ἡμῶν τῶν ἐν πίστει, αὐτῶν τελούντων τὴν μνήμην.
Ἐξαποστειλάριον τῆς Ὁσίας
Ἦχος γ'
Ὁ οὐρανὸν τοῖς ἄστροις ΤΟ ΑΚΟΥΤΕ
Ὅλον ὑψώσασα τὸν νοῦν, τῆς σχέσεως τῶν γηΐνων, ἀνεπιστρόφως Ματρῶνα, ὥδευσας τρίβον θεόφρον, τῶν ἐντολῶν τοῦ Σωτῆρος· διὸ ἡμῶν ὑπερεύχου.
Θεοτοκίον
Ἦχος γ'
Ὁ οὐρανὸν τοῖς ἄστροις ΤΟ ΑΚΟΥΤΕ
Ἱερωτάταις φωναῖς σε, σεπτοὶ Προφῆται Παρθένε, κατήγγειλαν ἐσομένην, Θεοῦ Μητέρα· διὸ σε, εἰδότες πίστει καὶ πόθῳ, γεραίρομεν Θεοτόκον.
| TA ΜΗΝΑΙΑ | Νοέμβριος | 09 |
Nov 09
Τῌ Θ' ΝΟΕΜΒΡΙΟΥΤοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν ΝΕΚΤΑΡΙΟΥ Ἐπισκόπου Πενταπόλεως τοῦ Θαυματουργοῦ
ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
Ἱστῶμεν στίχους δ' κάι ψάλλομεν τὰ ἑξῆς Προσόμοια.Στιχηρὰ
Ἦχος δ’
Ὡς γενναῖον ἐν Μάρτυσι ΤΟ ΑΚΟΥΤΕ
Τῶν Ὁσίων τοῖς ἴχνεσιν, Ἱεράρχα Νεκτάριε, ἐν ἐσχάτοις ἔτεσιν ἠκολούθησας, τῇ καθαρᾷ πολιτείᾳ σου, καὶ τρόπων χρηστότητι, καὶ φρονήσει ἀληθεῖ, καὶ ἀγάπης ταῖς χαρίσι· διὰ τοῦτο σε, ὁ τῶν ὅλων Δεσπότης ἁγιάσας, τῶν Ἁγίων τῇ χορείᾳ περιφανῶς σε ἠρίθμησε.
Στιχηρὰ
Ἦχος δ’
Ὡς τὸ νέκταρ τῆς χάριτος, φερωνύμως δεξάμενος, ἱερὲ Νεκτάριε τῇ καρδίᾳ σου, τῇ τῶν σῶν λόγων γλυκύτητι, εὐφραίνεις ἐν Πνεύματι, τὰς ψυχὰς τῶν εὐσεβῶν, ὡς σοφὸς καὶ θεόπνευστος, καὶ θαυμάτων σου, ταῖς ἀκτῖσιν ἀεὶ καταπυρσεύεις, τοῦ Χριστοῦ τὴν Ἐκκλησίαν, λαμπρυνομένην τῇ δόξῃ σου.
Ἦχος δ’
Εἰς ὀσμὴν τὴν οὐράνιον, τῶν τιμίων λειψάνων σου, δοξασθέντων χάριτι θείου Πνεύματος, μέτ' εὐλαβείας προστρέχοντες, Νεκτάριε Ὅσιε, ἐξ αὐτῶν ἁγιασμόν, καὶ παθῶν ἀπολύτρωσιν κομιζόμεθα, καὶ ἰάσεις λαμβάνουσι ταχείας, οἱ νοσοῦντες ἀνιάτως, μεγαλοφώνως τιμῶντές σε.
Ἦχος δ’
Τὴν Μονὴν ἣν ἀνήγειρας, καὶ κανόσι τετείχικας, εἰς ψυχῶν Νεκτάριε περιποίησιν, σκέπε ἀπαύστως καὶ φύλαττε, Αἰγίνῃ τῇ νήσῳ δέ, δίδου Πάτερ δαψιλῶς, τὴν θερμήν σου ἀντίληψιν πρὸς τὸν Κύριον, ὑπὲρ ταύτης ἀεὶ καθικετεύων, σὺν τῷ ταύτης Ποιμενάρχῃ, Διονυσίῳ τῷ μάκαρι.
Δόξα...
Ἦχος α΄
Δεῦτε ἅπαντες πιστοί, τὸν νεοφανῆ φωστῆρα τῆς Ἐκκλησίας, Νεκτάριον τιμήσωμεν· οὗτος γὰρ ἐν ταῖς καθ' ἡμᾶς ἡμέραις, ἐν ὁσίοτητι καὶ ἀληθείᾳ, θεοπρεπῶς πολιτευσάμενος, τῶν πάλαι Ἁγίων, τὰς ἀρετὰς ἀνεμάξατο, καὶ σκεῦος ἐκλογῆς, κατὰ Παῦλον γενόμενος, ἐπαξίως δεδόξασται, τῇ ἁγιαστικῇ τοῦ Πνεύματος χάριτι, παρέχων ἑνὶ ἑκάστῳ, τὰ πρὸς σωτηρίαν αἰτήματα, ὡς Ἱεράρχης ἐνθεώτατος.
Καὶ νῦν...
Ἦχος α΄
Ἁμαρτωλῶν τὰς δεήσεις προσδεχομένη, καὶ θλιβομένων στεναγμὸν μὴ παρορῶσα, πρέσβευε τῷ ἐξ ἀγνῶν λαγόνων σου, σωθῆναι ἡμᾶς, Παναγία Παρθένε.
Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.
Ἦχος β’
Οἶκος τοῦ Ἐφραθᾶ ΤΟ ΑΚΟΥΤΕ
Νέκταρ τὸ νοητόν, τῆς χάριτος τῷ λόγῳ, Νεκτάριε πηγάζεις, Χριστοῦ τῇ Ἐκκλησίᾳ, ὡς καθαρθεὶς τῷ πνεύματι.Στίχ. Οἱ Ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.
Ἦχος β’
Μέγας ὡς ἀληθῶς, θεράπων τοῦ Κυρίου ἐν τοῖς ἐσχάτοις χρόνοις, Νεκτάριε ἐδείχθης, καὶ τοὺς Πιστοὺς ἐστήριξας.Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ.
Ἦχος β’
Χαίρει πνευματικῶς, Χριστοῦ ἡ Ἐκκλησία, ὁρῶσά σου τὴν χάριν, ἣν οὐρανόθεν εὗρες, Νεκτάριε Πατὴρ ἡμῶν.
Δόξα...
Ἦχος β’
Σοὶ πρεπει Παντουργέ, Τρισήλιε Θεότης, ἡ αἴνεσις καὶ δόξα, ὅτι τὸν Ἱεράρχην, τὸν θεῖόν σου ἐδόξασας.
Θεοτοκίον
Καὶ νῦν...
Ἦχος β’
Λόγοις ἐν ἱεροῖς, κηρύττει σου τὴν δόξαν Παρθένε Θεοτόκε, Νεκτάριος ὁ θεῖος, ὁ δοξασθεὶς τῷ Πνεύματι.
Ἀπολυτίκιον
Ἦχος α'
Τῆς ἐρήμου πολίτης ΤΟ ΑΚΟΥΤΕ
Σηλυβρίας τὸν γόνον καὶ Αἰγίνης τὸν ἔφορον, τὸν ἐσχάτοις χρόνοις φανέντα, ἀρετῆς φίλον γνήσιον, Νεκτάριον τιμήσωμεν πιστοί, ὡς ἔνθεον θεράποντα Χριστοῦ· ἀναβλύζει γὰρ ἰάσεις παντοδαπὰς, τοῖς εὐλαβῶς κραυγάζουσι· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.
Ἕτερον, Ἦχος δ'
Ταχὺ προκατάλαβε ΤΟ ΑΚΟΥΤΕ
Ὁσίως ἐβίωσας, ὡς Ἱεράρχης σοφός, δοξάσας τὸν Κύριον, δι' ἐναρέτου ζωῆς, Νεκτάριε Ὅσιε. Ὅθεν τοῦ Παρακλήτου, δοξασθεὶς τῇ δυνάμει, δαίμονας ἀπελαύνεις, καὶ νοσοῦντας ἰᾶσαι, τοὺς πιστῶς προσιόντας, τοῖς θείοις λειψάνοις σου.
Ἦχος δ'
Ταχὺ προκατάλαβε ΤΟ ΑΚΟΥΤΕ
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται. Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως, ὑπὲρ ἡμῶν καταδεξάμενος· δι' οὗ ἀναστήσας τὸν Πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ. Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους ς' καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια.
Στιχηρὰ Προσόμοια
Ἦχος α'
Ὢ τοῦ παραδόξου θαύματος ΤΟ ΑΚΟΥΤΕ
Ὢ τοῦ παραδόξου θαύματος! ἐν ἐσχάτοις καιροῖς, ὥσπερ λύχνος πάμφωτος, Νεκτάριος ὁ σοφός, τῷ κόσμῳ ἔλαμψε, καὶ ηὔγασε τοῖς πιστοῖς, Εὐαγγελίου τὸ φῶς τὸ ὑπέρλαμπρον, ἐν λόγῳ θεοπρεπεῖ, καὶ πολιτείᾳ ἀμέμπτῳ καὶ κρείττονι. Ὅθεν τῇ τοῦ Παρακλήτου, δωρεᾷ δεδόξασται, καὶ παρέχει ἀπαύστως, τοῖς αἰτοῦσι τὰ ἰάματα.
Ἦχος α'
Βαβαὶ τῆς σῆς προμηθείας Χριστέ! Σὺ γὰρ ὡς ὑπέσχου, θαυμαστῶς ἐδόξασας, Νεκτάριον τὸν σοφόν, ὡς φίλον γνήσιον, θαυμάτων τῇ δωρεᾷ, τον σὲ δοξάσαντα βίου λαμπρότητι, δεικνύων πᾶσι σαφῶς, τῆς πρὸς σὲ Σῶτερ ἀγάπης τὴν δύναμιν. Ὅθεν ταῖς αὐτοῦ πρεσβείαις, τῶν πταισμάτων ἄφεσιν, καὶ εἰρήνην τελείαν, ἡμῖν δίδου Ὑπεράγαθε.
Ἦχος α'
Σήμερον λαμπρῶς εὐφραίνονται, τῇ καινῇ σου μνήμῃ, τῶν πιστῶν οἱ σύλλογοι, Νεκτάριε ἱερέ, ὑμνολογοῦντες σε, χορεύει δὲ μυστικῶς, ἡ τοῦ Χριστοῦ Ἐκκλησία τῇ δόξῃ σου, ἑδραίωμα ἀρραγές, ἐν ταῖς ἐσχάταις ἡμέραις εὑροῦσά σε· ἐξαιρέτως δὲ ἡ νῆσος, τῆς Αἰγίνης γάννυται, ὥσπερ ὄλβον πλουτοῦσα, τὰ μυρίπνοά σου λείψανα.
Προσόμοια ἕτερα
Ἦχος β'
Ποίοις εὐφημιῶν ΤΟ ΑΚΟΥΤΕ
Ποίοις εὐφημιῶν στέμμασιν, ἀναδήσωμεν τὸν Ἱεράρχην; τὸν ἀρτιφανῶς ἀναλάμψαντα, καὶ τὴν Ἐκκλησίαν φαιδρύναντα, ταῖς τῆς εὐσεβείας λαμπηδόσι· τὸ νέον, τῶν Ὀρθοδόξων ἐγκαλλώπισμα, τῶν πάλαι, Ἀρχιερέων τὸν ὁμόζηλον· τῇ γὰρ αὐτῶν πολιτείᾳ, νουνεχῶς στοιχήσας, ἐδοξάσθη παρὰ Χριστοῦ, τοῦ πᾶσι παρέχοντος, δι' αὐτοῦ τὸ μέγα ἔλεος.
Ἦχος β'
Ποίοις μελωδικοῖς ᾄσμασιν, ἐπαινέσωμεν τὸν Ἱεράρχην; τοῦ Θεοῦ τὸν θεῖον θεράποντα, καὶ τῶν ἀρετῶν τὸ κειμήλιον, τῆς θεολογίας τὴν κιθάραν, τὸν ἄρτι τῇ Ἐκκλησίᾳ ἀναβλύσαντα, τὸ νέκταρ, τῆς εὐσεβείας τὸ οὐράνιον, λόγῳ τῆς χάριτος θείῳ, ἐκ σοφῶν χειλέων, καὶ θαυμάτων τὴν δωρεάν, θεόθεν δεξάμενον, τὸν θεόληπτον Νεκτάριον.
Ἦχος β'
Ποίοις πνευματικοῖς ῥήμασι, μακαρίσωμέν σε Ἱεράρχα; τον ἐν μέσῳ κόσμου βιώσαντα, βίον ἀληθῶς ἐνθεώτατον, πράξεσιν ὁσίαις καὶ ἀμέμπτοις, ἐντεῦθεν, Μονήν ἁγίαν Θεῷ ἵδρυσας, ὡς ἄλλον, ψυχῶν λιμένα ἀκλυδώνιστον, ἐν τῇ Αἰγίνῃ τῇ νήσῳ, ἣν ἀπαύστως σκέπε, σὺν τῷ ταύτης καθηγητῇ, Νεκτάριε Ὅσιε, Διονυσίῳ τῷ θεόφρονι.
Δοξαστικὸν
Ἦχος πλ. β'
Σήμερον φαιδρῶς ἐξέλαμψεν, ὡς ἀστὴρ νεοφανής, ἡ νέα πανήγυρις τοῦ Ἱεράρχου Νεκταρίου, τὴν Ἐκκλησίαν καταλαμπρύνουσα. Δεῦτε οὖν, τῶν Ὀρθοδόξων τὰ πλήθη, ἐν φωνῇ ἀγαλλιάσεως, τούτῳ ἐκβοήσωμεν· χαίροις ὁ τῶν πάλαι Ὁσίων, χαρακτηρίσας τὴν ζωήν, ἐν ἡμέραις πονηραῖς, ἐν αἷς ἡ τῶν πολλῶν ἀγάπη ἐψύγη, ὡς ἔφη ὁ Σωτήρ, χαίροις ὁ τῇ παιδείᾳ τὴν ἀρετὴν συνάψας, καὶ τῷ λόγῳ τῆς σοφίας σου, τῶν πιστῶν τὰς ψυχὰς φαιδρύνας, χαίροις Ἀρχιερέων καλλονή, τῆς Αἰγίνης προστάτης, καὶ τῆς οἰκείας Μονῆς, ἀντιλήπτωρ θερμότατος. Διὸ παμμάκαρ Νεκτάριε, τῷ τῆς θείας μεγαλωσύνης θρόνῳ παριστάμενος, ἀπαύστως ἱκέτευε, ὑπὲρ τῶν πίστει τελούντων, τὴν ἀεισέβαστον μνήμην σου.
Θεοτοκίον
Ἦχος πλ. β'
Τὶς μὴ μακαρίσει σε Παναγία Παρθένε, τὶς μὴ ἀνυμνήσει σου, τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Παροιμιῶν τὸ Ἀνάγνωσμα.(Κεφ. ι′.7) Μνήμη δικαίου μέτ' ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἐξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. .(Κεφ. δ′.7) Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῶ ἐτῶν μεμέτρηται. Πολιὰ δὲ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίω ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. .(Κεφ. ι′.32) Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας· Στόμα σοφῶν μελετᾷ σοφίαν, δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρός δικαίου οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν,καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει, καὶ ὁ ἀγρυπνήσας δι' αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεοτητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστις γὰρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσὶν ἀρεταί· σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδὲν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ δὲ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων, καὶ πᾶσι σύμβουλὸς ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγων αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίω, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας. Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δὸς μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων σου, ὅτι ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τὶ εὐάρεστόν ἐστι παρὰ σοί. Καὶ ὁδηγήση με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.
Εἰς τὴν Λιτήν, Ἰδιόμελα.Ἦχος α'Εὐφραίνου ἐν Κυρίῳ, ἡ Ὀρθόδοξος Ἐκκλησία, ἀγάλλου καὶ χόρευε, ἡ νύμφη ἡ ἐκλεκτή, τοῦ οὐρανίου Βασιλέως. Ἰδοὺ γὰρ ἐν τῇ καθ' ἡμᾶς γενεᾷ, ὁ ἀληθὴς τοῦ Χριστοῦ Ἱεράρχης, Νεκτάριος ὁ Ὅσιος, τὰ πάλαι σοι θεόθεν δεδογμένα, ἔτι ἅπαξ σφραγίζει, καὶ διαπρυσίως κηρύττει, τῇ δόξῃ ᾗ ἐδοξάσθη, παρὰ τοῦ μόνου Θεοῦ. Ὅθεν στῦλον καὶ ἑδραίωμα, τοῦτον κεκτημένη, καὶ τῶν θαυμάτων αὐτοῦ τὴν χάριν ὁρῶσα, τῷ νυμφίῳ σου βόησον, Κύριε δόξα σοι.Ἦχος β'Τὶς μὴ σκιρτήσει; τὶς μὴ χορεύσει τῷ πνεύματι, ἐπὶ τῇ νέᾳ πανηγύρει, τοῦ Ἱεράρχου Νεκταρίου; πᾶσα γὰρ ψυχὴ ἀγάλλεται, ὁρῶσα τοῦτον δεδοξασμένον, καὶ τῶν Ἁγίων ἰσοστάσιον, καὶ ἐν θαύμασι περιφανῆ· ὅθεν τῆς ζωῆς αὐτοῦ τὴν λαμπρότητα, καὶ τῶν προτερημάτων τὴν ὁσιότητα, μακαρίζοντες βοήσωμεν· Ἰησοῦς Χριστός χθὲς καὶ σήμερον, ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας.Ἦχος γ'Δαβιτικὴν ἀναλαβόντες ῥῆσιν, τῷ Ἱερομύστῃ Νεκταρίῳ, προσφόρως βοήσωμεν λέγοντες· Μακάριος εἶ, καὶ καλῶς σοι ἔσται, παμμακάριστε Πάτερ· σὺ γὰρ σωφρόνως καὶ ἀμέμπτως πολιτευσάμενος, οὐρανόφρων ἐν βίῳ ὤφθης, καὶ Ἱεράρχης ὅσιος καὶ ἄκακος, καὶ ἱεροπρεπῶς τὰ πρὸς Θεὸν τελέσας, σοφῶς διηκόνησας, τῇ Ἐκκλησίᾳ τοῦ Χριστοῦ, καὶ ἐν θαύμασιν ἀξίως δοξασθείς, τοὺς ἐν ἀνάγκαις προφθάνεις, καὶ παρέχεις ἑνὶ ἑκάστῳ, τὰ πρὸς σωτηρίαν αἰτήματα.Ἦχος δ'Τῷ λόγῳ τῆς χάριτος διαπρέψας, τοῦ Εὐαγγελίου τῆς εἰρήνης, ἐργάτης δόκιμος ὤφθης, Πάτερ Νεκτάριε, καὶ στόμα θεῖον προφητικῶς, καὶ τῆς κοσμικῆς ἀποστὰς συγχύσεως, δι' ἡσυχίας Θεῷ ἡνώθης, ἐν τῇ νήσῳ Αἰγίνῃ γενόμενος· ἐν ᾗ ψυχῶν ἐγείρας φροντιστήριον, καὶ τύπος ἀρετῶν ταῖς μοναζούσαις γεγονώς, καὶ πατὴρ καὶ διδάσκαλος, τὸν ὁσίοις πρέποντα ὕπνον κεκοίμησαι, πρεσβεύων ἀπαύστως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.Ὁ αὐτὸςὩς ἱερὸς ὁ βίος σου, καὶ τῷ Θεῷ εὐάρεστος, θεοφόρε Νεκτάριε, ὡς ξένα σου τὰ θαύματα, ἃ καθ' ἑκάστην τελεῖς, τῇ δεδομένῃ σοι χάριτι! Τὶς οὖν μὴ θαυμάσει σε, τὸν ὄντως ἀξιάγαστον; ἢ τὶς μὴ δοξάσει σε, τὸν παρὰ Θεοῦ δοξασθέντα; πηγὴ γὰρ ἰαμάτων ὤφθησαν, τὰ θεῖά σου λείψανα· χαλεπὰς γὰρ ἀσθενείας ἰῶνται, καὶ πνεύματα διώκουσιν ἀκάθαρτα, καὶ πᾶς πιστῶς προστρέχων, ψυχῶν σωτηρίαν λαμβάνει καὶ σωμάτων θεραπείαν, Χριστὸν δοξάζων, τὸν θαυμαστῶς σε δοξάσαντα.Δόξα... Ἦχος πλ. α'Δεῦτε τῶν πιστῶν αἱ πατριαί, δεῦτε ἐν Αἰγίνῃ συνδράμωμεν, δεῦτε καὶ πίστει ὀψώμεθα ξενοπρεπῆ θαυμάσια, ἃ ἡ δεξιὰ τοῦ Ὑψίστου, ἀρτίως ἐργάσατο· τὸν γὰρ θεόφρονα Νεκτάριον, ὡς εὐαγγελικῶς ἐμπρέψαντα, ἀθανάτοις χάρισι δοξάζει, ὡς ἀψευδῶς ἐπηγγείλατο. Ὅθεν καὶ τὰ σεπτὰ αὐτοῦ ὀστέα, πλήρη εὐωδίας ἀνέδειξε καὶ πηγῆν ἰάσεων, τοῖς εὐλαβῶς προσιοῦσιν, ἐξ ὧν ὀσμῆς ζωῆς ἐμφορούμενοι, δαβιτικῶς βοήσωμεν. Μέγας εἶ Κύριε, καὶ τῆς μεγαλωσύνης σου οὐκ ἔσται πέρας, δι' ἧς φιλάνθρωπε, σῶσον τὰς ψυχὰς ἡμῶν.Καὶ νῦν ... ΘεοτοκίονΜακαρίζομέν σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε, οἱ πιστοὶ κατά χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄρρηκτον, τὴν ἀρραγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.
Εἰς τὸν Στίχον Στιχηρὰ ΠροσόμοιαἮχος πλ. α'Χαίροις ἀσκητικῶν ΤΟ ΑΚΟΥΤΕΧαίροις ὁ ἐν ἐσχάτοις καιροῖς, ἐξανατείλας ὡς ἀστὴρ οὐρανόφωτος, καὶ αἴγλῃ τῶν σῶν θαυμάτων, φωταγωγῶν νοητῶς, τοὺς ἐσκοτισμένους ἐν τοῖς πάθεσιν· ὁ νοῦς ὁ θεόληπτος, ὁ φωτὸς θείου ἔμπλεως, ὁ ἐν τῷ νόμῳ, μελετήσας ὡς γέγραπται, τοῦ Θεοῦ ἡμῶν, ἐν συνέσει Νεκτάριε· λύχνος ὁ παμφαέστατος, ὁ ἤδη τῷ βίῳ σου, τῆς εὐσεβείας τὸ φέγγος, αὐγάζων Πάτερ τοῖς πέρασι. Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.Στίχ. Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.Βίον πνευματικόν διελθών, ἐν οὐρανίῳ Ἱεράρχα φρονήματι, τοῦ Πνεύματος τοῦ Ἁγίου, δοχεῖον ὤφθης σεπτόν, ταπεινοφροσύνῃ σεμνυνόμενος, καὶ τρόποις χρηστότητος, καὶ ἀπλάστοις σου ἤθεσι, τὴν τῆς ψυχῆς σου, ὑποφαίνων λαμπρότητα, δι' ἧς γέγονεν, ἐν ἁγίοις ὁ κλῆρός σου. Ὅθεν τὴν τῶν λειψάνων σου σορὸν τὴν μυρίπνοον, περικυκλοῦντες βοῶμεν, ἐν κατανύξει Νεκτάριε· ἡμῖν σωτηρίαν, καὶ ψυχῶν τε καὶ σωμάτων, δίδου ἑκάστοτε.Στίχ. Οἱ ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.Χαίρει ἡ Ἐκκλησία Χριστοῦ, δεδοξασμένον σε ὁρῶσα Νεκτάριε, ἐν δόξῃ τῇ οὐρανίῳ, καὶ μεγαλύνει Χριστόν, τὸν θαυματουργὸν σε ἀναδείξαντα· ἡ νῆσος Αἰγίνης δέ, ἐξαιρέτως φαιδρύνεται, ὡς κεκτημένη τὴν σορὸν τῶν λειψάνων σου, ὡς ἀκένωτον, θησαυρὸν ἁγιάσματος. Πλέον δὲ τούτων γάννυται, Μονή σου ἡ ἔνθεος, πρὸς σὲ ἀεὶ ἀφορῶσα, καὶ ἐκβοῶσα σὺν δάκρυσι· Σὺ δόξα μου πέλεις, καὶ ἀντίληψις καὶ σκέπη, Πάτερ καὶ ἔφορος.
Δοξαστικὸν
Ἦχος πλ. δ'
Ἔχει μὲν ἡ οὐράνιος Ἱερουσαλήμ, τὴν ἡγιασμένην ψυχήν σου, σὺν τοῖς τῶν Ἁγίων πνεύμασιν, ἀοίδιμε Νεκτάριε. Ἔχει δὲ καὶ ἡ νῆσος Αἰγίνης, τὰ χαριτόβρυτά σου λείψανα, πλοῦτον θεόσδοτον, καὶ ἰατρεῖον ἄμισθον, παντοίων ἀρρωστημάτων, καὶ πάσης θλίψεως· ἐν αὐτοῖς γὰρ προστρέχοντες, πανταχόθεν οἱ πάσχοντες, τάς ἰάσεις κομίζονται, καὶ τα πρὸς σωτηρίαν αἰτήματα, καὶ εὐχαρίστῳ φωνῇ δοξάζουσι, τὸν σὲ δοξάσαντα Κύριον· ᾧ πρέσβευε δεόμεθα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Θεοτοκίον
Ἦχος πλ. δ'
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μῆτερ Θεοῦ τοῦ Ὑψίστου, σῶν ἱκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει, σωθῆναι πάντας ἡμᾶς.
Ἀπολυτίκιον
Ἦχος α'
Τῆς ἐρήμου πολίτης ΤΟ ΑΚΟΥΤΕ
Σηλυβρίας τὸν γόνον καὶ Αἰγίνης τὸν ἔφορον, τὸν ἐσχάτοις χρόνοις φανέντα, ἀρετῆς φίλον γνήσιον, Νεκτάριον τιμήσωμεν πιστοί, ὡς ἔνθεον θεράποντα Χριστοῦ· ἀναβλύζεις γὰρ ἰάσεις παντοδαπὰς, τοῖς εὐλαβῶς κραυγάζουσι· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.
Ἕτερον
Ἦχος δ'
Ταχὺ προκατάλαβε ΤΟ ΑΚΟΥΤΕ
Ὁσίως ἐβίωσας, ὡς Ἱεράρχης σοφός, δοξάσας τὸν Κύριον, δι' ἐναρέτου ζωῆς, Νεκτάριε Ὅσιε. Ὅθεν του Παρακλήτου, δοξασθεὶς τῇ δυνάμει, δαίμονας ἀπελαύνεις, καὶ νοσοῦντας ἰᾶσαι, τοὺς πιστῶς προσιόντας, τοῖς θείοις λειψάνοις σου.
Θεοτοκίον, Ἦχος δ'
Ταχὺ προκατάλαβε ΤΟ ΑΚΟΥΤΕ
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται. Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως, ὑπὲρ ἡμῶν καταδεξάμενος· δι' οὗ ἀναστήσας τὸν Πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα
Ἦχος α'
Τὸν ταφον σου Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ
Ὡς ἥλιος λαμπρός, ἐν ἐσχάτοις τοῖς χρόνοις, ἀνέτειλας ἡμῖν, τῇ ὁσίᾳ ζωῇ σου, Νεκτάριε Ὅσιε, καὶ πρὸς δόξαν καὶ αἴνεσιν, πάντας ἤγειρας, Χριστοῦ τοῦ πάντων Δεσπότου, τοῦ σὲ δείξαντος, δεδοξασμένον σε Πάτερ, θαυμάτων δυνάμεσι.Δόξα... ὍμοιονἸάσεις δαψιλεῖς, καθ' ἑκάστην ἡμέραν, πηγάζει θαυμαστῶς, θεϊκῇ χορηγίᾳ, ἡ πάντιμος κάρα σου, μυστικῶς κατευφραίνουσα, τῇ τοῦ Πνεύματος, μυρεψικῇ εὐωδίᾳ, τοὺς προστρέχοντας, μέτ' εὐλαβείας καὶ πόθου, τῇ σῇ Μονῇ Ἅγιε.Καὶ νῦν ... ΘεοτοκίονΑἱμάτων ἐξ ἀγνῶν, τὸν Δεσπότην τῶν ὅλων, τεκοῦσα καὶ ὃ ἦν, μὴ τραπέντα μηδόλως, παρθένος διέμεινας, μετὰ τόκον τὸν ἄφραστον· ὅθεν ἅπαντες, τὰ μεγαλεῖά σου Κόρη, μεγαλύνομεν, καὶ τῇ θερμῇ σου πρεσβείᾳ, σωθῆναι ἐλπίζομεν.
Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα
Ἦχος γ'
Τὴν ὡραιότητα ΤΟ ΑΚΟΥΤΕ
Τὴν καθαρότητα, τῆς πολιτείας σου, καὶ τὴν εὐθύτητα, Πάτερ τῶν τρόπων σου, ὡς προσφορὰν πνευματικήν, δεξάμενος ὁ Δεσπότης, ἰαμάτων κρήνην σε, ἐν Αἰγίνῃ ἀνέδειξε, τοῖς πιστῶς προστρέχουσι, τοῖς ἁγίοις λειψάνοις σου, τοῖς νέμουσιν ὀσμὴν οὐρανίαν, πᾶσι καὶ θείαν εὐωδίαν.Δόξα... Ἦχος δ'Κατεπλάγη Ἰωσὴφ ΤΟ ΑΚΟΥΤΕΚαταπλήττει ἀληθῶς, τὰς διανοίας τῶν πιστῶν, ἡ δοθεῖσα σοι σοφέ, θαυμάτων χάρις ἐκ Θεοῦ, ἡ ἐν τοῖς θείοις λειψάνοις σου ἐνεργουμένη. Ὅθεν τῇ Μονῇ, τῇ σῇ συρρέουσι, πλήθη εὐσεβῶν ἐκ πάσης τάξεως, καὶ οἱ νοσοῦντες ὑγείαν λαμβάνουσι, τῇ ἀντιλήψει σου Ἅγιε, ἐν εὐφροσύνῃ, Χριστὸν ὑμνοῦντες, τὸν ἁγιάσαντά σε Ὅσιε.Καὶ νῦν ... ΘεοτοκίονὉ τῶν ὅλων συνοχεύς, καὶ τῶν αἰώνων Ποιητής, συνεσχέθη ὑπὲρ νοῦν, ὅλος τῇ θείᾳ σου γαστρί, μὴ ἀποστὰς τῆς Πατρικῆς μονῆς Ἄχραντε, διπλοῦς δὲ ἐκ τῆς σῆς, μήτρας προέδραμεν, ἄνθρωπος ὁμοῦ, καὶ Θεὸς τέλειος, καὶ τοῦ Ἀδὰμ τὴν φύσιν ἐθέωσε, καὶ πάντα κόσμον διέσωσεν. Αὐτὸν δυσώπει, Θεογεννῆτορ, σωθῆναι τὰς ψυχάς ἡμῶν.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα
Ἦχος πλ. δ'
Τὴν Σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ
Ὀρθοδόξων δογμάτων ἑρμηνευτής, διδαχῶν θεοφθόγγων ὑφηγητής, δεικνύμενος Ὅσιε, Ἱεράρχης ὡς ἔνθεος, τῶν εὐσεβῶν ῥυθμίζεις, ἐνθέως τὸ φρόνημα, πρὸς θεϊκὴν ἀγάπην, καὶ τρίβον σωτήριον. Ὅθεν ἐν Αἰγίνῃ, θεοφρόνως ἐγείρεις, Μονὴν σεπτὴν Ὅσιε, εἰς ψυχῶν περιποίησιν, Θεοφόρε Νεκτάριε· ἐν ᾗ Μοναζουσῶν ἡ πληθύς, τὰ σεπτά σου προσκυνοῦσα λείψανα, εὐλαβῶς ἑορτάζει, τὴν ἁγίαν μνήμην σου.Δόξα... Καὶ νῦν ... ΘεοτοκίονΜανναδόχον σε στάμνον καὶ λογικήν, φωτοφόρον λυχνίαν καὶ θεαυγῆ, ὁ Θεῖος Νεκτάριος, ἐπιστάμενος Ἄχραντε, ταῖς σαῖς φωταγωγίαις, ψυχὴν καὶ διάνοιαν, ὡς ἀρετῆς ἐργάτης, ἀξίως πεφώτισται· ὅθεν σε παρθένον, ἐν ταὐτῷ καὶ Μητέρα, Χριστοῦ πανακήρατον, ὀρθοδόξως ἐκήρυξε, Θεοτόκε Πανύμνητε. Καὶ νῦν τῆς τοῦ Υἱοῦ σου Ἁγνή, ἀπολαύων ὑπὲρ νοῦν ἐλλάμψεως, σὺν Ἀγγέλοις δοξάζει, τὴν ἄρρητον δόξαν σου.
ΠροκείμενονΤὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.Στίχ. Οἱ ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.
Δόξα...Ταῖς τοῦ Ἱεράρχου, πρεσβείαις ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.Καὶ νῦν ...Ταῖς τῆς Θεοτόκου, πρεσβείαις ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.Στίχ. Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὰ ὀνόμημά μου.Ἰδιόμελον Ἦχος πλ. β'Σήμερον ὁ Θεοφόρος Νεκτάριος, τὸ νέον τῆς Ἐκκλησίας ἀγλάϊσμα, τὸν τῆς ἀρετῆς περάνας δρόμον, τὴν πρὸς οὐρανὸν πορείαν ἐποιήσατο, καὶ ἐν ταῖς τῶν Ἁγίων λαμπρότησι σκηνώσας, ἀνακεκαλυμμένως τρυφᾷ, τοῦ ξύλου τῆς ζωῆς, τῆς μεγαλοπρεποῦς δόξης, τὰς ἐλλάμψεις δεχόμενος· ἡμῖν δὲ ἐξαιτεῖται, κινδύνων ἀπαλλαγήν, καὶ εἰρήνην σταθηράν, καὶ μέγα ἔλεος.
Ὁ Κανὼν τῆς Θεοτόκου, οὗ ἡ Ἀκροστιχίς.Χαρᾶς νοητῆς ἀξίωσόν με Κόρη.Γερασίμου.ᾨδὴ α'
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
ᾨδὴν ἐπινίκιον, ᾄσωμεν πάντες, Θεῷ τῷ ποιήσαντι, θαυμαστὰ τέρατα, βραχίονι ὑψηλῷ, καὶ σώσαντι τὸν Ἰσραὴλ ὅτι δεδόξασται. (Δίς) Χαρίτων τὴν ἄβυσσον σαρκὶ τεκοῦσα, Χριστὸν τὸν Θεὸν ἡμῶν, χάριν μοι δώρησαι, τοῖς χείλεσί μου Ἁγνή, ὅπως ὑμνήσω εὐσεβῶς, τὰ μεγαλεῖα σου.Ἀνήροτος ἄρουρα, Παρθένε ὤφθης, ἀσπόρως βλαστήσασα, ζωῆς τὸν πρύτανιν, τὸν ἐκ τῆς πάλαι φθορᾶς, ζωοποιήσαντα ἡμᾶς, ὅτι δεδόξασται.Ῥημάτων αἰνίγματα, προφητοφθόγγων, ἐν σοὶ πέρας ἔλαβον, Παρθένε Ἄχραντε· σὺ γὰρ τεκοῦσα Χριστόν, τύπους τοῦ Νόμου καὶ σκιάς, σαφῶς ἐπλήρωσας.Ἀνθήσασαν ῥάβδον σε, ὁ Ἡσαΐας, Παρθένε προέγραψεν, ἐν θείῳ Πνεύματι· σὺ γὰρ Χριστὸν τὸν Θεόν, οἷά περ ἄνθος μυστικόν, ἀφράστως ἤνθησας.
Ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς.Νεκταρίῳ αἴνεσις τῷ θεηγόρῳ.Γερασίμου.ᾨδὴ α'
Ἦχος α'
ᾨδὴν ἐπινίκιον ΤΟ ΑΚΟΥΤΕ
Νοός μου τὴν ζόφωσιν, τῶν πρεσβειῶν σου, φωτὶ διασκέδασον, καὶ λόγον δίδου μοι, ὡς ἂν ὑμνήσω φαιδρῶς, Νεκτάριε θαυματουργέ, τὴν θείαν μνήμην σου.Ἐσχάτοις ἐν ἔτεσιν, ἐξανατείλας, ὡς ἥλιος ἄδυτος, φωτὶ τῶν ἔργων σου, Εὐαγγελίου τὸ φῶς, ἐκφαίνεις Πάτερ θαυμαστῶς, πᾶσι τοῖς πέρασι.Κατ᾽ ἴχνος Νεκτάριε, ἀκολουθήσας, ζωῆς καθαρότητι, τοῖς πάλαι Ὅσιε, Ἀρχιερεῦσι Χριστοῦ, ἴσος εὐκλείας τῆς αὐτῶν, ὤφθης καὶ μέτοχος.ΘεοτοκίονΤὴν φύσιν τὴν ἄστεκτον, ἐν τῇ γαστρί σου, ἀφλέκτως βαστάσασα, σαρκὶ γεγέννηκας, δίχα τροπῆς καὶ φυρμοῦ, Χριστὸν τὸν πάντων Ποιητήν, Παρθένε Ἄχραντε.
Ὁ Κανὼν δεύτερος τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς.Νέκταρ ζωῆς ἡμῖν Πάτερ δίδως.Γερασίμου.ᾨδὴ α'
Ἦχος δ'
Ἀνοίξω τὸ στόμα μου ΤΟ ΑΚΟΥΤΕ
Ναμάτων τοῦ Πνεύματος, ἐμφορηθεὶς βίῳ κρείττονι, τὸ νέκταρ τῆς χάριτος, ἤδη ἀνέβλυσας, καὶ κατηύφρανας, ἡμῶν τὰς διανοίας, Νεκτάριε Ὅσιε, τοῖς σοῖς χαρίσμασι.Ἑόρτιον αἴνεσιν, ἀγαλλομένη προσᾴδει σοι, καὶ νέαν πανήγυριν, κροτεῖ σοι Ἅγιε, ἡ Ὀρθόδοξος, Ἁγία Ἐκκλησία, τῇ σῇ ἁγιότητι, ἐχθροὺς αἰσχύνουσα.Κοσμήσας τὸν βίον σου, ἀπο νεότητος Ὅσιε, ἠθῶν τῇ σεμνότητι, τῆς ἀρετῆς ἐραστής, ὤφθης γνήσιος, καὶ τῆς σοφίας μύστης, ἐνθέῳ φρονήματι, Πάτερ Νεκτάριε.ΘεοτοκίονΤὴν πάντων Βασίλισσαν, καὶ ἀειπάρθενον Δέσποιναν, ὑμνῶν θείοις λόγοις σου, ἐκ ταύτης ἔλαβες, σθένος ἄμαχον, καὶ πειρασμῶν ἐφόδους, ἐν βίῳ ὑπέμεινας, ἀνδρείως Ἅγιε.Καταβασία ΤΟ ΑΚΟΥΤΕἈνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα.
Κανών α', ᾨδὴ γ', τῆς Θεοτόκου
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Στερεωθήτω ἡ καρδία μου, εἰς τὸ θέλημά σου Χριστε ὁ Θεός, ὁ ἐφ' ὑδάτων οὐρανῶν, στερέωσας τὸν δεύτερον, καὶ ἑδράσας ἐν τοῖς ὕδασι, τὴν γῆν Παντοδύναμε. (Δίς) Σκηνὴ τοῦ Λόγου ἡ ἀμόλυντος, τὸ τῆς θείας δόξης ἁγίασμα, ὁ οὐρανὸς ὁ λογικός, ἐξ οὗ κόσμῳ ἀνέτειλεν ὁ ζωῆς ἄδυτος ἥλιος, ἡ Θεοτόκος ὑμνείσθω μοι.Νόμους τῆς φύσεως διέλαθες, καὶ τὸν νομοδότην καὶ Κύριον, δίχα φθορᾶς τε καὶ φυρμοῦ, Θεοτόκε ἐκύησας, ζωῆς νέας ἐγκαινίζοντα, τους νόμους ἐν Πνεύματι.Ὄρος ἐδείχθης ἀλατόμητον, καὶ δασὺ καὶ πῖον ἐν Πνεύματι, ἐξ οὗ ἐπέφανεν ἡμῖν, ὁ ἁπτόμενος Δέσποινα, τῶν ὀρέων καὶ καπνίζονται, ὡς φησὶ Δαβὶδ ὁ Δίκαιος.Ἡ κιβωτὸς τοῦ ἁγιάσματος, τὸ θεοπρεπὲς ἱλαστήριον, τῆς εὐδοκίας τοῦ Θεοῦ, ὁ εὐώδης παράδεισος, ἀνυμνείσθω θείοις ᾄσμασιν, ἡ Παρθένος καὶ Δέσποινα.
Κανών β', ᾨδὴ γ', τοῦ Ἁγίου
Ἦχος α'
Στερεωθήτω ἡ καρδία μου ΤΟ ΑΚΟΥΤΕ
Ἀγάπῃ θείᾳ ἐκ νεότητος, Πάτερ, ἱερῶς στοιχειούμενος, ἀκολουθῆσαι τῷ Χριστῷ ᾑρετίσω Νεκτάριε, καὶ ἐκ πάσης ματαιότητος, ἐμφρόνως ἐμάκρυνας.Ῥήσεσι Πάτερ τῶν χειλέων σου, στάζεις γλυκασμὸν τὸν οὐράνιον, ἐν ταῖς καρδίαις τῶν πιστῶς, δεχομένων τὸν λόγον σου, καὶ παιδεύεις πρὸς τὰ κρείττονα, πιστῶν τὴν διάνοιαν.Ἱεραρχῶν νέον ἀγλάϊσμα, ὤφθης Ἱεράρχα Νεκτάριε, ἁγιωσύνην ἀληθῆ, ἐνδυσάμενος Ὅσιε, πολιτείας καθαρότητι· διὸ εὐφημοῦμέν σε.ΘεοτοκίονὩραϊσμένη ὑπὲρ ἔννοιαν, ταῖς τῆς παρθενίας λαμπρότησι, τίκτεις Θεὸν ὑπερφυῶς, μετὰ σώματος Ἄχραντε, καὶ τῆς Εὔας τὸ κατάκριμα, ἐν τῷ τόκῳ σου ἔλυσας.
Κανών γ', ᾨδὴ γ', τοῦ Ἁγίου
Ἦχος δ'
Τοὺς σοὺς ὑμνολόγους ΤΟ ΑΚΟΥΤΕ
Ἁγίων σοφῶς ἰχνηλατήσας, τοὺς τρόπους καὶ πράξεις τὰς ἁγνάς, τὸν νοῦν σου καθηγίασας, ἐν πάσῃ ὁσιότητι, Νεκτάριε μακάριε, καὶ τὴν καρδίαν ἐκάθῃρας.Ραντίσματι ὕδατος τοῦ θείου, τὴν βλάβην τῶν δένδρων καὶ φυτῶν, ἀπήλασας Νεκτάριε, καὶ πλοῦτος θείας χάριτος, τοῖς Αἰγινήταις πέφηνας, θαυμαστωθεὶς θείῳ Πνεύματι.Ζωὴν τὴν ἡσύχιον ποθήσας, Μονὴν ᾠκοδόμησας σεπτήν, ἐν τῇ Αἰγίνῃ Ὅσιε, καὶ τύπος θείων πράξεων, ἐν ταύτῃ ἐχρημάτισας, ταῖς μοναζούσαις Νεκτάριε.ΘεοτοκίονὩς Μήτηρ Θεοῦ τοῦ φιλανθρώπου, σπλαγχνίσθητι Κόρη ἐπ' ἐμοί, καὶ ἴασαι τὸν καύσωνα, τὸν τῆς ψυχῆς μου δέομαι, τῇ δρόσῳ τῆς σῆς χάριτος, ἵνα σωθεὶς μεγαλύνω σε.Καταβασία ΤΟ ΑΚΟΥΤΕΤοὺς σοὺς ὑμνολόγους, Θεοτόκε, ἡ ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας πνευματικόν, στερέωσον· καὶ ἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον.
Κάθισμα
Ἦχος πλ. α'
Τὸν συνάναρχον Λόγον ΤΟ ΑΚΟΥΤΕ
Ἀρετῆς διανύσας τὸν δρόμον Ὅσιε, θεοπρεπῶς μετετέθης πρὸς τὴν ἀγήρω ζωήν, καὶ ἁγίων κοινωνὸς ὤφθης Νεκτάριε, μεθ' ὧν πρέσβευε ἀεί, τῷ Παντάνακτι Χριστῷ, δοθῆναι πταισμάτων λύσιν, καὶ ψυχικὴν σωτηρίαν, τοῖς ἑορτάζουσι τὴν μνήμην σου.Δόξα... Καὶ νῦν ... ΘεοτοκίονΤὴν ὑπέρτιμον στάμνον καὶ θεοχώρητον, τὴν ἀειπαρθένον Κόρην καὶ Θεοτόκον Ἁγνήν, ἀνυμνήσωμεν πιστοὶ καὶ μεγαλύνωμεν, ὅτι ἐρρύσατο ἡμᾶς, ἐκ τῆς ἀρχαίας ἀρᾶς, τεκοῦσα ἀπειρογάμως, τὸν Ὑπερούσιον Λόγον, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Κανών α', ᾨδὴ δ', τῆς Θεοτόκου
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ἐν Πνεύματι προβλέπων Προφῆτα Ἀββακούμ, τὴν τοῦ Λόγου σάρκωσιν ἐκήρυττες βοῶν, ἐν τῷ ἐγγίζειν τὰ ἔτη ἐπιγνωσθήσῃ, ἐν τῷ παρεῖναι τὸν καιρὸν ἀναδειχθήσῃ. Δόξα τῇ δυνάμει σου Κύριε. (Δίς) Τὴν ἄχραντόν σου μήτραν ὡς θρόνον νοητόν, ὁ Χριστὸς ἀνέδειξεν ὁ Λόγος τοῦ Θεοῦ, ὁ ἐν τοῖς κόλποις τοῦ Πατρὸς ἀεὶ ὑπάρχων, καὶ ἐν γαστρί σου ὅλος ὅλῳ ἑνωθείς μοι· ὅθεν ἐπαξίως ὑμνοῦμέν σε.Ἡ πύλη ἣν προεῖδεν ὁ Ἰεζεκιήλ, λαμπομένην Ἄχραντε αὐγαῖς παρθενικαῖς, δι' ἧς διῆλθεν ὁ πάντα κτίσας Λόγος καὶ κεκλεισμένην σε λιπὼν μετὰ τὸν τόκον, σὺ εἶ Θεοτόκε Πανάχραντε.Σιὼν Θεοῦ ὡράθης καὶ κῆπος εὐθαλής, καὶ κλίνη πορφυρόστρωτος καὶ κλῖμαξ ὑψηλή· σὺ γὰρ ἐν νόμῳ τυπικῶς προκηρυχθεῖσα, τὴν τῶν συμβόλων διετράνωσας εἰκόνα, τὸν Δημιουργὸν σωματώσασα.Ἀφλέκτως συλλαβοῦσα τὸ φῶς τὸ Πατρικόν, τὸν ἐν πυρὶ λαλήσαντα καὶ γνόφῳ ἐν Σινᾷ, ἐν ταῖς ἀγκάλαις σου βαστάζεις ὥσπερ βρέφος, ἀκαταφλέκτως ὡς ἡ βάτος Θεοτόκε, τὸν Δημιουργὸν πάσης Κτίσεως.
Κανών β', ᾨδὴ δ', τοῦ Ἁγίου
Ἦχος α'
Ἐν Πνεύματι προβλέπων ΤΟ ΑΚΟΥΤΕ
Ἁγίως σου τὸν βίον ἀνύσας ἐπὶ γῆς, Ἁγίων πάντων σύσκηνος ὤφθης ἐν οὐρανοῖς, τῶν δὲ λειψάνων σου ἡ θήκη ἀναβλύζει, ἁγιασμὸν καὶ σωτηρίαν τοῖς τελοῦσι, νόσοις Ἱεράρχα καὶ θλίψεσι.Ἱερεύσας ὁσίως σοφὲ καὶ καθαρῶς, ὡς ἱερεὺς εὐπρόσδεκτος Χριστῷ τῷ παντουργῷ, καὶ ὡς θυσίαν καθαρὰν αὐτῷ προσῆξας, τὴν ἀκηλίδωτον ζωήν σου Ἱεράρχα· ὅθεν κατ' ἀξίαν δεδόξασαι.Νοσήματα ποικίλα καὶ πάθη χαλεπά, ἡ παναγία κάρα σου ἰᾶται θαυμαστῶς· ἡ γὰρ ἐν ταύτῃ ἐνοικοῦσα θεία χαρις, ποικιλοτρόπως ἐνεργεῖ τοῖς προσιοῦσι, κατ' ἀναλογίαν τῆς Πίστεως.ΘεοτοκίονἘτέχθη ἐκ γαστρός σου μορφῇ τῇ καθ' ἡμᾶς, ὁ ἄϋλος ὢν πρότερον μείνας ὃ ἦν Θεός, καὶ ἀναπλάσας τὸν Ἀδὰμ ἐκ τῆς κατάρας, τέκνα Θεοῦ ἀναδεικνύει τοὺς ἐν πίστει, σὲ ὡς Θεοτόκον δοξάζοντας.
Κανών γ', ᾨδὴ δ', τοῦ Ἁγίου
Ἦχος δ'
Ὁ καθήμενος ἐν δόξῃ ΤΟ ΑΚΟΥΤΕ
Ἡ σορὸς τῶν σῶν λειψάνων, τὴν ὀσμὴν τὴν τοῦ Πνεύματος, καὶ τὴν εὐωδίαν Πάτερ τῆς ζωῆς τὴν οὐράνιον, ἀρωματίζει Νεκτάριε μακάριε, κατευφραίνουσα, τοὺς πρὸς αὐτὴν καταφεύγοντας.Σώματός σου τὰς ὀρέξεις, κατεμάρανας Ὅσιε, προσευχῇ συντόνῳ, καὶ τῇ ἐγκρατείᾳ Νεκτάριε, τῆς δὲ ψυχῆς τὰς δυνάμεις ἀνεπτέρωσας, θείῳ ἔρωτι, πρὸς τὰς ἐλλάμψεις τοῦ Πνεύματος.Ἠκολούθησας ἀμέμπτως, τοῖς χρηστοῖς Πάτερ τρόποις σου, τῷ Διονυσίῳ, τῷ Αἰγίνης θείῳ ποιμάντορι, μεθ' οὗ τῆς ἄνω μετέχων δόξης Ἅγιε, ταύτην σῴζεσθαι, ἀεὶ τὴν νῆσον ἱκέτευε.ΘεοτοκίονΜετὰ σώματος τεκοῦσα, τὸν ἀσώματον Κύριον, Κεχαριτωμένη, ὤφθης ἀσωμάτων Δυνάμεων, ἁγιωτέρα Ἁγνὴ καὶ ὑπερέχουσα· ὅθεν ἅπαντες, ὑμνολογοῦμεν τὴν δόξαν σου.Καταβασία ΤΟ ΑΚΟΥΤΕΤὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης, Ἀββακούμ, κατανοῶν ἐκραύγαζε· Δόξα τῇ δυνάμει σου Κύριε.
Κανών α', ᾨδὴ ε', τῆς Θεοτόκου
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Τὴν σὴν εἰρήνην δὸς ἡμῖν, Υἱε τοῦ Θεοῦ· ἄλλον γὰρ ἐκτός σου, Θεὸν οὐ γινώσκομεν, τὸ ὄνομά σου ὀνομάζομεν, ὅτι Θεὸς ζώντων, καὶ τῶν νεκρῶν ὑπάρχεις. (Δίς) Ξενίζεις τῇ γεννήσει σου, Ἀγγέλων τοὺς χορούς, καὶ σῴζεις τῷ σῷ τόκῳ, βροτῶν τὰ συστήματα· σὺ γὰρ Χριστὸν ἀφθόρως ἔτεκες, τὸν τὰ διεστῶτα, συνάψαντα Παρθένε.Ἰάτρευσον Πανάμωμε, ψυχὴν τὴν ἐμήν, δεινῶς φαρμαχθεῖσαν, κακίστῃ ἁμαρτίᾳ, καὶ πρὸς τὸ φῶς με καθοδήγησον, ἐναρέτου βίου, τῇ χάριτί σου Κόρη.Ὡς ἄνθος σε πανεύοσμον, ὁ Λόγος εὑρών, ἀκανθῶν ἐν μέσῳ, ἐν σοὶ κατεσκήνωσε, καὶ ἐκ γαστρός σου σάρκα εἴληφεν, ὁ σὲ προορίσας, Ἁγνὴ πρὸ τῶν αἰώνων.Στολὴ ἐκ τῶν αἱμάτων σου, ὑφάνθη φρικτῶς, τῷ ἐκ τοῦ μὴ ὄντος, τὰ ὄντα συστήσαντι· ἐκ σοῦ γὰρ σάρκα Κόρη εἴληφεν, ὁ σὲ προορίσας, Ἁγνὴ πρό τῶν αἰώνων.
Κανών β', ᾨδὴ ε', τοῦ Ἁγίου
Ἦχος α'
Τὴν σὴν εἰρήνην δὸς ἡμῖν ΤΟ ΑΚΟΥΤΕ
Σοφίᾳ τῇ τοῦ Πνεύματος, καὶ λόγῳ ζωῆς, πιστῶν τὰς καρδίας, ῥυθμίζεις Νεκτάριε, πρὸς πολιτείαν Πάτερ, κρείττονα, ὡς τοῦ Εὐαγγελίου, σοφὸς Ἱεροκήρυξ.Ἱεραρχίας ἔνδυμα, σοφὲ στολισθείς, ἔργοις ἐναρέτοις αὐτὸ κατεποίκιλας, ὡς Ἱεράρχης ἐνθεώτατος, καί τῶν μυστηρίων, τῶν θείων οἰκονόμος.Συνέσει καὶ πραότητι, ἐμπρέπων σοφῶς, ὁσίας παρθένους, ἐνθέως συνήθροισας, καὶ τῷ Χριστῷ αὐτὰς ὡδήγησας, λόγοις τε καὶ ἔργοις, ἀμέμπτου πολιτείας.ΘεοτοκίονΤῇ σῇ ἐλλάμψει Ἄχραντε, ψυχὴν τὴν ἐμήν, τὴν ἐζοφωμένην, παθῶν ἀμαυρότησιν, ὡς συμπαθὴς Ἁγνὴ καταύγασον, καὶ τῷ θείῳ φόβῳ καθήλωσόν με ὅλον.
Κανών γ', ᾨδὴ ε', τοῦ Ἁγίου
Ἦχος δ'
Ἐξέστη τὰ σύμπαντα ΤΟ ΑΚΟΥΤΕ
Ἰάματα ἄφθονα, ἡ θήκη τῶν λειψάνων σου, τῇ τοῦ Παρακλήτου ἐπομβρίᾳ, ἀεὶ βλυστάνει Πάτερ Νεκτάριε, καὶ ἀποδιώκει πονηρά, πνεύματα ἑκάστοτε, τῶν αἰτούντων τὴν χάριν σου.Νοσοῦσι τὴν ἴασιν, καὶ πάσχουσι τὴν λύτρωσιν, τοῖς προσερχομένοις σοι παρέχων, παύεις τὰ χρόνια ἀσθενήματα, καὶ κατασβεννύεις χαλεπήν, πυρεσσόντων φλόγωσιν, δρόσῳ Πάτερ σῆς χάριτος.Πατέρων ἰσότιμος, τῶν πάλαι ἐχρημάτισας, τούτων μιμησάμενος τὸν τρόπον, τὸν θεῖον ζῆλον καὶ τάς λοιπὰς ἀρετάς, ταπεινοφροσύνῃ ἀληθεῖ, καὶ ἀπλάστοις ἤθεσι, διαπρέψας Νεκτάριε.ΘεοτοκίονἉγνείας κειμήλιον, Παρθένε Παναμώμητε, ἔμψυχον ἀλάβαστρον καὶ θεῖον, τοῦ κενωθέντος μύρου ἐν σοὶ τῆς ζωῆς, σκεῦος εὐωδίας ἀρετῶν, τὴν ψυχήν μου ἔργασαι, διὰ βίου σεμνότητος.Καταβασία ΤΟ ΑΚΟΥΤΕἘξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου· σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ, τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύοντα.
Κανών α', ᾨδὴ ς', τῆς Θεοτόκου
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Τὸν προφήτην Ἰωνᾶν, ἐκμιμούμενος βοῶ· τὴν ζωήν μου ἀγαθέ, ἐλευθέρωσον φθορᾶς, καὶ σῶσόν με, Σωτὴρ τοῦ κόσμου κράζοντα, δόξα σοι. ( Δίς) Ὁ ἐκλάμψας ἐκ Πατρός, πρὸ αἰώνων ὡς Υἱός, ἐπ' ἐσχάτων ἡμερῶν, ἐκ γαστρός σου προελθών, ἐθέωσε, Παρθενομῆτορ, βροτῶν τὸ φύραμα.Νύμφη πάναγιος Πατρός, Μήτηρ ἄφθορος Υἱοῦ, ἀνεδείχθης ἀληθῶς, ἡ καλὴ ἐν γυναιξί, τῷ Πνεύματι, προαγνισθεῖσα, Παρθένε Ἄχραντε.Μυστηρίων θεϊκῶν, θησαυρὸς ὑπερφυής, οὐρανίων δωρεῶν, κιβωτὸς χρυσοειδής, Πανάμωμε, σαφῶς ἐδείχθης, Χριστὸν κυήσασα.Ἐργαστήριον φρικτόν, καὶ παστὰς φωτοειδής, τῆς σαρκώσεως Ἁγνή, καθωράθης τοῦ Θεοῦ, μορφώσαντος, ἡμῶν τὴν σάρκα, ἐκ τῶν αἱμάτων σου.
Κανών β', ᾨδὴ ς', τοῦ Ἁγίου
Ἦχος α'
Τὸν προφήτην Ἰωνᾶν ΤΟ ΑΚΟΥΤΕ
Ὡς νεόφωτος ἀστήρ, ἐν ἐσχάτοις τοῖς καιροῖς, ἀναλάμψας μυστικῶς, τὰς καρδίας τῶν πιστῶν, Νεκτάριε, πρὸς θεῖον πόθον Πάτερ ἀνέφλεξας.Θεοφρόνως ἐπὶ γῆς, καὶ σοφῶς πολιτευθείς, ἐν ἡμέραις πονηραῖς, κατὰ Παῦλον τὸν σοφόν, Νεκτάριε, παρὰ Κυρίου, λαμπρῶς δεδόξασαι.Ἐν τῷ φόβῳ τοῦ Θεοῦ, τὴν ἁγίαν σου Μονήν, ὡς στηρίξας ἀσφαλῶς, ὅρμον ἄκλυστον αὐτήν, ἀνέδειξας, πρὸς σωτηρίαν, ψυχῶν Νεκτάριε.ΘεοτοκίονἩ τεκοῦσα ἐν σαρκί, τὸν τῶν ὅλων Ποιητήν, καὶ τὴν πάλαι τοῦ Ἀδάμ, ἀφανίσασα ἀράν, Πανάμωμε, τῆς τῶν παθῶν με, ῥῦσαι ζοφώσεως.
Κανών γ', ᾨδὴ ς', τοῦ Ἁγίου
Ἦχος δ'
Τὴν θείαν ταύτην ΤΟ ΑΚΟΥΤΕ
Τὸ θεῖον νέκταρ τῆς χάριτος, δεξάμενος Νεκτάριε Ὅσιε, ἐν τῇ καρδίᾳ σου, τὸν γλυκασμὸν τὸν οὐράνιον, Χριστοῦ τῇ Ἐκκλησίᾳ, ἄρτι ἐπήγασας.Ἐν Ἱεράρχαις θεόληπτος, καὶ ἐν τοῖς διδασκάλοις θεόσοφος, Πάτερ Νεκτάριε, ὡς ἀληθῶς ἐχρημάτισας, ἰδέαις ἐναρέτοις, καλλωπιζόμενος.Ῥόδον καθάπερ ἡδύπνευστον, τῇ θείᾳ εὐωδίᾳ τοῦ Πνεύματος, Πάτερ ἡ κάρα σου, ἡμᾶς εὐφραίνει Νεκτάριε, καὶ παύει τὸ δυσῶδες, παθῶν καὶ θλίψεων.ΘεοτοκίονΔύναμιν δίδου μοι Πάναγνε, κατὰ τοῦ παλαιοῦ πολεμήτορος, τοῦ καθ' ἑκάστην μοι, λόχους καί, δόλους τεκταίνοντος, ἵνα τῆς τούτου βλάβης, φανῶ ἀνώτερος.Καταβασία ΤΟ ΑΚΟΥΤΕΤὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.
Κοντάκιον
Ἦχος πλ. δ'
Τῇ Ὑπερμάχῳ ΤΟ ΑΚΟΥΤΕ
Ὀρθοδοξίας τὸν ἀστέρα τὸν νεόφωτον, καὶ Ἐκκλησίας τὸ νεόδμητον προτείχισμα Ἀνυμνήσωμεν καρδίας ἐν εὐφροσύνῃ. Δοξασθεὶς γὰρ ἐνεργείᾳ τῇ τοῦ Πνεύματος. Ἰαμάτων ἀναβλύζει χάριν ἄφθονον τοῖς κραυγάζουσι· Χαίροις Πάτερ Νεκτάριε.
Ὁ Οἶκος
Ἄνθρωπος οὐρανόφρων, ἀνεδείχθης ἐν κόσμῳ, Νεκτάριε Χριστοῦ Ἱεράρχα· ζωὴν γὰρ ὁσίαν διελθών, ἀκέραιος ὅσιος καὶ θεόληπτος, ἐν πᾶσιν ἐχρημάτισας· ἐντεῦθεν παρ' ἡμῶν ἀκούεις.Χαῖρε δι' οὗ οἱ πιστοὶ ὑψοῦνται,χαῖρε δι' οὗ ἐχθροὶ θαμβοῦνται.Χαῖρε τῶν Ὁσίων Πατέρων ἐφάμιλλος,χαῖρε Ὀρθοδόξων ὁ θεῖος διδάσκαλος.Χαῖρε οἶκος ἁγιώτατος ἐνεργείας θεϊκῆς,χαῖρε βίβλος θεοτύπωτος πολιτείας τῆς καινῆς.Χαῖρε ὅτι ἀρτίως ἡμιλλήθης Ἁγίοις,χαῖρε ὅτι ἐμφρόνως ἐχωρίσθης τῆς ὕλης.Χαῖρε λαμπρὸν τῆς Πίστεως τρόπαιον,χαῖρε σεπτὸν τῆς χάριτος ὄργανον.Χαῖρε δι' οὗ Ἐκκλησία χορεύει,χαῖρε δι' οὗ νῆσος Αἴγινα χαίρει.Χαίροις Πάτερ Νεκτάριε.
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ Θ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Νεκταρίου Μητροπολίτου Πενταπόλεως τῆς ἐν Αἰγύπτῳ, τοῦ θαυματουργοῦ καὶ κτίτορος τῆς ἐν Αἰγίνῃ Ἱεράς Μονῆς τῆς Ἁγίας Τριάδος τῶν Μοναζουσῶν, κοιμηθέντος ὁσίως κατὰ τὸ ἔτος 1920.ΣτίχοιΝέκταρ τῆς ζωῆς τῆς αἰωνίου πίνων,Νᾶμα Νεκτάριε ἰάσεων βλύζεις.Ἀμφ' ἐνάτῃ Νεκταρίοιο ἐκ ῥεθέων θυμὸς ἤρθη.Τῇ αὐτῇ ἡμέρᾳ. μνήμη τῶν Ἁγίων Μαρτύρων Ὀνησιφόρου καὶ Πορφυρίου.ΣτίχοιἽπποις πρὸς Θεὸν Ὀνησιφόρε τρέχωνἜχεις συνιππεύοντα καὶ τὸν οἰκέτην.Νύσσης οὐρανίης ἐπέβητ᾽ ἐνάτῃ ὦ Ἀθληταί.Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Ματρώνης.ΣτίχοιΖωῆς μελλούσης ἀξιοῦται ΜατρῶναὩς ἐν βίῳ ζήσασα ταύτης ἀξίως.Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Θεοκτίστης τῆς Λεσβίας.ΣτίχοιΛέσβου τὸ θρέμμα παρθένος ΘεοκτίστηΚτίστῃ Θεῷ πρόσεισι πάγκαλος νύμφη.Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ὁσίων Μητέρων ἡμῶν Εὐστολίας καὶ Σωπάτρας.ΣτίχοιὍλη καλὴ σὺ πρὸς Θεὸν χωρεῖς ΛόγονΣτολαῖς σταλεῖσα ψυχικαῖς Εὐστολία.Σωπάτρα Πατρός, Πνεύματός τε καὶ ΛόγουΘρόνῳ παρέστη δοῦσα γῆ τὸ σαρκίον.Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀντωνίου.ΣτίχοιἈντώνιον κτείνουσι τὸν θεῖον ξύλοιςΟἱ τὸ ξύλον τιμῶντες ὡς θεὸν πλάνοι.Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Χριστοφόρος καὶ Μαῦρα ξίφει τελειοῦνται. ΣτίχοιΠλάνην ἀμαυροῖ Μαῦρα κοπεῖσα ξίφει,Χριστοῦ δὲ τμηθεὶς φῶς ὁρᾷ Χριστοφόρος.Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων Ναρσῆ καὶ Ἀρτέμονος.ΣτίχοιΝαρσῆς σὺν Ἀρτέμονι ἐκκοπεὶς ξίφει,Σὺν Ἀρτέμονι λαμβάνει καὶ τὰ στέφη.Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Πατὴρ ἡμῶν Ἰωάννης, ὁ διὰ τὸ βραχὺ τῆς ἡλικίας (ἀναστήματος) ὀνομασθεὶς Κολοβός, ἐν εἰρήνῃ τελειοῦται.ΣτίχοιἸωάννην ἔκρυψε γῆς βραχὺς τόπος,'Ὃς κἂν βραχὺς τὸ σῶμα, τὴν πρᾶξιν μέγας.Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Πατὴρ ἡμῶν Ἑλλάδιος ἐν εἰρήνῃ τελειοῦται.ΣτίχοιΕἰ καὶ μετέστης Ἑλλάδιε τοῦ βίου,Πίναξ ἔμεινας ἀρετῶν τοῖς ἐν βίῳ.Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Πατὴρ ἡμῶν Συμεὼν ὁ Μεταφραστὴς ἐν εἰρήνῃ τελειοῦται.ΣτίχοιἘκκλησία σοι Συμεὼν ὄφλει χάρινὙπὲρ μεταφράσεως Ἁγίων βίων.Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ὅσιοι καὶ θεοφόροι Πατέρες ἡμῶν Εὐθύμιος καὶ Νεόφυτος οἱ κτίτορες τῆς ἐν Ἄθῳ ἱερᾶς σεβασμίας Μονῆς τοῦ Διοχειαρίου, ἐν εἰρήνῃ τελειοῦνται.ΣτίχοιΕὐθύμιον συνάμα τῷ ΝεοφύτῳΤιμῶ κτίσαντας τὴν Μονὴν Ἀρχαγγέλων.Ταῖς αὐτῶν πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
Κανών α', ᾨδὴ ζ', τῆς Θεοτόκου
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Τους ἐν καμίνῳ Παῖδάς σου Σωτήρ, οὐχ ἥψατο οὐδὲ παρηνώχλησε τὸ πῦρ, τότε οἱ τρεῖς ὡς ἐξ ἑνὸς στόματος, ὕμνουν καὶ εὐλόγουν λέγοντες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. (Δίς) Κεκοσμημένη θείοις κροσσωτοῖς, ὡς πάντων βασίλισσα ἀρετῶν ὑπερφυῶν, ἔστης ἐκ δεξιῶν τοῦ σοῦ Υἱοῦ καὶ Πλάστου, ὑπὲρ νοῦν ἐκλάμπουσα, παρθενικαῖς καλλοναῖς, Παρθένε Μῆτερ Θεοῦ.Ὁ τῶν ἁπάντων Κτίστης καὶ Θεός, θεῶσαι βουλόμενος διὰ σπλάγχνα οἰκτιρμῶν, τὸν πεπτωκότα ἄνθρωπον ἐκ σοῦ τὴν σάρκα, τοῦ Ἀδὰμ ἐνδύεται, καὶ σὲ Προστάτιν Ἁγνή, δείκνυσι κόσμου παντός.Ῥερυπωμένον βίον μετελθών, τὸ κάλλος ἠμαύρωσα τῆς ψυχῆς μου ὁλικῶς, ἀλλὰ σὺ δίδου μοι μετάνοιαν Παρθένε, καὶ πταισμάτων ἄφεσιν, ἵνα Χριστῷ τῷ Θεῷ, δουλεύσω εἰλικρινῶς.Ἡ ὑπερτέρα πάντων ἀληθῶς, ὡς Μήτηρ πανάφθορος τοῦ τῶν ὅλων Ποιητοῦ, πάσης φθορᾶς ὑπέρτερον τὸν νοῦν μου, δεῖξον καὶ φωτὶ με λάμπρυνον, τῆς ἀγλαΐας τῆς σῆς, Θεογεννῆτορ Ἁγνή.
Κανών β', ᾨδὴ ζ', τοῦ Ἁγίου
Ἦχος α'
Τους ἐν καμίνῳ Παῖδάς ΤΟ ΑΚΟΥΤΕ
Γνώμῃ εὐθείᾳ Πάτερ λειτουργῶν, Χριστῷ τῷ Παντάνακτι καὶ καρδίᾳ καθαρᾷ, τὸν φωτισμὸν τοῦ Παρακλήτου εἰσεδέξω, τῇ ψυχῇ σου Ὅσιε, εὐλογητὸς ἐκβοῶν, ὁ τῶν Πατέρων Θεός.Ὁλολαμπὴς ὡς ἥλιος ἡμῖν, ἐσχάτοις ἐν ἔτεσιν ἀνατείλας νοητῶς, φωταγωγεῖς τῶν εὐσεβῶν τὰς διανοίας, τῷ φωτὶ τῶν ἔργων σου, Νεκτάριε ἱερέ, Ἱεραρχῶν καλλονή.Ῥῶσιν ψυχῆς καὶ σώματος ἀεί, ὡς ἄλλο Νεκτάριε ἰατρεῖον θαυμαστόν, ἡ τῶν λειψάνων σου σορὸς Πάτερ παρέχει, τοῖς πιστῶς προστρέχουσιν, ἐν εὐλαβείᾳ πολλῇ, τῇ εὐαγεῖ σου Μονῇ.ΘεοτοκίονὩς τοῦ Σωτῆρος Μῆτερ καί,Θεοῦ, Παρθένε Πανάμωμε ὄμματί σου συμπαθεῖ, βλέψον τὴν κάκωσιν ψυχῆς μου τῆς ἀθλίας, καὶ βιαίας ῥῦσαι με, ἕξεως τῆς πονηρᾶς, τῶν ὀλεθρίων παθῶν.
Κανών γ', ᾨδὴ ζ', τοῦ Ἁγίου
Ἦχος δ'
Οὐκ ἐλάτρευσαν ΤΟ ΑΚΟΥΤΕ
Ἰαμάτων σε, πηγὴν Πάτερ ἀνέδειξε, Χριστὸς δοξάσας σε, ὁ ὑπὸ σοῦ δοξασθείς· ἐντεῦθεν οἱ πάσχοντες, ποικίλοις πάθεσι, καταφεύγουσι, τῇ θήκῃ τῶν λειψάνων σου, καὶ εὑρίσκουσιν ὑγείαν.Διδαγμάτων σου, τὰ ἱερὰ συντάγματα, ἀεὶ εὐφραίνουσι, τῶν εὐσεβῶν τὰς ψυχάς· Ἁγίῳ γὰρ Πνεύματι, Πάτερ κινούμενος, τὸν τῆς χάριτος, λόγον σοφῶς συνέγραψας, καὶ ζωῆς τὰς ὑποθήκας.Ὡς πραότατος, καὶ ταπεινὸς καὶ μέτριος, τοῦ ὑπὲρ ἔννοιαν, Πάτερ ἐπλήσθης φωτός· ἐντεῦθεν θεόληπτος, ἐφαίνου Ὅσιε, πρὸς τὰ κρείττονα, μυσταγωγῶν χαρίσματα, θεαρέστου πολιτείας.ΘεοτοκίονΣωματώσασα Θεὸν τὸν Ὑπερούσιον, ἐκ τῶν αἱμάτων σου, δίχα τροπῆς καὶ φυρμοῦ, σωτήριος γέφυρα, ἡμᾶς ἀνάγουσα, πρὸς οὐράνια, ὤφθης τοῖς πίστει κράζουσι, χαῖρε Κεχαριτωμένη.Καταβασία ΤΟ ΑΚΟΥΤΕΟὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν Κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν· ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Κανών α', ᾨδὴ η', τῆς Θεοτόκου
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ὃν φρίττουσιν Ἄγγελοι, καὶ πᾶσαι στρατιαί, ὡς Κτίστην καὶ Κύριον, ὑμνεῖτε ἱερεῖς, δοξάσατε Παῖδες, εὐλογεῖτε λαοί, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. (Δίς) Γεννᾶται ὁ ἄναρχος, ἐν χρόνῳ σαρκικῶς, ἐκ σοῦ Ἀειπαρθένε, καὶ μετὰ τοκετόν, παρθένον τηρεῖ σε, ὡς πρὸ τόκου Ἁγνήν· ὢ τῶν ὑπὲρ νοῦν σου ἀρρήτων μεγαλείων!Ἐν θρόνῳ ὡς σύνθρονος, Πατρὸς καὶ ἐν χερσί, ταῖς σαῖς ὥσπερ νήπιον, βροτοῖς ὁμοιωθείς, ὁ Λόγος ὁρᾶται, ὁ συνέχων τὸ πᾶν, καὶ ἀνακαινίζει, Παρθένε τοὺς φθαρέντας.Ῥευμάτων χρηστότητος, ἀκένωτος πηγή, χαρίτων τοῦ Πνεύματος λειμὼν πανευθαλής, ἐδείχθης Παρθένε, τετοκυῖα Χριστόν, τὸν ζωοποιοῦντα, τοὺς σὲ ὑπερυψοῦντας.Ἁγίων Ἁγίαν σε, ἀνέδειξε Χριστός, Ἁγίων ὁ Ἅγιος, Υἱός σου γεγονώς· διὸ τὴν ψυχήν μου, ἐναγῆ τῇ φθορᾷ, γεγονυῖαν Κόρη, ἁγίασον καὶ σῶσον.
Κανών β', ᾨδὴ η', τοῦ Ἁγίου
Ἦχος α'
Ὃν φρίττουσιν Ἄγγελοι ΤΟ ΑΚΟΥΤΕ
Γνωρίσαι ὁ Κύριος, θελήσας τοῖς ἐν γῇ, ἣν δέδωκε δόξαν σοι, σοφὲ ἐν οὐρανοῖς, πηγὴν ἰαμάτων, καὶ θαυμάτων πολλῶν, ἔδειξε παμμάκαρ, τὰ θεῖα λείψανά σου.Ἐκ γῆς ἀνεφάνησαν, ὡς κρίνα τοῦ ἀγροῦ, εὐθὺς ὡς ἠνοίγη σου, ὁ τάφος ὁ σεπτός, Νεκτάριε Πάτερ, τὰ σεπτά σου ὀστά, ἐκπέμποντα πᾶσιν, ὀσμὴν ἀθανασίας.Ῥυσθῆναι ἱκέτευε, Μονήν σου τὴν σεπτήν, ἐκ πάσης στενώσεως, καὶ βλάβης καὶ ὀργῆς, ἐν σοὶ καυχωμένην, Ἱεράρχα Χριστοῦ, καὶ τῇ πατρικῇ σου, στοργῇ ἀνακειμένην.ΘεοτοκίονἈσπόρως συνέλαβες, τὸν Πάντων Ποιητήν, ἀφθόρως δὲ τέξασα, αὐτὸν μετὰ σαρκός, φθορᾶς με Παρθένε, σαρκικῶν λογισμῶν, τῇ χάριτί σου ῥῦσαι, τὸν σὸν οἰκτρόν ἱκέτην.
Κανών γ', ᾨδὴ η', τοῦ Ἁγίου
Ἦχος δ'
Παῖδας εὐαγεῖς ΤΟ ΑΚΟΥΤΕ
Γνώσει καὶ σοφίᾳ διαλάμπων, δογμάτων τῆς ἀληθείας Πάτερ Ὅσιε, Ὀρθοδόξου πίστεως, ἀκριβὴς διδάσκαλος, καὶ φυτοκόμος ἄριστος ἠθῶν σεμνότητος, ἐδείχθης Ἱεράρχα παμμάκαρ, τῶν παθῶν τὰς ῥίζας, τῷ λόγῳ σου ἐκτέμνων.Ἔχει σε ἡ Αἴγινα ἡ νῆσος, προστάτην καὶ ἀρωγὸν καὶ ἀντιλήπτορα, μετὰ τὸν θεόληπτον, Πάτερ Διονύσιον, μεθ' οὗ ἀπαύστως φύλαττε ταύτην Νεκτάριε, ἐκ πάσης συμφορᾶς καὶ ἀνάγκης, πίστει προσκυνοῦσαν, τὰ θεῖα λείψανά σου.Ῥήσεσι τῶν θείων σου χειλέων, ὡς τέκνα πνευματικὰ σοι αἱ μονάστριαι, ἃς ἐν ταύτῃ Ὅσιε, τῇ Μονῇ συνήγαγες, ἐκ κοσμικῆς συγχύσεως καὶ ματαίοτητος, ἐμφρόνως πειθαρχοῦσαι πρὸς δόξαν, ἄγονται τὴν θείαν, τελοῦσαί σου μνήμην.ΘεοτοκίονἌχραντε Παρθένε Θεοτόκε, Ἀγγέλων καὶ Ἀρχαγγέλων ἀγαλλίαμα, καὶ βροτῶν διάσωσμα, καὶ μέγα προσφύγιον, τῆς τῶν παθῶν με λύτρωσαι δουλείας τῆς πονηρᾶς, καὶ δίδου μοι ἀνάνευσιν Κόρη, τῷ κεκακωμένῳ, ἐχθροῦ τῇ ἐπηρείᾳ.Καταβασία ΤΟ ΑΚΟΥΤΕΠαῖδας εὐαγεῖς ἐν τῇ καμίνω, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Κανών α', ᾨδὴ θ', τῆς Θεοτόκου
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Τὴν ζωοδόχον πηγὴν τὴν ἀέναον, τὴν φωτοφόρον λυχνίαν τὴν πάγχρυσον, τὸν ναὸν τὸν ἔμψυχον, τὴν σκηνὴν τὴν ἄχραντον, τοῦ οὐρανοῦ καὶ τῆς γῆς τὴν πλατυτέραν, τὴν Θεοτόκον ἐν ὕμνοις τιμήσωμεν.Σωτηριώδη πηγὴν πολυχεύμονα, σὲ Θεοτόκε Παρθένε γινώσκομεν, τῆς ζωῆς πηγάζουσαν, ὕδωρ τὸ ἀθάνατον, καὶ τὰς καρδίας ποτίζουσαν πλουσίως, τῶν ὀρθοδόξως ὑμνούντων σε Δέσποινα.Ἱεροτύπως Μωσῆς σε προέγραψε, στάμνον, λυχνίαν καὶ βάτον καὶ τράπεζαν, κιβωτὸν κατάχρυσον, καὶ σκηνὴν θεότευκτον, ὧν τὰς ἐκβάσεις ἡμεῖς νῦν καθορῶντες, σὲ ἀληθῆ Θεοτόκον δοξάζομεν.Μετὰ σαρκὸς τὸν ἀσώματον τέξασα, ὃν ὁ Πατὴρ πρὸ αἰώνων ἐγέννησε, Λόγον τὸν Ὑπέρθεον, Θεοτόκε Ἄχραντε, τῆς σωτηρίας ἡμῖν ὤφθης αἰτία, τοῖς μεγαλύνουσι Κόρη τὸν τόκον σου.Ὁλολαμπὲς ἀνεδείχθης παλάτιον, καὶ φωτοφόρος καθέδρα καὶ πάγχρυσος, τοῦ ἐν κόλποις Ἄχραντε, τοῦ Πατρὸς ὑπάρχοντος, Λόγου ἀφράστως ἐκ σοῦ σωματωθέντος, εἰς σωτηρίαν ἡμῶν καὶ ἀνάπλασιν.Ὑπερκειμένη ἁπάσης τῆς κτίσεως, τῆς ὁρατῆς καὶ ἀΰλου Πανάχραντε, ὤφθης σωματώσασα, τὸν πάντων, Δεσπόζοντα· ὅθεν τὸν νοῦν μου τῆς κάτω προσπαθείας, δεῖξον ὑπέρτερον Κόρη καὶ σῶσον με.
Κανών β', ᾨδὴ θ', τοῦ Ἁγίου
Ἦχος α'
Τὴν ζωοδόχον πηγὴν ΤΟ ΑΚΟΥΤΕ
Στέφανον δόξης ἐδέξω Νεκτάριε, παρὰ Χριστοῦ τοῦ λαμπρῶς σε δοξάσαντος, ὁσίως τὸν δρόμον σου, Πάτερ ὡς ἐτέλεσας, καὶ τῶν Ἁγίων ἰσότιμος ἐδείχθης, μεθ' ὧν δυσώπει ὑπὲρ τῶν τιμώντων σε.Ἱεραρχίας στολὴν ἐνδυσάμενος, ἱερωτέραν αὐτὴν Πάτερ ἔδειξας, ἱεροῖς σου σκάμμασι, καὶ ὁσίοις πόνοις σου, καὶ τῶν Πατέρων τῶν πάλαι ἀνεμάξω, τῇ καθαρᾷ σου ζωῇ τὴν λαμπρότητα.Μέτ' ἐγκωμίων τελοῦσα τὴν μνήμην σου, ἡ τοῦ Χριστοῦ Ἐκκλησία Νεκτάριε, χαίρει ἐν σοὶ Ἅγιε· ταύτην γὰρ ἐφαίδρυνας, ἐν ταῖς ἐσχάταις ἡμέραις Ἱεράρχα, ἡγιασμένος φανεὶς Θείῳ Πνεύματι.Ὀσμὴν ζωῆς οὐρανίαν μυρίπνοον, ἣν ἀποπνέει ἡ πάντιμος κάρα σου, νοητῶς μοι δώρησαι, τῇ ψυχῇ μου Ἅγιε, καὶ ὥσπερ μύρον εὐῶδες Πάτερ δέξαι, τοῦτον τὸν ὕμνον ὃν πόθῳ σοι ὕφανα.ΘεοτοκίονὙψηλοτέρα τῶν ἄνω Δυνάμεων, καὶ λαμπροτέρα ἡλίου ὑπάρχουσα, ἀσυγκρίτως Δέσποινα, τὸν τῆς δόξης Ἥλιον, τὸν φωτοδότην Χριστὸν σαρκὶ τεκοῦσα, καταφωτίζεις τοὺς σὲ μεγαλύνοντας.
Κανών γ', ᾨδὴ θ', τοῦ Ἁγίου
Ἦχος δ'
Ἅπας γηγενής ΤΟ ΑΚΟΥΤΕ
Στήλην ἀρετῶν, τῇ σῇ καθαρότητι Χριστὸς σε ἔδειξε, προμηθείᾳ κρείττονι, ἐν ταῖς ἐσχάταις ἡμέραις Ἅγιε, καὶ ἔμψυχον παράδειγμα πρὸς βίον ἔνθεον, τῶν πιστῶν μέν, τὰς ψυχὰς εὐφραίνοντα, καὶ ἀπίστων τὸ θράσος αἰσχύνοντα.Ἴνα τῆς ζωῆς, τῆς σῆς τὸ ὑπόλοιπον ἀνύσῃς Ὅσιε, ἡσύχως Νεκτάριε, ἐνδελεχείᾳ θείας ἑνώσεως, κόσμου παντὸς ἐμάκρυνας καὶ τῇ σεπτῇ σου Μονῇ ἐν Αἰγίνῃ, Πάτερ κατεσκήνωσας, πρὸς Χριστὸν ὁλικῶς ἀναγόμενος.Μέτοχος ζωῆς, τῆς ἄνω γενόμενος Πάτερ Νεκτάριε καὶ Ἀγγέλων σύσκηνος, ὡς θεαρέστως πολιτευσάμενος, ἀπαύστως καθικέτευε ὑπὲρ τῆς ποίμνης σου, καὶ ἁπάσης, τῆς Ἑλλάδος Ἅγιε, τῆς πλουτούσης σε νέον ἀγλάϊσμα.Ὅμιλοι πιστῶν, ἐκ πάσης συντρέχουσιν Ἑλλάδος πάντοτε, τῇ Μονῇ σου Ἅγιε, καὶ θείαν χάριν καὶ πᾶσαν αἴτησιν, ἐκ τῶν σεπτῶν λειψάνων σου πιστῶς λαμβάνουσιν· ἀλλ' ὦ Πάτερ κἀμοῦ τοῦ ἱκέτου σου, ὥσπερ οἶδας τὴν αἴτησιν πλήρωσον.ΘεοτοκίονὝψωσας ἡμῶν, τὴν φύσιν τὴν ἔκπτωτον πρὸς τὰ οὐράνια, τῷ ὑψίστῳ τόκῳ σου, Ὑπεραγία Κόρη Πανύμνητε· διὸ κἀμοῦ ἀνύψωσον ψυχῆς τὴν ἔφεσιν, πρὸς τὸ κάλλος, Δέσποινα τὸ ἄρρητον τῆς ἀλήκτου ζωῆς καὶ λαμπρότητος.Καταβασία ΤΟ ΑΚΟΥΤΕἍπας γηγενής, σκιρτάτω τῷ πνεύματι λαμπαδουχούμενος, πανηγυριζέτω δέ, αὔλων Νόων φύσις γεραίρουσα, τὰ ἱερὰ θαυμάσια τῆς Θεομήτορος, καὶ βοάτω· Χαίροις παμμακάριστε, Θεοτόκε Ἁγνὴ ἀειπάρθενε.
Ἐξαποστειλάριον
Ἦχος γ'
Ὁ οὐρανὸν τοῖς ἄστροις ΤΟ ΑΚΟΥΤΕ
Ἡ Ἐκκλησία ἀγάλλου, καὶ ᾆδε ᾄσματα καινά, τὸν σὸν υἱὸν εὐφημοῦσα καὶ ἱερὸν νυμφαγωγόν, Νεκτάριον τὸν ἀρτίως, ἡγιασμένον φανέντα.
Ἕτερον Ἐξαποστειλάριον
Ἦχος γ'
Ὁ οὐρανὸν τοῖς ἄστροις ΤΟ ΑΚΟΥΤΕ
Θεοπρεπῶς βιώσας, ἐμεγαλύνθης θαυμαστῶς, Νεκτάριε Ἱεράρχα, παρὰ τοῦ πάντων Ποιητοῦ· πηγὴ θαυμάτων γὰρ ὤφθη, ἡ τῶν λειψάνων σου θήκη.
Θεοτοκίον
Ἦχος γ'
Ὁ οὐρανὸν τοῖς ἄστροις ΤΟ ΑΚΟΥΤΕ
Θεοχαρίτωτε Κόρη, ἱκέτευε διὰ παντός, τὸν σὸν Υἱὸν καὶ Δεσπότην, καὶ πολυεύσπλαγχνον Θεόν, ῥύεσθαι πάσης ἀνάγκης, τοὺς εὐσεβεῖς Θεοτόκε.
Εἰς τοὺς Αἴνους. Ἱστῶμεν στίχους δ' καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια.
Στιχηρὰ Προσόμοια
Ἦχος α'
Τῶν οὐρανίων ταγμάτων ΤΟ ΑΚΟΥΤΕ
ᾈσματικῶς συνελθόντες πανηγυρίσωμεν, τὴν μνήμην τὴν ἁγίαν, Νεκταρίου τοῦ Θείου, τοῦ ἄρτι δοξασθέντος παρὰ Χριστοῦ, τῇ τοῦ βίου λαμπρότητι, τῶν ἰαμάτων ταῖς χάρισι θαυμαστῶς, εὐσεβῶν εἰς περιποίησιν.
Ἦχος α'
Ἡ τῶν λειψάνων σου θήκη Πάτερ Νεκτάριε, ὡς ἄλλη καθορᾶται, Σιλωὰμ κολυμβήθρα· νοσήματα γὰρ παύει τὰ χαλεπά, καὶ ὑγείαν καὶ λύτρωσιν, τοῖς πρὸς αὐτὴν προσιοῦσι νέμει ἀεί, ἐνεργείᾳ τῇ τοῦ Πνεύματος.
Ἦχος α'
Τὶς ἐπαξίως ὑμνήσει τὰς δυναστείας σου, ὦ Ζῳοδότα Σῶτερ; ὅτι δέδωκας ἤδη, στῦλον καὶ ἑδραίωμα ἀρραγές, τῇ σεπτῇ Ἐκκλησίᾳ σου, τὸν θεηγόρον Νεκτάριον ἀληθῶς, τὸν ὁσίως σοι λατρεύσαντα.
Ἦχος α'
Ὑπὲρ ὀσμὴν ἀγροῦ πλήρους κατὰ τὴν θείαν φωνήν, ἡ εὐωδία πέλει τῶν σεπτῶν σου λειψάνων, Νεκτάριε τρισμάκαρ τῶν εὐσεβῶν, τὰς αἰσθήσεις εὐφραίνουσα· ὅθεν ἡ Αἴγινα βλέπουσα τὴν ἐν σοί, θείαν χάριν μακαρίζει σε.
Δοξαστικὸν
Ἦχος πλ. α'
Ὅσιε Πάτερ, μελέτην θείου νόμου, τὸν βίον ποιούμενος, τῶν πάλαι Ἁγίων, τὴν ζωὴν ἐχαρακτήρισας· τὸ γὰρ φρόνημα τῆς σαρκός, ὑποτάξας τῷ πνεύματι, χρηστότητα ἐποίησας, καὶ ὁσιότητα ἠμφιάσω, ὡς Ἱεράρχης θεόσοφος, καὶ τῆς ἀρετῆς ἀληθὴς ἐργάτης· ὅθεν λαμπρῶς παρὰ Θεοῦ ἐδοξάσθης, καὶ ἰαμάτων κρήνη, ἡ τῶν λειψάνων σου σορὸς ἐδείχθη, τῇ τοῦ Παρακλήτου ἐπισκιάσει. Ἀλλ' ὦ Νεκτάριε μακάριε, ῥᾶνον ἐν ταῖς ψυχαῖς ἡμῶν, τὸ νέκταρ τῆς σῆς χάριτος, καὶ πρέσβευε τῷ Κυρίῳ, δοθῆναι ἡμῖν τὸ μέγα ἔλεος.
Θεοτοκίον
Ἦχος πλ. α'
Μακαρίζομέν σε, Θεοτόκε παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄρρηκτον, τὴν ἀρραγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.
Μεγάλη Δοξολογία
Τὰ Τυπικά, οἱ Μακαρισμοί, καὶ ἐκ τῶν Κανόνων του Ἁγίου ἡ γ' καὶ ς' ὠδή.
Προκείμενον Ἦχος βαρὺςΤίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ.Στίχ. Τὶ ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκεν ἡμῖν.
Ἀλληλούϊα Ἦχος α'Οἱ Ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.Στίχ. Ὅτι ἐξελέξατο Κύριος τὴν Σιών. ᾙρετίσατο αὐτὴν εἰς κατοικίαν ἑαυτῷ.
ΚοινωνικὸνΕἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλληλούϊα.
ΜεγαλυνάριαὬφθης Ἐκκλησίας νέος ἀστήρ, ἐν ἐσχάτοις χρόνοις, τῇ ὁσίᾳ σου βιοτῇ, ὅθεν καταυγάζεις, πιστῶν τὰς διανοίας, ταῖς νοηταῖς ἀκτῖσι Πάτερ Νεκτάριε.Χάριτι θαυμάτων παρὰ Χριστοῦ, λαμπρῶς ἐδοξάσθης, μετὰ τέλος σου τὸ σεπτόν· ὅθεν τῶν λειψάνων, ἡ θήκη σου πηγάζει, ἰάματα ποικίλα Πάτερ τοῖς πάσχουσι.Φύλαττε καὶ σκέπε τὴν σὴν Μονήν, Νεκτάριε Πάτερ, τὴν τιμῶσάν σε εὐλαβῶς, καὶ ἀεὶ εὐλόγει, τὴν νῆσον τῆς Αἰγίνης, καὶ πᾶσαν τὴν Ἑλλάδα τῇ ἀντιλήψει σου.
| TA ΜΗΝΑΙΑ | Νοέμβριος | Αγ.Νεκταρίου |
Nov 10
Τῌ Ι' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥΜνήμη τῶν Ἁγίων Ἀποστόλων Ὀλυμπᾶ, Ῥοδίωνος, Σωσιπάτρου, Τερτίου, Ἐράστου καὶ ΚουάρτουΜνήμη τοῦ Ἁγίου Μάρτυρος Ὀρέστου.
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.
Στιχηρὰ τῶν Ἁγίων Ἀποστόλων
Ἦχος α'
Πανεύφημοι Μάρτυρες ΤΟ ΑΚΟΥΤΕ
Κόσμου τὰ πληρώματα καθά, ἀετοὶ ὑπόπτεροι, περιφανῶς περιθέοντες, Ἱεροκήρυκες, τοὺς ἐζωγρημένους, ὑπὸ τοῦ ἀλάστορος, εἱλκύσατε πρὸς πίστιν ἀμώμητον· διὸ πρεσβεύσατε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Ἦχος α'
Τέρτιον Σωσίπατρον φωναῖς, ἱεραῖς τιμήσωμεν, καὶ Ὀλυμπᾶν καὶ Ῥοδίωνα, σὺν τούτοις Ἔραστον, τὸν ἱερομύστην, καὶ τὸν θεῖον Κούαρτον, δοξάζοντας Χριστὸν τόν Θεὸν ἡμῶν, καὶ ἱκετεύοντας, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Ἦχος α'
Ἔθνη προσηγάγετε Χριστῷ, τῷ Θεῷ Μακάριοι, λελυτρωμένα τῷ αἵματι, τοῦ εὐδοκήσαντος, ἐπὶ γῆς τεχθῆναι, καὶ σταυρὸν καὶ θάνατον, θελήσει ὑπομείναντος πάνσοφοι· ᾧ νῦν πρεσβεύσατε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Στιχηρὰ τοῦ Ἁγίου Μάρτυρος
Ἦχος α'
Πανεύφημοι Μάρτυρες ΤΟ ΑΚΟΥΤΕ
Ὀρέστα πανόλβιε βαφαῖς, τοῦ ἰδίου αἵματος, σαυτῷ πορφύραν ἐπέχρωσας, ἣν στολισάμενος, καὶ τῆς νίκης στέφος, ἐπαναδησάμενος, Χριστῷ τῷ ἀθανάτῳ παρίστασαι· ὃν καθικέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Ἦχος α'
Πυρὶ τῶν ἀγώνων σου Σοφέ, πλάνην κατενέπρησας, καὶ ταῖς σταγόσι τοῦ αἵματος, ἐχθρὸν ἐβύθισας, παρατάξεις πάσας, καὶ πιστῶν κατήρδευσας, καρδίας βλαστανούσας εὐσέβειαν· καὶ νῦν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Ἦχος α'
Ὄρθρος ἐξανέτειλας αὐγαῖς, καταστράπτων ἅπασαν, τὴν οἰκουμένην τῶν ἄθλων σου, Ὀρέστα ἔνδοξε, Ἀθλητῶν τὸ κλέος, καὶ τῆς ἀθεότητος, τὸ σκότος ἐκδιώκων τῇ χάριτι· διὸ ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Θεοτοκίον
Ἦχος α'
Πανεύφημοι Μάρτυρες ΤΟ ΑΚΟΥΤΕ
Χαῖρε ξένον ἄκουσμα Ἁγνή, χαῖρε ξύλον ἅγιον, τοῦ Παραδείσου θεόφυτον, χαῖρε ἐξάλειψις, πονηρῶν δαιμόνων, χαῖρε ξίφος δίστομον, ἐχθροῦ τὴν κεφαλὴν ἀποτέμνουσα, τῷ ξένῳ τόκῳ σου, Παναγία ὑπεράμωμε, ξενωθέντας, ἡμᾶς ἀνακάλεσαι.
Σταυροθεοτοκίον
Ἦχος α'
Πανεύφημοι Μάρτυρες ΤΟ ΑΚΟΥΤΕ
Τὸν ἴδιον ἄρνα ἡ ἀμνάς, καὶ ἄμωμος Δέσποινα, ἐν τῷ Σταυρῷ ὡς ἑώρακεν, εἶδος οὐκ ἔχοντα, οὐδὲ κάλλος, Οἴμοι! θρηνῳδοῦσα ἔλεγε, ποῦ σου τὸ κάλλος ἔδυ γλυκύτατε; ποῦ ἡ εὐπρέπεια; ποῦ ἡ χάρις ἡ ἀστράπτουσα, τῆς μορφῆς σου, Υἱέ μου παμφίλτατε;
Ἀπολυτίκιον
Ἦχος γ'
Απόστολοι Άγιοι, πρεσβεύσατε τώ ελεήμονι Θεώ ίνα πταισμάτων άφεσιν, παράσχη ταίς ψυχάς ημών.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Ὁ Κανὼν τῶν Ἁγίων Ἀποστόλων, οὗ ἡ Ἀκροστιχίς.Θεηγόρους Μαθητὰς ὑμνῶ συντόνως.Ἰωσήφ.ᾨδὴ α'
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σοῦ ἡ τροπαιοῦχος δεξιά, θεοπρεπῶς ἐν ἰσχὺϊ δεδόξασται· αὕτη γὰρ ἀθάνατε, ὡς πανσθενής, ὑπεναντίους ἔθραυσε, τοῖς Ἰσραηλίταις, ὁδὸν βυθοῦ καινουργήσασα».Θεῖοι πεφυκότες Μαθηταί, τοῦ σαρκωθέντος δι' οἶκτον Θεοῦ ἡμῶν, τοῦτον δυσωπήσατε, ἁμαρτιῶν δωρήσασθαι συγχώρησιν, τοῖς ἐπιτελοῦσιν, ὑμῶν τὴν μνήμην Μακάριοι.Ἔσοπτρα Θεοῦ φωτοειδῆ, χωρητικὰ τῶν αὐτοῦ διαδόσεων, ὤφθητε μακάριοι, πᾶσι πιστοῖς ἀγαθοδότως νέμοντες, τὰς σωτηριώδεις, αὐγὰς θεόπται Ἀπόστολοι.Ηὔγασαν τοῖς πᾶσι φωτισμόν, ἀπαυγασμάτων πηγὰς ἀρυσάμενοι, Ἔραστος καὶ Τέρτιος, καὶ Ὀλυμπᾶς, Ῥοδίων καὶ Σωσίπατρος, ἅμα τῷ Κουάρτῳ, οὓς εὐσεβῶς μακαρίσωμεν.ΘεοτοκίονΓένος τὸ ἀνθρώπινον τῇ σῇ, κυοφορίᾳ Παρθένε ἀνέπλασας· Λόγον γὰρ ἐκύησας, τὸν τοῦ Πατρὸς σάρκα θνητὴν φορέσαντα, καὶ ἀθανασίας, ὁδοὺς ἡμῖν ὑποδείξαντα.
Ὁ Κανὼν τοῦ Ἁγίου Μάρτυρος, οὗ ἡ Ἀκροστιχίς.Τοὺς σούς, Ὀρέστα Μάρτυς, ἄθλους αἰνέσω.ᾨδὴ α'
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Δεῦτε λαοί, ᾄσωμεν ᾄσμα Χριστῷ τῷ Θεῷ, τῷ διελόντι θάλασσαν, καὶ ὁδηγήσαντι, τὸν λαὸν ὃν ἀνῆκε, δουλείας Αἰγυπτίων, ὅτι δεδόξασται».Ταῖς θεϊκαῖς, καταστραπτόμενος πάντοτε, μαρμαρυγαῖς Πανεύφημε, τὴν φωτοφόρον σου ἑορτὴν τοὺς τιμῶντας, καταύγασον, καὶ σκότους δεινῶν ἀπάλλαξον.Ὁ τοῦ Χριστοῦ, θεῖός σε πόθος ἐξέκαυσε, καὶ δυνατὸν εἰργάσατο, τὴν εὐκατάπρηστον, καταφλέγοντα ὕλην, τῆς εἰδωλομανίας, Μάρτυς πανάριστε.Ὑπομονῇ, καὶ καρτερίᾳ διήλεγξας, τοὺς παρανόμους σέβειν σε, καταναγκάζοντας, Ἀθλοφόρε, Ὀρέστα, ἔργα χειρῶν ἀνθρώπων, ἄψυχα ξόανα.ΘεοτοκίονΣὲ τοῦ Θεοῦ, τὸ καθαρώτατον σκήνωμα, καθικετεύω Ἄχραντε, τὴν σπιλωθεῖσάν μου, ἡδοναῖς ἀκαθάρτοις, καθάρισον καρδίαν, τῇ μεσιτείᾳ σου.
Κανών α', ᾨδὴ γ', τῶν Ἁγίων Ἀποστόλων
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ μόνος εἰδὼς τῆς τῶν βροτῶν, οὐσίας τὴν ἀσθένειαν, καὶ συμπαθῶς αὐτὴν μορφωσάμενος, περίζωσόν με ἐξ ὕψους δύναμιν, τοῦ βοᾶν σοι· Ἅγιος, ὁ τῆς δόξης Κύριος, ὁ ἀνείκαστος ἐν ἀγαθότητι».Οἱ λόγον ὡς λύχνον νοητόν, προσφέροντες Ἀπόστολοι, θεοπειθῶς τὴν πᾶσαν κτίσιν διήλθετε, τὸ ταύτης σκότος ἀποδιώκοντες, καὶ υἱοὺς δεικνύοντες, τοῦ φωτός ἐν χάριτι, τοὺς νυκτὶ ἀγνωσίας δουλεύοντας.Ῥημάτων ὑμῶν προφητικῶς, εἰς πᾶσαν ἐξελήλυθε, τὴν οἰκουμένην φθόγγος σωτήριος, καὶ ἡ τῶν ἔργων λαμπρὰ ἐπίδειξις, πᾶσαν γῆν ἐπέδραμε, ψυχὰς μεταπλάττουσα, θεηγόροι Κυρίου Ἀπόστολοι.Οἰκῆσαν ψυχαῖς ὑμῶν σοφοί, τὸ Πνεῦμα τὸ Πανάγιον, θεοειδεῖς διόλου εἰργάσατο, ἐντεῦθεν κόσμον περιερχόμενοι, ναοὺς κατεστρέψατε, τῶν εἰδώλων χάριτι, καὶ Θεῷ ἐκκλησίας ἐδείμασθε.ΘεοτοκίονΥἱὸν τοῦ Πατρὸς μονογενῆ, ἀμήτορα τὸ πρότερον, ἐκ σοῦ τεχθέντα γνόντες ἀπάτορα, Θεοῦ Μητέρα ὁμολογοῦμέν σε, ἀπαθῶς κυήσασαν, καὶ Παρθένον μείνασαν, ὑπέρ λόγον Μαρία θεονυμφε.
Κανών β', ᾨδὴ γ', τοῦ Ἁγίου Μάρτυρος
Ἦχος β'
Ἐν πέτρᾳ με τῆς πίστεως ΤΟ ΑΚΟΥΤΕ
Σθενούμενος, δυνάμει τοῦ Παρακλήτου, παρέστης τῷ δικάζοντι παρανόμως, καὶ τοῦτον τῇ τῶν λόγων σου δυναστείᾳ, Παμμάκαρ ᾔσχυνας, καὶ ψάλλων ἔλεγες· Ὡς οὐκ ἔστιν Ἅγιος, πλήν σου Κύριε.Ὁ λόγος σου, τῷ βίῳ λελαμπρυσμένος, ὁ βίος σου τῷ λόγῳ πεπυρσευμένος, πολλοὺς πρὸς φῶς μετήγαγον εὐσεβείας, Μάρτυς πολύαθλε, μεθ' ὧν καὶ ἔψαλλες· Ὡς οὐκ ἔστιν Ἅγιος, πλήν σου Κύριε.Ὑψούμενον, τὸν ἄνομον ἀπονοίᾳ, κατέρραξας ἀνδρείᾳ καὶ καρτερίᾳ, ὑψώθης δὲ πρὸς Κύριον Ἀθλοφόρε, Ὀρέστα ἔνδοξε, καὶ ψάλλων ἔλεγες· Ὡς οὐκ ἔστιν Ἅγιος, πλήν σου Κύριε.ΘεοτοκίονΣυνέλαβες, ἐν μήτρᾳ σου Θεομῆτορ, τὸν Πλάστην σου καὶ Κύριον τῶν ἁπάντων, καὶ τοῦτον ἀπεκύησας ὑπὲρ λόγον, σάρκα γενόμενον· διὸ σοὶ κράζομεν· Ὡς οὐκ ἔστιν ἄχραντος, πλήν σου Δέσποινα.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ἐν πέτρᾳ με, τῆς πίστεως στερεώσας, ἐπλάτυνας τὸ στόμα μου ἐπ' ἐχθρούς μου· ηὐφράνθη γὰρ τὸ πνεῦμά μου ἐν τῷ ψάλλειν· Οὒκ ἔστιν Ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε».
Κάθισμα τῶν Ἀποστόλων
Ἦχος α'
Τὸν τάφον σου Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ
Ἐράστου Ὀλυμπᾶ, Σωσιπάτρου Τερτίου, Ῥοδίωνος ὁμοῦ, καὶ Κουάρτου τὴν μνήμην, συμφώνως τιμήσωμεν, πρὸς αὐτοὺς ἀνακράζοντες· θεῖοι Κήρυκες, καὶ ὑπηρέται τοῦ Λόγου, τὰς ψυχὰς ἡμῶν, αἰωνιζούσης βασάνου, εὐχαῖς ὑμῶν ρύσασθε.Δόξα... Τοῦ ΜάρτυροςἮχος δ' Ὁ ὑψωθεὶς ΤΟ ΑΚΟΥΤΕΤὴν τῶν μελῶν ἀποκοπὴν καρτερήσας, καὶ τοῦ πυρὸς τὴν χαλεπὴν τιμωρίαν, μαρτυρικῶς ἠγώνισαι πανόλβιε· στέφος ἀνεπλέξω δέ, ἀφθαρσίας παμμάκαρ, θρόνῳ παριστάμενος, τῆς Ἁγίας Τριάδος, ἣν ἐκδυσώπει ῥύσασθαι κακῶν, Μάρτυς Ὀρέστα, τοὺς πίστει ὑμνοῦντάς σε.Καὶ νῦν... ΘεοτοκίονΤῶν ἀκαθάρτων λογισμῶν μου τὰ πλήθη, καὶ τῶν ἀτόπων ἐννοιῶν τὰς νιφάδας, τὶς ἐξειπεῖν δυνήσεται Πανάμωμε; τὰς ἐπαναστάσεις δέ, τῶν ἀσάρκων ἐχθρῶν μου, τίς ἐκδιηγήσεται, καὶ τὴν τούτων κακίαν; Ἀλλὰ τῇ σῇ πρεσβείᾳ Ἀγαθή, τούτων μοι πάντων, τὴν λύτρωσιν δώρησαι.Ἢ ΣταυροθεοτοκίονΤὸν ἐξ ἀνάρχου τοῦ Πατρὸς γεννηθέντα, ἡ ἐπ' ἐσχάτων σε σαρκὶ τετοκυῖα, ἐπὶ Σταυροῦ κρεμάμενον ὁρῶσά σε Χριστέ, Οἴμοι! ποθεινότατε, Ἰησοῦ ἀνεβόα, πῶς ὁ δοξαζόμενος, ὡς Θεὸς ὑπ' Ἀγγέλων, ὑπὸ ἀνόμων νῦν βροτῶν Υἱέ, θέλων σταυροῦσαι; Ὑμνῶ σε Μακρόθυμε.
Κανών α', ᾨδὴ δ', τῶν Ἁγίων Ἀποστόλων
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὄρος σε τῇ χάριτι, τῇ θείᾳ κατάσκιον, προβλεπτικοῖς ὁ Ἀββακούμ, κατανοήσας ὀφθαλμοῖς, ἐκ σοῦ ἐξελεύσεσθαι, τοῦ Ἰσραὴλ προανεφώνει τὸν Ἅγιον, εἰς σωτηρίαν ἡμῶν καὶ ἀνάπλασιν».Στηρίγματα τοῖς πάλαι, ἀστηρίκτοις γενόμενοι, ἀνεμοχλεύσατε ὑμῶν θεοπαρόχοις διδαχαῖς, ἐχθροῦ ὀχυρώματα παντοδαπά, καὶ ἀφανείᾳ δεδώκατε, θεοειδεῖς τοῦ Σωτῆρος Ἀπόστολοι.Μεγάλως Χριστοῦ, τὰ μεγαλεῖα κηρύττοντες, τοὺς σμικρυνθέντας παντελῶς, μεγαλοκήρυκες βροτούς, μεγάλως φωτίσαντες, περιφανεῖς τῷ μεγαλείῳ τῆς χάριτος, ἀπετελέσατε θεῖοι Ἀπόστολοι.Αἰνείσθω ἐνθέοις, Ὀλυμπᾶς μελῳδήμασι, καὶ ὁ Ῥοδίων σὺν αὐτῷ, μεγαλυνέσθω εὐσεβῶς, τὸν δρόμον τελέσαντες μαρτυρικῶς, σὺν Πέτρῳ τῷ θεοκήρυκι, ἐπὶ τῆς Ῥώμης τὰς κάρας τεμνόμενοι.ΘεοτοκίονΘαυμάτων ἐπέκεινα, ἁπάντων πανάμωμε, τὸ ἐπὶ σοὶ καινουργηθέν, θαῦμα ἐδείχθη ἐμφανῶς· Θεὸν γὰρ ἐκύησας σωματικῶς, βροτοῖς δι' οἶκτον ἑνούμενον, ἐν ἀσυγχύτῳ ἑνώσει Θεόνυμφε.
Κανών β', ᾨδὴ δ', τοῦ Ἁγίου Μάρτυρος
Ἦχος β'
Ἐλήλυθας ἐκ Παρθένου ΤΟ ΑΚΟΥΤΕ
Οὐκ ἔσεισαν, τῆς ψυχῆς σου τὸν πύργον συρρεύσαντες, βασάνων οἱ χείμαρροι, Μάρτυς Ὀρέστα μακάριε· πέτρᾳ γὰρ ἐστήρικτο, τῆς τοῦ Κυρίου ἀγάπης ἀξιάγαστε.Ῥημάτων σου, ἀντιβλέψαι τῷ φέγγει ὁ τύραννος, νυκτὶ πορευόμενος, τῆς ἀγνωσίας οὐκ ἴσχυσεν· ὅθεν καταικίζων σε, υἱὸν φωτὸς καὶ ἡμέρας ἀπειργάσατο.Ἐνεύρου σε, Ἰησοῦς ὁ Χριστὸς θείᾳ χάριτι, βασάνοις θλιβόμενον, καὶ αἰκισμοῖς δαπανώμενον, καὶ κατατεινόμενον, ἀνηλεῶς Ἀθλοφόρε παναοίδιμε.ΘεοτοκίονΣὲ Ἄχραντε, Ἀββακοὺμ ὄρος γράφει κατάσκιον, ἐξ οὗ ἐπεδήμησε, μόνος ὁ Λόγος σαρκούμενος, ἄνθρωπος γενόμενος, ὑπερβολῇ εὐσπλαγχνίας ὁ φιλάνθρωπος.
Κανών α', ᾨδὴ ε', τῶν Ἁγίων Ἀποστόλων
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ φωτίσας τῇ ἐλλάμψει τῆς σῆς παρουσίας Χριστέ, καὶ φαιδρύνας τῷ Σταυρῷ σου τοῦ κόσμου τὰ πέρατα, τὰς καρδίας φώτισον φωτί, τῆς σῆς θεογνωσίας, τῶν ὀρθοδόξως ὑμνούντων σε».Ἡ σοφία τοῦ Πατρὸς ἡ τὸ πᾶν οὐσιώσασα, διδασκάλους εἰς τὸν κόσμον ὑμᾶς ἐξαπέστειλεν, ἐν σοφίᾳ Πνεύματος, καὶ ἀληθείας ἐπιδείξει, πάντας ἐνθέως φωτίζοντας.Τὸ τοῦ λόγου ἐπιβάλλοντες Πάνσοφοι ἄγκιστρον, ἀνιμᾶσθε ἐκ βυθοῦ ἀγνωσίας ἐν χάριτι, τοὺς ἰχθύων πέλοντας, ἀφωνοτέρους καὶ Κυρίῳ, πεπιστευκότας προσήξατε.Αἰνέσωμεν, Ὀλυμπᾶν καὶ τὸν μέγαν Ῥοδίωνα, καὶ Τέρτιον καὶ Σωσίπατρον ἅμα καὶ Ἔραστον, καὶ τὸν θεῖον Κούαρτον, τοὺς Χριστοκήρυκας καὶ πάντων, τῶν εὐσεβῶν ἀντιλήπτορας.ΘεοτοκίονΣυνέλαβες διὰ λόγου τὸν Λόγον Πανάμωμε, καὶ ἔτεκες ὑπὲρ λόγον γενόμενον ἄνθρωπον, Θεοτόκε Δέσποινα· διὸ σε λόγοις θεοπνεύστοις, διαπαντὸς μακαρίζομεν.
Κανών β', ᾨδὴ ε', τοῦ Ἁγίου Μάρτυρος
Ἦχος β'
Ὁ φωτισμός, τῶν ἐν σκότει ΤΟ ΑΚΟΥΤΕ
Τοῖς ῥαβδισμοῖς, συντριβόμενος Μάκαρ, ἅπαν τὸ σῶμα, ἔστης ὡς ἀδάμας εὐσθενεστάτην, τὴν καρτερίαν ἐνδεικνύμενος πίστει, καὶ κραυγάζων Ὀρέστα Ἔνδοξε· Ἕτερον ἐκτός σου, Θεὸν οὐκ ἐπίσταμαι.Ἀφανισμῷ, τοὺς Θεοὺς τῶν Ἑλλήνων σὺ παραπέμψας, ταῖς ἱερωτάταις σου πρὸς τὸν Κτίστην, εὐχαῖς Ὀρέστα, αἰκισμοὺς καθυπέστης, σφοδροτάτους καταικιζόμενος, καὶ τὴν τῆς σαρκός σου, δορὰν ἀφαιρουμενος.ΤριαδικὸνΜίαν ἀρχήν, τρισυπόστατον σέβων μίαν οὐσίαν, μίαν κυριότητα καταγγέλλων, τῆς ὑπερθέου καὶ ἀκτίστου Τριάδος, ψευδωνύμους Θεοὺς συνέτριψας, καὶ τοὺς τῶν εἰδώλων, ναοὺς κατηδάφισας.ΘεοτοκίονἈνατολῆς, τοῦ Ἡλίου τῆς δόξης Μήτηρ ἐδείχθης, Κόρη ἐπὶ δύσιν τῆς ἀνθρωπίνης, γεγεννημένου ἀπωσμένης οὐσίας, καί τους πάντας καταφωτίζοντος, πάντας ἐκ νυκτός τῶν δεινῶν ἀπαλλάττοντος.
Κανών α', ᾨδὴ ς', τῶν Ἁγίων Ἀποστόλων
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐκύκλωσεν ἡμᾶς ἐσχάτη ἄβυσσος, οὐκ ἔστιν ὁ ῥυόμενος· ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς· Σῶσον τὸν λαόν σου ὁ Θεὸς ἡμῶν· σὺ γὰρ ἰσχύς, τῶν ἀσθενούντων καὶ ἐπανόρθωσις».Ὑπέρτιμοι ὡς λίθοι κυλιόμενοι, ἐν γῇ κατεκυλίσατε, πρὸς εὐσέβειαν τοὺς γνώμῃ πονηρᾷ, λίθοις ἀναισθήτοις ἐπιθύοντας, θεοειδεῖς, τοῦ Λόγου μύσται μακαριώτατοι.Μονάδα ἐν τρισὶ προσώποις ἄτμητον, ἀσύγχυτον κηρύττοντες, τὴν πολύθεον ἐξήρατε ἐκ γῆς, πλάνην ἀπλανεῖς Χριστοῦ Ἀπόστολοι, καὶ τοὺς δεινῶς, πεπλανημένους καθωδηγήσατε.Νοήμασι τερπνοῖς ἀνοηταίνοντας, τοὺς ἄφρονας οἱ ἔμφρονες, ἐβεβαίωσαν Θεῷ παμβασιλεῖ, μόνῳ προσανέχειν κτίσιν ἅπασαν, ταῖς θεϊκαῖς, φωτοχυσίαις καταφαιδρύνοντι.ΘεοτοκίονὩς ἄλλον οὐρανὸν τοῦ πρώην Δέσποινα, δειχθεῖσαν ὑψηλότερον, σὲ δοξάζομεν τὸν Ἥλιον ἡμῖν, τῆς δικαιοσύνης ἀνατείλασαν, καὶ τὸ βαθύ, τῆς ἀγνωσίας σκότος διώξασαν.
Κανών β', ᾨδὴ ς', τοῦ Ἁγίου Μάρτυρος
Ἦχος β'
Ἐν ἀβύσσῳ πταισμάτων ΤΟ ΑΚΟΥΤΕ
Ῥαντισμῷ τῶν πανσέπτων αἱμάτων σου, λύθρον ἐναγὲς ἀπεπαύθη τοῖς δαίμοσι, φρενοβλαβῶς φερόμενον, Ἀθλοφόρε Χριστοῦ γενναιότατε.Τῶν ψυχῶν ἰατρὸν καὶ σωμάτων σε, Μάρτυς εὐμοιρήσαντες παθῶν λυτρούμεθα, καὶ πειρασμῶν καὶ θλίψεων, εὐπροσδέκτοις καὶ θείαις πρεσβείαις σου.Ὑφαντὸν ἐκ τῆς ἄνωθεν χάριτος, ἐν τῇ ἀπεκδύσει τοῦ σώματος ἔνδυμα, ἀπολαβὼν ἐγύμνωσας, δυσμενῶν παρατάξεις Πανόλβιε.ΘεοτοκίονΣυμπαθείας με θείας ἀξίωσον, τὸν ἀσυμπαθῆ καὶ κακίᾳ κρατούμενον, καὶ ἡδοναῖς προσκείμενον, Παναγία Παρθένε Θεόνυμφε. Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον· Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε».
Κοντάκιον τῶν Ἀποστόλων
Ἦχος α'
Χορὸς Ἀγγελικὸς ΤΟ ΑΚΟΥΤΕ
Τριάδος τῆς σεπτῆς, ἐκηρύξατε πίστιν, πολύθεον σοφοί, τῶν εἰδώλων ἀπάτην, ἐκ μέσου ποιήσαντες, ταῖς σεπταῖς διδαχαῖς ὑμῶν· ὅθεν εὕρατε, τὴν ἀμοιβὴν τῶν καμάτων, αἰωνίζουσαν, ἐν οὐρανοῖς τοὺς στεφάνους, λαβόντες Ἀπόστολοι.
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ Ι' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Ἀποστόλων ἐκ τῶν ἑβδομήκοντα, Ὀλυμπᾶ, Ῥοδίωνος, Σωσιπάτρου, Τερτίου, Ἐράστου καὶ Κουάρτου.ΣτίχοιἙξάδα μυστῶν τοῦ Λογου ὑμνῶ λόγοις,Λόγῳ βροτοὺς λύσαντας ἐξ ἀλογίας.Ἑξὰς Ἀποστολέων δεκάτῃ βίον ἐξεπέρησεν.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ὀρέστου.ΣτίχοιἈθλητικῶν, Ὀρέστα, σῶν ἱππασμάτων,Νικητικὰ βραβεῖα πολλὰ προσδόκα.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοστηρίκτου τοῦ ἐν Συμβόλοις· καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Νόνου Ἐπισκόπου, τοῦ κατηχήσαντος τὴν Ἁγίαν Πελαγίαν.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μαρτίνου Ἐπισκόπου.ΣτίχοιΒίου διαστάς, οὗ βραχύς τις ὁ δρόμος,Τὸν πρὸς πόλον Μαρτῖνος ἔδραμε δρόμον.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Μίλου Ἐπισκόπου, καὶ τῶν δύο μαθητῶν αὐτοῦ.ΣτίχοιἜκτειναν ἐχθροὶ σὺν δυσὶ μύσταις Μίλον,Σφαγὴ μὲν αὐτόν, τοὺς δὲ μύστας τοῖς λίθοις.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Καλλιοπίου, Νίρου, καὶ Ὠρίωνος.ΣτίχοιΞίφει τράχηλον, Καλλιόπιε, κλίνας,Κάλλος θεωρεῖς ἀκλινῶς Θεοῦ Λόγου.Ὑπῆρξεν ἡμῖν ἡ κεφαλή σου, Νίρε,Θείου κεφαλὴ Μάρτυρος διὰ ξίφους.Κἂν ζῶν ἐβλήθη Μάρτυς εἰς γῆν Ὠρίων,Ὑπὲρ τὸν Ὠρίωνα λάμπει τοῦ πόλου.Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
Κανών α', ᾨδὴ ζ', τῶν Ἁγίων Ἀποστόλων
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σὲ νοητήν, Θεοτόκε κάμινον, κατανοοῦμεν οἱ πιστοί, ὡς γὰρ Παῖδας ἔσωσε τρεῖς ὁ ὑπερυψούμενος, ὅλον μὲ τὸν ἄνθρωπον, ἐν τῇ γαστρί σου ἀνέπλασεν, ὁ αἰνετός τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος».Σὲ ἱερόν, οἰκονόμον Ἔραστε, τῆς Ἐκκλησίας τοῦ Χριστοῦ, τῆς ἐν τῇ Ἱερουσαλήμ, γράφων ἀνεκήρυττε, Παῦλος ὁ Ἀπόστολος, μεθ' οὗ τιμῶντές σε ψάλλομεν· Ὁ αἰνετός τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.Ὑπομονῇ, πειρασμῶν καὶ θλίψεων, καὶ διωγμῶν δοκιμασθείς, καὶ τοῖς στίγμασι τοῦ Χριστοῦ, ἐγκαλλωπιζόμενος, Ἔραστε πανόλβιε, μεγαλοφώνως ἐκραύγαζες· Ὁ αἰνετός τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.Νόμου καινοῦ, ἀνεδείχθης Κούαρτε, καταγγελεὺς τῆς παλαιᾶς, ἀνομίας προσαφιστῶν, τοὺς ἀλλοτριόφρονας, καὶ πρὸς ἀνακαίνισιν, ζωῆς μετάγων κραυγάζοντας· Ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.ΘεοτοκίονΤὸν τοῦ Πατρὸς Λόγον συναΐδιον, ἐμφανισθέντα τοῖς βροτοῖς, ἐσωμάτωσας καὶ σαρκί, Κόρη ἀπεκύησας, ἄνθρωπον γενόμενον, διὰ τὸ σῶσαι τὸν ἄνθρωπον, τὸν αἰνετόν τῶν Πατέρων, Θεὸν καὶ ὑπερένδοξον.
Κανών β', ᾨδὴ ζ', τοῦ Ἁγίου Μάρτυρος
Ἦχος β'
Εἰκόνος χρυσῆς ΤΟ ΑΚΟΥΤΕ
Αἱμάτων κρουνοῖς, ἀθεΐας τὴν πυρὰν ἐναποσβέσας, ὄμβροις θαυμάτων Ἀξιάγαστε, τοὺς ἐκτακέντας τοῖς πάθεσι, πάντοτε δροσίζεις βοῶντας, καὶ πιστῶς ἀναμέλποντας· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.Θαυμάτων βυθός, ἰαμάτων ποταμὸς κρήνη προχέουσα, πᾶσαν ὑγείαν πᾶσαν ἄφεσιν, τῶν λυπηρῶν ἀναδέδεικται, Μάρτυς ἀθλοφόρε Ὀρέστα, ἡ σωρὸς τῶν λειψάνων σου· ἣν προσκυνοῦντες εὐσεβῶς, σὲ μακαρίζομεν.Λυθεὶς τῶν παθῶν, τῶν τοῦ σώματος σοφὲ διὰ βασάνων, ζῴῳ δεσμεῖσαι ἀπαγόμενος, καὶ ὠμοτάτως συρόμενος· ὅθεν τῆς σαρκὸς ἀπελύθης, καὶ Θεῷ καθαρώτερον, καὶ τελεώτερον σαυτόν, Μάρτυς συνέδησας.ΘεοτοκίονὉ φύσει Θεός, φύσιν εἴληφεν ἐκ σοῦ Ἁγνὴ βροτείαν, καὶ σάρξ ὡράθη ὑπὲρ ἔννοιαν, διὰ πολλὴν ἀγαθότητα, σῶσαι βουληθεὶς τοὺς ἀνθρώπους· ὃν ὑμνοῦντες κραυγάζομεν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Κανών α', ᾨδὴ η', τῶν Ἁγίων Ἀποστόλων
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐν καμίνῳ παῖδες Ἰσραήλ, ὡς ἐν χωνευτηρίῳ, τῷ κάλλει τῆς εὐσεβείας, καθαρώτερον χρυσοῦ, ἀπέστιλβον λέγοντες· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».Οἱ ἀρραγεῖς πύργοι τῆς Χριστοῦ, δειχθέντες Ἐκκλησίας, κατέστρεψαν δυσσεβείας τείχη, ἅπαντας πιστούς, ὡς λίθους δομήσαντες, ἐπὶ πέτραν τοῦ θεμελίου Χριστοῦ τῆς Ἐκκλησίας· ὃν ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.Νομοθέται ὤφθητε ὑμεῖς, τοῦ Πνεύματος τὸν νόμον, ἐγγράφοντες ἐν καρδίαις, Παμμακάριστοι πιστῶν· δι' οὗ φωτιζόμενοι ἀνεβόων· Πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.Ὡραιώθης Μάκαρ Ὀλυμπᾶ, καθ' ἣν ἡμέραν Πέτρος, ὁ μέγας τέλος ἐδέξατο, σαφῶς τελειωθείς, ἅμα τῷ Ῥοδίωνι διὰ ξίφους, Νέρωνος προστάξει ἀνόμου βασιλέως, καὶ ταῖς οὐρανίαις, συνήφθητε χορείαις.ΘεοτοκίονΣτάμνος πάλαι φέρουσαν Ἁγνή, ἐτύπου σε τὸ μάννα· Χριστὸν γὰρ τὸν γλυκασμόν, ἡμῶν ἐβάστασας γαστρί, καὶ σαρκὶ ἐκύησας, ἐξαιροῦντας πάσης πικρίας, ἀτόπων ἐγκλημάτων, τοὺς ὑπερυψοῦντας, αὐτὸν εἰς τοὺς αἰῶνας.
Κανών β', ᾨδὴ η', τοῦ Ἁγίου Μάρτυρος
Ἦχος β'
Τὸν ἐν καμίνῳ τοῦ πυρὸς ΤΟ ΑΚΟΥΤΕ
Ὑπὲρ τὴν πρόσκαιρον ζωήν, τὴν αἰώνιον σοφὲ ἐπιποθήσας, τῆς θνῃσκούσης Ὀρέστα, καὶ φθειρομένης σαρκός, οὐδόλως ἐφείσω πανόλβιε· ὅθεν τὰς βασάνους, ὑπέμεινας γενναίως.Σὲ τὸ ἀρνίον τοῦ Χριστοῦ, ὥσπερ λύκος πονηρὸς κατασπαράττων, αἰκισμοῖς ὁ διώκτης, θῦμα δεκτὸν ἱερόν, καὶ θεῖον εἰργάσαντο σφάγιον, ἄξιον τῆς ἄνω, Δεσποτικῆς τραπέζης.Ἅρμα τοῦ Λόγου γεγονώς, ἐποχούμενον αὐτὸν ἔσχες Παμμάκαρ· ὅθεν δεθεὶς ἀλόγοις ἀπαγωγῇ πονηρᾷ, συρμῷ τε βιαίῳ ἐξέπνευσας, καὶ πρὸς τὴν ἀγήρω, νύσσαν ἔφθασας χαίρων.ΘεοτοκίονἹερωτάταις σε φωναῖς, προκατήγγειλαν Θεοῦ σεπτοὶ Προφῆται, ἐσομένην Μητέρα, ξενοπρεπεῖ τοκετῷ, τοῦ πάντων κτισμάτων δεσπόζοντος· ὅθεν σε ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας. Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Τὸν ἐν καμίνῳ τοῦ πυρός, τῶν Ἑβραίων τοῖς Παισὶ συγκαταβάντα, καὶ τὴν φλόγα εἰς δρόσον, μεταβαλόντα Θεόν, ὑμνεῖτε τὰ ἔργα ὡς Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας».
Κανών α', ᾨδὴ θ', τῶν Ἁγίων Ἀποστόλων
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τύπον τῆς ἁγνῆς λοχείας σου, πυρπολουμένη βάτος, ἔδειξεν ἄφλεκτος· καὶ νῦν καθ' ἡμῶν, τῶν πειρασμῶν ἀγριαίνουσαν, κατασβέσαι αἰτοῦμεν τὴν κάμινον, ἵνα σε Θεοτόκε, ἀκαταπαύστως μεγαλύνωμεν».Ἴσον δρόμον διανύσαντες, ἴσον πρὸς τοῦ Δεσπότου λόγον πλουτήσαντες, ἴσων δωρεῶν ἀξιωθέντες τοῦ Πνεύματος, καὶ βραβείων τῶν ἴσων ἐτύχετε, Ἀπόστολοι Κυρίου, φωταγωγοὶ τῶν καρδιῶν ἡμῶν.Ὥσπερ οὐρανοὶ κατάστεροι, θεοσημείαις πᾶσαν γῆν ἐφωτίσατε, σκότος τὸ βαθὺ τῆς ἀγνωσίας διώξαντες, καὶ ἡμέρας υἱοὺς ἀναδείξαντες, τοὺς πάλαι δουλωθέντας· Ταῖς μεθοδείαις τοῦ ἀλάστορος.Στῖφος δυσμενῶν ὠλέσατε, τῇ ἀπωλείᾳ πάλαι παραπεμψάμενοι, ἔθνη καὶ λαούς· δῆ μον Θεῷ δὲ προσήξατε, σεσωσμένον πληθὺϊ ἑνούμενον, Δυνάμεων ἀΰλων, πανευκλεεῖς σοφοὶ Ἀπόστολοι.Ἤρθη πρὸς τὰ ὑπερκόσμια, ὁ, Ὀλυμπᾶς ὁ μέγας καὶ ὁ Σωσίπατρος, Τέρτιος ὁμοῦ καὶ ὁ Ῥοδίων καὶ Κούαρτος, καὶ ὁ Ἔραστος ὁ ἱερώτατος· καὶ νῦν ὑπὲρ τοῦ κόσμου, τὸν Λυτρωτὴν καθικετεύουσιν.ΘεοτοκίονΦεῖσαι τοῦ λαοῦ σου Κύριε, ἐπιδρομῆς βαρβάρων ἡμᾶς λυτρούμενος, καὶ ἁμαρτιῶν καὶ πειρασμῶν καὶ κολάσεως, αἰωνίου εὐχαῖς τῆς τεκούσης σε, Παρθένου παναγίας, καὶ τῶν ἐνδόξων Ἀποστόλων σου.
Κανών β', ᾨδὴ θ', τοῦ Ἁγίου Μάρτυρος
Ἦχος β'
Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον ΤΟ ΑΚΟΥΤΕ
Νενικηκὼς τοὺς τυράννους, μετὰ πλείστας βασάνους, μετῆλθες πρὸς Θεὸν περιχαρῶς, νίκης βραβεῖα δεξάμενος, ὡς ὁπλίτης γενναῖος, ὡς μέγας ἀριστεύς, ὡς ἐκλεκτός τοῦ Χριστοῦ στρατιώτης, Ὀρέστα παμμακάριστε.Ἐν οὐρανοῖς συγχορεύεις, τοῖς Ἀγγέλοις παμμάκαρ, καὶ μέλπεις σὺν αὐτοῖς χαρμονικῶς· Ἅγιος, Ἅγιος, Ἅγιος, Πατὴρ ὁ παντοκράτωρ, Υἱὸς ὁ ὁμοούσιος Πατρί, καὶ τὸ Ἅγιον Πνεῦμα, Τριὰς ἡ παντοδύναμος.Συναγελάζων χορείαις, Ἀποστόλων Μαρτύρων, Ὁσίων Προφητῶν ἱεραρχῶν, Μάρτυς σὺν τούτοις δεήθητι, τοῖς τιμῶσί σε πόθῳ, δοθῆναι ἱλασμὸν ἁμαρτιῶν, καὶ παντοίων κινδύνων, Ὀρέστα ἀπολύτρωσιν.ΘεοτοκίονὩς τοῦ Κυρίου Μητέρα, Χερουβὶμ ὑπερτέραν, πανάχραντε Παρθένε δυσωπῶ· Τῆς ταλαιπώρου καρδίας μου, τὰ ἐπώδυνα πάθη, θεράπευσον καὶ ῥῦσαί με πυρός, ἐν ἡμέρᾳ τῆς δίκης, τὸν καταδίκης ἄξιον.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Τὸν ἐκ Θεοῦ Θεὸν Λογον, τὸν ἀρρήτῳ σοφίᾳ ἥκοντα καινουργῆσαι τὸν Ἀδάμ, βρώσει φθορᾷ πεπτωκότα δεινῶς, ἐξ ἁγίας Παρθένου, ἀφράστως σαρκωθέντα δι' ἡμᾶς, οἱ πιστοὶ ὁμοφρόνως, ἐν ὕμνοις μεγαλύνομεν».
Ἐξαποστειλάριον
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Ῥοδίων καὶ Σωσίπατρος, καὶ Ὀλυμπᾶς καὶ Τέρτιος, καὶ Ἔραστος σὺν Κουάρτῳ, νῦν παρ' ἡμῶν κατὰ χρέος, λαμπρῶς ἀνευφημείσθωσαν, ὡς τοῦ Χριστοῦ Ἀπόστολοι, καὶ Μαθηταὶ πρεσβεύοντες, ὑπὲρ ἡμῶν τῶν τελούντων, τὴν ἱερὰν αὐτῶν μνήμην.
Θεοτοκίον
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Μαρία καθαρώτατον, χρυσοῦν θυμιατήριον, τῆς ἀχωρήτου Τριάδος, δοχεῖον ὄντως ἐγένου, ἐν ᾧ Πατὴρ ηὐδόκησεν, ὁ δὲ Υἱὸς ἐσκήνωσε, καὶ Πνεῦμα τὸ Πανάγιον, ἐπισκιάσαν σοι Κόρη, ἀνέδειξε Θεοτόκον.
| TA ΜΗΝΑΙΑ | Νοέμβριος | 10 |
Nov 11
Τῌ ΙΑ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥΜνήμη τῶν Ἁγίων Μαρτύρων Μηνᾶ, Βίκτωρος καὶ Βικεντίου, καὶ τῆς Ἁγίας Μάρτυρος ΣτεφανίδοςΜνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ Θεοδώρου τοῦ Στουδίτου.
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῶν Μαρτύρων.
Στιχηρὰ τῶν Μαρτύρων
Ἦχος πλ. δ'
Ὢ τοῦ παραδόξου θαύματος ΤΟ ΑΚΟΥΤΕ
Πάθος Μηνᾶ ἐκμιμούμενος, τοῦ ἀπαθοῦς σεαυτόν, ὡς ἀρνίον παρέδωκας, πρὸς σφαγὴν ἑκούσιον, Ἀθλοφόρε πανεύφημε· θυμὸν ἀρχόντων οὐκ ἐδειλίασας· σαρκὸς αἰκίσεις οὐ κατενάρκησας· Ὢ τῶν ἀγώνων σου, καρτερᾶς ἐνστάσεως! δι' ὧν πρὸς γῆν, Μάρτυς καταβέβληκας, τὸν ὑπερήφανον.
Ἦχος πλ. δ'
Μάστιξι καταξαινόμενος, καὶ ἐπὶ ξύλου ὡς πρίν, ὁ Δεσπότης τεινόμενος, καὶ σιδήρῳ πάντοθεν, τὰς πλευρὰς δαπανώμενος, οὐκ ἐξηρνήσω Χριστοῦ τὸ ὄνομα, πρός τοῦτο ἔχων ψυχῆς τὰ ὄμματα, ᾧ συντονώτατα, ἀτενίζων Ἅγιε, τὰ τῆς σαρκός, ἔφερες ἐπίπονα, Μηνᾶ μακάριε.
Ἦχος πλ. δ'
Μάρτυς Μηνᾶ παναοίδιμε, σὺ τὴν τοῦ κόσμου ἀχλύν, καὶ στρατείαν ἐπίκηρον, καὶ εἰδώλων σκότωσιν, ἀσεβῶν τε συνέδρια, τῇ ἀγαπήσει Χριστοῦ κατέλιπες, στρατολογίᾳ συναριθμούμενος, τῶν ἐκλεκτῶν αὐτοῦ· ὅθεν καὶ ἀήττητος, παναληθῶς, Μάρτυς ἀνεδέδειξαι, ὑπὲρ αὐτοῦ ἐναθλῶν.
Στιχηρὰ τοῦ Ὁσίου
Ἦχος πλ. δ'
Ὢ τοῦ παραδόξου θαύματος ΤΟ ΑΚΟΥΤΕ
Πάτερ ἀληθῶς φερώνυμε, τὰς ὑπὲρ νοῦν δωρεάς, οὐρανόθεν δεξάμενος, εὐσεβῶς μετέδωκας, τοῖς ποθοῦσι Θεόδωρε, καὶ πλεονάσας μάκαρ τὸ τάλαντον, εὐλογημένης φωνῆς ἀκήκοας, ἔνδον καλούσης σε, τοῦ νυμφῶνος, ἔνθα νῦν , περιπολεῖς, θρόνῳ τοῦ Παντάνακτος, ἐμφανιζόμενος.
Ἦχος πλ. δ'
Πάτερ Πατέρων Θεόδωρε, σὺ Μοναζόντων πληθύν, τῷ Χριστῷ προσενήνοχας, σωτηρίας αἴτιος, γεγονὼς χριστομίμητος, διδασκαλίαις ἀγλαϊζόμενος, καὶ προστασίαις ψυχῶν κοσμούμενος, στόμα δεικνύμενος, τοῦ Κυρίου πάνσοφε, προφητικῶς, ᾧ νῦν παριστάμενος, ἡμῶν μνημόνευε.
Ἦχος πλ. δ'
Χάρις δαψιλὴς τοῦ Πνεύματος, ἱερομύστα σαφῶς, ἐξεχύθη σοῖς χείλεσι, καὶ πηγὴν ἀνέβλυσε, διδαγμάτων Θεόδωρε, τῆς εὐσεβείας δείξασα πρόμαχον, τῆς ἀληθείας σφοδρὸν συνήγορον, στῦλον ἑδραίωμα, ὀρθοδόξου πίστεως, μοναδικοῦ, βίου ἀκριβέστατον, κανόνα πάνσοφε.
Δοξαστικὸν
Ἦχος πλ. β'
Βυζαντίου
Πάλιν ἡμῖν ἡ ἐτήσιος μνήμη, τῶν τοῦ κόσμου φωστήρων ἀνέτειλε, Μηνᾶ τε καὶ Βίκτωρος καὶ Βικεντίου, τῶν πιστῶν τὰς καρδίας φωτίζουσα, τοῖς ὑπὲρ Χριστοῦ διὰ σταυροῦ αὐτῶν ἀγωνίσμασι, διὸ τὸν ἐν δόξῃ καὶ τιμῇ στεφανώσαντα αὐτούς, Χριστὸν τὸν Θεὸν ἡμῶν, ἐν ὕμνοις τιμήσωμεν.
Θεοτοκίον
Ἦχος πλ. β'
Τριήμερος ἀνέστης ΤΟ ΑΚΟΥΤΕ
Μεγάλων χαρισμάτων ἁγνή, Παρθένε μόνη Μήτηρ Θεοῦ, ἠξιώθης, ὅτι ἔτεκες σαρκί, τὸν ἕνα τῆς Τριάδος, Χριστὸν τὸν ζωοδότην, εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Σταυροθεοτοκίον
Ἦχος πλ. β'
Τριήμερος ἀνέστης ΤΟ ΑΚΟΥΤΕ
Λαὸν τὸν ἀνομώτατον, ἀδίκως καθηλοῦντά σε, ἐπὶ ξύλου, ἡ Παρθένος καὶ ἁγνή, καὶ Μήτηρ σου ὁρῶσα, ὡς Συμεὼν προέφη, τὰ σπλάγχνα Σῶτερ ἐτιτρώσκετο.
Εἰς τὸν Στίχον, Στιχηρὰ προσόμοια τῶν Μαρτύρων. Ἦχος δ' Ὡς γενναῖον ἐν Μάρτυσιν ΤΟ ΑΚΟΥΤΕΤοῖς τριβόλοις κεντούμενος, τοῖς βουνεύροις τυπτόμενος, τῷ πυρὶ τὸ σῶμά σου δαπανώμενος, οὐκ ἐξηρνήσω τὸ ὄνομα, Χριστοῦ τὸ σωτήριον, οὐχ ἡττήθης λογισμῷ οὐ ξοάνοις ἐπέθυσας, ἀλλὰ γέγονας, ἐθελόθυτον θῦμα καὶ θυσία, καθαρά τε καὶ τελεία, Μάρτυς Μηνᾶ τῷ Δεσπότῃ σου. Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ ὁ Θεὸς Ἰσραὴλ αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ εὐλογητὸς ὁ Θεός.Ὀφθαλμοὺς ἐκκεντούμενος, καὶ ἐν ξύλῳ κρεμάμενος, καὶ λαμπάσι πάντοθεν φλογιζόμενος, καὶ ἀπηνείᾳ δικάζοντος, τὰ νεῦρα τεμνόμενος, καὶ τῷ ξίφει κεφαλήν, ἀφαιρούμενος ἔχαιρες, Βίκτωρ ἔνδοξε, Ἀθλητὰ τοῦ Σωτῆρος ὁ νικήσας, τοῦ ἐχθροῦ τὰς παρατάξεις, τῇ συνεργείᾳ τοῦ Πνεύματος. Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωμεν πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς.Ἐστεφάνωσε Κύριος, τῶν χαρίτων στεφάνῳ σε, Στεφανὶς πολύαθλε· ἑκουσίως γάρ, σαυτὴν βασάνοις ἐκδέδωκας, ψυχῆς γενναιότητι, προσδεθεῖσα δὲ δυσίν, ἐμερίσθης τοῖς φοίνιξι, καὶ ἐπέτασας, πρὸς Θεὸν ὡς στρουθίον τὸ σαρκίον, ἐν χερσὶ καταλιποῦσα, τῶν θηρατῶν ἀξιάγαστε.
Δοξαστικὸν
Ἦχος πλ. β'
Ὅσιε Πάτερ, εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος τῶν κατορθωμάτων σου, δι' ὧν ἐν τοῖς οὐρανοῖς, εὗρες μισθὸν τῶν καμάτων σου, τῶν δαιμόνων ὤλεσας τὰς φάλαγγας, τῶν Ἀγγέλων ἔφθασας τὰ τάγματα, ὧν τὸν βίον ἀμέμπτως ἐζήλωσας· Παρρησίαν ἔχων πρὸς Χριστὸν τὸν Θεόν, εἰρήνην αἴτησαι ταῖς ψυχαῖς ἡμων.
Θεοτοκίον
Ἦχος πλ. β'
Τριήμερος ἀνέστης ΤΟ ΑΚΟΥΤΕ
Τὸ ὄμμα τῆς καρδίας μου, ἐκτείνω πρὸς σὲ Δέσποινα, μὴ παρίδῃς, τὸν πικρόν μου στεναγμόν. Ἐν ὥρᾳ ὅταν κρίνῃ, ὁ σὸς Υἱὸς τὸν κόσμον, γενοῦ μοι σκέπη καὶ βοήθεια.
Σταυροθεοτοκίον
Ἦχος πλ. β'
Τριήμερος ἀνέστης ΤΟ ΑΚΟΥΤΕ
Ὁρῶσά σε σταυρούμενον, Χριστὲ ἡ σὲ κυήσασα, ἀνεβόα. Τὶ τὸ ξένον ὃ ὁρῶ, μυστήριον Υἱέ μου; πῶς ἐπὶ ξύλου θνῄσκεις, σαρκὶ κρεμάμενος, ζωῆς χορηγὲ;
Ἀπολυτίκιον τοῦ Ἁγίου Μηνᾶ
Ἦχος δ'
Ταχὺ προκατάλαβε ΤΟ ΑΚΟΥΤΕ
Στρατείαν κατέλιπες τὴν κοσμικήν, ἀθλητά, οὐράνιον εἴληφας τὴν κληρουχίαν, σόφε, καὶ στέφος ἀμάραντον, δόξαν ἀποδιώξας βασιλέως γηΐνου, ἄθλους δὲ διανύσας μαρτυρίου γενναίου. Διό, μεγαλομάρτυς Μηνᾶ, πρέσβευε σωθῆναι ἡμᾶς.
Ἀπολυτίκιον Τῶν Μαρτύρων
Ἦχος δ' ΤΟ ΑΚΟΥΤΕ
Ταχὺ προκατάλαβε
Οἱ Μάρτυρές σου, Κύριε, ἐν τῇ ἀθλήσει αὐτῶν, στεφάνους ἐκομίσαντο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· σχόντες γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλον, ἔθραυσαν καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση. Αὐτῶν ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.
Ἀπολυτίκιον τοῦ Ὁσίου
Ἦχος πλ. δ' ΤΟ ΑΚΟΥΤΕ
Ὀρθοδοξίας ὁδηγέ, εὐσεβείας Διδάσκαλε καὶ σεμνότητος, τῆς Ἐκκλησίας ὁ φωστήρ, τῶν Μοναζόντων θεόπνευστον ἐγκαλλώπισμα,Θεόδωρε σοφέ, ταῖς διδαχαῖς σου πάντας ἐφώτισας, λύρα τοῦ Πνεύματος. Πρέσβευε Χριστῷ τῶ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Ὁ Κανὼν τῶν Μαρτύρων, οὗ ἡ Ἀκροστιχίς.Θεοφάνους.ᾨδὴ α'
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα». Τιμῶντι τὴν μνήμην σου, καὶ τοὺς γενναίους ἀγῶνάς σου, Μηνᾶ παναοίδιμε, αἴγλην ἐξ ὕψους μοι, φωτοδότιδα, πεμφθῆναι ἐκδυσώπει, τὸ νέφος διώκουσαν τῆς ἀγνωσίας μου. Ἰδεῖν ἐφιέμενος, ἀθανασίαν τὴν μέλλουσαν, θανεῖν τιμωρούμενος, Μάρτυς ἠγάπησας, τοῦ τὸν θάνατον, θανάτῳ καθελόντος, τὸ πάθος μιμούμενος, Μηνᾶ Μακάριε. Μὴ φέρων Ἀοίδιμε, Θεὸν ὁρᾶν ὑβριζόμενον, ἐμάκρυνας ὄρεσιν, ἐνδιαιτώμενος, καὶ πρὸς ἄθλησιν, σαυτὸν καὶ πρὸς ἀγῶνας, γυμνάζων οὓς ἤνυσας, γνώμης στερρότητι. Θεοτοκίον Ὡς ἔμψυχος τράπεζα, ἄρτον χωρεῖς τῆς ζωῆς ἡμῶν, ὡς βάτος βαστάσασα, οὐ κατεφλέχθης τὸ πῦρ, καὶ ὦς ἄμπελος, ἀπότιστος βλαστάνεις, τὸν βότρυν Πανάμωμε, τόν ἀγεώργητον.
Ὁ Κανὼν τοῦ Ὁσίου, ἔχων ἈκροστιχίδαΤὸν κλεινὸν Θεόδωρον ἐν ᾄσμασι τοῖσδε γεραίρω.Θεοφάνους.ᾨδὴ α'
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἁρματηλάτην Φαραὼ ἐβύθισε, τερατουργοῦσα ποτέ, Μωσαϊκὴ ῥάβδος, σταυροτύπως πλήξασα, καὶ διελοῦσα θάλασσαν, Ἰσραὴλ δὲ φυγάδα, πεζὸν ὁδίτην διέσωσεν, ᾄσμα τῷ Θεῷ ἀναμέλποντα». Ταῖς φωτοβόλοις ἀστραπαῖς τοῦ Πνεύματος, καταλαμπόμενος, ὁλολαμπὴς στῦλος, Πάτερ ἐχρημάτισας, καθοδηγῶν Θεσπέσιε, πρὸς τὴν γῆν θεοφρόνως, ἐπαγγελίας τούς σπεύδοντας, μύστα τῶν ἀρρήτων Θεόδωρε. Ὁλοσχερῶς ταῖς ἀνενδότοις νεύσεσι, πρὸς τὸν Θεὸν ἐκδημῶν, πρὸ τελευτῆς ὤφθης, ζωηφόρον νέκρωσιν, ἐνδεδυμένος Ὅσιε, καὶ ζωὴν τὴν ἀγήρω, νῦν ἐπαξίως ἀπείληφας, Πάτερ θεοφόρε Θεόδωρε. Νενικηκὼς τὰ τῶν παθῶν σκιρτήματα, τὰς τῶν τυράννων ὁρμάς, νεανικῶς Μάκαρ, πάσας ἐξεφαύλισας, πεπαρρησιασμένῃ ψυχῇ, τοῦ Χριστοῦ τὴν εἰκόνα, τιμᾶν διδάσκων Θεόδωρε, καὶ τὰ τῶν Ἁγίων μορφώματα. Κεκαθαρμένῃ διανοίᾳ πάνσοφε, ταῖς θεοπνεύστοις Γραφαῖς, προσομιλῶν πλοῦτον, ἀρετῶν συνήθροισας, καὶ εὐσεβείας δόγματα, θεωρίαν πλουτήσας, καὶ βίου μάκαρ λαμπρότητα, λάμψας ἀμφοτέρωθεν Ὅσιε. Θεοτοκίον Λόγον Θεοῦ σωματωθέντα τέτοκας, τὸν πρὶν ἀσώματον, θεανδρικῶς κόσμῳ, συναναστρεφόμενον, ὑπερφυῶς πανάμωμε, Θεοτόκε Παρθένε· διὸ σε πάντες γεραίρομεν, τήν μετὰ Θεὸν προστασίαν ἡμῶν.
Κανών α', ᾨδὴ γ', τῶν Μαρτύρων
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Οὐκ ἐν σοφίᾳ καὶ δυνάμει καὶ πλούτῳ καυχώμεθα, ἀλλ' ἐν σοὶ τῇ τοῦ Πατρός, ἐνυποστάτῳ σοφίᾳ Χριστέ· οὐ γὰρ ἐστιν ἅγιος, πλήν σου Φιλάνθρωπε». Σεσοβημένος, τοῖς πανσόφοις σου λόγοις ὁ τύραννος, σὲ μαστίζει ἀφειδῶς, ὠμοῖς βουνεύροις οἰόμενος, τούτοις κατακάμπτειν σε, Μηνᾶ μακάριε. Ἐνατενίζων, νοεροῖς ὀφθαλμοῖς πρὸς τὸν Κύριον, τῆς σαρκὸς τὰ δυσαχθῆ, βασάνων βάρη ὑπέφερες, γνώμης γενναιότητι, Μηνᾶ θαυμάσιε. Μὴ δειλιάσας, τῶν βασάνων τὸ λίαν ἐπίπονον, πνέων ζήλου θεϊκοῦ, πρὸς τοὺς ἀγῶνας ἐχώρησας, κράζων· Μὴ ζητούμενος, ἦλθον αὐτόκλητος. Θεοτοκίον ᾍδου πυλῶν με, ὁ ἐκ σοῦ σαρκωθεὶς ἀνηγάγετο, ξύλου βρώσει πονηρᾷ, θανατωθέντα Πανάμωμε, θάνατον ἑκούσιον, καταδεξάμενος.
Κανών β', ᾨδὴ γ', τοῦ Ὁσίου
Ἦχος πλ. δ'
Ὁ στερεώσας κατ' ἀρχὰς ΤΟ ΑΚΟΥΤΕ
Νενευρωμένος τοῦ Χριστοῦ, Παμμάκαρ τῇ παντευχίᾳ, τῶν πληγῶν τὰς ἀλγηδόνας ὑπέστης, μαστιζόμενος δεινῶς, καὶ σκότει καθειργνύμενος, ὡς κοινωνὸς δὲ πάθους, καὶ βασιλείας γεγένησαι. Θεοφορούμενος σαφῶς, καὶ ζήλῳ πεπυρσευμένος, τὰς βεβήλους διδαχὰς τῶν ἀφρόνων, διαλέλυκας ταῖς σαῖς, διδασκαλίαις Πάνσοφε, τὴν ἐκ Θεοῦ χάριν, Θεόδωρε κατεπλούτησας. Ἐν θεωρίαις πρακτικός, ἐν πράξεσι θεολόγος, ἐχρημάτισας Θεόδωρε Πάτερ, ἀσκητὴς διδακτικός, Ἱερομάρτυς ἔνδοξος, ὀρθοδοξίας στῦλος, τῆς Ἐκκλησίας ἑδραίωμα. Θεοτοκίον Ὁ συναΐδιος Πατρί, καὶ Πνεύματι Θεός, Λόγος, ἀναπλάσαι βουληθεὶς τὸν γενάρχην, καθ' ὑπόστασιν αὐτόν, ἐκ σοῦ Ἁγνὴ συνέλαβεν, ἁγιωτέραν πάντων, σὲ Θεομῆτορ εὑράμενος. Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ὁ στερεώσας κατ' ἀρχάς, τους οὐρανοὺς ἐν συνέσει, καὶ τὴν γῆν ἐπὶ ὑδάτων ἑδράσας, ἐν τῇ πέτρᾳ με Χριστέ, τῶν ἐντολῶν σου στήριξον, ὅτι οὐκ ἔστι πλήν σου, Ἅγιος μόνε φιλάνθρωπε».
Κάθισμα τοῦ Μάρτυρος
Ἦχος πλ. δ
Τὴν Σοφίαν ΤΟ ΑΚΟΥΤΕ
Ἡ τὸ πρὶν ἀγνωσίας σκότει δεινῷ, κρατουμένη θεόφρον, Μάρτυς Μηνᾶ, Αἴγυπτος ἀνέτειλε, σὲ φωστῆρα παγκόσμιον, ἀθεΐας νύκτα, συντόνως ἐλαύνοντα, ταῖς βολίσι Μάκαρ, τῶν θείων ἀγώνων σου· ὅθεν τὴν φωσφόρον, καὶ σεπτήν σου ἡμέραν, φαιδρῶς ἑορτάζοντες, ἐκτενῶς σοι κραυγάζομεν, Ἀθλητῶν ἐγκαλλώπισμα, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου. Δόξα... Τοῦ Ὁσίου Ἦχος γ' Θείας πίστεως ΤΟ ΑΚΟΥΤΕΘεῖα δόγματα καταπλουτήσας, πίστιν ἔσωσας Ὀρθοδοξίας, προκινδυνεύσας ὑπὲρ ταύτης Θεόδωρε, ἐν ἐξορίαις ἀθλήσας καὶ μάστιξιν, ἐν φυλακαῖς καρτερήσας τὴν κάκωσιν· Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος. Καὶ νῦν ... Θεοτοκίον Θεία γέγονας σκηνὴ τοῦ Λόγου, μόνη Πάναγνε Παρθενομῆτορ, τῇ καθαρότητι Ἀγγέλους ὑπερέχουσα, τὸν ὑπὲρ πάντας ἐμὲ γοῦν γενόμενον, ῥερυπωμένον σαρκὸς πλημμελήμασιν, ἀποκάθαρον πρεσβειῶν σου ἐνθέοις νάμασι, παρέχουσα Σεμνὴ τὸ μέγα ἔλεος.Ἢ Σταυροθεοτοκίον Ἡ ἀμίαντος ἀμνὰς τοῦ Λόγου, ἡ ἀκήρατος Παρθενομῆτορ, ἐν τῷ Σταυρῷ θεασαμένη κρεμάμενον, τὸν ἐξ αὐτῆς ἀνωδίνως βλαστήσαντα μητροπρεπῶς θρηνῳδοῦσα ἐκραύγαζεν· Οἴμοι τέκνον μου! πῶς πάσχεις θέλων ῥύσασθαι, παθῶν τῆς ἀτιμίας τὸν ἄνθρωπον.
Κανών α', ᾨδὴ δ', τῶν Μαρτύρων
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ καθήμενος ἐν δόξῃ, ἐπὶ θρόνου Θεότητος, ἐν νεφέλῃ κούφῃ, ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος, τῇ ἀκηράτῳ παλάμῃ, καὶ διέσωσε, τοὺς κραυγάζοντας· Δόξα Χριστὲ τῇ δυνάμει σου». Ῥαντισμῷ σου τῶν αἱμάτων, κατεσβέσθησαν ἄνθρακες, τῆς πολυθεΐας, φάλαγξ τῶν δαιμόνων βεβύθισται, ἡ τοῦ Χριστοῦ Ἐκκλησία, κατηρδεύθη δέ, Ἀθλοφόρε παμμάκαρ, Μηνᾶ ἀξιάγαστε. Τῇ ἐν ξύλῳ ἀναρτήσει, εἰκονίζεις τὸ πάθημα, τοῦ Σταυροῦ τὸν ὄφιν, Μάρτυς τὸν πικρὸν θανατώσαντος, τοὺς δὲ ξεσμοὺς ὑπομένεις, προξενοῦντάς σοι, ἀπολαύσεις, τὰς ἐν οὐρανοῖς γενναιότατε. Ὑπὲρ φύσιν ἀλγηδόνων, Ἀθλητὰ πεῖραν ἔλαβες· ὁ γὰρ θεῖος ἔρως, σοῦ κατακρατήσας τῆς φύσεως, λήθην Μηνᾶ ἐνεποίει, ἐρεθίζων σε, ἐπεκτείνεσθαι, πρὸς αἰκισμούς ἀγαλλόμενον. Θεοτοκίον Σαρκωθέντα ἀπορρήτως, τὸν Θεὸν ἀπεκύησας, ἐκ τῶν σῶν αἱμάτων, οἶκον ἑαυτῷ δομησάμενον, τὸν ἐν δυσὶ ταῖς οὐσίαις καὶ θελήσεσι, γνωριζόμενον, θεοπρεπῶς Ἀπειρόγαμε.
Κανών β', ᾨδὴ δ', τοῦ Ὁσίου
Ἦχος πλ. δ'
Σύ μου ἰσχὺς ΤΟ ΑΚΟΥΤΕ
Δῶρον Θεοῦ, δέδοσαι κόσμῳ φερώνυμε, ταῖς πλουσίαις, χάρισι λαμπόμενος, ὡς τὴν πηγήν, ἔχων ἀληθῶς, τῶν ἀπαυγασμάτων, τῶν τῇ δε μάκαρ Θεόδωρε· ἐντεῦθεν Διδασκάλων, Ἀσκητῶν καὶ Μαρτύρων, συγχορεύειν τοῖς δήμοις ἠξίωσαι. Ὢ τῆς στερρᾶς, καὶ καρτερᾶς σου ἐντάσεως! ᾗ τυράννων, θράσος κατεπάτησας, δι' ἦς σαφῶς, σὺ τὴν ὑπὲρ νοῦν, τῆς ἀγαθαρχίας ἐσχάτην μακαριότητα, κατέλαβες θεόφρον, ἀσωμάτοις συμψάλλων, τῇ δυνάμει σου δόξα Φιλάνθρωπε. Ῥῆμα Θεοῦ, σοὶ ἐνοικῆσαν φανότατα, τῶν δογμάτων, πάνσοφε Θεόδωρε, τοὺς ποταμοὺς βρύει δαψιλῶς, οἷς νῦν ἐντρυφῶντες, οἱ φοιτηταί σου θεόπνευστε, βοῶμεν εὐχαρίστως, ἐν φωναῖς ἀσιγήτοις, τῇ δυνάμει σου δόξα Φιλάνθρωπε. Θεοτοκίον Ὅλον ἐν σοί, ἀνακαινίζει τὸν ἄνθρωπον, ὅλως ὅλῳ, Πάναγνε ἑνούμενος, ὁ πατρικούς, κόλπους μὴ λιπών, καὶ τὴν σὴν γαστέρα, οἰκῆσαι καταδεξάμενος, ὁ πλούτῳ εὐσπλαγχνίας, ἑκουσίως πτωχεύσας, καὶ πλουτήσας τὸν κόσμον Θεότητι.
Κανών α', ᾨδὴ ε', τῶν Μαρτύρων
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἀσεβεῖς οὐκ ὄψονται, τὴν δόξαν σου Χριστέ, ἀλλ' ἡμεῖς σὲ Μονογενές, Πατρικῆς ἀπαύγασμα δόξης θεότητος, ἐκ νυκτὸς ὀρθρίζοντες, ἀνυμνοῦμέν σε Φιλάνθρωπε». Μαρτυρίου ἤστραψας, φαιδρῶς μαρμαρυγαῖς, ἀμαυρώσας τὴν ζοφεράν, ἀθεΐαν πάνσοφε, καὶ κατεφώτισας, τῶν πιστῶν πληρώματα, Ἀθλητὰ Μηνᾶ πανεύφημε. Ἡφανίσθη ἅπασα, ἐπίνοια ἐχθρῶν, τῇ στερρᾷ σου ὑπομονῇ, οὐ λιμὸς οὐ μάστιγες, οὐδὲ κατάφλεξις, οὐ τριβόλων κάκωσις, σοῦ τὸ πρόθυμον ἠμαύρωσε. Θεοτοκίον Νεουργεῖ φθαρέντα με, τικτόμενος ἐκ σοῦ, ὑπὲρ φύσιν ὁ λυτρωτής, παλαιᾶς κατάρας με, ἐκλυτρωσάμενος, Θεομῆτορ ἄχραντε, ὃν ἱκέτευε σωθῆναι ἡμᾶς.
Κανών β', ᾨδὴ ε', τοῦ Ὁσίου
Ἦχος πλ. δ'
Ἵνα τί με ἀπώσω ΤΟ ΑΚΟΥΤΕ
Νοῦν ψυχήν τε καὶ σῶμα, λόγῳ καθηράμενος, ναὸς πανέντιμος, τοῦ Θεοῦ τῶν ὅλων, ἐχρημάτισας Πάτερ Θεόδωρε, εὐωδίας θῦμα, ὅλον σαυτὸν Χριστῷ προσφέρων, ἱερεύς καὶ θυσία γενόμενος. Ἐλλαμπόμενος μάκαρ, αἴγλῃ τῇ τοῦ Πνεύματος, πᾶσιν ἀπήστραψας, θεολόγῳ γλώσσῃ, τῆς Τριάδος τὸ φέγγος τὸ ἄχραντον, τῆς σαρκώσεώς τε, τῆς ὑπὲρ νοῦν τοῦ Θεοῦ Λόγου, τὸ ἀπόρρητον Πάτερ μυστήριον. Νοερῶς τοῖς Ἀγγέλοις, νῦν συναυλιζόμενος, Χριστὸν δυσώπησον, τῶν παθῶν ῥυσθῆναι, καὶ κινδύνων τοὺς σὲ μακαρίζοντας, καὶ τὴν σὴν τιμῶντας, πανευκλεῆ καὶ θείαν μνήμην, παμμακάριστε μάκαρ Θεόδωρε. Θεοτοκίον Ἀνεκφράστῳ Παρθένε, τρόπῳ ἐνοικήσας σοι, ἄνθρωπος γίνεται, ὁ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς ἀναλάμψας τὸν δ' ἄνθρωπον, ἐκ φθορᾶς λυτροῦται, καὶ πρὸς ζωὴν καὶ ἀφθαρσίαν, ἐπανάγει ὡς μόνος φιλάνθρωπος.
Κανών α', ᾨδὴ ς', τῶν Μαρτύρων
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐβόησε, προτυπῶν τὴν ταφὴν τὴν τριήμερον, ὁ προφήτης, Ἰωνᾶς ἐν τῷ κήτει δεόμενος· Ἐκ φθορᾶς με ῥῦσαι, Ἰησοῦ Βασιλεῦ τῶν Δυνάμεων». Ἀνάλγητος, διαμένεις πυρὶ δαπανώμενος, καὶ τριχίνοις, τὰς πλευρὰς προστριβόμενος ῥάκεσιν· ἡ γὰρ θεία χάρις, συμπαροῦσα Μηνᾶ σε ἐνίσχυσε. Παρίστασο, πρὸ βημάτων τυράννων κρινόμενος, καὶ τὴν πλάνην, στηλιτεύων Μηνᾶ παναοίδιμε, σεαυτὸν δὲ στήλην, εὐσεβείας πιστοῖς παρεχόμενος. Ἱδρῶτί σου, τῶν ἀφώνων τὴν πλάνην ἐξήρανας, τῶν εἰδώλων, σεαυτὸν δὲ ναὸν ᾠκοδόμησας, τῆς σεπτῆς Τριάδος, Ἀθλοφόρε Μηνᾶ ἀξιάγαστε. Θεοτοκίον Ἰάτρευσον, τὰ ἀνίατα πάθη Πανάμωμε, τῆς ψυχῆς μου, τῇ μοτώσει τῆς σῆς ἀγαθότητος, ἀγαθὸν Σωτῆρα, τὸν Χριστὸν τοῖς ἐν κόσμῳ κυήσασα.
Κανών β', ᾨδὴ ς', τοῦ Ὁσίου
Ἦχος πλ. δ'
Ἱλάσθητί μοι ΤΟ ΑΚΟΥΤΕ
Σωφρόνως σου τὴν ζωήν, Θεόδωρε μάκαρ ἤνυσας, δικαιοσύνῃ σαφῶς, ἀνδρείᾳ φρονήσει τε, τερπνότατον ὄχημα, ἀρετῶν ἡρμόσω, σεαυτῷ θεόφρον, Ὅσιε. Μυρίζουσιν εὐπρεπῶς, δογμάτων οἱ θεῖοι λόγοι σου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, αἱρέσεων ἅπαντας, ἀνάγουσι Πάνσοφε, τῆς ὀρθοδοξίας, πρὸς μετάρσιον ἀκρότητα. Ἀνέτειλέ σοι τὸ φῶς, καὶ τούτου Πάτερ ἡ σύζυγος, νῦν εὐφροσύνη σαφῶς· ὡς φοίνιξ γὰρ ἤνθησας, Παμμάκαρ Θεόδωρε, καὶ καθάπερ κέδρος, ἐπληθύνθης ἀξιάγαστε. Θεοτοκίον Σωθείημεν διὰ σοῦ, θεογεννῆτορ Πανάμωμε, καὶ τύχοιμεν ἀληθῶς, τῆς θείας ἐλλάμψεως, Θεοτόκε Ἄχραντε, τοῦ ἐκ σοῦ ἀφράστως, σαρκωθέντος Υἱοῦ τοῦ Θεοῦ. Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ἱλάσθητί μοι Σωτήρ· πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι· πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου».
Κοντάκιον τοῦ Μάρτυρος
Ἦχος δ'
Ἐπεφάνης σήμερον ΤΟ ΑΚΟΥΤΕ
Τῆς στρατείας ἥρπασε, τῆς ἐπικήρου, καὶ ἀφθάρτου ἔδειξε, σὲ Ἀθλοφόρε κοινωνόν, Μηνᾶ Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ τῶν Μαρτύρων ἀκήρατος στέφανος.
Ὁ Οἶκος
Μεγάλης πρόξενος ἡμῖν, ὑπάρχει θυμηδίας, ἡ μνήμη τῶν Μαρτύρων, κατὰ παθῶν ἀνδρείαν, καὶ ἀριστείαν κατ' ἐχθρῶν ἐπιδεικνυμένη, ἐν φαιδρᾷ καὶ προσηνεῖ ὁμολογίας χάριτι· Δεῦτε οὖν ἐν ταύτῃ, φιλέορτοι πάντες εὐφρανθῶμεν, τῆς προσκαίρου εὐφροσύνης τὴν κρείτονα καὶ τελεωτέραν, Μηνᾶ τοῦ Ἀθλητοῦ τὴν μνήμην τελοῦντες, καὶ λαμβάνοντες παθῶν δῶρον τὴν λύσιν, τούτων δὲ δοτήρ, Χριστὸς ὁ Θεὸς ὑπάρχει, ὁ τῶν Μαρτύρων ἀκήρατος στέφανος.
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΙΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Μηνᾶ τοῦ ἐν τῷ Κοτυαείῳ. ΣτίχοιΑἴγυπτος ὄντως, εἰ τέκοι, τίκτει μέγα. Τμηθεὶς ἀληθὲς τοῦτο Μηνᾶς δεικνύει. Μηνᾶς ἑνδεκάτῃ ἔτλη ξίφος γηθόσυνος κῆρ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Βίκτωρος. ΣτίχοιΟὐ δειλιῶν ἦν οὐδὲ Βίκτωρ πρὸς ξίφος, Πᾶσαν μακρὰν που καρδίας θεὶς δειλίαν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Βικεντίου Διακόνου. ΣτίχοιΒληθεὶς ὁ Βικέντιος ἐν φρουρᾷ φέρει. Λυθεὶς δὲ φρουρᾶς σαρκικῆς ἄνω τρέχει. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Στεφανίδος. ΣτίχοιΔένδροις Στεφανὶς προσδεθεῖσα φοινίκων, Τῶν Μαρτύρων ἤνθησεν ὡς φοίνιξ μέσον. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Πατρὸς ἡμῶν Θεοδώρου, Ἡγουμένου τοῦ Στουδίου. ΣτίχοιΠολλὰς ἀμοιβάς, Θεόδωρε Τρισμάκαρ, Βίου μεταστάς, ὡς βιοὺς εὖ, προσδόκα. Τοῦ Ἁγίου καὶ μακαρίου Μαξίμου τοῦ διὰ Χριστὸν Σαλοῦ, τοῦ ἐν Μόσχᾳ θαυματουργοῦ Ῥώσσου. Ταῖς αὐτῶν Ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.
Κανών α', ᾨδὴ ζ', τῶν Μαρτύρων
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ διασώσας ἐν πυρί, τοὺς Ἀβραμιαίους σου Παῖδας, καὶ τοὺς Χαλδαίους ἀνελών, οἷς ἀδίκως δικαίους ἐνήδρευσαν, ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων, εὐλογητός εἶ». Συναπεβάλου ταῖς πληγαῖς, σὺ τοὺς δερματίνους χιτῶνας, τῆς ἁμαρτίας, καὶ στολὴν ἐνεδύσω μηκέτι παλαίωσιν δεχομένην Μακάριε, ἣν ἐξύφανεν ἡ χάρις ἐπιφανεῖσα. Τῇ πυρπολήσει τῶν πολλῶν, Μάρτυς καὶ σεπτῶν σου ἀγώνων, ἡ ἀκανθώδης πονηρά, ἀθεΐα τεφροῦται αἱμάτων τε, ταῖς ῥοαῖς ἀποσβέννυται, ἀγνωσίας ἐπηρμένη πυρὰ Παμμάκαρ. Ἔχων ἀφθόνους δωρεάς, καὶ θαυματουργίας πηγάζεις, τοῖς τὴν σεπτήν σου ἑορτήν, ἐκτελοῦσι Μηνᾶ ἀξιάγαστε, καὶ συμπράττεις τοῖς ψάλλουσιν· ὁ Θεὸς ὁ τῶν Πατέρων, εὐλογητὸς εἶ. Θεοτοκίον Εὐλογημένος ὁ καρπός, τῆς εὐλογημένης γαστρός σου, ὃν εὐλογοῦσιν οὐρανῶν, αἱ Δυνάμεις βροτῶν τε συστήματα, ὁ ἡμᾶς λυτρωσάμενος, τῆς κατάρας τῆς ἀρχαίας Εὐλογημένη.
Κανών β', ᾨδὴ ζ', τοῦ Ὁσίου
Ἦχος πλ. δ'
Θεοῦ συγκατάβασιν ΤΟ ΑΚΟΥΤΕ
Ἰδὼν ὁ προγνώστης σου, τῆς διανοίας τὴν καθαρότητα, λογικῶν σε προβάτων, καθηγεμόνα Πάτερ προβάλλεται, ᾧ νῦν παμμάκαρ, κραυγάζεις Θεόδωρε· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Τὸ θεῖον εἰκόνισμα, μορφῆς τρισμάκαρ τῆς ἀνθρωπίνης Χριστοῦ, προσκυνῶν διετέλεις, τοῖς θεομάχοις ἀντιταττόμενος, μέχρι θανάτου, καὶ ψάλλων Θεόδωρε· Εὐλογητός ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Ὁ λόγος σου ἅλατι, διηρτυμένος ὤφθη Θεόδωρε, καὶ ὁ βίος σου Πάτερ, λελαμπρυσμένος αἴγλῃ τοῦ Πνεύματος, ᾧ νῦν ἀστράπτων, βοᾷς ἀγαλλόμενος· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Θεοτοκίον Ἰδοὺ νῦν πεπλήρωται, Δαυΐδ τοῦ θείου ἡ θεία πρόρρησις, λιτανεύουσιν ὄντως, τῷ σῷ προσώπῳ Θεογεννῆτορ Ἁγνή, οἱ κεκτημένοι τὸν πλοῦτον τῆς χάριτος, καὶ εὐλογοῦσι Θεόν, τὸν τῶν Πατέρων ἡμῶν.
Κανών α', ᾨδὴ η', τῶν Μαρτύρων
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας». Ὡράθης ὡς ἄρτος ἐν τῷ μέσῳ, πυρᾶς ἁπτομένης ἐξοπτώμενος, θῦμα ὡς ἀμώμητον, τέλειον ὡς σφάγιον, ὡς ἱερεῖον ἔμψυχον, ὁλοκαυτούμενος, καὶ θείαν εὐωδίαν ἐκπέμπων, ἣν Θεὸς ὠσφράνθη, Μηνᾶ Θεοῦ θεράπον. Συρόμενος Μάρτυς καὶ τριβόλοις, ὀξέσι κεντούμενος συνέτριψας, κέντρα τοῦ ἀλάστορος, ξίφει δὲ τεμνόμενος, ὡς ἐν ἐκτάσει πίστεως, ὅπλοις διέκοψας, ἀνόμων κεφαλὰς Ἀθλοφόρε, μέλπων, εὐλογεῖτε, Χριστὸν εἰς τοὺς αἰῶνας. Λυθεὶς τῆς σαρκὸς πληγὴ τοῦ ξίφους, στοργῇ συνεδέθης τελειότερον, Μάρτυς τοῦ Δεσπότου σου, πρόσωπον πρὸς πρόσωπον, νῦν δὲ ὁρᾷς θεούμενος, Μηνᾶ καὶ μέλπεις αὐτῷ· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Θεοτοκίον Οἰκεῖ ἐν γαστρί σου ὑπὲρ λόγον, ὁ λόγῳ δημιουργήσας κτίσιν ἅπασαν, βρέφος καθορᾶται δέ, σοῦ ἀποτικτόμενος, ὁ πρὸ αἰώνων ἄχραντε, ἐκ τοῦ Πατρὸς γεννηθείς, ὃν πᾶσα εὐλογεῖ καὶ δοξάζει, κτίσις Θεοτόκε, εἰς πάντας τοὺς αἰῶνας.
Κανών β', ᾨδὴ η', τοῦ Ὁσίου
Ἦχος πλ. δ'
Ἑπταπλασίως κάμινον ΤΟ ΑΚΟΥΤΕ
Σεσοβημένους ἔδειξας, θεοφόρε Θεόδωρε, τοὺς ἐφευρετὰς τῶν δυσσεβῶν αἱρέσεων, διδάσκων τὴν ἄχραντον, τιμητικῶς εἰκόνα Χριστοῦ, σέβειν προσκυνεῖν τε, καὶ τιμᾶν θεοφρόνως, καὶ μέλπειν τῷ Δεσπότῃ, ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τους αἰῶνας. Διὰ παντὸς τοῦ βίου σου, θεοφόρε Θεόδωρε, τῆς ὀρθοδοξίας, ὁδηγὸς γεγένησαι, φωστὴρ φαεινότατος, θεοειδὴς διδάσκαλος, τύπος Μοναστῶν, καὶ ἀκριβὴς νομογράφος, διδάσκων ἀναμέλπειν· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας. Ἐπὶ τῆς γῆς ἠγώνισαι, εὐσεβείας διδάσκαλος, καὶ τῆς ἀληθείας, ἀψευδὴς συνήγορος, Παμμάκαρ γενόμενος, ἐν οὐρανοῖς δὲ δῶρον Θεοῦ, τῆς δικαιοσύνης ἀνεδήσω στεφάνους, τὸν δρόμον ἐκτελέσας, καὶ τὴν πίστιν τηρήσας, Χριστὸν δοξολογήσας, εἰς πάντας τοὺς αἰῶνας. Γνώσει τὸν νοῦν ἐλάμπρυνας, σωφροσύνῃ τὴν ἔφεσιν, καὶ τὸ θυμικὸν δὲ τῇ ἀνδρείᾳ ἔζωσας, ἰθύνας Θεόδωρε, δικαιοσύνῃ πάνσοφε, ἱεροπρεπῶς τὰς ψυχικάς σου δυνάμεις, συμφώνως ἀναμέλπων· Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας. Θεοτοκίον Εὐλογημένη Δέσποινα, τῆς ψυχῆς μου τὰ τραύματα, καὶ τῆς ἁμαρτίας, τὰς οὐλὰς ἐξάλειψον, Θεὸν ἡ κυήσασα, τῶν ἐπὶ πάντων Κόρη ἁγνή, ἐκ παρθενικῆς ἀπειρογάμου νηδύος· ὃν Παῖδες εὐλογοῦσιν, ἱερεῖς ἀνυμνοῦσι, λαὸς ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας. Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ἑπταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν, ἐμμανῶς ἐξέκαυσε, δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών, τὸν Δημιουργόν, καὶ λυτρωτήν ἀνεβόα· οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».
Κανών α', ᾨδὴ θ', τῶν Μαρτύρων
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Εὔα μὲν τῷ τῆς παρακοῆς νοσήματι, τὴν κατάραν εἰσῳκίσατο, σὺ δὲ Παρθένε Θεοτόκε, τῷ τῆς κυοφορίας βλαστήματι, τῷ κόσμῳ τὴν εὐλογίαν ἐξήνθησας· ὅθεν σε πάντες μεγαλύνομεν». Γῆ σου νῦν τὸ σῶμα τὸ στερρόν, Μακάριε, ἐναθλῆσαν κατεκάλυψε·φέρει τὸ πνεῦμα οὐρανὸς δέ, σὺν πνεύμασι Μαρτύρων γηθόμενον, καὶ φαιδροτάτῃ δόξῃ λαμπόμενον·ὅθεν σε πάντες μακαρίζομεν. Οἰκεῖς μετ' Ἀγγέλων ἐν φωτί, ἰσάγγελον πολιτείαν ἀσπασάμενος, βλέπεις νοΐ κεκαθαρμένῳ, Μηνᾶ τὴν τοῦ Κυρίου τερπνότητα, πλουσίως ταῖς ἐκεῖθεν λαμπόμενος, φωτοχυσίαις ἀξιάγαστε. Ἰδὼν τὸν ποθούμενον Χριστόν, πανεύφημε ἀπολαύεις τῆς θεώσεως, ἔστης τοῦ πόθου ἐπιφθάσας, Μηνᾶ τῶν ἐφετῶν τὸ ἀκρότατον, ἡμῶν δὲ μνημονεύεις τῶν πόθῳ σου μνήμην τελούντων τὴν πανίερον. Θεοτοκίον Σαρκὶ καθ' ὑπόστασιν ἡμῖν ἐκύησας, Θεὸν Λόγον Μητροπάρθενε· ὅθεν κυρίως Θεοτόκον, καρδίᾳ σε καὶ γλώσσῃ κηρύττοντες, φωνὴν σοι τοῦ Γαβριὴλ προσφθεγγόμεθα· Χαῖρε βοῶντες πάντων Δέσποινα.
Κανών β', ᾨδὴ θ', τοῦ Ὁσίου
Ἦχος πλ. δ'
Ἐξέστη ἐπὶ τούτῳ ΤΟ ΑΚΟΥΤΕ
Ῥοαῖς σου τῶν δακρύων ὡς Ἀσκητής, καὶ πηγαῖς τῶν αἱμάτων ὡς Μάρτυς Χριστοῦ, ἐκλαμπρυνθείς, λάμπεις ἑκατέρωθεν τηλαυγῶς, δικαιοσύνην Ὅσιε, περιβεβλημένος ὡς ἱερεύς, τῶν θείων ἀνακτόρων, χορεύων ἐνδοτάτῳ, περὶ Θεὸν Πάτερ Θεόδωρε. Ἁγίως σου τὸν δρόμον διαδραμών, ἐν Ἁγίων ἁγίοις σκηνώμασι, νῦν κατοικεῖς, στέφος ἀφθαρσίας ἀπειληφώς, καὶ βασιλείας ἔνδυμα, μεγαλοπρεπές τε καὶ ἱερόν, ἐν οἷς ἠγλαϊσμένος, Θεόδωρε παρέστης, τῷ σῷ Δεσπότῃ ἀγαλλόμενος. Ἰδεῖν κατηξιώθης τῶν ἀγαθῶν, τὴν πηγὴν θεοφόρε Θεόδωρε, ὡς μετελθών, βίον ἐνθεώτατον ἀληθῶς, καὶ τῆς τοῦ κόσμου σχέσεως, διὰ πολιτείας εἰλικρινοῦς, τόν νοῦν ἐλευθερώσας, καὶ Μάρτυς στεφηφόρος, γεγενημένος ὤφθης ἄριστος. Ῥημάτων σου ὁ φθόγγος δῶρον Θεοῦ, ἐπὶ πάσας ἠκούσθη πανεύφημε, οἷα βροντή, τὰς τῆς οἰκουμένης ἐσχατιάς, ὡς ποταμοὶ δὲ βρύουσι, τῶν σῶν διδαγμάτων αἱ διδαχαί, Θεόδωρε· διὸ σε, ὡς θεῖον θεηγόρον, νῦν ἐπαξίως μακαρίζομεν. Θεοτοκίον Ὡράθης ὦ Παρθένε Μήτηρ Θεοῦ, ὑπὲρ φύσιν τεκοῦσα ἐν σώματι, τὸν ἀγαθόν, Λόγον ἐκ καρδίας τῆς ἑαυτοῦ, ὃν ὁ Πατὴρ ἠρεύξατο, πάντων πρὸ αἰώνων ὡς ἀγαθός, ὁ νῦν καὶ τῶν σωμάτων, ἐπέκεινα νοοῦμεν, εἰ καὶ τὸ σῶμα περιβέβληται. Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός, καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα, ὅτι Θεός, ὤφθη τοῖς ἀνθρώποις σωματικῶς, καὶ ἡ γαστήρ σου γέγονεν, εὐρυχωροτέρα τῶν οὐρανῶν· διὸ σε Θεοτόκε, Ἀγγέλων καὶ ἀνθρώπων, ταξιαρχίαι μεγαλύνουσιν».
Ἐξαποστειλάριον τῶν Μαρτύρων
Ἦχος γ'
Ὁ οὐρανὸν τοῖς ἄστροις ΤΟ ΑΚΟΥΤΕ
Τοὺς οὐρανοὺς ἀστέρες, κατακοσμοῦσιν Οἰκτίρμον, τὴν ἐκκλησίαν Μηνᾶς δέ, Βίκτωρ, Βικέντιος κοσμεῖ, καὶ Στεφανίς, δι' ὧν σῶσον, ἡμᾶς τοὺς σὲ ἀνυμνοῦντας.
Ἐξαποστειλάριον τοῦ Ὁσίου
Ἦχος γ'
Ὁ οὐρανὸν τοῖς ἄστροις ΤΟ ΑΚΟΥΤΕ
Ὑπὲρ τῶν θείων εἰκόνων, ὑπέμεινας πᾶσαν θλίψιν, βασάνους καὶ ἐξορίας· διὸ διπλοῦν καὶ τὸ στέφος, ἐκ δεξιᾶς τοῦ Ὑψίστου, ἐδέξω Ὅσιε Πάτερ.
Θεοτοκίον
Ἦχος γ'
Ὁ οὐρανὸν τοῖς ἄστροις ΤΟ ΑΚΟΥΤΕ
Ἐν σοὶ πανάχραντε Κόρη, ἐθεωρήθησαν ὄντως, αἱ τοῦ Κυρίου πορεῖαι, καὶ τοὺς βροτοὺς ὁδηγοῦσιν, ἔνθα χορεῖαι Ἀγγέλων, καὶ πάντων Ἁγίων δῆμοι.
Ἀπόστιχα
Εἰς τὸν Στίχον τὰ στιχηρὰ τῆς Ὀκτωήχου.
Ἦχος β'
ἰδιόμελον
Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος. Δεῦτε φίλαθλοι τὴν τρισαυγῆ τῶν Μαρτύρων τιμήσωμεν χορείαν, Μηνᾶν τε καὶ Βίκτωρα καὶ Βικέντιον, ὅτι αἵματα ἔδωκαν, καὶ ὠνήσαντο τὴν αἰώνιον ζωήν· διὸ καὶ καρτερικῶς ἀντέλεγον τῷ ἐφευρέτῃ τῶν κακῶν· Οὐ προκρίνομεν τὰ φθαρτὰ τῶν ἀφθάρτων, οὐ στρατευόμεθα βασιλεῖ θνητῷ γηΐνῳ, ἀλλὰ τῷ ζῶντι βασιλεῖ στρατευόμεθα, τῷ ἀεὶ βοῶντι τοῖς πιστοῖς· Ὁ πιστεύων εἰς ἐμὲ κἂν ἀποθάνῃ ζήσεται. Δόξα... Ἦχος α' Ἀνατολίου Τὸν ἀριστέα τοῦ Χριστοῦ, Μηνᾶν τὸν ἀοίδιμον, συνελθόντες οἱ πιστοί, ἐγκωμίοις μαρτυρικοῖς, καὶ ᾠδαῖς πνευματικαῖς εὐφημήσωμεν. Οὗτος γὰρ τὸν πρὸς ἐχθρούς ἀοράτους πόλεμον ὑπελθών, καὶ νομίμως ἀθλήσας, ἀξίως τὸ τῆς νίκης βραβεῖον ἐδέξατο. Καὶ νῦν ἐν οὐρανοῖς μετ' Ἀγγέλων, χορεύων τὴν ἀκατάλυτον χορείαν, αἰτεῖται τῇ οἰκουμένῃ εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Θεοτοκίον
Ἦχος α'
Πανεύφημοι Μάρτυρες ΤΟ ΑΚΟΥΤΕ
Φωτὸς ἐνδιαίτημα Ἁγνή, μόνη ἐχρημάτισας, τοῦ ἐκ Πατρὸς ἀναλάμψαντος· ὅθεν κραυγάζω σοι· Τὴν ἐσκοτισμένην, ψυχήν μου τοῖς πάθεσι, φωτὶ τῶν ἀρετῶν καταφαίδρυνον, καὶ ἐν σκηνώμασι, φωτεινοῖς σου κατασκήνωσον, ἐν ἡμέρᾳ τῆς κρίσεως Ἄχραντε.
Σταυροθεοτοκίον
Ἦχος α'
Πανεύφημοι Μάρτυρες ΤΟ ΑΚΟΥΤΕ
Σφαγήν σου τὴν ἄδικον Χριστέ, ἡ Παρθένος βλέπουσα, ὀδυρομένη ἐβόα σοι· Τέκνον γλυκύτατον, πῶς ἀδίκως πάσχεις; πῶς τῷ ξύλω κρέμασαι, ὁ πᾶσαν γῆν κρεμάσας τοῖς ὕδασι; Μὴ λίπῃς μόνην με, εὐεργέτα πολυέλεε, τὴν μητέρα, καὶ δούλην σου δέομαι.
| TA ΜΗΝΑΙΑ | Νοέμβριος | 11 |
Nov 12
Τῌ ΙΒ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥΜνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου τοῦ ἘλεήμονοςΜνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Νείλου.
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Ἱεράρχου.
Στιχηρὰ τοῦ Ἱεράρχου
Ἦχος δ'
Ἔδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕ
Ἐσκόρπισας ἔδωκας, τοῖς δεομένοις τὸν ἄρτον σου, Ἰωάννη θαυμάσιε, ἔλεος μιμούμενος, τοῦ συμπαθεστάτου Ὅσιε Δεσπότου· διό σου μένει ἀληθῶς, εἰς τὸν αἰῶνα ἡ μνήμη Ἅγιε, ἣν πίστει ἑορτάζοντας, ταῖς σαῖς πρεσβείαις περίσῳζε, πειρασμῶν τε καὶ θλίψεων, ἱεράρχα πανόλβιε.
Ἦχος δ'
Σοῦ τὴν καθαρότητα, καὶ τοῦ νοὸς τὴν εὐθύτητα, καὶ τὸν τρόπον τὸν ἔνθεον, ὁ βλέπων τὰ κρύφια, κατιδών ἀνάγει, εἰς μέγιστον θρόνον, χρίσας τῷ μύρῳ σε σοφέ, καὶ τελειώσας, καὶ ποίμνης οἴακας, σαφῶς ἐγχειρισάμενος, ἣν πρὸς λιμένας ὡδήγησας, τοῦ ἐνθέου θελήματος, Ἰωάννη θεσπέσιε.
Ἦχος δ'
Πάντα τὰ αἰτήματα, τῆς σῆς καρδίας ὁ Κύριος, ἀξιάγαστε δέδωκε· πάσας γὰρ ἐτήρησας, τὰς νομοθεσίας τὰς σωτηριώδεις· τὸν γὰρ Θεὸν ὁλοσχερῶς καὶ τὸν πλησίον θεομακάριστε, ὡς σεαυτὸν ἠγάπησας, καὶ δεομένοις ἐπήρκεσας· διὰ τοῦτό σε σήμερον, Ἰωάννη γεραίρομεν.
Στιχηρὰ τοῦ Ὁσίου
Ἦχος πλ. δ'
Τὶ ὑμᾶς καλέσωμεν ΤΟ ΑΚΟΥΤΕ
Τὶ σὲ νῦν καλέσωμεν Ἅγιε; ποταμὸν τῆς νοητῆς, ἐκπορευόμενον Ἐδέμ· ὀχετὸν τῶν τοῦ Θεοῦ, χορηγουμένων δωρεῶν· πλημμύραν, διδαγμάτων τῶν τῆς χάριτος, κρατῆρα, τῆς σοφίας καὶ τῆς γνώσεως· προσεκτικὸν συντονώτατον, διδακτικὸν πρακτικώτατον· Ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἦχος πλ. δ'
Τὶ σε ὀνομάσωμεν Ὅσιε; γεωργὸν τῶν ἀθανάτων, παμμακάριστε φυτῶν· φυτουργὸν τοῦ νοουμένου, Παραδείσου τῶν πιστῶν· νομίμων, θεοσδότων ἐμπειρότατον· δογμάτων, θεοπνεύστων ἐπιστήμονα, ἑρμηνευτὴν εὐφυέστατον, καὶ παιδευτὴν ἱκανώτατον· Ἱκέτευε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἦχος πλ. δ'
Τὶ σε νῦν προσείπω θαυμάσιε; ὁριστὴν τῆς συζυγίας, σωφροσύνης βραβευτήν· παιδευτὴν τῶν Μοναζόντων, παρθενίας ὁδηγόν· δικαίως, ἀμφοτέροις ταλαντεύοντα· ὡς πείρᾳ, διελθόντα τὰ ἑκάτερα. Πολλὰ τὰ σὰ προτερὴματα, καὶ ἔνθεός σου ἡ ἄσκησις· Ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δοξαστικὸν
Ἦχος β'
Ἀνατολίου
Ἡ τοῦ ἐλέους πηγή, τοῖς ἐνδεέσι πλημμυρεῖ, εὐσυμπαθήτους οἰκτιρμούς, , Ἰωάννης ὁ Χριστοῦ μιμητής, ὁ μέγας ποιμὴν τῶν Ἀλεξανδρέων καὶ φωστήρ. Δεῦτε κορεσθῶμεν οἱ πτωχοὶ κατὰ πνεῦμα, μιμούμενοι αὐτοῦ τὴν ἱλαρότητα· φιλευσπλάγχνῳ γὰρ στοργῇ, Χριστὸν ξενίσας διὰ τῶν πενήτων, ὡς πάλαι Ἀβραάμ, τοῦ μακαρισμοῦ ἠξιώθη, καὶ παρρησίᾳ πρεσβεύει, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον
Ἦχος β'
Ὅτε, ἐκ τοῦ ξύλου σε ΤΟ ΑΚΟΥΤΕ
Τὶ σοι, ὁ ταλαίπωρος ἐγώ, Δέσποινα τοῦ κόσμου προσοίσω; εἰ μὴ δακρύων πηγάς, καὶ ἐξομολόγησιν τῶν πεπραγμένων μοι· ἀλλ' ἰλέῳ σου ὄμματι, ἐπίβλεψον Κόρη, ἐπὶ τὴν ἀσθένειαν, τῆς ταπεινῆς μου ψυχῆς· λῦσον, τῶν παθῶν μου τὰ νέφη, καὶ τῆς κατεχούσης ἀχλύος, δέομαι ἀπάλλαξον τὸν δοῦλον σου.
Σταυροθεοτοκίον
Ἦχος β'
Ὅτε, ἐκ τοῦ ξύλου σε ΤΟ ΑΚΟΥΤΕ
Ξύλῳ τοῦ Σταυροῦ σε, Ἰησοῦ, προσαναρτηθέντα ὁρῶσα, ἡ ἀπειρόγαμος, ἔκλαιε καὶ ἔλεγε· Τέκνον γλυκύτατον, ἵνα τὶ ἐγκατέλιπες, ἐμὲ τὴν τεκοῦσαν, μόνην φῶς ἀπρόσιτον, τοῦ προανάρχου Πατρός;σπεῦσον, καὶ δοξάσθητι ὅπως, δόξης ἐπιτύχωσι θείας, οἱ τὰ θεῖα πάθη σου δοξάζοντες.
Εἰς τὸν Στίχον.Στίχ. Προσόμοια τοῦ Ἱεράρχου. Ἦχος πλ. α'Χαίροις ἀσκητικῶν ΤΟ ΑΚΟΥΤΕΧαίροις τῆς Ἐκκλησίας φωστήρ· τῆς οἰκουμένης τὸ περίβλεπτον καύχημα, τὸ κλέος Ἀλεξανδρείας, ὀρθοδοξίας κρηπίς, ἐγκρατείας στάθμη καὶ ἀσκήσεως, λιμὴν τῶν ἐν ζάλῃ, κινδυνευόντων ἡ λύτρωσις, πύργος ἰσχύος, καὶ φρουρὸς ἀσφαλέστατος, νόμος ἔμπρακτος, εὐποιΐας τὸ πέλαγος· δότης ὁ ἱλαρώτατος, ὁ πᾶσι τὰ πρόσφορα, νέμων πλουσίως Παμμάκαρ, τοῖς σοὶ ἐν πίστει προστρέχουσι· Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ.Χαίροις ὁ τῶν πεινώντων τροφεύς, τῶν δεομένων παροχεὺς ἀφθονώτατος, ἡ βρύσις τῆς συμπαθείας, ἡ τοῦ ἐλέους πηγή, καταπονουμένων ἡ ἀντίληψις· χηρῶν ὁ προστάτης, τῶν ἀσθενούντων ἐπίσκεψις, γυμνητευόντων, ἀσφαλὲς περιβόλαιον, ἡ ὀξυτάτη τῶν πιπτόντων ἀνόρθωσις· Πάτερ ὑπερουράνιε, ἱλέῳ σου ὄμματι, ἄνωθεν πρόσχες καὶ θείας, φιλανθρωπίας μετάδοσιν, Χριστὸν καταπέμψαι, ταῖς ψυχαῖς ἡμῶν δυσώπει, καὶ μέγα ἔλεος.Στίχ. Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκεν ἡμῖν;Χαίροις χειραγωγία τυφλῶν, παιδαγωγία τῆς νεότητος ἔνδοξε, τοῦ γήρως ἡ βακτηρία, τῶν πλανωμένων ποιμήν, τῶν ἁμαρτανόντων ἡ διόρθωσις, λειμὼν εὐωδέστατος, μυροθήκη τοῦ Πνεύματος, τῆς εὐποιΐας, ποταμὸς ὁ ἀέναος, καταγώγιον, τῆς Ἁγίας Τριάδος σεπτόν· Μέμνησο τῶν ὑμνούντων σε, ῥυόμενος θλίψεων, καὶ τῶν κινδύνων καὶ νόσων, καὶ αἰωνίου κολάσεως· Χριστὸν ἱκετεύων, τὸν παρέχοντα τῷ κόσμῳ, τὸ μέγα ἔλεος.
Δοξαστικὸν
Ἦχος πλ. β'
Ὅσιε Πάτερ, εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος τῶν κατορθωμάτων σου· δι' ὧν ἐν τοῖς οὐρανοῖς, εὗρες μισθὸν τῶν καμάτων σου· Τῶν δαιμόνων ὤλεσας τὰς φάλαγγας, τῶν Ἀγγέλων ἔφθασας τὰ τάγματα, ὧν τὸν βίον ἀμέμπτως ἐζήλωσας· Παρρησίαν ἔχων πρὸς Χριστὸν τὸν Θεόν, εἰρήνην αἴτησαι ταῖς ψυχαῖς ἡμῶν.
Θεοτοκίον
Ἦχος πλ. β'
Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς· Σὲ ἱκετεύομεν, πρέσβευε, Δέσποινα, μετὰ τῶν Ἀποστόλων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Σταυροθεοτοκίον
Ἦχος πλ. β'
Τριήμερος ἀνέστης ΤΟ ΑΚΟΥΤΕ
Ὁρῶσά σε σταυρούμενον, Χριστέ, ἡ σὲ κυήσασα, θρηνῳδοῦσα, ἀνεβόα μητρικῶς, Υἱέ μου καὶ Θεέ μου, γλυκύτατον μου Τέκνον, πῶς φέρεις πάθος ἐπονείδιστον.
Ἀπολυτίκιον τοῦ Ἱεράρχου
Ἦχος πλ. δ'
Ἐν τῇ ὑπομονῇ σου ἐκτήσω τὸν μισθόν σου Πάτερ, Ὅσιε, ταῖς προσευχαῖς ἀδιαλείπτως ἐγκαρτερήσας, τοὺς πτωχοὺς ἀγαπήσας, καὶ τούτοις ἐπαρκέσας· Ἀλλὰ πρέσβευε Χριστῷ τῷ Θεῷ, Ἰωάννη Ἐλεῆμον μακάριε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἀπολυτίκιον τοῦ Ὁσίου
Ἦχος πλ. δ' ΤΟ ΑΚΟΥΤΕ
Ταῖς τῶν δακρύων σου ῥοαῖς, τῆς ἐρήμου τὸ ἄγονον ἐγεώργησας, καὶ τοῖς ἐκ βάθους στεναγμοῖς, εἰς ἑκατὸν τοὺς πόνους ἐκαρποφόρησας, καὶ γέγονας φωστήρ, τῇ οἰκουμένῃ λάμπων τοῖς θαύμασι, Νεῖλε Πατὴρ ἡμῶν, Ὅσιε· πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἦχος πλ. δ'
Ταῖς τῶν δακρύων σου ΤΟ ΑΚΟΥΤΕ
Ὁ δι' ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας Ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ Ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου, δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον, δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον πρεσβεύουσαν ὑπὲρ ἡμῶν καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Ὁ Κανὼν τοῦ Ἱεράρχου, οὗ ἡ Ἀκροστιχὶς ἐν τῇ θ' ᾨδῇ.Ἰωσὴφ.ᾨδὴ α'
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἡ κεκομμένη τὴν ἄτομον ἔτεμε, καὶ εἶδεν ἥλιος γῆν, ἣν οὐκ ἐθεάσατο, ἀλάστορα ἐχθρὸν τὸ ὕδωρ κατεπόντισε, καὶ ἄβατον διῆλθεν Ἰσραήλ, ᾠδὴ δὲ ἐνεμέλπετο, τῷ Κυρίῳ ᾄσωμεν· ἐνδόξως γὰρ δεδόξασται».Τῇ συμπαθείᾳ τὸν νοῦν λαμπρυνόμενος, καὶ τῇ ἀγάπῃ Χριστοῦ, Πάτερ πυρσευόμενος, ἐλεημοσυνῶν, ἀστράπτων ταῖς λαμπρότησι, τοῦ μόνου ἐλεήμονος Θεοῦ, δοχεῖον καθαρώτατον, Ἰωάννη γέγονας· διὸ σε μακαρίζομεν.Τὰ δι' αἰῶνος ἀεὶ διαμένοντα, σκοπῶν σοφῷ λογισμῷ, Πάτερ Ἱερώτατε, ἠλλάξω τῶν φθαρτῶν, περιφανῶς τὰ ἄφθαρτα, καὶ νῦν τοὺς οὐρανοὺς περιπολεῖς, βοῶν σύν ἀσωμάτοις χοροῖς, τῷ Κυρίῳ ᾄσωμεν· ἐνδόξως γὰρ δεδόξασται.Ὁ τοῦ ἐλέους δοτὴρ χαριτώσας σου, τὴν ἐλεήμονα πρίν, Ὅσιε διάνοιαν, ἠλέησε πολλούς, τῇ θείᾳ μεσιτείᾳ σου· ἐγένου γὰρ παράκλησις ψυχῶν, πενήτων τε προμήθεια, Ἰωάννη πάνσοφε, θεόφρον Ἱερώτατε,ΘεοτοκίονἼνα τοὺς κάτω τοῖς ἄνω συνάψειεν, ὁ μόνος πάντων Θεός, μήτραν ἀπειρόγαμον, ὑπέδυ καὶ σαρκός, φανεὶς ἐν ὁμοιώματι, τῆς ἔχθρας τὸ μεσότοιχον ἑλών, εἰρήνην ἐμεσίτευσε, καὶ ζωὴν ἑβράβευσε, καὶ θείαν ἀπολύτρωσιν.
Ὁ Κανὼν τοῦ Ὁσίου, οὗ ἡ Ἀκροστιχίς.Ἄρδει με Νεῖλος γνωστικῇ παγκαρπίᾳ.Ποίημα Θεοφάνους.ᾨδὴ α'
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν Αἰγυπτίαν μοχθηρίαν διαφυγών, ὁ Ἰσραηλίτης ἀνεβόα, τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν».Ἀρδείαις σου Μάκαρ ταῖς μυστικαῖς, ἀρδεύων πλουσίως, τὸν ψυγέντα μου λογισμόν, ὡς στάχυν τὸν ὕμνον σοι προσφέρειν, ταῖς σαῖς πρεσβείαις καταξίωσον.Ῥημάτων ῥοαί σου ὡς ἐξ Ἐδέμ, πανόλβιε Νεῖλε, προερχόμεναι προφανῶς, τὸ πρόσωπον ἅπαν ἀενάως, τῆς Ἐκκλησίας καταρδεύουσι.Δογμάτων καὶ λόγων ὁ ποταμός, τῶν σῶν θεορρῆμον, τὰς καρδίας τῶν εὐσεβῶν, ἀρδεύων ποτίζει, δυσσεβῶν δέ, καταποντίζει τὰ συστὴματα.ΘεοτοκίονἘξήμεσεν Εὔας ταῖς ἀκοαῖς, ἰὸν ψυχοφθόρον, ὁ ἀλάστωρ καὶ δυσμενής, Χριστὸν δὲ τεκοῦσα Θεομῆτορ, τὴν τούτου βλάβην ἐθεράπευσας.
Κανών α', ᾨδὴ γ', τοῦ Ἱεράρχου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σὺ με στερέωσον, ἐν τῇ ἀγάπη τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε».Εὐπρεπὴς ὥσπερ κόρη, ἐξ ἐλαιῶν στέφανον, ἐπιφερομένη ἐπώφθη σοι Ἀξιάγαστε, τοῦ Ἐλεήμονος, ἡ εὐσυμπάθητος χάρις, προσεφελκομένη σε, πρὸς θεῖον ἔλεος.Ἱερὸν ἐπὶ θρόνον, ψήφῳ Θεοῦ ἔνδοξε, Πάτερ Ἰωάννη καθίσας, καθάπερ Ἄγγελος, σὺ πεπολίτευσαι, εἰρηνικὰς ἀναφέρων, ἱερὰς θυσίας τε τῷ Πανοικτίρμονι.Τῇ πολλῇ συμπαθείᾳ, τὸν συμπαθῆ Κύριον, Πάτερ θεραπεύων δι' οἶκτον, σάρκα πτωχεύσαντα, πτωχοῖς ἐπήρκεσας, ξένους ἀστέγους συνῆξας, πληρωτὴς προστάξεων, θείων γενόμενος.ΘεοτοκίονἘπὶ σοὶ Παναγία, ὁ τοῦ παντὸς αἴτιος, δι' ὑπερβολὴν εὐσπλαγχνίας, θέλων ἐσκήνωσε, καὶ καθηγίασε, τὴν τῶν ἀνθρώπων οὐσίαν, παραβάσει πρότερον, ἐξολισθήσασαν.
Κανών β', ᾨδὴ γ', τοῦ Ὁσίου
Ἦχος πλ. δ'
Σὺ εἶ τὸ στερέωμα ΤΟ ΑΚΟΥΤΕ
Ἴνα τὰ χαρίσματα, Πάτερ τοῦ Πνεύματος φέρῃ σου, ὁ λογισμός, τοὺς τῆς πονηρίας, λογισμοὺς ἀπεδίωξας.Μύρον εὐωδέστατον, τῆς προσευχῆς ἡμῖν ἔπνευσας, ἱερουργέ, διὰ θεωρίας, πρακτικῆς ἐκτιθέμενος.Ἔβλυσας διδάγματα, σὺ ἐπουράνια Πάνσοφε, ὡς ἐκ πηγῆς, καὶ τῆς Ἐκκλησίας, τοὺς τροφίμους, ἐπλούτισας.ΘεοτοκίονΝέκρωσον τὸ φρόνημα, τὸ τῆς σαρκὸς ἡμῶν Πάναγνε, ἡ τὴν πηγήν, τῆς ἀθανασίας, τοῖς ἀνθρώποις πηγάσασα. Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Σὺ εἶ τὸ στερέωμα, τῶν προστρεχόντων σοι Κύριε, σὺ εἶ τὸ φῶς τῶν ἐσκοτισμένων, καὶ ὑμνεῖ σε τὸ πνεῦμα μου».
Κάθισμα τοῦ Ἱεράρχου
Ἦχος πλ. δ'
Τὴν Σοφίαν καὶ Λογον ΤΟ ΑΚΟΥΤΕ
Ἐλεήμονα γνώμην ἀναλαβών, εὐσυμπάθητος ὤφθης προσεπαρκῶν, πτωχοῖς ἐνδεέσι τε, Ἰωάννη θεόπνευστε, διὰ τοῦτο κλῆσιν, τῇ πράξει κατάλληλον, παρὰ πάντας μάκαρ, Ἁγίους ἐπλούτησας· ὅθεν ὁ δοτὴρ σε, τοῦ ἐλέους μεγάλως, θεόφρον ἠλέησε, καὶ φαιδρῶς κατελάμπρυνεν, Ἱεράρχα πανόλβιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν Ἁγίαν μνήμην σου.Δόξα... Τοῦ ὉσίουΤὸ προσταχθὲν μυστικῶς ΤΟ ΑΚΟΥΤΕΚαταλαμπρύνας σου τὸν νοῦν θεωρίαις, θεολογίας ποταμοὺς ἐξηρεύξω, καταρδεύων καρδίας Νεῖλε θεοφόρε, τῶν πίστει ἀρυομένων σῶν διδαχῶν, τὸ πόμα τὸ διαυγές τε καὶ καθαρόν, καὶ τιμώντων τὴν μνήμην σου, τὴν φωταυγῆ τε καὶ σεπτήν, Ὁσίων ἐγκαλλώπισμα, καὶ Πατέρων τὸ καύχημα.Καὶ νῦν ... ΘεοτοκίονΤῇ σταθηρᾷ σου Θεομῆτορ πρὸς τὸν Κτίστην, καὶ τῇ ἀλήκτῳ ἱκεσίᾳ τοὺς ἐν πίστει, τὸν πανάγιον Τόκον τὸν σὸν σεβομένους, ἐκ πάσης ῥῦσαι ἀνάγκης καὶ συμφορᾶς, καὶ δίδου πρὸς τὸν Υἱόν σου οἰκειακήν, παρρησίαν ὡς δυνατή, ἐξευμενίσασθαι αὐτόν, εὑρεῖν ἡμᾶς διάλυσιν, ὧν ἐν βίῳ ἡμάρτομεν.Ἢ ΣταυροθεοτοκίονΤὸν ἐξ αἱμάτων σου ἀγνῶν σωματωθέντα, καὶ ὑπὲρ ἔννοιαν ἐκ σοῦ Σεμνὴ τεχθέντα, ἐπὶ ξύλου κρεμάμενον, μέσον τῶν κακούργων, ὁρῶσα τὰ σπλάγχνα ἤλγεις καὶ μητρικῶς, θρηνοῦσα ἐβόας· Οἴμοι! Τέκνον ἐμόν, τὶς ἡ θεία καὶ ἄφατος, οἰκονομία σου δι' ἧς, ἐζώωσας τὸ πλάσμα σου; Ἀνυμνῶ σου τὸ εὔσπλαγχνον.
Κανών α', ᾨδὴ δ', τοῦ Ἱεράρχου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδοξασά σου τὴν Θεότητα».Καθαρὸν καταγώγιον, ὤφθης τῆς Ἁγίας Τριάδος, Ὅσιε, καὶ ναοῦ θείου κειμήλιον, καὶ ἀρχιερέων ἀκροθίνιον.Τῇ πολλῇ συμπαθείᾳ σου, Κύριος προσέχων ὁ συμπαθέστατος, τὴν ψυχήν σου καθηγίασεν, Ἰωάννη Πάτερ ἱερώτατε.Ἐντολῶν ἀκαταίσχυντος, γέγονας ἐργάτης τοῦ Πανοικτίρμονος, καὶ ἐπλήσθης ἀγαθῶν αὐτοῦ, ἐν σκηναῖς ἁγίων αὐλιζόμενος.ΘεοτοκίονἼασαί μου τὰ τραύματα, Κόρη τῆς καρδίας καὶ κατευόδωσον, τῆς ψυχῆς μου τὰ κινήματα, εἰς Θεοῦ Παρθένε τὰ θελήματα.
Κανών β', ᾨδὴ δ', τοῦ Ὁσίου
Ἦχος πλ. δ'
Εἰσακήκοα Κύριε ΤΟ ΑΚΟΥΤΕ
Ἐπανάγαγε Πάνσοφε, τῆς τῶν παθημάτων αἰχμαλωσίας με, ὡς ἀντίλυτρον καὶ τίμημα, τῷ Θεῷ προσάγων τὰς ἐντεύξεις σου.Ἱερῶς ἀνατάξασθαι, τῆς ἐν τῷ Χριστῷ σοφίας τὰ δόγματα, δοκιμάσας δι' ἀσκήσεως, σεαυτὸν Παμμάκαρ προεκάθηρας.Λογισμῶν ἄπαν ὕψωμα, Πάτερ ἐπαιρόμενον ἐταπείνωσας, τῇ πλημμύρᾳ τῆς σοφίας σου, ἀφανίσας τούτων τὸ μνημόσυνον.ΘεοτοκίονὉ Πατρὶ συναΐδιος, καὶ ὡς Θεὸς Λόγος τὸ πρὶν ἀσώματος, ἐπ' ἐσχάτων σεσωμάτωται, ἐξ ἁγνῶν αἱμάτων σου Πανύμνητε.
Κανών α', ᾨδὴ ε', τοῦ Ἱεράρχου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὸν ἐκ νυκτὸς ἀγνωσίας, ἐπὶ τὴν ψυχάλωτον ὁδὸν ἀεὶ πλανώμενον, τῷ φωτὶ τῆς γνώσεώς σου Κύριε, ποδηγῶν με ἐν τῇ τρίβῳ, τῶν ἐντολῶν σου καθοδήγησον».Τοῦ νεκρωθέντος δι' οἶκτον, νέκρωσιν ἑκούσιον, Πάτερ σοφὲ μιμούμενος, ἐσταυρώθης κόσμῳ καὶ τοῖς πάθεσι, καὶ ζωῆς ὑπερκοσμίου, κατηξιώθης ἀξιάγαστε.Μακαρισμοῦ ἠξιώθης, πρᾶος εὐσυμπάθητος, εἰρηνικὸς γενόμενος, καὶ πεινώντων ἄρτος ἀδαπάνητος, καὶ πενήτων χορηγία, περιβολή τε γυμνητεύουσι.Θείαις μεθέξεσι Πάτερ, κατακαλλυνόμενος, οἷὰ περ Ἄγγελος, τῷ Θεῷ ἀμέμπτως ἱερούργησας, τοὺς πιστοὺς καταφωτίζων, ταῖς ἱεραῖς διδασκαλίαις σου.ΘεοτοκίονΤὴν σκοτισθεῖσαν ψυχήν μου, ταῖς φιληδονίαις τοῦ βίου, ἁγνὴ Πανάμωμε, τῷ φωτὶ τῷ σῷ ταύτην καταύγασον, ἡ τὸ φῶς Χριστὸν τεκοῦσα, τῆς ἀγνωσίας σκότος λύοντα.
Κανών β', ᾨδὴ ε', τοῦ Ὁσίου
Ἦχος πλ. δ'
Ὀρθρίζοντες βοῶμέν σοι ΤΟ ΑΚΟΥΤΕ
Σοφίας ὀρεγόμενος Πάνσοφε, τῆς ἐνθέου, σπουδαίως κατέλιπες, τοῦ βίου πᾶσαν προσπάθειαν.Γνωστῶς σὺ τὸν ἐπέκεινα γνώσεως, Θεοφάντορ, νοητῶς κατείληφας, ἑνώσει θείᾳ μυούμενος.Νεφέλην σε τοῖς ὄμβροις τῆς γνώσεως, Θεοφόρε, πᾶσαν κατακλύζουσαν, τὴν ἀγνωσίαν γινώσκομεν.ΘεοτοκίονὩς κρίνον ἀναμέσον ἐκλάμπουσαν, τῶν ἀκανθῶν, εὑρὼν ὁ νυμφίος σε, Παρθενομῆτορ ἠγάπησεν.
Κανών α', ᾨδὴ ς', τοῦ Ἱεράρχου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν, ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾍδῃ προσήγγισε, καὶ δέομαι ὡς Ἰωνᾶς· Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε».Δεήσεσι καὶ νηστείᾳ σχολάζων, καὶ ἀγρύπνως τὸν Θεὸν ἱκετεύων, ὀπτασιῶν, καὶ ὁράσεων θείων, κατηξιώθης Θεόφρον πανόλβιε, μυούμενος τὰ ὑπὲρ νοῦν, διανοίας σοφὲ καθαρότητι.Ὡς Ἄγγελος μετὰ σώματος Πάτερ, ἐπὶ γῆς ἐπολιτεύσω θυσίας, εἰρηνικάς, ἀναιμάκτους τῇ πίστει, συντετριμμένῃ καρδίᾳ καὶ πνεύματι, Μακάριε τῷ ποιητῇ, Ἰωάννη προσφέρων γηθόμενος.Ὁ βίος σου ὑπὲρ ἥλιον λάμψας, συμπαθείας ἐπαφῆκεν ἀκτῖνας, τὸ σκοτεινόν, νέφος ἐξελαυνούσας, τῶν δεομένων πενίας πανόλβιε, θαλπούσας τε τοὺς τῷ κρυμῷ, τῶν δεινῶν κρατουμένους Θεόπνευστε.ΘεοτοκίονΝοήσαντες θεηγόροι Προφῆται, μυστηρίου σου Παρθένε τὸ βάθος, προφητικῶς, προκατήγγειλαν τοῦτο, φωταγωγούμενοι θείῳ ἐν Πνεύματι, καὶ νῦν ἡμεῖς περιφανῶς, τὰς ἐκβάσεις ὁρῶντες πιστεύομεν.
Κανών β', ᾨδὴ ς', τοῦ Ὁσίου
Ἦχος πλ. δ'
Τὴν δέησιν ἐκχεῶ ΤΟ ΑΚΟΥΤΕ
Σοφίας τῇ δωρεᾷ κοσμούμενος, καὶ τὸν βίον πολιτεία φαιδρύνας, ἱερουργός, ἐχρημάτισας θεῖος, τῷ Πλαστουργῷ μεσιτεύων καὶ πλάσματι, καὶ γέγονας περιφανής, καὶ περίβλεπτος Πάτερ διδάσκαλος.Τῷ ὄρει τῶν ἀρετῶν προσήγγισας, καὶ τῷ θείῳ καλυφθεὶς Πάτερ γνόφῳ παρὰ Θεοῦ, τῶν δογμάτων τὰς πλάκας, τὰς θεογράφους ἐδέξω πανόλβιε, καὶ δεύτερος ἡμῖν Μωσῆς, νομοθέτης ἐδείχθης τῆς χάριτος.Ἱέρευσας σεαυτὸν ἑκουσίως, μυστικῶς ὡς ἐθελόθυτον θῦμα, τῷ Πλαστουργῷ, παριστάμενος Νεῖλε, καὶ θεωρίᾳ καὶ πράξει κοσμούμενος, μνημόνευε οὖν καὶ ἡμῶν, τῶν πιστῶς ἐκτελούντων τὴν μνήμην σου.ΘεοτοκίονἸδόντες συμβολικαῖς ἐμφάσεσι, τοῦ φρικτοῦ σου μυστηρίου τὸ βάθος, ὅτι Θεός, ἐν γαστρί σου σκηνώσει, οἱ θεηγόροι Προφῆται προήγγειλαν, Πανάμωμε, καὶ νῦν ἡμεῖς, τὰς ἐκβάσεις ὁρῶντες δοξάζομεν.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν, ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾍδῃ προσήγγισε, καὶ δέομαι ὡς Ἰωνᾶς· Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε».
Κοντάκιον τοῦ Ἱεράρχου
Ἦχος β'
Τὰ ἄνω ζητῶν ΤΟ ΑΚΟΥΤΕ
Τὸν πλοῦτον τὸν σόν, ἐσκόρπισας τοῖς πένησι, καὶ τῶν οὐρανῶν, τὸν πλοῦτον νῦν ἀπείληφας, Ἰωάννη πάνσοφε· διὰ τοῦτο πάντες σε γεραίρομεν, ἐκτελοῦντες τήν μνήμην σου, τῆς ἐλεημοσύνης ὦ ἐπώνυμε.
Ὁ Οἶκος
Ἴδιον κάλλος ἐνθεὶς τῇ ψυχῇ σου, τὴν γνησίαν ἀγάπην, καὶ τὴν ὡραίαν συμπάθειαν, κόρην ὡραίως κεκοσμημένην, τὴν ἐλεημοσύνην, κλάδοις ἐλαίας ἐν τῇ νυκτὶ ἀψευδῶς, Ἰωάννη ἑώρακας, ἱλαρῶς σοι φθεγγομένην. Ἐὰν κτήσῃ με φίλην καὶ σύνοικον, ἄξω σε ἐνώπιον τοῦ Βασιλέως Χριστοῦ, καὶ πεισθείς, τοῦ σκοποῦ οὐ διήμαρτες, τῆς ἐλεημοσύνης ὦ ἐπώνυμε.
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΙΒ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου Ἀρχιεπισκόπου Ἀλεξανδρείας, τοῦ Ἐλεήμονος.ΣτίχοιἸωάννης πένησι δοὺς καὶ σκορπίσας,Ὢ ποῖα Χριστῷ νῦν παρεστὼς λαμβάνει!ᾬχετο ἀκτεάνων δυοκαιδεκάτῃ Ἐλεητής.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Νείλου τοῦ Ἀσκητοῦ.ΣτίχοιΑἴγυπτον ἄρδει Νεῖλος, ἀλλὰ καὶ κτίσιν.Λόγῳ κατάρδει, καὶ θανών, Νεῖλος μέγας.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μαρτίνου τοῦ θαυματουργοῦ, Ἐπισκόπου Φραγκίας.ΣτίχοιΟὐκ ἦν ὁ κόσμος ἄξιός σου, Μαρτῖνε.Ὃν καὶ λιπὼν ἀπῆλθες εἰς κόσμον μέγαν.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Προφήτου Ἀχιά.ΣτίχοιὍτι Προφήτης Ἀχιά, πρὶν τεθνάναι,Ἱεροβοὰμ μάρτυς, υἱὸς Ναβάτου.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μαρτίνου, Ἐπισκόπου Ταρακίνης.ΣτίχοιΚλέος κράτιστον ἐκ Θεοῦ ὁ Μαρτῖνος,Εἴληφεν, ὡς ἔλεον ἐνδεδυμένος.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀντωνίου καὶ τῶν σὺν αὐτῷ.ΣτίχοιΞίφος Ζεβινᾶν, Γερμανόν, Νικηφόρον.Σὺν Ἀντωνίῳ δεικνύει νικηφόρους.Ὁ Ὅσιος Νεῖλος ὁ ἐκ Κυνουρίας, ἀσκήσας ἐν τοῖς ὁρίοις τῆς μεγίστης Λαύρας τοῦ Ἄθω, ὁ μετὰ θάνατον μυροβλύτης γενόμενος, καὶ πολλοὺς τῶν ἀσθενῶν ἰασάμενος, ἐν εἰρήνῃ τελειοῦται.Ὁ ἅγιος πατριάρχης Κωνσταντινουπολεως Λέων ὁ Στύππης, ἐν εἰρήνῃ τελειοῦται.Ὁ ἅγιος νεομάρτυς Σάββας ὁ Νιγδελῆς καὶ Σαμολαδᾶς, ὁ ἐν Κωνσταντινουπόλει μαρτυρήσας κατὰ τὸ 1726, ξίφει τελειοῦται.Ὁ ἅγιος νεομάρτυς Νικόλαος, ὁ κατὰ τὸ 1732 ἐν Κωνσταντινουπόλει μαρτυρήσας, ἐκ τῆς ἐνορίας τῶν ἓξ Μαρμάρων, ξίφει τελειοῦται.Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.
Κανών α', ᾨδὴ ζ', τοῦ Ἱεράρχου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Παῖδες Ἑβραίων ἐν καμίνῳ, κατεπάτησαν τὴν φλόγα θαρσαλέως, καὶ εἰς δρόσον τὸ πῦρ, μετέβαλον βοῶντες· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας».Ἔργοις τοὺς λόγους τοῦ Σωτῆρος, ἐβεβαίωσας καὶ μακαριζομένων, συνετάγης χορῷ, ὑπάρξας ἐλεήμων, καὶ καθαρὸς τῷ πνεύματι, Ἰωάννη θεοφόρε.Μέλιτος γεῦσις ἡδυτάτη, μετενήνεκται εἰς δόκιμον χρυσὸν σοι· τῇ πλουσίᾳ σου γάρ, προσέχων προαιρέσει, ὁ Ποιητὴς πλουσίας σοι, χορηγεῖ τὰς ἀντιδόσεις.Φέγγει Τριάδος ἀνεσπέρου, λαμπρυνόμενος θεράπων τῆς Τριάδος, τους τιμῶντάς σε νῦν , φωτίζεις μελῳδοῦντας· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.ΘεοτοκίονΜόνη τὸν ἕνα τῆς Τριάδος, ἀπεγέννησας ἐν δύο ταῖς οὐσίαις, ὑποστάσει μιᾷ, ὁρώμενον Παρθένε, ᾧ μελῳδοῦμεν, Κύριε, ὁ Θεος εὐλογητὸς εἶ.
Κανών β', ᾨδὴ ζ', τοῦ Ὁσίου
Ἦχος πλ. δ'
Οἱ ἐκ τῆς Ἰουδαίας ΤΟ ΑΚΟΥΤΕ
Καταρδόμενος Πάτερ, ὑετοῖς οὐρανίοις ὤφθης πολύφορος, καρποὺς ὡραιοτάτους, προσάγων τῷ Δεσπότῃ, τοὺς ἐν πίστει κραυγάζοντας· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς Εὐλογητός εἶ.Ἡ σὴ Παμμάκαρ γλῶσσα, καταρράκτας δογμάτων, ἀναπετάσσασα, αἱρέσεως τὴν πλάνην, συντόμως κατακλύζει, τοὺς πιστοὺς ἐκδιδάσκουσα· Ὁ τῶν Πατέρων βοᾶν, Θεὸς εὐλογητός εἶ.Πολιτείαν Ἀγγέλων, μετὰ σώματος Πάτερ, ἐν γῇ ἐβίωσας, καὶ θείαις θεωρίαις, τῶν ἄνω θεαμάτων, ἐνετρύφας καὶ ἔψαλλες· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.ΘεοτοκίονΠαρθενικῆς ἐκ νηδύος, σαρκωθεὶς ἐπεφάνης, εἰς σωτηρίαν ἡμῶν· διό σου τὴν Μητέρα, εἰδότες Θεοτόκον, εὐχαρίστως κραυγάζομεν· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.
Κανών α', ᾨδὴ η', τοῦ Ἱεράρχου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Νικηταὶ τυράννου, καὶ φλογὸς τῇ χάριτί σου γεγονότες, οἱ τῶν ἐντολῶν σου, σφόδρα ἀντεχόμενοι Παῖδες ἐβόων· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.Φωταυγῆ ἀστέρα, ὁ Χριστὸς ἐν ὕψει σε τῆς Ἐκκλησίας, ἀναδείξας Πάτερ, διὰ σοῦ τοὺς μέλποντας πίστει φωτίζει· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.Ἐλεήμων ὤφθης, πρᾶος εὐσυμπάθητος, ἄκακος Πάτερ, πλοῦτος πενομένων, καὶ στολὴ καὶ ἔνδυμα γυμνητευόντων· Εὐλογεῖτε μέλπων τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.Τὸν τοῦ Μάρκου θρόνον, ἱερῶς ἐκόσμησας, ἔργοις ἐνθέοις, ἐξαιρέτως Πάτερ, ἐλεημοσύνῃ τε καὶ συμπαθείᾳ· Ἐλεήμων ὅθεν, ὑπὲρ πάντας κέκλησαι, τοὺς ἐν συμπαθείᾳ, ἐκλάμψαντας Ἁγίους.ΘεοτοκίονῬείθρου ζῶντος ὤφθης, Παναγία σκήνωμα, ἐξ οὗ πιόντες, οἱ θανατωθέντες, τὴν ζωὴν κληρούμεθα ἀναβοῶντες· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τους αἰῶνας.
Κανών β', ᾨδὴ η', τοῦ Ὁσίου
Ἦχος πλ. δ'
Μουσικῶν ὀργάνων ΤΟ ΑΚΟΥΤΕ
Ἀρετῆς ἀντείχου τῆς τελείας, ἀγαθῶν τὸ πρῶτον ἀγαπήσας, καὶ ταῖς αὐτοῦ νῦν ἀστραπαῖς, λαμπόμενος κραυγάζεις· Τὸν Κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.Γνωστικὴν πλουτήσας ἐπιστήμην, πρακτικῆς ἐπέβης εὐδοξίας, τῆς χάριτος μαρμαρυγάς, ἐκπέμπων τοῖς βοῶσι· Τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τούς αἰῶνας.Κοσμικοὺς θορύβους ἀποδράσας, ἡσυχίας ὅρμῳ προσωρμίσθης, καὶ τῶν παθῶν τὰς προσβολάς, ἐνέκρωσας κραυγάζων· Τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.ΘεοτοκίονἈσφαλῶς γινώσκοντες Παρθένε, τὸν ἐκ σοῦ τεχθέντα Θεὸν Λογον, ὑμνοῦμέν σε πανευσεβῶς, οἱ πίστει μελῳδοῦντες· Τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Μουσικῶν ὀργάνων συμφωνούντων, καὶ λαῶν ἀπείρων προσκυνούντων, εἰκόνι τῇ ἐν Δεηρᾷ, τρεῖς Παῖδες μὴ πεισθέντες, τὸν Κύριον ἀνύμνουν, καὶ ἐδοξολόγουν, εἰς πάντας τοὺς αἰῶνας».
Κανών α', ᾨδὴ θ', τοῦ Ἱεράρχου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Κυρίως Θεοτόκον, σὲ ὁμολογοῦμεν, οἱ διὰ σοῦ σεσωσμένοι Παρθένε Ἁγνή, σὺν Ἀσωμάτοις χορείαις, σὲ μεγαλύνοντες».Ἰδοὺ σε μετὰ τέλος, μέσον συλλαμβάνει, δυάς, Ἁγίων Πατέρων ἐν μνήματι, ἱερωτάτην τιμὴν σοι, Πάτερ προσνέμουσα.Ὡς ὄρθρος ὡς ἡμέρα, Πάτερ Ἰωάννη, ἡ φωταυγής σου ἐξέλαμψε κοίμησις, φωταγωγοῦσα τους πίστει, σὲ μακαρίζοντας.Συνήφθης ταῖς χορείαις, τῶν Ἀρχιερέων, τῶν Προφητῶν Ἀποστόλων Μαρτύρων τε, μεθ' ὧν μνημόνευε Πάτερ, τῶν ἀνυμνούντων σε.Ἡ θήκη ἔνθα κεῖται, Πάτερ Ἰωάννη, τὸ ἱερόν σου καὶ Ἅγιον λείψανον, πηγὴ θαυμάτων ὑπάρχει, τοῖς σοὶ προστρέχουσι.ΘεοτοκίονΦανεῖσα πλατυτέρα, οὐρανῶν Παρθένε, τὸν λογισμόν μου στενούμενον πλάτυνον, χωρητικὸν χαρισμάτων, θείων δεικνύουσα.
Κανών β', ᾨδὴ θ', τοῦ Ὁσίου
Ἦχος πλ. δ'
Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανὸς ΤΟ ΑΚΟΥΤΕ
Ῥηγνὺντα προσπαθείας τῆς κοσμικῆς, τὰ δεσμὰ καὶ Θεῷ συγγινόμενον, σὲ καθορῶν, Πάτερ ὁ ἀλάστωρ βαρβαρικάς, σοὶ τρικυμίας ἤγειρε, λύειν σου νομίζων τὸ σταθηρόν, τῇ θείᾳ δὲ προνοίᾳ, τὰς τούτου διεκρούσω, μηχανουργίας παναοίδιμε.Πλουσίαις διαλάμπων μαρμαρυγαῖς, διδαχαῖς πολυτρόποις ἐλάμπρυνας, τῶν εὐσεβῶς, πίστει προσιόντων σοι τὰς ψυχάς, καὶ γὰρ κρατῆρι πάνσοφε, Νεῖλε τῆς σοφίας τῷ καθαρῷ, τὰ χείλη προσπελάσας, ἑξήντλησας ἀφθόνως, καὶ τοῖς ποθοῦσι μεταδέδωκας.Ἱέρευσας προθύμως Πάτερ σαυτόν, μυστικῶς ὡς ἀμώμητον σφάγιον, τῷ Πλαστουργῷ, τοῦτον ἀγαπήσας εἰλικρινῶς, οὗ νῦν τῷ θρόνῳ πάνσοφε, Νεῖλε παριστάμενος ἐκτενῶς, δυσώπει τοὺς ἐν πίστει, τελοῦντάς σου τὴν μνήμην, ἐπιτυχεῖν σου τῆς λαμπρότητος.ΘεοτοκίονἈνώρθωσας Παρθένε τῆς γυναικός, τὸ ὀλίσθημα Λόγον κυήσασα, τὸν ἀνορθοῦν, τοὺς κατερραγμένους ὡς ἀγαθόν, καὶ κραταιὸν δυνάμενον, τὸν δι' εὐσπλαγχνίας ὑπερβολήν, ἐκ σοῦ σωματωθέντα, καὶ σώσαντα τὸν κόσμον, τοῖς παθοκτόνοις αὐτοῦ πάθεσιν. Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός, καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα, ὅτι Θεός, ὤφθη τοῖς ἀνθρώποις σωματικῶς, καὶ ἡ γαστήρ σου γέγονεν, εὐρυχωροτέρα τῶν οὐρανῶν· διὸ σε Θεοτόκε, Ἀγγέλων καὶ ἀνθρώπων, ταξιαρχίαι μεγαλύνουσιν».
Ἐξαποστειλάριον τοῦ Ἱεράρχου
Ἦχος γ'
Ὁ οὐρανὸν τοῖς ἄστροις ΤΟ ΑΚΟΥΤΕ
Τὸν μιμητὴν φανέντα, τοῦ φιλοικτίρμονος Θεοῦ, ὑμνήσωμεν Ἰωάννην, ὅπως χρεῶν ἀποκοπήν, καὶ λύσιν πλημμελημάτων, δι' αὐτοῦ τύχωμεν πάντες.
Ἐξαποστειλάριον τοῦ Ὁσίου
Ἦχος γ'
Ὁ οὐρανὸν τοῖς ἄστροις ΤΟ ΑΚΟΥΤΕ
Ταῖς τῶν δακρύων ἀρδείαις, τὴν σὴν ψυχὴν ἐκπιάνας, Νεῖλε θεόφρον δυσώπει, τὰς τῶν ψυχῶν ἡμῶν πλῦναι, ἀκαθαρσίας τῶν πόθῳ, σὲ ἀνυμνούντων καὶ ζέσει.
Θεοτοκίον
Ἦχος γ'
Ὁ οὐρανὸν τοῖς ἄστροις ΤΟ ΑΚΟΥΤΕ
Ὁ γλυκασμὸς τῶν Ἀγγέλων, τῶν θλιβομένων ἡ χαρά, Χριστιανῶν ἡ προστάτις, Παρθένε Μήτηρ Κυρίου, ἀντιλαβοῦ μου καὶ ῥῦσαι, τῶν αἰωνίων βασάνων.
Ἀπόστιχα
Δοξαστικὸν
Ἦχος πλ. β'
Ὅσιε Πάτερ, εἰς πᾶσαν τὴν γῆν, ἐξῆλθεν ὁ φθόγγος τῶν κατορθωμάτων σου, δι' ὧν ἐν τοῖς οὐρανοῖς, εὗρες μισθὸν τῶν καμάτων σου· Τῶν δαιμόνων ὤλεσας τὰς φάλαγγας, τῶν Ἀγγέλων ἔφθασας τὰ τάγματα, ὧν τὸν βίον ἀμέμπτως ἐζήλωσας. Παρρησίαν ἔχων πρὸς Χριστὸν τὸν Θεόν, εἰρήνην αἴτησαι ταῖς ψυχαῖς ἡμῶν.
Θεοτοκίον
Ἦχος πλ. β'
Τριήμερος ἀνέστης ΤΟ ΑΚΟΥΤΕ
Παρθένε παναμώμητε, δυσώπησον ὃν ἔτεκες, ὅπως σώσῃ, ἄπαν γένος τῶν βροτῶν· καὶ γὰρ σε Θεοτόκον, καὶ γλώσσῃ καὶ καρδίᾳ, ὁμολογοῦμεν Μητροπάρθενε.
Σταυροθεοτοκίον
Ἦχος πλ. β'
Τριήμερος ἀνέστης ΤΟ ΑΚΟΥΤΕ
Ἡ Ἄμεμπτος ὡς εἶδέ σε, ἐπὶ Σταυροῦ κρεμάμενον, θρηνῳδοῦσα, ἀνεβόα μητρικῶς· Υἱέ μου καὶ Θεέ μου, γλυκύτατόν μου Τέκνον, μὴ καταλίπῃς με τὴν δούλην σου.
| TA ΜΗΝΑΙΑ | Νοέμβριος | 12 |
Nov 13
Τῌ ΙΓ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥΜνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου.
ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχ. δ' καὶ ψάλλομεν Στιχηρὰ προσόμοια τρία, δευτεροῦντες τὸ πρῶτον.Στιχηρὰ
Ἦχος α’
Τῶν οὐρανίων ΤΟ ΑΚΟΥΤΕ
Τὸν Βαπτιστὴν ἐμιμήσω, συνωνυμήσας καλῶς, τῇ ἐγκρατείᾳ Πάτερ, καὶ Ἠλίαν τὸν μέγαν, νηστείας καὶ ἁγνείας, ζήλῳ τρωθείς, ἀμφοτέρων Χρυσόστομε, βασιλικῆς τυραννίδος κατατολμῶν, ὡς ποιμὴν τῆς Ἐκκλησίας Χριστοῦ.
Ἦχος α’
Θείᾳ ἐμπνεύσει τοῦ Λόγου, διαδραμὼν γραφικῶς, πᾶσαν τὴν γῆν ὁ φθόγγος, τῶν δογμάτων σου Πάτερ, ἐφώτισε τὸν κόσμον, ἀνοίξας ἡμῖν, τῆς μετανοίας τὴν εἴσοδον, τήν τε πενήτων φροντίδα ἀνατυπῶν, καὶ Χριστοῦ τὸ Εὐαγγέλιον.
Ἦχος α’
Τὸ καθαρὸν τῆς ψυχῆς σου, καὶ ἀκηλίδωτον φῶς, ἡλιακὰς ἀκτῖνας, καταλάμπει τῷ κόσμῳ, δογμάτων εὐσεβείας, Πάτερ σοφέ, Ἰωάννη Χρυσόστομε, καὶ τὴν ἀχλὺν ἐκδιώκει καὶ δᾳδουχεῖ, τὴν οἰκουμένην πρὸς εὐσέβειαν.
Δόξα... Ἦχος δ΄
Γέγονας Χρυσόστομε, θεόπνευστον ὄργανον, δι' οὗ ἡμῖν τὸ Πνεῦμα τὸ Ἅγιον ἐφώνησε· τῇ εὐσήμῳ, γὰρ βοῇ, διέδραμε τὰ πέρατα, ὁ φθόγγος τῆς διδασκαλίας σου, καὶ μιμητὴς γενόμενος τῶν Ἀποστόλων Ὅσιε, τὸν χῶρον κατέλαβες ἐκεῖνον, ὃν ἐπόθησας· Πρέσβευε τῷ Κυρίῳ, Παμμακάριστε, εἰρηνεῦσαι τὸν κόσμον, καὶ σῶσαι τάς ψυχὰς ἡμῶν.
Καὶ νῦν... Ἦχος δ΄
Ῥῦσαι ἡμᾶς ἐκ τῶν ἀναγκῶν ἡμῶν, Μῆτερ Χριστοῦ τοῦ Θεοῦ, ἡ τεκοῦσα τὸν τῶν ὅλων Ποιητήν, ἵνα πάντες κράζωμέν σοι· Χαῖρε ἡ μόνη προστασία τῶν ψυχῶν ἡμῶν.
Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.
Ἦχος β’
Οἶκος τοῦ Ἐφραθᾶ ΤΟ ΑΚΟΥΤΕ
Σάλπιγξ χρυσοειδής, λαμπρῶς ἀναβοῶσα, τὰ θεῖα μεγαλεῖα, ἐδείχθης Ἰωάννη, εἰς τὰ τοῦ κόσμου πέρατα.Στίχ. Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Ἦχος β’
Νόμον ὡς Μωϋσῆς, ἐδέξω ἐκ Κυρίου, Χρυσόστομε τὸν κόσμον, σοφίζων καὶ φωτίζων, τοῖς θείοις σου διδάγμασιν.Στίχ. Οἱ Ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.
Ἦχος β’
Κήρυξ ὡς ἀληθῶς, τῆς θείας βασιλείας, ἐγένου Χρυσολόγε, βοῶν· Μετανοεῖτε, βυθίζων τὴν ἀπόγνωσιν.
Δόξα... Ἦχος β’
Τριάδος τῆς σεπτῆς, τὴν μίαν μοναρχίαν, ἐδίδαξας πιστεύειν, Πατέρα Λόγον Πνεῦμα, Χρυσόστομε Πατὴρ ἡμῶν.
Καὶ νῦν... Ἦχος β’
Παρθένε τὸν ἐκ σοῦ, τεχθέντα Θεὸν Λόγον, δυσώπει Θεοτόκε, μετὰ τοῦ Χρυσολόγου, τοῦ σῶσαι τὰς ψυχὰς ἡμῶν.
Ἀπολυτίκιον
Ἦχος πλ. δ'
Αὐτόμελον ΤΟ ΑΚΟΥΤΕ
Ἡ τοῦ στόματός σου καθάπερ πυρσὸς ἐκλάμψασα χάρις, τὴν οἰκουμένην ἐφώτισεν, ἀφιλαργυρίας τῷ κόσμῳ θησαυροὺς ἐναπέθετο, τὸ ὕψος ἡμῖν τῆς ταπεινοφροσύνης ὑπέδειξεν· Ἀλλὰ σοῖς λόγοις παιδεύων, Πάτερ Ἰωάννη Χρυσόστομε, πρέσβευε τῷ Λόγῳ Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμων.
Θεοτοκίον
Ἦχος πλ. δ'
Ὁ δι' ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρὶ σου, δεῖξον τὴν φιλανθρωπίαν σου Ἐλεῆμον, δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον, πρεσβεύουσαν ὑπὲρ ἡμῶν, καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.
ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Μετὰ τὸν Προοιμιακόν, Στιχολογοῦμεν τὴν Α' Στάσιν τοῦ Α' Καθίσματος τοῦ Ψαλτηρίου, Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς', καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια γ' δευτεροῦντες αὐτά.
Στιχηρὰ Προσόμοια τοῦ Ἁγίου
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσιν ΤΟ ΑΚΟΥΤΕ
Τὴν χρυσήλατον σάλπιγγα, τὸ θεόπνευστον ὄργανον, τῶν δογμάτων πέλαγος ἀνεξάντλητον, τῆς Ἐκκλησίας τὸ στήριγμα, τὸν νοῦν τὸν οὐράνιον, τῆς σοφίας τὸν βυθόν, τὸν κρατῆρα τὸν πάγχρυσον, τὸν προχέοντα, ποταμοὺς διδαγμάτων μελιρρύτων, καὶ ἀρδεύοντα τὴν κτίσιν, μελῳδικῶς ἀνυμνήσωμεν.
Ἦχος δ'
Τὸν ἀστέρα τὸν ἄδυτον, τὸν ἀκτῖσι φωτίζοντα, διδαγμάτων ἅπασαν τὴν ὑφήλιον, τῆς μετανοίας τὸν κήρυκα, τὸν σπόγγον τὸν πάγχρυσον, τὸν ὑγρότητα δεινῆς, ἀπογνώσεως αἴροντα, καὶ δροσίζοντα, ἐκτακείσας καρδίας ἁμαρτίαις, Ἰωάννην ἐπαξίως, τὸν Χρυσολόγον τιμήσωμεν.
Ἦχος δ'
Ὁ ἐπίγειος Ἄγγελος, καὶ οὐράνιος ἄνθρωπος, χελιδὼν ἡ εὔλαλος καὶ πολύφωνος, τῶν ἀρετῶν τὸ θησαύρισμα, ἡ πέτρα ἡ ἄρρηκτος, τῶν πιστῶν ὑπογραμμός, τῶν Μαρτύρων ἐφάμιλλος, ἰσοστάσιος, τῶν ἁγίων Ἀγγέλων, Ἀποστόλων, ὁ ὁμότροπος ἐν ὕμνοις, μεγαλυνέσθω Χρυσόστομος.
Δοξαστικὸν, Ἦχος πλ. β'
Ὅσιε τρισμάκαρ, ἁγιώτατε Πάτερ, ὁ ποιμὴν ὁ καλός, καὶ τοῦ Ἀρχιποίμενος Χριστοῦ Μαθητής, ὁ τιθεὶς τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων, αὐτὸς καὶ νῦν πανεύφημε, Ἰωάννη Χρυσόστομε, αἴτησαι πρεσβείαις σου, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.
Θεοτοκίον, Ἦχος πλ. β'
Τὶς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τὶς μὴ ἀνυμνήσει σου, τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρός, ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, Σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Παροιμιῶν τὸ ἈνάγνωσμαΜνήμη δικαίου μέτ' ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν, πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ Σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.
Σοφίας Σολομῶντος τὸ ἈνάγνωσμαΣτόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας. Στόμα σοφῶν μελετᾷ σοφίαν, δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρός δικαίου οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν,καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει, καὶ ὁ ἀγρυπνήσας δι' αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεοτητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστις γὰρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσιν ἀρεταί, σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδὲν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ δὲ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων, καὶ πᾶσι σύμβουλὸς ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγῳ αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας. Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δὸς μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων σου, ὅτι ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τὶ εὐάρεστόν ἐστι παρὰ σοί. Καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ μὲ ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.
Σοφίας Σολομῶντος τὸ ἈνάγνωσμαἘγκωμιαζομένου δικαίου, εὐφρανθήσονται λαοί· ἀθανασία γὰρ ἐστιν ἡ μνήμη αὐτοῦ, ὅτι καὶ παρὰ Θεῷ γινώσκεται, καὶ παρὰ ἀνθρώποις, καὶ ἀρεστὴ Κυρίῳ ἡ ψυχὴ αὐτοῦ. Ἐπιθυμήσατε τοιγαροῦν, ὦ ἄνδρες, σοφίαν, καὶ ποθήσατε, καὶ παιδευθήσεσθε· Ἀρχὴ γὰρ αὐτῆς ἀγάπη, καὶ τήρησις νόμων. Τιμήσατε σοφίαν, ἵνα εἰς τὸν αἰῶνα βασιλεύσητε. Ἀπαγγελῶ ὑμῖν, καὶ οὐ κρύψω ἀφ' ὑμῶν μυστήρια Θεοῦ. Ὅτι αὐτὸς καὶ τῆς σοφίας ὁδηγὸς ἐστι, καὶ τῶν σοφῶν διορθωτής· καὶ ἐν τῇ χειρὶ αὐτοῦ πᾶσα φρόνησις, καὶ ἐργασιῶν ἐπιστήμη. Ἡ πάντων τεχνῖτις ἐδίδαξέ με σοφία· ἔστι γὰρ ἐν αὐτῇ πνεῦμα νοερόν, ἅγιον, ἀπαύγασμα φωτὸς ἀϊδίου, καὶ εἰκὼν τῆς ἀγαθότητος τοῦ Θεοῦ. Αὕτη φίλους Θεοῦ καὶ Προφήτας κατασκευάζει. Εὐπρεπεστέρα δὲ ἐστιν ἡλίου, καὶ ὑπὲρ πᾶσαν ἀστέρων θέσιν, φωτὶ συγκρινομένη, εὑρίσκεται προτέρα. Αὕτη τοὺς θεραπεύσαντας αὐτὴν ἐκ πόνων ἐρρύσατο, καὶ ὡδήγησεν ἐν τρίβοις εὐθείαις. Ἔδωκεν αὐτοῖς γνῶσιν ἁγίαν, καὶ διεφύλαξεν αὐτοὺς ἀπὸ ἐνεδρευόντων, καὶ ἀγῶνα ἰσχυρὸν ἑβράβευσεν αὐτοῖς, ἵνα γνῶσι πάντες, ὅτι δυνατωτέρα παντὸς ἐστιν ἡ εὐσέβεια, καὶ οὐ μὴ κατισχύσῃ ποτὲ κακία σοφίας, οὐδ' οὐ μὴ παρελεύσεται πονηρούς ἐλέγχουσα ἡ δίκη. Εἶπον γὰρ ἐν ἑαυτοῖς, λογισάμενοι οὐκ ὀρθῶς. Καταδυναστεύσωμεν τὸν δίκαιον, μὴ φεισώμεθα τῆς ὁσιότητος αὐτοῦ, μηδὲ ἐντραπῶμεν πολιὰς πρεσβύτου πολυχρονίους· ἔστω δὲ ἡμῶν ἡ ἰσχὺς νόμος. Καὶ ἐνεδρεύσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστι, καὶ ἐναντιοῦται τοῖς ἔργοις ἡμῶν καὶ ἐπιφημίζει ἡμῖν ἁμαρτήματα παιδείας ἡμῶν. Ἐπαγγέλλεται γνῶσιν ἔχειν Θεοῦ, καὶ παῖδα Κυρίου ἑαυτὸν ὀνομάζει. Ἐγένετο ἡμῖν εἰς ἔλεγχον ἐννοιῶν ἡμῶν. Βαρὺς ἐστιν ἡμῖν καὶ βλεπόμενος· ὅτι ἀνόμοιος τοῖς ἄλλοις ὁ βίος αὐτοῦ, καὶ ἐξηλλαγμέναι αἱ τρίβοι αὐτοῦ. Εἰς κίβδηλον ἐλογίσθημεν αὐτῷ, καὶ ἀπέχεται τῶν ὁδῶν ἡμῶν, ὡς ἀπὸ ἀκαθαρσιῶν, καὶ μακαρίζει ἔσχατα δικαίων, ἴδωμεν οὖν εἰ οἱ λόγοι αὐτοῦ ἀληθεῖς, καὶ πειράσωμεν τὰ ἐν ἐκβάσει αὐτοῦ. Ὕβρει καὶ βασάνῳ ἐτάσωμεν αὐτόν, ἵνα γνῶμεν τὴν ἐπιείκειαν αὐτοῦ, καὶ δοκιμάσωμεν τὴν ἀνεξικακίαν αὐτοῦ. Θανάτῳ ἀσχήμονι καταδικάσωμεν αὐτόν· ἔσται γὰρ αὐτοῦ ἐπισκοπὴ ἐκ λόγων αὐτοῦ. Ταῦτα ἐλογίσαντο, καὶ ἐπλανήθησαν· ἀπετύφλωσε γὰρ αὐτοὺς ἡ κακία αὐτῶν. Καὶ οὐκ ἔγνωσαν μυστήρια Θεοῦ, οὐδὲ ἔκριναν, ὅτι σὺ εἶ Θεὸς μόνος, ὁ ζωῆς ἔχων καὶ θανάτου ἐξουσίαν, καὶ σῴζων ἐν καιρῷ θλίψεως καὶ ῥυόμενος ἐκ παντὸς κακοῦ, ὁ οἰκτίρμων καὶ ἐλεήμων, καὶ διδοὺς τοῖς Ὁσίοις σου χάριν, καὶ τῷ σῷ βραχίονι τοῖς ὑπερηφάνοις ἀντιτασσόμενος.
Εἰς τὴν Λιτήν, Στιχηρὰ ἰδιόμελα. Ἦχος α' Ἀνατολίου Φωστὴρ Ἰωάννη, στόμα χρυσεμφανές, ἐγκαλλώπισμα τῶν θεουργῶν ἀρετῶν, καὶ ἐνδιαίτημα Γραφῶν μυσταρχικῶν, σὺ τοῦ παναχράντου Ἁγίου Πνεύματος, ἀκήρατος θησαυρός ἐχρημάτισας· ὅθεν ἐπεύφρανας πᾶσαν Ἐκκλησίαν, σωτηριώδει σου λόγῳ ὑπαρκτικῷ· Παρρησίαν οὖν εὑράμενος πρὸς τὸν Θεόν, ἐν τῇ ἀπολαύσει τῆς ἄνω κληρουχίας, πρέσβευε ὑπὲρ ἡμῶν, Πάτερ ἁγιώτατε. Ὁ αὐτὸςἘξεχύθη ἡ χάρις ἐν χείλεσί σου, Ὅσιε Πάτερ, Ἰωάννη Χρυσόστομε· διὰ τοῦτο ἔχρισέ σε ὁ Θεός, Ἀρχιερέα τοῦ λαοῦ αὐτοῦ, ποιμαίνειν τὸ ποίμνιον αὐτοῦ, ἐν ὁσιότητι καὶ δικαιοσύνῃ. Διὸ περιζωσάμενος τὴν ῥομφαίαν τοῦ δυνατοῦ, διέκοψας τὰς γλωσσαλγίας τῶν αἱρέσεων, καὶ νῦν μὴ παύσῃ πρεσβεύων, εἰρηνεῦσαι τὸν κόσμον, καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν. Ἦχος β' Τοῦ ΣτουδίτουΣὲ τὸν μέγαν Ἀρχιερέα καὶ Ποιμένα, τὸν ἄκακον καὶ ὅσιον, τῆς μετανοίας τὸν κήρυκα, τὸ χρυσίπνοον στόμα τῆς χάριτος, ἀνευφημοῦντες πόθῳ δεόμεθα. Μετάδος ἡμῖν τῶν πρεσβειῶν σου Πάτερ, εἰς ἀντάμειψιν τῶν ψυχῶν ἡμῶν. Ὁ αὐτὸςΓεωργίου ΝικομηδείαςΧρυσέοις λόγοις σου ἡ Ἐκκλησία, ὡς κόσμῳ χρυσῷ περικοσμηθεῖσα, Ἰωάννη Χρυσόστομε, νυμφικῶς χαίρουσα βοᾷ σοι, κεκόρεσμαι ἐκ σῶν χρυσοβρύτων ναμάτων, καταγλαϊσθεῖσα χρυσοφαέσι καὶ μελιχρύσοις πόμασιν· ἐκ πράξεως γὰρ εἰς θεωρίαν ἀνάγομαι, διὰ τῶν πραέων σου παραινέσεων· καὶ πρὸς Χριστὸν τὸν νοητὸν νυμφίον ἑνοῦμαι, συμβασιλεύουσα αὐτῷ· Διὸ καὶ ἡμεῖς συναθροισθέντες ἐν τῇ μνήμῃ σου κράζομεν· Μὴ ἀποκάμῃς δεόμενος, ὑπὲρ ἡμῶν πρὸς Κύριον, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν. Ὁ αὐτὸςΕἴληφας Ἱεράρχα, τὴν ἀνωτάτω φιλοσοφίαν, καὶ ἔξω κόσμου ἐγένου, ζῶν ὑπὲρ τὰ ὁρώμενα· καὶ ἔσοπτρον ἀκηλίδωτον Θεοῦ σαφῶς ἀνεδείχθης, καὶ ὤν ἀεὶ ἡνωμένος φωτί, φῶς προσελάμβανες, καὶ τρανότερον τοῦ μακαρίου ἔτυχες τέλους· Πρέσβευε Χρυσόστομε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν. Ἦχος δ'Ῥήμασι χρυσαυγεστάτοις, τὰ πέρατα σαφῶς κατήρδευσας, χρυσόρρυτον ἔχων τήν τε ψυχὴν καὶ τὸ σῶμα πανόλβιε, καὶ πάντα διαχρυσώσας τοῖς λόγοις σου, χρυσουργὲ τῶν δογμάτων σου, καὶ βίβλους συγγραψάμενος χρυσογραφικάς, ἀνέπτης εἰς οὐρανούς· Διὸ βοῶμέν σοι, Χρυσορρόα καὶ Χρυσόστομε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν. Δοξα... Ἦχος ὁ αὐτὸςΓερμανοῦἜπρεπε τῇ βασιλίδι τῶν πόλεων, Ἰωάννην αὐχεῖν Ἀρχιερέα, ὥσπερ τινὰ κόσμον βασιλικόν, καὶ χρυσήλατον σάλπιγγα, πάντα περιηχοῦσαν τὰ πέρατα, τὰ σωτήρια δόγματα, καὶ πάντας συναγείρουσαν, πρὸς συνασπισμὸν ᾀσμάτων θεοπρεπῶν, πρὸς ὃν βοήσωμεν· Χρυσολόγε καὶ Χρυσόστομε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχάς ἡμῶν. Καὶ νῦν ... Θεοτοκίον Σὲ τεῖχος κεκτήμεθα, Θεοτόκε ἄχραντε, καὶ εὔδιον λιμένα καὶ ὀχύρωμα· διὸ δεόμεθα, οἱ ἐν βίῳ χειμαζόμενοι· Κυβέρνησον καὶ διάσωσον ἡμᾶς.
Εἰς τὸν Στίχον, τὰ Στιχηρὰ Προσόμοια. Ἦχος πλ. α' Χαίροις ἀσκητικῶν ἀληθῶς ΤΟ ΑΚΟΥΤΕΧαίροις τὸ χρυσαυγὲς καὶ τερπνόν, τῆς Ἐκκλησίας τὸ θεόπνευστον ὄργανον, ἡ γλῶσσα ἡ φιλανθρώπως, τῆς μετανοίας ἡμῖν, τοὺς ποικίλους τρόπους ὑπογράφουσα, ὁ νοῦς ὁ χρυσίμορφος, χελιδὼν ἡ χρυσόστομος, περιστερά τε, ψαλμικῶς τὰ μετάφρενα, χρυσαυγίζουσα, ἀρετῶν ἐν χλωρότητι· ῥεῖθρον χρυσοειδέστατον, προχέον τὰ νάματα, στόμα τὸ θεῖον καὶ θείας, φιλανθρωπίας ἐχέγγυον, Χριστὸν καταπέμψαι, ταῖς ψυχαῖς ἡμῶν δυσώπει, τὸ μέγα ἔλεος. Στίχ. Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσινΧαίροις τῶν ὀρφανῶν ὁ Πατήρ, ἀδικουμένων ὀξυτάτη βοήθεια, πενήτων ἡ χορηγία, ἡ τῶν πεινώντων τροφή, τῶν ἁμαρτανόντων ἡ διόρθωσις· ψυχῶν εὐστοχώτατος, ἰατρός καὶ σεμνότατος, θεολογίας, ὑψηλῆς ἡ ἀκρίβεια, ἡ σαφήνεια, τῶν Γραφῶν τῶν τοῦ Πνεύματος· νόμος ὁ πρακτικώτατος, κανὼν ὁ εὐθύτατος, ἡ θεωρία καὶ πρᾶξις, αἱ τῆς σοφίας ἀκρότητες, Χριστὸν καταπέμψαι, ταῖς ψυχαῖς ἡμῶν δυσώπει, τὸ μέγα ἔλεος. Στίχ. Στόμα δικαίου μελετήσει σοφίαν, καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν. Οἶκον τῶν ἱερῶν ἀρετῶν, ἱερωμένον σεαυτὸν ἀπετέλεσας· ἐν σοὶ γὰρ τὴν κατοικίαν, ὡς ἐν ἁγίῳ ναῷ, καὶ καθαρωτάτῳ Πάτερ ἔθεντο· σοφῶς κυβερνήσας γάρ, τὰς αἰσθήσεις τοῦ σώματος, ὡς ἐν ἀσύλῳ, θησαυρῷ διετήρησας, τὴν διάνοιαν, τῶν παθῶν καθαρεύουσαν· ὅθεν θεοειδέστατος, Παμμάκαρ γενόμενος, τῆς Ἐκκλησίας προέστης, ἱεραρχίᾳ κοσμούμενος, Χριστὸν ἱκετεύων, τὸν παρέχοντα τῷ κόσμῳ, τὸ μέγα ἔλεος.
Δοξαστικὸν, Ἦχος πλ. β'
Σάλπιγξ χρυσόφωνος ἀνεδείχθης, Χρυσορρῆμον Χρυσόστομε, χρυσουργῶν τὰς καρδίας τῶν πιστῶν, τοῖς χρυσεπόνοις σου διδάγμασι· προφητικῶς γὰρ ἐξῆλθεν ὁ φθόγγος τῶν δογμάτων σου, Ὅσιε Πάτερ, καὶ κόσμου παντὸς τὰ πέρατα ἐφώτισας.
Θεοτοκίον, Ἦχος πλ. β'
Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρώην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διὸ σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε, καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως· τὸ Χαῖρε τοῦ Ἀγγέλου, χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Ἀπολυτίκιον
Ἦχος πλ. δ'
Αὐτόμελον ΤΟ ΑΚΟΥΤΕ
Ἡ τοῦ στόματός σου καθάπερ πυρσὸς ἐκλάμψασα χάρις, τὴν οἰκουμένην ἐφώτισεν, ἀφιλαργυρίας τῷ κόσμῳ θησαυροὺς ἐναπέθετο, τὸ ὕψος ἡμῖν τῆς ταπεινοφροσύνης ὑπέδειξεν· Ἀλλὰ σοῖς λόγοις παιδεύων, Πάτερ Ἰωάννη Χρυσόστομε, πρέσβευε τῷ Λόγῳ Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμων.
Θεοτοκίον
Ἦχος πλ. δ'
Ὁ δι' ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρὶ σου, δεῖξον τὴν φιλανθρωπίαν σου Ἐλεῆμον, δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον, πρεσβεύουσαν ὑπὲρ ἡμῶν, καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα
Ἦχος '
Τὴν Σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ
Τὴν σοφίαν ἐξ ὕψους καταμαθών, καὶ τὴν χάριν τῶν λόγων παρὰ Θεοῦ, τοῖς πᾶσιν ἐξέλαμψας, ὡς χρυσὸς ἐν καμίνῳ, καὶ τὴν Ἁγίαν Τριάδα, Μονάδα ἐκήρυξας, τήν φιλάργυρον πλάνην, τοξεύσας τοῖς λόγοις σου· ὅθεν καὶ πρὸς ζῆλον, Βασιλίδα ἐλέγξας, ἀδίκως τῆς ποίμνης σου, ἀπελάθης μακάριε, Ἰωάννη Χρυσόστομε· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου. Δόξα... Τὸ αὐτὸ Καὶ νῦν ... Θεοτοκίον Τὴν ψυχήν μου Παρθένε τὴν ταπεινήν, τὴν ἐν ζάλῃ τοῦ βίου τῶν πειρασμῶν, νῦν ὡς ἀκυβέρνητον, ποντουμένην τῷ κλύδωνι, ἁμαρτιῶν τε φόρτῳ, φανεῖσαν ὑπέραντλον, καὶ εἰς πυθμένα ᾍδου, πεσεῖν κινδυνεύουσαν, φθάσον Θεοτόκε, τῇ θερμῇ σου πρεσβείᾳ, καὶ σῶσον παρέχουσα, σὸν λιμένα τὸν εὔδιον, ἵνα πίστει κραυγάζω σοι· Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων δοῦναί μοι τὴν ἄφεσιν· σὲ γὰρ ἔχω ἐλπίδα, ὁ ἀνάξιος δοῦλός σου.
Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα
Ἦχος γ'
Θείας πίστεως ΤΟ ΑΚΟΥΤΕ
Σκεῦος ἔνθεον τῆς Ἐκκλησίας, πλοῦτος ἄσυλος τῆς εὐσεβείας, ἀνεδείχθης Ἱεράρχα Χρυσόστομε, ἐν ἀπαθείᾳ φαιδρύνας τὸν βίον σου, τοῖς δεομένοις ἐπαντλήσας τόν ἔλεον, Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος. Δόξα... Ἦχος πλ. α' Τὸν συνάναρχον Λόγον ΤΟ ΑΚΟΥΤΕΤὸν λειμῶνα τῶν λόγων τῶν θεοπνεύστων Γραφῶν, τὸν ἡμᾶς ὁδηγοῦντα πρὸς τὴν μετάνοιαν, τὸν τοὺς ποικίλους πειρασμοὺς ὑπομείναντα, τὸν Χρυσόστομον πιστοί, ὡς διδαχθέντες ὑπ' αὐτοῦ τιμήσωμεν κατὰ χρέος· πρεσβεύει γὰρ τῷ Κυρίω, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν. Καὶ νῦν ... Θεοτοκίον Τὸ ἐξαίσιον θαῦμα τὸ τῆς συλλήψεως, καὶ ὁ ἄφραστος τρόπος ὁ τῆς κυήσεως, ἐν σοὶ ἐγνώρισται, Ἁγνὴ Ἀειπάρθενε, καταπλήττει μου τὸν νοῦν, καὶ ἐξιστᾷ τὸν λογισμόν, ἡ δόξα σου Θεοτόκε, τοῖς πᾶσιν ἐφαπλουμένη, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα
Ἦχος δ'
Ἐπεφάνης σήμερον ΤΟ ΑΚΟΥΤΕ
Τοῖς χρυσέοις λόγοις σου, ἡ Ἐκκλησία, ἀρδομένη ἅπαντας, ποτίζει νάματα χρυσᾶ, καὶ ἰατρεύει νοσήματα, τῶν σὲ ὑμνούντων, παμμάκαρ Χρυσόστομε. Δόξα... Ἦχος πλ. α' Τὸν συνάναρχον Λόγον ΤΟ ΑΚΟΥΤΕΟὔτε ἔχθρα συνόδου οὖσα παράνομος, οὔτε μῖσος Αὐγούστης οὔσης παράφρονος, τὰς ἀρετὰς τὰς ἐν σοὶ Πάτερ κατέσβεσαν, ἀλλ' ὡς χρυσὸς ἐν τῷ πυρί, δοκιμασθείς τῶν πειρασμῶν, καθικετεύεις ἀπαύστως, τὴν Παναγίαν Τριάδα, ὑπὲρ ἧς ἠγωνίσω ζέων τῷ πνεύματι. Καὶ νῦν ... Θεοτοκίον Τὴν ταχεῖάν σου σκέπην καὶ τὴν ἀντίληψιν, καὶ τὸ ἔλεος δεῖξον ἐπὶ τὸν δοῦλόν σου, καὶ τὰ κύματα Ἁγνὴ καταπράϋνον, τῶν ματαίων λογισμῶν, καὶ τὴν πεσοῦσάν μου ψυχήν, ἀνάστησον Θεοτόκε· οἶδα γὰρ οἶδα Παρθένε, ὡς πάντα ὅσα βούλει καὶ δύνασαι.
Προκείμενον Ἦχος δ' Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν. Στίχ. Ἀκούσατε ταῦτα πάντα τὰ ἔθνη, ἐνωτίσασθε πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην.
Ἦχος β' Δόξα... Σήμερον σκιρτῶσιν ἐν πνεύματι, Ἀρχιερέων δῆμοι, σὺν ἡμῖν τιμῶντές σου τὴν μνήμην Ἱεράρχα, Χρυσόστομε Ὅσιε, φωστὴρ τῆς Ἐκκλησίας.Καὶ νῦν... Ταῖς τῆς Θεοτόκου πρεσβείαις...Στίχ. Ἐλέησόν με ὁ Θεός...Καὶ τὸ ἰδιόμελον Ἦχος πλ. β'Ἐξεχύθη ἡ χάρις ἐν χείλεσί σου, Ὅσιε Πάτερ, καὶ γέγονας Ποιμὴν τῆς τοῦ Χριστοῦ Ἐκκλησίας, διδάσκων τὰ λογικὰ πρόβατα, πιστεύειν εἰς Τριάδα ὁμοούσιον, ἐν μιᾷ Θεότητι.
Κανών α', ᾨδὴ α', τῆς Θεοτόκου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν αἰγυπτίαν μοχθηρίαν διαφυγών, ὁ Ἰσραηλίτης ἀνεβόα· τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν.Πολλοῖς συνεχόμενος πειρασμοῖς, πρὸς σὲ καταφεύγω, σωτηρίαν ἐπιζητῶν· Ὦ Μῆτερ τοῦ Λόγου καὶ Παρθένε, τῶν δυσχερῶν καὶ δεινῶν με διάσωσον.Παθῶν με ταράττουσι προσβολαί, πολλῆς ἀθυμίας, ἐμπιπλῶσαί μου τὴν ψυχήν, εἰρήνευσον, Κόρη, τῇ γαλήνῃ, τῇ τοῦ Υἱοῦ καὶ Θεοῦ σου, Πανάμωμε.Σωτῆρα τεκοῦσάν σε καὶ Θεόν, δυσωπῶ, Παρθένε, λυτρωθῆναί με τῶν δεινῶν· σοὶ γὰρ νῦν προσφεύγων ἀνατείνω, καὶ τὴν ψυχὴν καὶ τὴν διάνοιαν.Νοσοῦντα τὸ σῶμα καὶ τὴν ψυχήν, ἐπισκοπῆς θείας, καὶ προνοίας τῆς παρὰ σοῦ, ἀξίωσον, μόνη Θεομῆτορ, ὡς ἀγαθὴ ἀγαθοῦ τε λοχεύτρια.
Ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς.Τοῦ Πνεύματος μέλπω σε τὸ χρυσοῦν στόμα. Θεοφάνους.ᾨδὴ α'
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἁρματηλάτην Φαραω ἐβύθισε, τερατουργοῦσα ποτέ, Μωσαϊκὴ ῥάβδος, σταυροτύπως πλήξασα, καὶ διελοῦσα θάλασσαν, Ἰσραὴλ δὲ φυγάδα, πεζὸν ὁδίτην διέσωσεν, ᾆσμα τῷ Θεῷ ἀναμέλποντα». Τῆς μετανοίας γεγονὼς θερμότατος, κήρυξ Χρυσόστομε, μετανοεῖν Πάτερ, τῷ Θεῷ με πρέσβευε, ἐξ ὅλης τῆς καρδίας μου, καὶ τῶν πάλαι πταισμάτων, θεραπευθῆναι τὰ τραύματα, τῇ σῇ συμπαθείᾳ δυσώπησον. Ὅλην τὴν αἴγλην τοῦ Ἁγίου Πνεύματος, Πάτερ δεξάμενος, ὁλολαμπὴς ὤφθης, στῦλος προηγούμενος, τῆς Ἐκκλησίας, Ὅσιε, φωτεινή τε νεφέλη, παμμάκαρ ἐπισκιάζουσα, τὰ τῶν Ὀρθοδόξων συστὴματα. Ὑπὸ Χριστοῦ προχειρισθεὶς Διδάσκαλος, θεῖα διδάγματα, χρυσοειδεῖ γλώσσῃ, γνώμῃ τε θεόφρονι, πλουσίως σὺ ἐπήγασας· τοῦ Θεοῦ ποταμὸς γάρ, ὑδάτων πλήρης τοῦ Πνεύματος, ὤφθης Θεοφάντορ Χρυσόστομε. ΘεοτοκίονΠεποικιλμένη ποικιλίᾳ χάριτος, θεοχαρίτωτε, τὸν τοῦ Πατρὸς Λόγον, σάρκα χρηματίσαντα, δι' εὐσπλαγχνίαν ἄφατον, ὑπὲρ νοῦν τε καὶ λόγον, εὐλογημένη γεγέννηκας, μείνασα Παρθένος ἀμόλυντος. Καταβασία ΤΟ ΑΚΟΥΤΕἈνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι,φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος,ταύτης τὰ θαύματα.
Κανών α', ᾨδὴ γ', τῆς Θεοτόκου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σύ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε.Προστασίαν καὶ σκέπην, ζωῆς ἐμῆς τίθημι, Σέ, Θεογεννῆτορ, Παρθένε, σύ με κυβέρνησον, πρὸς τὸν λιμένα σου, τῶν ἀγαθῶν ἡ αἰτία, τῶν πιστῶν τὸ στήριγμα, μόνη πανύμνητε.Ἱκετεύω, Παρθένε, τὸν ψυχικὸν τάραχον, καὶ τῆς ἀθυμίας τὴν ζάλην, διασκεδάσαι μου· σὺ γάρ, Θεόνυμφε, τὸν ἀρχηγὸν τῆς γαλήνης, τὸν Χριστὸν ἐκύησας, μόνη πανάχραντε.Εὐεργέτην τεκοῦσα, τὸν τῶν καλῶν αἴτιον, τῆς εὐεργεσίας τὸν πλοῦτον, πᾶσιν ἀνάβλυσον· πάντα γὰρ δύνασαι, ὡς δυνατὸν ἐν ἰσχύϊ, τὸν Χριστὸν κυήσασα, Θεομακάριστε.Χαλεπαῖς ἀρρωστίαις, καὶ νοσεροῖς πάθεσιν, ἐξεταζομένῳ, Παρθένε, σύ μοι βοήθησον· τῶν ἰαμάτων γάρ, ἀνελλιπῆ σε γινώσκω, θησαυρόν, Πανάμωμε, τὸν ἀδαπάνητον.
Κανών β', ᾨδὴ γ', τοῦ Ἁγίου
Ἦχος πλ. δ'
Ὁ στερεώσας κατ' ἀρχὰς ΤΟ ΑΚΟΥΤΕ
Νοῦν σὺ Χριστοῦ πεπλουτηκώς, σῇ καθαρᾷ πολιτείᾳ, τῆς ἀνθρώπων σωτηρίας ἐγένου, συνεργὸς ὑφηγητής, δημηγόρος Χρυσόστομε, διδασκαλίας βρύων, σωτηριώδεις θεόπνευστε. Ἐκ τῶν ἀσύλων θησαυρῶν, τοῦ Πνεύματος σὺ πλουτήσας, ἐκ πηγῶν τοῦ σωτηρίου ἀντλήσας, τὴν ἀέναον πηγήν, τῶν διδαγμάτων ἤρδευσας, τῆς Ἐκκλησίας ἅπαν, Ὅσιε Πάτερ τὸ πρόσωπον. Ὑλομανούσας τῶν ψυχῶν, Χρυσόστομε τὰς ἀρούρας, τῇ πανσόφῳ γεωργίᾳ τῶν λόγων, ἐξεκάθηρας σαφῶς, καὶ καρποφόρους ἔδειξας, τοῖς οὐρανίοις ὄμβροις, ταύτας ἐπάρδων Θεόληπτε. ΘεοτοκίονΜῶμος ἐν σοὶ καὶ μολυσμός, οὐκ ἔστιν ὅλως Παρθένε, ἐνδιαίτημα δὲ μᾶλλον ἐφάνης, οὐρανίων ἀρετῶν· ἐν σοὶ γὰρ κατεσκήνωσε, τῶν ἀρετῶν ἡ πᾶσα, ἁγιωσύνη Πανάμωμε. Καταβασία ΤΟ ΑΚΟΥΤΕΤοὺς σοὺς ὑμνολόγους, Θεοτόκε, ἡ ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας πνευματικόν, στερέωσον· καὶ ἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον.
Κάθισμα
Ἦχος πλ. δ'
Τὴν Σοφίαν καὶ Λογον ΤΟ ΑΚΟΥΤΕ
Τῆς ἀρρήτου σοφίας θεοπτικῶς, ἐξαντλήσας τὸν πλοῦτον τὸν γνωστικόν, πᾶσιν ἐθησαύρισας, ὀρθοδοξίας τὰ νάματα, τῶν μὲν πιστῶν καρδίας, ἐνθέως εὐφραίνοντα, τῶν δὲ ἀπίστων ἀξίως, βυθίζοντα δόγματα· ὅθεν δι' ἀμφοτέρων, εὐσεβείας ἱδρῶσιν, ἐδείχθης ἀήττητος, τῆς Τριάδος ὑπέρμαχος, Ἰωάννη Χρυσόστομε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου. Δοξα... Καὶ νῦν ... ΘεοτοκίονΤὸν φλογμὸν τῆς γεέννης καὶ ἐμπρησμόν, τὸν κλαυθμὸν τὸν ἐν ταύτῃ καὶ ὀδυρμόν, τὸν ἐλεεινότατον, χωρισμὸν καὶ πικρότατον, τοῦ τῶν Ἁγίων κλήρου, καὶ τῆς ὁμηγύρεως, ἐνθυμουμένη φρῖξον, ψυχή μου καὶ στέναξον, καὶ τὰ γραμματεῖα, τῶν μυρίων χρεῶν σου, ἀπαλεῖψαι ἐπείχθητι, κατανύξεως δάκρυσι, συνεργὸν ἀκαταίσχυντον, ἔχουσα τὴν μόνην Ἁγνήν, δι' ἦς πταισμάτων δίδοται ἡ ἄφεσις, τοῖς αὐτὴν Θεοτόκον, ὀρθοδόξως δοξάζουσι.
Κανών α', ᾨδὴ δ', τῆς Θεοτόκου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Εἰσακήκοα, Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν Θεότητα.Τῶν παθῶν μου τὸν τάραχον, ἡ τὸν κυβερνήτην τεκοῦσα Κύριον, καὶ τὸν κλύδωνα κατεύνασον, τῶν ἐμῶν πταισμάτων, Θεονύμφευτε.Εὐσπλαγχνίας τὴν ἄβυσσον, ἐπικαλουμένῳ τῆς σῆς παράσχου μοι, ἡ τὸν εὔσπλαγχνον κυήσασα, καὶ Σωτῆρα πάντων, τῶν ὑμνούντων σε.Ἀπολαύοντες, Πάναγνε, τῶν σῶν δωρημάτων εὐχαριστήριον, ἀναμέλπομεν ἐφύμνιον, οἱ γινώσκοντές σε Θεομήτορα.Οἱ ἐλπίδα καὶ στήριγμα, καὶ τῆς σωτηρίας τεῖχος ἀκράδαντον, κεκτημένοι σε, Πανύμνητε, δυσχερείας πάσης, ἐκλυτρούμεθα.
Κανών β', ᾨδὴ δ', τοῦ Ἁγίου
Ἦχος πλ. δ'
Σύ μου ἰσχύς, Κύριε ΤΟ ΑΚΟΥΤΕ
Ἄλλον ἡμῖν, τῶν Ἀποστόλων ὁμότροπον, ὁ προνοίᾳ, πάντων προμηθούμενος, ὡς ἀγαθὸς δέδωκε Χριστός, σὲ τῆς οὐρανίου μυσταγωγίας τὸν κήρυκα, καὶ θεῖον ὑποφήτην, μυστηρίων τῶν ἄνω, Ἰωάννη παμμάκαρ Χρυσόστομε. Τὸν χρυσαυγῆ, καὶ χρυσολόγον τιμήσωμεν, Ἰωάννην, πάντας τὸν χρυσώσαντα, χρυσοειδέσι μαρμαρυγαῖς, τῆς διδασκαλίας, καὶ κόσμον γλώσσῃ φαιδρύναντα, χρυσίου λαμπροτέρᾳ, καὶ φωτὸς πληρεστάτῃ, ἐκβρυούσῃ τὴν χάριν τὴν ἔνθεον. Ὅλος Θεοῦ, γέγονας κατοικητήριον, ὅλος ὤφθης, ὄργανον τοῦ Πνεύματος, ἀναφωνοῦν, πάσης ἀρετῆς, θεόπνευστον μέλος, καὶ σωτηρίας ὑπόθεσιν, καὶ κάλλος ὑποφαῖνον, οὐρανῶν βασιλείας, Ἰωάννη παμμάκαρ Χρυσόστομε. Σὺ τοῦ Θεοῦ, τὴν εὐσπλαγχνίαν ἐκήρυξας, μετανοίας, τρόπους ἐκτιθέμενος· καὶ τῶν κακῶν τὴν ἀποφυγήν, ἄριστα διδάσκων, παμμάκαρ καὶ τελεώτατα· καὶ ἔργων τῶν ἀρίστων, παραινέσεις ὑφαίνων, πανσέβάσμιε Πάτερ Χρυσόστομε. ΘεοτοκίονΜετὰ Θεόν, σὲ προστασίαν κεκτήμεθα· σὺ γὰρ Μήτηρ, Θεοῦ ἐχρημάτισας, τοῦ Ποιητοῦ καὶ Δημιουργοῦ, τοῦ τὴν ἡμετέραν, μορφὴν λαβόντος Πανάμωμε, καὶ ταύτην σεσωκότος, ἐκ φθορᾶς καὶ θανάτου, καὶ τῇ δόξῃ τῇ θείᾳ δοξάσαντος. Καταβασία ΤΟ ΑΚΟΥΤΕΤὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης Ἀββακούμ, κατανοῶν ἐκραύγαζε· Δόξα τῇ δυνάμει σου Κύριε.
Κανών α', ᾨδὴ ε', τῆς Θεοτόκου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Φώτισον ἡμᾶς, τοῖς προστάγμασί σου, Κύριε, καὶ τῷ βραχίονί σου τῷ ὑψηλῷ, τὴν σὴν εἰρήνην, παράσχου ἡμῖν, φιλάνθρωπε.Ἔμπλησον, Ἁγνή, εὐφροσύνης τὴν καρδίαν μου, τὴν σὴν ἀκήρατον διδοῦσα χαράν, τῆς εὐφροσύνης, ἡ γεννήσασα τὸν αἴτιον.Λύτρωσαι ἡμᾶς, ἐκ κινδύνων, Θεοτόκε Ἁγνή, ἡ αἰωνίαν τεκοῦσα λύτρωσιν, καὶ τὴν εἰρήνην, τὴν πάντα νοῦν ὑπερέχουσαν.Λῦσον τὴν ἀχλύν, τῶν πταισμάτων μου, Θεόνυμφε, τῷ φωτισμῷ τῆς σῆς λαμπρότητος, ἡ φῶς τεκοῦσα, τὸ θεῖον καὶ προαιώνιον.Ἴασαι Ἁγνή, τῶν παθῶν μου τὴν ἀσθένειαν, ἐπισκοπῆς σου ἀξιώσασα, καὶ τὴν ὑγείαν, τῇ πρεσβείᾳ σου παράσχου μοι.
Κανών β', ᾨδὴ ε', τοῦ Ἁγίου
Ἦχος πλ. δ'
Ἴνα τὶ με ἀπώσω ΤΟ ΑΚΟΥΤΕ
Ἐκκλησίας φωστῆρα, πάντες σε γινώσκομεν φωτοειδέστατον, καὶ ψυχῶν σωτῆρα, ἀναρπάζοντα ταύτας τοῦ φάρυγγος, τοῦ θανατηφόρου καὶ πρὸς ζωὴν καθοδηγοῦντα, τήν αἰώνιον Πάτερ ἀοίδιμε. Λύεις τὰς παρατάξεις, τῶν αἱρετιζόντων σὺ περιφραξάμενος, εὐσεβείας ὅπλοις, καὶ ἀνδρείᾳ ψυχῆς ἱερώτατε, συγκροτεῖς δὲ χαίρων, περιφανῶς τῶν Ὀρθοδόξων, τάς χορείας συνδέσμῳ τοῦ Πνεύματος. Πλήρεις ὥσπερ φιάλαι, ἀρωμάτων ἐνθέων αἱ σιαγόνες σου, καὶ τὴν οἰκουμένην, νοηταῖς εὐωδίαις εὐφραίνουσι, τῇ τῶν νοημάτων, μυρεψικῇ μυσταγωγίᾳ, καὶ τῷ κάλλει τῶν λόγων σου Πάνσοφε. ΘεοτοκίονὩς Θεὸν συλλαβοῦσα, τὸν δημιουργόν τε καὶ κτίστην καὶ Κύριον, γενεαὶ σε πᾶσαι, τῶν ἀνθρώπων Ἁγνὴ μακαρίζουσι· καὶ τῶν Ἀσωμάτων, αἱ νοεραὶ Ταξιαρχίαι, ὡς Μητέρα Θεοῦ σε δοξάζουσιν. Καταβασία ΤΟ ΑΚΟΥΤΕἘξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου· σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, τὴν εἰρήνην βραβεύουσα.
Κανών α', ᾨδὴ ς', τῆς Θεοτόκου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾍδῃ προσήγγισε, καὶ δέομαι ὡς Ἰωνᾶς· Ἐκ φθορᾶς, ὁ Θεὸς με ἀνάγαγε.Θανάτου καὶ τῆς φθορᾶς ὡς ἔσωσεν, ἑαυτὸν ἐκδεδωκὼς τῷ θανάτῳ, τὴν τῇ φθορᾷ καὶ θανάτῳ μου φύσιν, κατασχεθεῖσαν, Παρθένε, δυσώπησον, τὸν Κύριόν σου καὶ Υἱόν, τῆς ἐχθρῶν κακουργίας με ῥύσασθαι.Προστάτιν σε τῆς ζωῆς ἐπίσταμαι, καὶ φρουρὰν ἀσφαλεστάτην, Παρθένε, τῶν πειρασμῶν διαλύουσαν ὄχλον, καὶ ἐπηρείας δαιμόνων ἐλαύνουσαν, καὶ δέομαι διαπαντός, ἐκ φθορᾶς τῶν παθῶν μου ῥυσθῆναί με.Ὡς τεῖχος καταφυγῆς κεκτήμεθα, καὶ ψυχῶν σε παντελῆ σωτηρίαν, καὶ πλατυσμὸν ἐν ταῖς θλίψεσι, Κόρη, καὶ τῷ φωτί σου ἀεὶ ἀγαλλόμεθα· Ὧ Δέσποινα, καὶ νῦν ἡμᾶς, τῶν παθῶν καὶ κινδύνων διάσωσον.Ἐν κλίνῃ νῦν ἀσθενῶν κατάκειμαι, καὶ οὐκ ἔστιν ἴασις τῇ σαρκί μου, ἀλλ' ἡ Θεὸν καὶ Σωτῆρα τοῦ κόσμου, καὶ τὸν λυτῆρα τῶν νόσων κυήσασα, σοῦ δέομαι τῆς ἀγαθῆς, ἐκ φθορᾶς νοσημάτων ἀνάστησον.
Κανών β', ᾨδὴ ς', τοῦ Ἁγίου
Ἦχος πλ. δ'
Ἱλάσθητί μοὶ Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ
Σοφίᾳ πνευματικῇ, τὸν κόσμον ὅλον ἐπλούτισας, τοῦ λόγου διανομεύς, γενόμενος πλούσιος· πλουσία γὰρ ἄνωθεν, ἱεράρχα χάρις, ἐξεχύθη σοῦ τοῖς χείλεσιν. Εἰς πᾶσαν ὡς ἀστραπή, τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος σου, ἡ δύναμις δὲ τῶν σῶν ῥημάτων, Χρυσόστομε, ὡς σάλπιγξ πανεύσημος, οἰκουμένης πάντα, περιήχησε τὰ πέρατα. Τὸν ἄνωθεν ὑφαντόν, χιτῶνα περιβαλλόμενος, Παμμάκαρ τῶν ἀρετῶν, καὶ λόγων λαμπρότητα, περιποιησάμενος, ἀληθείας ὤφθης, περιδέξιον ἑδραίωμα. ΘεοτοκίονὉ παντοκρατορικῇ, δυνάμει φέρων τὰ σύμπαντα, τὸ ἀσθενὲς τῆς σαρκός, ἐκ σοῦ περιβάλλεται, Παρθένε πανάμωμε, ἐπ' εὐεργεσίᾳ, τῶν ἀνθρώπων ὁ Φιλάνθρωπος. Καταβασία ΤΟ ΑΚΟΥΤΕΤὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.
Κοντάκιον
Ἦχος πλ. β'
Τὴν ὑπὲρ ἡμῶν ΤΟ ΑΚΟΥΤΕ
Ἐκ τῶν οὐρανῶν ἐδέξω τὴν θείαν χάριν, καὶ διὰ τῶν σῶν χειλέων, πάντας διδάσκεις, προσκυνεῖν ἐν Τριάδι τὸν ἕνα Θεόν, Ἰωάννη Χρυσόστομε, παμμακάριστε Ὅσιε, ἐπαξίως εὐφημοῦμέν σε· ὑπάρχεις γὰρ καθηγητής, ὡς τὰ θεῖα σαφῶν.
Ὁ Οἶκος
Τῷ τῶν ὅλων Ποιητῇ κλίνω τὸ γόνυ, τῷ προαιωνίῳ Λόγῳ χεῖρας ἐκτείνω, λόγου ζητῶν χάρισμα, ἵνα ὑμνήσω τὸν Ὅσιον, ὃν αὐτὸς ἐμεγάλυνε· φησὶ γὰρ τῷ Προφήτῃ, ὁ ζῶν εἰς τοὺς αἰῶνας, Δοξάζω τοὺς ἐν πίστει δοξάζοντάς με· Ὁ οὖν ἐν τοῖς πάλαι τὸν Σαμουὴλ ἀνυψώσας, ἐδόξασε νῦν τὸν Ἱεράρχην· τὸ τάλαντον γὰρ ὃ ἐπιστεύθη, καλῶς ἐμπορευσάμενος, τῷ Βασιλεῖ προσήγαγε· διὸ καὶ ὑπερύψωσεν αὐτὸν ὁ ὑπερούσιος. Τούτου χάριν αἰτῶ ὁ ἀνάξιος ἐγὼ λόγον δοθῆναί μοι, ἵνα ἰσχύσω εὐσεβῶς ἀνυμνῆσαι αὐτόν. Τῶν περάτων γὰρ ὑπάρχει καθηγητής, ὡς τὰ θεῖα σαφῶν.
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΙΓ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως, τοῦ Χρυσοστόμου. Στίχοι Μύσας ὁ χρυσοῦς Ἰωάννης τὸ στόμα, Ἀφῆκεν ἡμῖν ἄλλο τὰς βίβλους στόμα. Ἀμφὶ τρίτην δεκάτην σίγησεν χρύσεα χείλη. Ταῖς τοῦ Χρυσορρήμονος πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν. Μνήμη τοῦ ἁγίου νέου Ὁσιομάρτυρος Δαμασκηνοῦ Κωνσταντινουπολίτου καὶ ἐν Κων / πόλει κατὰ τὸ 1681 μαρτυρήσαντος.
Κανών α', ᾨδὴ ζ', τῆς Θεοτόκου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Οἱ ἐκ τῆς Ἰουδαίας, καταντήσαντες Παῖδες ἐν Βαβυλῶνι ποτέ, τῇ πίστει τῆς Τριάδος, τὴν φλόγα τῆς καμίνου, κατεπάτησαν ψάλλοντες· Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.Τὴν ἡμῶν σωτηρίαν, ὡς ἠθέλησας Σῶτερ, οἰκονομήσασθαι, ἐν μήτρᾳ τῆς Παρθένου, κατῴκησας τῷ κόσμῳ, ἣν προστάτιν ἀνέδειξας· Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητός εἶ.Θελητὴν τοῦ ἐλέους, ὃν ἐγέννησας, Μῆτερ ἁγνὴ δυσώπησον, ῥυσθῆναι τῶν πταισμάτων, ψυχῆς τε μολυσμάτων, τοὺς ἐν πίστει κραυγάζοντας· Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.Θησαυρὸν σωτηρίας, καὶ πηγὴν ἀφθαρσίας, τὴν σὲ κυήσασαν, καὶ πύργον ἀσφαλείας, καὶ θύραν μετανοίας, τοῖς κραυγάζουσιν ἔδειξας· Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.Σωμάτων μαλακίας, καὶ ψυχῶν ἀρρωστίας, Θεογεννήτρια, τῶν πόθῳ προσιόντων, τῇ σκέπῃ σου τῇ θείᾳ, θεραπεύειν ἀξίωσον, ἡ τὸν Σωτῆρα Χριστόν, ἡμῖν ἀποτεκοῦσα.
Κανών β', ᾨδὴ ζ', τοῦ Ἁγίου
Ἦχος πλ. δ'
Θεοῦ συγκατάβασιν ΤΟ ΑΚΟΥΤΕ
Χρηστότητος ἄβυσσον, καὶ εὐσπλαγχνίας μεμυημένος Θεοῦ, ἐγγυώμενος ὤφθης, τὴν σωτηρίαν μετανοοῦσι θερμῶς, καὶ ὁλοψύχως Κυρίῳ κραυγάζουσι· Εὐλογητὸς ὁ Θεός ὁ τῶν Πατέρων ἡμῶν. Ῥυθμίζεις Χρυσόστομε, ταῖς διδαχαῖς σου πᾶσαν διάνοιαν, καὶ ψυχῶν θεραπεύεις, τὰς ἀρρωστίας ὡς συμπαθέστατος, καὶ εὐδρομοῦσι συμψάλλεις γηθόμενος· Εὐλογητός ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν. Ὑψώθης γενόμενος, ἐκλελεγμένος ὅσιος ἄκακος, ἱερεὺς τοῦ Ὑψίστου, δικαιοσύνην ἐνδεδυμένος λαμπρῶς, καὶ εὐφροσύνῃ κραυγάζων Πανόλβιε· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν. ΘεοτοκίονΣυνέλαβες Ἄχραντε, τὸν ἐπὶ πάντων Θεὸν καὶ Κύριον, εὐδοκήσαντα σῶσαι, τὸ τῶν ἀνθρώπων γένος θανάτου φθορᾶς, ὃν ἐπαξίως ὑμνοῦντες κραυγάζομεν· Εὐλογητός ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν. Καταβασία ΤΟ ΑΚΟΥΤΕΟὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Κανών α', ᾨδὴ η', τῆς Θεοτόκου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Τὸν Βασιλέα τῶν οὐρανῶν, ὃν ὑμνοῦσι στρατιαὶ τῶν Ἀγγέλων, ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.Τοὺς βοηθείας τῆς παρὰ σοῦ δεομένους, μὴ παρίδῃς Παρθένε, ὑμνοῦντας, καὶ ὑπερυψοῦντάς σε, Κόρη, εἰς αἰῶνας.Τῶν ἰαμάτων τὸ δαψιλές, ἐπιχέεις τοῖς πιστῶς ὑμνοῦσί σε Παρθένε, καὶ ὑπερυψοῦσι τὸν ἄφραστόν σου τόκον.Τὰς ἀσθενείας μου τῆς ψυχῆς ἰατρεύεις, καὶ σαρκὸς τὰς ὀδύνας, Παρθένε, ἵνα σε δοξάζω τὴν Κεχαριτωμένην.Τῶν πειρασμῶν σὺ τὰς προσβολὰς ἐκδιώκεις, καὶ παθῶν τὰς ἐφόδους Παρθένε· ὅθεν σε ὑμνοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
Κανών β', ᾨδὴ η', τοῦ Ἁγίου
Ἦχος πλ. δ'
Ἑπταπλασίως κάμινον ΤΟ ΑΚΟΥΤΕ
Οἱ νουνεχῶς τοῖς λόγοις σου, ὁμιλοῦντες Χρυσόστομε, τῆς θεολογίας, τὸ σεπτὸν μυούμεθα, καὶ πᾶσαν καρπούμεθα, τῶν ἀγαθῶν τὴν ὄνησιν, καὶ τὴν τῆς κακίας, ἀποφεύγομεν βλάβην· κοινὸν γὰρ πρυτανεῖον, σωτηρίας ἐγένου, βοῶν· Ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας. Ὑπὲρ ἡμῶν δυσώπησον, τὸν Δεσπότην Χρυσόστομε, τῇ συμπαθεστάτῃ, παρρησίᾳ χρώμενος, καὶ τῇ ἐλεήμονι, καὶ φιλανθρώπῳ Πάτερ στοργῇ· σὲ γὰρ τῷ Σωτῆρι, προβαλλόμεθα πίστει, μεσίτην καὶ προστάτην, καὶ θερμότατον πρέσβυν, θεόφρον Ἱεράρχα, Παμμάκαρ Ἰωάννη. Νεανικὴν τὴν ἔνστασιν, ἀταπείνωτον φρόνημα, πρὸς τοὺς ἀδικοῦντας, βασιλεῖς ἐνδέδειξαι, θερμῶς προϊστάμενος, ἀδικουμένων Ὅσιε, καὶ τῶν ὀρφανῶν, καὶ τῶν χηρῶν καὶ πενήτων, Πατὴρ γεγενημένος, στοργικῇ διαθέσει, βοῶν· Ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας. ΘεοτοκίονΣωματικαῖς μορφώσεσι, καὶ ποικίλοις αἰνίγμασι, καὶ συμβολικαῖς καὶ τυπικαῖς ἐμφάσεσι, τὴν σὴν προεμήνυον, οἱ θεηγόροι γέννησιν, τὴν ὑπερφυᾶ, καὶ θαυμαστήν σου Παρθένε· διὸ σε γεγηθότες, εὐσεβῶς ἀνυμνοῦμεν, Χριστὸν ὑπερυψοῦντες, εἰς πάντας τοὺς αἰῶνας. Καταβασία ΤΟ ΑΚΟΥΤΕΠαῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Κανών α', ᾨδὴ θ', τῆς Θεοτόκου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Κυρίως Θεοτόκον, σὲ ὁμολογοῦμεν, οἱ διὰ σοῦ σεσωσμένοι, Παρθένε ἁγνή, σὺν Ἀσωμάτων χορείαις, σὲ μεγαλύνοντες.Ῥοήν μου τῶν δακρύων, μὴ ἀποποιήσῃς, ἡ τὸν παντὸς ἐκ προσώπου πᾶν δάκρυον, ἀφῃρηκότα Παρθένε, Χριστὸν κυήσασα.Χαρᾶς μου τὴν καρδίαν, πλήρωσον, Παρθένε, ἡ τῆς χαρᾶς δεξαμένη τὸ πλήρωμα, τῆς ἁμαρτίας τὴν λύπην, ἐξαφανίσασα.Λιμὴν καὶ προστασία, τῶν σοὶ προσφευγόντων, γενοῦ Παρθένε, καὶ τεῖχος ἀκράδαντον, καταφυγή τε καὶ σκέπη, καὶ ἀγαλλίαμα.Φωτός σου ταῖς ἀκτῖσι, λάμπρυνον, Παρθένε, τὸ ζοφερὸν τῆς ἀγνοίας διώκουσα, τοὺς εὐσεβῶς Θεοτόκον, σὲ καταγγέλλοντας.Κακώσεως ἐν τόπῳ, τῷ τῆς ἀσθενείας, ταπεινωθέντα, Παρθένε, θεράπευσον, ἐξ ἀρρωστίας εἰς ῥῶσιν, μετασκευάζουσα.
Κανών β', ᾨδὴ θ', τοῦ Ἁγίου
Ἦχος πλ. δ'
Ἐξέστη ἐπὶ τούτῳ ΤΟ ΑΚΟΥΤΕ
Τῆς ὄντως ἀπολαύων Πάτερ ζωῆς, ὑπὲρ ἧς ἠγωνίσω πρὸς δύναμιν, ἐπὶ τῆς γῆς, βίῳ διαπρέψας ἀγγελικῷ, καὶ τοῦ Χριστοῦ κτησάμενος, γλῶσσαν καὶ τὸ στόμα τὸ γαληνόν, σωθῆναι θεηγόρε, δυσώπει τοὺς σὲ πίστει, διαφερόντως μακαρίζοντας. Οἱ λόγοι σου Τρισμάκαρ λόγοι ζωῆς, τὴν ζωὴν προξενοῦντες τὴν ἄληκτον· σὲ γὰρ πηγήν, βρύουσαν ἀνέδειξεν ὁ Χριστός, καὶ ποταμὸν προχέοντα, θείων διδαγμάτων ἐπιρροάς, τρυφῆς ὄντως χειμάρρουν, ἀφέσεώς τε ῥεῖθρον, καὶ μετανοίας λαμπρὸν κήρυκα. Μεσίτης ἀνεδείχθης Ἀρχιερεῦ, τοῦ Θεοῦ καὶ ἀνθρώπων ὑπέρλαμπρος· σὺ γὰρ φωστήρ, ὤφθης εὐσεβείας θεοφεγγής, καὶ τῆς ἐνθέου γέγονας, ἐλεημοσύνης εἰσηγητής· διὸ σε Χρυσολόγε, καρδίας διαθέσει, νῦν ἐπαξίως μεγαλύνομεν. ΘεοτοκίονἉγνὴ δεδοξασμένη Μήτηρ Θεοῦ, τοὺς ὑμνοῦντάς σε πόθῳ περίσῳζε, τῶν πειρασμῶν, ὄχλον διαλύουσα συμπαθῶς· ὡς γὰρ Θεὸν γεννήσασα, πάντα ὅσα θέλεις ἐπιτελεῖν, ἀνύεις ἀκωλύτως, καὶ δύνασαι Παρθένε· διὸ σε πάντες μεγαλύνομεν. Καταβασία ΤΟ ΑΚΟΥΤΕἍπας γηγενής, σκιρτάτω τῷ πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων φύσις γεραίρουσα, τὴν ἱερὰν πανήγυριν τῆς Θεομήτορος, καὶ βοάτω· Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνὴ ἀειπάρθενε.
Ἐξαποστειλάριον
Ἦχος γ'
Ἐν πνεύματι τῷ Ἱερῷ ΤΟ ΑΚΟΥΤΕ
Τοῖς χρυσαυγέσι λόγοις σου, ἡ Χριστοῦ Ἐκκλησία, φαιδρύνεται λαμπρύνεται, ὦ Χρυσόστομε Πάτερ, ψυχαὶ δὲ κατευφραίνονται, τῶν πιστῶν γεραίρουσαι, τὴν παναγίαν σου μνήμην· σὺ γὰρ πᾶσιν ἐφάνης, σωτηρίας ὁδηγός, καὶ κήρυξ τῆς μετανοίας.
Ἐξαποστειλάριον
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Τὸν μεγαλοφωνότατον, τῆς μετανοίας κήρυκα, τὸν θησαυρὸν τῶν πενήτων, τὸ στόμα τῆς Ἐκκλησίας, τὸ χρύσεον καὶ εὔλαλον, τῶν Γραφῶν τὴν σαφήνειαν, Ἰωάννην τόν πάνσοφον, ἀνευφημήσωμεν πάντες, ὡς ὑπ' αὐτοῦ στηριχθέντες.
Θεοτοκίον
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Παρθένε παναμώμητε, Κυρία μου καὶ Δέσποινα, τὸν σὸν Υἱὸν ἐκδυσώπει, σὺν τῷ κλεινῷ Χρυσοστόμῳ, πειρατηρίων ῥύσασθαι, παντοίων τοὺς ὑμνοῦντάς σε, καὶ αἰωνίων ἅπαντας, ἀγαθῶν ἀξιῶσαι· δύνασαι γὰρ ὅσα θέλεις.
Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.
Στιχηρὰ Προσόμοια τοῦ Ἁγίου
Ἦχος δ'
Ἔδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕ
Χρυσοῦ τηλαυγέστερον, τὰ ἱερά σου διδάγματα, προχεόμενος πάνσοφε, πλουτίζεις Χρυσόστομε, πενομένας φρένας, καὶ ἀποδιώκεις, τῶν παθημάτων τὴν ἀχλύν, φιλαργυρίας πικρὸν χειμῶνά τε· διὸ σε μακαρίζομεν, χρεωστικῶς καὶ τὴν κόνιν σου, τῶν λειψάνων σεβόμεθα, ὡς πηγὴν ἁγιάσματος.
Ἦχος δ'
Ὁ στῦλος ὁ πύρινος, ὁ ποταμὸς ὁ τοῖς νάμασι, τῶν δογμάτων κατάρρυτος, ὁ νοῦς ὁ οὐράνιος, τῆς θεολογίας, τὸ πάγχρυσον στόμα, ἁμαρτωλῶν ἐγγυητής, τῆς μετανοίας κήρυξ ὁ ἔνθεος, φωστὴρ ὁ διαυγέστατος, ὁ ἐπουράνιος ἄνθρωπος, ὁ μακάριος σήμερον, ἀνυμνείσθω Χρυσόστομος.
Ἦχος δ'
Ἥλιος πολύφωτος, τὴν οἰκουμένην τοῖς λόγοις σου, καταυγάζων γεγένησαι, ἀστὴρ φαεινότατος, λαμπὰς φανοτάτη, πυρσὸς τοὺς θαλάσσῃ, τῇ κοσμικῇ διαπαντός, χειμαζομένους ὁ προσκαλούμενος, πρὸς ὅρμον γαληνότατον, τῆς σωτηρίας ἐν χάριτι, Χρυσόλογε Χρυσόστομε, πρεσβευτὰ τῶν ψυχῶν ἡμῶν.
Ἦχος δ'
Ἀδίκως τῆς ποίμνης σου, ἀπελαθεὶς Πάτερ Ὅσιε, προσωμίλησας θλίψεσι, πικραῖς ἐξορίαις τε, ἐν αἷς ἠξιώθης, μακαρίου τέλους, οἷα γενναῖος Ἀθλητής, καταπαλαίσας τὸν πολυμήχανον, καὶ νίκης διαδήματι, σὲ ὁ Χριστὸς ἐστεφάνωσε, Ἰωάννη Χρυσόστομε, πρεσβευτὰ τῶν ψυχῶν ἡμῶν.
Δοξαστικὸν
Ἦχος πλ. δ'
Ἀνατολίου
Χρυσέοις ἔπεσι, καὶ θεοφθόγγοις διδάγμασι, κατακοσμήσας τὴν τοῦ Θεοῦ Ἐκκλησίαν, πλοῦτον πνευματικόν ἐθησαύρισας ἐν αὐτῇ, τὰ σὰ θεοπαράδοτα λόγια· διὸ στέφανον ἐξ ἀκηράτων ἀνθέων, πλεξαμένη τοῖς ᾄσμασι, τῇ ἱερᾷ σου προσφέρει μνήμῃ, πάγχρυσε τῇ ψυχῇ σὺν τῇ γλώττῃ, Ἰωάννη Θεόσοφε· Ἀλλ' ὡς ἔχων παρρησίαν Ὅσιε, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Θεοτοκίον
Ἦχος πλ. δ'
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Μεγάλη Δοξολογία
Εἰς τὴν Λειτουργίαν, τὰ Τυπικά, καὶ ἐκ τοῦ Κανόνος τοῦ Ἁγίου ἡ γ' καὶ ς' ᾨδή.
Κοινωνικόν.Εἰς μνημόσυνον αἰώνιον ἔσται Δίκαιος, Ἀλληλούϊα.
| TA ΜΗΝΑΙΑ | Νοέμβριος | 13 |
Nov 14
Τῌ ΙΔ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥΜνήμη τοῦ Ἁγίου καὶ πανευφήμου Ἀποστολου ΦιλίππουΜνήμη τοῦ Ἁγίου ἐνδόξου Μεγαλομάρτυρος Κωνσταντίνου τοῦ ἐξ Ὕδρας, τοῦ ἀθλήσαντος ἐν ἔτει 1800 ἐν τῇ νήσῳ τῆς Ῥόδου.
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τρία, δευτεροῦντες αὐτά.
Στιχηρὰ τοῦ Ἀποστολου
Ἦχος πλ. β'
Ὅλην ἀποθέμενοι ΤΟ ΑΚΟΥΤΕ
Πρᾶξιν μὲν ἐπίβασιν, εἰλικρινοῦς θεωρίας, θεωρίαν τέλος δέ, φιλοθέου πράξεως Μάκαρ θέμενος, τὸν Χριστὸν ἠξίωσας, τοῦ Πατρὸς τὴν δόξαν, ὑποδεῖξαί σοι τήν ἄφραστον· καὶ γὰρ ἐφίεται, πᾶσα λογικὴ φύσις ἔνδοξε, Θεοῦ τοῦ ὑποστήσαντος, καὶ τοῦ ποθουμένου τετύχηκας, τούτου παραυτίκα, δεξάμενος σφραγῖδα τὸν Υἱόν· ὃν παρρησίᾳ δυσώπησον, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος πλ. β'
Θείαις ἀναβάσεσι, διαπαντὸς κεχρημένος, ὡς Μωσῆς τὸ πρότερον, τὸν Θεὸν θεάσασθαι ἐπεπόθησας· καὶ γνωστῶς εἶδες δέ, τὴν αὐτοῦ εἰκόνα, δεδεγμένος πρὸς ἐμφέρειαν· Πατρὸς γὰρ σύντομος, γνῶσις ὁ Υἱὸς καὶ ἀπόδειξις, Υἱοῦ δὲ καὶ Γεννήτορος, μία ἡ οὐσία γνωρίζεται, καὶ ἡ διὰ πάντων, ταυτότης ἀναφαίνεται σεπτῶς, καὶ βασιλεία καὶ δύναμις, δόξα καὶ προσκύνησις.
Ἦχος πλ. β'
Ὄργανον κρουόμενον, ταῖς θεϊκαῖς ἐπιπνοίαις, καὶ ταῖς ὑφηγήσεσι, τοῦ Ἁγίου Πνεύματος ἐχρημάτισας, καὶ τὸ ὑπερκόσμιον, μελῳδῶν ἐν κόσμῳ, τοῦ Σωτῆρος Εὐαγγέλιον, πυρίνῃ γλώσσῃ σου, πᾶσαν τὴν ἀπάτην κατέφλεξας, ὡς ὕλην εὐκατάπρηστον, καὶ ὡς χόρτον γῆς μαραινόμενον, καὶ τὸν ἐπὶ πάντων, Δεσπότην τε καὶ Κύριον Χριστόν, τῇ οἰκουμένῃ ἐκήρυξας, Φίλιππε θεσπέσιε.
Δοξαστικὸν
Ἦχος πλ. β'
Βύζαντος
Τοῦ μεγάλου Φίλιππε φωτός, ταῖς ἀστραπαῖς πυρωθείς, παγκόσμιος ἐξέλαμψας φωστήρ, τὸν Πατέρα δὲ τῶν φώτων, ἐν Υἱῷ ζητήσας εὗρες, ἐν τῷ φωτὶ· τὸ φῶς γὰρ εὑρίσκεται, καὶ γὰρ οὗτος σφραγὶς ἰσότυπος, δηλῶν τὸ ἀρχέτυπον· Ὃν Ἀπόστολε δυσώπει, τοὺς ἐσφραγισμένους τῷ θείῳ, περισῴζεσθαι αἵματι.
Θεοτοκίον
Ἦχος πλ. β'
Τὶς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τὶς μὴ ἀνυμνήσει σου, τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, Σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια. Ἦχος πλ. δ'Ὢ τοῦ παραδοξου θαύματος ΤΟ ΑΚΟΥΤΕὪ τοῦ παραδόξου θαύματος! ὁ τοὺς ἰχθύας ποτέ, σαγηνεύων Ἀπόστολος, τῶν ἀνθρώπων γέγονεν, ἁλιεὺς θεοπροβλητος, λόγων σαγήνῃ, ἔθνη ἐζώγρησε. Σταυροῦ ἀγκίστρῳ, κόσμον ἀνείλκυσεν, Ὢ οἷον θήραμα, τῷ Χριστῷ προσήγαγεν, ὁ θεουργός! οὗπερ τὸ μνημόσυνον, νῦν ἑορτάζομεν. Στίχ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.Ὢ τοῦ παραδόξου θαύματος! ἀποσταλεὶς ἐκ Θεοῦ, ὁ Ἀπόστολος Φίλιππος, μέσον λύκων πρόβατον, ἀπτοήτως νῦν πρόεισι, τοὺς θῆρας ἄρνας, πίστει ἀνέδειξε, τὸν κόσμον θείως, μετεστοιχείωσεν. Ὢ ἔργα πίστεως! ὢ δυνάμεις ἄρρητοι! οὗ ταῖς εὐχαῖς, σῶσον τὰς ψυχὰς ἡμῶν, ὡς μόνος εὔσπλαγχνος. Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.Ὢ τοῦ παραδόξου θαύματος! φρέαρ πηγάζον ζωήν, ἐν σοφίας ἀντλήματι, τοῖς ἐν κόσμῳ πέφηνεν, ὁ Ἀπόστολος Φίλιππος, ἀφ' οὗ περ ῥεῖθρα, δογμάτων πρόεισιν, ἐξ οὗ θαυμάτων, ῥεύματα πίνομεν. Ὢ οἷα δέδρακε, φοβερὰ τεράστια, ὁ θεουργός! οὗπερ τὸ μνημόσυνον πίστει γεραίρομεν.
Δοξαστικὸν
Ἦχος β'
Βυζαντίου
Καταλιπὼν τὰ ἐπὶ γῆς, ἠκολούθησας Χριστῷ, καὶ σφραγισθεὶς τῷ ἐμφυσήματι τοῦ Ἁγίου Πνεύματος, ἀπεστάλης ὑπ' αὐτοῦ, εἰς τὰ ἔθνη τὰ ἀπολωλότα, ἐπιστρέφειν τοὺς ἀνθρώπους, εἰς φῶς θεογνωσίας, Φίλιππε Ἀπόστολε, καὶ τελέσας τὸν ἀγῶνα τοῦ θείου σου πόθου, διὰ βασάνων πολυπλόκων, τὴν ψυχήν σου τῷ Θεῷ παρέδωκας. Αὐτὸν ἱκέτευε παμμακάριστε, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.
Θεοτοκίον
Ἦχος β'
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μήτηρ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Ἀπολυτίκιον τοῦ Ἀποστολου
Ἦχος γ'
Απόστολε Ἅγιε Φίλιππε, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.
Ἀπολυτίκιον τοῦ Μάρτυρος
Ἦχος α'
Τῆς ἐρήμου πολίτης ΤΟ ΑΚΟΥΤΕ
Τὸν λαμπρὸν γόνον Ὕδρας καὶ τῆς Ῥόδου τὸ καύχημα, καὶ Νεομαρτύρων τὸ κλέος, Κωνσταντῖνον τιμήσωμεν, ἐν ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, τὴν μνήμην ἐκτελοῦντες τὴν αὐτοῦ, ἵνα λάβωμεν πλουσίαν τὴν ἀμοιβήν, παρὰ Θεοῦ κραυγάζοντες· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ ἐνισχύσαντι, καὶ ἐν ὑστέροις καιροῖς σε στεφανώσαντι.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Ὁ Κανὼν τοῦ Ἀποστόλου, οὗ ἡ Ἀκροστιχίς.Τὸν εὐκλεῆ Φίλιππον ὑμνῶ πῥοφρόνως. Θεοφάνους.ᾨδὴ α'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ, ἐν ἀβύσσῳ ἴχνεσι, τὸν διώκτην Φαραώ, καθορῶν ποντούμενον Θεῷ, ἐπινίκιον ᾠδήν, ἐβόα ᾄσωμεν». Ταῖς ὑπερφώτοις ἀκτῖσι τῆς τοῦ Χριστοῦ, θεϊκῆς λαμπρότητος, ἐνηδόμενος τρανῶς, θεοκήρυξ Φίλιππε ταῖς σαῖς, κατὰ μέθεξιν αὐγαῖς, ἡμᾶς καταύγασον. Ὁ τοῦ Πατρὸς σοι τὴν δόξαν δι' ἑαυτοῦ, ὑποδείξας Φίλιππε, τῷ χορῷ τῶν Μαθητῶν, σὲ Χριστὸς ἐνέταξε τὴν σήν, προγινώσκων ἀρετήν, θεομακάριστε. Νῦν οὐκ αἰνίγμασι βλέπεις οὐδὲ σκιαῖς, ουδ' ἐσόπτροις Πάνσοφε, τὴν πηγὴν τῶν ἀγαθῶν, ὀρεκτῶν τὸ ἔσχατον Χριστόν, ἀλλὰ πρόσωπον ὁρᾷς, σαφῶς πρὸς πρόσωπον. ΘεοτοκίονἘκλελοιπότων Ἀρχόντων ἐκ τῆς φυλῆς, τοῦ Ἰούδα Πάναγνε, ὁ Υἱός σου καὶ Θεός, προελθὼν Ἡγούμενος τῆς γῆς, τῶν περάτων ἀληθῶς, νῦν ἐβασίλευσεν.
Κανών α', ᾨδὴ γ'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Οὐκ ἔστιν ἅγιος ὡς σύ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου ἀγαθέ, καὶ στερεώσας, ἡμᾶς, ἐν τῇ πέτρᾳ τῆς ὁμολογίας σου». Ὑπάρχων ἔμπλεως φωτός, πρακτικῆς θεωρίας, τῷ φωτὶ τῷ μεγάλῳ, γενομένῳ μεθ' ἡμῶν, κατηξιώθης Χριστῷ, λειτουργῆσαι, Φίλιππε θεσπέσιε. Κρηπὶς δογμάτων εὐσεβῶν, ἡ σὴ μυσταγωγία, τοῖς πιστοῖς ἀνεδείχθη· δι' αὐτῆς γὰρ τὸν Υἱόν, ἐπέγνωμεν συμφυῶς, ἡνωμένον, ὄντα τῷ Γεννήτορι. Λυχνία γέγονας χρυσή, δᾳδουχῶν τοῖς ἀνθρώποις, τὸ ἀΐδιον φέγγος, καὶ φωτίζων τῇ αὐτοῦ, τὴν οἰκουμένην σαφῶς, ἐπιγνώσει, Φίλιππε πανάριστε. ΘεοτοκίονἘπὶ σοὶ πάναγνε σεμνή, πεποιθὼς μὴ ἐκπέσω, τῆς εἰς σὲ προσδοκίας, ἀλλ' ὡς Μήτηρ συμπαθής, τοῦ φιλανθρώπου Θεοῦ, τῶν παγίδων, τοῦ ἐχθροῦ με λύτρωσαι. Ὁ Εἱρμός ΤΟ ΑΚΟΥΤΕ«Οὐκ ἔστιν ἅγιος ὡς σύ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου ἀγαθέ, καὶ στερεώσας, ἡμᾶς, ἐν τῇ πέτρᾳ τῆς ὁμολογίας σου».
Κάθισμα
Ἦχος πλ. δ'
Τὴν Σοφίαν ΤΟ ΑΚΟΥΤΕ
Ἐλατὴρ τῶν δαιμόνων ἀναδειχθείς, καὶ φωστὴρ τῶν ἐν σκότει ἀποφανθείς, ἔδειξας τὸν Ἥλιον, ἐκ Παρθένου ἐκλάμψαντα, καὶ ναοὺς εἰδώλων, συντρίψας ἀνήγειρας, ἐκκλησίας Μάκαρ, εἰς δόξαν Θεοῦ ἡμῶν· ὅθεν σε τιμῶμεν, καὶ τὴν θείαν σου μνήμην, λαμπρῶς ἑορτάζομεν, καὶ συμφώνως βοῶμέν σοι, Ἀπόστολε Φίλιππε, πρέσβευε Χριστῷ τῷ Θεῷ τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου. Δόξα... ὍμοιονὈμβροφόρος νεφέλη πνευματική, ἀληθῶς ἀνεδείχθης τοῖς ἐπὶ γῆς, ποτίζων ὡς ἄρουραν, μυστικῶς τὰς καρδίας ἡμῶν· διαδραμὼν γὰρ τῷ λόγῳ, δροσίζεις τὰ πέρατα, ὑετοὺς προχέων, τὰ μύρα τῇ λάρνακι· ὅθεν διαπνεύσας, ταῖς ἀπίστοις καρδίαις, ὀσμὴν τὴν τοῦ Πνεύματος, ἐν αὐταῖς ἐθησαύρισας, Ἀπόστολε Φίλιππε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου. Καὶ νῦν ... ΘεοτοκίονΤὴν ψυχήν μου Παρθένε τὴν ταπεινήν, ἀπὸ βρέφους μολύνας ὁ μιαρός, καὶ λόγοις καὶ πράξεσιν, ἐμαυτὸν κατερρύπωσα, καὶ οὐκ ἔχω τι πράξαι, οὐδὲ καταφύγιον, ἀλλ' ουδ' ἄλλην ἐλπίδα, πλήν σου Κόρη ἐπίσταμαι· Φεῦ μοι τῷ ἀχρείῳ! Διὰ τοῦτο ἱκέτης, πρὸς σὲ τὴν Πανάχραντον, νῦν προστρέχω καὶ δέομαι, ὁμολογῶν σοι τό, Ἥμαρτον· Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δοθῆναί μοι· εἰς σὲ γὰρ πᾶσαν ἐλπίδα, ἀνέθηκα Δέσποινα.
Κανών α', ᾨδὴ δ'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Χριστός μου δύναμις, Θεὸς καὶ Κύριος, ἡ σεπτὴ Ἐκκλησία θεοπρεπῶς, μέλπει ἀνακράζουσα, ἐκ διανοίας καθαρᾶς, ἐν Κυρίῳ ἑορτάζουσα». Ἡλίου σκήνωμα, Χριστοῦ τοῦ ὄντως φωτός, καὶ ναὸς ἀνεδείχθης χωρητικός, τούτου τῆς λαμπρότητος, καὶ οὐρανὸς δόξαν Θεοῦ, τοῖς ἀνθρώποις διηγούμενος. Φθαρείσης πάθεσι, τῆς ἀνθρωπότητος, ἐμβληθεὶς θεῖον ἅλας παρὰ Χριστοῦ, ταύτης ἀπεξήρανας, τὴν σηπεδόνα τὴν δεινήν, θεοφάντορ ἀξιάγαστε. Ἰσχὺϊ Φίλιππε, Χριστοῦ ῥωννύμενος, τῶν δαιμόνων τοῦ στίφους καὶ δυσσεβῶν, ὤφθης δυνατώτερος, τοῖς ἐπὶ γῆς ἀναβοῶν, ζωῆς θείας εὐαγγέλια. ΘεοτοκίονΛιμένα εὔδιον, Χριστὸς ἀνέδειξε, τοῖς ἐν πίστει καὶ πόθῳ σε ἀληθεῖ, Δέσποινα πανάμωμε, ἐκ διανοίας καθαρᾶς, Θεοτόκον καταγγέλλουσιν.
Κανών α', ᾨδὴ ε'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τῷ θείῳ φέγγει σου Ἀγαθέ, τὰς τῶν ὀρθριζόντων σοι ψυχάς, πόθῳ καταύγασον δέομαι, σὲ εἰδέναι Λόγε Θεοῦ, τὸν ὄντως Θεόν, ἐκ ζόφου τῶν πταισμάτων ἀνακαλούμενον». Ἰὸν ψυχόλεθρον τοῦ ἐχθροῦ, ταῖς ἀλεξικάκοις σου, θεορρῆμον παλάμαις ἐξήρανας, τοὺς θανατηφόρῳ κεκρατημένους βυθῷ, χαλεπῆς ἀλγηδόνος ἀναρρυόμενος. Πυρίπνους ὅλος ἀναδειχθεὶς τῇ τοῦ Παρακλήτου ἐπιδημίᾳ, καὶ χάριτι Φίλιππε, τοὺς ἀποψυγέντας, ἐν ἀθεΐας κρυμῷ, τῇ τῆς πίστεως θέρμῃ ἐζωοποίησας. Πλησίον γέγονας τοῦ Χριστοῦ, τὰς ἐνδιδομένας σοι, λαμπηδόνας ἀμέσως δεχόμενος, καὶ διαβιβάζων τοῖς σοὶ προστρέχουσι, φωτίζων καὶ προσάγων, τούτους τῷ Κτίστῃ σου. ΘεοτοκίονὉ λόγῳ πάντα δημιουργῶν, καὶ σοφῇ προνοίᾳ κυβερνῶν, μόνος ὡς βούλεται Κύριος, ἄκρᾳ εὐσπλαγχνίᾳ, δημιουργεῖται ἐκ σοῦ, καὶ σάρξ ἀνερμηνεύτως Πάναγνε γίνεται.
Κανών α', ᾨδὴ ς'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Συνεσχέθη, ἀλλ' οὐ κατεσχέθη, στέρνοις κητῴοις Ἰωνᾶς· σοῦ γὰρ τὸν τύπον φέρων, τοῦ παθόντος, καὶ ταφῇ δοθέντος, ὡς ἐκ θαλάμου τοῦ θηρὸς ἀνέθορε, προσεφώνει δὲ τῇ κουστωδίᾳ· Οἱ φυλασσόμενοι μάταια καὶ ψευδῆ, ἔλεον αὐτοῖς ἐγκατελίπετε». Νεμομένην, καὶ λυμαινομένην, βλέπων τὴν πλάνην τοῦ ἐχθροῦ, τὸ τῶν ἀνθρώπων γένος, τὰ σὰ βέλη τὰ ἠκονημένα, τοὺς Ἀποστόλους τείνας ἐξαπέστειλας, καὶ διήνοιξας θώρακος πτύξιν, Χριστὲ τοῦ δράκοντος, ἅπαντας τῆς αὐτοῦ, λύμης καὶ φθορᾶς Σῶτερ ἰώμενος. Ὑπερτέρῳ, φέγγει καταλάμπων, ὤφθης καθάπερ ἀστραπῇ, τῇ οἰκουμένῃ φαίνων, καὶ ὡς ὄρος γλυκασμὸν σταλάζων, ὡς Θεοῦ δρόσος οὐρανόθεν πίπτουσα, ὡς Ἀπόστολος ἐκλελεγμένος, τὴν δωδεκάριθμον, φάλαγγα συμπληρῶν, τὴν τῶν Μαθητῶν Χριστοῦ Πανόλβιε. Μυηθείς σου, τὸ τοῦ μυστηρίου, βάθος ὁ θεῖος Μαθητής, ὡς ποταμὸν εἰρήνης, ἐπιβλύζοντα τρυφῆς χειμάρρουν, ὡς ἐπικλύζον κῦμα δόξαν ἔθνεσι, σὲ ἐκήρυξε μεγαλοφώνως, καὶ τὴν σὴν ἔνδοξον, κένωσιν Ἀγαθέ, τὴν ὑπὲρ ἡμῶν εὐηγγελίσατο. ΘεοτοκίονΝεκρουμένους, καὶ ἀπολλυμένους, πάντας θανάτῳ τοὺς βροτούς, σὺ τὸν Χριστὸν τεκοῦσα, τὴν ἀκήρατον ἀθανασίαν, ἀνεκαλέσω πρὸς ζωὴν αἰώνιον, καὶ ἐφώτισας ἐσκοτισμένους, καὶ ἠλευθέρωσας, λύσασα τὰ δεσμά, τῆς ἀπαγωγῆς ἡμῶν Πανύμνητε. Ὁ Εἱρμός ΤΟ ΑΚΟΥΤΕ«Συνεσχέθη, ἀλλ' οὐ κατεσχέθη, στέρνοις κητῴοις Ἰωνᾶς· σοῦ γὰρ τὸν τύπον φέρων, τοῦ παθόντος, καὶ ταφῇ δοθέντος, ὡς ἐκ θαλάμου τοῦ θηρὸς ἀνέθορε, προσεφώνει δὲ τῇ κουστωδίᾳ· Οἱ φυλασσόμενοι μάταια καὶ ψευδῆ, ἔλεον αὐτοῖς ἐγκατελίπετε».
Κοντάκιον
Ἦχος πλ. δ'
Ὡς ἀπαρχὰς ΤΟ ΑΚΟΥΤΕ Ἦχος δ' ΤΟ ΑΚΟΥΤΕ
Ὁ μαθητὴς καὶ φίλος σου, καὶ μιμητὴς τοῦ πάθους σου, τῇ οἰκουμένῃ Θεὸν σε ἐκήρυξεν, ὁ θεηγόρος Φίλιππος, ταῖς αὐτοῦ ἱκεσίαις, ἐξ ἐχθρῶν παρανόμων, τὴν Ἐκκλησίαν σου, διὰ τῆς Θεοτόκου συντήρησον Πολυέλεε.
Ὁ Οἶκος
Ῥεῖθρα λόγου παράσχου μοι Κύριε, ὁ ὑδάτων τὴν φύσιν δειμάμενος, τὴν καρδίαν μου στήριξον Δέσποτα, ὁ τὴν γῆν στερεώσας τῷ λόγῳ σου, καὶ φώτισον μου τὴν διάνοιαν, ὁ τὸ φῶς ὡς χιτῶνα ἀναβαλλόμενος, ἵνα λέγω καὶ ψάλλω τὰ πρέποντα, καὶ ἀξίως ὑμνήσω τὸν σὸν Μαθητὴν Πολυέλεε.
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΙΔ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου ἐνδόξου καὶ πανευφήμου Ἀποστολου Φιλίππου, ἑνὸς τῆς πρώτης χορείας τῶν δώδεκα. ΣτίχοιἈρθεὶς Φίλιππος ἐκ ποδῶν ἐπὶ ξύλου, Τὰ τῶν ποδῶν σοι νίπτρα Σῶτερ ἐκτίνει. Ἤρθης κἀκκεφαλῆς δεκάτῃ Φίλιππε τετάρτῃ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου ἐνδόξου Μεγαλομάρτυρος Κωνσταντίνου τοῦ ἐξ' Ὕδρας, τοῦ ἀθλήσαντος ἐν ἔτει 1800 ἐν τῇ νήσῳ τῆς Ῥόδου. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.
Κανών α', ᾨδὴ ζ'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Οἱ Παῖδες ἐν Βαβυλῶνι, καμίνου φλόγα οὐκ ἔπτηξαν, ἀλλ' ἐν μέσῳ φλογὸς ἐμβληθέντες, δροσιζόμενοι ἔψαλλον· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν». Ὡς φέγγος ἐξαπεστάλης, βολίδος δίκην Ἀπόστολε, σελασφόροις βολαῖς καταυγάζων, τοὺς ἐν πίστει κραυγάζοντας· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν. Πλουσίαις φωτοχυσίαις, τοῦ θείου Μάκαρ κηρύγματος, διαλάμπων φαιδρῶς τοὺς ἐν σκότει, μελῳδεῖν κατεφώτισας· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν. Ῥητόρων ἀδολεσχίαν, καὶ λόγων πᾶσαν δεινότητα, τῷ συντόνῳ λόγῳ ἐκνικήσας, τῷ τῆς πίστεως ἔψαλλες· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν. ΘεοτοκίονΟὐσίας ὑπερουσίως, Παρθένε δύο γεγέννηκας, ἡνωμένας Ἁγνὴ ἀσυγχύτως, τῷ Χριστῷ, ᾧ κραυγάζομεν· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.
Κανών α', ᾨδὴ η'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Νόμων πατρῴων οἱ μακαριστοί, ἐν Βαβυλῶνι Νέοι προκινδυνεύοντες, βασιλεύοντος κατέπτυσαν, προσταγῆς ἀλογίστου, καὶ συνημμένοι, ᾧ οὒκ ἐχωνεύθησαν πυρί, τοῦ κρατοῦντος ἐπάξιον, ἀνέμελπον τὸν Ὕμνον· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας». Φῶς σε τοῦ κόσμου ἀπετέλεσε, τὸ πατρικὸν φῶς, Λόγος ὁ ἐνυπόστατος, ἐκλεξάμενος Ἀπόστολον, ἐκ τοῦ κόσμου Τρισμάκαρ, καὶ καθοπλίσας, θείᾳ δυναστείᾳ τῇ αὐτοῦ, ἐπαφῆκεν ἀήττητον, ὡς ὁπλίτην βοῶντα· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Ῥώμῃ τῇ θείᾳ δυναμούμενος, τὰς ἀντιπάλους τάξεις ὑπερενίκησας, τὴν ἀτίθασον παράταξιν, τὴν αὐτῶν καταλύσας· τὴν γὰρ εἰρήνην, κλῆρον ἀναφαίρετον λαβών, εἰρηναίαν κατάστασιν, ἐφύτευσας τῷ κόσμῳ· Τὸν Κύριον ὑμνεῖτε κραυγάζων, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Ὅλῳ τῷ πόθῳ προσεπέλασας, τῷ σαρκωθέντι Λόγῳ Θεοῦ Ἀπόστολε, μαθητὴς τούτου γενόμενος, καὶ θεῖος ὑπηρέτης, καὶ μυστολέκτης· ὅθεν ὑπ' αὐτοῦ ἀποσταλείς, εἰς τὰ ἔθνη ἐκήρυξας, αὐτοῦ τὴν παρουσίαν· Τὸν Κύριον ὑμνεῖτε κραυγάζων, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. ΘεοτοκίονὍλος ἡνώθη ὑπὲρ ἔννοιαν, ἀναλλοιώτως ὅλῃ τῇ ἀνθρωπότητι, ὁ ὑπέρθεος ἐν μήτρᾳ σου, Παναγία Παρθένε· ὅθεν ἐν δύο φύσεσι, γνωρίζεται Χριστός, εἷς ὑπάρχων ἀμφότερα, ὃν ὑμνοῦντες βοῶμεν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Ὁ Εἱρμός ΤΟ ΑΚΟΥΤΕ«Νόμων πατρῴων οἱ μακαριστοί, ἐν Βαβυλῶνι Νέοι προκινδυνεύοντες, βασιλεύοντος κατέπτυσαν, προσταγῆς ἀλογίστου, καὶ συνημμένοι, ᾧ οὒκ ἐχωνεύθησαν πυρί, τοῦ κρατοῦντος ἐπάξιον, ἀνέμελπον τὸν Ὕμνον· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».
Κανών α', ᾨδὴ θ'
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἀπορεῖ πᾶσα γλῶσσα, εὐφημεῖν πρὸς ἀξίαν, ἰλιγγιᾷ δὲ νοῦς καὶ ὑπερκόσμιος, ὑμνεῖν σε Θεοτόκε· ὅμως ἀγαθὴ ὑπάρχουσα, τὴν πίστιν δέχου· καὶ γὰρ τὸν πόθον οἶδας, τὸν ἔνθεον ἡμῶν· σὺ γὰρ χριστιανῶν εἶ προστάτις, σὲ μεγαλύνομεν». Νῦν ἀπορρήτου δόξης, καὶ φωτὸς ἀνεσπέρου, ἠξιωμένος ἔνθα ἡ ἀνέκφραστος, ὑπάρχει εὐφροσύνη, ἔνθα ἡ χαρὰ ἡ ἄληκτος, ἐν ἐκκλησίᾳ, τῶν πρωτοτόκων ἔνθα, δικαίων αἱ σκηναί, πάντων Χριστιανῶν ὑπερεύχου, Φίλιππε, πάνσοφε. Ὡραϊσμένος κάλλει, νοητῆς εὐπρεπείας, καὶ βασιλείας στέφος περικείμενος, θεόφρον καὶ πλουσίαις, Φίλιππε περιχεόμενος, φωτοδοσίαις, τῆς τοῦ ὑπερουσίου, φωτός μαρμαρυγῆς, χαίρων τῷ τοῦ Δεσπότου σου, θρόνῳ μάκαρ παρίστασαι. Σὺν Ἀποστόλοις πᾶσι, σεπτοῖς τε καὶ Προφήταις, καὶ σὺν Ἀθλοφόροις Φίλιππε Ὁσίοις, Ἱεράρχαις Δικαίοις, σὺν τῇ Θεοτόκῳ πρέσβευε, λύσιν πταισμάτων, καὶ τῶν ἀμπλακημάτων, δοθῆναι ἱλασμόν, πίστει τοῖς τὴν φωσφόρον καὶ θείαν, μνήμην τελοῦσί σου. ΘεοτοκίονΣεσαρκωμένον Λόγον, τὸν πρὶν ἄσαρκον ὄντα, ὑπερφυῶς Παρθενομῆτορ τέτοκας· διὸ σὲ Θεοτόκον, πάντες εὐσεβῶς κηρύττομεν, ἀληθεστάτην σοι τὴν προσηγορίαν, ἁρμόζοντες Ἁγνή· σὺ γὰρ τῆς τῶν πιστῶν σωτηρίας, ῥίζα καθέστηκας. Ὁ Εἱρμός. ΤΟ ΑΚΟΥΤΕ«Ἀπορεῖ πᾶσα γλῶσσα, εὐφημεῖν πρὸς ἀξίαν, ἰλιγγιᾷ δὲ νοῦς καὶ ὑπερκόσμιος, ὑμνεῖν σε Θεοτόκε· ὅμως ἀγαθὴ ὑπάρχουσα, τὴν πίστιν δέχου· καὶ γὰρ τὸν πόθον οἶδας, τὸν ἔνθεον ἡμῶν· σὺ γὰρ χριστιανῶν εἶ προστάτις, σὲ μεγαλύνομεν».
Ἐξαποστειλάριον
Ἦχος γ'
Ἐν πνεύματι τῷ Ἱερῷ ΤΟ ΑΚΟΥΤΕ
Δρόμον ὡραίων σου ποδῶν, Φίλιππε ἀναστρέψας, πορείαν τὴν οὐράνιον, ἀνελήλυθας χαίρων, καὶ τῇ Τριάδι παρεστώς, ἐν Πατρὶ τεθέασαι, Υἱὸν καὶ Πνεῦμα τὸ θεῖον· διὰ τοῦτό σου πόθῳ, τὴν πανίερον καὶ θείαν, ἑορτάζομεν μνήμην.
Ἐξαποστειλάριον
Ἦχος γ'
Ὁ οὐρανὸν τοῖς ἄστροις ΤΟ ΑΚΟΥΤΕ
Πνεύματος θείου ἀκτῖνα, θεσπέσιε δεδεγμένος, καὶ κόσμον καταφωτίσας, τῷ φθόγγῳ τῶν σῶν ῥημάτων, ὑπὲρ ἡμῶν νῦν δυσώπει, τὸν Κύριον τοῦ σωθῆναι.
Θεοτοκίον
Ἦχος γ'
Ὁ οὐρανὸν τοῖς ἄστροις ΤΟ ΑΚΟΥΤΕ
Ὑπεραγία Παρθένε, δέησιν νῦν τῷ Υἱῷ σου, ὑπὲρ ἡμῶν σὺν Φιλίππῳ, τῷ θείῳ καὶ θεηγόρῳ, προσφέρουσα ἐκ παντοίων, κακῶν περίσῳζε πάντας.
Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τρία, δευτεροῦντες τὸ πρῶτον.
Στιχηρὰ τοῦ Ἀποστολου
Ἦχος α'
Τῶν οὐρανίων ταγμάτων ΤΟ ΑΚΟΥΤΕ
Τῶν οὐρανίων σου φθόγγων τὰ ἀπηχήματα, ἐπὶ τῆς γῆς παμμάκαρ, διεχύθη καὶ ταύτην, ἐπλήρωσε δογμάτων, δι' ὧν τὸν Υἱόν, τῷ Πατρὶ καὶ τῷ Πνεύματι, θεολογοῦντες Ἀπόστολε μυστικῶς, ὁμοούσιον δοξάζομεν.
Ἦχος α'
Ὡς ἑωσφόρον σε πάντες τῶν Ἀποστόλων Χριστοῦ, καὶ φαεινὸν λαμπτῆρα, τῆς σεπτῆς Ἐκκλησίας, Φίλιππε τρισμάκαρ, ἔχοντες νῦν, τὰς ψυχὰς φωτιζόμεθα, καὶ ἐκ κινδύνων λυτρούμεθα δυσχερῶν, ταῖς πρεσβείαις σου πανεύφημε.
Ἦχος α'
Διὰ σταυροῦ τὸν ἀγῶνα τὸν τῆς ἀθλήσεως, διηνεκῶς τῆς νίκης, ἀνεδήσω στεφάνους, Φίλιππε ἀξίως, μεθ' ὧν εἰσελθών, εἰς τὰ ἄνω βασίλεια, συμπαρεδρεύεις Ἀπόστολε τῷ Χριστῷ, καὶ πρεσβεύεις τοῦ σωθῆναι ἡμᾶς.
Δοξαστικὸν
Ἦχος β'
Φιάλαι τῶν ἀρωμάτων ἐν κόσμῳ, αἱ σιαγόνες σου Σοφέ, ὤφθησαν Ἀπόστολε Φίλιππε, περικιρνῶσαι τοῖς πιστοῖς, πόμα τὸ ζωοποιόν· πρᾶξιν γὰρ εἰς θεωρίας ἐπίβασιν ἐσχηκώς, Χριστοῦ ὀπαδὸς ἐχρημάτισας, τὴν στεῖραν καὶ ἄτεκνον ἐθνῶν Ἐκκλησίαν, εὐτεκνωθεῖσαν ἐν αὐτῷ, καταποικίλας διδαχαῖς· ἣν καὶ νῦν δυσώπει λυτρωθῆναι, δεινῶν καὶ ἀναγκῶν, δύνασαι γὰρ ἐν Θεῷ, πολλὰ ἐγγίζων αὐτῷ.
Θεοτοκίον
Ἦχος β'
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μήτηρ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Μεγάλη Δοξολογία
Τὰ Τυπικά, ἐκ τοῦ Κανόνος καὶ ἡ γ' καὶ ς' ᾨδή.
Τὸ ΚοινωνικὸνΕἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Ἀλληλούϊα.
| TA ΜΗΝΑΙΑ | Νοέμβριος | 14 |
Nov 15
Τῌ ΙΕ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥΜνήμη τῶν Ἁγίων Μαρτύρων καὶ Ὁμολογητῶν Γουρία, Σαμωνᾶ καὶ Ἀβίβου.
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τέσσαρα, δευτεροῦντες δύο ἓξ αὐτῶν.
Στιχηρὰ τῶν Μαρτύρων
Ἦχος δ'
Ἔδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕ
Ἄβιβος ὁ πάνσοφος, καὶ Σαμωνᾶς ὁ θαυμάσιος, καὶ Γουρίας ὁ ἔνδοξος, κοινὴν συστησάμενοι, τοῖς πιστοῖς χορείαν, ἐν ἀγαλλιάσει, νῦν συγχορεύουσιν ἡμῖν, οἱ Ἀθλοφόροι καὶ συνευφραίνονται· ψυχαῖς ταῖς τῶν Μαρτύρων γάρ, παρὰ Θεοῦ τοῦτο δέδοται, τὰ ἐνταῦθα γινόμενα, νοερῶς ἐνοπτρίζεσθαι.
Ἦχος δ'
Πόνους ὑπομείναντες, τῶν ἀφορήτων κολάσεων, καὶ γενναίως ἀθλήσαντες, Τριάδος ἰσάριθμοι, Σαμωνᾶ Γουρία, καὶ' Ἄβιβε μάκαρ, τῆς αἰωνίου καὶ τερπνῆς, κατατρυφᾶτε νῦν ἀπολαύσεως, καμάτων τὴν ἀντίδοσιν, ἀντιμετροῦντος ὑμῖν Χριστοῦ, ὃν θερμῶς ἱκετεύσατε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἦχος δ'
Μονάδα τρισάριθμον, ὁμολογήσαντες Ἅγιοι, τῶν Ἑλλήνων ἐλύσατε, πολύθεον φρόνημα, καὶ μωρὰν σοφίαν, τῇ νομιζομένῃ, μωρίᾳ εἶναι παρ' αὐτοῖς, Σταυροῦ δυνάμει μακαριώτατοι, ὑφ' οὗ ἐνδυναμούμενοι, τὰς χαλεπὰς τῶν κολάσεων, ὑπεμείνατε μάστιγας, θαρσαλέῳ φρονήματι.
Ἦχος δ'
Ὅρμον πρὸς ἀκύμαντον, καὶ πρὸς ζωὴν ἀστασίαστον, καὶ λιμένα πανεύδιον, Ἀθλοφόροι Μάρτυρες, προσκεχωρηκότες, τὸ διαιωνίζον, τῆς ἀπαθοῦς διαμονῆς, καὶ διαρκούσης νῦν ἀντηλλάξασθε, τῶν πόνων τὴν ἀντίδοσιν, καὶ τῶν καμάτων τὰ ἔπαθλα, ἐκ Θεοῦ κομισάμενοι, ἐπαξίως Μακάριοι.
Δοξαστικὸν
Ἦχος β'
Ἰκασίας Μοναχῆς
Ἡ Ἔδεσσα εὐφραίνεται, ὅτι ἐν τῇ σορῷ τῶν Ἁγίων ἐπλουτίσθη, Γουρία Σαμωνᾶ καὶ Ἀβίβου, καὶ τὸ φιλόχριστον ποίμνιον, συγκαλουμένη βοᾷ. Δεῦτε φιλομάρτυρες λαμπρύνθητε, ἐν τῇ μνήμῃ τῇ φαιδρᾷ. Δεῦτε ὦ φιλέορτοι φωτίσθητε· Δεῦτε ἴδετε φωστῆρας οὐρανίους, ἐν γῇ περιπλέοντας. Δεῦτε καὶ ἀκούσατε, οἷον θάνατον πικρόν, οἱ γενναῖοι ἀδάμαντες ὑπέστησαν, διὰ τὴν ἀτελεύτητον ζωήν. Διὸ καὶ ἐγγυηταὶ ὄντες τῆς ἀληθείας, κόρην διέσωσαν ἐν μνήματι ζῶσαν βεβλημένην, καὶ τὸν τούτους ἀθετήσαντα παμμίαρον, τῷ ὀλέθρῳ παρέδωκαν, ὡς φονέα καὶ ἀνελεήμονα, καὶ ἐκτενῶς δυσωποῦσι, τὴν Παναγίαν Τριάδα, τοῦ ῥυσθῆναι ἐκ φθορᾶς καὶ πειρασμῶν, καὶ παντοίων κινδύνων, τοὺς ἐν πίστει ἐκτελοῦντας, αὐτῶν τὰ μνημόσυνα.
Θεοτοκίον
Ἦχος β'
Ὅτε, ἐκ τοῦ ξύλου σε ΤΟ ΑΚΟΥΤΕ
Τὶ σοι, ὁ ταλαίπωρος ἐγώ, Δέσποινα τοῦ κόσμου προσάξω, εἰμὴ δακρύων πηγάς, καὶ ἐξομολόγησιν τῶν πεπραγμένων μοι; Ἀλλ' ἱλέῳ σου ὄμματι, ἐπίβλεψον Κόρη, ἐπὶ τὴν ἀσθένειαν τῆς ταπεινῆς μου ψυχῆς, λῦσον τῶν παθῶν μου τὰ νέφη, καὶ τῆς κατεχούσης ἀχλύος, δέομαι ἀπάλλαξον τὸν δοῦλόν σου.
Σταυροθεοτοκίον
Ἦχος β'
Ὅτε, ἐκ τοῦ ξύλου σε ΤΟ ΑΚΟΥΤΕ
Ξύλῳ, τοῦ Σταυροῦ σε Ἰησοῦ, προσαναρτηθέντα ὁρῶσα, ἡ Ἀπειρόγαμος, ἔκλαιε καὶ ἔλεγε· Τέκνον γλυκύτατον, ἵνα τὶ ἐγκατέλιπες, ἐμὲ τὴν τεκοῦσαν, μόνην φῶς ἀπρόσιτον, τοῦ προανάρχου Πατρός;σπεῦσον καὶ δοξάσθητι ὅπως, δόξης ἐπιτύχωσι θείας, οἱ τὰ θεῖα πάθη σου δοξάζοντες.
Εἶ δὲ βούλει, εἰπὲ τὰ παρόντα Προσόμοια.Ἦχος α'Τῶν οὐρανίων ταγμάτων ΤΟ ΑΚΟΥΤΕΘαῦμα θαυμάτων ἀξίως, θαυμασιώτερον, τῷ κόσμῳ ἀνεδείχθη, τὸ ὑμέτερον θαῦμα, Μάρτυρες Κυρίου, ἀπὸ δυσμῶν· τῶν ἐθνῶν γὰρ τὴν κόρην ποτέ, ταφῇ δοθεῖσαν ἀδίκως, ταῖς μητρικαῖς, διεσώσατε ἀγκάλαις ὑμεῖς.Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ ὁ Θεὸς Ἰσραὴλ αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ εὐλογητὸς ὁ Θεός.Μαρτυρικῶς ἐναθλοῦντες, θεομακάριστοι, τὰς τῶν ἐχθρῶν αἰκίας, ὥς περ χάριν πλουσίαν, ἐδέξασθε προθύμως καὶ ὀρεκτῶν, γεηρῶν ἀπολαύσεως, ἠλογηκότες τῶν θείων τῇ ἐκλογῇ, ταῖς ποιναῖς οὐ κατεκάμφθητε.Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωμεν ὁ Κύριος, πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς.Γουρίαν πάντες τὸν μέγαν, καὶ γενναιότατον, σὺν Σαμωνᾷ τῷ θείῳ, καὶ Ἀβίβῳ τῷ πάνυ, τῷ ὄντι ἐν Λευΐταις, ὕμνοις πιστῶς, εὐφημήσωμεν σήμερον, ὅτι θερμότατοι πάντων προασπισταί, ἐν ταῖς θλίψεσιν ὑπάρχουσι.
Δοξαστικὸν
Ἦχος β'
Δεῦτε φιλομάρτυρες πάντες, τοὺς τοῦ Χριστοῦ ἀριστέας, ὕμνοις τιμήσωμεν, Γουρίαν, Ἄβιβον καὶ Σαμωνᾶν, ὅτι παραδόξως ἐνεργοῦσι τοῖς θαύμασιν· ὅρκῳ γὰρ οὐ παρεῖδον μεταναστεῦσαι κόρην, ἀλλ' ἐκπληροῦντες τὸ αἴτημα, τὴν παῖδα διεσώσαντο, παρανόμῳ Γότθῳ, ἄμυναν ποιήσαντες. Δι' ὧν Χριστὲ ὁ Θεός, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος, σῶσον τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον
Ἦχος β'
Ὅτε, ἐκ τοῦ ξύλου σε ΤΟ ΑΚΟΥΤΕ
Μόνη, τὸν ἀχώρητον Θεόν, ἀστενοχωρήτως ἐν μήτρᾳ, ἐκυοφόρησας, ἄνθρωπον γενόμενον, δι' ἀγαθότητα, Παναγία Θεόνυμφε· διὸ δυσωπῶ σε, τῶν στενοχωρούντων με, παθῶν ἀπάλλαξον, ὅπως, τὴν στενὴν καὶ εὐθεῖαν, τρίβον διοδεύσας προφθάσω, τὴν ἐπὶ ζωὴν Παρθένε φέρουσαν.
Σταυροθεοτοκίον
Ἦχος β'
Ὅτε, ἐκ τοῦ ξύλου σε ΤΟ ΑΚΟΥΤΕ
Ὕβρεις, ὑπομείναντα πολλάς, καὶ ἐπὶ Σταυροῦ ὑψωθέντα, τὸν τοῦ παντὸς Ποιητήν, βλέψασα Πανάχραντε, ἔστενες λέγουσα· Ὑπερύμνητε Κύριε, Υἱὲ καὶ Θεέ μου, πῶς τιμῆσαι θέλων σου, τὸ πλάσμα Δέσποτα, φέρεις, ἐν σαρκὶ ἀτιμίαν; Δόξα τῇ πολλῇ εὐσπλαγχνίᾳ, καὶ συγκαταβάσει σου Φιλάνθρωπε.
Ἀπολυτίκιον
Ἦχος πλ. α'
Τὰ θαύματα τῶν Ἁγίων σου Μαρτύρων, τεῖχος ἀκαταμάχητον ἡμῖν δωρησάμενος, Χριστὲ ὁ Θεός, ταῖς αὐτῶν ἱκεσίαις, βουλὰς ἐθνῶν διασκέδασον, τῆς βασιλείας τὰ σκῆπτρα κραταίωσον, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Ὁ Κανὼν τῶν Μαρτύρων, οὗ ἡ Ἀκροστιχίς.Τοὺς τρεῖς ὁμοῦ λέγοντας αἰνῶ προφρόνως.Θεοφάνους.ᾨδὴ α'
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θαλάσσης τὸ ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν, ὁ παλαιὸς πεζεύσας, Ἰσραήλ, σταυροτύποις Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν τῇ ἐρὴμῳ ἐτροπώσατο».Τριάδος τὴν μοναρχίαν Ἅγιοι, θεολογοῦντες σεπτῶς, πολυαρχίας ἄστατον ἀχλύν, εὐμαρῶς διελύσατε, Ἀνατολῆς πολύφωτοι, ὥσπερ ἀστέρες ἀνατείλαντες.Οἱ τρεῖς Ὁμολογηταὶ τῇ χάριτι, καταλαμπόμενοι, τῆς ἀρχικῆς Τριάδος ἐμφανῶς, τὸ τῆς πλάνης πολύθεον, καρτερικὴν τὴν ἔνστασιν, ἐπιδεικνύντες ἐξηφάνισαν.Ὑμᾶς πρὶν υἱοθετήσας Ἔνδοξοι, θέσει ὁ φύσει Υἱός, τῆς νῦν αὐτῷ δοθείσης ἐκ Πατρός, κληρουχίας ὡς εὔσπλαγχνος, συγκληρονόμους ἔδειξε, βασιλείας συμμετέχοντας.ΘεοτοκίονΣοφίας τῆς ὑπερσόφου γέγονας, σκηνὴ Πανάμωμε· τὸν ἑαυτῆς γὰρ οἶκον ἐκ τῶν σῶν, παναχράντων αἱμάτων σεμνή, οἰκοδομεῖν εὐδόκησε, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Κανών α', ᾨδὴ γ', τῶν Μαρτύρων
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα· Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα».Τὸ σῶμα τοῖς αἰκισμοῖς, ἐθελουσίως καὶ δειναῖς μάστιξιν, οἱ τοῦ Χριστοῦ παρέδωκαν, ὁμολογηταὶ καὶ θεράποντες.Ῥυσθῆναι τῶν χαλεπῶν, τῆς ἁμαρτίας λογισμῶν Ἅγιοι, τοὺς τὴν ὑμῶν ἄθλησιν, πίστει ἀνυμνοῦντας πρεσβεύσατε.Ἐν ξύλῳ καρτερικῶς, ἀναρτηθέντες οἱ σεπτοὶ Μάρτυρες, πανευσεβῶς ἄτρωτον, τὴν ὁμολογίαν διέσωσαν.ΘεοτοκίονἸάσεών, σε πηγήν, ὁ τὴν σὴν μήτραν ὑποδὺς ἔδειξε, Μήτηρ Θεοῦ πάναγνε, τὴν ἐμὴν ψυχὴν οὖν θεράπευσον.
Κάθισμα
Ἦχος α'
Τὸν τάφον σου Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ
Τριάδος τῆς σεπτῆς, καταγγέλλοντες πίστιν, πολύθεον Σοφοί, τῶν εἰδώλων ἀπάτην, ἀνδρείως καθείλετε, ὡς τῆς πίστεως πρόμαχοι, κόρην ζῶσαν δέ, κατακλεισθεῖσαν ἐν τάφῳ, διεσώσατε, θανατηφόρου κινδύνου, ὑμᾶς μακαρίζουσαν.Δόξα... Ἦχος πλ. δ' Τὴν Σοφίαν ΤΟ ΑΚΟΥΤΕΤῷ Σταυρῷ ὁπλισθέντες τῷ τοῦ Χριστοῦ, ἐν αὐτῷ τῶν τυράννων πᾶσαν ἰσχύν, ἀνδρείως καθείλετε, τῆς πίστεως πρόμαχοι, τὴν ἀθεΐαν πᾶσαν, εἰδώλων ἐλέγξαντες, καὶ τὴν Τριάδα Ἅγιοι, προθύμως κηρύξαντες· ὅθεν ἐπαξίως, παρ' αὐτῆς τοὺς στεφάνους, τῆς νίκης ἐλάβετε, ὡς νομίμως ἀθλήσαντες, Ἀθληφόροι Πανεύφημοι, πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.Καὶ νῦν ... ΘεοτοκίονΤὴν Σοφίαν καὶ Λόγον ἐν σῇ γαστρί, συλλαβοῦσα ἀφλέκτως Μήτηρ Θεοῦ, τῷ κόσμῳ ἐκύησας, τὸν τὸν κόσμον κατέχοντα, καὶ ἐν ἀγκάλαις ἔσχες, τὸν πάντα συνέχοντα, τὸν τροφοδότην πάντων, καὶ πλάστην καὶ Κύριον· ὅθεν δυσωπῶ σε, Παναγία Παρθένε, ῥυσθῆναι πταισμάτων μου, ὅταν μέλλω παρίστασθαι, πρὸ προσώπου τοῦ Κτίστου μου, Δέσποινα Θεοτόκε ἁγνή, τὴν σὴν βοήθειαν τότε μοι δώρησαι· καὶ γὰρ δύνασαι πάντα, ὅσα θέλεις πανάμωμε.Ἢ ΣταυροθεοτοκίονΤὸν ἀμνὸν καὶ ποιμένα καὶ λυτρωτήν, ἡ ἀμνὰς θεωροῦσα ἐν τῷ Σταυρῷ, ὠλόλυζε δακρύουσα, καὶ πικρῶς ἀνεκραύγαζεν, ὁ μὲν κόσμος ἀγάλλεται, δεχόμενος τὴν λύτρωσιν, τὰ δὲ σπλαγχνα μου φλέγονται, ὁρώσης σου τὴν σταύρωσιν, ἣν περ ὑπομένεις, διὰ σπλάγχνα ἐλέους, Θεὲ ὑπεράγαθε, ἀνεξίκακε Κύριε· ᾟ πιστῶς ἐκβοήσωμεν· Σπλαγχνίσθητι Παρθένε ἐφ' ἡμᾶς, καὶ πταισμάτων δώρησαι τὴν ἄφεσιν, τοῖς προσκυνοῦσιν ἐν πίστει, αὐτοῦ τὰ παθήματα.
Κανών α', ᾨδὴ δ', τῶν Μαρτύρων
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐπαρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία, ἐπὶ σταυροῦ τὸν Ἥλιον τῆς δικαιοσύνης, ἔστη ἐν τῇ τάξει αὐτῆς, εἰκότως κραυγάζουσα· Δόξα τῇ δυνάμει σου Κύριε».Σταθηρὰν τὴν καρτερίαν οἱ Ἀθλοφόροι, ἀνηλεῶς στρεβλούμενοι, ποικίλαις βασάνοις, πᾶσιν ἐπεδείξαντο, συμφώνως κραυγάζοντες· Δόξα τῇ δυνάμει σου Κύριε.Οἱ τῆς Τριάδος ἰσάριθμοι στεφανῖται, τρισοφεγγεῖ λαμπάδι, τοὺς νῦν εκτελοῦντας, μνήμην τὴν πανίερον, αὐτῶν καταυγάζουσι, πᾶσι τὰς ἰάσεις βραβεύοντες.Μετ' εὐλαβείας προσδράμωμεν τῇ φωσφόρῳ, καὶ φωταυγεῖ θεόφρονες, θήκῃ τῶν Μαρτύρων· βρύει γὰρ ἰάματα, τοῖς πίστει κραυγάζουσι· Δόξα τῇ δυνάμει σου Κύριε.Ὁμολογοῦντες τῆς θείας οἰκονομίας, τὸ ὑπὲρ νοῦν μυστήριον, γλώσσαις θεολόγοις, πᾶσαν ἀθεότητα, οἱ θεῖοι καὶ πάνσοφοι, Ὁμολογηταὶ κατηδάφισαν.ΘεοτοκίονὙπὲρ ἔννοιαν ἐκύησας ὦ Παρθένε, καὶ μετὰ τόκον ὤφθης, παρθενεύουσα πάλιν· Μέγα τὸ μυστήριον, τῆς κυοφορίας σου, Μῆτερ ἀειπάρθενε ἄχραντε!
Κανών α', ᾨδὴ ε', τῶν Μαρτύρων
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σὺ Κύριέ μου φῶς, εἰς τὸν κόσμον ἐλήλυθας, φῶς ἅγιον ἐπιστρέφον, ἐκ ζοφώδους ἀγνοίας, τοὺς πίστει ἀνυμνοῦντάς σε».Λαμπρότησι σαφῶς, τῶν ἀγώνων ἐκλάμποντες, ἐφαύλισαν τῶν τυράννων, τὸ ἀνίσχυρον θράσος, τῆς πίστεως οἱ πρόβολοι.Εἰς πάντα προφανῶς, οἰκουμένης τὰ πέρατα, τὰ θαύματα τῶν Μαρτύρων, διεδόθη καὶ πάντας, τῇ πίστει ἐβεβαίωσαν.Γῆ ὥσπερ ἀγαθή, τὰ τῆς χάριτος σπέρματα, δεξάμενοι πολιτεία, φιλοπόνῳ πλουσίως, οἱ θεῖοι ἐγεώργησαν.ΘεοτοκίονὉ μόνος ἀγαθός, καὶ πελάγει χρηστότητος, τὰ σύμπαντα Θεομῆτορ, συγκρατῶν σαῖς ἀγκάλαις, κρατεῖσθαι κατηξίωσεν.
Κανών α', ᾨδὴ ς', τῶν Μαρτύρων
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι' οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι».Νομίμως, ὡς καλοὶ στρατιῶται θεόφρονες, ἐγκρατευσάμενοι πάντα, καὶ τρανῶς τὴν πίστιν τετηρηκότες, τὸν τῆς θείας, δικαιοσύνης ἤρατε στέφανον.Τὸ πρὶν μέν, ὁ Ἀββακοὺμ μετάρσιος αἴρεται, τῇ τοῦ Δεσπότου προστάξει, δι' ὑμῶν δὲ κόρη τυραννουμένη, θεηγόροι, τῇ θρεψαμένῃ ἀποκαθίσταται.Ἀστράπτει, ἡ σορὸς τῶν Μαρτύρων τοῖς θαύμασι, καὶ ποταμοὺς ἀναβλύζει, ἰαμάτων πᾶσι τοῖς προσιοῦσι, καὶ τοῖς πίστει, τὴν αὐτῶν καρτερίαν θαυμάζουσι.ΘεοτοκίονΣὲ μόνην, τῶν ἀκανθῶν ἐν μέσῳ εὑράμενος, ὡς καθαρώτατον κρίνον, καὶ κοιλάδων ἄνθος ὦ Θεομῆτορ, ὁ Νυμφίος ὁ νοητὸς ἐν σοὶ κατεσκήνωσε.
Κοντάκιον
Ἦχος β'
Τὰ ἄνω ζητῶν ΤΟ ΑΚΟΥΤΕ
Ἐξ ὕψους σοφοί, τὴν χάριν κομισάμενοι, τῶν ἐν πειρασμοῖς, προΐστασθε πανεύφημοι·διὸ κόρην Ἅγιοι, ἐκ θανάτου πικροῦ ἐλυτρώσασθε· ὑμεῖς γὰρ ὄντως ὑπάρχετε, Ἐδέσσης ἡ δόξα, καὶ τοῦ κόσμου χαρά.
Ὁ Οἶκος
Τῆς τοῦ ἐχθροῦ δουλείας με ῥῦσαι, Ἰησοῦ ζωοδότα, ταῖς τῶν σῶν ἀθλητῶν ἐντεύξεσι δυσωπούμενος, ὅπως ἀδούλωτον κεκτημένος, τῶν παθῶν τὴν ψυχὴν καὶ τὸ σῶμα, ἀνευφημῶ τὴν αὐτῶν ὀξυτάτην βοήθειαν· προφθάσαντες γάρ, τοῦ θανάτου ἐρρύσαντο κράζουσαν τὴν κόρην, ἣν περ παρέθετο ἐκβοῶσα ἡ μήτηρ τοῖς μάρτυσιν· Ὑμεῖς ὄντως ὑπάρχετε, Ἐδέσσης ἡ δόξα, καὶ τοῦ κόσμου χαρά.
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΙΕ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ Ὁμολογητῶν Γουρία, Σαμωνᾶ καὶ Ἀβίβου.ΣτίχοιΞίφος τελειοῖ Σαμωνᾶν καὶ Γουρίαν,Καὶ φλὸξ Ἄβιβον, οἷς χαρὰ φλὸξ καὶ ξίφος.Πῦρ πέμπτῃ δεκάτῃ, Ἄβιβον πέφνε, χαλκὸς ἑτάρους.Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Κυντιριανοῦ, Ἐπισκόπου Σελευκείας, καὶ μνήμη τῶν εὐσεβῶν βασιλέων, Ἰουστίνου καὶ Θεοδώρας, καὶ τοῦ Ἁγίου Θωμᾶ, Πατριάρχου Κωνσταντινουπόλεως τοῦ νέου.ΣτίχοιΖωὴν ὁ Θωμᾶς ἐκλιπὼν μετρουμένην,Ζωὴν πρεπόντως εὗρεν οὐ μετρουμένην.Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων, Ἐλπιδίου, Μαρκέλλου, Εὐστοχίου, καὶ τῶν σὺν αὐτοῖς.ΣτίχοιΠῦρ, Ἐλπίδιε, σὺν δυσὶ στέγειν φίλοις,Ἡ τῶν ἐπάθλων ἐλπὶς ἠρέθιζέ σε.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Δημητρίου.ΣτίχοιὉ Δημήτριος, χειρὶ τμηθεὶς δημίου,Δήμοις ἀθλητῶν συγχορεύει Κυρίου.Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Κανών α', ᾨδὴ ζ', τῶν Μαρτύρων
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐν τῇ καμίνῳ Ἀβραμιαῖοι Παῖδες τῇ Περσικῇ, πόθῳ εὐσεβείας μᾶλλον ἢ τῇ φλογί, πυρπολούμενοι ἐκραύγαζον· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε».Ἀβραμιαίους ἐν τῇ καμίνῳ ὁ ῥυσάμενος, οὗτος καὶ τὴν ξένην κόρην τῆς χαλεπῆς, περιστάσεως διέσωσε, τῇ μεσιτείᾳ νῦν, τῶν αὐτοῦ θεραπόντων ὡς εὔσπλαγχνος.Ἰταμωτάτης, ἀπανθρωπίας δίκην ἔδωκε, πάντων τῶν κακῶν ἀθρόως ἀπαιτηθείς, ὁ ἀλάστωρ καὶ δυσώνυμος, κρίσει δικαίᾳ σου, Λόγε Θεοῦ σοφία καὶ δύναμις.Νενευρωμένη, τῇ πρὸς ὑμᾶς ἐλπίδι Ἔνδοξοι, κόρη καθειργμένη τάφῳ μετὰ νεκρῶν, προσδοκίας οὐ διήμαρτεν· Εὐλογημένος εἶ, ὁ Θεός μου βοῶσα καὶ Κύριος.ΘεοτοκίονὩς νεόσμηκτον, καὶ φωταυγείας πέμπον ἔσοπτρον, αἴγλην θεϊκῆς Παρθένε μαρμαρυγῆς, προσβαλοῦσάν σοι ἐχώρησας· Εὐλογημένη σύ, ἐν γυναιξὶ πανάμωμε Δέσποινα.
Κανών α', ᾨδὴ η', τῶν Μαρτύρων
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, παῖδες κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον».Παγκόσμιος σήμερον ἡμῖν, λαμπρὰ πανήγυρις, ἡ τῶν Μαρτύρων Χριστοῦ, περιαυγάζουσα χάριτι, τῶν θαυμάτων τοὺς προστρέχοντας, καὶ χαρμονῇ πνευματικῇ, πίστει κραυγάζοντας· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.Ῥαδίως οἱ ὁμολογηταί, τῆς σῆς θεότητος, πᾶσαν κατήργησαν, τὴν ἀθεότητα Δέσποτα, τῶν τυράννων μὴ πτοούμενοι τὰς ἀπειλάς, ἀλλ εὐσθενῶς ἀνακραυγάζοντες·Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.Οἱ πάνσοφοι ὁμολογηταί, οἱ προϊστάμενοι, τοῦ θείου δόγματος, ἐχθρῶν τὰς φάλαγγας τρέπονται, διὰ ξίφους ἀναιρούμενοι, νίκην παράδοξον σαφῶς, καὶ διαλάμπουσαν δεδειχότες, πίπτοντες τοὺς ἐναντίους γὰρ ἥττησαν.ΘεοτοκίονΦύσεσιν ὁρώμενον διτταῖς, Χριστὸν ἐγέννησας, τὸν μίαν φέροντα, σαφῶς ὑπόστασιν σύνθετον, ἀνθρωπότητι θεότητος, συνεισδραμούσης ὑπὲρ νοῦν, ὄντως καθ' ἕνωσιν· ὅθεν πάντες, σὲ εὐλογοῦμεν Μαρία Θεόνυμφε.
Κανών α', ᾨδὴ θ', τῶν Μαρτύρων
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας, τὰς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν».Ῥήσεσιν ἑπόμενοι θείαις, καὶ θεοπνεύστοις τοῦ Σωτῆρος, Ὁμολογηταὶ θεοφεγγεῖς, σταυρὸν ἐπ' ὤμων χαίροντες ἤρασθε, τοῖς ζωηφόροις ἴχνεσιν, ἀκολουθοῦντες ἀξιάγαστοι.Ὅλῳ τῷ φωτὶ τῆς Τριάδος, μέτ' εὐφροσύνης οἱ γενναῖοι, Ὁμολογηταὶ προσχωροῦντες, τὰ τῶν ἀγώνων γέρα κομίζονται, ταῖς Ἀσωμάτοις τάξεσιν, ἀξιωθέντες συναυλίζεσθαι.Νῦν οὐκ ἐν ἐσόπτρῳ ὁρᾶτε, τῶν μακαρίων τὰς ἐλπίδας, Ὁμολογηταὶ τοῦ Σωτῆρος, τῆς ἀληθείας μᾶλλον δὲ πάνσοφοι, τὸ κάλλος ἑνοπτρίζεσθε, στεφανηφόροι πανσεβάσμιοι.Ὡς τῆς ὑπερθέου Τριάδος, σαφῶς ἰσάριθμοι φανέντες, Ὁμολογηταὶ θεηγόροι, τῇ ταύτης αἴγλῃ καταλαμπρύνεσθε, ὡς δι' αὐτὴν ἀθλήσαντες, ζωῆς ἀφθάρτου ἀξιούμενοι.ΘεοτοκίονΣαρκὶ ἐπιδημῆσαι θελήσας, ὁ διακοσμήσας πάντα Λόγος, ἐν σοὶ κατεσκήνωσε μόνην, ἁγιωτέραν πάντων εὑράμενος, καὶ Θεοτόκον ἔδειξεν, ἐπ' ἀληθείας Μητροπάρθενε.
Ἐξαποστειλάριον
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Ὡς πάλαι διεσώσατε, πικροῦ θανάτου Ἅγιοι, κόρην ἐν τάφῳ βληθεῖσαν, τὸν δὲ παράνομον Γότθον, θανάτῳ παρεδώκατε, κἀμὲ τῶν ἀκαθέκτων μου, παθῶν νῦν ἐκλυτρώσασθε, ὅπως ὑμῶν τὴν φωσφόρον, μνήμην φαιδρῶς ἑορτάσω.
Θεοτοκίον
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Ὁ πάντα τῇ θεότητι, πληρῶν ὡς ἀπερίγραπτος, ἐκ σοῦ Θεὸς ἀπορρήτως, ἐσωματώθη Παρθένε, δι' οἶκτον ἀνορθούμενος, τὸ τοῦ Ἀδὰμ παράπτωμα, νέος Ἀδὰμ γενόμενος, ὃν ὡς Υἱόν σου δυσώπει, ὑπὲρ ἡμῶν Θεοτόκε.
| TA ΜΗΝΑΙΑ | Νοέμβριος | 15 |
Nov 16
Τῌ ΙΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥΜνήμη τοῦ Ἁγίου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Ματθαίου
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τρία, δευτεροῦντες αὐτά.
Στιχηρὰ τοῦ Ἀποστόλου
Ἦχος δ'
Ὁ ἐξ ὑψίστου κληθεὶς ΤΟ ΑΚΟΥΤΕ
Ὁ ἐμβατεύων καρδίας τῶν ἀνθρώπων, ὅτε σου τὴν ἔνθεον γνώμην Ἀπόστολε, θείᾳ προγνώσει ἑώρακε, καὶ ἐκ τοῦ κόσμου, τῆς ἀδικίας σὲ ἐλυτρώσατο, τότε σε παγκόσμιον, φῶς ἀπειργάσατο, τῆς οἰκουμένης τὰ πέρατα, καταφωτίζειν, καὶ διαλάμπειν ἐγκελευσάμενος, οὗ καὶ τὸ θεῖον Εὐαγγέλιον, ἠξιώθης σαφῶς ἀναγράψασθαι· ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.
Ἦχος δ'
Ὁ ἐκ τελώνου κληθεὶς εἰς μαθητείαν, ὅτε σε ὁ ἄναρχος Λόγος ἐφώνησεν, ἀκολουθεῖν προτρεπόμενος, καὶ κοινωνίαν, τῆς βασιλείας ἐπαγγειλάμενος, τότε Παμμακάριστε, πάντα ἀφέμενος, καὶ ταραχώδους συγχύσεως, ἀναχωρήσας, αὐτῷ συντόνως ἐπηκολούθησας· καὶ νῦν Θεόπτα ἐμφορούμενος, τῆς ἀφράστου αὐτοῦ θεωρίας τρανῶς, καθικέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.
Ἦχος δ'
Προφητική τις σαφῶς ὀξυδερκία, πάλαι μὲν σε Ἅγιον, λίθον τεθέαται, ἐπὶ τῆς γῆς κυλιόμενον, καὶ τῆς ἀπάτης, τὰς ἑλεπόλεις καταλεαίνοντα· ὁ Λόγος δὲ πάνσοφε, ὁ ἐνυπόστατος, φῶς σε τοῦ κόσμου καὶ κήρυκα, δικαιοσύνης, καὶ ἀληθείας ἀποτετέλεκε, λελαμπρυσμένον ταῖς λαμπρότησι, τοῦ τρισηλίου φωτὸς Πανσεβάσμιε, ὅν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.
Δοξαστικὸν
Ἦχος δ'
Καλοῦντι Χριστῷ, πρὸς μαθητείαν οὐράνιον, προθύμως ἠκολούθησας θεόληπτε, πᾶσαν σχολὴν φροντίδος γηΐνης, ὑφ' ἓν παρωσάμενος· ἐπαξίαν γὰρ τῆς ἄνω βασιλείας, γνώμην εὐπειθῶς ἀναλαβόμενος, τῆς χαμαιζήλου πολιτείας, καὶ δόξης κενῆς ἀπέστης, Εὐαγγελιστὴς ἀπὸ Τελώνου γενόμενος, φῶς τε τῶν ἐν σκότει χρηματίσας, καὶ πεπλανημένων ὁδηγὸς πρὸς σωτηρίαν· νῦν δὲ πρεσβευτὴς παντὸς τοῦ κόσμου θερμότατος, καὶ τῶν σὲ γεραιρόντων Ματθαῖε, φύλαξ σωτήριος.
Θεοτοκίον
Ἦχος δ'
Ὁ ἐξ ὑψίστου κληθεὶς ΤΟ ΑΚΟΥΤΕ
Σωματωθέντα τὸν Κτίστην τῶν ἁπάντων, ἔσχες ἐν τῇ μήτρᾳ σου, θεομακάριστε, ἀναμορφοῦντα τὸν ἄνθρωπον, τὸν πρὶν πεσόντα, τῇ παραβάσει διὰ τοῦ ὄφεως· Θεόν γὰρ ἐγέννησας, Λόγον ἀφράστως Ἁγνή, καὶ τῆς φθορᾶς ἠλευθέρωσας, τὴν φύσιν πᾶσαν, παλαιωθεῖσαν διὰ τοῦ τόκου σου· διὸ ὑμνοῦμεν καὶ δοξάζομεν, σοῦ τὴν χάριν Παρθένε ἀνύμφευτε, δι' ἦς σκέπε καὶ σῷζε, τοὺς ἐν πίστει σὲ δοξάζοντας.
Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.Ἦχος δ'Ὡς γενναῖον ἐν Μάρτυσιν ΤΟ ΑΚΟΥΤΕΤῇ τῶν λόγων σου σάλπιγγι, τοὺς ἀνθρώπους συνήθροισας, εἰς Θεοῦ ἐπίγνωσιν Παναοίδιμε, καὶ τὰ τῆς πλάνης ἀθροίσματα, ἐκ γῆς ἀπεσόβησας, καὶ εἰς μίαν τούς πιστούς, τὴν ὁμόνοιαν ἴθυνας, καὶ πρεσβεύεις νῦν, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου.Στίχ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.Ὁ ἐν γλώσσῃ πυρίνῃ σε, καθοπλίσας τοῦ Πνεύματος, κραταιὸν ἀνέδειξε πολεμήτορα, κατὰ τῆς πλάνης Ἀπόστολε, Χριστὸς ὁ Θεὸς ἡμῶν, παρ' οὗ ἔλαβες λαμπρά, τὰ βραβεῖα τῆς χάριτος, ὃν ἱκέτευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου.Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.Εἰς τὰ βάθη τοῦ Πνεύματος, διακύψας Ἀπόστολε, πλοῦτον τὸν ἀκένωτον κατενόησας, καὶ ἐξ αὐτοῦ ἀρυσάμενος, τὴν χάριν τὴν ἄφθονον, ἡμῖν εὐαγγελικῶς, πᾶσι ταύτην διένειμας, καὶ πρεσβεύεις νῦν , ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου.
Δοξαστικὸν
Ἦχος β'
Ἐκ πυθμένος κακίας ἐσχάτης, πρὸς ἀκρότατον ὕψος ἀρετῆς, ὡς ἀετὸς ὑψιπέτης, παραδόξως ἀνέδραμες, Ματθαῖε πανεύφημε· τοῦ γὰρ καλύψαντος οὐρανοὺς ἀρετῇ, καὶ τῆς συνέσεως αὐτοῦ πᾶσαν τὴν γῆν πληρώσαντος, Χριστοῦ ἀκολουθήσας τοῖς ἴχνεσι, μιμητὴς διάπυρος ἐν πᾶσιν αὐτοῦ πεφανέρωσαι, εὐαγγελιζόμενος εἰρήνην, ζωήν καὶ σωτηρίαν, τοῖς πειθαρχοῦσιν εὐσεβῶς, τοῖς θείοις προστάγμασιν, ἐν οἷς ἡμᾶς καθοδήγησον, εὐαρεστοῦντας τῷ Κτίστῃ, καὶ σὲ μακαρίζοντας.
Θεοτοκίον
Ἦχος β'
Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς, Σὲ ἱκετεύομεν, πρέσβευε, Δέσποινα, μετὰ τῶν Ἀποστόλων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἀπολυτίκιον
Ἦχος γ'
Ἀπόστολε Ἅγιε, καὶ Εὐαγγελιστὰ Ματθαῖε, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Ποίημα Θεοφάνους.Κανών α', ᾨδὴ α'
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα».Πλουσίως μετάδος μοι, τῆς ἐνοικούσης σοι χάριτος, Ματθαῖε πανένδοξε, καὶ ὑπηρέτα Χριστοῦ, καὶ βοήσομαι, λαμπρῶς ἀνακηρύττων, καὶ μέλψω γηθόμενος, τὰ σὰ θαυμάσια.Τελείως κατέλιπες, τῶν ἐπιγείων τὴν σύγχυσιν, τοῦ Λόγου ὦς ἤκουσας, τοῦ σαρκωθέντος φωνῆς, καὶ τῆς χάριτος, ἐδείχθης οἰκονόμος, καὶ κήρυξ θεόληπτος, θεομακάριστε.Αὐτόπτης γενόμενος, καὶ ὑπηρέτης διέπρεψας, τοῦ Λόγου Ἀπόστολε, τοῦ πρὸ αἰώνων Πατρός, καὶ διέδραμες, αὐτοῦ τὴν παρουσίαν, εὐαγγελιζόμενος, πᾶσι τοῖς ἔθνεσιν.ΘεοτοκίονΘανάτου καθαίρεσιν, καὶ τῆς φθορᾶς τὴν κατάλυσιν, ζωῆς τε φανέρωσιν, εὐηγγελίσω Σοφέ· τῆς Παρθένου γάρ, ἐν μήτρᾳ ἐνοικήσας, ὁ ἀπεριόριστος, κόσμον ἀνέπλασεν.
Κανών α', ᾨδὴ γ'
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τοὺς σοὺς ὑμνολόγους, Θεοτόκε, ἡ ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας πνευματικόν, στερέωσον· καὶ ἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον».Τοὺς σοὺς Ἀποστόλους Θεοῦ Λόγε, φωστῆρας ἀνέδειξας ζωῆς, τὸν ζόφον ἀπελαύνοντας, τῆς ἀθεΐας Δέσποτα, καὶ ἐν τῇ θείᾳ δόξῃ σου, τὸν κόσμον ὅλον φωτίζοντας.Τῇ σῇ καθοπλίσας, παντευχίᾳ, Ματθαῖον τὸν ἄριστον Σωτήρ, τυράννων δυνατώτερον, τοῦτον εἰργάσω Δέσποτα, καὶ καθαιρέτην ἔδειξας, εἰδώλων πλάνης Φιλάνθρωπε.Γλώσσης τῆς πυρίνης σου ὁ φθόγγος, δαιμόνων ἐνέπρησε βωμούς, Ματθαῖε τὸ θεότευκτον, τοῦ Παρακλήτου ὄργανον, δι' οὗ Χριστὸς κηρύττεται, Λόγος ὁ ἐνυπόστατος.ΘεοτοκίονΣάλπιγξ θεολόγος φθεγγομένη, συντόνως ἐφώτισε λαούς, Ματθαίου τοῦ θεόφρονος, τὴν τῆς Τριάδος ἔλλαμψιν, τὴν ὑπὲρ νοῦν τε σάρκωσιν, τοῦ Λόγου ἐκ σοῦ Πανάχραντε.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Τοὺς σοὺς ὑμνολόγους, Θεοτόκε, ἡ ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας πνευματικόν, στερέωσον· καὶ ἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον».
Κάθισμα
Ἦχος α'
Τὸν τάφον σου Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ
Ὁ πρῶτος τοῦ Χριστοῦ, Εὐαγγέλιον γράψας, καὶ πᾶσαν δᾳδουχῶν, τὴν ὑφήλιον κτίσιν, Ματθαῖος ὁ σοφώτατος, καὶ Χριστοῦ μύστης ἄριστος, νῦν τιμώμενος, ταῖς ἱεραῖς μελῳδίαις, πᾶσιν ἄφεσιν, ἁμαρτιῶν ἐξαιτεῖται, τοῖς πόθῳ τιμῶσιν αὐτόν.Δόξα... Ἦχος πλ. δ'Τὴν Σοφίαν ΤΟ ΑΚΟΥΤΕΤὸν χρυσὸν καταλείψας ὡς ἀληθῶς, τὸν Χριστὸν δὲ ποθήσας φιλευσεβῶς, Ματθαῖε Ἀπόστολε, τῶν περάτων ἐδείχθης φωστήρ, καὶ ἐκ Τελώνου ὤφθης, Ἀπόστολος ἔνδοξος, μαθητὴς γενόμενος, καὶ κήρυξ τῆς πίστεως. Ὅθεν συνελθόντες, κατὰ χρέος τιμῶμεν, τὴν πάνσεπτον μνήμην σου, καὶ πιστῶς ἑορτάζομεν, μελῳδοῦντες καὶ λέγοντες. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.Καὶ νῦν ... ΘεοτοκίονΤὴν οὐράνιον πύλην καὶ κιβωτόν, τὸ πανάγιον ὄρος τὴν φωταυγῆ, νεφέλην ὑμνήσωμεν, τὴν οὐράνιον κλίμακα, τὸν λογικὸν Παράδεισον, τῆς Εὔας τὴν λύτρωσιν, τῆς οἰκουμένης πάσης, τὸ μέγα κειμήλιον· ὅτι σωτηρία, ἐν αὐτῇ διεπράχθη, τῷ κόσμῳ καὶ ἄφεσις, τῶν ἀρχαίων ἐγκλημάτων, διὰ τοῦτο βοῶμεν αὐτῇ. Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσιν ἐν πίστει, τὸν ἄχραντον τόκον σου.
Κανών α', ᾨδὴ δ'
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης Ἀββακούμ, κατανοῶν ἐκραύγαζε. Δόξα τῇ δυνάμει σου Κύριε».Τῷ ἐνυποστάτῳ σου Λόγῳ Θεέ, μεμαθητευμένος διέλυσε, κόσμου σοφίαν, ὁ θεόπτης Μαθητής, μεγαλοφώνως κράζων σοι. Δόξα τῇ δυνάμει σου Κύριε.Τῷ μεμακαρισμένῳ ὑπὸ Χριστοῦ, ποίαν εὐφημίαν προσείπωμεν, σοὶ θεηγόρε; οὐκ ἰσχύει γὰρ βροτός, τὴν ἐπανθοῦσαν χάριν σοι, λόγῳ ἐξειπεῖν ἀξιάγαστε.Σοῦ τὸν ἀκηλίδωτον καὶ ἀκραιφνῆ, νοῦν τεθεαμένος ὁ Ὕψιστος, ὥσπερ λαμπάδα, εἰς λυχνίαν ὑψηλήν, τοῖς ἐν τῷ σκότει φαίνουσαν, πᾶσι θεοφάντορ προτέθεικεν.ΘεοτοκίονΤὴν τεταπεινωμένην φύσιν βροτῶν, ἡ εὐλογημένη ἀνύψωσας, τὴν τοῦ Ὑψίστου, ὡς κυήσασα ἰσχύν, ὑπερφυῶς πανάχραντε, Μήτηρ ὡς Ματθαῖος ἐδίδαξεν.
Κανών α', ᾨδὴ ε'
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου· σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ, τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, τὴν εἰρήνην βραβεύουσα».Τὴν χάριν δεξάμενος, τοῦ Παναγίου Πνεύματος, θεῖον ἐνδιαίτημα ἐδείχθης, θείως διδάξας, θεογνωσίας τὸ φῶς, πιστευθεὶς τὰ δόγματα Χριστοῦ, γράμμασιν ἐκτίθεσθαι, ὡς αὐτόπτης θεόκριτος.Ἡ γλῶσσά σου κάλαμος, τοῦ Παρακλήτου γέγονεν, ἐνθέως τοῦ λύτρωσιν διδόντος, τοῖς ἐπιγνοῦσι τὴν δεσποτείαν αὐτοῦ, καὶ ταῖς σοφῶν ἐμπνέοντος ψυχαῖς, γνῶσιν ἐπουράνιον, ὦ Ματθαῖε πανέντιμε.Ἀστράπτοντα θαύμασι, καὶ ἰαμάτων χάρισι, σὲ Χριστὸς ἐξέπεμψε τῷ κόσμῳ, τὴν τῶν δαιμόνων καταπατοῦντα ἰσχύν, καὶ ψυχὰς φωτίζοντα Πιστῶν, πάντων τῶν ὑμνούντων σε, τῆς εἰρήνης τὸν κήρυκα.ΘεοτοκίονΠαρθένος γεγέννηκεν, Υἱὸν τὸν προαιώνιον, φύσιν ἐνδυσάμενον ἀνθρώπων, ὡς ἐκδιδάσκων ὁ θεηγόρος φησί, καὶ σώσαντα ταύτην ἐκ φθορᾶς, πάθει τῷ τοῦ σώματος, καὶ Παρθένος διέμεινεν.
Κανών α', ᾨδὴ ς'
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ κατεπόντισὲ με καταιγὶς πολλῶν ἁμαρτημάτων, ἀλλ' ὡς Θεὸς ἐκ φθορᾶς ἀνάγαγε, τὴν ζωήν μου Πολυέλεε».Εὐαγγελιστὴς ἀπὸ τελώνου, ὡς ἠκολούθησέ σοι, μετεσκεύασται ὁ θεηγόρος, τῇ παναλκεῖ Παντουργὲ δυνάμει σου, ὁ Ματθαῖος ὁ πανάριστος.Ῥυθμίζεται τοῦ Εὐαγγελίου, τοῖς ψυχοτρόφοις λόγοις, τῶν ἐθνῶν πληθὺς ἀνυψουμένη, πρὸς ἀρετῶν ὑψηλῶν ἀκρότητα, ὦ Ματθαῖε παμμακάριστε.Ματθαίου ζωγρεῖται θεοπλόκοις, τοῦ Μαθητοῦ δικτύοις, τὰ συστήματα τῶν πιστευόντων, διὰ παντὸς πρὸς τὴν σὴν ἐπίγνωσιν, Εὐεργέτα ποδηγούμενα.ΘεοτοκίονΠαρθένον τεκοῦσαν ἀναγράφων, εὐαγγελίζεταί σε, τὸν τὰ σύμπαντα πεποιηκότα, ἄνευ σπορᾶς καὶ φθορᾶς Πανάμωμε, ὁ Ματθαῖος ὁ πανάριστος.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ἤλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ κατεπόντισέ με, καταιγὶς πολλῶν ἁμαρτημάτων, ἀλλ' ὡς Θεὸς ἐκ βυθοῦ ἀνάγαγε, τὴν ζωήν μου Πολυέλεε».
Κοντάκιον
Ἦχος δ'
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ΤΟ ΑΚΟΥΤΕ
Τοῦ τελωνείου τὸν ζυγὸν ἀπορρίψας, δικαιοσύνης τῷ ζυγῷ προσηρμόσθης, καὶ ἀνεδείχθης ἔμπορος πανάριστος, πλοῦτον κομισάμενος, τὴν ἐξ ὕψους σοφίαν· ὅθεν ἀνεκήρυξας, ἀληθείας τὸν λόγον, καὶ τῶν ῥαθύμων ἤγειρας ψυχάς, καθυπογράψας, τὴν ὥραν τῆς κρίσεως.
Ὁ Οἶκος
Ἡ τοῦ ἐχθροῦ με τυραννὶς βιάζεται ἀπλήστως, καὶ τῆς ψυχῆς μου ὅλον τὸν σπόρον καθαρπάζει, Ματθαῖε φίλε τοῦ Χριστοῦ· ἀλλ' αὐτὸς τὸν σπόρον τῶν εὐχῶν σου δεδωκώς, πρὸς σὴν δουλείαν κάρπωσον, καὶ δεῖξον ὑμνῳδόν σου σμικρότατον, καὶ ὑφηγητὴν με τῶν πολλῶν σου καὶ μεγάλων κατορθωμάτων, καὶ τῆς πρὸς Χριστὸν σου σχέσεως, πῶς πάντα παρευθὺς ἐγκαταλείψας, ἠκολούθησας θερμῶς τῷ κεκληκότι, πρῶτος γεγονὼς Εὐαγγελιστὴς ἐν τῷ κόσμῳ, καθυπογράψας τὴν ὥραν τῆς κρίσεως.
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΙΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Ματθαίου.Στίχοι«Σῴζεις, Ἰησοῦ καὶ τελώνας· σοὶ χάρις».Οὕτω βοᾷ Ματθαῖος ἐκ πυρὸς μέσου.Ἀκάματον Ματθαῖον πῦρ δεκάτῃ κτάνεν ἕκτῃ.Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Κανών α', ᾨδὴ ζ'
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ».Ἐχρημάτισας τοῦ πρώτου ἀπαυγάσματος, θεῖον ἐκτύπωμα, ὡς Μαθητὴς ταῖς αὐτοῦ, ἀκτῖσι πυρσούμενος, ᾧ ψάλλων ἔλεγες· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεός εὐλογητὸς εἶ.Ὡς διάκονον τοῦ λόγου Παμμακάριστε, θείοις σκηνώμασιν, ὅπου Χριστὸς κατοικεῖ, ἐκεῖ σε κατῴκισεν, ὡς σοὶ ὑπέσχετο, ὁ ὑπέρθεος, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς μόνος τῶν ὅλων.Τὰ νοσὴματα Ματθαῖε φυγαδεύονται, καὶ δραπετεύουσιν, ἡ τῶν δαιμόνων πληθύς, τοῖς ἐν σοὶ χαρίσμασι, τοῦ θείου Πνεύματος, ἐν οἷς ἔψαλλες, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.ΘεοτοκίονΤὴν πανύμνητον Παρθένον ἐξιστόρησας, τοῖς θείοις λόγοις σου, τὸν Ποιητὴν τοῦ παντός, τεκοῦσαν Ἀπόστολε, ᾧ πάντες ψάλλομεν· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Κανών α', ᾨδὴ η'
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».Νεύσεσι πρὸς σὲ ταῖς ἀνενδότοις Ματθαῖος ὁ ἱερώτατος θεούμενος, θέσει χρηματίσας τε, φύσει ὅπερ πέφυκας, τὴν οἰκουμένην Δέσποτα, εἵλκυσε ψάλλειν σοι. Τόν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Ὥσπερ ἀστραπὴν τῇ οἰκουμένῃ, ὁ Λόγος τὸν Θεολόγον ἐξαπέστειλε, ζόφον μὲν διώκοντα, ἔθνη δὲ φωτίζοντα, θεολογίας δόγμασιν· ὅθεν καὶ ἔψαλλε· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.Λόγῳ καθαρῷ καὶ διανοίᾳ, Θεῷ σοι προσομιλῆσαι ἐξεγένετο· ὕλην γὰρ ὡς ἔτεμες, τούτῳ προσεπέλασας, καὶ συνεκράθης, Ἔνδοξε· ὅθεν καὶ ἔψαλλες· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.ΘεοτοκίονἘπ' εὐεργεσίᾳ τῶν ἀνθρώπων, ὁ Λόγος σωματωθῆναι κατηξίωσε· πύλην παρθενίας γάρ, ὥδευσεν ὁ Κύριος, καὶ Θεοτόκον ἔδειξε· διὸ κραυγάζομεν. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τους αἰῶνας.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τους αἰῶνας».
Κανών α', ᾨδὴ θ'
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων φύσις γεραίρουσα, τὴν ἱερὰν πανήγυριν τῆς Θεομήτορος, καὶ βοάτω· Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνὴ ἀειπάρθενε».Κάλλους νοητοῦ, ἐδέξω διάδημα, θεῖον Ἀπόστολε, καὶ τῆς βασιλείας δέ, εὐπρεπεστάτῳ στέφει κεκόσμησαι, χειρὶ τοῦ Παντοκράτορος, καὶ διαλάμπεις σοφέ, σὺν Ἀγγέλοις, θρόνῳ παριστάμενος, τοῦ Δεσπότου Χριστοῦ παμμακάριστε.Ξύλου τῆς ζωῆς, ἀξίως τετύχηκας, κήρυξ τοῦ ζῶντος Θεοῦ, εὐαγγελισάμενος, ζωῆς τῷ κόσμῳ θείαν ἐπίσκεψιν· τῷ γὰρ φυτῷ τῆς γνώσεως, οὐ διεφθάρης τὸν νοῦν, διαμείνας, ἄσειστος ἀκράδαντος, Ἐκκλησίας κρηπὶς παμμακάριστε.Νύμφην τοῦ Χριστοῦ, ἐνθέως ἐκόσμησας, Εὐαγγελίῳ σου, ὥσπερ διαδήματι, τὴν Ἐκκλησίαν θεομακάριστε, καὶ νῦν τὴν θείαν μνήμην σου, πανηγυρίζει φαιδρῶς, ἥν ῥυσθῆναι, πάσης περιστάσεως, καὶ κινδύνων δεινῶν καθικέτευε.ΘεοτοκίονΚόλπων οὐκ ἐκστάς, ἀνάρχου Γεννήτορος, Λόγος ὁ ἄναρχος, ὡς εὐαγγελίζεται, Ματθαῖος γράφων, Θεὸς σεσάρκωται, ἐκ σοῦ Ἁγνὴ πανύμνητε, τὴν τῶν ἀνθρώπων μορφήν, ὁλοτρόπως, πᾶσαν ἐνδυσάμενος, καὶ τὰ ταύτης λαβὼν ἰδιώματα.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων φύσις γεραίρουσα, τὴν ἱερὰν πανήγυριν τῆς Θεομήτορος, καὶ βοάτω. Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνὴ ἀειπάρθενε».
Ἐξαποστειλάριον
Ἦχος γ'
Ἐν πνεύματι τῷ Ἱερῷ ΤΟ ΑΚΟΥΤΕ
Τοῦ τελωνείου τὸν ζυγόν, ἀπορρίψας ἐμφρόνως, Χριστῷ κατηκολούθησας, ὦ Ματθαῖε θεόφρον, τοῖς ἴχνεσι δὲ τοῖς αὐτοῦ, θαυμαστῶς ἑπόμενος, ἐν μετοχῇ ἐγεγόνεις, τῆς αὐτοῦ βασιλείας, καὶ τῆς δόξης κοινωνός, καὶ μύστης τῶν ἀπορρήτων.
Θεοτοκίον
Ἦχος γ'
Ἐν πνεύματι τῷ Ἱερῷ ΤΟ ΑΚΟΥΤΕ
Τὰς παναγίας χεῖράς σου, Θεοτόκε Παρθένε, αἷς τὸν κτίστην ἐβάστασας, ἔπαρον εἰς πρεσβείαν, ὑπὲρ ἡμῶν δυσωποῦσα, ὅπως ῥύσηται ἡμᾶς, πάσης πείρας Δαιμόνων, καὶ τοῦ τυχεῖν Πανάμωμε, τῶν μελλόντων ἐκείνων, ἀγαθῶν ἀξιώσῃ.
Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τρία, δευτεροῦντες τὸ πρῶτον.
Στιχηρὰ τοῦ Ἀποστόλου
Ἦχος δ'
Ἔδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕ
Ἔλαμψας Ἀπόστολε, φωτοειδὴς ὥσπερ ἥλιος, ταῖς ἀκτῖσι τοῦ Πνεύματος, καὶ πᾶσαν κατηύγασας, οἰκουμένην μάκαρ, τῇ θεογνωσίᾳ, καὶ ἀπεδίωξας ἀχλύν, πολυθεΐας Ματθαῖε πάνσοφε· διό σου τὴν ὑπέρφωτον, καὶ ἀξιάγαστον σήμερον, ἐκτελοῦμεν πανήγυριν, ὡς πηγὴν ἁγιάσματος.
Ἦχος δ'
Ἐν ὕψει καθήμενος, θεογνωσίας Ἀπόστολε, ὑπεδέξω τοῦ Πνεύματος, τὴν αἴγλην φανεῖσάν σοι, τοῦ πυρὸς ἐν εἴδει, καὶ γλώσσῃ πυρίνῃ, πᾶσαν κατέφλεξας σαφῶς, τῆς ἀσεβείας ὕλην πολύθεον· διὸ σε ὡς Ἀπόστολον, καὶ θεηγόρον γεραίρομεν, τὴν ἁγίαν σου σήμερον, ἐκτελοῦντες πανήγυριν.
Ἦχος δ'
Ἑβρόντησας πάνσοφε, τῇ οἰκουμένῃ διδάγματα, ἱερὰ καὶ σωτήρια, καὶ πᾶσαν ἐκάθηρας, εἰδωλομανίας, τὴν κτίσιν Ματθαῖε, καὶ κατεφώτισας λαούς, Εὐαγγελίου ταῖς ἐπιλάμψεσιν, εἰδώλων τὰ τεμένη δέ, καταστρεψάμενος χάριτι, Ἐκκλησίας εἰς αἴνεσιν, τοῦ Θεοῦ ᾠκοδόμησας.
Δοξαστικὸν
Ἦχος πλ. δ'
Κροτήσωμεν ἐν ᾄσμασι σήμερον πιστοί, ἐπὶ τῇ μνήμῃ τοῦ σεπτοῦ Ἀποστόλου, καὶ Εὐαγγελιστοῦ Ματθαίου· οὗτος γὰρ ῥίψας τὸν ζυγόν, καὶ τὸν χρυσὸν τοῦ τελωνείου, ἠκολούθησε Χριστῷ, καὶ κήρυξ τοῦ Εὐαγγελίου θεῖος ἐχρημάτισεν· ὅθεν ἐξῆλθε προφητικῶς ὁ φθόγγος αὐτοῦ, εἰς τὴν οἰκουμένην, καὶ πρεσβεύει σωθῆναι τὰς ψυχάς ἡμῶν.
Θεοτοκίον
Ἦχος πλ. δ'
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Μεγάλη Δοξολογία
Εἰς τὴν Λειτουργίαν, τὰ Τυπικὰ καὶ ἀπὸ τοῦ Κανόνος ἡ γ' καὶ ς' ᾨδή.
ΚοινωνικὸνΕἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Ἀλληλούϊα.
| TA ΜΗΝΑΙΑ | Νοέμβριος | 16 |
Nov 17
Τῌ ΙΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥΜνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Γρηγορίου, Ἐπισκόπου Νεοκαισαρείας, τοῦ θαυματουργοῦ.
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τρία, δευτεροῦντες αὐτά.
Στιχηρὰ τοῦ Ἱεράρχου
Ἦχος πλ. δ'
Τὶ ὑμᾶς καλέσωμεν ΤΟ ΑΚΟΥΤΕ
Τὶ σε νῦν καλέσω Γρηγόριε; πρακτικόν, ὅτι τὰ πάθη, καθυπέταξας τῷ νῷ· θεωρόν, ὅτι ἐδρέψω, τῆς σοφίας τὸν καρπόν· ἐνθέου, ὀπτασίας ἀξιούμενον, καὶ δόγματα, οὐράνια μυούμενον, ἱερουργὸν ἱερώτατον, θαυματουργὸν ὑπερθαύμαστον, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἦχος πλ. δ'
Τὶ προσαγορεύσω σε Ὅσιε; ὁδηγὸν τῶν πλανωμένων, καὶ νοσούντων ἰατρόν, χορηγὸν τῶν πρὸς τὴν χρείαν, τοῖς αἰτοῦσι δαψιλῆ, διώκτην, τῶν δαιμόνων ἰσχυρότατον, ἀλείπτην, τοῦ Μαρτύρων ἀγωνίσματος, προφητικῶς διαλάμποντα, χαρίσμασιν ἀξιάγαστε, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἦχος πλ. δ'
Τὶ σε νῦν προσείπω Γρηγόριε; καθαιρέτην τῆς ἀθέου, δυσσεβείας κρατερόν, ὁριστὴν τῆς εὐσεβείας, καὶ διδάσκαλον ἐθνῶν, εἰρήνης, βραβευτὴν ἀκαταμάχητον, πολέμων, καταλύτην ἀκαθαίρετον, ἐν ὄρεσι διαιτώμενον, καὶ βλέποντα τὰ ἐν πόλεσιν, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δοξαστικὸν
Ἦχος πλ. β'
Εἰς βάθος θεωρίας ὑπελθὼν πανσόφως, Ἱεράρχα Χριστοῦ, τὴν θείαν ἐμυήθης τῆς Τριάδος φανέρωσιν, καὶ πνεύματι προσβλέπων ἀκλινῶς, Χριστὸν τὸν Θεὸν ἡμῶν, τῶν θαυμάτων ἄβυσσον πηγάζεις ἡμῖν, τὴν ὑγρὰν ὑδάτων φύσιν, εἰς λιθώδη μεταποιήσας, καὶ νεωκόρον πλάνης ἀπαλλάξας ζοφεράς, τοὺς διώκτας ἔπεισας πιστοῦσθαι τήν ἀλήθειαν, καὶ στῦλος εὐσεβείας ἀρετῶν ὀφθεὶς αὐτοῖς, τῶν θαυμάτων ὑποφήτης ἀνηγορεύθης. Διὸ δυσωποῦμέν σε, μὴ παύσῃ ὑπὲρ ἡμῶν τὸν Σωτῆρα δυσωπεῖν, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον
Ἦχος πλ. β'
Ὅλην ἀποθέμενοι ΤΟ ΑΚΟΥΤΕ
Γνώμῃ ὀλισθήσας τε, καὶ δουλωθεὶς τῇ τοῦ πλάνου, ἀπάτῃ Θεόνυμφε, πρὸς τὴν ὑπερθαύμαστον εὐσπλαγχνίαν σου, καὶ θερμὴν δέησιν, Παναγία Κόρη, καταφεύγω ὁ πανάθλιος. Δεσμοῦ με λύτρωσαι, τῶν πειρατηρίων καὶ θλίψεων, καὶ σῶσον με πανάμωμε, τῶν δαιμονικῶν ἐπιθέσεων, ἵνα σὲ δοξάζω, καὶ πόθῳ ἀνυμνῶ καὶ προσκυνῶ, καὶ μεγαλύνω σε Δέσποινα, τὴν ἀειμακάριστον.
Σταυροθεοτοκίον
Ἦχος πλ. β'
Ὅλην ἀποθέμενοι ΤΟ ΑΚΟΥΤΕ
Ξύλῳ σε κρεμάμενον, μέσον ληστῶν καθορῶσα, ἡ χωρὶς ὠδίνων σε, καὶ φθορᾶς κυήσασα Μητροπάρθενος, χαλεπῷ βέβληται, τὴν ψυχὴν Κύριε, βέλει λύπης καὶ σπαράττεται, πικρὰ στενάζουσα, σπλάγχνα καὶ καρδίαν τὴν ἄχραντον, καὶ ξέουσα τοῖς ὄνυξιν, ἀφειδῶς τὰς ὄψεις καὶ πύρινα, δάκρυα κενοῦσα, μετ' οἰμωγῆς σοι κέκραγε Σωτήρ· Οἴμοι γλυκύτατον σπλάγχνον μου! πῶς ἀδίκως πάσχεις νῦν;
Ἀπόστιχα
Δοξαστικὸν
Ἦχος πλ. β'
Γρηγόρησις Θεοῦ, ἐδόθη σοι σοφὲ κατὰ τὸν Δανιήλ· ὥσπερ γὰρ ἐκείνῳ τὸ ἐνύπνιον, οὕτω τὸ τῆς πίστεως μυστήριον ἀπεκαλύφθη σοι· διὸ σωθῆναι πρέσβευε, τὰς ψυχάς ἡμῶν Ὅσιε Πάτερ.
Θεοτοκίον
Ἦχος πλ. β'
Ἀρχαγγελικὸν λόγον ὑπεδέξω, καὶ Χερουβικὸς θρόνος ἀνεδείχθης, καὶ ἐν ἀγκάλαις ἐβάστασας Θεοτόκε, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Σταυροθεοτοκίον
Ἦχος πλ. β'
Τριήμερος ἀνέστης Χριστὲ ΤΟ ΑΚΟΥΤΕ
Ὁρῶσά σε σταυρούμενον, Χριστὲ ἡ σὲ κυήσασα, ἀνεβόα· τὶ τὸ ξένον ὃ ὁρῶ, μυστήριον Υἱέ μου; πῶς ἐπὶ ξύλου θνῄσκεις, σαρκὶ κρεμάμενος ζωῆς χορηγὲ;
Ἀπολυτίκιον
Ἦχος πλ. δ'
Ἐν προσευχαῖς γρηγορῶν, ταῖς τῶν θαυμάτων ἐργασίαις ἐγκαρτερῶν, ἐπωνυμίαν ἐκτήσω τὰ κατορθώματα· ἀλλὰ πρέσβευε Χριστῷ τῷ Θεῷ, Πάτερ Γρηγόριε, φωτίσαι τάς ψυχὰς ἡμῶν, μὴ ποτε ὑπνώσωμεν, ἐν ἁμαρτίαις εἰς θάνατον.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Ὁ Κανὼν τοῦ Ἱεράρχου, οὗ ἡ Ἀκροστιχίς.Τῷ τερατουργῷ Γρηγορίῳ τὸν ἔπαινον ὑφαίνω.Θεοφάνους.ᾨδὴ α'
Ἦχος pl. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἁρματηλάτην Φαραὼ ἐβύθισε, τερατουργοῦσα ποτέ, Μωσαϊκὴ ῥάβδος, σταυροτύπως πλήξασα, καὶ διελοῦσα θάλασσαν, Ἰσραὴλ δὲ φυγάδα, πεζὸν ὁδίτην διέσωσεν, ᾄσμα τῷ Θεῷ ἀναμέλποντα».Τῶν σῶν θαυμάτων ἐν ἐμοὶ Γρηγόριε, θείαν ἐνέργειαν, περιφανῶς Πάτερ, καὶ τανῦν ἀνάδειξον, ἐκ τοῦ βυθοῦ ῥυόμενος, τῶν πταισμάτων με μάκαρ, καὶ σῇ φωτίζων λαμπρότητι, ὅπως ἐπαξίως ὑμνήσω σε.Ὡς ἐντρεχὴς καὶ νουνεχὴς καὶ φρόνιμος, τὸ τῆς ψυχῆς εὐγενές, τῶν τῆς σαρκὸς μάκαρ, ἡδονῶν προέκρινας, τὰ τῆς σοφίας δόγματα, φιλοπόνως συλλέγων, δι' ὧν ἐκείνη Γρηγόριε, τρέφεται Θεῷ πλησιάζουσα.Τὴν σωφροσύνην ἀδελφὴν κτησάμενον, ὡς συνεργὸν τῶν καλῶν, σὲ καθορῶν ὄφις, ὁ δεινὸς Γρηγόριε, σοὶ τοὺς βασκάνους ἤγειρεν, οὓς κατῄσχυνας Πάτερ, μακροθυμίᾳ τὸ γύναιον, πάθει συσχεθὲν ἰασάμενος.Ἐπὶ τῆς ξένης διατρίβων Ὅσιε, πᾶσιν αἰδέσιμος, δι' ἀρετὴν ὤφθης, εὐσεβὴς φιλόθεος, θαυματουργίας χάρισμα, πρὸς Θεοῦ δεδεγμένος, δι' ἦς γνωρίζῃ ὡς ἥλιος, λάμψας ἐν τῷ κόσμῳ Γρηγόριε.ΘεοτοκίονῬίζης Ἁγνὴ βασιλικῆς ἐβλάστησας, καὶ Βασιλέα Χριστόν, τὸν τοῦ Θεοῦ Λόγον, ὑπὲρ νοῦν καὶ ἔννοιαν, σεσαρκωμένον τέτοκας, ἐξ ἁγνῶν σου αἱμάτων, διττὸν τήν φύσιν ὑπάρχοντα, καὶ μοναδικὸν τὴν ὑπόστασιν.
Κανών α', ᾨδὴ γ', τοῦ Ἱεράρχου
Ἦχος pl. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ στερεώσας κατ' ἀρχάς, τοὺς οὐρανοὺς ἐν συνέσει, καὶ τὴν γῆν ἐπὶ ὑδάτων ἑδράσας, ἐν τῇ πέτρᾳ με Χριστέ, τῶν ἐντολῶν σου στήριξον, ὅτι οὐκ ἔστι πλήν σου, ἅγιος, μόνε Φιλάνθρωπε».Ἀνακαθάρας σου τὸν νοῦν, τῆς τῶν παθῶν τρικυμίας, καὶ πανσόφου θεωρίας ἐμπλήσας, ἀνεδείχθης εὐπρεπές, σοφίας ἐνδιαίτημα, καὶ προφητείας χάριν, κατεπλουτίσθης Γρηγόριε.Τῇ θεοπνεύστῳ συγγραφῇ, προσομιλήσας παμμάκαρ, καὶ ποικίλης πολιτείας ἰδέαν, ἐκλεξάμενος σοφῶς. Ἐν ἀρετῆς εἰκόνισμα, ἐν σεαυτῷ θεόφρον, ἀπηκριβώσω Γρηγόριε.Ὁ θεοφάντωρ μυηθείς, τῇ θείᾳ μυσταγωγίᾳ, τὸ μυστήριον τῆς θεολογίας, κατεφώτισεν ἡμᾶς, Τριάδα ὁμοούσιον, ὁμοφυῆ τε σέβειν, ἄκτιστον καὶ συναΐδιον.Ὑπὸ Θεοῦ ὁδηγηθείς, ὡς πόθῳ τοῦτον ζητήσας, τὴν ἁγνὴν καὶ Θεοτόκον Μαρίαν, καὶ τὸν γόνον τῆς Βροντῆς, μυσταγωγοῦς ἐκέκτησο, τὸ τῆς Τριάδος φέγγος, σὲ θεορρῆμον διδάσκοντας.ΘεοτοκίονῬάβδον βλαστήσασαν Χριστόν, τὸ ἄνθος τῆς ἀφθαρσίας, καὶ χρυσοῦν θυμιατήριον πάντες, σὲ γινώσκομεν Ἁγνή, θείας οὐσίας φέρουσαν, ἐν ταῖς ἀγκάλαις Κόρη, ἄνθρακα θεομακάριστε. Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ὁ στερεώσας κατ' ἀρχάς, τοὺς οὐρανοὺς ἐν συνέσει, καὶ τὴν γῆν ἐπὶ ὑδάτων ἑδράσας, ἐν τῇ πέτρᾳ με Χριστέ, τῶν ἐντολῶν σου στήριξον, ὅτι οὐκ ἔστι πλήν σου, ἅγιος, μόνε Φιλάνθρωπε».
Κάθισμα
Ἦχος γ'
Θείας πίστεως ΤΟ ΑΚΟΥΤΕ
Νέος γέγονας Μωσῆς τοῖς ἔργοις, πλάκας πίστεως ἐπὶ τοῦ ὄρους, τῆς μυστικῆς θεοφανείας δεξάμενος, νομοθετήσας λαοῖς τὴν εὐσέβειαν, τοῦ τῆς Τριάδος μυστηρίου Γρηγόριε· ὅθεν ἅπαντες, τιμῶμεν πιστοὶ τὴν μνήμην σου, αἰτοῦντες διὰ σοῦ τὸ μέγα ἔλεος.ΘεοτοκίονΘεία γέγονας σκηνὴ τοῦ Λόγου, μόνη Πάναγνε Παρθενομῆτορ, τῇ καθαρότητι Ἀγγέλους ὑπερέχουσα, τὸν ὑπὲρ πάντας ἐμὲ γοῦν γενόμενον, ῥερυπωμένον σαρκὸς πλημμελήμασιν, ἀποκάθαρον, πρεσβειῶν σου ἐνθέοις νάμασι, παρέχουσα σεμνὴ τὸ μέγα ἔλεος.Ἢ ΣταυροθεοτοκίονἩ ἀμίαντος Ἀμνὰς τοῦ Λόγου, ἡ ἀκήρατος Παρθενομήτωρ, ἐν Σταυρῷ θεασαμένη κρεμάμενον, τὸν ἐξ αὐτῆς ἀνωδίνως βλαστήσαντα, μητροπρεπῶς θρηνῳδοῦσα ἐκραύγαζεν· Οἴμοι Τέκνον μου! πῶς πάσχεις; θέλων ῥύσασθαι, παθῶν τῆς ἀτιμίας τὸν ἄνθρωπον.
Κανών α', ᾨδὴ δ', τοῦ Ἱεράρχου
Ἦχος pl. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σύ μου ἰσχύς, Κύριε σύ μου καὶ δύναμις, σὺ Θεός μου, σύ μου ἀγαλλίαμα, ὁ Πατρικοὺς κόλπους μὴ λιπών, καὶ τὴν ἡμετέραν, πτωχείαν ἐπισκεψάμενος. Διὸ σύν τῷ Προφήτῃ, Ἀββακοὺμ σοι κραυγάζω, τῇ δυνάμει σου δόξα Φιλάνθρωπε».Γῆν τὴν καλήν, Πάτερ θεόφρον ἐζήλωσας, καὶ τοῦ λόγου, σπόρον εἰσδεξάμενος, εἰς ἑκατὸν εὐαγγελικῶς, πολλαπλασιάζεις, εἰσέτι καὶ νῦν Γρηγόριε, προσάγων διδαχαῖς σου, τοὺς πιστῶς μελῳδοῦντας, τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.Ὡς ἀστραπή, Πάτερ ἐκλάμψας ὁ βίος σου, τῶν δαιμόνων, πλάνην ἐφυγάδευσε· τῷ γὰρ φωτί, τῆς σῆς ἀρετῆς, τὸ ἐκείνων σκότος, προσομιλῆσαι οὐκ ἴσχυσε· διὸ ὁ νεωκόρος, ψυχοφθόρου ἀπάτης, κυλισθεὶς ὥσπερ λίθος φωτίζεται.Γνόφον φωτός, τοῦ θειοτάτου θεάσασθαι, ἠξιώθης, νόμον τε θεόγραφον, ὡς Μωϋσῆς, Πάτερ εἰληφώς, τῆς θεολογίας, τὸ ἀκριβὲς ἐκπεπαίδευσαι, ἐντεῦθεν νομοθέτης, τῇ Χριστοῦ Ἐκκλησία, ἀνεδείχθης θεόφρον Γρηγοριε.Ῥητορικήν, ἐρεσχελίαν ἐξέκλινας, καὶ τῷ λόγῳ, Πάτερ τῷ τῆς χάριτος, καταυγασθείς, ἀποστολικήν, ὄντως ἐξουσίαν, κατὰ δαιμόνων ἐπλούτησας· τὴν σὴν γὰρ δραπετεύει, ἀπαστράπτουσαν αἴγλην, ὁ τοῦ σκότους προστάτης Γρηγόριε.ΘεοτοκίονἩ κιβωτός, πόρρωθεν σὲ προετύπωσε, δεξαμένη, νόμον τὸν θεόγραφον, τὴν ἐν γαστρί, τὸν ζωαρχικόν, Λόγον συλλαβοῦσαν, ἀνερμηνεύτως Πανάμωμε, τὸν τρέφοντα πλουσίως, τὰς ψυχὰς τῶν βοώντων, τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.
Κανών α', ᾨδὴ ε', τοῦ Ἱεράρχου
Ἦχος pl. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἵνα τὶ με ἀπώσω, ἀπὸ τοῦ προσώπου σου τὸ φῶς τὸ ἄδυτον, καὶ ἐκάλυψέ με, τὸ ἀλλότριον σκότος τὸν δείλαιον· ἀλλ' ἐπίστρεψόν με, καὶ πρὸς τὸ φῶς τῶν ἐντολῶν σου, τὰς ὁδούς μου κατεύθυνον δέομαι».Γεωργίᾳ σῶν λόγων, τὰς κεχερσωμένας καρδίας ὡμάλισας, καὶ τὸν θεῖον σπόρον, ἐν αὐταῖς Ἱεράρχα κατέβαλες, καὶ καρπὸν πολύχουν, τῷ Λυτρωτῇ τὴν σωτηρίαν, τῶν πιστῶν θεορρῆμον προσήγαγες.Ὁ Θεοῦ παραστάτης, ζήλῳ πυρακτούμενος χρίει σε Φαίδιμος, Ἱερέα Πάτερ, τῷ Θεῷ τῷ τὰ σύμπαντα βλέποντι, εὐσεβῶς θαρρήσας, καὶ τῇ σεπτῇ σου πολιτείᾳ, πεποιθώς θεορρῆμον Γρηγόριε.Ῥοαῖς τῶν σῶν δογμάτων, τὰς εἰδωλικὰς πυρπολήσεις κατέσβεσας, καὶ ταῖς διδαχαῖς σου, τοὺς πιστοὺς ἐβεβαίωσας Πάνσοφε, ἀναβὰς εἰς ὕψος, ὡς Σαμουὴλ ταῖς θεωρίαις, καὶ ὡς δένδρον φανεὶς τοῖς διώκουσι.Ἱεράρχα θεόφρον, ταῖς σαῖς ἱκεσίαις δεινῶν με λυτρούμενος, τῶν ἐμῶν πταισμάτων, τὸ χειρόγραφον Πάτερ διάρρηξον, ἱερεὺς ὑπάρχων, καὶ ἐκ Θεοῦ τὴν ἐξουσίαν, εἰληφὼς ἀφιέναι τὰ πταίσματα.ΘεοτοκίονὩραιώθης Παρθένε, τοῖς τῆς παρθενίας σου ἀχράντοις κάλλεσι, καὶ τῆς πρώτης Εὔας, περιέστειλας αἶσχος τὸ δύσμορφον, τὸν Χριστὸν τεκοῦσα, περιβολὴν ἀθανασίας, χαριζόμενον τοῖς σὲ γεραίρουσιν.
Κανών α', ᾨδὴ ς', τοῦ Ἱεράρχου
Ἦχος pl. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἱλάσθητί μοι Σωτήρ· πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι· πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου ὁ Θεὸς τῆς σωτηρίας μου».Τὴν λίμνην θαυματουργῶν, ἀδελφοκτόνον ἐξήρανας, καὶ ποταμοῦ τὰς ὁρμάς, ἀνέστειλας Πάνσοφε, τὴν ῥάβδον πηξάμενος, τὴν καὶ παραχρῆμα, δενδρωθεῖσαν θείῳ νεύματι.Ὁ ζῆλος ὁ τοῦ Θεοῦ, κατέφαγέ σε Γρηγόριε· μὴ καρτερῶν γὰρ ὁρᾶν, Θεὸν ὑβριζόμενον, λαὸν ματαιόφρονα, ταῖς σαῖς ἱκεσίαις, θεορρῆμον ἐξωλόθρευσας.Νενέκρωται βουληθείς, ἐξουθενεῖν σε ὁ δείλαιος, Ἑβραῖος ὁ δυσσεβής, Θεοῦ σε δοξάζοντος, θεόφρον Γρηγόριε, τῶν αὐτοῦ δογμάτων, πληρωτὴν ἀναδεικνύμενον.ΘεοτοκίονἘπῆλθε τὸ παντουργόν, ἐπὶ σὲ Πνεῦμα Πανάμωμε, καὶ Λόγος ὁ τοῦ Θεοῦ, ἐν σοὶ κατεσκήνωσε, καὶ σάρξ ἐχρημάτισεν, ἀνεκδιηγήτως, διαμεὶνας ἀναλλοίωτος. Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ἱλάσθητί μοι Σωτήρ· πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι· πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσον μου, ὁ Θεὸς τῆς σωτηρίας μου».
Κοντάκιον
Ἦχος β'
Τὰ ἄνω ζητῶν ΤΟ ΑΚΟΥΤΕ
Θαυμάτων πολλῶν, δεξάμενος ἐνέργειαν, σημείοις φρικτοῖς, τοὺς δαίμονας ἐπτόησας, καὶ τὰς νόσους ἤλασας τῶν ἀνθρώπων, πάνσοφε Γρηγόριε· διὸ καλὴ θαυματουργός, τὴν κλῆσιν ἐξ ἔργων κομισάμενος.
Ὁ Οἶκος
Πόθεν ἀπάρξομαι τοὺς ἐπαίνους ἐξυφαίνειν ὁ τάλας, καθορῶν τὰ πολλὰ καὶ ὑπερθαύμαστα πράγματα; Ἐὰν ἀπὸ τοῦ βίου τοῦ Ὁσίου ἐγχειρήσω, τὸ σύνολον οὐκ ἰσχύω· πάντα γὰρ νοῦν ὑπερβαίνει ὁ ἔνθεος βίος αὐτοῦ. Ἐὰν ἀπὸ τῶν θαυμάτων, καὶ ἐν τούτῳ λοιπὸν αἰσχυνθήσομαι, ὑπὲρ τὴν ψάμμον γὰρ ὑπάρχουσι· διὰ τοῦτο ἀκούει θαυματουργός, τὴν κλῆσιν ἐξ ἔργων κομισάμενος.
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΙΖ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Γρηγορίου, Ἐπισκόπου Νεοκαισαρείας τοῦ θαυματουργοῦ.ΣτίχοιὉ Γρηγόριος, θαυματουργῶν καὶ πάλαι,Θεῷ παραστάς, θαυματουργεῖ τι πλέον.Ἑβδομάτῃ δεκάτῃ τε μέγας θάνε θαυματουργος.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου καὶ Ὁμολογητοῦ Λαζάρου τοῦ Ζωγράφου.ΣτίχοιΟὐ ζωγραφεῖ σε Λάζαρος καὶ νῦν Λόγε,Ἀλλὰ βλέπει σε ζῶντα, μὴ ληπτὸν χρόαις.Τῇ αὐτῇ ἡμέρᾳ Μνήμη τῶν Ὁσίων Ζαχαρίου τοῦ Σκυτοτόμου, καὶ Ἰωάννου, καὶ διήγησις ὠφέλιμος.Ὁ Ὅσιος Γεννάδιος, ὁ ἐν τῇ μονῇ τοῦ Βατοπεδίου ἀσκήσας, καὶ δοχειάρης (τροφοδότης) αὐτῆς ὤν, καὶ τὸ θαῦμα τοῦ ἔλαιον ἀναβλύσαντος ἐκ κενοῦ πίθου ἰδών, ἐν εἰρήνῃ τελειοῦται.Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Λογγῖνος ἐν εἰρήνῃ τελειοῦται.ΣτίχοιἜχεις ἀθλητὴν Χριστὲ Λογγῖνον μέγαν.Ἔχεις δὲ καὶ Λογγῖνον ἀσκητὴν μέγαν.Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ἅγιος Γεννάδιος, Πατριάρχης Κωνσταντινουπόλεως, ἐν εἰρήνῃ τελειοῦται.Στίχοι Ὁ Γεννάδιος εὗρε τὴν Ἐδὲμ στέφος,Φανεὶς νοητὴν πρὸς παλαίστραν γεννάδας.Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ἅγιος Μάξιμος, Πατριάρχης Κωνσταντινουπόλεως, ἐν εἰρήνῃ τελειοῦται.ΣτίχοιΜάξιμος ὠδίνησε, καὶ τεκὼν τέκνα,Πράξεις ἁγνάς, ἄπεισιν ἁγνὸς ἐκ βίου.Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Ἰουστῖνος ἐν εἰρήνῃ τελειοῦται.ΣτίχοιἈσκητικὸς ἄγρυπνος ὀφθαλμὸς μύει,Ἰουστῖνος, τὸ θαῦμα τῶν ἠσκηκότων.Ταῖς τῶν Ἁγίων σου πρεσβείας, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.
Κανών α', ᾨδὴ ζ', τοῦ Ἱεράρχου
Ἦχος pl. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θεοῦ συγκατάβασιν, τὸ πῦρ ᾐδέσθη ἐν Βαβυλῶνι ποτέ· διὰ τοῦτο οἱ Παῖδες, ἐν τῇ καμίνῳ ἀγαλλομένῳ ποδί, ὡς ἐν λειμῶνι χορεύοντες ἔψαλλον· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».Πατέρων τὸ καύχημα, καὶ Διδασκάλων τὸ σεμνολόγημα, φωστὴρ τῆς Ἐκκλησίας, τῆς εὐσεβείας στῦλος ἀκράδαντος, σὺ καθωράθης, κραυγάζων Γρηγόριε· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.Ἀστράψας τοῖς θαύμασι, τὴν οἰκουμένην ἐφωταγώγησας· διὰ τοῦτο Θεόφρον, συναθροισθέντες σὲ μακαρίζομεν, οἱ τῶν σῶν λόγων, τρυφῶντες καὶ ψάλλοντες· Εὐλογητός ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.Ἰάματα Πάνσοφε, τοῖς ἀσθενοῦσι πᾶσιν ἐπήγασας· ἐξεχύθη γὰρ χάρις, δαψιλεστάτη σοῦ ἐν τοῖς χείλεσι, θαυματουργίας, δι' ἧς ἀνακράζομεν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.ΘεοτοκίονΝῦν πάντα πεπλήρωται, φωτὸς τοῦ θείου, διὰ σοῦ Πάναγνε· σὺ γὰρ πύλη ἐφάνης, δι' ἧς τῷ κόσμῳ Θεὸς ὡμίλησε, καταφωτίζων τοὺς πίστει κραυγάζοντας· Εὐλογητός ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Κανών α', ᾨδὴ η', τοῦ Ἱεράρχου
Ἦχος pl. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἑπταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν, ἐμμανῶς ἐξέκαυσε, δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών, τὸν Δημιουργὸν καὶ Λυτρωτήν ἀνεβόα· οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».Οἱ διὰ σοῦ πλουτήσαντες, τῆς Τριάδος τὴν ἔλλαμψιν, τῆς ὁμοουσίου, καὶ σεπτῆς Γρηγόριε, τὴν σὴν νῦν πανήγυριν, ἐπιτελοῦντες χάριτι, θαυματουργικῇ, καταλαμφθῆναι αἰτοῦμεν, βοῶντες· Τὸν Δεσπότην, ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.Νεοφανὲς ὡς ἔσοπτρον, δεδεγμένος πανόλβιε, τὰς μαρμαρυγάς, τῆς ἀρχικῆς Θεότητος, τὸν κόσμον ἐφώτισας, ἀντανακλάσεις πέμπων φωτός, τοῖς μελῳδικῶς, ὀρθοδοξίᾳ βοῶσιν· Οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.Ὑπὸ Θεοῦ σκεπόμενος, εὐσεβείας ὑπόθεσις, τοῖς θεοσεβέσιν, ἐφρουρήθης πάνσοφε, εἰς ὄρος ἱστάμενος, ὡς νομοθέτης ἄλλος Μωσῆς, τὸν Δημιουργόν, καὶ Λυτρωτήν ἐκδιδάσκων, Γρηγόριε κραυγάζεις· ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.ΘεοτοκίονΦωτὸς ἀδύτου γέγονας, ἐνδιαίτημα Πάναγνε, ταῖς τῆς παρθενίας, καλλοναῖς ἀστράπτουσα, καὶ πάντας κατηύγασας, τοὺς Θεοτόκον σε ἀληθῆ, καθομολογοῦντας, ἐκ ψυχῆς καὶ βοῶντας· Οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ἑπταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν, ἐμμανῶς ἐξέκαυσε, δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών, τὸν Δημιουργόν, καὶ Λυτρωτήν ἀνεβόα· οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».
Κανών α', ᾨδὴ θ', τοῦ Ἱεράρχου
Ἦχος pl. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός, καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα, ὅτι Θεός, ὤφθη τοῖς ἀνθρώποις σωματικῶς, καὶ ἡ γαστήρ σου γέγονεν, εὐρυχωροτέρα τῶν οὐρανῶν· διὸ σε Θεοτόκε, Ἀγγέλων καὶ ἀνθρώπων, ταξιαρχίαι μεγαλύνουσιν».Ἀρίστης πολιτείας λάμψας φωτί, νῦν φωτὶ τῷ μεγάλῳ παρέστηκας, θεουργικαῖς, θαυματοποιΐαις ὡς νικητής, κατεστεμμένος Ὅσιε, Πάτερ, Ἱεράρχα θαυματουργέ, Γρηγόριε θεόφρον, φωστὴρ τῆς Ἐκκλησίας, τῶν Ὀρθοδόξων ἐγκαλλώπισμα.Ἰθύνεσθαι δυσώπει σαῖς προσευχαῖς, τὸ βασίλειον νῦν ἱεράτευμα, τὸ ἐκλεκτόν, καὶ ἡγιασμένον θαυματουργέ, καὶ τοὺς πιστῶς τὴν μνήμην σου, νῦν ἐπιτελοῦντας ἐπιτυχεῖν, τῆς ἄνω βασιλείας, Γρηγόριε θεόφρον, ἀξιωθῆναι καθικέτευε.Νικήσας τῶν δαιμόνων τὰς προσβολάς, καὶ σαρκὸς ὑποτάξας τὸ φρόνημα, καὶ ἱερεύς, ἄκακος καὶ ὅσιος γεγονώς, δικαιοσύνης ἔνδυμα, περιβεβλημένος θαυματουργέ, παρίστασαι τῷ θρόνῳ, τοῦ πάντων Βασιλέως, νῦν παρρησίᾳ παμμακάριστε.ΘεοτοκίονὩράθης ὦ Παρθένε Μήτηρ Θεοῦ, ὑπὲρ φύσιν τεκοῦσα ἐν σώματι, τὸν ἀγαθόν, Λόγον ἐκ καρδίας τῆς ἑαυτοῦ, ὃν ὁ Πατὴρ ἠρεύξατο, πάντων πρὸ αἰώνων ὡς ἀγαθός· ὅν νῦν καὶ τῶν σωμάτων, ἐπέκεινα νοοῦμεν, εἰ καὶ τὸ σῶμα περιβέβληται.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός, καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα, ὅτι Θεός, ὤφθη τοῖς ἀνθρώποις σωματικῶς, καὶ ἡ γαστήρ σου γέγονεν, εὐρυχωροτέρα τῶν οὐρανῶν· διὸ σε Θεοτόκε, Ἀγγέλων καὶ ἀνθρώπων, ταξιαρχίαι μεγαλύνουσιν».
Ἐξαποστειλάριον
Ἦχος β'
Τῶν Μαθητῶν ὁρώντων σε ΤΟ ΑΚΟΥΤΕ
Τὸν ἐν ποικίλοις θαύμασιν, Ἱεράρχην, ἀναφανέντα δόκιμον ἐν τῷ κόσμῳ, θείαις εὐφημήσωμεν μελῳδίαις, Γρηγόριον φιλέορτοι, ὅπως ταῖς τούτου πρεσβείαις, λάβωμεν λύσιν πταισμάτων.
Θεοτοκίον
Ἦχος β'
Τῶν Μαθητῶν ὁρώντων σε ΤΟ ΑΚΟΥΤΕ
Ὁ τῆς ζωῆς τῆς θείας καὶ μακαρίας, φθονήσας μοι τῆς πάλαι ἐν Παραδείσῳ, ἐχθρὸς ὁ δολιώτατος καὶ πανοῦργος, καὶ τῆς Ἐδὲμ ἐξόριστον, ποιήσας με θανατοῦται, τῇ σῇ γεννήσει Παρθένε.
Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τρία, δευτεροῦντες τὸ πρῶτον.
Στιχηρὰ τοῦ Ἱεράρχου
Ἦχος πλ. α'
Χαίροις ἀσκητικῶν ΤΟ ΑΚΟΥΤΕ
Χαίροις θεολογίαις σαφῶς, ἱερωτάταις ἱερῶς σεμνυνόμενος, ὁ στῦλος τῆς Ἐκκλησίας, ἡ τῶν δογμάτων κρηπίς, τὸ τοῦ Παρακλήτου θεῖον ὄργανον, ὁ νοῦς ὁ οὐράνιος, ἡ κιθάρα τοῦ Πνεύματος, ποιμὴν ὁ μέγας, καὶ Χριστοῦ Ἀρχιποίμενος, θρέμμα γνήσιον, καὶ ἀρνίον πραότατον· κρήνη ἀναβλυστάνουσα, δογμάτων τὰ νάματα, καὶ ἰαμάτων τὰ ῥεῖθρα, ἱερομύστα Γρηγόριε, Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Ἦχος πλ. α'
Χαίροις, Ἱεραρχῶν καλλονή, τῶν ἀρετῶν τὸ διαυγὲς καταγώγιον, ἡ στάθμη τῆς Ἐκκλησίας, ἱερωσύνης κανών· ποταμὸς ναμάτων θείων ἔμπλεως, ἐξ ὧν καταρδεύεται, ἡ ὑφήλιος ἅπασα, πρὸς εὐκαρπίαν, ψυχικὴν καὶ σωτήριον, καὶ αἱρέσεων, ἀποπλύνεται βόρβορος. Ἄνθρωπε ἐπουράνιε, ἐπίγειε Ἄγγελε, στόμα τὸν νόμον τὸν θεῖον, ἐμμελετῆσαν Γρηγόριε, Θεοῦ κληρονόμε, τοῦ παρέχοντος τῷ κόσμῳ, τὸ μέγα ἔλεος.
Ἦχος πλ. α'
Ὄμβροις σῶν ἱερῶν προσευχῶν, λίμνην ἐξήρανας ποτὲ μάχης πρόξενον· καὶ ῥεῖθρον τῇ δενδρωθείσῃ, ῥάβδῳ ἀτάκτως σοφέ, ἐπικλύζον εἵργεις θείᾳ χάριτι· βωμούς κατηδάφισας, τῶν δαιμονων Γρηγόριε, τῆς ἀπιστίας, τὸν χειμῶνα διέλυσας, θερμοτάταις σου, πρὸς Θεὸν παρακλήσεσι, θαύμασιν ἐβεβαίωσας, ψυχὰς καὶ προσήγαγες, τῷ εὐεργέτῃ τῶν ὅλων, παρ' οὗ τὸν ἄξιον εἴληφας, μισθόν, ὃν δυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Δοξαστικὸν
Ἦχος πλ. β'
Τὸν περιβόητον ἐν θαύμασιν Ἱεράρχην, καὶ τὰ ἄψυχα αἰδούμενα παραδόξως μετεβάλλετο· λίμνη γὰρ ἐχερσοῦτο, ἀδελφοὺς νουθετοῦσα, ῥάβδος δὲ ἐδενδροῦτο, ποταμόν χαλινοῦσα, λίθος λόγῳ μετετέθη, μεταφέρων τοὺς ἀπίστους πρὸς τὴν τοῦ Θεοῦ ἐπίγνωσιν, δι' ἧς τὸ μέγα ἔλεος, παράσχου ὁ Θεὸς ταῖς ψυχαῖς ἡμῶν.
Θεοτοκίον
Ἦχος πλ. β'
Ἡ σκέπη σου Θεοτοκε Παρθένε, ἰατρεῖον ὑπάρχει πνευματικόν· ἐν αὐτῇ γὰρ καταφεύγοντες, ψυχικῶν νοσημάτων λυτρούμεθα.
Σταυροθεοτοκίον
Ἦχος πλ. β'
Τὸν Ἐμμανουὴλ ἀμνὸν Θεοῦ καὶ Λόγον, βλέπουσα σαρκὶ κρεμάμενον ἐν ξύλῳ, Ἀμνὰς ἡ μόνη ἀμίαντος καὶ Παρθένος, λύπῃ συνείχετο δακρύουσα.
Ἀπόστιχα
Δοξαστικὸν
Ἦχος δ'
Ἱερωσύνης τὴν ψῆφον, θεόθεν δεξάμενος, καὶ τὸ θεῖον δέρας ἐξ ὕψους περιβαλόμενος, τοὺς πρὶν τῆς ἀπιστίας υἱούς, τέκνα φωτός, καὶ κληρονόμους ἀνέδειξας Θεοῦ, σοφίας χάριτος, ἐκχυθείσης ἐν χείλεσί σου, παραδόξων πραγμάτων αὐτουργέ, παμμάκαρ Γρηγόριε· διὸ καὶ νῦν ἐν τῇ μνήμῃ σου, αἴτησαι Χριστὸν τὸν Θεόν, ὑπέρ τῶν ψυχῶν ἡμῶν.
Θεοτοκίον
Ἦχος δ'
Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα σε δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Σταυροθεοτοκίον
Ἦχος δ'
Ἔδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕ
Σταυρούμενον βλέπουσα, ἡ παναμώμητος Δέσποινα, τὸν Δεσπότην τῆς κτίσεως, θρηνοῦσα ἐκραύγαζεν· Οἴμοι θεῖον Τέκνον! πῶς φέρεις ὀδύνας, Θεὸς ὑπάρχων ἀπαθής; Ἀγγέλων τάξεις τρόμῳ ἐξέστησαν, ὁρῶσαι τὸ μυστήριον, τῆς σῆς ἀφάτου σταυρώσεως, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
| TA ΜΗΝΑΙΑ | Νοέμβριος | 17 |
Nov 18
Τῌ ΙΗ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥΜνήμη τῶν Ἁγίων Μαρτύρων Πλάτωνος καὶ Ῥωμανοῦ.
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους στ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τρία.
Στιχηρὰ τοῦ Ἁγίου Πλάτωνος
Ἦχος πλ. δ'
Ὢ τοῦ παραδόξου θαύματος ΤΟ ΑΚΟΥΤΕ
Πλήρης γενναίου φρονήματος, τὴν τῶν μελῶν ἐκκοπήν, καὶ τομὴν τὴν τοῦ σώματος, καὶ τὸ πῦρ τὸ ἄστεκτον, τὸν λιμὸν καὶ τὸν θάνατον, ἀνδρειοτάτῃ γνώμῃ ὑπέφερες, τὴν δι' αἰῶνος ἀποκειμένην σοι, δόξαν θηρώμενος, τὴν μὴ διαπίπτουσαν, καὶ προορῶν, τὴν διαιωνίζουσαν, μακαριότητα.
Ἦχος πλ. δ'
Πᾶσαν ὑπερβὰς τὴν αἴσθησιν, καὶ πρὸς τὴν ἄνω ζωήν, μεταθείς τὴν διάνοιαν, λογισμῷ θεόφρονι, καὶ ψυχῇ μεγαλόφρονι, τῆς εὐτελείας καὶ ταπεινότητος, τῶν ὁρωμένων καταπεφρόνηκας· ὅθεν ξεόμενος, καὶ πυρὶ φλεγόμενος, ὑπὲρ Χριστοῦ, Μάρτυς ἀνδρικώτατα, διεκαρτέρησας.
Ἦχος πλ. δ'
Πᾶσαν τοῦ ἐχθροῦ τὴν ἔφοδον, καὶ διωκτῶν τὰς ὁρμάς, καταλύσας τῇ χάριτι, τὸν τῆς νίκης στέφανον, ἀνεδήσω Πανόλβιε, τῆς ἀκηράτου ἀγαλλιάσεως, καὶ τῆς ἀφράστου καταξιούμενος, θείας ἐλλάμψεως, ἔνθα νῦν γενόμενος, ἁμαρτιῶν, αἴτησαι τὴν ἄφεσιν, τοῖς εὐφημοῦσί σε.
Στιχηρὰ τοῦ Ἁγίου Ῥωμανοῦ
Ἦχος δ'
Ὥς γενναῖον ἐν Μάρτυσιν ΤΟ ΑΚΟΥΤΕ
Τῇ ἀσκήσει πυρούμενος, τῇ ἀθλήσει στομούμενος, ταῖς πολλαῖς κολάσεσι λιπαινόμενος, ξίφος γεγένησαι δίστομον, συγκόπτον τὰς φάλαγγας, τῶν δαιμόνων Ῥωμανέ, Ἀθλητῶν ἐγκαλλώπισμα, θεῖον καύχημα, τῆς σεπτῆς Ἐκκλησίας ὡραιότης, τῶν ἐν αἵματι ἰδίῳ, τελειωθέντων πανεύφημε.
Ἦχος δ'
Ἀναρτήσει ξεόμενος, καὶ εἱρκτῇ συγκλειόμενος, καὶ τὴν γλῶσσαν ἔνδοξε ἀφαιρούμενος, καὶ παρειὰς συντριβόμενος, καὶ τέλος μακάριον, τῇ βιαίᾳ πνιγμονῇ, Ἀθλοφόρε δεχόμενος, ἀπερίτρεπτος, ἀταπείνωτος ὤφθης συνεργείᾳ, Ῥωμανὲ Πνεύματος θείου· ὅθεν πιστῶς εὐφημοῦμέν σε.
Ἦχος δ'
Ῥητορεύει τὸ νήπιον, καὶ ἐκπλήττει τοὺς ἄφρονας, καὶ σεπταῖς ἐνστάσεσιν ὡραΐζεται, καὶ τελειώσει λαμπρύνεται, πλουτῆσαν τὴν εὔκλειαν, τῶν Ἁγίων Ἀθλητῶν, ὧν τὸν ζῆλον ἐκτήσατο, ἀξιάγαστε, Ῥωμανὲ γενναιόφρον, μεθ' οὗ λύσιν, ὀφλημάτων ἡμῖν πᾶσι, καταπεμφθῆναι ἱκέτευε.
Δοξαστικὸν
Ἦχος πλ. β'
Φοβερὰ καὶ παράδοξα, τὰ τρόπαια Κύριε τοῦ Μάρτυρός σου· τῶν γὰρ ἁλιέων ζηλώσας τὴν παρρησίαν, καὶ τὴν Σκηνορράφου θεολογίαν, τὴν Πλάτωνος μυθολογίαν, καὶ τὴν Στωϊκὴν φλυαρίαν, λόγοις καὶ ἔργοις κατέρραξε τήν δορὰν ἀποδαρείς, καὶ τὴν κάραν ἐκτμηθείς, τῇ χύσει τῶν αἱμάτων αὐτοῦ, τὸν ἐχθρὸν ἀπέπνιξεν. Ἀλλ' ὦ Μαρτύρων τὸ κλέος, ὁ παρρησίᾳ κηρύξας τὸ ὄνομα Χριστοῦ τὸ μέγα, αἴτησαι θαυματουργέ, Πλάτων παμμακάριστε, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.
Θεοτοκίον
Ἦχος πλ. β'
Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς. Σὲ ἱκετεύομεν, πρέσβευε, Δέσποινα, μετὰ τῶν Ἀποστόλων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Σταυροθεοτοκίον
Ἦχος πλ. β'
Τριήμερος ἀνέστης ΤΟ ΑΚΟΥΤΕ
Λαὸν τὸν ἀνομώτατον, ἀδίκως καθηλοῦντά σε, ἐπὶ ξύλου, ἡ Παρθένος καὶ Ἁγνή, καὶ Μήτηρ σου ὁρῶσα, ὡς Συμεὼν προέφη, τὰ σπλάγχνα Σῶτερ διετέτρωτο.
Ἀπολυτίκιον
Ἦχος δ' ΤΟ ΑΚΟΥΤΕ
Οι Μάρτυρές σου, Κύριε, εν τή αθλήσει αυτών, στεφάνους εκομίσαντο τής αφθαρσίας, εκ σού τού Θεού ημών, σχόντες γάρ τήν ισχύν σου, τούς τυράννους καθείλον, έθραυσαν καί δαιμόνων, τά ανίσχυρα θράση. Αυτών ταίς ικεσίαις, Χριστέ ο Θεός, σώσον τάς ψυχάς ημών.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Ὁ Κανὼν τοῦ Ἁγίου Πλάτωνος, οὗ ἡ Ἀκροστιχίς.Τῶν σῶν ἐπαίνων, ὦ Πλάτων, μέλπω πλάτος.Θεοφάνους.ᾨδὴ α'
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἁρματηλάτην Φαραὼ ἐβύθισε, τερατουργοῦσα ποτέ, Μωσαϊκὴ ῥάβδος, σταυροτύπως πλήξασα, καὶ διελοῦσα θάλασσαν, Ἰσραὴλ δὲ φυγάδα, πεζὸν ὁδίτην διέσωσεν ᾄσμα τῷ Θεῷ ἀναμέλποντα».Τῆς αἰωνίου βασιλείας Ἔνδοξε, τὸ καθαρώτατον, χοροβατῶν πλάτος, ἀπὸ πάσης θλίψεως, καὶ πειρασμῶν στενώσεως, τοὺς ὑμνοῦντάς σε σῶσον, ἀνεπιστρόφως ὁδεύοντας, τὴν πρὸς οὐρανὸν τρίβον φέρουσαν.Ὠχυρωμένος εὐσεβείας πρόβολος, καὶ πύργος ἄσειστος, ἀναδειχθεὶς Πλάτων, πᾶσαν ἀγριότητα, τῶν πειρασμῶν ὑπέμεινας, καὶ τὰς τῶν ἀλγηδόνων, στενοχωρίας ὑπήνεγκας, θείᾳ πλατυνόμενος χάριτι.Νεανικὴν ἐπιδεικνὺς τὴν ἔνστασιν, τὸ τῆς νεκρώσεως, καὶ τῆς φθορᾶς πάχος, διὰ τῆς ἀθλήσεως, ἀπετινάξω Πάνσοφε, καὶ τὸν τῆς ἀφθαρσίας, χιτῶνα περιβαλλόμενος, χαίρων τῷ Δεσπότῃ παρίστασαι.ΘεοτοκίονΣεσαρκωμένον τῷ Πατρὶ συνάναρχον, καὶ συναΐδιον, μονογενῆ Λόγον, ὑπὲρ νοῦν γεγέννηκας, εὐλογημένη Πάναγνε, Θεοτόκον· διὸ σε, ὀρθὰ φρονοῦντες κηρύττομεν, καὶ πανευσεβῶς σε δοξάζομεν.
Κανών α', ᾨδὴ γ'
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ στερεώσας κατ' ἀρχάς, τοὺς οὐρανοὺς ἐν συνέσει, καὶ τὴν γῆν ἐπὶ ὑδάτων ἑδράσας, ἐν τῇ πέτρᾳ με Χριστέ, τῶν ἐντολῶν σου στήριξον, ὅτι οὐκ ἔστι πλήν σου, Ἅγιος μόνε Φιλάνθρωπε». Ὥσπερ ἀνάλγητος πυρός, τὴν φλόγα τὴν δριμυτάτην, καρτερώτατα Παμμάκαρ ὑπέστης, εὐσεβείας προφανῶς, τῷ ζήλῳ πυρπολούμενος, καὶ τῷ πυρὶ τῷ θείῳ, πεπυρσευμένος τῆς πίστεως.Νεανικῶς ὑπὲρ Χριστοῦ, παμμάκαρ ἠγωνισμένος, οὐρανίους δωρεὰς ἐκομίσω, καὶ στεφάνους παρ' αὐτοῦ, τοὺς ἀεὶ διαμένοντας· καὶ στεφηφόρος ὤφθης, Πλάτων θεόφρον μακάριε.Ἐπὶ τοῦ ξύλου σοῦ ταθέν, τὸ καρτερώτατον σῶμα, κατεξαίνετο δεινῶς ταῖς αἰκίαις, ἀλλ' ἀντεῖχε τῆς ψυχῆς, ὁ τόνος δυναμούμενος, τῷ τοῦ Δεσπότου φίλτρῳ, καὶ βασιλείας τῷ ἔρωτι.ΘεοτοκίονΠύλη φωτὸς φωτιστικαῖς, τοῦ Πνεύματος δᾳδουχίαις, λαμπρυνθεῖσα Θεοτόκε ὑπάρχεις· διὰ σοῦ γὰρ πρὸς ἡμᾶς, ὁ Λόγος κατελήλυθε, καταφωτίζων πάντας, θείῳ φωτὶ τοὺς ὑμνοῦντάς σε.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ὁ στερεώσας κατ' ἀρχάς, τοὺς οὐρανοὺς ἐν συνέσει, καὶ τὴν γῆν ἐπὶ ὑδάτων ἑδράσας, ἐν τῇ πέτρα με Χριστέ, τῶν ἐντολῶν σου στήριξον, ὅτι οὐκ ἔστι πλήν σου, Ἅγιος μόνε Φιλάνθρωπε».
Κάθισμα
Ἦχος πλ. δ'
Τὴν Σόφίαν ΤΟ ΑΚΟΥΤΕ
Τῶν ἀγώνων τῷ πλάτει Μάρτυς σοφέ, πλατυνόμενον πίστει πανευκλεῶς, ἐχθροῦ ἀπεστένωσας, μηχανὰς καὶ ἠφάνισας, καὶ καλῶς τελέσας, τὸν δρόμον τὸν ἔνθεον, Παραδείσου πλάτος, γηθόμενος ἔφθασας· ὅθεν Ἐκκλησία, πλατυσμῷ εὐσεβείας, ἀστράπτουσα σήμερον, ἑορτάζει τὴν μνήμην σου, καὶ βοᾷ σοι Μακάριε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.Δόξα... Ἦχος α'Τὸν τάφον σου Σωτὴρ ΤΟ ΑΚΟΥΤΕὩραῖος πεφυκώς, νεανίας Παμμάκαρ, ἐχθρὸν τὸν παλαιόν, πτερνιστὴν ἐτροπώσω, τοῖς πόνοις τοῦ σώματος, καὶ τῷ σθένει τῆς χάριτος· ὅθεν ἅπασα, ἡ Ἐκκλησία συμφώνως, Πλάτων ἔνδοξε, ἐπιτελεῖ σου τὴν μνήμην, Χριστὸν μεγαλύνουσα.Καὶ νῦν ... ΘεοτοκίονΚυβέρνησον Ἁγνή, τὴν ἀθλίαν ψυχήν μου, καὶ οἴκτειρον αὐτήν, ὑπὸ πλήθους πταισμάτων, εἰς βυθὸν ὀλισθαίνουσαν, ἀπωλείας Πανάμωμε, καὶ ἐν ὥρᾳ με, τῇ φοβερᾷ τοῦ θανάτου, ἐλευθέρωσον, κατηγορούντων δαιμόνων, φρικτῆς ἀποφάσεως.Ἢ ΣταυροθεοτοκίονὪ θαύματος φρικτοῦ! ὢ καινοῦ μυστηρίου! ἐβόα ἡ Ἁγνή, καὶ πανάμωμος Κόρη, ἐν ξύλῳ ὡς ἔβλεψεν, ἁπλωθέντα τὸν Κύριον, ὁ τὰ σύμπαντα, ἐν τῇ δρακὶ περιφέρων, ὡς κατάκριτος, ὑπὸ κριτῶν παρανόμων, Σταυρῷ κατακρίνεται.
Κανών α', ᾨδὴ δ'
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σύ μου ἰσχύς, Κύριε, σύ μου καὶ δύναμις, σὺ Θεός μου, σύ μου ἀγαλλίαμα, ὁ Πατρικοὺς κόλπους μὴ λιπών, καὶ τὴν ἡμετέραν, πτωχείαν ἐπισκεψάμενος· διὸ σύν τῷ προφήτη, Ἀββακοὺμ σοι κραυγάζω, τῇ δυνάμει σου δόξα Φιλάνθρωπε».Ἀνακραθείς, ὅλος ἀγάπῃ τοῦ κτίσαντος, οὐκ ᾐσθάνου, πόνων τῶν τοῦ σώματος, τὴν ἐμπαθῆ, σάρκα καὶ θνητήν, καὶ τοὺς δερματίνους, χιτῶνας ἀποδυσάμενος· τὸ δὲ τῆς σωφροσύνης, καὶ τὸ τοῦ σωτηρίου, ἐνδυσάμενος Πλάτων ἱμάτιον.Ἱερουργός, θεῖος ἐδείχθης ὡς ἄμωμον, ἱερεῖον, ἄρσεν τε καὶ τέλειον, ὁλοκαυτῶν, Μάρτυς σεαυτόν, τῷ ὑπὲρ τῶν πάντων, τυθέντι ἀπολυτρώσεως· ψυχὴν γὰρ πυρακτώσας, τοῦ Δεσπότου τῷ φίλτρῳ, φλεγομένης σαρκὸς κατεφρόνησας.Νέους τοὺς τρεῖς, ἐν Βαβυλῶνι μιμούμενος, τὸ παμφάγον, πῦρ οὐκ ἐδειλίασας, ἀλλὰ στερρῶς καὶ νεανικῶς τούτου ἐκαρτέρεις, τὴν φλόγα τὴν ἀκατάσχετον· διὸ σε δροσοβόλος, σὺν ἐκείνοις ἀξίως, ὑπεδέξατο θάλαμος Ἔνδοξε.ΘεοτοκίονὩς ἐκ φυλῆς, τῆς βασιλίδος ὑπάρχουσα, τὸν τῶν ὅλων, κατεξουσιάζοντα, Λόγον Θεοῦ, τέτοκας ἡμῖν, σάρκα γεγονότα, καὶ μείναντα ἀναλλοίωτον· διὸ σε Θεοτόκον, ἀληθῶς καὶ κυρίως, Παναγία Παρθένε δοξάζομεν.
Κανών α', ᾨδὴ ε'
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἴνα τὶ με ἀπώσω, ἀπο τοῦ προσώπου σου, τὸ φῶς τὸ ἄδυτον, καὶ ἐκάλυψέ με, τὸ ἀλλότριον σκότος τὸν δείλαιον; ἀλλ' ἐπίστρεψόν με, καὶ πρὸς τὸ φῶς τῶν ἐντολῶν σου, τὰς ὁδούς μου κατεύθυνον δέομαι».Νυσταγμὸν σοῖς βλεφάροις, ὕπνον δὲ σοῖς ὄμμασι, Μάρτυς οὐκ ἔδωκας, ἕως οὗ τὸν ὕπνον, τον μακάριον καὶ ὀφειλόμενον, τοῖς Θεὸν ποθοῦσιν, ἀγαπητοῖς ὕπνωσας Πλάτων, διὰ ξίφους τὴν κάραν τεμνόμενος.Ὥσπερ ἐν ἀλλοτρίῳ, σώματι Πανεύφημε, πάσχων ἠγώνισαι, ὡς ἀθλούντων ἄλλων, θεατὴς σὺ γενόμενος ἤθλησας· τῷ γὰρ θείῳ πόθῳ, πυρποληθεὶς τῶν προκειμένων, αἰκισμῶν οὐκ ἐφρόντισας ἔνδοξε.Πλοῦτον εὗρες καὶ δόξαν, πλοῦτον ἀναφαίρετον, δόξαν ἀμάραντον, ἐν ἐπουρανίοις, σὺν Ἀγγέλοις χορεύων σκηνώμασι, καὶ τῆς ἀκηράτου, καὶ διαρκοῦς ἀθανασίας, γεγονώς ἐν μεθέξει Πανάριστε.ΘεοτοκίονΛύσιν ἁμαρτημάτων, ταῖς σαῖς ἱκεσίαις, παράσχου τοῖς δούλοις σου, ῥυομένη τούτους, πειρασμῶν καὶ κινδύνων καὶ θλίψεων, καὶ τῆς τῶν βλασφήμων, αἱρετικῶν ἐπικρατείας, Θεοτόκε Παρθένε πανύμνητε.
Κανών α', ᾨδὴ ς'
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἱλάσθητί μοι Σωτήρ· πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι· πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου».Ἀνώτερος τῶν παθῶν, καὶ τῶν βασάνων γενόμενος, τὰς τῆς σαρκὸς ἐκτομάς, ὑπέφερες ἔνδοξε· Χριστὸν γὰρ συλλήπτορα, συνεργόν τε εἶχες, ἐν ἀγῶσι ῥωννύντα σε.Τῷ τῆς ψυχῆς νοερῷ, τῇ εὐπρεπείᾳ τοῦ κτίσαντος, ἐνατενίζων ἀεί, καὶ κατοπτριζόμενος, τὸ κάλλος τὸ ἄρρητον, τῆς τῶν ὁρωμένων, εὐτελείας κατεφρόνησας.ΘεοτοκίονὩς ἔμψυχος κιβωτός, τὸν Νομοδότην ἐχώρησας, ὡς ἅγιος δὲ ναός, ἐδέξω τὸν Ἅγιον, γενόμενον ἄνθρωπον, ἐπ' εὐεργεσίᾳ, τῶν ἀνθρώπων Ἀειπάρθενε.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ἱλάσθητί μοι Σωτήρ· πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι· πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου».
Κοντάκιον τοῦ Ἁγίου Ῥωμανοῦ
Ἦχος δ'
Ἐπεφάνης σήμερον ΤΟ ΑΚΟΥΤΕ
Ὡς ἀστέρα μέγιστον, ἡ Ἐκκλησία, Ῥωμανὲ πανεύφημε, σὲ κεκτημένη ἀληθῶς, φωταγωγεῖται τοῖς ἄθλοις σου, τὴν φωτοφόρον δοξάζουσα μνήμην σου.
Κοντάκιον τοῦ Ἁγίου Πλάτωνος
Ἦχος γ'
Ἡ Παρθένος σήμερον ΤΟ ΑΚΟΥΤΕ
Ἡ ἁγία μνήμη σου, τὴν οἰκουμένην εὐφραίνει, συγκαλοῦσα ἅπαντας, ἐν τῷ πανσέπτῳ ναῷ σου, ἔνθα νῦν, μέτ' εὐφροσύνης συναθροισθέντες, ᾄσμασι, σὰς ἀριστείας Πλάτων ὑμνοῦμεν, καὶ ἐν πίστει ἐκβοῶμεν·Βαρβάρων ῥῦσαι τὴν πόλιν σου Ἅγιε.
Ὁ Οἶκος
Τῶν Ἑλλήνων λιπὼν ἅπασαν τὴν ματαιότητα, τῶν Χριστοῦ Μαθητῶν τὰ ψυχωφελῆ διδάγματα ἠγάπησε λίαν Πλάτων ὁ θεόφρων. Διὸ καὶ ὤφθη πᾶσιν αἰδέσιμος, καὶ ἄγκυρα πίστεως ἐν τῇ πατρίδι, ἧς καὶ ἡ κλῆσις σαφῶς Ἄγκυρα ὑπάρχει. Καλῶς γὰρ τοῦτον ἐκθρεψαμένη, βεβαίαν σκέπην κατ' ἐχθρῶν, καὶ ἀντιλήπτορα θερμὸν ἐν πολέμοις εὑρίσκει, καθ' ἑκάστην ἐκβοῶσα πρὸς αὐτόν· Βαρβάρων ῥῦσαι τὴν πόλιν σου Ἅγιε.
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΙΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Πλάτωνος.ΣτίχοιΜικροῦ λαθὼν παρῆλθεν ἡμᾶς ὁ Πλάτων,Πλάτων ἐκεῖνος, ὃν πλατὺ κτείνει ξίφος.Ὀγδοάτῃ δεκάτῃ τε Πλάτωνα ἄορ κατέπεφνεν.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ῥωμανοῦ.ΣτίχοιΤὸ καρτερόφρον Ῥωμανοῦ πᾶς θαυμάσει.Σὺν χαρμονῇ γὰρ πνιγμονὴν ἐκαρτέρει.Τῇ αὐτῇ ἡμέρᾳ, τὸ Ἅγιον νήπιον, ἐρωτηθὲν παρὰ τοῦ Ἐπάρχου, ποῖον δεῖ σέβειν Θεόν, καὶ εἰπόν, τὸν Χριστόν, ξίφει τελειοῦται.ΣτίχοιΚόλπους Ἀβραὰμ νήπιον λαχὸν ξίφει,τοῖς Βηθλεὲμ σύνεδρον ὤφθη νηπίοις.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ῥωμανοῦ Διακόνου, τοῦ Παλαιστινοῦ.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ζακχαίου, Διακόνου τῆς ἐν Γαδείροις Ἐκκλησίας, καὶ Ἀλφαίου.ΣτίχοιΖακχαῖος ἐκχεῖ πλοῦτον ὁ πρὶν ἡμίση·Ὁ νῦν δέ, Σωτήρ, αἷμα χεῖ πᾶν ἐκ ξίφους.Ἀλφαῖε καρτέρησον, εἰ τέμνῃ κάραν,Καὶ κλῆρον ἕξεις τὴν ἄτμητον Τριάδα.Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Κανών α', ᾨδὴ ζ'
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θεοῦ συγκατάβασιν τὸ πῦρ ᾐδέσθη ἐν Βαβυλῶνι ποτε· διὰ τοῦτο οἱ Παῖδες, ἐν τῇ καμίνῳ ἀγαλλομένῳ ποδί, ὡς ἐν λειμῶνι χορεύοντες ἔψαλλον· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».Νομίμως ἀθλήσαντα, καὶ τοὺς ἐχθρούς σου καταπατήσαντα, τῷ τῆς νίκης στεφάνῳ, ὁ ἀθλοθέτης σε ἐστεφάνωσε, μεγαλοφώνως βοῶντα καὶ λέγοντα· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.Μετέστης γηθόμενος, πρὸς τὸν ἀεὶ σοι πάλαι ποθούμενον, οὗ τὸ ἄχραντον πάθος τὸ σωτηρίας ἀνθρώποις αἴτιον, γεγενημένον μιμούμενος ἔψαλλες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.Ἐξέστησαν ἅπασαι, τὴν καρτερίαν τῆς σῆς ἀθλήσεως, οὐρανῶν αἱ Δυνάμεις, καὶ τῶν ἀνθρώπων οἱ τότε βλέποντες· ὑπερφυῶς γὰρ ἐβόας τεμνόμενος· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.ΘεοτοκίονΛυθέντες Πανάμωμε, τῷ θείῳ τόκῳ τῆς παρθενίας σου, τῶν δεσμῶν τοῦ θανάτου, καὶ τῆς κατάρας τοῦ πρωτοπλάστου Ἀδάμ, σὲ Θεοτόκον φρονοῦντες κραυγάζομεν· Εὐλογητός ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Κανών α', ᾨδὴ η'
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἑπταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν ἐμμανῶς ἐξέκαυσε, δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών, τὸν Δημιουργὸν καὶ Λυτρωτήν ἀνεβόα· οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».Περιφανεῖς ἀγῶνας μέν, ἠγωνίσω Πανεύφημε, περιφανεστέραν δὲ πολλῷ τὴν εὔκλειαν, Χριστός, σοὶ δεδώρηται, καὶ δι' αἰῶνος μένουσαν, ἐν ἐπουρανίοις, σὲ σκηναῖς κατοικίσας, προθύμως μελῳδοῦντα· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.Ὡς πρεσβευτὴν πιστότατον, ὡς προστάτην θερμότατον, τῷ Παμβασιλεῖ καὶ Ποιητῇ τῆς κτίσεως, σὲ νῦν προβαλλόμεθα, ὑπὲρ ὑμῶν δυσώπησον, τῇ μαρτυρικῇ σου, παρρησίᾳ πρεσβεύων, τῶν σὲ ὑμνολογούντων, καὶ πιστῶς μελῳδούντων· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.Παραλαβεῖν ἠξίωσαι, βασιλείαν ἀσάλευτον, διὰ τῆς οἰκείας ἐνεργούς σου πίστεως, ὡς σοὶ ἐπηγγείλατο, ὁ ἀψευδὴς διδόναι Θεός, ὑπὲρ οὗ τὸ σῶμα, καὶ πυρὶ καὶ βασάνοις, παρέδωκας κραυγάζων· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.ΘεοτοκίονΛόγον Θεοῦ τὸν ἄναρχον, καὶ Πατρὶ συννοούμενον, τὸν ἐκ τοῦ μὴ ὄντος πατρικῷ βουλήματι, τὸ πᾶν συστησάμενον, θεοπρεπῶς γεγέννηκας, σάρκα γεγονότα, δι' ἡμᾶς τοὺς ἀνθρώπους· διὸ σε Θεοτόκον, ὀρθοδόξως φρονοῦντες, Χριστὸν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ἑπταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν ἐμμανῶς ἐξέκαυσε, δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών, τὸν Δημιουργὸν καὶ Λυτρωτήν ἀνεβόα· οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».
Κανών α', ᾨδὴ θ'
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἔφριξε πᾶσα ἀκοή, τὴν ἀπόρρητον Θεοῦ συγκατάβασιν, ὅπως ὁ ὕψιστος ἑκὼν κατῆλθε μέχρι καὶ σώματος, Παρθενικῆς ἀπὸ γαστρός, γενόμενος ἄνθρωπος· διὸ τήν ἄχραντον, Θεοτόκον οἱ πιστοὶ μεγαλύνομεν».Ἄγε δὴ τὸν θεοστεφῆ, φιλομάρτυρες ὑμνήσωμεν Μάρτυρα, τὸν ἐξαπλώσαντα τῆς εὐσεβείας αὐτοῦ τὰ κλήματα· τῆς γὰρ ἀμπέλου τῆς ζωῆς, φυτείᾳ γενόμενος, καρπόν προβάλλεται, κατανύξεως ἡμῖν οἶνον βρύοντα.Τίμιος ἔναντι Θεοῦ, τῶν Μαρτύρων καθορᾶται ὁ θάνατος· τῆς ἀϊδίου γὰρ καὶ ἀνωλέθρου γίνεται πρόξενος, παναληθέστατα ζωῆς, καὶ κλῆρον ἀθάνατον, καὶ δόξαν ἄφθαρτον, καὶ πλουσίαν χορηγεῖ τὴν ἀντίδοσιν.Ὅλην σου Μάρτυς τὴν ζωήν, τῷ Δεσπότῃ καὶ Θεῷ ἀφιέρωσας, καὶ ὡς εὐάρεστον ζῶσαν θυσίαν σαυτὸν προσήγαγες· διὸ τρυφῆς τῆς ὑπὲρ νοῦν, Πλάτων κατηξίωσαι, ἀλλὰ δυσώπησον, λυτρωθῆναι πειρασμῶν τοὺς ὑμνοῦντάς σε.ΘεοτοκίονΣῶσόν με Μῆτερ τοῦ Θεοῦ, ἡ γεννήσασα Χριστὸν τὸν Σωτῆρά μου, Θεὸν καὶ ἄνθρωπον διπλοῦν τὴν φύσιν οὐ τὴν ὑπόστασιν, μονογενῆ μὲν ἐκ Πατρός, ἐκ σοῦ δὲ ἀπάτορα, καὶ ἀναλλοίωτον· διὸ πάντες σε ἀεὶ μεγαλύνομεν.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ἔφριξε πᾶσα ἀκοή, τὴν ἀπόρρητον Θεοῦ συγκατάβασιν, ὅπως ὁ ὕψιστος ἑκὼν κατῆλθε μέχρι καὶ σώματος, παρθενικῆς ἀπὸ γαστρός, γενόμενος ἄνθρωπος· διὸ τήν ἄχραντον, Θεοτόκον οἱ πιστοὶ μεγαλύνομεν».
Ἐξαποστειλάριον
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Ὁρῶν σου τὸ ἀήττητον, Μεγαλομάρτυς ἔνδοξε, ὁ τύραννος πρὸς πλειόνων, βασάνων πεῖραν ἐχώρει· ὃν καταπτύσας χάριτι, Χριστοῦ ὑπερενήθλησας, μέχρι θανάτου πάνσοφε· διὸ καὶ νῦν στεφηφόρος, συμβασιλεύεις τῷ Κτίστῃ.
Θεοτοκίον
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Μαρία καθαρώτατον, χρυσοῦν θυμιατήριον, τῆς ἀχωρήτου Τριάδος, δοχεῖον γέγονας ὄντως, ἐν ᾧ Πατὴρ ηὐδόκησεν, ὁ δὲ Υἱὸς ἐσκήνωσε, καὶ Πνεῦμα τὸ Πανάγιον, ἐπισκιάσαν σοι Κόρη, ἀνέδειξε Θεοτόκον.
| TA ΜΗΝΑΙΑ | Νοέμβριος | 18 |
Nov 19
Τῌ ΙΘ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥΜνήμη τοῦ Ἁγίου Προφήτου ἈβδιούΜνήμη τοῦ Ἁγίου Μάρτυρος Βαρλαάμ.
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμε Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ προσόμοια τρία.
Στιχηρὰ τοῦ Προφήτου
Ἦχος α'
Πανεύφημοι Μάρτυρες ΤΟ ΑΚΟΥΤΕ
Δοχεῖον τοῦ Πνεύματος λαμπρόν, Ἀβδιοὺ γενόμενος, καὶ παρ' αὐτοῦ φωτιζόμενος, θεοειδέστατον, Προφητείας τρόπον, καὶ μελλόντων πρόγνωσιν, καὶ γνῶσιν ἀληθείας ἐπλούτησας καὶ νῦν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Ἦχος α'
Εἷς χαρακτηρίζεται Θεός, πρώτοις ἰδιώμασι, καὶ κατ' οὐσίαν γνωρίσμασι, τούτων οἱ ἔνδοξοι, καὶ σεπτοὶ προφῆται, μετοχῇ καὶ χάριτι, δευτέρως κατὰ θέσιν μετέχουσι, καταλαμπρύνοντος, τοῦ Κυρίου τοὺς θεράποντας, τοὺς οἰκείους, ἰδίᾳ λαμπρότητι.
Ἦχος α'
Ἀδύτου πληρούμενος φωτός, καὶ δόξαν θεώμενος, τὴν ὑπὲρ νοῦν καὶ διάνοιαν, καὶ παριστάμενος, τῷ Δεσπότῃ πάντων, Ἀβδιοὺ μακάριε, καὶ θεῖος ὑποφήτης γενόμενος, αὐτὸν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μεγα ἔλεος.
Στιχηρὰ τοῦ Μάρτυρος
Ἦχος δ'
Ὡς γενναῖον ΤΟ ΑΚΟΥΤΕ
Ἀνδριάντος στερρότερος, καὶ χαλκοῦ δυνατώτερος, καὶ σιδήρου γέγονας ἰσχυρότερος· παραχωρεῖ γὰρ τηκόμενον, καὶ θᾶττον λυόμενον, τούτων ἕκαστον πυρί, βίᾳ τούτου νικώμενον· σοῦ δὲ ἄκαμπτος, δεξιὰ τεταμένη τῶν ἀνθράκων, φλεγομένη παραδόξως, περιεγένετο Πάνσοφε.
Ἦχος δ'
Ἱερεὺς ὥσπερ πέφηνας, καὶ Θεῷ παριστάμενος, καὶ αὐτῷ Μακάριε προσερχόμενος, οὐκ ἀλλοτρίῳ ἐν αἵματι, οἰκείῳ δὲ μάλιστα, καὶ χειρὶ μαρτυρικῇ, εὐωδίας θυμίαμα, προσενήνοχας, οὐ δαιμόνων ἀπάταις, τῷ Χριστῷ δέ, τῷ Σωτῆρι καὶ Δεσπότῃ, καὶ ἐσαεὶ βασιλεύοντι.
Ἦχος δ'
Ἱερέα προσάγοντα, καὶ ἀμνὸν προσαγόμενον, τὸν αὐτὸν ἀμφότερα σε Πανεύφημε, περιχαρῶς ὀνομάζομεν, ὡς ὄντα ἑκάτερα· σεαυτὸν δὲ τῷ Θεῷ, ὡς πανάμωμον σφάγιον, ὡλοκαύτωσας, τῷ πυρὶ τῶν βασάνων, ὃν δυσώπει, τοῦ σωθῆναι τοὺς τιμῶντας, τὴν παναοίδιμον μνήμην σου.
Θεοτοκίον
Ἦχος δ'
Φωτοφόρον παλάτιον, τοῦ Δεσπότου ὑπάρχουσα, καὶ φωτὸς νεφέλη θεοχαρίτωτε, τοῦ ἐκ τῆς σῆς ἀνατείλαντος, νηδύος πανάμωμε, φωταγώγησον ἡμῶν, καὶ ψυχὴν καὶ διάνοιαν, καὶ τὰ σκάνδαλα, ἀφανίσασα πάντα τοῦ δολίου, τῇ πρεσβείᾳ σου Παρθένε, τὸν λογισμὸν ἡμῶν στήριξον.
Σταυροθεοτοκίον
Ἦχος δ'
Ὡς ἑώρακε Κύριε, ἡ Παρθένος καὶ Μήτηρ σου, ἐν Σταυρῷ κρεμάμενον ἐξεπλήττετο, καὶ ἀνακράζουσα ἔλεγε· Τὶ σοι ἀνταπέδωκαν, οἱ πολλῶν σου δωρεῶν, ἀπολαύσαντες Δέσποτα; Ἀλλὰ δέομαι, μὴ με μόνην ἐάσῃς ἐν τῷ κόσμῳ, ἀλλὰ σπεῦσον ἀναστῆναι, συνανιστῶν τοὺς Προπάτορας.
Ἀπολυτίκιον τοῦ Προφήτου
Ἦχος β'
Τού Προφήτου σου Αβδιού τήν μνήμην, Κύριε, εορτάζοντες, δι' αυτού σε δυσωπούμεν, Σώσον τάς ψυχάς ημών.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Ὁ Κανὼν τοῦ Προφήτου, οὗ ἡ Ἀκροστιχίς.Τὸ τοῦ βλέποντος Ἀβδιοὺ μέλπω κλέος.Θεοφάνους.ᾨδὴ α'
Ἦχος πλ. α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τῷ σωτῆρι Θεῷ, τῷ ἐν θαλάσσῃ λαόν, ποσὶν ἀβρόχοις ὁδηγήσαντι, καὶ Φαραὼ πανστρατιᾷ καταποντίσαντι, αὐτῷ μόνῳ ᾄσωμεν, ὅτι δεδόξασται».Τῷ σωτῆρι Θεῷ, προφητικῇ παρεστώς, νῦν παρρησίᾳ καθικέτευε, φωτιστικαῖς μαρμαρυγαῖς καταλαμπρύνεσθαι, Ἀβδιοὺ τοὺς πίστει σε, καταγεραίροντας.Ὁ τὰ πάντα σαφῶς, προγνωστικῶς θεωρῶν, τῆς σῆς καρδίας τὸ ἀθόλωτον, καὶ καθαρὸν καὶ φωταυγές, μάκαρ θεώμενος, Προφήτην θεόληπτον, σὲ προχειρίζεται.Τὰς ὁράσεις ἰδών, τὰς ἀληθῶς ἐκ Θεοῦ, σοὶ δεικνυμένας προηγόρευσας, τῶν δυσσεβούντων ἀδελφῶν, πανωλεθρίαν δεινήν, καὶ τούτων τὴν ἔνδικον, Μάκαρ ἀπώλειαν.ΘεοτοκίονΟἱ σωθέντες τῷ σῶ, Θεογεννῆτορ ἁγνή, ἀσπόρῳ, τόκῳ δυσωποῦμέν σε. Τῆς κοσμικῆς περιφορᾶς, ἡμᾶς διάσωσον, συμφώνως κραυγάζοντας, ὕμνον ἐπινίκιον.
Ὁ Κανὼν τοῦ Μάρτυρος, οὗ ἡ Ἀκροστιχίς.Τοὺς καρτερούς σου, Βαρλαάμ, μέλπω τόνους.Θεοφάνους.ᾨδὴ α'
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«ᾌσομαὶ σοι Κύριε ὁ Θεός μου, ὅτι ἐξήγαγες λαόν, ἐκ δουλείας Αἰγύπτου, ἐκάλυψας δὲ ἅρματα, Φαραὼ καὶ τὴν δύναμιν».Ταῖς τῆς σῆς ἀθλήσεως λαμπηδόσι, περιλαμπόμενος ἡμᾶς, τοὺς πίστει τιμῶντας, τὴν μνήμην σου περίσῳζε, Βαρλαὰμ ταῖς πρεσβείαις σου.Ὁ τὸ πῦρ μαράνας τῆς ἀσεβείας, θεοσεβείας ἀκριβοῦς, πυρὶ θεοπνεύστῳ, τιμάσθω μελῳδήμασι, Βαρλαὰμ ὁ θαυμάσιος.Ὑπὲρ τῆς εὐσεβείας ἠγωνισμένος, στεφανηφόρε Βαρλαάμ, στεφάνῳ τῆς δόξης νῦν , ἀξίως τετίμησαι, δεξιᾷ, παντοκράτορι.Σθένος σοι δεδώρηται ὁ Δεσπότης, κατὰ ποικίλων αἰκισμῶν, Πανόλβιε Μάρτυς, ἐντεῦθεν καὶ νενίκηκας, τῶν ἀθέων τὸ φρύαγμα.ΘεοτοκίονΚλῖμαξ ἐδείχθης οὐρανομήκης, δι' ἧς ὡμίλησεν ἡμῖν, ὁ Λόγος Παρθένε, ἣν πάλαι προεώρακεν, Ἰακὼβ ὁ προπάτωρ σου.
Κανών α', ᾨδὴ γ', τοῦ Προφήτου
Ἦχος πλ. α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Δυνάμει τοῦ Σταυροῦ σου Χριστέ, στερέωσόν μου τὴν διάνοιαν, εἰς τὸ ὑμνεῖν καὶ δοξάζειν σου, τὴν σωτήριον Ἀνάληψιν».Ὑδάτων μυστικῶν ποταμός, ἐκ τῆς ἀβύσσου προερχόμενος, τῶν χαρισμάτων τοῦ Πνεύματος, Ἀβδιοὺ μάκαρ γεγένησαι.Βουλήσει καὶ προνοίᾳ Θεοῦ, προαγορεύειν τὰ ἐσόμενα, καὶ προαγγέλλειν τὰ μέλλοντα, προεβλήθης Ἀξιάγαστε.Λαμπόμενος τῷ θείῳ φωτί, καὶ οὐρανίῳ προηγόρευσας, τὴν ἐσομένην τοῖς ἔθνεσι, σωτηρίαν Παναοίδιμε.ΘεοτοκίονἘσκήνωσεν ὁ Λόγος ἐν σοί, Παρθενομῆτορ, διασῴζει δέ, τοὺς Θεοτόκον φρονοῦντάς σε, μεσιτείᾳ σου πανάμωμε.
Κανών β', ᾨδὴ γ', τοῦ Μάρτυρος
Ἦχος δ'
Τόξον δυνατῶν ἠσθένησε ΤΟ ΑΚΟΥΤΕ
Ἅπας τῆς σαρκὸς ὁ σύνδεσμος, καὶ ἡ ἁρμονία σοῦ τῶν μελῶν διελύετο, ἀλλ' ὁ τόνος διετηρεῖτο, τῆς ψυχῆς σου ἀδιάρρηκτος.Ῥύμην εὐσθενῶς ὑπήνεγκας, τῶν διορυττόντων σοῦ τὰς πλευρὰς Παναοίδιμε, καρτερίαν ἀκμαιοτάτην, σταθερῶς ἐπιδειξάμενος.Τίς σου τὸ στερρὸν καὶ εὔτονον, καὶ τῆς διανοίας τὸ ἀκατάπληκτον φρόνημα, τοῖς ἐπαίνοις ἐγκωμιάσει, κατ' ἀξίαν Παμμακάριστε;ΘεοτοκίονἜστη τῆς φθορᾶς ὁ θάνατος, τῆς ἐνυποστάτου διὰ σαρκὸς ζωῆς Πάναγνε, τοῖς ἀνθρώποις φανερωθείσης, ἐκ γαστρός σου θεονύμφευτε.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Τόξον δυνατῶν ἠσθένησε, καὶ οἱ ἀσθενοῦντες περιεζώσαντο δύναμιν· διὰ τοῦτο ἐστερεώθη, ἐν Κυρίῳ ἡ καρδία μου».
Καθισμα τοῦ Προφήτου
Ἦχος α'
Τὸν τάφον σου, Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ
Ὁ μέγας Ἀβδιοὺ, ἐπιλάμψεσι θείαις, τὸν νοῦν φωτοειδῆ, κεκτημένος θεσπίζει, τὰ μέλλοντα Πνεύματι, τῷ Ἁγίῳ φθεγγόμενος, τοῦτον σήμερον, εὐσεβοφρόνως τιμῶντες, ἐκτελέσωμεν, τὴν ἱερὰν αὐτοῦ μνήμην, καρδίας φωτίζουσαν.Δόξα... Τοῦ ΜάρτυροςἮχος δ' Ὁ ὑψωθεὶς ΤΟ ΑΚΟΥΤΕὩς στρατιώτης τοῦ Χριστοῦ ἀκατάπληκτος, καὶ τροπαιοῦχος ἀληθὴς καὶ ἀήττητος, τῶν ἀθλητῶν τὸ καύχημα Πανένδοξε, στέφος τὸ ἀμάραντον, οὐρανόθεν ἐκτήσω, χαίρων σὺν Ἀγγέλοις δέ, καὶ χορεύων ἀπαύστως, ταῖς σαῖς πρεσβείαις σῷζε τοὺς πιστῶς, ἀνευφημοῦντας τὴν θείαν σου ἄθλησιν.Καὶ νῦν ... ΘεοτοκίονΟὐ σιωπήσομεν ποτὲ Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ σὺ προϊστασο πρεσβεύουσα, τὶς ἡμᾶς ἐρρύσατο, ἐκ τοσούτων κινδύνων, τὶς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.Ἢ ΣταυροθεοτοκίονΤὸν ἐξ ἀνάρχου τοῦ Πατρὸς γεννηθέντα, ἡ ἐπ' ἐσχάτων σε σαρκὶ τετοκυῖα, ἐπὶ Σταυροῦ κρεμάμενον ὁρῶσά σε Χριστέ, Οἴμοι! ποθεινότατε Ἰησοῦ, ἀνεβόα, πῶς ὁ δοξαζόμενος, ὡς Θεὸς ὑπ' Ἀγγέλων, ὑπὸ ἀνόμων νῦν βροτῶν Υἱέ, θέλων σταυροῦσαι; Ὑμνῶ σε Μακρόθυμε.
Κανών α', ᾨδὴ δ', τοῦ Προφήτου
Ἦχος πλ. α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Εἰσακήκοα τὴν ἀκοήν, τῆς δυναστείας τοῦ Σταυροῦ, ὦς Παράδεισος ἠνοίγη δι' αὐτοῦ, καὶ ἐβόησα· Δόξα τῇ δυνάμει σου Κύριε».Προφητείας τὴν χάριν, παθῶν ὡς προκαθάρας τὴν ψυχήν, διὰ Πνεύματος Ἁγίου εἰληφῶς, ἀνεβόησας· Δόξα τῇ δυνάμει σου Κύριε.Ὁ Προφήτης ὁ μέγας, Πνεύματος Ἁγίου ἀστραπῇ, δᾳδουχούμενος, ἐφώτισεν ἡμᾶς, τοῦ κραυγάζειν σοι· Δόξα τῇ δυνάμει σου Κύριε.Νυμφοστόλος ἐδείχθης, τῆς Ἐκκλησίας Μάκαρ ἐκ Σιών, προθεσπίσας τὸν Σωτῆρα προελθεῖν, ᾧ κραυγάζομεν· Δόξα τῇ δυνάμει σου Κύριε.ΘεοτοκίονΤὸν Πατρὶ συνάναρχον, καὶ συναΐδιον Λόγον καὶ τῷ Πνεύματι, ἀπεγέννησας Ἁγνὴ θεοπρεπῶς, ᾧ κραυγάζομεν· Δόξα τῇ δυνάμει σου Κύριε.
Κανών β', ᾨδὴ δ', τοῦ Μάρτυρος
Ἦχος δ'
Τοὺς οὐρανοὺς ἡ ἀρετή σου ΤΟ ΑΚΟΥΤΕ
Ῥητορικὴν ἀδολεσχίαν ἀπωσάμενος, διδαχὰς δὲ Ἀποστόλων προσηκάμενος, τῆς ἀληθείας ἔνδοξε, Μάρτυς ἀληθὴς ἐχρημάτισας.Ὁ τοῦ πυρὸς εὐτονωτέραν τὴν προαίρεσιν, κεκτημένος τυράννων τὴν ἀπόνοιαν, καταβαλὼν ἐκραύγαζες· Δόξα τῇ δυνάμει σου Κύριε.Ὑπὲρ Χριστοῦ μέχρι θανάτου καρτερόψυχε, καὶ πυρὶ καὶ βασάνοις ἀνθιστάμενος, μεγαλοφώνως ἔψαλλες· Δόξα τῇ δυνάμει σου Κύριε.Συντονωτάταις προθυμίαις Παμμακάριστε, κεχρημένος τὴν πλάνην κατεπάτησας, καὶ θεοφρόνως ἔψαλλες· Δόξα τῇ δυνάμει σου Κύριε.ΘεοτοκίονΣωματωθεὶς ἐκ τῆς Παρθένου ὁ ἀσώματος, τοῖς ἀνθρώποις ἐπεδήμησε· διὸ ἐν πίστει κράζομεν· Δόξα τῇ δυνάμει σου Κύριε.
Κανών α', ᾨδὴ ε', τοῦ Προφήτου
Ἦχος πλ. α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὀρθρίζοντες βοῶμέν σοι Κύριε· Σῶσον ἡμᾶς· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν».Ὀρθρίσας πρὸς τὸν Κύριον εἴληφας, οὐρανόθεν, τὴν χάριν τοῦ Πνεύματος, τοῦ Παναγίου θεόπνευστε.Συλλήπτορα τὸν βίον τὸν ἔνθεον, κεκτημένος, ὁρᾶν κατηξίωσαι, τὸν ἀοράτως νοούμενον.Ἀνέτειλέ σοι φῶς Παμμακάριστε, ὡς Προφήτῃ, καὶ ἡ τούτου σύζυγος, σοὶ εὐφροσύνη δεδώρηται.ΘεοτοκίονΒουλήματι τὰ σύμπαντα Πάναγνε, ὁ ποιήσας, ἐκ σοῦ πεπλαστούργηται, το καθ' ἡμᾶς ὁ ὑπέρθεος.
Κανών β', ᾨδὴ ε', τοῦ Μάρτυρος
Ἦχος δ'
Ὁ ἀνατείλας τὸ φῶς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ γεγονὼς τοῦ Χριστοῦ, μιμητὴς παθημάτων, καὶ Μάρτυς ἀναμέλπει· Δόξα σοι δόξα σοι, Ἰησοῦ Υἱὲ τοῦ Θεοῦ».Ὑπομονῆς σοι πολύς, ὁ μισθὸς καὶ τῆς νίκης, ὁ στέφανος ἐπλάκη· Δόξα σοι μέλποντι, Ἰησοῦ Υἱὲ τοῦ Θεοῦ.Βέλη ῥημάτων τῶν σῶν, τῶν ἐχθρῶν ἐν καρδίαις, κατέπηξας κραυγάζων· Δόξα σοι δόξα σοι, Ἰησοῦ Υἱὲ τοῦ Θεοῦ.ΘεοτοκίονἍγιον ὄρος Ἁγνή, καὶ ὡς σκηνὴ Ὑψίστου, φρονοῦντές σε Παρθένε· Δόξα σοι κραυγάζομεν, Θεοτόκε, ἡμῶν ἡ ἐλπίς.
Κανών α', ᾨδὴ ς', τοῦ Προφήτου
Ἦχος πλ. α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐκύκλωσέ με ἄβυσσος, ταφὴ μοι τὸ κῆτος ἐγένετο· ἐγὼ δὲ ἐβόησα πρὸς σὲ τὸν φιλάνθρωπον, καὶ ἔσωσέ με ἡ δεξιά σου Κύριε».Δυνάμει θείου Πνεύματος, ἑώρας Προφήτα τὰ μέλλοντα, τοὺς τύπους δεχόμενος τῶν θείων ἐμφάσεων, ὡς ἐν κατόπτρῳ, τῇ τῆς ψυχῆς λαμπρότητι.Ἰλέωσαι τὸν Κύριον, Προφήτα παμμάκαρ πρεσβείαις σου, τοῖς πίστει τὴν μνήμην σου τελοῦσιν αἰτούμενος, τὴν τῶν πταισμάτων, δωρήσασθαι συγχώρησιν.Ἱλάσθητι τοῖς δούλοις σου, καὶ τούτοις πταισμάτων συγχώρησιν, παράσχου Φιλάνθρωπε ἔχων δυσωποῦντά σε, τὸν σὸν Προφήτην, κόσμῳ σε προαγγείλαντα.ΘεοτοκίονΟὐσιώσας ἅπαντα, τῷ λόγῳ τῆς θείας δυνάμεως, ἀγκάλαις βαστάζεται ταῖς σαῖς Ἀπειρόγαμε, ὃν ἐκδυσώπει, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Κανών β', ᾨδὴ ς', τοῦ Μάρτυρος
Ἦχος δ'
Ἐβόησε, προτυπῶν ΤΟ ΑΚΟΥΤΕ
Ῥαπιζέσθω, δεξιᾷ πυρουμένῃ τὰ πρόσωπα, τῶν δαιμόνων, τῶν πιστῶν δὲ καρδίαι σκιρτάτωσαν, καὶ τῶν Ἀσωμάτων, αἱ χορεῖαι φαιδρῶς εὐφραινέσθωσαν.Λαμπρύνεται, τῶν καλῶν σου ἀγώνων τὰ τρόπαια, καὶ τὰς νίκας, καὶ τῶν ἄθλων ὁρῶσα τὰ ἔπαθλα, ἡ τῶν πρωτοτόκων, ἐκλεκτὴ καὶ φωσφόρος ὁμήγυρις.Ἀνάστητε, οἱ καλοὶ νῦν ζωγράφοι τοῦ Μάρτυρος, τὴν εἰκόνα, ταῖς ὑμῶν εὐτεχνίαις λαμπρύνατε, τὸν ἀγωνοθέτην, ἐν αὐτῇ προφανῶς ἐγχαράττοντες.ΘεοτοκίονἈγάλλεται, ἐπὶ σοὶ Θεομῆτορ πανάμωμε ἡ Προμήτωρ, τῆς ἀρχαίας κατάρας τῷ τόκῳ σου, ἐλευθερωθεῖσα, τοῦ θανάτου πικρᾶς κατακρίσεως.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ἐβόησε, προτυπῶν τὴν ταφὴν τὴν τριήμερον, ὁ Προφήτης Ἰωνᾶς, ἐν τῷ κήτει δεόμενος· Ἐκ φθορᾶς με ῥῦσαι, Ἰησοῦ Βασιλεῦ τῶν Δυνάμεων».
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΙΘ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου προφήτου Ἀβδιού.ΣτίχοιἜφησεν ἂν τι μέλλον Ἀβδιοὺ πάλιν,Εἰ μὴ τελευτὴν εἶχεν αἰδεῖσθαι τάχα.Ἐννεακαιδεκάτῃ βίον Ἀβδιοὺ ἐξεπέρησεν.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Βαρλαάμ.ΣτίχοιΣὺν λιβανωτῷ, Βαρλαάμ, τὸ πῦρ φέρων,Εὔοσμος ὤφθης λιβανωτὸς Κυρίῳ.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἄζη τοῦ Θαυματουργοῦ.ΣτίχοιΔιψητικὴ τις ὡς ἔλαφος εἰς ὕδωρ,Ἄζης ὁ Μάρτυς ἔτρεχε πρὸς τὸ ξίφος.Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι ἑκατὸν πεντήκοντα στρατιῶται ξίφει τελειοῦνται.ΣτίχοιΤετμημένας τρεῖς, Χριστέ, πεντηκοντάδας,Τριττῇ στεφῶν γέραιρε πεντηκοντάδι.Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι δώδεκα στρατιῶται ξίφει τελειοῦνται.Στίχοι«Στρατεύομαί σοι σήμερον διὰ ξίφους»,Τῷ Παμβασιλεῖ δωδεκὰς στρατοῦ λέγει.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀγαπίου.ΣτίχοιΚἂν ἐσπαράχθην Ἀγάπιος θηρίοις,τὴν πίστιν ἀσάλευτός εἰμὶ σοι, Λόγε.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἡλιοδώρου, τοῦ ἐν Μαγιδῷ τῆς Παμφυλίας.ΣτίχοιἩλιόδωρος Χριστὸν Ἥλιον βλέπων,Ἀνώτερος πέφηνε βασάνων σκότους.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀνθίμου, Θαλλελαίου, Χριστοφόρου, Εὐφημίας καὶ τῶν τέκνων αὐτῶν, καὶ τοῦ Ἁγίου Παγχαρίου.Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Κανών α', ᾨδὴ ζ', τοῦ Προφήτου
Ἦχος πλ. α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ ἐν καμίνῳ πυρός, τοὺς ὑμνολόγους σώσας Παῖδας, εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».Ὑπερφυὴς ἀληθῶς, τῶν Προφητῶν τῶν σῶν ἡ δόξα· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.Μετὰ Θεοῦ κατοικεῖν, ἠξιωμένος ἀναμέλπεις· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Ἐν τοῖς Προφήταις τοῖς σοῖς, τὴν θείαν χάριν σου δεικνύεις· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.ΘεοτοκίονΛελυτρωμένοι τῷ σῷ, Παρθένε τόκῳ μελῳδοῦμεν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Κανών β', ᾨδὴ ζ', τοῦ Μάρτυρος
Ἦχος δ'
Ὁ τῶν Πατέρων Θεὸς ΤΟ ΑΚΟΥΤΕ
«Μετὰ Μαρτύρων χοροῦ, ὡς ἀήττητος Μάρτυς, κατηξίωσαι Χριστῷ, μεγαλοφώνως κραυγάζειν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».Μετὰ λαμπάδων φαιδρῶς, εἰς τὸν θεῖον νυμφῶνα, εἰσελήλυθας Χριστῷ, Μεγαλομάρτυς κραυγάζων· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.Εὐτονωτέραν πυρός, δεξιὰν κεκτημένος, παραστάτης δεξιός, τῷ σῷ Δεσπότῃ κραυγάζεις· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.ΘεοτοκίονΛελυτρωμένοι τῇ σῇ, παναχράντῳ γεννήσει, ὑμνοῦμέν σε Πιστοί, ἀκαταπαύστως βοῶντες· Εὐλογημένος Ἁγνή, ὁ σῆς κοιλίας καρπός.
Κανών α', ᾨδὴ η', τοῦ Προφήτου
Ἦχος πλ. α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὸν ἐκ Πατρὸς πρὸ αἰώνων, γεννηθέντα Υἱὸν καὶ Θεόν, καὶ ἐπ' ἐσχάτων τῶν χρόνων, σαρκωθέντα ἐκ Παρθένου Μητρός, ἱερεῖς ὑμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τους αἰῶνας».Παρὰ Θεοῦ φωτισθέντες, οἱ Προφῆται προθεσπίζουσι, τῶν ἐσομένων τὴν γνῶσιν, θεοφρόνως ἀνακράζοντες· ἱερεῖς ὑμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τους αἰῶνας.'Ὥσπερ πυρσὸς ἐν πελάγει, τοῖς ἐν σκότει μάκαρ ἔφανας, ταῖς θεϊκαῖς φρυκτωρίαις, Ἀβδιοὺ καταυγαζόμενος· Τὸν Χριστὸν κραυγάζων, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.ΘεοτοκίονΚατὰ τὴν θείαν οὐσίαν, τῷ Πατρί σου ὁμοούσιος, ἡμῖν ὁμόφυλος ὤφθης, σαρκωθεὶς ἐξ ἀπειρανδρου Μητρός· διὸ σε ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν, Χριστὲ εἰς τοὺς αἰῶνας.
Κανών β', ᾨδὴ η', τοῦ Μάρτυρος
Ἦχος δ'
Τὸν ἐν καμίνῳ τοῦ πυρὸς ΤΟ ΑΚΟΥΤΕ
Πᾶσαν καθεῖλες τοῦ ἐχθροῦ, τὴν πανοπλίαν Βαρλαὰμ ἀξιάγαστε, ἔφλεξας εἰδωλικὴν φαντασίαν, κραυγάζων· Σὲ ὑπερυψοῦμεν, Χριστὲ εἰς τοὺς αἰῶνας.Ὡραϊσμένος εὐπρεπῶς, Χριστῷ παρέστης Ἀθλητὰ παναοίδιμε, αἵματι μαρτυρικῷ, βεβαμμένην πορφύραν φορῶν, τὸν Δεσπότην, ὑμνεῖς εἰς τοὺς αἰῶνας.Τῆς εὐσεβείας τῷ πυρί, πεπυρσευμένος ὡς ἀκάνθας κατέφλεξας, πάσας τὰς δαιμονικάς, φαντασίας κραυγάζων· Ὑμνεῖτε καὶ ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.ΘεοτοκίονΟἱ εὐλογοῦντές σε πιστῶς, ὑπὸ Κυρίου εὐλογοῦνται Πανάμωμε· τίκτεις γὰρ τὸν εὐλογοῦντα, τὴν κτίσιν Δεσπότην, ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Τὸν ἐν καμίνῳ τοῦ πυρός, ἐν Βαβυλῶνι τοὺς παῖδας τῶν Ἑβραίων, διασώσαντα Θεόν, ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».
Κανών α', ᾨδὴ θ', τοῦ Προφήτου
Ἦχος πλ. α'
Σὲ τὴν ὑπὲρ νοῦν ΤΟ ΑΚΟΥΤΕ
Λόγῳ θεϊκῷ, καὶ πράξει κοσμούμενος, ἐπτερώθης τῷ πνεύματι, Ἀβδιοὺ θεσπέσιε, καὶ τὰ μέλλοντα βλέπειν κατηξίωσαι.Ἔνθα Προφητῶν, χορεῖαι σκηνούμενος, καὶ Ἁγίων λαμπρότητες, δυσώπει τὸν Κύριον, τοῦ σωθῆναι τοὺς πίστει εὐφημοῦντάς σε.Ὅλος τῷ Θεῷ, θερμῶς ἀνακείμενος, καθαρῶς προσωμίλησας, ταῖς θείαις ἐμφάσεσιν, ὧν καὶ νῦν ἀπολαύεις Παμμακάριστε.ΘεοτοκίονΣὲ τὴν τοῦ φωτός, λυχνίαν ὑμνοῦμεν Ἁγνή, σὲ καὶ πλάκα τῆς χάριτος, τὸν Λόγον σαρκούμενον, δεξαμένην εἰδότες μεγαλύνομεν.
Κανών β', ᾨδὴ θ', τοῦ Μάρτυρος
Ἦχος δ'
Λίθος ἀχειρότμητος ΤΟ ΑΚΟΥΤΕ
Νόμος ἐγκωμίων ἡττᾶται, τῷ τῶν ἀγώνων σου μεγέθει, μόνος ὁ Δεσπότης σε Χριστός, δοξάζειν οἶδε θείᾳ λαμπρότητι, ὃν ἐκτενῶς δυσώπησον, ὑπὲρ τῶν πίστει ἀνυμνούντων σε.Ὅλον σεαυτὸν τῷ Κυρίῳ, θυσίαν ζῶσαν προσενέγκας, ὅλος τῆς αὐτοῦ βασιλείας συγκληρονόμος ὤφθης καὶ μέτοχος, καὶ σὺν αὐτῷ γηθόμενος, νῦν βασιλεύεις Παναοίδιμε.Ὑπὲρ τῆς σῆς Σῶτερ ἀγάπης, αἵματος μέχρι καὶ θανάτου, ξίφει καὶ πυρὶ καὶ βασάνοις, ὁ θεῖος Μάρτυς ἀντιταξάμενος, τῆς παρὰ σοῦ φιλάνθρωπε, ἀθανασίας ἀντελάβετο.ΘεοτοκίονΣὲ τὴν πρσστασίαν τοῦ κόσμου, καὶ Θεομήτορα Παρθένον, πάσης τῆς ζωῆς μου προστάτιν, καὶ σωτηρίαν χαίρων προβάλλομαι· σὺ γὰρ Θεὸν γεννήσασα, σῴζειν ἰσχύεις τοὺς ὑμνοῦντάς σε.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Λίθος ἀχειρότμητος ὅρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας τὰς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν».
| TA ΜΗΝΑΙΑ | Νοέμβριος | 19 |
Nov 20
Τῌ Κ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥΤὰ Προεόρτια τῆς ἐν τῷ Ναῷ εἰσόδου τῆς Ὑπεραγίας ΘεοτόκουΜνήμη τοῦ Ὁσίου Πατρὸς ᾑμων Γρηγορίου τοῦ ΔεκαπολίτουΜνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Πρόκλου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως.
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους στ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῶν Προεορτίων.
Στιχηρὰ Προσόμοια τῶν Προεορτίων
Ἦχος α'
Τῶν οὐρανίων ταγμάτων ΤΟ ΑΚΟΥΤΕ
Λαμπαδηφόροι Παρθένοι, τὴν Ἀειπάρθενον, φαιδρῶς ὁδοποιοῦσαι, προφητεύουσιν ὄντως, ἐν πνεύματι τὸ μέλλον· ναὸς γὰρ Θεοῦ, ἡ Θεοτόκος ὑπάρχουσα, πρὸς τὸν Ναόν μετὰ δόξης παρθενικῆς, νηπιόθεν ἐμβιβάζεται.
Ἦχος α'
Ἐπαγγελίας ἁγίας, καὶ ὁ καρπὸς εὐκλεής, ἡ Θεοτόκος ὄντως, ἀνεδείχθη τῷ κόσμῳ, ὡς πάντων ὑπερτέρα· ἥ εὐσεβῶς, προσαγομένη ἐν οἴκῳ Θεοῦ, τὴν προσευχὴν τῶν τεκόντων ἀποπληροῖ, συντηρουμένη θείῳ Πνεύματι.
Ἦχος α'
Ἐπουρανίῳ τραφεῖσα, Παρθένε ἄρτῳ πιστῶς, ἐν τῷ Ναῷ Κυρίου, ἀπεκύησας κόσμῳ, ζωῆς ἄρτον τὸν Λόγον, ᾧ ὡς ναός, ἐκλεκτὸς καὶ πανάμωμος, προεμνηστεύθης τῷ Πνεύματι μυστικῶς, νυμφευθεῖσα τῷ Θεῷ καὶ Πατρί.
Στιχηρὰ τοῦ Ἁγίου Γρηγορίου
Ἦχος α'
Τῶν οὐρανίων ταγμάτων ΤΟ ΑΚΟΥΤΕ
Τὰς οὐρανίους σκηνώσεις, ἐν εὐφροσύνῃ οἰκῶν, καὶ σὺν Ἀγγέλοις Πάτερ, παρεστὼς παρρησίᾳ, τῷ θρόνῳ τοῦ Κυρίου, τοῖς ἐπὶ γῆς ἐκτελοῦσι τὴν μνήμην σου, τῶν ἐγκλημάτων τὴν λύσιν, καὶ τῶν παθῶν, δωρηθῆναι καθικέτευε.
Ἦχος α'
Τῶν προσευχῶν τῇ δρεπάνῃ, Πάτερ Γρηγόριε, τὰς τῶν παθῶν ἀκάνθας, ἐκτεμὼν καὶ νεώσας, ἀρότρῳ ἐγκρατείας, τὴν γῆν τῆς ψυχῆς, κατεβάλου τὰ σπέρματα, τῆς εὐσεβείας ἐν ταύτῃ, δι' ὧν ἡμῖν, ἐκβλαστάνεις ἰαμάτων καρπούς.
Ἦχος α'
Τῶν ἀρετῶν σε δοχεῖον, καλοῦμεν Ὅσιε, ὡς ἡσυχίας φίλον, ἀγρυπνίας ἐργάτην, καὶ στήλην σωφροσύνης, καὶ προσευχῆς, ἐνδιαίτημα ἄσυλον, καὶ τῶν θαυμάτων ταμεῖον, καὶ πρεσβευτήν, τῶν τιμώντων σε Γρηγόριε.
Θεοτοκίον
Ἦχος δ'
Σήμερον ὁ θεοχώρητος ναός, ἡ Θεοτόκος, ἐν Ναῷ Κυρίου προσάγεται, καὶ Ζαχαρίας ταύτην ὑποδέχεται. Σήμερον τὰ τῶν Ἁγίων Ἅγια ἀγάλλονται, καὶ ὁ χορὸς τῶν Ἀγγέλων μυστικῶς πανηγυρίζει, μεθ' ὧν καὶ ἡμεῖς ἑορτάζοντες σήμερον, σὺν τῷ Γαβριὴλ ἐκβοήσωμεν. Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ, ὁ ἔχων τὸ μέγα ἔλεος.
Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια τοῦ Ἁγίου Πρόκλου.Ἦχος δ'Ἔδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕΔογμάτων φαιδρότητι, καὶ τῇ τοῦ βίου λαμπρότητι, εὐσεβῶς κατεκόσμησας, Πρόκλε παναοίδιμε, τὴν ἱεραρχίαν, καὶ τῆς Ἐκκλησίας, στῦλος ἐδείχθης ἀληθῶς, καταφωτίζων πάντας τοῖς λόγοις σου. Διὸ σε μακαρίζομεν, καὶ ἐν ψαλμοῖς τε καὶ ᾄσμασι, τὴν ἁγίαν καὶ πάνσεπτον, ἑορτάζομεν μνήμην σου.Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ.Λαμπρῶς ἐδογμάτισας, καὶ θεοφρόνως ἐκήρυξας, Θεοτόκον τὴν ἄχραντον, Κόρην ὡς κυήσασαν, τὸν πρὸ τῶν αἰώνων, Κτίστην καὶ Δεσπότην, Υἱὸν καὶ Λόγον τοῦ Πατρός, καὶ ἐπ' ἐσχάτων δι' ἡμᾶς ἄνθρωπον, γενόμενον θελήματι, καὶ μὴ τραπέντα τῆς φύσεως, καὶ Νεστόριον ᾔσχυνας, ἀσεβῆ καὶ παράφρονα.Στίχ. Οἱ Ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονταιΝαμάτων ἑξήντλησας, τῶν χρυσαυγῶν παναοίδιμε, τοῦ σοφοῦ θεοκήρυκος, οὗπερ καὶ διάδοχος, καὶ τῆς εὐσεβείας, ὤφθης καὶ καθέδρας, ἐπιστηρίζων διδαχαῖς, τῆς ἀληθείας Χριστοῦ τὸ ποίμνιον, καὶ τούτου τὸ ἁγνότατον, καὶ πανσεβάσμιον λείψανον, ὥσπερ κόσμον τερπνότατον, τῇ Ἐκκλησία ἀπέδωκας.
Θεοτοκίον
Ἦχος δ'
Δεῦτε πάντες οἱ πιστοί, τὴν μόνην ἀμώμητον ἐγκωμιάσωμεν, τὴν ἐκ τῶν Προφητῶν προκηρυχθεῖσαν, καὶ ἐν τῷ ναῷ προσενεχθεῖσαν, τὴν πρὸ τῶν αἰώνων προορισθεῖσαν Μητέρα, καὶ ἐπ' ἐσχάτων τῶν χρόνων, ἀναδειχθεῖσαν Θεοτόκον, Κύριε, πρεσβείαις αὐτῆς, τὴν εἰρήνην σου παράσχου ἡμῖν, καὶ τὸ μέγα ἔλεος.
Ἀπολυτίκιον τῶν Ἁγίων
Ἦχος δ'
Ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, ὁ ποιῶν ἀεὶ μεθ' ἡμῶν, κατὰ τὴν σὴν ἐπιείκειαν, μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφ' ἡμῶν, ἀλλὰ ταῖς αὐτῶν ἱκεσίαις, ἐν εἰρήνῃ κυβέρνησον τὴν ζωὴν ἡμῶν.
Προεόρτιον
Ἦχος δ'
Ταχὺ προκατάλαβε ΤΟ ΑΚΟΥΤΕ
Χαρὰν προμνηστεύεται, σήμερον Ἄννα ἡμῖν, τῆς λύπης ἀντίθετον, καρπὸν βλαστήσασα, τὴν μόνην Ἀειπάρθενον· ἣν περ δὴ καὶ προσάγει, τὰς εὐχὰς ἐκπληροῦσα, σήμερον γηθομένη, τῷ Ναῷ τοῦ Κυρίου, ὡς ὄντως ναὸν τοῦ Θεοῦ Λόγου, καὶ Μητέρα ἁγνήν
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα
Ἦχος α'
Τοῦ λίθου σφραγισθέντος ΤΟ ΑΚΟΥΤΕ
Αἰνέσατε παρθένοι, καὶ Μητέρες ὑμνήσατε, λαοὶ δοξολογεῖτε, ἱερεῖς εὐλογήσατε, τὴν ἄχραντον Μητέρα τοῦ Θεοῦ· σαρκὶ γὰρ νηπιάζουσα Ναῷ, τῷ τοῦ Νόμου προσηνέχθη, ὥσπερ ναὸς Κυρίου ἁγιώτατος. Διὸ ἑορτὴν πνευματικήν, τελοῦντες ἀνακράξωμεν· Χαῖρε Παρθένε δόξα, τοῦ γένους τῶν ἀνθρώπων.
Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα
Ἦχος δ'
Ταχὺ προκατάλαβε ΤΟ ΑΚΟΥΤΕ
Δαυῒδ προοδοποίησον, ἐν τῷ Ναῷ τοῦ Θεοῦ, καὶ χαίρων ὑπόδεξαι τὴν Βασιλίδα ἡμῶν, καὶ ταύτῃ ἐκβόησον. Εἴσελθε ἡ Κυρία, εἰς ναὸν Βασιλέως, εἴσελθε, ἧς ἡ δόξα, κεκρυμμένως νοεῖται, ἐξ ἧς μέλι καὶ γάλα μέλλει πηγάσειν, πᾶσι τὸ φῶς ὁ Χριστός.
Ποίημα, ἸωσὴφΚανών α', ᾨδὴ α', Προεόρτιος
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὴν Εἴσοδον».Ἁγίων εἰς Ἅγια, ἡ Παναγία καὶ ἄμωμος, οἰκῆσαι προέρχεται, Ὑπεραγίου Θεοῦ, ὅπως γένηται, ναὸς ἡγιασμένος, καὶ ταύτης προτρέχουσι, κόραι νεάνιδες.Βουλὴ προαιώνιος, τοῦ πρὸ αἰώνων Θεοῦ ἡμῶν, εἰς πέρας προέρχεται, προερχομένης σου, ἀνατραφῆναι, εἰς Ἅγια Ἁγίων, εἰς Λόγου κατοίκησιν, Κόρη πανάμωμε.Γεννήτορες ἔνθεοι, σὲ τοῦ Θεοῦ τὴν Γεννήτριαν, γεννήσασθαι μέλλουσαν, ἀνατιθέασιν, εἰς τὰ Ἅγια, τραφῆναι τῶν Ἁγίων, εὐχὴν ἥνπερ ηὔξαντο, πληροῦντες Πάναγνε.Δυνάμωσον Δέσποινα, τὸ ἀσθενὲς τῆς καρδίας μου, καὶ στήριξον πάθεσι, περιτρεπόμενον, ὅπως πίστει σε, καὶ πόθῳ μακαρίζω, τὴν Ἀειμακάριστον, καὶ παναμώμητον.
ἸωσὴφΚανών β', ᾨδὴ α', τοῦ Ἁγίου Γρηγορίου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἁρματηλάτην Φαραὼ ἐβύθισε, τερατουργοῦσα ποτέ, Μωσαϊκὴ ῥάβδος, σταυροτύπως πλήξασα, καὶ διελοῦσα θάλασσαν, Ἰσραὴλ δὲ φυγάδα, πεζὸν ὁδίτην διέσωσεν, ᾄσμα τῷ Θεῷ ἀναμέλποντα».Νενεκρωμένην ἡδοναῖς τοῦ σώματος, τὴν ταπεινήν μου ψυχήν, σαῖς προσευχαῖς Πάτερ, ζώωσον Γρηγόριε· ζωὴν γὰρ νῦν ἀπείληφας, τὴν ἀγείρω νεκρώσας, τὰ ἐπὶ γῆς μέλη ἔνδοξε, τοῖς ἀσκητικοῖς ἀγωνίσμασιν.Κατακρατήσας ἡδονῶν τοῦ σώματος, νοῦ γενναιότητι, ἐκ νεαρᾶς Πάτερ, ἡλικίας ὄργανον, τοῦ Πνεύματος γεγένησαι, τὰς αὐτοῦ ἐνεργείας, περιφανῶς εἰσδεχόμενος, καὶ θεοειδὴς γνωριζόμενος.Ἔρωτι θείῳ τῆς σαρκὸς τοὺς ἔρωτας, ἐναπεμάρανας, καὶ σεαυτῷ Μάκαρ, ἐμνηστεύσω σύζυγον, ἁγνείαν ἐξ ἧς τέκνα σοι, ἐγεννήθησαν πᾶσαι, αἱ ἀρεταὶ παναοίδιμε, τέκνον σε Θεοῦ ἐργασάμεναι.ΘεοτοκίονἩ ἀπὸ γῆς πρὸς οὐρανὸν διήκουσα, κλῖμαξ οὐράνιος, δι' ἧς Θεοῦ Λόγος, τοῖς βροτοῖς ὡμίλησεν, εὐλογημένη Πάναγνε, ἀνερμήνευτον θαῦμα, ἀκατανόητον ὅραμα, σῷζε τοὺς εἰς σὲ καταφεύγοντας.
ΘεοφάνουςΚανών γ', ᾨδὴ α', τοῦ Ἁγίου Πρόκλου
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σοῦ ἡ τροπαιοῦχος δεξιά, θεοπρεπῶς ἐν ἰσχὺϊ δεδόξασται· αὕτη γὰρ Ἀθάνατε, ὡς πανσθενής, ὑπεναντίους ἔθραυσε, τοῖς, Ἰσραηλίταις, ὁδὸν βυθοῦ καινουργήσασα».Πράξει τε καὶ λόγῳ ἀληθεῖ, τῶν νοερῶν Ἀρχαγγέλων γενόμενος, σύμμορφος θεόληπτε, καὶ σὺν αὐτοῖς, τῷ θρόνῳ παριστάμενος, τῆς σεπτῆς Τριάδος, Πρόκλε δυσώπει σωθῆναι ἡμᾶς.Ἴχνεσιν ἑπόμενος σοφέ, τοῦ Χρυσορρήμονος Πάτερ ἀοίδιμε, τούτου τὸ σεβάσμιον, ἱερωσύνης θεῖον ἔνδυμα, κλῆρον ὡς πατρῷον, ἀπείληφας ἀξιάγαστε.Πάλαι τὸν Θεὸν ἐπὶ τῆς γῆς, τοῦ Ἡσαΐου βοῶντος ἐν πνεύματι, ἥξειν ὁ Νεστόριος, φρενοβλαβῶς, διαβάλλων τὴν σάρκωσιν, ὑπὸ σοῦ Τρισμάκαρ, συνοδικῶς καταβέβληται.Λόγοις θεοπνεύστοις τὴν φρικτήν, ἐκ τῆς Παρθένου ἐτράνωσας σάρκωσιν, Πρόκλε τοῦ Θεοῦ ἡμῶν, καὶ Θεοτόκον ταύτην ἐκήρυξας, δόγμασι πανσόφοις, τῶν Ἀποστόλων ἑπόμενος.
Κανών α', ᾨδὴ γ', Προεόρτιος
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τοὺς σοὺς ὑμνολόγους, Θεοτόκε, ἡ ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας πνευματικόν, στερέωσον· κἂν τῇ σεπτῇ Εἰσόδῳ σου, στεφάνων δόξης ἀξίωσον».Ἐξάρχουσαι κόραι τῆς Παρθένου, λαμπάδας κατέχουσαι φαιδρῶς, τὸ μέλλον ὑπογράφουσιν· ἐκ ταύτης γὰρ τεχθήσεται, ὁ φωτισμὸς τῆς γνώσεως, λύων τῆς πλάνης τήν ζόφωσιν.Ζηλοῦσα τὴν πάλαι θεοφρόνως, ἡ Ἄννα εὐχὴν ἀποπληροῖ, καὶ σὲ προσανατίθεται, τῷ Ἱερῷ Πανάμωμε, ἱερωτάτην σύλληψιν, μέλλουσαν ἕξειν καὶ γέννησιν.Ἥλιος ἐφήπλωσεν ἀκτῖνας, ὁρῶν τὴν νεφέλην τοῦ φωτός, ἐφαπλουμένην νεύματι, Θεοῦ ἔνδον εἰς Ἅγια, ἐξ ἧς ὀμβρήσει ἄφεσις, τοῖς χερσωθεῖσιν ἐγκλήμασιν.Θεοὶ με Θεὸς ἐν σοὶ σκηνώσας, δι' οἶκτον πανάχραντε Ἁγνή, κλαπέντα βρώσει πρότερον, ἀπάτῃ τῇ τοῦ ὄφεως, καὶ τῆς φθορᾶς τὴν ἄφθαρτον, πάλιν τρυφὴν ἀντιδίδωσιν.
Κανών β', ᾨδὴ γ', τοῦ Ἁγίου Γρηγορίου
Ἦχος πλ. δ'
Οὐρανίας ἁψῖδος ΤΟ ΑΚΟΥΤΕ
Ἀρετῶν ἐν τῷ ὄρει, ἀναδραμὼν ὅσιε, γνόφον θεωρίας ὑπῆλθες, καὶ κατενόησας, ὅσον ἐχώρησας, τὸν ἀκατάληπτον φύσει, φωτισμοῦ ἀνάπλεως, Πάτερ γενόμενος.Ὁ τεχθεὶς ἐν σπηλαίῳ, διὰ βροτῶν λύτρωσιν, πάλαι σε σπηλαίω, παμμάκαρ ἐνδιαιτώμενον, φέγγει κατήστραψεν, ἐπουρανίῳ ὡς Παῦλον, φωταυγῆ δεικνύων σε, Πάτερ Γρηγοριε.Ἡ οὐράνιος πύλη, ἡ τοῦ Χριστοῦ ἄχραντος, Μήτηρ προσβολαῖς σε, Δαιμόνων περικυκλούμενον, Πάτερ ἐπτέρωσε, καὶ δυνατὸν ἐν ἰσχύϊ, κατ' αὐτῶν εἰργάσατο, Πνεύματος χάριτι.ΘεοτοκίονΧαῖρε μόνη τεκοῦσα, τὸν τοῦ παντὸς Κύριον· Χαῖρε τὴν ζωὴν τοῖς ἀνθρώποις, ἡ προξενήσασα. Χαῖρε κατάσκιον, καὶ ἀλατόμητον ὄρος, τῶν πιστῶν τὸ στήριγμα, χαῖρε Πανάμωμε.
Κανών γ', ᾨδὴ γ', τοῦ Ἁγίου Πρόκλου
Ἦχος α'
Ὁ μόνος εἰδὼς ΤΟ ΑΚΟΥΤΕ
Φῶς τὸ ἐκ φωτὸς θεοπτικῶς, Παμμάκαρ προσλαβόμενος, τῇ Ἐκκλησία φῶς ἐχρημάτισας· διὸ καὶ φῶς σοι θεῖον ἀνέτειλε, νοητῶς ὡς γέγραπται·ᾧ καταλαμπόμενος, τούς ὑμνοῦντας φωτίζεις τὴν μνήμην σου.Σαλπίσας δογμάτων τῇ βροντῇ, ὡς τείχη καταβέβληκας, Ἱεριχούντια τῶν αἱρέσεων, τὰ θράση πάντα καὶ τὰ στρατεύματα, καὶ νικήσας τρόπαια, ἀνεστήσω σάρκωσιν τοῦ Θεοῦ ἐκ Παρθένου κηρύξας τρανῶς.Πηγὴ τῆς σοφίας προσβαλών, τὸ στόμα σου θεόληπτε, καὶ τῆς τοῦ Πνεύματος ἀρυσάμενος, σοφίας Πρόκλε τὰ θεῖα νάματα, θολεροὺς κατέκλυσας, ποταμοὺς πανόλβιε, Νεστορίου τὰ ἄθεσμα δόγματα.ΘεοτοκίονὉ ἄνω Πατρὶ μονογενής, ἀφράστως συννοούμενος, μονογενὴς ἐκ σοῦ κάτω ἄχραντε, ὑπὲρ αἰτίαν καὶ νοῦν γεγέννηται, καὶ θεοὶ τὸν ἄνθρωπον, ἐκ σοῦ παναμώμητε, Θεοτόκε Παρθένε ἀνύμφευτε.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ὁ μόνος εἰδὼς τῆς τῶν βροτῶν, οὐσίας τὴν ἀσθένειαν, καὶ συμπαθῶς αὐτὴν μορφωσάμενος, περίζωσόν με ἐξ ὕψους δύναμιν, τοῦ βοᾶν σοι· Ἅγιος, ὁ ναὸς ὁ ἔμψυχος, τῆς ἀφράστου σου δόξης Φιλάνθρωπε».
Κάθισμα τοῦ Ἁγίου Γρηγορίου
Ἦχος δ'
Ταχὺ προκατάλαβε ΤΟ ΑΚΟΥΤΕ
Τῇ θείᾳ λαμπρότητι, καταυγαζόμενος, τὸ σκότος ἐδίωξας, τῶν ψυχοφθόρων παθῶν, Γρηγόριε ἀοίδιμε, ἤρθης πρὸς ἀπαθείας, καθαρώτατον ὕψος, ἤστραψας παραδόξως, ἰαμάτων ἀκτῖνας, σκηνώσας εἰς ἄδυτον φῶς, τῆς βασιλείας Χριστοῦ.Δόξα...Τοῦ Ἁγίου Πρόκλου, ὁ αὐτὸςἘπεφάνης σήμερον ΤΟ ΑΚΟΥΤΕἘν τῷ ὕψει Κύριος, τῆς Ἐκκλησίας, ἀληθῶς σε ἔθετο, ὥσπερ ἀστέρα φαεινόν, φωταγωγοῦντα τοὺς ψάλλοντας, Πρόκλε τὸ κλέος, Πατέρων ἀοίδιμε.Καὶ νῦν ... Προεόρτιον, ὁ αὐτὸςΚατεπλάγη Ἰωσὴφ ΤΟ ΑΚΟΥΤΕὉ ναὸς ὁ τοῦ Θεοῦ, ἡ πολυτίμητος παστάς, ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, μετὰ λαμπάδων φαεινῶν, ἐν εὐφροσύνῃ προέρχεται τοῦ εἰσαχθῆναι, καὶ χαίρει ἐπ' αὐτῇ, ὁ Ζαχαρίας ὁρῶν, τὴν δήλωσιν τρανῶς, τῶν ἱερῶν προφητῶν, ἀπαρχομένην ἤδη περαιοῦσθαι, καὶ γηθοσύνως βοᾷ πρὸς αὐτήν. Χαρὰν μηνύει, ἡ πρόοδος σου, Κόρη παρθενομῆτορ.
Κανών α', ᾨδὴ δ', Προεόρτιος
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ, Ὑψίστου, ὁ Προφήτης Ἀββακούμ, κατανοῶν ἐκραύγαζε· Δοξα τῇ δυνάμει σου Κύριε».Ἱεραὶ προήγγειλαν γλῶσσαι Σεμνή, ἔσεσθαι χωρίον σε φύσεως, τῆς ἀχωρήτου· διὰ τοῦτο σε χοροί, παρθενικοὶ προπέμπουσι, λαμπαδηφοροῦντες εἰς Ἅγια.Κλέος ἀπηνέγκατο Ἰωακείμ, Ἄννῃ συμβαδίζων καὶ φέρων σε, μέτ' εὐφροσύνης, εἰς τὸν ἅγιον Ναόν, ναὲ Θεοῦ πάναγνε, ἄχραντε πανάμωμε Δέσποινα.Λύεται ἀπόφασις προγονική· ἤνθησεν ἰδοὺ γὰρ ἡ ἄμπελος, ἥτις τὸν βότρυν, τὸν ἀκήρατον ἡμῖν, καρπογονήσει φέροντα, οἶνον εὐφροσύνης τοῖς πέρασι.Μόνην σε πανάμωμον ὁ πλαστουργός, Λόγος εὑρηκὼς κατεσκήνωσε, σοῦ ἐν νηδύϊ, ἐργαζόμενος ἡμῶν, τὴν σωτηρίαν Ἄχραντε, χάριτι δι' ἄφατον ἔλεος.
Κανών β', ᾨδὴ δ', τοῦ Ἁγίου Γρηγορίου
Ἦχος πλ. δ'
Σύ μου ἰσχύς, Κύριε ΤΟ ΑΚΟΥΤΕ
Ὁ δι' ἡμᾶς, ξένῃ καθόδῳ Γρηγόριε, χρηματίσας, ξένος ἀγαθότητι, σὲ δι' αὐτόν, ξένον καθορῶν, τῆς ἐνεγκαμένης, γενόμενον ἠγκαλίσατο, καὶ θεῖον κληρονόμον, τῆς αὐτοῦ βασιλείας, ἀρεταῖς λαμπρυνθέντα εἰργάσατο.Διὰ Χριστόν, τὸν δι' ἡμᾶς νηπιάσαντα, καὶ παιδίον, Ὅσιε γενόμενον, παίδων σχολῇ, δέδωκας σαυτόν, νήπιος κακίᾳ, θεόφρον Πάτερ γενόμενος, καὶ θείᾳ ταπεινώσει, τοῦ ἐχθροῦ τὴν κακίαν, ἐταπείνωσας μάκαρ Γρηγόριε.Ὀμβροις τῶν σῶν, Πάτερ δακρύων Γρηγόριε, ὥς περ δρόσῳ, θείᾳ ἀρδευόμενος, πᾶσαν ἐβλάστησας ἀρετήν, πᾶσαν εὐκαρπίαν, δικαιοσύνης ἐξήνθησας, ὡς ξύλον καρποφόρον, διεξόδοις ὑδάτων, φυτευθεὶς τῆς τελείας ἀσκήσεως.ΘεοτοκίονΜήτηρ Θεοῦ, εὐλογημένη Πανάμωμε, τῆς ψυχῆς μου, τραύματα θεράπευσον, τὰς ἡδονάς, σβέσον τῆς σαρκός, τὴν ἐσκοτισμένην, καρδίαν μου φωταγώγησον, εἰρήνευσον τὸν νοῦν μου, καὶ παντοίας ἐκ βλάβης, καὶ ἐχθρῶν ἐπηρείας με λύτρωσαι.
Κανών γ', ᾨδὴ δ', τοῦ Ἁγίου Πρόκλου
Ἦχος α'
Ὄρος σὲ τῇ χάριτι ΤΟ ΑΚΟΥΤΕ
Χρυσίον καθάπερ, ἐν πυρὶ Ἱερώτατε, τῆς ἐγκρατείας σου σοφέ, σῶμα καθάρας τὸ σεπτόν, ὡραῖον ἀπέδειξας, τῷ Ποιητῇ· ἱερωσύνης ἐντεῦθέν σοι, καταστολὴ αἰωνίως κεχάρισται.Ῥημάτων ὁ φθόγγος, καὶ δογμάτων ἡ εὔηχος, τῶν διδαγμάτων σου βροντή, τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, σοφῶς καταθέλγουσα, αἱρετικῶν ἀποσοβεῖ τὴν θρασύτητα, ἱεροφάντορ Πρόκλε παναοίδιμε.Γνώσεως τῆς θείας, ἐν μυήσει γενόμενος, ὡς ἱεράρχης ἱερός, ἀγαθοδότως ἐφεξῆς, τοῖς πᾶσι μετέδωκας, τοῦ φωτισμοῦ, καὶ τῆς ἐνθέου λαμπρότητος, εἰς σωτηρίαν ψυχῶν Ἀξιάγαστε.ΘεοτοκίονἌνθρακα τὸν θεῖον, ἐν νηδύϊ Πανάμωμε, εἰσδεξαμένη ὑπὲρ νοῦν, οὐ κατεφλέχθης ἀληθῶς· ἡ βάτος γὰρ πόρρωθεν, συμβολικῶς, τὴν σὴν λοχείαν εἰκόνιζεν, εἰς σωτηρίαν ἡμῶν καὶ ἀνάπλασιν.
Κανών α', ᾨδὴ ε', Προεόρτιος
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐξέστη τὰ σύμπαντα ἐν τῇ σεπτῇ εἰσόδῳ σου· σὺ γὰρ ἀπειρόγαμε Παρθένε· ἔνδον εἰσῆλθες ἐν τῷ ναῷ τοῦ Θεοῦ, ὥσπερ καθαρώτατος ναός, πᾶσι τοῖς ὑμνοῦσί σε τὴν εἰρήνην βραβεύουσα».Νεφέλαι ῥανάτωσαν, δικαιοσύνην σήμερον· ὡς ἐν οὐρανῷ γὰρ ἐφαπλοῦται, θεία νεφέλη ἐν τῷ ναῶ τοῦ Θεοῦ· ἥτις ἀποστάξει γλυκασμόν, πᾶσαν τῶν ψυχῶν ἡμῶν, τήν πικρίαν ἐξαίροντα.Ξένη σου ἡ σύλληψις, ξένη σου καὶ ἡ γέννησις, ξένη σου ἡ Πρόοδος Παρθένε, ξένη ἡ ἔνδον τοῦ ἱεροῦ ἀγωγή, ξένα καὶ παράδοξα τὰ σά, λόγον ὑπερβαίνοντα, καὶ διάνοιαν Ἄχραντε.Ὅλην σε ἡγίασε, τὸ πνεῦμα τὸ Πανάγιον, ἔνδον τοῦ ναοῦ διαιτωμένην, καὶ τρεφομένην τροφὴν οὐράνιον, Νύμφη τοῦ Πατρὸς περικαλὴς· ὅθεν ἐχρημάτισας, καὶ τοῦ Λόγου Γεννήτρια.Πρὸς σέ μου τὴν ἅπασαν, ἐλπίδα Κόρη τίθημι, πρὸς τοὺς οἰκτιρμούς σου καταφεύγω· βλάβης δαιμόνων δεῖξον ἀμέτοχον, τὴν καταπεσοῦσάν μου ψυχήν, καὶ ἐξασθενήσασαν, ἡδονῶν ἐπικλύσεσι.
Κανών β', ᾨδὴ ε', τοῦ Ἁγίου Γρηγορίου
Ἦχος πλ. δ'
Ἵνα τὶ με ἀπώσω ΤΟ ΑΚΟΥΤΕ
Γεωργίᾳ τοῦ λόγου, ἄμπελος κατάκαρπος ἐδείχθης Ὅσιε, ἀρετῶν πεπείρους, καὶ μεγίστους προσφέρουσα βότρυας, σωτηρίας οἶνον, πνευματικόν βλύζοντας Πάτερ, καὶ πιστῶν τὰς καρδίας εὐφραίνοντα.Ἡ περίδοξος Ῥώμη, Πάτερ ἐξ Ἑῴας σε λαμπτῆρα ἄδυτον, δεξαμένη πίστει, ἐφωτίσθη σεπτοῖς σου χαρίσμασι· τὸν Χριστὸν γὰρ εἶχες, ἐν τῇ ψυχῇ καθάπερ φέγγος, τούς ὁρῶντάς σε Πάτερ αὐγάζοντα.Τὸν ἐφέρποντα ὄφιν, καὶ παρατηροῦντά σου πτέρναν Γρηγόριε, ἐγρηγόρσει θείᾳ, ἐν ὁδοῖς τῆς ζωῆς πορευόμενος, ὡς Θεοῦ θεράπων, ὡς ἐντολῶν αὐτοῦ ἐργάτης, ἐθανάτωσας σθένει τοῦ Πνεύματος.ΘεοτοκίονΠροστασία τοῦ κόσμου, Μήτηρ ἀειπάρθενε σὺ με κυβέρνησον καὶ ὁδήγησόν με, εἰς εὐθεῖαν ὁδὸν καὶ κατεύθυνον, πρὸς δικαιοσύνης, τρίβους ὀρθὰς τὸν λογισμόν μου, τῆς ψυχῆς τὰς πορείας εὐθύνουσα.
Κανών γ', ᾨδὴ ε', τοῦ Ἁγίου Πρόκλου
Ἦχος α'
Ὁ φωτίσας τῇ ἐλλάμψει ΤΟ ΑΚΟΥΤΕ
Φωτοφόρος ὡς λυχνία, παμμάκαρ γενόμενος, τῆς ἁγίας Ἐκκλησίας, ἐφάνης ὑπέρμαχος, καὶ Θεοῦ ἐτράνωσας, τὴν ἐκ Παρθένου Παναγίας, γέννησιν ἄτρεπτον Ἔνδοξε.Τὴν σάρκωσιν τοῦ Θεοῦ, ἐκ Παρθένου τὴν ἔνδοξον, τῶν δογμάτων ἐν σφενδόνῃ, ἐνθεὶς ὡς ἀλλόφυλον, Γολιὰθ κατέβαλες, τοῦ Νεστορίου τὴν θρασεῖαν, γνώμην ὡς πάλαι ὁ θεῖος Δαυΐδ.Τῶν τοῦ Παύλου διδαγμάτων, ὑπάρχων ἀνάπλεως, καὶ τὴν τούτου κατιδών, ὀπτασίαν Πανάριστε, Ἐλισαῖος δεύτερος, ἐναπεφάνθης χρῖσμα θεῖον, ἱερωσύνης χρισθείς μυστικῶς.ΘεοτοκίονΟὐ σύγχυσιν, οὐ φυfρμὸν ἐν τῇ μήτρᾳ ἐδέξατο, τῆς Παρθένου ὁ Θεός, ἐν σαρκὶ προερχόμενος. Ἀλλ' ὃ ἦν μεμένηκε, Θεὸς καὶ ἄνθρωπος ἀτρέπτως, ταῖς ἐνεργείαις δεικνύμενος.
Κανών α', ᾨδὴ ς', Προεόρτιος
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες».Ῥωσθέντες τῇ θείᾳ χάριτι, οἱ θεῖοι τῆς Παρθένου γεννήτορες, ταύτην ὡς ἄμωμον, περιστερὰν εἰς τὰ Ἅγια, ἀνατραφῆναι πόθῳ ἀνατιθέασι.Σοῦ τῆς μελλούσης εἰσδέχεσθαι, τὸ φῶς τὸ ἐκ φωτὸς προερχόμενον, φῶτα ὑφάπτουσαι, κόραι σεμναὶ προπορεύονται, φωτοειδῆ πρὸς θεῖον Ναὸν χορεύουσαι.Τὸ πλῆρες δόξης παλάτιον, τὸ μέγα Προφητῶν περιήχημα, θρόνος ὁ ἅγιος, ἔνδον εἰς Ἅγια τίθεται, τῷ Βασιλεῖ τῶν ὅλων ἑτοιμαζόμενος.Ὑμνῶ σου Κόρη τὴν σύλληψιν, ὑμνῶ σου τὴν ἀπόρρητον γέννησιν, ὑμνῶ τὴν σκέπην σου, βλάβης δι' ἧς πάσης ῥύομαι, ὁ πρὸς τὴν σὴν γαλήνην κατεπειγόμενος.
Κανών β', ᾨδὴ ς', τοῦ Ἁγίου Γρηγορίου
Ἦχος πλ. δ'
Ἱλάσθητί μοι Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ
Τῇ νεύσει τῇ πρὸς Θεόν, θεούμενος ἱερώτατε, θεωριῶν μυστικῶν, καὶ θείων ἐλλάμψεων, Προφήτης ὡς ἔνθεος, ὡς Θεοῦ θεράπων, ἠξιώθης θείᾳ χάριτι.Ἡσύχως σου τὴν ζωήν, διατελέσας Γρηγόριε, θορύβων βιωτικῶν, ἐδείχθης ἀνώτερος, παθῶν ὑψηλότερος, καὶ τῆς γῆς ἀπάσης, ξένος τε καὶ παρεπίδημος.Ὡς ἔσοπτρον καθαρόν, τὴν θείαν αἴγλην ἐπλούτησας, ὡς σκεῦος δὲ ἱερόν, ναὸν κατεκόσμησας, τῶν ἄνω Γρηγόριε, καὶ τῶν πρωτοτόκων, Ἐκκλησίαν κατεφαίδρυνας.ΘεοτοκίονΜαρία τὸ καθαρόν, τοῦ Βασιλέως παλάτιον, γενόμενόν με ληστῶν, ἀκάθαρτον σπήλαιον, εὐχαῖς σου καθάρασα, τοῦ ἐκ σοῦ τεχθέντος, ναὸν ἅγιον ἀνάδειξον.
Κανών γ', ᾨδὴ ς', τοῦ Ἁγίου Πρόκλου
Ἦχος α'
Ἐκύκλωσεν ἡμᾶς ΤΟ ΑΚΟΥΤΕ
Μεγάλης ἐπιβὰς καθέδρας, Ὅσιε, μεγίστοις κατορθώμασι, κατεκόσμησας αὐτὴν θεοπρεπῶς· ὅθεν συνελθόντες εὐφημοῦμέν σε, Ἀρχιερεῦ μεγαλοφώνως Πρόκλε ἀοίδιμε.Ὡς ἄλλην κιβωτὸν τῇ Ἐκκλησίᾳ Χριστοῦ, τὸ σῶμα τοῦ παμμάκαρος, Χρυσοστόμου ἐναπέδωκας ταῖς σαῖς, Πρόκλε παραινέσεσι καὶ εὔφρανας, τῶν εὐσεβῶν, χοροστασίας τῇ παρουσίᾳ αὐτοῦ.Κυκλώσαντας ὡς θῆρας ἐξεδίωξας, αἱρέσεων τῆς ποίμνης Χριστοῦ, τοὺς προμάχους ἐν τῇ ῥάβδῳ νοητῶς, τῶν σῶν διδαχῶν Πρόκλε μακάριε, πρὸς δὲ νομήν, ὀρθοδοξίας τὴν ποίμνην ἴθυνας.ΘεοτοκίονὩράθης Χερουβὶμ θεοχαρίτωτε, Παρθένε ὑπερέχουσα· τὸν ἐπ' ὤμων γὰρ ὀχούμενον αὐτῶν, Ἄχραντε ἀγκάλαις σου ἐβάστασας· ὅθεν ἀεί, σὲ Θεοτόκε πάντες δοξάζομεν.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ἐκύκλωσεν ἡμᾶς ἐσχάτη ἄβυσσος, οὐκ ἔστιν ὁ ῥυόμενος, ἑλογίσθημεν ὡς πρόβατα σφαγῆς, σῶσον τὸν λαόν σου ὁ Θεὸς ἡμῶν· σὺ γὰρ ἰσχύς, τῶν ἀσθενούντων καὶ ἐπανόρθωσις».
Κοντάκιον Προεόρτιον
Ἦχος δ'
Ἐπεφάνης σήμερον ΤΟ ΑΚΟΥΤΕ
Εὐφροσύνης σήμερον, ἡ οἰκουμένη, ἐπληρώθη ἅπασα, ἐν τῇ εὐσήμῳ Ἑορτῇ, τῆς Θεοτόκου κραυγάζουσα· Αὕτη ὑπάρχει, σκηνὴ ἐπουράνιος.
Ὁ Οἶκος
Ὁ τῶν ἁπάντων Ποιητής, ὁ Πλάστης καὶ Δεσπότης, ἀρρήτῳ εὐσπλαγχνίᾳ καμπτόμενος, καὶ μόνῃ φιλανθρωπίᾳ τῇ αὐτοῦ, ὅν περ ταῖς οἰκείαις κατεσκεύασε χερσίν, ἰδὼν πεσόντα ᾤκτειρε, καὶ ἀναστῆναι τοῦτον εὐδόκησε, πλάσει θειοτέρᾳ, καὶ κενώσει τῇ ἰδίᾳ, ὡς ἀγαθὸς φύσει καὶ ἐλεήμων. Διὸ τὴν Μαριὰμ μεσίτιν λαμβάνει, ὡς παρθένον καὶ ἁγνήν, τοῦ μυστηρίου, ἐκ ταύτης τὸ ἡμῶν φορέσαι ὡς ἠβουλήθη· Αὕτη ὑπάρχει, σκηνὴ ἐπουράνιος.
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ Κ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Γρηγορίου τοῦ Δεκαπολίτου.ΣτίχοιΧάραξ κύκλῳ σου, καὶ μετὰ ζωῆς τέλος,Ἡ ζῶσα, Γρηγόριε, τοῦ Θεοῦ χάρις.Εἰκάδι Γρηγόριος κεκλήσκετο εἰς πόλον εὐρύν.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Πρόκλου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως, ὃς ἐχρημάτισε μαθητὴς τοῦ μακαρίου Ἰωάννου τοῦ Χρυσοστόμου, καὶ τοῦ θρόνου διάδοχος.ΣτίχοιἜχει σε, Πρόκλε, ἡ οὐράνιος νύσσα,Χαίροντα ἔνδον καὶ σὲ σὺν Χρυσοστόμῳ.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ἀθλήσεως τοῦ Ἁγίου Μάρτυρος Δασίου, τοῦ ἐν Δορυστόλῳ.ΣτίχοιἜμελλε καὶ Δάσιος ἀθλήσας ξίφει,Ἀθλητικὸν στέφανον εὑρεῖν ἐκ ξίφους.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Νιρσᾶ Ἐπισκόπου, καὶ Ἰωσὴφ μαθητοῦ αὐτοῦ, καὶ ἑτέρων σὺν αὐτῷ τελειωθέντων ἐν Περσίδι.ΣτίχοιΘνῄσκουσιν ἄμφω Νιρσᾶς, Ἰωσὴφ ἅμα,Φόνῳ μαχαίρας, ὡς Ἀπόστολος λέγει.Σὺν Ἰωάννῃ καὶ Σαβωρίῳ, λίθοιςἸσάκιον κτείνουσιν οἰκέται λίθων.Τὸν Γεϊθαζὲτ καὶ συνάθλους τρεῖς ἅμα,Λόγχαις κατακτείνουσιν ἐχθροὶ Τριάδος.Θέκλαν, Βαουθᾶν, Δεναχίδα παρθένους.Ἆθλος ξίφους ἔδειξεν ἀθλοπαρθένους.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Εὐσταθίου, Θεσπεσίου καὶ Ἀνατολίου.ΣτίχοιΚάρας τριῶν τέμνουσι νεκρῶν οἱ πλάνοι,Οὐδ' εἰς νεκροὺς δεικνὺντες οἶκτον· ὢ πλάνης.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Θεοκτίστου, ὃς καὶ Πατρίκιος καὶ Εὐνοῦχος ἦν ἐπὶ Θεοδώρας τῆς Αὐγούστης.Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Κανών α', ᾨδὴ ζ', Προεόρτιος
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν Κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ».Φωτοφόρον σε, ὡς ἥλιον εἰσδέχεται, ναὸς ὁ ἅγιος, ἔνδον ἀστράπτουσαν, ἀκτῖνας τοῖς πέρασι, σωτηριώδεις ἁγνή, ὑπεράγιον, ναὸν γενέσθαι μέλλουσαν, τοῦ Υἱοῦ Θεοῦ Παρθένε.Χεῖρας ἅπαντες, κροτήσατε λυτρώσεως, σύμβολα φέρουσαν, τὴν Ἀπειρόγαμον, ὁρῶντες· Ἀγγέλου γάρ, χειρὶ ἐκτρέφεται, τὸν οὐράνιον, ἄρτον ἡμῖν ὡς μέλλουσα, ἀπορρήτως ἀποτίκτειν.Ψυχαὶ ἅπασαι, Δικαίων ὑποχθόνιοι, εὐαγγελίζεσθε, περιστερὰ ἡ χρυσῆ, κατάπαυσιν φέρουσα, κατακλυσμοῦ νοητοῦ, πεφανέρωται, καὶ εἰς Ἁγίων Ἅγια, εὐσεβῶς περιχορεύει.Ὡς ὡραία, τὸν ὡραῖον ἀπεκύησας, τὴν ἀμορφίαν ἡμῶν, προσεπανάγοντα νῦν, εἰς πρώτην ἐμφέρειαν, Κόρη πανάμωμε, ᾧ καὶ ψάλλομεν· Ὁ τῶν Πατέρων Κύριος, καὶ Θεός εὐλογητὸς εἶ.
Κανών β', ᾨδὴ ζ', τοῦ Ἁγίου Γρηγορίου
Ἦχος πλ. δ'
Θεοῦ συγκατάβασιν ΤΟ ΑΚΟΥΤΕ
Δακρύων προσχύσεσι, τῆς ἁμαρτίας τὸ πῦρ κατέσβεσας, ἀπαθείας δὲ ὕδωρ, καὶ ἰαμάτων καθαρὰ νάματα, τοῖς μελῳδοῦσι πηγάζει Γρηγόριε· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.Φλογίνῳ ἐν ἅρματι, σεπτῆς ἀγάπης καὶ τελειότητος, ἐπιβὰς πρὸς τὸ ὕψος, ἀνεκομίσθης ἐν ᾧ ἐκέκτησο, τὸ σὸν κραυγάζων θεόφρον πολίτευμα· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.Παθῶν κατεκοίμησας, τὰς τρικυμίας ἀγρύπνοις στάσεσι, κοιμηθεὶς δὲ τὸν ὕπνον, τὸν τοῖς ἁγίοις Πάτερ ἁρμόζοντα, πρὸς φῶς μετῆλθες κραυγάζων Γρηγόριε· Εὐλογητός ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.ΘεοτοκίονΝεκρὸν χρηματίσαντα, τῇ ἁμαρτίᾳ καὶ ἀπολλύμενον, τὴν ζωὴν ἡ τεκοῦσα, ἁγνὴ Παρθένε ζώωσον σῶσον με, καὶ τῆς γεέννης ἐξάρπασον ψάλλοντα· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Κανών γ', ᾨδὴ ζ', τοῦ Ἁγίου Πρόκλου
Ἦχος α'
Σὲ νοητήν, Θεοτόκε ΤΟ ΑΚΟΥΤΕ
Σῶμα καὶ νοῦν, καὶ ψυχὴν ἐκάθηρας, τῇ ἀφαιρέσει τῶν παθῶν, Ἱεράρχα Πρόκλε σοφέ· ὅθεν ἐδογμάτισας, σῶμα καὶ ψυχὴν καὶ νοῦν, τὸν ἐκ Παρθένου τεχθέντα Θεόν, δίχα τροπῆς διὰ τὸ σῶσαι, ἡμᾶς ἀναδεξάμενον.Πῦρ νοητόν, ταῖς φρεσὶν ἀνάψας σου, τὴν φρυγανώδη καὶ σαθράν, Νεστορίου τοῦ δυσσεβοῦς, αἵρεσιν κατέφλεξας· ὅθεν σοῦ δεόμεθα, τὰς φρυγανώδεις ἡμῶν ἡδονάς, ταῖς πρὸς Θεὸν ἱκεσίαις, συμφλέξας ἀποκάθαρον.Σὺ πρὸς Χριστόν, κεκτημένος Ἅγιε, τὴν παρρησίαν τοὺς ἐν γῇ, εὐφημοῦντας μελῳδικῶς, μνήμην σου τὴν ἔνδοξον, πάσης περιστάσεως, ἐκλυτρωθῆναι ἱκέτευε, τόν αἰνετὸν ἀνυμνοῦντας, Θεὸν Πρόκλε θεσπέσιε.ΘεοτοκίονΦέρεις Θεόν, σάρκα περικείμενον, ἐν ταῖς ἀγκάλαις σου Ἁγνή, ὥσπερ θρόνος Χερουβικός, φέροντα τῷ ῥήματι, πάντα τῆς δυνάμεως, ᾧ μελῳδοῦμεν καὶ λέγομεν· ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Κανών α', ᾨδὴ η', Προεόρτιος, ἧς ἡ Ἀκροστιχὶς κατὰ Ἀλφάβητον. Ἔχει δὲ ἓν ἕκαστον τῶν τροπαρίων αὐτῆς στοιχεῖα τέσσαρα.
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἄκουε Κόρη Παρθένε ἁγνή, εἰπάτω δὴ ὁ Γαβριήλ, βουλὴν Ὑψίστου ἀρχαίαν ἀληθινήν, γενοῦ πρὸς ὑποδοχὴν ἑτοίμη Θεοῦ· διὰ σοῦ γὰρ ὁ ἀχώρητος βροτοῖς συναναστρέφεται· διὸ καὶ χαίρων βοῶ· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον».Ἄκουε σύνες πρεσβῦτα σοφέ, τῷ Ζαχαρίᾳ Ἄννα φησί· Βουλήσει θείᾳ ἣν ἔσχον παῖδα σεμνήν, γενναίᾳ ψυχῇ ὑπόδεξαι. Δι' αὐτῆς γὰρ ἔσται λύτρωσις, καὶ εἰς ναόν τὸν ἅγιον, ἀνάθου ταύτην βοῶν· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.Εὐλογητὸς μόνος Κύριος, ἐβόησεν ὁ ἱερεύς· Ζωῆς εἰσόδους νῦν ὑπεμφαίνεις σαφῶς, ἡμῖν φανερώσας ὅπερ μέλλει οἰκεῖν, θεοχώρητον παλάτιον, Χριστὸς ὁ Βασιλεύς τοῦ παντός· πρὸς ὃν βοᾷ πᾶσα γῆ· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.Ἰδοὺ πρεσβῦτα σοφώτατε, ἡ Ἄννα ἔφησεν εὐλαβῶς, Καλλίστην παῖδα, ἣν δέδωκέ μοι Θεός, λαμπρῶς ὑποδέχου καὶ προφήτευε. Μόνην μέλλουσαν εἰς πράγματα, προφέρειν τὰ κηρύγματα, μεθ' ὧν βοᾷς Προφητῶν· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.Νῦν ἔγνων γύναι σαφέστατα, προφρόνως ἔφη ὁ γηραιός· Ξύλον ἐν μέσῳ ὡς ἐκβλαστάνει ναοῦ· Ὅπερ ἐξανθήσει θεῖον ὄντως καρπόν, Παραδείσῳ εἰσοικίζοντα, τούς βρώσει ἐξωσθέντας φθορᾶς, ἀναβοῶντας χαρᾷ· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.Ῥητὸν ἀρρήτων μυήσεων, ἡ σὴ ψυχὴ Κόρη σεμνή. Σαφῶς ὑπάρξει ὁ Πρέσβυς ἔφη τρανῶς· Τὸν θεῖον ἰδοὺ Παρθένε οἴκει ναόν· Ὑπ' Ἀγγέλου τρεφομένη γάρ, βουλῆς μεγάλης Ἄγγελον κυήσεις, ᾧ μελῳδῶ· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.Φωνὴν σοι ᾄδομεν Κόρη ἁγνή, περιχαρῶς τοῦ Γαβριήλ. Χαῖρε τῆς πάντων αἰτία μόνη χαρᾶς. Ψυχῶν χαῖρε καθαρτήριον· Ὡς κυήσασα τὴν κάθαρσιν, ἡμῶν καὶ ἀπολύτρωσιν, τῶν μελῳδούντων αὐτῷ· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Κανών β', ᾨδὴ η', τοῦ Ἁγίου Γρηγορίου
Ἦχος πλ. δ'
Ἑπταπλασίως κάμινον ΤΟ ΑΚΟΥΤΕ
Ταῖς πρὸς Θεὸν δεήσεσιν, ἐπιμόνως χρησάμενος, εἴληφας Παμμάκαρ, τὸ πιστῶς αἰτούμενον· νυκτὸς γὰρ καθεύδοντι, ἐπιφανεὶς σοι Ἄγγελος, μάχαιραν φλογίνην, ἐπιδίδωσι πάθη, ἐκτέμνουσαν καρδίας, καὶ πυρὶ σε ἀὔλῳ, καθαίρουσαν καὶ δόξῃ, φωτίζουσαν ἀρρήτως.Ὁλολαμπής, ὡς ἥλιος, νοητῶς ἀνατέταλκας, φέγγει ἀρετῶν, περιφανῶς Γρηγόριε, θαυμάτων τε λάμψεσι, περιαυγάζων πᾶσαν τὴν γῆν, καὶ φωταγωγῶν, τοὺς εὐσεβῶς μελῳδοῦντας· οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.Ἀγγελικῆς ἀκήκοας, ὑμνῳδίας Γρηγόριε, ἔτι ἐνδημῶν, ἐν τῷ θνητῷ σου σώματι, ὑφ' ἧς τὰς αἰσθήσεις σου, τὰς τῆς ψυχῆς σαφῶς ἡδυνθείς, καὶ θεοειδὴς καὶ φωταυγής ἐγνωρίσθης, κραυγάζων· Τὸν Δεσπότην, ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.ΘεοτοκίονἩ τὸν Κριτὴν καὶ Κύριον, ὑπὲρ λόγον κυήσασα, τοῦτον ὡς Υἱόν σου, Παναγία αἴτησαι, ἐν ὥρᾳ τὴς κρίσεως, τῆς καταδίκης καὶ τοῦ πυρός, σκότους ἀφεγγοῦς, καὶ τοῦ βρυγμοῦ τῶν ὀδόντων, λυτρώσασθαι τοὺς πίστει, εὐσεβῶς μελῳδοῦντας· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Κανών γ', ᾨδὴ η', τοῦ Ἁγίου Πρόκλου
Ἦχος α'
Ἐν καμίνῳ παῖδες, Ἰσραὴλ ΤΟ ΑΚΟΥΤΕ
Ὡς χωνείᾳ τῇ φωτολαμπεῖ, Πανένδοξε ἁγνείᾳ, τὰ πάθη τὰ τῆς σαρκός, ἀποκαθάρας ὡς χρυσός, τοῖς πᾶσιν ἐξήστραψας ἀναμέλπων· Πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.Ὡς ὀργάνῳ Μάκαρ τῆς σεπτῆς, σοῦ γλώττης θελγομένη, τῷ φθόγγῳ ἡ Ἐκκλησία, τοῦ Θεοῦ τὴν ἐπὶ γῆς, σωτήριον κάθοδον ἀναμέλπει, πᾶσι φωνοῦσα τρανῶς καὶ ἐκβοῶσα· Σὲ ὑπερυψοῦμεν, Χριστὲ εἰς τοὺς αἰῶνας.Λύρα θεία ὤφθης ἀληθῶς, τὸν φθόγγον ἐνηχοῦσα, τοῖς πίστει προσδεχομένοις, τοῦ Θεοῦ τὴν πρὸς ἡμᾶς, σωτήριον σάρκωσιν, θεῖε Πρόκλε, Πάτερ Παμμάκαρ, καὶ τήν τοῦ Νεστορίου, δυσσεβῆ ματαίαν, φωνὴν ἀποσοβοῦσα.ΘεοτοκίονΣυντηρήσας σήμαντρα τῆς σῆς, Παρθένε παρθενίας, ἀλώβητα ὁ Δεσπότης, προελήλυθε Χριστός, ἐκ σοῦ ὑπὲρ ἔννοιαν εἰς τὸ σῶσαι, τοὺς βοῶντας· Τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ἐν καμίνῳ παῖδες Ἰσραήλ, ὡς ἐν χωνευτηρίῳ τῷ κάλλει τῆς εὐσεβείας, καθαρώτερον χρυσοῦ, ἀπέστιλβον λέγοντες· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».
Κανών α', ᾨδὴ θ', Προεόρτιος, Ἧς ἡ Ἀκροστιχίς, Ἰωσὴφ
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἅπας γηγενής, σκιρτάτω τῷ Πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, αὔλων νόων φύσις γεραίρουσα, τὴν ἱερὰν πανήγυριν τῆς Θεομήτορος, καὶ βοάτω· Χαίροις παμμακάριστε, Θεοτόκε Ἁγνὴ ἀειπάρθενε».Ἴδε τοῦ Θεοῦ, τὸ ὄρος τὸ ἅγιον, μετὰ λαμπάδων φαιδρῶν, ἔνδον εἰς τὰ Ἅγια, βαδίζει λίθος ἐξ οὗ τμηθήσεται, καί τους βωμοὺς καὶ ξόανα, δαιμονικὰ λεπτυνεῖ, τοὺς βροτοὺς δέ, ἑαυτοῦ ἐργάσεται, καὶ ναοὺς καὶ σεπτὰ καταγώγια.Ὤμοσε Θεός, καὶ νῦν ἐκπεπλήρωκε, φυλῆς Ἰούδα ἡμῖν, δοὺς τὴν ἀειπάρθενον, ἧς ἡ κοιλία ξύλον βλαστήσει ζωῆς, θανατηφόρου βρώσεως, ἀπολυτρούμενον, τοὺς τῇ πτώσει ταύτης ὑποκύψαντας, καὶ κλαπέντας ἀπάτῃ τοῦ ὄφεως.Στόματι λαμπρῷ, ἡ Ἄννα ἐβόησεν, ἐν τῷ ναῷ τοῦ Θεοῦ· Σοὶ προσανατίθημι, ἣν μοι παρέσχου παῖδα ὦ Δέσποτα, ἐξ ἧς δι' οἶκτον ἄφατον, σωματοφόρος ὀφθείς, διασώσεις, κόσμον ὅν περ ἔπλασας, μεγαλύνων αὐτὴν ὡς μητέρα σου.Ηὔγασεν ἰδού, ἡμέρα σωτήριος, τοῖς ἐν νυκτὶ τῶν δεινῶν, πύλη ἐπουράνιος, ναοῦ τὰς πύλας ἀναπετάσασα, μετὰ λαμπάδων πρόεισιν, ἔνδον εἰς Ἅγια, ὑφ' ἁγίας, τρέφεσθαι δυνάμεως, εἰς ἁγίαν Θεοῦ κατασκήνωσιν.Φώτισον Ἁγνή, ψυχῆς μου τὰ ὄμματα, φῶς ἡ κυήσασα, ὅπως μὴ ἐπέλθῃ μοι, τῆς ἁμαρτίας σκότος βαθύτατον, μηδὲ βυθὸς καλύψῃ με τῆς ἀπογνώσεως· ἀλλ' αὐτὴ με, σῶσον καὶ κυβέρνησον, πρὸς λιμένα τοῦ θείου θελήματος.
Κανών β', ᾨδὴ θ', τοῦ Ἁγίου Γρηγορίου
Ἦχος πλ. δ'
Ἔφριξε πᾶσα ἀκοὴ ΤΟ ΑΚΟΥΤΕ
Ἱδρῶσι τοῖς ἀσκητικοῖς, ἁμαρτίας ἐναπέσβεσας ἄνθρακας, καὶ οὐρανόθεν σαφῶς, πυρὸς ἐν εἴδει χάριν εἰσδέδεξαι, οὐ καταφλέγουσαν Σοφέ, μᾶλλον δὲ δροσίζουσαν, καὶ ἐν ἰσχὺϊ σε, δυνατὸν κατὰ παθῶν ἀποφαίνουσαν.Ὡς ῥόδον ταῖς ἀσκητικαῖς, Πάτερ ἤνθησας κοιλάσι Γρηγόριε, ὡς κρίνον εὔοσμον· διὸ πηγάζει μύρον ἡδύπνοον, τὰ σὰ ὀστέα δαψιλῶς· ὀσμῆς ζωῆς πλήρεις γάρ, αἱ σιαγόνες σου, ὡς φιάλαι ἀρωμάτων ἐδείχθησαν.Σήμερον δῆμος σὺν ἡμῖν, Ἀσκητῶν τε καὶ Ὁσίων εὐφραίνεται, Πατριαρχῶν Προφητῶν, ἐπὶ τῇ μνήμῃ τῇ σῇ Γρηγόριε, συνεορτάζουσιν ἡμῖν, Ἀπόστολοι Μάρτυρες, μεθ' ὧν μνημόνευε, τῶν τιμώντων σε πιστῶς ἀξιάγαστε.Ἡ θήκη ἔνθα τὸ σεπτόν, καὶ πολύαθλον σου σῶμα κατάκειται, θαυμάτων χάριν ἡμῖν, ἀναπηγάζει Πάτερ Γρηγόριε, καθαγιάζουσα ἡμῶν, ψυχὰς καὶ τὰ σώματα, τῶν πλουτησάντων σε, καὶ προστάτην καὶ θερμὸν ἀντιλήπτορα.ΘεοτοκίονΦωνὴν σοι τὴν τοῦ Γαβριήλ, οἱ πιστοὶ περιχαρῶς προσφθεγγόμεθα· Χαῖρε Παράδεισε, ζωῆς τὸ ξύλον ἀναβλαστήσασα· Χαῖρε ἡ λύσις τῆς ἀρᾶς, Μαρτύρων στεφάνωμα, Ὁσίων καύχημα, καὶ ἀνθρώπων εὐσεβῶν τὸ κραταίωμα.
Κανών γ', ᾨδὴ θ', τοῦ Ἁγίου Πρόκλου
Ἦχος α'
Τύπον τῆς ἁγνῆς ΤΟ ΑΚΟΥΤΕ
Τύπους καὶ σκιὰς παρέδραμες, καὶ τὴν ἀλήθειαν Χριστὸν κατενόησας, ἀναγεννηθείς, διὰ λουτροῦ τοῦ Βαπτίσματος, Ἱερεύς τε χρισθεὶς ἱερώτατος· ὅθεν καὶ Θεοτόκον, τὴν τοῦτον τέξασαν ἐκήρυξας.Τρόπους ἱεροὺς καὶ δόγματα, τοῦ Χρυσοστόμου μάκαρ ἐνστερνισάμενος, ζῆλον τε αὐτοῦ, τὸν ἱερὸν τὸν τῆς πίστεως, ἐξηρεύξω δογμάτων σου πέλαγος, αἱρέσεως χειμάρρους, ἀποξηραίνοντας ἐν χάριτι.Στῆσον ἱεραῖς πρεσβείαις σου, τὸ καθ' ἡμῶν κλυδώνιον ἐγειρόμενον, καὶ ἀπέλασον, τὸν πειρασμὸν καὶ σκοτόμαιναν, καὶ ἀνθρώπων παντοίων τὴν κάκωσιν, ὡς ἔχων παρρησίαν, πρὸς τὸν Σωτῆρα καὶ Θεὸν ἤμών.ΘεοτοκίονὪ τῶν ὑπὲρ νοῦν θαυμάτων σου! τὸν τοῦ Θεοῦ γὰρ Λόγον σάρκα γενόμενον, μόνη τέτοκας, ὑπερφυῶς Μητροπάρθενε, τὸν τὰ σύμπαντα θείῳ βουλήματι, σοφῶς διακρατοῦντα, καὶ κυβερνῶντα καὶ συνέχοντα.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Τύπον τῆς ἁγνῆς λοχείας σου, πυρπολουμένη βάτος ἔδειξεν ἄφλεκτος, καὶ νῦν καθ' ἡμῶν, τῶν πειρασμῶν ἀγριαίνουσαν, κατασβέσαι αἰτοῦμεν τὴν κάμινον, ἵνα σε Θεοτόκε, ἀκαπαύστως μεγαλύνωμεν».
Ἐξαποστειλάριον τοῦ Ἁγίου Γρηγορίου
Ἦχος β'
Τῶν Μαθητῶν ὁρώντων σε ΤΟ ΑΚΟΥΤΕ
Τὴν σάρκα καθυπέταξας τῷ νοΐ σου, καὶ ἤσκησας θεόφρον μεγαλοφρόνως· ὅθεν καὶ μετάρσιος γενόμενος, ἀντανακλάσεις ἔλαβες, ἐν οὐρανοῖς μετ' Ἀγγέλων, αἰνεῖν τὸν πάντων Σωτῆρα.
Ἐξαποστειλάριον τοῦ Ἁγίου Πρόκλου
Ἦχος β'
Τοῖς Μαθηταῖς συνέλθωμεν ΤΟ ΑΚΟΥΤΕ
Ὡς ἀρετῶν ὁμότροπος, τοῦ σοφοῦ Χρυσοστόμου, καὶ τοῦ ἐκείνου γέγονας, θρόνου ἔνδοξε Πρόκλε, διάδοχος θεοκήρυξ· καθελὼν Νεστορίου, τοῦ δυσσεβοῦς τὴν αἵρεσιν, Θεοτόκον κυρίως καὶ ἀληθῶς, τὴν Ἁγνὴν ἐκήρυξας καὶ Παρθένον, μεθ' ἧς ὑπὲρ τῆς Ποίμνης σου, τὸν Χριστὸν ἐκδυσώπει.
Προεόρτιον
Ἦχος β'
Τοῖς Μαθηταῖς συνέλθωμεν ΤΟ ΑΚΟΥΤΕ
Θεοῦ σοφίας τέμενος, καὶ ὑπέρτερον θρόνον, τῶν Χερουβὶμ ὑπάρχουσαν, τὴν ἁγνὴν Θεοτόκον, εὐτρέπισον Ζαχαρία, τοῦ ναοῦ τάς εἰσόδους, τὰ τῶν Ἁγίων Ἅγια, ὑποδέξασθαι ταύτην, καὶ σὺν ἡμῖν, ᾄδε προεόρτιον τῇ Παρθένῳ, ἐξ ἧς Χριστὸς ὁ Κύριος, σαρκωθεὶς κόσμον σῴζει.
Εἰς τὸν Στίχον, τῶν Αἴνων.Στιχηρὰ ΠροσόμοιαἮχος α'Τῶν οὐρανίων ταγμάτων ΤΟ ΑΚΟΥΤΕΔεῦτε πιστοὶ συνελθόντες, ᾠδαῖς τιμήσωμεν, τὴν ἐκ μητρὸς ἀγόνου, παραδόξως τεχθεῖσαν, Θεόνυμφον Μητέρα, τοῦ Ποιητοῦ, καὶ σὺν παρθένοις λαμπάσι τε, προσυπαντήσωμεν ταύτῃ ἐν τῷ Ναῷ, εἰσιούσῃ εἰς τὰ Ἅγια.Στίχ. Ἀπενεχθήσονται τῷ Βασιλεῖ παρθένοι ὁπίσω αὐτῆς, αἱ πλησίον αὐτῆς ἀπενεχθήσονταί σοι.Καθάπερ ἄνθη ποικίλα, περιδρεψάμενοι, ἐκ νοητῶν λειμώνων, τῶν τοῦ Πνεύματος λόγων, ἐπαίνων τοὺς στεφάνους χαρμονικῶς, τῇ Παρθένῳ συμπλέξωμεν, καὶ προεόρτιον τούτους δῶρον αὐτῇ, ἐπαξίως προσκομίσωμεν.Στίχ. Ἀπενεχθήσονται ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει ἀχθήσονται εἰς ναὸν βασιλέως.Εὐτρεπιζέσθωσαν πύλαι, καὶ ἀνοιγέσθωσαν, αἱ τοῦ Ναοῦ Κυρίου, καὶ τὸν οἶκον τῆς δόξης, καὶ μόνην ὑπερτέραν τῶν οὐρανῶν, ὑπὲρ νοῦν χρηματίσασαν, ὑποδεχέσθωσαν χαίρουσαι καὶ Χριστόν, τὸν Σωτῆρα ἀνυμνείτωσαν.
Θεοτοκίον
Ἦχος α'
Γεωργίου Νικομηδείας
Ἀγαλλιάσθω σήμερον, ὁ οὐρανὸς ἄνωθεν, καὶ αἱ νεφέλαι εὐφροσύνην ῥανάτωσαν, ἐπὶ τὰ λίαν παράδοξα, μεγαλεῖα τοῦ Θεοῦ ἡμῶν· Ἰδοὺ γὰρ ἡ πύλη, ἡ κατὰ Ἀνατολάς βλέπουσα, ἀποκυηθεῖσα ἐκ στείρας ἀκάρπου, ἐξ ἐπαγγελίας, καὶ τῷ Θεῷ ἀφιερωθεῖσα εἰς κατοίκησιν, σήμερον ἐν τῷ Ναῷ, ὡς ἄμωμος προσφορὰ προσάγεται· Ἀγαλλιάσθω ὁ Δαυῒδ κρούων τὴν κινύραν· Ἀπενεχθήσονται φησὶ τῷ Βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς, αἱ πλησίον αὐτῆς ἀπενεχθήσονται, ἔσω ἐν τῇ σκηνῇ τοῦ Θεοῦ, ἔνδον τοῦ ἱλαστηρίου αὐτοῦ, ἀνατραφῆναι εἰς κατοίκησιν, τοῦ πρὸ αἰώνων ἐκ Πατρὸς ἀρρεύστως γεννηθέντος, εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
| TA ΜΗΝΑΙΑ | Νοέμβριος | 20 |
Nov 21
Τῌ ΚΑ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥἩ ἐν τῷ Ναῷ Εἴσοδος τῆς Ὑπεραγίας Θεοτόκου
ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τρία, δευτεροῦντες τὸ πρῶτον.
Ἦχος α'
Τῶν οὐρανίων ταγμάτων ΤΟ ΑΚΟΥΤΕ
Ἐκ τοῦ Κυρίου λαβόντες, ἐπαγγελίας καρπόν, Ἰωακεὶμ καὶ Ἄννα, τοῦ Θεοῦ τὴν Μητέρα, εὐπρόσδεκτον θυσίαν, ἐν τῷ Ναῷ, προσενήνοχαν σήμερον, καὶ Ζαχαρίας, ὁ μέγας Ἀρχιερεύς, εὐλογήσας ὑπεδέξατο.
Ἦχος α'
Ἡ τῶν Ἁγίων Ἁγία, ἐν τοῖς Ἁγίοις οἰκεῖν, ἀξίως προσηνέχθη, ὡς θεόδεκτον θῦμα, καὶ ταύτης αἱ παρθένοι ταῖς ἀρεταῖς, ἐγκοσμούμεναι ἔμπροσθεν, λαμπαδουχοῦσαι προσέφερον τῷ Θεῷ, ὥσπερ σκεῦος ἱερώτατον.
Ἦχος α'
Ἐξανοιγέσθω ἡ πύλη, τοῦ θεοδόχου Ναοῦ· τὸν γὰρ ναὸν τοῦ πάντων, Βασιλέως καὶ θρόνον, σήμερον ἐν δόξῃ ἔνδον λαβών, Ἰωακεὶμ ἀνατίθεται, ἀφιερώσας Κυρίῳ τήν ἐξ αὐτοῦ, ἐκλεχθεῖσαν εἰς Μητέρα αὐτοῦ.
Δόξα... Καὶ νῦν... Ἦχος πλ. δ'
Ὁ Δαυῒδ προανεφώνει σοι Ἄχραντε, προορῶν τὴν ἀφιέρωσιν, τῆς εἰσόδου σου ἐν τῷ Ναῷ, ἐν ᾗ τὰ πέρατα σήμερον ἑορτάζοντα, δοξολογοῦσί σε πανύμνητε· Τὴν γάρ πρὸ τόκου Παρθένον, καὶ μετὰ τόκον μείνασαν ἄφθορον, Μῆτερ τοῦ Λόγου τῆς ζωῆς, σήμερον ἐν τῷ Ναῷ εἰσερχομένην, ὁ Ζαχαρίας εὐφραίνεται, ἀπολαβὼν σε Δέσποινα, καὶ τὰ Ἅγια τῶν Ἁγίων ἀγάλλονται, ὑποδεξάμενά σε τὴν τροφὸν τῆς ζωῆς ἡμῶν. Διὸ καὶ ἡμεῖς ἐν ᾠδαῖς ἐκβοῶμέν σοι. Ὑπερ ἡμῶν δυσώπησον, τὸν Υἱόν σου καὶ Θεόν ἡμῶν, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.
Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.
Ἦχος β'
Οἶκος τοῦ Ἐφραθᾶ ΤΟ ΑΚΟΥΤΕ
Πύλαι τοῦ Ἱεροῦ, εἰσδέξασθε Παρθένον, εἰς Ἅγια Ἁγίων, ἀμόλυντον σκηνήν τε, Θεοῦ τοῦ Παντοκράτορος.Στίχ. Ἀπενεχθήσονται τῷ Βασιλεῖ.
Ἦχος β'
Παρθένοι τὴν ἁγνήν, προπέμψατε Παρθένον, φαιδρῶς λαμπαδουχοῦσαι, εἰς Ἅγια Ἁγίων, ὡς Νύμφην τοῦ Παντάνακτος.Στίχ. Ἀπενεχθήσονται ἐν εὐφροσύνῃ.
Ἦχος β'
Ἄρτον ἡ λογική, παστὰς Θεοῦ τοῦ Λόγου, χειρὶ θείου Ἀγγέλου, δέχεται κατοικοῦσα, Ἁγίων εἰς τὰ Ἅγια.
Θεοτοκίον
Δόξα... Καὶ νῦν... Ἦχος β'
Οἶκος τοῦ Ἐφραθᾶ ΤΟ ΑΚΟΥΤΕ
Φῶς σε τὸ τριλαμπές, ἀνάψαν Θεοτόκε, ἐν τῷ Ναῷ τῆς δόξης, οὐράνιον τροφὴν σοι, ἐκπέμπει μεγαλύνον σε.
Ἀπολυτίκιον
Ἦχος δ'
Ἐκ τρίτου
Σήμερον τῆς εὐδοκίας Θεοῦ τὸ προοίμιον, καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας ἡ προκήρυξις. Ἐν Ναῷ τοῦ Θεοῦ τρανῶς ἡ Παρθένος δείκνυται, καὶ τὸν Χριστὸν τοῖς πᾶσι προκαταγγέλλεται. Αὐτῇ καὶ ἡμεῖς μεγαλοφώνως βοήσωμεν· Χαῖρε τῆς οἰκονομίας τοῦ Κτίστου ἡ ἐκπλήρωσις.
ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Μετὰ τὸν Προοιμιακόν, στιχολογοῦμεν τὴν α' Στάσιν τοῦ α' Καθίσματος τοῦ Ψαλτηρίου. Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν τὰ παρόντα προσόμοια Στιχηρά.
Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς
Ἦχος α'
Ὢ τοῦ παραδόξου θαύματος ΤΟ ΑΚΟΥΤΕ
Σήμερον πιστοὶ χορεύσωμεν, ἐν ψαλμοῖς καὶ ὕμνοις, τῷ Κυρίῳ ᾄδοντες, τιμῶντες καὶ τὴν αὐτοῦ, ἡγιασμένην σκηνήν, τὴν ἔμψυχον κιβωτόν, τὴν τὸν ἀχώρητον Λόγον χωρήσασαν· προσφέρεται γὰρ Θεῷ, ὑπερφυῶς τῇ σαρκὶ νηπιάζουσα, καὶ Ἀρχιερεὺς ὁ μέγας, Ζαχαρίας δέχεται, εὐφραινόμενος ταύτην, ὡς Θεοῦ κατοικητήριον.
Ἦχος α'
Σήμερον ναὸς ὁ ἔμψυχος, τῆς ἁγίας δόξης, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, ἡ μόνη ἐν γυναιξίν, εὐλογημένη Ἁγνή, προσφέρεται τῷ Ναῷ, τῷ νομικῷ κατοικεῖν εἰς τὰ Ἅγια, καὶ χαίρουσι σὺν αὐτῇ, Ἰωακεὶμ καὶ ἡ Ἄννα τῷ πνεύματι, καὶ παρθενικαὶ χορεῖαι, τῷ Κυρίω ᾄδουσι ψαλμικῶς μελῳδοῦσαι, καὶ τιμῶσαι τὴν Μητέρα αὐτοῦ.
Ἦχος α'
Σὺ τῶν Προφητῶν τὸ κήρυγμα, Ἀποστόλων δόξα, καὶ Μαρτύρων καύχημα, καὶ πάντων τῶν γηγενῶν ἡ ἀνακαίνισις, Παρθένε Μήτηρ Θεοῦ· διὰ γὰρ σοῦ τῷ Θεῷ κατηλλάγημεν. Διὸ τιμῶμεν τὴν σήν, ἐν τῷ ναῷ τοῦ Κυρίου προέλευσιν, καὶ σὺν τῷ Ἀγγέλῳ πάντες, ψαλμικῶς τὸ Χαῖρέ σοι, τῇ πανσέμνῳ βοῶμεν, τῇ πρεσβείᾳ σου σῳζόμενοι.
Ἔτερα Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς
Ἦχος δ'
Ὡς γενναῖον ΤΟ ΑΚΟΥΤΕ
Τῶν Ἁγίων εἰς Ἅγια, ἡ Ἁγία καὶ ἄμωμος, ἐν Ἁγίῳ Πνεύματι εἰσοικίζεται, καὶ δι' Ἀγγέλου ἐκτρέφεται, τῷ ὄντι ὑπάρχουσα, ἁγιώτατος ναός, τοῦ Ἁγίου Θεοῦ ἡμῶν, τοῦ τὰ σύμπαντα, ἁγιάσαντος ταύτης εἰσοικήσει, καὶ θεώσαντος τὴν φύσιν, τὴν τῶν βροτῶν ὀλισθήσασαν.
Ἦχος δ'
Αἱ νεάνιδες χαίρουσαι, καὶ λαμπάδας κατέχουσαι, τῆς λαμπάδος σήμερον προπορεύονται, τῆς νοητῆς καὶ εἰσάγουσιν, αὐτὴν εἰς τὰ Ἅγια, τῶν Ἁγίων ἱερῶς, προδηλοῦσαι τὴν μέλλουσαν, αἴγλην ἄρρητον, ἐξ αὐτῆς ἀναλάμψειν καὶ φωτίσειν, τοὺς ἐν σκότει καθημένους, τῆς ἀγνωσίας ἐν Πνεύματι.
Ἦχος δ'
Γηθομένη ὑπόδεξαι, Ζαχαρία ἐβόησεν, Ἄννα ἡ πανεύφημος, ἣν ἐκήρυξαν, Θεοῦ Προφῆται ἐν Πνεύματι, καὶ ταύτην εἰσάγαγε, εἰς τὸν ἅγιον Ναόν, ἱερῶς ἀνατρέφεσθαι, ὅπως γένηται, τοῦ Δεσπότου τῶν ὅλων, θεῖος θρόνος, καὶ παλάτιον καὶ κλίνη, καὶ φωταυγὲς ἐνδιαίτημα.
Θεοτοκίον, Ἦχος πλ. δ'
Μετὰ τὸ τεχθῆναί σε, Θεόνυμφε Δέσποινα, παρεγένου ἐν Ναῷ Κυρίου, τοῦ ἀνατραφῆναι εἰς τὰ Ἅγια τῶν Ἁγίων, ὡς ἡγιασμένη. Τότε καὶ Γαβριὴλ ἀπεστάλη πρὸς σὲ τὴν πανάμωμον, τροφὴν κομίζων σοι. Τὰ οὐράνια πάντα ἐξέστησαν, ὁρῶντα τὸ Πνεῦμα τὸ Ἅγιον ἐν σοὶ σκηνῶσαν. Διὸ ἄσπιλε ἀμόλυντε, ἡ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς δοξαζομένη, Μήτηρ Θεοῦ, σῷζε τὸ γένος ἡμῶν.
Τῆς Ἐξοδου τὸ Ἀνάγνωσμα(Κεφ. 40, 15, 7, 9, 14, 2829) Ἐλάλησε Κύριος πρὸς Μωϋσῆν, λέγων. Ἐν ἡμέρᾳ μιᾷ τοῦ μηνὸς τοῦ πρώτου στήσεις τὴν Σκηνὴν τοῦ Μαρτυρίου. Καὶ θήσεις τὴν Κιβωτὸν τοῦ Μαρτυρίου, καὶ σκεπάσεις αὐτὴν τῷ καταπετάσματι. Καὶ εἰσοίσεις τὴν τράπεζαν καὶ τὴν Λυχνίαν, καὶ θήσεις τὸ θυμιατήριον τὸ χρυσοῦν, εἰς τὸ θυμιᾶν ἐναντίον τῆς Κιβωτοῦ τοῦ Μαρτυρίου. Καὶ ἐπιθήσεις τὸ κάλυμμα τοῦ καταπετάσματος ἐπὶ τὴν θύραν τῆς Σκηνῆς τοῦ Μαρτυρίου. Καὶ λήψῃ τὸ ἔλαιον τοῦ χρίσματος, καὶ χρίσεις τὴν Σκηνὴν καὶ πάντα τὰ ἐν αὐτῇ, καὶ ἁγιάσεις αὐτὴν καὶ πάντα τὰ σκεύη αὐτῆς, καὶ ἔσται ἁγία. Καὶ ἁγιάσεις τὸ θυσιαστήριον, καὶ ἔσται τὸ θυσιαστήριον ἅγιον τῶν ἁγίων. Καὶ ἐποίησε Μωϋσῆς πάντα ὅσα ἐνετείλατο αὐτῷ Κύριος, οὕτως ἐποίησε. Καὶ ἐκάλυψεν ἡ νεφέλη τὴν Σκηνὴν τοῦ Μαρτυρίου, καὶ δόξης Κυρίου ἐπλήσθη ἡ Σκηνή. Καὶ οὐκ ἠδυνήθη Μωϋσῆς εἰσελθεῖν εἰς τὴν σκηνὴν τοῦ Μαρτυρίου, ὅτι ἐπεσκίαζεν ἐπ' αὐτὴν ἡ νεφέλη, καὶ δόξης Κυρίου ἐπλήσθη ἡ Σκηνή.
Βασιλειῶν Γ' το Ἀνάγνωσμα(Κεφ. 8, 111) Ἐγένετο, ὡς συνετέλεσε Σολομῶν τοῦ οἰκοδομῆσαι τὸν οἶκον Κυρίου καὶ ἐξεκκλησίασε πάντας τοὺς Πρεσβυτέρους Ἰσραὴλ ἐν Σιών, τοῦ ἀνενεγκεῖν τὴν Κιβωτὸν τῆς διαθήκης Κυρίου ἐκ πόλεως Δαυΐδ, αὕτη ἐστὶ Σιών. Καὶ ἦραν οἱ Ἱερεῖς τὴν Κιβωτόν, καὶ τὸ Σκήνωμα τοῦ Μαρτυρίου καὶ πάντα τὰ σκεύη τὰ ἅγια τὰ ἐν τῷ Σκηνώματι τοῦ Μαρτυρίου. Καὶ ὁ Βασιλεύς, καὶ πᾶς Ἰσραήλ, ἔμπροσθεν τῆς Κιβωτοῦ, καὶ εἰσφέρουσιν οἱ Ἱερεῖς τὴν Κιβωτὸν τῆς Διαθήκης Κυρίου εἰς τὸν τόπον αὐτῆς, εἰς τὸ Δαβὶρ τοῦ οἴκου, εἰς τὰ Ἅγια τῶν Ἁγίων, ὑπὸ τὰς πτέρυγας τῶν Χερουβίμ. Ὅτι τὰ Χερουβὶμ διαπεπετασμένα ταῖς πτέρυξιν ἐπὶ τὸν τόπον τῆς Κιβωτοῦ, καὶ περιεκάλυπτον τὰ Χερουβὶμ ἐπὶ τὴν Κιβωτόν, καὶ ἐπὶ τὰ ἅγια αὐτῆς ἐπάνω. Καὶ οὐκ ἦν ἐν τῇ Κιβωτῷ, πλὴν αἱ δύο πλάκες λίθιναι, πλάκες τῆς διαθήκης, ἃς ἔθηκεν ἐκεῖ Μωϋσῆς ἐν Χωρήβ, ἃς διέθετο Κύριος. Καὶ ἐγένετο, ὡς ἐξῆλθον οἱ ἱερεῖς ἐκ τοῦ Ἁγίου, καὶ ἡ νεφέλη ἔπλησε τὸν οἶκον Κυρίου. Καὶ οὐκ ἠδύναντο οἱ ἱερεῖς στῆναι λειτουργεῖν ἀπὸ προσώπου τῆς νεφέλης, ὅτι ἔπλησεν ἡ δόξα Κυρίου τὸν οἶκον Κυρίου.
Προφητείας Ἰεζεκιὴλ τὸ Ἀνάγνωσμα(Κεφ. 43, 27 & 44, 14) Τάδε λέγει Κύριος· Ἔσται ἀπὸ τῆς ἡμέρας τῆς ὀγδόης καὶ ἐπέκεινα, ποιήσουσιν οἱ Ἱερεῖς ἐπὶ τὸ θυσιαστήριον τὰ ὁλοκαυτώματα ὑμῶν, καὶ τὰ τοῦ σωτηρίου ὑμῶν, καὶ προσδέξομαι ὑμᾶς, λέγει Κύριος Κύριος. Καὶ ἐπέστρεψέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν Ἁγίων τῆς ἐξωτέρας, τῆς βλεπούσης κατὰ Ἀνατολάς, καὶ αὕτη ἦν κεκλεισμένη. Καὶ εἶπε Κύριος πρὸς με. Υἱὲ ἀνθρώπου, ἡ πύλη αὕτη κεκλεισμένη ἔσται, οὐκ ἀνοιχθήσεται, καὶ οὐδεὶς οὐ μὴ διέλθῃ δι' αὐτῆς, ὅτι Κύριος ὁ Θεὸς τοῦ Ἰσραήλ εἰσελεύσεται δι' αὐτῆς, καὶ ἔσται κεκλεισμένη. Διότι ὁ Ἡγούμενος οὗτος κάθηται ἐν αὐτῇ τοῦ φαγεῖν ἄρτον ἐνώπιον Κυρίου, κατὰ τὴν ὁδὸν τοῦ Αἰλὰμ τῆς πύλης εἰσελεύσεται, καὶ κατὰ τὴν ὁδὸν αὐτοῦ ἐξελεύσεται. Καὶ εἰσήγαγέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς πρὸς Βορρᾶν κατέναντι τοῦ οἴκου, καὶ εἶδον, καὶ ἰδοὺ πλήρης δόξης ὁ οἶκος Κυρίου.
Εἰς τὴν ΛιτὴνΣτιχηρὰ ἰδιόμελαἮχος α' Γεωργίου ΝικομηδείαςἈγαλλιάσθω σήμερον ὁ οὐρανὸς ἄνωθεν, καὶ αἱ νεφέλαι εὐφροσύνην ῥανάτωσαν, ἐπὶ τὰ λίαν παράδοξα, μεγαλεῖα τοῦ Θεοῦ ἡμῶν· ἰδοὺ γὰρ ἡ πύλη, ἡ κατὰ Ἀνατολάς βλέπουσα, ἀποκυηθεῖσα ἐκ στείρας ἀκάρπου, ἐξ ἐπαγγελίας, καὶ τῷ Θεῷ ἀφιερωθεῖσα εἰς κατοίκησιν, σήμερον ἐν τῷ Ναῷ, ὡς ἄμωμος προσφορὰ προσάγεται. Ἀγαλλιάσθω ὁ Δαυΐδ, κρούων τὴν κινύραν. Ἀπενεχθήσονταί φησι, τῷ Βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς, αἱ πλησίον αὐτῆς ἀπενεχθήσονται, ἔσω ἐν τῇ σκηνῇ τοῦ Θεοῦ, ἔνδον τοῦ ἱλαστηρίου αὐτοῦ, ἀνατραφῆναι εἰς κατοίκησιν, τοῦ πρὸ αἰώνων ἐκ Πατρὸς ἀρρεύστως γεννηθέντος, εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.Ἦχος δ' Τοῦ αὐτοῦΣήμερον ὁ θεοχώρητος ναός, ἡ Θεοτόκος ἐν Ναῷ Κυρίου προσάγεται, καὶ Ζαχαρίας ταύτην ὑποδέχεται. Σήμερον τὰ τῶν Ἁγίων Ἅγια ἀγάλλονται, καὶ ὁ χορὸς τῶν Ἀγγέλων, μυστικῶς πανηγυρίζει· μεθ' ὧν καὶ ἡμεῖς ἑορτάζοντες σήμερον, σὺν τῷ Γαβριὴλ ἐκβοήσωμεν· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ, ὁ ἔχων το μέγα ἔλεος.Ὁ αὐτὸςΔεῦτε πάντες οἱ λαοί, τὴν μόνην ἀμώμητον ἐγκωμιάσωμεν, τὴν ἐκ τῶν Προφητῶν προκηρυχθεῖσαν, καὶ ἐν Ναῷ προσενεχθεῖσαν, τὴν πρὸ αἰώνων προορισθεῖσαν Μητέρα, καὶ ἐπ' ἐσχάτων τῶν χρόνων, ἀναδειχθεῖσαν Θεοτόκον, Κύριε πρεσβείαις αὐτῆς, τὴν εἰρήνην σου παράσχου ἡμῖν, καὶ τὸ μέγα ἔλεος.Δόξα... Καὶ νῦν ... Ἦχος πλ. α'Λέοντος ΜαΐστοροςἘπέλαμψεν ἡμέρα χαρμόσυνος, καὶ ἑορτὴ πανσεβάσμιος. Σήμερον γὰρ ἡ πρὸ τόκου Παρθένος, καὶ μετὰ τόκον Παρθένος μείνασα, ἐν τῷ Ναῷ προσάγεται, καὶ χαίρει Ζαχαρίας ὁ πρέσβυς, ὁ γενέτης τοῦ Προδρόμου, καὶ βοᾷ γηθοσύνως. Ἤγγικεν ἡ προσδοκία τῶν θλιβομένων, ἐν Ναῷ ἁγίῳ ὡς ἁγία, ἀφιερωθῆναι εἰς κατοίκησιν τοῦ Παντάνακτος. Εὐφραινέσθω Ἰωακεὶμ ὁ προπάτωρ, καὶ ἡ Ἄννα ἀγαλλιάσθω, ὅτι προσήνεγκαν Θεῷ, ὡς τριετίζουσαν δάμαλιν, τὴν ἀμώμητον Δέσποιναν. Μητέρες συγχάρητε, παρθένοι σκιρτήσατε, καὶ στεῖραι συγχορεύσατε· ὅτι ἠνέῳξεν ἡμῖν τὴν οὐρανῶν βασιλείαν, ἡ προορισθεῖσα Παντάνασσα. Χαίρετε λαοὶ καὶ ἀγαλλιᾶσθε.
Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.Ἦχος πλ. α'Χαίροις ἀσκητικῶν ΤΟ ΑΚΟΥΤΕΧαίρει ὁ οὐρανὸς καὶ ἡ γῆ, τὸν οὐρανὸν τὸν νοητὸν πορευόμενον, ὁρῶντες εἰς θεῖον οἶκον, ἀνατραφῆναι σεπτῶς, τὴν Παρθένον μόνην καὶ ἀμώμητον, πρὸς ἣν ἐκπληττόμενος, Ζαχαρίας ἐβόησε, Πύλη Κυρίου, τοῦ Ναοῦ ὑπανοίγω σοι, πύλας χαίρουσα, ἐν αὐτῷ περιχόρευε· ἔγνων γὰρ καὶ πεπίστευκα, ὡς ἤδη ἡ λύτρωσις, ἐπιδημήσει προδήλως, τοῦ Ἰσραὴλ καὶ τεχθήσεται, ἐκ σοῦ Θεὸς Λόγος, ὁ δωρούμενος τῷ κόσμῳ, τὸ μέγα ἔλεος.Στίχ. Ἀπενεχθήσονται τῷ Βασιλεῖ παρθένοι ὁπίσω αὐτῆς, αἱ πλησίον αὐτῆς ἀπενεχθήσονταί σοι.Ἄννα ἡ θεία χάρις σαφῶς, χαριτωθεῖσαν τὴν ἁγνὴν Ἀειπάρθενον, προσάγει μετ' εὐφροσύνης, εἰς τὸν Ναὸν τοῦ Θεοῦ, προσκαλεσαμένη προπορεύεσθαι, αὐτῆς τὰς νεάνιδας λαμπαδηφόρους καὶ λέγουσα· Ἄπιθι τέκνον, τῷ δοτῆρι γενήθητι, καὶ ἀνάθημα, καὶ εὐῶδες θυμίαμα. Εἴσελθε εἰς τὰ ἄδυτα, καὶ γνῶθι μυστήρια, καὶ ἑτοιμάζου γενέσθαι, τοῦ Ἰησοῦ οἰκητήριον, τερπνὸν καὶ ὡραῖον, τοῦ παρέχοντος τῷ κόσμῳ, τὸ μέγα ἔλεος.Στίχ. Ἀπενεχθήσονται ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει ἀχθήσονται εἰς ναὸν βασιλέως.Ἔνδον ἐν τῷ Ναῷ τοῦ Θεοῦ, ὁ θεοχώρητος ναὸς ἀνατίθεται, Παρθένος ἡ Παναγία, νεάνιδές τε αὐτῆς, νῦν λαμπαδηφόροι προπορεύονται. Σκιρτᾷ γεννητόρων, ἡ συζυγία ἡ ἄριστος, Ἰωακείμ τε, καὶ ἡ Ἄννα χορεύοντες, ὅτι ἔτεκον, τὴν τὸν Κτίστην κυήσασαν. Ἥτις περιχορεύουσα, εἰς θεῖα σκηνώματα, καὶ τρεφομένη Ἀγγέλου, διὰ χειρὸς ἡ πανάμωμος, Χριστοῦ ὤφθη Μήτηρ, τοῦ παρέχοντος τῷ κόσμῳ, τὸ μέγα ἔλεος.
Θεοτοκίον, Ἦχος πλ. β'
Σεργίου Ἁγιοπολίτου
Σήμερον τὰ στίφη τῶν Πιστῶν συνελθόντα, πνευματικῶς πανηγυρίσωμεν, καὶ τὴν θεόπαιδα Παρθένον καὶ Θεοτόκον, ἐν Ναῷ Κυρίου προσαγομένην, εὐσεβῶς ἀνευφημήσωμεν· τὴν προεκλεχθεῖσαν ἐκ πασῶν τῶν γενεῶν, εἰς κατοικητήριον τοῦ Παντάνακτος Χριστοῦ, καὶ Θεοῦ τῶν ὅλων, Παρθένοι, λαμπαδηφοροῦσαι προπορεύεσθε, τῆς Ἀειπαρθένου τιμῶσαι, τὴν σεβάσμιον πρόοδον, Μητέρες, λύπην πᾶσαν ἀποθέμεναι, χαρμονικῶς συνακολουθήσατε, ὑμνοῦσαι τὴν Μητέρα τοῦ Θεοῦ γενομένην, καὶ τῆς χαρᾶς τοῦ κόσμου τὴν πρόξενον. Ἅπαντες οὖν χαρμονικῶς, τὸ χαῖρε σὺν τῷ Ἀγγέλῳ ἐκβοήσωμεν, τῇ Κεχαριτωμένῃ, τῇ ἀεὶ πρεσβευούσῃ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἀπολυτίκιον
Ἦχος δ'
Ἐκ τρίτου
Σήμερον τῆς εὐδοκίας Θεοῦ τὸ προοίμιον, καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας ἡ προκήρυξις. Ἐν Ναῷ τοῦ Θεοῦ τρανῶς ἡ Παρθένος δείκνυται, καὶ τὸν Χριστὸν τοῖς πᾶσι προκαταγγέλλεται. Αὐτῇ καὶ ἡμεῖς μεγαλοφώνως βοήσωμεν· Χαῖρε τῆς οἰκονομίας τοῦ Κτίστου ἡ ἐκπλήρωσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα, Κάθισμα
Ἦχος α'
Τὸν τάφον σου Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ
Δικαίων ὁ καρπός, Ἰωακεὶμ καὶ τῆς Ἄννης, προσφέρεται Θεῷ, Ἱερῷ ἐν ἁγίῳ, σαρκὶ νηπιάζουσα, ἡ τροφὸς τῆς ζωῆς ἡμῶν, ἣν ηὐλόγησεν, ὁ ἱερὸς Ζαχαρίας. Ταύτην ἅπαντες, ὡς τοῦ Κυρίου Μητέρα, πιστῶς μακαρίσωμεν.Δόξα... Καὶ νῦν ... Πάλιν τὸ αὐτὸ
Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα, Κάθισμα
Ἦχος δ'
Κατεπλάγη Ἰωσὴφ ΤΟ ΑΚΟΥΤΕ
Πρὸ συλλήψεως Ἁγνή, καθηγιάσθης τῷ Θεῷ, καὶ τεχθεῖσα ἐπὶ γῆς, δῶρον προσήχθης νῦν αὐτῷ, ἀποπληροῦσα πατρῴαν ἐπαγγελίαν. Τῷ θείῳ δὲ Ναῷ, ὡς θεῖος ὄντως ναός, ἐκ βρέφους καθαρῶς, μετὰ λαμπάδων φαιδρῶν, ἀποδοθεῖσα ὤφθης δοχεῖον, τοῦ ἀπροσίτου καὶ θείου Φωτός. Μεγάλη ὄντως, ἡ πρόοδος σου, μόνη Θεόνυμφε καὶ ἀειπάρθενε.Δόξα... Καὶ νῦν ... Πάλιν τὸ αὐτὸ
Μετὰ τὸν Πολυέλεον, Κάθισμα
Ἦχος πλ. δ'
Τὸ προσταχθὲν μυστικῶς ΤΟ ΑΚΟΥΤΕ
Ἀγαλλιάσθω ὁ Δαυῒδ ὁ ὑμνογράφος, καὶ χορευέτω Ἰωακεὶμ σὺν τῇ Ἄννῃ, ὅτι γόνος ἅγιος ἐξ αὐτῶν προῆλθε· Μαρία ἡ φωτοφόρος θεία λαμπάς, καὶ χαίρει εἰσερχομένη ἐν τῷ Ναῷ, ἣν καὶ βλέπων ηὐλόγησεν, ὁ Βαραχίου υἱός, καὶ χαίρων ἀνεκραύγαζε· Χαῖρε θαῦμα παγκόσμιον.Δόξα... Καὶ νῦν ... Πάλιν τὸ αὐτὸ
Προκείμενον Ἦχος δ'Ἄκουσον θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.Στίχ. Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν. Λέγω ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ.
Δόξα... Ἦχος β'Σήμερον ὁ ναὸς ὁ ἔμψυχος, τοῦ μεγάλου Βασιλέως, ἐν Ναῷ εἰσέρχεται, αὐτῷ ἑτοιμασθῆναι, εἰς θείαν κατοίκησιν, Λαοὶ ἀγαλλιᾶσθε.Καὶ νῦν... Τὸ αὐτὸΣτίχ. Ἐλέησόν με ὁ Θεός... Καὶ ψάλλομεν ἰδιόμελονἮχος δ', Τοῦ αὐτοῦΣήμερον ὁ θεοχώρητος ναός, ἡ Θεοτόκος ἐν Ναῷ Κυρίου προσάγεται, καὶ Ζαχαρίας ταύτην ὑποδέχεται. Σήμερον τὰ τῶν Ἁγίων Ἅγια ἀγάλλονται, καὶ ὁ χορὸς τῶν Ἀγγέλων, μυστικῶς πανηγυρίζει, μεθ' ὧν καὶ ἡμεῖς ἑορτάζοντες σήμερον, σὺν τῷ Γαβριὴλ ἐκβοήσωμεν· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ, ὁ ἔχων τὸ μέγα ἔλεος.
Ὁ Κανὼν πρῶτος τῆς Ἑορτῆς, οὗ ἡ Ἀκροστιχὶς μέχρι τῆς ζ' Ὠδής.Σὺ τὴν χάριν, Δέσποινα, τῷ λόγῳ δίδου.Ποίημα τοῦ κυρίου Γεωργίου.ᾨδὴ α'
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὴν Εἴσοδον».Σοφίας πανάχραντε, σὲ θησαυρὸν ἐπιστάμενοι, καὶ χάριτος βρύουσαν, πηγὴν ἀέναον, τὰς τῆς γνώσεως, αἰτοῦμέν σε ῥανίδας, ἐπόμβρησον Δέσποινα, τοῦ ἀνυμνεῖν σε ἀεί.Ὑπέρτερος Πάναγνε, τῶν οὐρανῶν χρηματίσασα, ναὸς καὶ παλάτιον, ἐν τῷ Ναῷ τοῦ Θεοῦ, ἀνατίθεσαι, αὐτῷ ἑτοιμασθῆναι, εἰς θείαν κατοίκησιν, τῆς παρουσίας αὐτοῦ.Τὸ φῶς ἀνατείλασα, ἡ Θεοτόκος τῆς χάριτος, πάντας κατελάμπρυνε, καὶ συνηγάγετο τὴν ὑπέρλαμπρον, αὐτῆς κατακοσμῆσαι, πανήγυριν ᾄσμασι· δεῦτε συνδράμωμεν.Ἡ πύλη ἡ ἔνδοξος, ἡ λογισμοῖς ἀδιόδευτος, τὰς πύλας διάρασα, τὰς τοῦ Ναοῦ τοῦ Θεοῦ, νῦν προτρέπεται, ἡμᾶς συνεισελθόντας, τὰ θεῖα θαυμάσια, κατατρυφῆσαι αὐτῆς.
Ὁ Κανὼν δεύτερος τῆς Ἑορτῆς, οὗ ἡ Ἀκροστιχίς.Ποίημα τοῦ Κυρίου Βασιλείου.ᾨδὴ α'
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«ᾨδὴν ἐπινίκιον, ᾄσωμεν πάντες, Θεῷ τῷ ποιήσαντι, θαυμαστὰ τέρατα, βραχίονι ὑψηλῷ, καὶ σώσαντι τὸν Ἰσραήλ, ὅτι δεδόξασται».Συνδράμωμεν σήμερον, τῇ Θεοτόκῳ· Τιμῶντες ἐν ᾄσμασι, καὶ πανηγυρίσωμεν, πνευματικὴν ἑορτήν· ἐν τῷ Ναῷ γὰρ τῷ Θεῷ, δῶρον προσφέρεται.ᾨδαῖς ἀνυμνήσωμεν, τῆς Θεοτόκου, τὴν ἔνδοξον πρόοδον· τῷ Ναῷ γὰρ σήμερον, ὡς καὶ ναὸς τοῦ Θεοῦ, προσφέρεται προφητικῶς, δῶρον πολύτιμον.Ἡ Ἄννα ἡ ἄμεμπτος, ἠγαλλιᾶτο, ὡς δῶρον πολύτιμον, τῷ Θεῷ προσφέρουσα, ἐν τῷ ναῷ μητρικῶς, Ἰωακεὶμ δὲ σὺν αὐτῇ, πανηγυρίζει φαιδρῶς.Δαυῒδ ὁ προπάτωρ σε, ὕμνησε πάλαι, Παρθένε Θεόνυμφε, θυγατέρα λέγων σε, τοῦ Βασιλέως Χριστοῦ, ὃν καὶ τεκοῦσα μητρικῶς, βρέφος ἐθήλασας.Σαρκὶ τριετίζουσα, ἡ Θεοτόκος, Κυρίῳ προσάγεται, Ζαχαρίας ταύτην δέ, ὁ Ἱερεὺς τοῦ Θεοῦ, δεξάμενος ἐν τῷ Ναῷ, χαίρων ἀνέθετο.Παρθένοι χορεύσατε, λαμπαδηφόροι, ἐξάρξατε σήμερον, καὶ μητέρες ᾄσατε, τῇ Βασιλίδι Μητρί, προσερχομένῃ τῷ Ναῷ, τοῦ Βασιλέως Χριστοῦ.Δόξα...Τριὰς ὁμοούσιε, Πάτερ καὶ Λόγε, καὶ Πνεῦμα τὸ Ἅγιον, σὲ πιστῶς δοξάζομεν, ὡς Ποιητὴν τοῦ παντός, καὶ σοὶ βοῶμεν εὐσεβῶς, σῶσον ἡμᾶς ὁ Θεός.Καὶ νῦν ...Βαφῆς ἐξ αἱμάτων σου, τὴν ἁλουργίδα, φορέσας Πανάχραντε, προελθὼν ἀνέπλασεν, ὁ Βασιλεὺς καὶ Θεός, τὸ γένος ἅπαν τῶν βροτῶν, τῇ εὐσπλαγχνίᾳ αὐτοῦ.Καταβασία ΤΟ ΑΚΟΥΤΕ«Χριστὸς γεννᾶται, δοξάσατε, Χριστὸς ἐξ οὐρανῶν, ἀπαντήσατε, Χριστὸς ἐπὶ γῆς, ὑψώθητε· ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί, ὅτι δεδόξασται».
Κανών α', ᾨδὴ γ', τῆς Ἑορτῆς
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τοὺς σοὺς ὑμνολόγους, Θεοτόκε, ἡ ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας πνευματικόν, στερέωσον· κἄν τῇ σεπτῇ Εἰσόδῳ σου, στεφάνων δόξης ἀξίωσον».Νυμφοστόλος σήμερον ἐδείχθη, τερπνὸς τῆς Παρθένου ὁ ναός, καὶ θάλαμος δεχόμενος, τὴν ἔμψυχον παστάδα Θεοῦ, τὴν καθαρὰν καὶ ἄμωμον, καὶ λαμπροτέραν πάσης κτίσεως.Δαυῒδ προεξάρχων τῆς χορείας, σκιρτᾷ καὶ χορεύει σὺν ἡμῖν, καὶ Βασιλίδα κράζει σε, πεποικιλμένην Ἄχραντε, παρισταμένην πάναγνε, ἐν τῷ Ναῷ τῷ Βασιλεῖ καὶ Θεῷ.Ἐξ ἧς ἡ παράβασις προῆλθεν, ἡ πάλαι τῷ γένει τῶν βροτῶν, ἐκ ταύτης ἡ ἀνόρθωσις, καὶ ἀφθαρσία ἤνθησεν, ἡ Θεοτόκος σήμερον, προσαγομένη ἐν τῷ οἴκῳ Θεοῦ.Σκιρτῶσιν Ἀγγέλων στρατηγίαι, καὶ πάντων ἀνθρώπων ἡ πληθύς, καὶ πρὸ προσώπου Πάναγνε, προστρέχουσί σου σήμερον, λαμπαδηφόροι κράζουσαι, τὰ μεγαλεῖά σου ἐν οἴκῳ Θεοῦ.
Κανών β', ᾨδὴ γ', τῆς Ἑορτῆς
Ἦχος α'
Στερεωθήτω ἡ καρδία μου ΤΟ ΑΚΟΥΤΕ
Πανηγυρίσωμεν φιλέορτοι, καὶ συνευφρανθῶμεν τῷ πνεύματι, ἐν τῇ ἁγίᾳ Ἑορτῇ, εὐωχούμενοι σήμερον, θυγατρὸς τοῦ Βασιλέως, καὶ Μητρὸς τοῦ Θεοῦ ἡμῶν.Ἰωακεὶμ εὐφραίνου σήμερον, καὶ ἀγάλλου Ἄννα τῷ πνεύματι, τὴν γεννηθεῖσαν ἐξ ὑμῶν, τῷ Κυρίῳ προσάγοντες, τριετίζουσαν ὡς δάμαλιν, σεμνὴν τὴν Πανάμωμον.Τὸ τοῦ Θεοῦ κατοικητήριον, ἐν Ναῷ ἁγίῳ προσφέρεται, ἡ Θεοτόκος Μαριάμ, τῇ σαρκὶ τριετίζουσα, καὶ αὐτῆς λαμπαδουχοῦσαι, αἱ παρθένοι προτρέχουσιν.Ἡ τοῦ Θεοῦ ἀμνὰς ἡ ἄσπιλος, ἡ περιστερὰ ἡ ἀμόλυντος, ἡ θεοχώρητος σκηνή, τὸ τῆς δόξης ἁγίασμα, ἐν σκηνώματι ἁγίῳ, κατοικεῖν ᾑρετίσατο.Ἡ τριετίζουσα τῷ σώματι, καὶ πολυετὴς ἐν τῷ πνεύματι, ἡ πλατυτέρα οὐρανῶν, καὶ τῶν ἄνω Δυνάμεων, ὑπερτέρα εὐφημείσθω, ἐν ᾠδαῖς ἡ Θεόνυμφος.Τῆς Θεοτόκου ἑορτάζοντες, τὴν ἐν τοῖς ἀδύτοις προέλευσιν, λαμπαδουχοῦντες νοητῶς, ἐν φαιδρότητι σήμερον, καὶ ἡμεῖς σὺν ταῖς παρθένοις, τῷ Ναῷ πλησιάσωμεν.Οἱ Ἱερεῖς Θεοῦ ἐνδύσασθε, τὴν δικαιοσύνην ἐν χάριτι, καὶ ὑπαντήσατε φαιδρῶς, τὰς εἰσόδους παρέχοντες, θυγατρὶ τοῦ Βασιλέως, καὶ Θεοῦ εἰς τὰ Ἅγια.Δόξα...Φῶς ὁ Πατήρ, φῶς ὁ Υἱὸς αὐτοῦ, καὶ τὸ Πνεῦμα φῶς τὸ Παράκλητον· ὡς γὰρ Ἠλίου ἐξ ἑνός, ἡ Τριὰς ἀπαστράπτουσα, θεϊκῶς λαμπαδουχεῖ, καὶ συντηρεῖ τὰς ψυχάς ἡμῶν.Καὶ νῦν ...Σὲ οἱ προφῆται προεκήρυξαν, κιβωτὸν Σεμνὴ ἁγιάσματος, θυμιατήριον χρυσοῦν, καὶ λυχνίαν καὶ τράπεζαν, καὶ ἡμεῖς ὡς θεοχώρητον, σκηνὴν ἀνυμνοῦμέν σε.Καταβασία ΤΟ ΑΚΟΥΤΕ«Τῷ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς γεννηθέντι ἀρρεύστως Υἱῷ, καὶ ἐπ' ἐσχάτων ἐκ Παρθένου, σαρκωθέντι ἀσπόρως, Χριστῷ τῷ Θεῷ βοήσωμεν· Ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν, Ἅγιος εἶ Κύριε».
Κάθισμα
Ἦχος δ'
Κατεπλάγη Ἰωσὴφ ΤΟ ΑΚΟΥΤΕ
Ἀναβόησον Δαυΐδ, τὶς ἡ παροῦσα Ἑορτή, ἣν ἀνύμνησας ποτέ, ἐν τῷ βιβλίῳ τῶν Ψαλμῶν, ὡς θυγατέρα θεόπαιδα καὶ Παρθένον. Ἀπενεχθήσονται εἰπών, τῷ Βασιλεῖ μυστικῶς, παρθένοι ὄπισθεν αὐτῆς, καὶ αἱ πλησίον αὐτῆς, καὶ θαυμαστὴν ἐργάζου καὶ παγκόσμιον, τὴν ἑορτὴν τοῖς κραυγάζουσιν. Ἡ Θεοτόκος, ἡμῖν ἐπέστη, τῆς σωτηρίας ἡ πρόξενος.Δόξα... Καὶ νῦν ... Τὸ αὔτό
Κανών α', ᾨδὴ δ', τῆς Ἑορτῆς
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης Ἀββακούμ, κατανοῶν ἐκραύγαζε· Δόξα τῇ δυνάμει σου Κύριε».Πύλην ἀδιόδευτον ὁ τοῦ Θεοῦ, οἶκος εἰσδεχόμενος σήμερον, ἔπαυσε Νόμου, τὴν λατρείαν καὶ σκιάν· Ὡς ἀληθῶς ἐπέφανε, κράζων τοῖς ἐν γῇ, ἡ ἀλήθεια.Ὄρος τὸ κατάσκιον ὃ προορῶν, πάλαι Ἀββακοὺμ προεκήρυξεν, ἔνδον χωρῆσαν, τῶν ἀδύτων τοῦ ναοῦ, τὰς ἀρετὰς ἐξήνθησε, καὶ κατακαλύπτει τὰ πέρατα.Ἴδωμεν παράδοξα πᾶσα ἡ γῆ, ξένα καὶ ἐξαίσια πράγματα, πῶς ἡ Παρθένος, δι' Ἀγγέλου τὴν τροφήν, εἰσδεχομένη σύμβολα, τῆς οἰκονομίας κομίζεται.Ναὸς καὶ παλάτιον καὶ οὐρανός, ἔμψυχος ὀφθεῖσα Θεόνυμφε, τοῦ Βασιλέως, ἐν Ναῷ τῷ νομικῷ, ἀφιεροῦσαι σήμερον, τούτῳ τηρουμένη πανάχραντε.
Κανών β', ᾨδὴ δ', τῆς Ἑορτῆς
Ἦχος α'
Ἐν πνεύματι προβλέπων ΤΟ ΑΚΟΥΤΕ
Προφῆτα Ἡσαΐα, προφήτευσον ἡμῖν· ἡ Παρθένος τὶς ἐστιν, ἡ ἔχουσα γαστρὶ; Ἡ ἐξ Ἰούδα τῆς ῥίζης ἀναφυεῖσα, καὶ γεννηθεῖσα ἐκ Δαυῒδ τοῦ Βασιλέως, σπέρματος ἁγίου καρπὸς εὐκλεής.Ἐξάρξατε παρθένοι, καὶ ᾄσατε ᾠδάς, ταῖς χερσὶ κατέχουσαι, λαμπάδας τῆς Ἁγνῆς, καὶ Θεοτόκου τὴν πρόοδον εὐφημοῦσαι, νῦν ἀπιούσης ἐν Ναῷ τῷ τοῦ Κυρίου, ἅμα σὺν ἡμῖν ἑορτάζουσαι.Ἰωακεὶμ καὶ Ἄννα, εὐφραίνεσθε νυνί, ἐν Ναῷ προσάγοντες, Κυρίῳ τὴν ἁγνήν, Θεοῦ Μητέρα Χριστοῦ τοῦ παμβασιλέως, γενησομένην, ἐξ ὑμῶν δὲ γεννηθεῖσαν, οἷον τριετίζουσαν δάμαλιν.Ἁγία τῶν Ἁγίων, ὑπάρχουσα σεμνή, ἐν Ναῷ ἠγάπησας, ἁγίῳ κατοικεῖν, καὶ τοῖς Ἀγγέλοις Παρθένε προσομιλοῦσα, προσεκαρτέρεις παραδόξως οὐρανόθεν, ἄρτον δεχομένη, τροφὲ τῆς ζωῆς.Τεκόντες παρ' ἐλπίδα, τὴν ἄχραντον Ἁγνήν, εὐσεβῶς ὑπέσχοντο, προσάξειν τῷ Θεῷ, καὶ ἐκπληροῦσι παρέχοντες ὥς περ θῦμα, τὴν γεννηθεῖσαν ἐξ αὐτῶν Ἰωακείμ τε, σήμερον καὶ Ἄννα ἐν οἴκῳ Θεοῦ.Ἐβλάστησεν ἡ ῥάβδος, ποτὲ τοῦ Ἀαρών, προτυποῦσα Ἀχραντε τὸν θεῖον τοκετόν, ὅτι ἀσπόρως συλλήψῃ, καὶ οὐ φθαρήσῃ, καὶ μετὰ τόκον παρθενεύουσα ὀφθήσῃ, βρέφος γαλουχοῦσα τὸν πάντων Θεόν.Παρθένοι τῇ Παρθένω, Μητέρες τῇ Μητρί, εὐσεβῶς προσδράμετε, τιμῶσαι σὺν ἡμῖν, τὴν γεννηθεῖσαν ὡς ἄμωμον ἱερεῖον, καὶ τὴν τεκοῦσαν ὡς Θεῷ καρποφοροῦσαν, πάντες οὖν φαιδρῶς ἑορτάσωμεν.Δόξα...Τριάδα τοῖς προσώποις, Μονάδα τῇ μορφῇ, εὐσεβῶς δοξάζομεν, Θεὸν ἀληθινόν, ὃν ἀνυμνοῦσιν Ἀγγέλων καὶ Ἀρχαγγέλων, ταξιαρχίαι ὡς τῆς κτίσεως Δεσπότην, ἅπαντες πιστῶς προσκυνοῦντες ἀεί.Καὶ νῦν ...Ἱκέτευε ἀπαύστως πανάχραντε Ἁγνή, ὃν σαρκὶ ἐκύησας, Υἱόν σου καὶ Θεόν, ἐκ πολυτρόπων παγίδων τοῦ διαβόλου, καὶ ἐκ παντοίων πειρασμῶν ἐπερχομένων, πάντας λυτρωθῆναι τοὺς δούλους σου.Καταβασία ΤΟ ΑΚΟΥΤΕ«Ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐξ αὐτῆς Χριστέ, ἐκ τῆς Παρθένου ἀνεβλάστησας, ἐξ ὄρους ὁ αἰνετός, κατασκίου δασέος, ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου, ὁ ἄϋλος καὶ Θεός. Δόξα τῇ δυνάμει σου Κύριε».
Κανών α', ᾨδὴ ε', τῆς Ἑορτῆς
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐξέστη τὰ σύμπαντα ἐν τῇ σεπτῇ εἰσόδῳ σου· σὺ γὰρ ἀπειρόγαμε Παρθένε· ἔνδον εἰσῆλθες ἐν τῷ ναῷ τοῦ Θεοῦ, ὥσπερ καθαρώτατος ναός, πᾶσι τοῖς ὑμνοῦσί σε τὴν εἰρήνην βραβεύουσα».Ἁγίασμα ἔνδοξον, καὶ ἱερὸν ἀνάθημα, σήμερον ἡ πάναγνος Παρθένος, ἀνατεθεῖσα ἐν τῷ Ναῷ τοῦ Θεοῦ, τῷ παμβασιλεῖ ἡμῶν Θεῷ, μόνῳ εἰς ἐνοίκησιν, συντηρεῖται ὡς οἶδεν αὐτός.Τὸ κάλλος Πανάχραντε, τὸ τῆς ψυχῆς σου βλέπων ποτέ, πίστει Ζαχαρίας ἀνεβόα· Σὺ εἶ τὸ λύτρον, σὺ εἶ ἡ πάντων χαρά, σὺ εἶ ἡ ἀνάκλησις ἡμῶν, δι' ἧς ὁ ἀχώρητος, χωρητὸς μοι ὀφθήσεται.Ὢ τῶν ὑπὲρ ἔννοιαν, θαυμάτων σου Πανάχραντε! ξένη σου ἡ γέννησις ὑπάρχει, ξένος ὁ τρόπος ὁ τῆς αὐξήσεως, ξένα καὶ παράδοξα τὰ σά, πάντα Θεονύμφευτε, καὶ βροτοῖς ἀνερμήνευτα.Λυχνία πολύφωτος, ὑπάρχουσα Θεόνυμφε, σήμερον ἐξέλαμψας ἐν οἴκῳ, τῷ τοῦ Κυρίου, καὶ καταυγάζεις ἡμᾶς, τοῖς σεπτοῖς χαρίσμασιν ἁγνή, τοῖς τῶν θαυμασίων σου, Θεοτόκε πανύμνητε.
Κανών β', ᾨδὴ ε', τῆς Ἑορτῆς
Ἦχος α'
Τὸ φαεινὸν ἡμῖν ἐξανάτειλον ΤΟ ΑΚΟΥΤΕ
Λαμπροφορήσωμεν οἱ Ὀρθόδοξοι, πάντες συντρέχοντες, καὶ δοξάζοντες, τὴν θεομήτορα, ὅτι Κυρίῳ, σήμερον προσφέρεται, ὡς θῦμα εὐπρόσδεκτον.Ἀγαλλιάσθωσαν οἱ Προπάτορες, σήμερον Δέσποινα, καὶ εὐφραινέσθω ἡ τεκοῦσά σε, σὺν τῷ πατρί σου· ὅτι ὁ καρπὸς αὐτῶν, Κυρίῳ προσάγεται.Τὴν πολυώνυμον καὶ περίδοξον, ἄμωμον δάμαλιν, ὡς ἐν σαρκὶ κυοφορήσασαν, τὸν θεῖον μόσχον, πάντες ἀνυμνήσωμεν, πιστῶς ἑορτάζοντες.Τὰ τῆς νυμφεύσεως ἀπογράφονται, θεῖα συμβόλαια, τῆς ὑπὲρ νοῦν κυοφορίας σου, ἁγνὴ Παρθένε, σήμερον ἐν Πνεύματι, ἁγίῳ ἐν οἴκῳ Θεοῦ.Ἐξανοιγέσθωσαν τὰ προπύλαια, δόξης Θεοῦ ἡμῶν, καὶ δεχέσθωσαν τὴν ἀπειρόγαμον, Θεοῦ Μητέρα, ὥς περ τριετίζουσαν, ἀμίαντον δάμαλιν.Τὸ πολυτίμητον καὶ κατάσκιον, ὄρος ὑμνήσωμεν, τὴν ἀειπάρθενον, Θεοῦ Μητέρα γενομένην· αὐτὴ γὰρ ἐξήστραψε, τὸ φῶς ἐν τοῖς πέρασι.Δόξα...Τὴν ὑπεράρχιον καὶ ἀΐδιον, μίαν θεότητα, δοξολογοῦντες προσκυνήσωμεν, τρισὶ προσώποις, φύσει ἀδιαίρετον, καὶ δόξῃ ἰσότιμον.Καὶ νῦν ...Λιμένα εὔδιον καὶ ἀπόρθητον, τεῖχος κεκτήμεθα, τὴν πρεσβείαν σου ἐν περιστάσεσι, Θεοκυῆτορ, πάντοτε λυτρούμενοι, κινδύνων καὶ θλίψεων.Καταβασία ΤΟ ΑΚΟΥΤΕ«Θεὸς ὢν εἰρήνης, Πατὴρ οἰκτιρμῶν, τῆς μεγάλης βουλῆς σου τὸν Ἀγγελον, εἰρήνην παρεχόμενον, ἀπέστειλας ἡμῖν· ὅθεν θεογνωσίας, πρὸς φῶς ὁδηγηθέντες, ἐκ νυκτός ὀρθρίζοντες, δοξολογοῦμέν σε Φιλάνθρωπε».
Κανών α', ᾨδὴ ς', τῆς Ἑορτῆς
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὴν θείαν, ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες».Ὁ πάντα φέρων τῷ ῥήματι, εὐχῆς τῆς τῶν Δικαίων ἐπήκουσε· διὸ στειρώσεως, λύσας τὴν νόσον ὡς εὔσπλαγχνος, τὴν τῆς χαρᾶς αἰτίαν τούτοις δεδώρηται.Γνωρίσαι θέλων ὁ Κύριος, τοῖς ἔθνεσιν αὐτοῦ τὸ σωτήριον, τὴν Ἀπειρόγαμον, νῦν ἐξ ἀνθρώπων παρέλαβε, καταλλαγῆς σημεῖον καὶ ἀναπλάσεως.Ὡς οἶκος οὖσα τῆς χάριτος, ἐν ᾧ οἱ θησαυροὶ ἐναπόκεινται, τῆς ἀπορρήτου Θεοῦ, οἰκονομίας Πανάχραντε, ἐν τῷ Ναῷ μετέσχες τῆς ἀκηράτου τρυφῆς.Διάδημά σε βασίλειον, δεξάμενος Ναὸς Θεονύμφευτε, κατεφαιδρύνετο, καὶ ὑπεχώρει τοῖς κρείττοσι, τῶν προρρηθέντων βλέπων ἐν σοὶ τὴν ἔκβασιν.
Κανών β', ᾨδὴ ς', τῆς Ἑορτῆς
Ἦχος α'
Τὸν Προφήτην Ἰωνᾶν ΤΟ ΑΚΟΥΤΕ
Ἑορτάσωμεν Πιστοί, ἑορτὴν πνευματικήν, τὴν Μητέρα τοῦ Θεοῦ, ἀνυμνοῦντες εὐσεβῶς· ὑπάρχει γάρ, ἁγιωτέρα τῶν οὐρανίων Νοῶν.Ἐν ᾠδαῖς πνευματικαῖς, εὐφημήσωμεν πιστοί, τὴν Μητέρα τοῦ Φωτός, ὅτι σήμερον ἡμῖν, ἐπέφανε, προερχομένη ἐν τῷ ναῷ τοῦ Θεοῦ.Ἡ ἀμίαντος ἀμνάς, καὶ ἁγνὴ περιστερά, προσηνέχθη κατοικεῖν, ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, ἡ ἄμωμος, προορισθεῖσα γενέσθαι Μήτηρ Θεοῦ.Ἐν Ναῷ τῷ νομικῷ, τὰς εἰσόδους ἐκτελεῖ, ὁ ναὸς ὁ τοῦ Θεοῦ, ἡ οὐράνιος σκηνή, ἐξ ἧς ἡμῖν, τοῖς ἐν τῷ σκότει τὸ φῶς ἐξέλαμψεν.Νηπιάζουσα σαρκί, καὶ τελεία τῇ ψυχῇ, ἡ ἁγία κιβωτός, ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, εἰσέρχεται, κατατρυφῆσαι τῆς θείας χάριτος.Ἐκ παντοίων πειρασμῶν, καὶ κινδύνων ψυχικῶν, ἐλευθέρωσον ἡμᾶς, τοὺς προστρέχοντας εἰς σέ, πανύμνητε ταῖς σαῖς πρεσβείαις, Μήτηρ Χριστοῦ τοῦ Θεοῦ.Δοξα... Ὁ Πατὴρ καὶ ὁ Υἱός, καὶ τὸ Πνεῦμα τὸ εὐθές, τρισυπόστατε Μονάς, καὶ ἀχώριστε Τριάς, ἐλέησον τοὺς προσκυνοῦντας, τὸ θεῖον κράτος σου.Καὶ νῦν ...Ἐν γαστρί σου χωρητός, ὁ ἀχώρητος παντί, Θεομῆτορ γεγονώς, προελήλυθεν ἐκ σοῦ, πανάχραντε, διπλοῦς τῇ φύσει, Θεὸς καὶ ἄνθρωπος.Καταβασία ΤΟ ΑΚΟΥΤΕ«Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν, ἐνάλιος θήρ, οἷον ἐδέξατο, τῇ Παρθένῳ δέ, ἐνοικήσας ὁ Λόγος καὶ σάρκα λαβών, διελήλυθε φυλάξας ἀδιάφθορον· ἧς γὰρ οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν κατέσχεν ἀπήμαντον».
Κοντάκιον
Ἦχος δ'
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ΤΟ ΑΚΟΥΤΕ
Ὁ καθαρώτατος ναὸς τοῦ Σωτῆρος, ἡ πολυτίμητος παστὰς καὶ Παρθένος, τὸ ἱερὸν θησαύρισμα τῆς δόξης τοῦ Θεοῦ, σήμερον εἰσάγεται, ἐν τῷ οἴκῳ Κυρίου, τὴν χάριν συνεισάγουσα, τὴν ἐν Πνευματι Θείῳ· ἣν ἀνυμνοῦσιν Ἄγγελοι Θεοῦ· Αὕτη ὑπάρχει σκηνὴ ἐπουράνιος.
Ὁ Οἶκος
Τῶν ἀπορρήτων τοῦ Θεοῦ καὶ θείων μυστηρίων, ὁρῶν ἐν τῇ Παρθένῳ, τὴν χάριν δηλουμένην, καὶ πληρουμένην ἐμφανῶς, χαίρω, καὶ τὸν τρόπον ἐννοεῖν ἀμηχανῶ τόν ξένον καὶ ἀπόρρητον, πῶς ἐκλελεγμένη ἡ ἄχραντος, μόνη ἀνεδείχθη ὑπὲρ ἅπασαν τὴν κτίσιν, τὴν ὁρατὴν καὶ τὴν νοουμένην. Διό, ἀνευφημεῖν βουλόμενος ταύτην, καταπλήττομαι σφοδρῶς νοῦν τε καὶ λόγον, ὅμως δὲ τολμῶν, κηρύττω καὶ μεγαλύνω· Αὕτη ὑπάρχει σκηνὴ ἐπουράνιος.
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΚΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς ἐν τῷ Ναῷ Εἰσόδου τῆς Θεομήτορος.ΣτίχοιἜνδον τρέφει σε Γαβριὴλ ναοῦ, Κόρη,Ἥξει δὲ μικρὸν καὶ τὸ Χαῖρέ σοι λέξων.Βῆ ἱερὸν Μαρίη τέμενος παρὰ εἰκάδι πρώτῃ.Ταῖς τῆς Θεοτόκου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Κανών α', ᾨδὴ ζ', τῆς Ἑορτῆς
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν Κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ».Ἰδοὺ σήμερον, ἐπέλαμψε τοῖς πέρασιν, ἔαρ, εὐφρόσυνον, καταφαιδρῦνον ἡμῶν, ψυχὴν καὶ διάνοιαν, καὶ νοῦν τῇ χάριτι, ἡ πανήγυρις, τῆς Θεοτόκου σήμερον, μυστικῶς εὐωχηθῶμεν.Δορυφορείτωσαν, σήμερον τὰ σύμπαντα, τῇ Βασιλίδι Μητρί, ὁ οὐρανὸς καὶ ἡ γῆ, Ἀγγέλων τὰ τάγματα, καὶ τῶν βροτῶν ἡ πληθύς, καὶ βοάτωσαν, ἐν τῷ Ναῷ εἰσάγεται, ἡ χαρὰ καὶ ἡ λύτρωσις.Ὁ τοῦ γράμματος, παρέδραμεν ἐξέλιπε, νόμος καθάπερ σκιά, καὶ αἱ τῆς χάριτος, ἀκτῖνες ἐπέλαμψαν, ἐν τῷ Ναῷ τοῦ Θεοῦ, εἰσαχθείσης σου, Παρθενομῆτορ Ἄχραντε, εἰσαεὶ εὐλογημένη.Ὑποτέτακται, τῷ τόκῳ σου Πανάχραντε, ὡς Ποιητῇ καὶ Θεῷ, ὁ οὐρανὸς καὶ ἡ γῆ, καὶ τὰ καταχθόνια, καὶ πᾶσα γλῶσσα βροτῶν, ὅτι Κύριος, ὁμολογεῖ ἐπέφανεν, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Κανών β', ᾨδὴ ζ', τῆς Ἑορτῆς
Ἦχος α'
Ἡ κάμινος Σωτὴρ ἑδροσίζετο ΤΟ ΑΚΟΥΤΕ
Χορεύσωμεν φιλέορτοι σήμερον, ὑμνήσωμεν τὴν ἄχραντον Δέσποιναν, Ἰωακεὶμ καὶ Ἄνναν, ἐπαξίως γεραίροντες.Προφήτευσον ὁ λέγων ἐν Πνεύματι· Ἀχθήσονται παρθένοι ὀπίσω σου, ἀπενεχθήσονταί σοι, εἰς Ναὸν τῇ Βασιλίδι Μητρί.Ἠγάλλοντο Ἀγγέλων τὰ τάγματα, ηὐφραίνοντο Δικαίων τὰ πνεύματα, ὅτε Θεοῦ ἡ Μήτηρ εἰς τὰ Ἅγια προσήγετο.Καὶ σώματι καὶ πνεύματι ἔχαιρε, σχολάζουσα Μαρία ἡ ἄμωμος, ἐν τῷ Ναῷ Κυρίου, ὥσπερ σκεῦος Ἱερώτατον.Λαμβάνουσα τροφὴν τὴν οὐράνιον, προέκοπτε σοφίᾳ καὶ χάριτι, ἡ γενομένη Μήτηρ, κατὰ σάρκα τοῦ Σωτῆρος Χριστοῦ.Εἰσέφερον Ναοῦ εἰς ἐνδότατον, οἱ σώφρονες Πατέρες σου Ἄχραντε, ἀνατραφῆναι ξένως, εἰς κατοίκησιν Χριστοῦ τοῦ Θεοῦ.Δόξα...Δοξάσωμεν Τριάδα ἀχώριστον, ὑμνήσωμεν τὴν μίαν Θεότητα, σὺν τῷ Πατρὶ τὸν Λόγον, καὶ τὸ Πνεῦμα τὸ Πανάγιον.Καὶ νῦν ...Ἱκέτευε ὃν ἔτεκες Κύριον, ὡς εὔσπλαγχνον τῇ φύσει ὑπάρχοντα, Θεογεννῆτορ σῶσαι, τὰς ψυχὰς τῶν ἀνυμνούντων σε.Καταβασία ΤΟ ΑΚΟΥΤΕ«Οἱ Παῖδες εὐσεβείᾳ συντραφέντες, δυσσεβοῦς προστάγματος καταφρονήσαντες, πυρὸς ἀπειλὴν οὐκ ἑπτοήθησαν· ἀλλ' ἐν μέσῳ τῆς φλογός, ἑστῶτες ἔψαλλον· Ὁ τῶν Πατέρων, Θεὸς εὐλογητὸς εἶ».
Κανών α', ᾨδὴ η', τῆς Ἑορτῆς
Ἦχος δ'
Ἧς ἡ Ἀκροστιχὶς κατὰ ἀλφάβητον, Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἄκουε Κόρη Παρθένε ἁγνή, εἰπάτω δὴ ὁ Γαβριήλ, βουλήν Ὑψίστου, ἀρχαίαν ἀληθινήν, γενοῦ πρὸς ὑποδοχήν, ἑτοίμη Θεοῦ· διὰ σοῦ γὰρ ὁ ἀχώρητος, βροτοῖς συναναστρέφεται· διὸ καὶ χαίρων βοῶ· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον».Ἄχραντον ναὸν ἐν οἴκῳ Θεοῦ, προσάγουσα Ἄννα ποτέ, Βοῶσα ἔφη, ἐν πίστει τῷ Ἱερεῖ, Γονὴν τὴν ὑπὸ Θεοῦ, δοθεῖσαν κἀμοί, Δεδεγμένος νῦν εἰσάγαγε, ἐν τῷ ναῷ τοῦ Κτίστου σου, καὶ χαίρων ψάλλε αὐτῷ· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.Ἔφησεν ἰδὼν τῇ Ἄννῃ ποτέ, ἐν πνεύματι ὁ Ζαχαρίας· Ζωῆς Μητέρα, εἰσάγεις ἀληθινήν. Ἥν περ τηλαυγῶς οἱ Προφῆται Θεοῦ, Θεοτόκον προεκήρυξαν, καὶ πῶς Ναός χωρήσει αὐτήν; διὸ θαυμάζων βοῶ· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.Ἱκέτις Θεοῦ κατέστην ἐγώ, ἀντέφησεν Ἄννα αὐτῷ· Καλοῦσα τοῦτον ἐν πίστει καὶ προσευχῇ, Λαβεῖν τῆς ἐμῆς ὠδῖνος καρπόν· Μετὰ τόκον δὲ τὸ κύημα, προσάγειν τῷ παρέχοντι· διὸ σκιρτῶσα βοῶ· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.Νόμιμον ὄντως τὸ ἔργον ἐστίν. Ὁ Ἱερεὺς ἔφη αὐτῇ· Ξένον δὲ πάντῃ, τὸ πρᾶγμα κατανοῶ. Ὁρῶν τὴν προσαγομένην ἐν οἴκῳ Θεοῦ, Παραδόξως ὑπερβαίνουσαν, τὰ Ἅγια τῇ χάριτι· διὸ καὶ χαίρων βοῶ· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.Ῥώννυμαι ἔφη ἡ Ἄννα αὐτῷ, μανθάνουσα ἅπερ λαλεῖς. Συνεὶς γὰρ ταῦτα τῷ Πνεύματι τοῦ Θεοῦ. Τρανῶς τὰ τῆς Παρθένου ἐκήρυξας. Υποδέχου οὖν τὴν ἄχραντον, ἐν τῷ Ναῷ τοῦ Κτίστου σου, καὶ χαίρων ψάλλε αὐτῷ. Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.Φωσφόρος ἡμῖν ἀνῆψε λαμπάς, ἐβόησεν ὁ Ἱερεύς. Χαρὰν μεγίστην ἐκλάμπουσαν ἐν Ναῷ. Ψυχαὶ Προφητῶν συνευφραινέσθωσαν. Ὡς παράδοξα θεώμεναι, τελούμενα ἐν οἴκῳ Θεοῦ, καὶ ἐκβοάτωσαν νῦν. Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Κανών β', ᾨδὴ η', τῆς Ἑορτῆς
Ἦχος α'
Ὃν φρίττουσιν Ἄγγελοι ΤΟ ΑΚΟΥΤΕ
Εὐφραίνεται σήμερον, φαιδρῶς Ἰωακείμ, καὶ Ἄννα ἡ ἄμεμπτος, Κυρίῳ τῷ Θεῷ, προσφέρει θυσίαν τὴν δοθεῖσαν αὐτῇ, ἐξ ἐπαγγελίας, ἁγίαν θυγατέρα.Καυχῶνται οἳ Ἅγιοι, Δαυῒδ καὶ Ἰεσσαὶ· Ἰούδας σεμνύνεται· ἐκ ῥίζης γὰρ αὐτῶν, ἐβλάστησε γόνος, ἡ Παρθένος ἁγνή, ἐξ ἧς ἐγεννήθη, Θεὸς ὁ πρὸ αἰώνων.Μαρία ἡ ἄχραντος, καὶ ἔμψυχος σκηνή, προσφέρεται σήμερον, ἐν οἴκῳ τοῦ Θεοῦ, καὶ δέχεται ταύτην, Ζαχαρίας χερσίν, ὡς ἡγιασμένον, κειμήλιον κυρίου.Ὡς πύλην σωτήριον, καὶ ὄρος νοητόν, ὡς κλίμακα ἔμψυχον, Τιμήσωμεν πιστοί, τὴν ὄντως Παρθένον, καὶ Μητέρα Θεοῦ, τὴν εὐλογηθεῖσαν, χερσὶ τῶν Ἱερέων.Προφῆται, Ἀπόστολοι, καὶ Μάρτυρες Χριστοῦ, Ἀγγέλων τὰ τάγματα, καὶ πάντες γηγενεῖς, τιμήσωμεν ὕμνοις, τὴν Παρθένον ἁγνήν, ὡς εὐλογημένην, Μητέρα τοῦ Ὑψίστου.Ναῷ σε προσέφερον, πανάχραντε Ἁγνή, οἱ θείως τεκόντες σε, ὡς θῦμα καθαρόν, καὶ ξένως αὐλίζῃ, ἐν ἀδύτοις Θεοῦ, προετοιμασθῆναι, εἰς κατοικίαν Λόγου.Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ Ἅγιον Πνεῦμα, τὸν κύριον.Ὑμνείσθω τρισάγιος, Πατὴρ καὶ ὁ Υἱός, καὶ Πνεῦμα, τὸ Ἅγιον, ἀμέριστος Μονάς, ἡ μία θεότης, ἡ κρατοῦσα δρακί, τὴν σύμπασαν κτίσιν, εἰς πάντας τοὺς αἰῶνας.Καὶ νῦν ...Ὁ ἄναρχος ἄρχεται, ὁ Λόγος ἐν σαρκί, τεχθεὶς ὡς ηὐδόκησε, Θεός τε καὶ βροτός, ἐκ Κόρης Παρθένου, ἀναπλάττων ἡμᾶς, τοὺς πρὶν πεπτωκότας, δι' ἄκραν εὐσπλαγχνίαν.Καταβασία ΤΟ ΑΚΟΥΤΕ«Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος, ἐξεικόνισε κάμινος τύπον· οὐ γὰρ οὓς ἐδέξατο φλέγει Νέους, ὡς οὐδὲ πῦρ τῆς Θεότητος, Παρθένου ἣν ὑπέδυ νηδύν· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν κύριον, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας».
Κανών α', ᾨδὴ θ', τῆς Ἑορτῆς
Ἦχος δ', Ἦς ἡ Ἀκροστιχίς, κατ' ἀλφάβητον ἀντιστρόφως.
ΜεγαλυνάριονἌγγελοι τὴν Εἴσοδον τῆς Πανάγνου, ὁρῶντες ἐξεπλήττοντο πῶς ἡ Παρθένος εἰσῆλθεν, εἰς τὰ Ἅγια τῶν Ἁγίων. Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὡς ἐμψύχῳ Θεοῦ κιβωτῷ, ψαυέτω μηδαμῶς χεὶρ ἀμυήτων, χείλη δὲ πιστῶν, τῇ Θεοτόκῳ ἀσιγήτως, φωνὴν τοῦ Ἀγγέλου ἀναμέλποντα, ἐν ἀγαλλιάσει βοάτω· Ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε ἁγνή».Ἄγγελοι τὴν Εἴσοδον τῆς Πανάγνου, ὁρῶντες ἐξεπλήττοντο, πῶς μετὰ δόξης εἰσῆλθεν, εἰς τὰ Ἅγια τῶν Ἁγίων.Ὡς ὑπέρλαμπρον Θεοτόκε ἁγνή, Ψυχῆς τὸ καθαρὸν ἔχουσα κάλλος· Χάριτος Θεοῦ δ' ἐμπιπλαμένη οὐρανόθεν· Φωτὶ ἀϊδίῳ καταυγάζεις ἀεί, τοὺς ἐν εὐφροσύνῃ βοῶντας· Ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε ἁγνή.Ἄγγελοι τὴν Εἴσοδον τῆς Παρθένου, ὁρῶντες ἐξεπλήττοντο, πῶς παραδόξως εἰσῆλθεν, εἰς τὰ Ἅγια τῶν Ἁγίων.Ὑπερίπταται Θεοτόκε ἁγνή Τὸ θαῦμά σου τὴν δύναμιν τῶν λόγων· Σῶμα γὰρ ἐν σοὶ κατανοῶ ὑπὲρ λόγον, Ῥοῆς ἁμαρτίας ἀνεπίδεκτον· ὅθεν εὐχαρίστως βοῷ σοι· Ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε ἁγνή.Ἄγγελοι καὶ ἄνθρωποι τῆς Παρθένου, τὴν Εἴσοδον τιμήσωμεν, ὅτι ἐν δόξῃ εἰσῆλθεν, εἰς τὰ Ἅγια τῶν Ἁγίων.Παραδόξως προδιετύπου Ἁγνή, ὁ Νόμος σε σκηνὴν καὶ θείαν στάμνον, Ξένην κιβωτόν, καὶ καταπέτασμα καὶ ῥάβδον, Ναὸν ἀκατάλυτον, καὶ πύλην Θεοῦ· Ὅθεν ἐκδιδάσκει σοι κράζειν· Ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε ἁγνή.Ἄγγελοι τὴν Εἴσοδον τῆς Παρθένου, ὁρῶντες κατεπλήττοντο, πῶς θεαρέστως εἰσῆλθεν, εἰς τὰ Ἅγια τῶν Ἁγίων.Μελῳδῶν σοι προεκελάδει Δαυῒδ, Λαλῶν σε θυγατέρα Βασιλέως, Κάλλει ἀρετῶν, ἐκ δεξιῶν παρισταμένην, ἰδὼν τοῦ Θεοῦ πεποικιλμένην σε· ὅθεν προφητεύων ἐβόα· Ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε ἁγνή.Ἄγγελοι σκιρτήσατε σὺν Ἁγίοις, Παρθένοι συγχορεύσατε· ἡ γὰρ Θεόπαις εἰσῆλθεν, εἰς τὰ Ἅγια των Ἁγίων.Θεοδόχον προθεωρῶν Σολομῶν, Ἠνοίξατο σε πύλην Βασιλέως, Ζῶσάν τε πηγὴν ἐσφραγισμένην, Ἐξ ἧς τὸ ἀθόλωτον ἡμῖν προῆλθεν, ὕδωρ τοῖς ἐν πίστει βοῶσιν· Ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε ἁγνή.Ἄγγελοι καὶ ἄνθρωποι τὴν Παρθένον, ἐν ὕμνοις μεγαλύνωμεν· θεοπρεπῶς γὰρ εἰσῆλθεν, εἰς τὰ Ἅγια τῶν Ἁγίων.Διανέμοις τῶν χαρισμάτων τὴν σήν, Γαλήνην Θεοτόκε τῇ ψυχῇ μου, βρύουσα ζωήν, τοῖς σὲ τιμῶσι κατὰ χρέος, Αὐτὴ περιέπουσα καὶ σκέπουσα, καὶ διατηροῦσα βοᾶν σοι· Ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε ἁγνή.
Κανών β', ᾨδὴ θ', τῆς Ἑορτῆς
Ἦχος α'
Τὴν φωτοφόρον Νεφέλην ΤΟ ΑΚΟΥΤΕΜεγαλυνάριονΜεγάλυνον ψυχή μου, τὴν προσενεχθεῖσαν, ἐν τῷ ναῷ Κυρίου, καὶ εὐλογηθεῖσαν, χερσὶ τῶν Ἱερέων. Σ η μ ε ί ω σ ι ςΤὸ Μεγαλυνάριον τοῦτο ἐπαναλαμβάνεται καὶ εἰς τὰ ἐφεξῆς Τροπάρια μέχρι τοῦ Δοξαστικοῦ.
Ἐκ τῶν Δικαίων προῆλθεν, Ἰωακεὶμ καὶ τῆς Ἄννης, ἐπαγγελίας ὁ καρπός, ἡ θεόπαις Μαρία, καὶ ὡς θυμίαμα δεκτόν, σαρκὶ νηπιάζουσα προσφέρεται, Ἱερῷ ἐν ἁγίῳ, ὡς Ἁγία, εἰς τὰ Ἅγια οἰκεῖν.Τὴν νηπιάζουσαν φύσει, καὶ ὑπὲρ φύσιν Μητέρα, ἀναδειχθεῖσαν τοῦ Θεοῦ, εὐφημήσωμεν ὕμνοις, ἐν τῷ Ναῷ τῷ νομικῷ· Κυρίῳ γὰρ σήμερον προσφέρεται, εἰς ὀσμήν εὐωδίας, τῶν Δικαίων, ὡς καρπὸς πνευματικός.Σὺν τῷ Ἀγγέλῳ τὸ χαῖρε, τῇ Θεοτόκῳ προσφόρως, ἀναβοήσωμεν πιστοί· Χαῖρε πάγκαλε Νύμφη, χαῖρε νεφέλη φωτεινή, ἐξ ἧς ἡμῖν ἔλαμψεν ὁ Κύριος, τοῖς ἐν σκότει ἀγνοίας, καθημένοις, χαῖρε πάντων ἡ ἐλπίς.Ὕμνον ἐπάξιον πᾶσα, τῇ Θεοτόκῳ ἡ κτίσις, σὺν τῷ Ἀγγέλῳ Γαβριήλ, ἀνακράζει βοῶσα, Χαῖρε ἡ Μήτηρ τοῦ Θεοῦ, δι' ἧς ἐλυτρώθημεν πανάμωμε, τῆς ἀρχαίας κατάρας, γεγονότες ἀφθαρσίας κοινωνοί.Ἡ τῶν Ἁγίων Ἁγία, καὶ Θεομήτωρ Μαρία, ταῖς ἱκεσίαις σου Ἁγνή, ἐλευθέρωσον ἡμᾶς, ἐκ τῶν παγίδων τοῦ ἐχθροῦ, καὶ πάσης αἱρέσεως καὶ θλίψεως, τοὺς πιστῶς προσκυνοῦντας, τὴν εἰκόνα, τῆς ἁγίας σου μορφῆς.Τῶν Χερουβὶμ ὑπερτέρα, τῶν Σεραφὶμ ἀνωτέρα, καὶ πλατυτέρα οὐρανῶν, ἀνεδείχθης Παρθένε, ὡς τὸν ἀχώρητον παντί, ἐν μήτρᾳ χωρήσασα Θεὸν ἡμῶν, καὶ τεκοῦσα ἀφράστως, ὃν δυσώπει, ἐκτενῶς ὑπὲρ ἡμῶν.Δόξα...Μεγάλυνον, ψυχή μου, τῆς Τρισυποστάτου, καὶ ἀδιαιρέτου Θεότητος τὸ κράτος. Τὴν Τρισυμόστατον φύσιν, καὶ ἀδιαίρετον δόξαν, τὴν ἐν Θεότητι μιᾷ, ὑμνουμένην ἀπαύστως, ἐν οὐρανῷ καὶ ἐπὶ γῆς. Τριάδα ἀχώριστον δοξάσωμεν, σὺν Υἱῷ τὸν Πατέρα, καὶ τὸ Πνεῦμα προσκυνοῦντες εὐσεβῶς.Καὶ νῦν ...Μεγάλυνον, ψυχή μου, τὴν τιμιωτέραν, καὶ ἐνδοξοτέραν τῶν ἄνω Στρατευμάτων. Ὑπὸ τὴν σὴν εὐσπλαγχνίαν, τοὺς καταφεύγοντας πίστει, καὶ προσκυνοῦντας εὐσεβῶς, τὸν Υἱόν σου Παρθένε, Θεογεννῆτορ ὡς Θεόν, τοῦ κόσμου καὶ Κύριον ἱκέτευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, καὶ παντοίων πειρασμῶν.Καταβασία ΤΟ ΑΚΟΥΤΕ«Μυστήριον ξένον, ὁρῶ καὶ παράδοξον, οὐρανὸν τὸ σπήλαιον θρόνον Χερουβικὸν τὴν Παρθένον τὴν φάτνην χωρίον· ἐν ᾧ ἀνεκλίθη ὁ ἀχώρητος, Χριστὸς ὁ Θεός, ὅν ἀνυμνοῦντες μεγαλύνομεν».
Ἐξαποστειλάριον
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ, Ἐκ τρίτου
Ἣν πάλαι προκατήγγειλε, τῶν Προφητῶν ὁ σύλλογος, στάμνον καὶ ῥάβδον καὶ πλάκα, καὶ ἀλατόμητον ὄρος, Μαρίαν τὴν Θεόπαιδα, πιστῶς ἀνευφημήσωμεν· σήμερον γὰρ εἰσάγεται, εἰς τὰ Ἅγια τῶν Ἁγίων, ἀνατραφῆναι Κυρίῳ.
Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.
Ἦχος α'
Τῶν οὐρανίων ταγμάτων ΤΟ ΑΚΟΥΤΕ
Λαμπαδηφόροι παρθένοι, τὴν Ἀειπάρθενον, φαιδρῶς ὁδοποιοῦσαι, προφητεύουσιν ὄντως, ἐν Πνεύματι τὸ μέλλον· ναὸς γὰρ Θεοῦ, ἡ Θεοτόκος ὑπάρχουσα, πρὸς τὸν ναόν μετὰ δόξης Παρθενικῆς, νηπιόθεν ἐμβιβάζεται.
Ἦχος α'
Ἐπαγγελίας ἁγίας, καὶ ὁ καρπὸς εὐκλεής, ἡ Θεοτόκος ὄντως, ἀνεδείχθη τῷ κόσμῳ, ὡς πάντων ὑπερτέρα· ἣ εὐσεβῶς, προσαγομένη ἐν οἴκῳ Θεοῦ, τὴν προσευχὴν τῶν τεκόντων ἀποπληροῖ, συντηρουμένη θείῳ Πνεύματι.
Ἦχος α'
Ἐπουρανίῳ τραφεῖσα, Παρθένε ἄρτῳ πιστῶς, ἐν τῷ Ναῷ Κυρίου, ἀπεκύησας κόσμῳ, ζωῆς ἄρτον τὸν Λόγον, οὗ ὡς ναός, ἐκλεκτὸς καὶ πανάμωμος, προεμνηστεύθης τῷ Πνεύματι μυστικῶς, νυμφευθεῖσα τῷ Θεῷ καὶ Πατρί.
Ἦχος α'
Ἐξανοιγέσθω ἡ πύλη, τοῦ θεοδόχου Ναοῦ· τὸν γὰρ ναὸν τοῦ πάντων, Βασιλέως καὶ θρόνον, σήμερον ἐν δόξῃ, ἔνδον λαβών, Ἰωακεὶμ ἀνατίθεται, ἀφιερώσας Κυρίῳ τήν ἐξ αὐτοῦ, ἐκλεχθεῖσαν ὡς Μητέρα αὐτοῦ.
Θεοτοκίον, Ἦχος β'
Λέοντος Μαΐστορος
Σήμερον τῷ Ναῷ προσάγεται, ἡ Πανάμωμος Παρθένος, εἰς κατοικητήριον τοῦ παντάνακτος Θεοῦ, καὶ πάσης τῆς ζωῆς ἡμῶν τροφοῦ. Σήμερον τὸ καθαρώτατον ἁγίασμα, ὡς τριετίζουσα δάμαλις, εἰς τὰ Ἅγια τῶν Ἁγίων εἰσάγεται· ταύτῃ ἐκβοήσωμεν, ὡς ὁ Ἄγγελος· Χαῖρε μόνη ἐν γυναιξὶν εὐλογημένη
Μεγάλη Δοξολογία
Τὰ Τυπικὰ καὶ τῶν Κανόνων ἡ γ' καὶ ς' ᾨδή.
Ἀντίφωνον α'Στίχ. Μέγας Κύριος καὶ αἰνετὸς σφόδρα.Στίχ. Δεδοξασμένα ἐλαλήθη περί σοῦ ἡ πόλις τοῦ Θεοῦ.Στίχ. Ὁ Θεὸς ἐν ταῖς βάρεσιν αὐτῆς γινώσκεται.Στίχ. Καθάπερ ἠκούσαμεν, οὕτω καὶ εἴδομεν.Ἀντίφωνον β'Στίχ. Ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ ὕψιστος.Στίχ. Ἁγιωσύνη καὶ μεγαλοπρέπεια ἐν τῷ ἁγιάσματι αὐτοῦ.Στίχ. Ἅγιος ὁ ναός σου, θαυμαστὸς ἐν δικαιοσύνῃ.Ἀντίφωνον γ'Στίχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.Ἦχος δ'Σήμερον τῆς εὐδοκίας Θεοῦ τὸ προοίμιον, καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας ἡ προκήρυξις. Ἐν Ναῷ τοῦ Θεοῦ τρανῶς ἡ Παρθένος δείκνυται, καὶ τὸν Χριστὸν τοῖς πᾶσι προκαταγγέλλεται· Αὐτῇ καὶ ἡμεῖς μεγαλοφώνως βοήσωμεν· Χαῖρε τῆς οἰκονομίας τοῦ Κτίστου ἡ ἐκπλήρωσις.Στίχ. Πᾶσα ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως ἔσωθεν, ἐν κροσσωτοῖς χρυσοῖς περιβεβλημένη, πεποικιλμένη.Στίχ. Ἀπενεχθήσονται τῷ Βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς.
ΚοινωνικὸνΠοτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι. Ἀλληλούϊα.
| TA ΜΗΝΑΙΑ | Νοέμβριος | 21 |
Nov 22
Τῌ ΚΒ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥΜνήμη τοῦ Ἁγίου Ἀποστόλου Φιλήμονος καὶ τῶν σὺν αὐτῷ, Ἀπφίας, Ἀρχίππου καὶ ὈνησίμουΜνήμη τῆς Ἁγίας Μάρτυρος Κικιλίας, καὶ τῶν σὺν αὐτῇ.
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς.
Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς
Ἦχος πλ. δ'
Ὢ τοῦ παραδόξου θαύματος ΤΟ ΑΚΟΥΤΕ
Ὢ τοῦ παραδόξου θαύματος! προϋπογράφεται νῦν, τὸ ἐσόμενον ἄρρητον, ἐν συμβόλοις σήμερον, ὁρατοῖς τὰ νοούμενα· ἡ φῶς γὰρ κόσμῳ, θεῖον ἐκλάμψουσα, νυμφαγωγεῖται, πρὸς Ναὸν ἔνθεον, ἣν εὐφημήσωμεν, ὡς ναὸν θεότητος ὑπερφυῆ, ἅγιον ἀείφωτον, τοῦ φωτοδότου Χριστοῦ.
Ἦχος πλ. δ'
Ὄντως ἀπαρχὴν εὐσπρόδεκτον, Ἰωακεὶμ ὁ σοφός, σὺν τῇ Ἄννῃ προσήνεγκαν, τῷ καταξιώσαντι θεῖον δοῦναι καρπὸν αὐτοῖς, καὶ θεόπαιδα, κόρην Μαρίαν σαφῶς, δι' ἧς τῆς λύπης, ἐλύθη ὄφλημα, ἣν ἀνυμνήσωμεν, εὐσεβῶς γηθόμενοι· τῆς γὰρ χαρᾶς, πρόξενος γεγένηται, παντὶ τῷ κόσμῳ αὐτῇ.
Ἦχος πλ. δ'
Δεῦτε μυστικῶς συνδράμωμεν, καὶ προεξάρξωμεν νῦν, ταῖς λαμπάσι τῆς πίστεως, καταλαμπρυνόμενοι, τῆς Παρθένου τὴν πρόοδον· Ναὸν Θεοῦ γάρ, δόξῃ εἰσέρχεται, προμνηστευθεῖσα, σαφῶς τῷ Πνεύματι, ἧς ἑορτάσωμεν, τὴν τερπνὴν πανήγυριν, θεοπρεπῶς, πάντες εὐωχούμενοι, ἐν τῇ Εἰσόδῳ αὐτῆς.
Στιχηρὰ Προσόμοια τῶν Ἀποστόλων
Ἦχος β'
Ὅτε, ἐκ τοῦ ξύλου σε ΤΟ ΑΚΟΥΤΕ
Κλῆμα, τῆς ἀμπέλου τῆς ζωῆς, ἔνδοξε Φιλῆμον ὑπάρχων, οἶνον ἀπέσταξας, θείας ἐπιγνώσεως, ταῖς ἐν ὀδύνῃ ψυχαῖς, καὶ καρδίας ἐπεύφρανας, τὰς σκυθρωπαζούσας, πλάνης ἀμαυρότητι, περικειμένας τε, ζόφῳ τῆς εἰδωλομανίας· ὅθεν γηθοσύνως τὴν μνήμην, σοῦ τὴν θεαυγῆ πανηγυρίζομεν.
Ἦχος β'
Πόλις, τῶν Γαζαίων σε τιμᾷ, φῶς τῆς ἐπιγνώσεως Μάκαρ, διὰ σοῦ βλέψασα· ἡ Κολασσαέων δέ, τὸ θεῖον σῶμά σου, ὥσπερ ὄλβον κατέχουσα, τρυγᾷ τὰς ἰάσεις, καὶ τὴν ἀναβλύζουσαν, χάριν ἑκάστοτε· ὅθεν, ἐκτελεῖ σου τὴν μνήμην, περισῳζομένη κινδύνων, ἔνδοξε Φιλῆμον τῇ πρεσβείᾳ σου.
Ἦχος β'
Πίστει, σὺν Ἀπφίᾳ τῇ σεμνῇ, Ἄρχιππον σοφὸν Ἱεράρχην, ἀνευφημήσωμεν, μέλποντες Φιλήμονα, καὶ τὸν Ὀνήσιμον, ἱεροὺς θεοκήρυκας, σεπτοὺς διδασκάλους, πλάνην τὴν πολύθεον, τοὺς ἐκριζώσαντας, λόγῳ καὶ φυτεύσαντας πᾶσι, γνῶσιν ἀληθείας, καὶ τούτων, εὐσεβῶς τὴν μνήμην ἑορτάσωμεν.
Δοξαστικὸν, Τῶν Ἀποστόλων
Ἦχος πλ. β'
Δεῦτε συμφώνως ἀνυμνήσωμεν, τοὺς αὐτόπτας τοῦ Λόγου, καὶ μύστας τῶν θαυμάτων αὐτοῦ, Φιλήμονα, καὶ Ὀνήσιμον, Ἀπφίαν καὶ Ἄρχιππον, τοὺς Ἀποστόλους Χριστοῦ· Χαίρετε, ἐκβοῶντες αὐτοῖς, τῆς οἰκουμένης φωστῆρες, Κολασσαέων πρόβολοι· Χαίρετε, Ἀγγέλων ὁμοδίαιτοι, οἱ τὴν πλάνην τῶν εἰδώλων, ἀνδρικῶς καταστρεψάμενοι, καὶ Χριστὸν Σωτῆρα κηρύξαντες, καὶ τῆς πλάνης τοὺς ἀνθρώπους ἀπαλλάξαντες. Διὸ ὡς παριστάμενοι τῷ θρόνῳ τῆς Ἁγίας τριάδος, πρεσβεύσατε σωθῆναι τὰς ψυχάς ἡμῶν.
Θεοτοκίον, Τῆς Ἑορτῆς
Ἦχος α'
Γεωργίου Νικομηδείας
Ἀγαλλιάσθω σήμερον ὁ οὐρανὸς ἄνωθεν, καὶ αἱ νεφέλαι εὐφροσύνην ῥανάτωσαν, ἐπὶ τὰ λίαν παράδοξα, μεγαλεῖα τοῦ Θεοῦ ἡμῶν· ἰδοὺ γὰρ ἡ πύλη, ἡ κατὰ Ἀνατολάς βλέπουσα, ἀποκυηθεῖσα ἐκ στείρας ἀκάρπου, ἐξ ἐπαγγελίας, καὶ τῷ Θεῷ ἀφιερωθεῖσα εἰς κατοίκησιν, σήμερον ἐν τῷ Ναῷ, ὡς ἄμωμος προσφορὰ προσάγεται, Ἀγαλλιάσθω ὁ Δαυΐδ, κρούων τὴν κινύραν. Ἀπενεχθήσονταί φησι, τῷ Βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς, αἱ πλησίον αὐτῆς ἀπενεχθήσονται, ἔσω ἐν τῇ σκηνὴ τοῦ Θεοῦ, ἔνδον τοῦ ἱλαστηρίου αὐτοῦ, ἀνατραφῆναι εἰς κατοίκησιν, τοῦ πρὸ αἰώνων ἐκ Πατρὸς ἀρρεύστως γεννηθέντος, εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Εἰς τὸν Στίχον, εἰ βούλει, εἰπὲ Στιχηρὰ Προσομοια της Ἁγίας Κικιλίας.Ἦχος δ' Ἔδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕΣῶμα ἀκηλίδωτον, καὶ λογισμὸν ἀπαράδεκτον, ἡδονῶν διετήρησας, καὶ νύμφην ἀκήρατον, τῷ πεποιηκότι, σεαυτὴν προσῆξας, πεποικιλμένην ἱερῶς, τῷ μαρτυρίῳ Ἀειμακάριστε· διὸ σε προσελάβετο, πρὸς φωτεινότατον θάλαμον, καὶ νυμφῶνα ἀκήρατον, Κικιλία πανεύφημε.Στίχ. Πρὸς σὲ ᾖρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδού, ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς.Ῥόδοις ἡδυπνόοις σε, εὐωδιάσας ὁ Κύριος, αἰσθητῶς Σεμνοπάρθενε, ζωγρεῖ μεσιτείᾳ σου, ἀδελφῶν δυάδα, ἐνοσφρησαμένην, τούτων εὐχῇ σου ἐκτενεῖ· ὅθεν λιπόντες δυσῶδες σέβασμα, τῆς πλάνης ἠξιώθησαν, τοῦ ἐκ Παρθένου νεάνιδος, μύρου θείου δι' ἄφατον, κενωθέντος χρηστότητα.Στίχ. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν, τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.Πλούτου κατεφρόνησας, τὴν ἐπουράνιον στέργουσα, καὶ μνηστῆρος ἠλόγησας, παρθένων ἐν τάγμασι, σεαυτὴν πανσόφως, ἀριθμησαμένη, καὶ προσενήνοχας σαυτήν, τῷ οὐρανίῳ νυμφίῳ Πάνσεμνε, ἀθλήσασα στερρότατα, καὶ τὴν ὀφρὺν τοῦ ἀλάστορος, ἀνδρικῶς συμπατήσασα, ἀθλητῶν τὸ ἀγλάϊσμα.Εἰδὲ μή, τὰ παρόντα τῆς ἙορτῆςἮχος β' Οἶκος τοῦ Ἐφραθᾶ ΤΟ ΑΚΟΥΤΕΣήμερον ψαλμικῶς, τὰ στίφη τῶν παρθένων, ἀνάψαντα λαμπάδας, φαιδρῶς ὁδοποιοῦσι, τὴν μόνην Παναμώμητον.Στίχ. Ἀπενεχθήσονται ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει ἀχθήσονται εἰς ναὸν βασιλέως.Ὄρος τὸ νοητόν, τὴν τράπεζαν τὴν θείαν, τὴν γέφυραν τὴν στάμνον, Προφῆτα ὑποδέχου, τὴν μόνην παναμώμητον.Στίχ. Ἀπενεχθήσονται ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει ἀχθήσονται εἰς ναὸν βασιλέως.Πύλας τοῦ ἱεροῦ, διάρας Ζαχαρία, προφήτα ὑποδέχου, Θεοῦ τὴν θείαν πύλην, τὴν μόνην Ἀειπάρθενον.
Θεοτοκίον
Ἦχος β'
Σήμερον τῷ ναῷ προσάγεται, ἡ πανάμωμος Παρθένος, εἰς κατοικητήριον τοῦ παντάνακτος Θεοῦ, καὶ πάσης τῆς ζωῆς ἡμῶν τροφοῦ. Σήμερον τὸ καθαρώτατον ἁγίασμα, ως τριετίζουσα δάμαλις, εἰς τὰ Ἅγια τῶν Ἁγίων εἰσάγεται· Ταύτῃ ἐκβοήσωμεν, ὡς ὁ Ἄγγελος· Χαῖρε μόνη, ἐν γυναιξὶν εὐλογημένη.
Ἀπολυτίκιον τῶν Ἀποστόλων
Ἦχος γ'
Ἀπόστολε Ἅγιε Φιλήμονα, πρέσβευε τῷ ἐλεήμονι Θεῷ ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.
Ἀπολυτίκιον τῆς Ἑορτῆς
Ἦχος δ'
Σήμερον τῆς εὐδοκίας Θεοῦ τὸ προοίμιον, καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας ἡ προκήρυξις, ἐν Ναῷ τοῦ Θεοῦ τρανῶς ἡ Παρθένος δείκνυται, καὶ τὸν Χριστὸν τοῖς πᾶσι προκαταγγέλλεται. Αὐτῇ καὶ ἡμεῖς μεγαλοφώνως βοήσωμεν, Χαῖρε τῆς οἰκονομίας τοῦ Κτίστου ἡ ἐκπλήρωσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα
Ἦχος α'
Τοῦ λίθου σφραγισθέντος ΤΟ ΑΚΟΥΤΕ
Αἰνέσατε παρθένοι, καὶ μητέρες ὑμνήσατε, λαοὶ δοξολογεῖτε, ἱερεῖς εὐλογήσατε, τὴν ἄχραντον Μητέρα τοῦ Θεοῦ· σαρκὶ γὰρ νηπιάζουσα Ναῷ, τῷ τοῦ Νόμου προσηνέχθη, ὥσπερ ναὸς Κυρίου ἁγιώτατος. Διὸ ἑορτὴν πνευματικήν, τελοῦντες ἀνακράξωμεν· Χαῖρε Παρθένε δόξα, τοῦ γένους τῶν ἀνθρώπων.
Μετὰ τὴν β, Στιχολογίαν, Κάθισμα
Ἦχος δ'
Ταχὺ προκατάλαβε ΤΟ ΑΚΟΥΤΕ
Δαυῒδ προοδοποίησον, ἐν τῷ ναῷ τοῦ Θεοῦ, καὶ χαίρων ὑπόδεξαι, τὴν Βασιλίδα ἡμῶν, καὶ ταύτῃ ἐκβόησον. Εἴσελθε ἡ Κυρία, εἰς ναὸν Βασιλέως, εἴσελθε, ἧς ἡ δόξα κεκρυμμένως νοεῖται, ἐξ ἧς μέλι καὶ γάλα μέλλει πηγάσειν, πᾶσι τὸ φῶς ὁ Χριστός.
Ὁ Κανὼν πρῶτος τῆς Ἑορτῆς, οὗ ἡ Ἀκροστιχὶς μέχρι τῆς ζ' Ὠδής.Σὺ τὴν χάριν, Δέσποινα, τῷ λόγῳ δίδου.Ποίημα τοῦ κυρίου Γεωργίου.ᾨδὴ α'
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὴν Εἴσοδον».Σοφίας πανάχραντε, σὲ θησαυρὸν ἐπιστάμενοι, καὶ χάριτος βρύουσαν, πηγὴν ἀέναον, τὰς τῆς γνώσεως, αἰτοῦμέν σε ῥανίδας, ἐπόμβρησον Δέσποινα, τοῦ ἀνυμνεῖν σε ἀεί.Ὑπέρτερος Πάναγνε, τῶν οὐρανῶν χρηματίσασα, ναὸς καὶ παλάτιον, ἐν τῷ Ναῷ τοῦ Θεοῦ, ἀνατίθεσαι, αὐτῷ ἑτοιμασθῆναι, εἰς θείαν κατοίκησιν, τῆς παρουσίας αὐτοῦ.Τὸ φῶς ἀνατείλασα, ἡ Θεοτόκος τῆς χάριτος, πάντας κατελάμπρυνε, καὶ συνηγάγετο τὴν ὑπέρλαμπρον, αὐτῆς κατακοσμῆσαι, πανήγυριν ᾄσμασι· δεῦτε συνδράμωμεν.Ἡ πύλη ἡ ἔνδοξος, ἡ λογισμοῖς ἀδιόδευτος, τὰς πύλας διάρασα, τὰς τοῦ Ναοῦ τοῦ Θεοῦ, νῦν προτρέπεται, ἡμᾶς συνεισελθόντας, τὰ θεῖα θαυμάσια, κατατρυφῆσαι αὐτῆς.
Ὁ Κανὼν τῶν Ἀποστόλων, οὗ ἡ Ἀκροστιχίς.Χριστὸν φιλοῦντα δοξάσω σε, Φιλῆμον.Ἰωσήφ.ᾨδὴ α'
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Δεῦτε λαοί, ᾄσωμεν ᾆσμα Χριστῷ τῷ Θεῷ, τῷ διελόντι θάλασσαν, καὶ ὁδηγήσαντι, τὸν λαὸν ὃν ἀνῆκε, δουλείας Αἰγυπτίων, ὅτι δεδόξασται».Χοροβατῶν, χαρμονικῶς τὰ οὐράνια, Ἱερουργὲ σκηνώματα, χάριν παράσχου μοι, τὴν ἁγίαν σου μνήμην, ἐνθέως ἀνυμνοῦντι· σὺ γὰρ δεδόξασαι.Ῥείθροις τῶν σῶν, λόγων καρδίας κατήρδευσας, καὶ γεωργεῖν οὐράνια, μάκαρ νοήματα, παρεσκεύασας πίστει, Ἀπόστολε Φιλῆμον, ἀξιοθαύμαστε.Ἱερουργῶν, τὸ ἱερὸν Εὐαγγέλιον, ταῖς ἀστραπαῖς τοῦ Πνεύματος, ψυχὰς ἐφώτισας, λυτρωσάμενος σκότους, τῆς εἰδωλομανίας, σοφὲ Ἀπόστολε.ΘεοτοκίονΣὲ προφητῶν, πάλαι ὁ θεῖος κατάλογος, πολυειδέσιν Ἄχραντε, συμβόλοις πόρρωθεν, προεχάραξεν ὄντως, τὴν μόνην τὸν Δεσπότην, ἀποκυήσασαν.
Κανών γ', ᾨδὴ α', τῆς Ἁγίας
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Χριστὸς γεννᾶται, δοξάσατε, Χριστὸς ἐξ οὐρανῶν, ἀπαντήσατε, Χριστὸς ἐπὶ γῆς, ὑψώθητε. ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί, ὅτι δεδόξασται.Χριστοῦ πανάγιον τέμενος, Χριστοῦ φωτοειδὲς ἐνδιαίτημα, Χριστοῦ ναὲ καθαρώτατε, ἔνδοξε Κικιλία, Μάρτυς σεμνή, ταῖς σαῖς ἱκεσίαις, φωταγώγησον ἡμᾶς, τούς ἀνυμνοῦντάς σε.Χριστοῦ τὸ κάλλος ποθήσασα, Χριστοῦ κραταιωθεῖσα τῷ ἔρωτι, Χριστοῦ προσταγαῖς πειθήσασα, κόσμῳ καὶ τοῖς ἐν κόσμῳ, Μάρτυς σεμνή, πᾶσιν ἐνεκρώθης, καὶ ζωῆς τῆς αἰωνίου κατηξίωσαι.Ψυχὴν ἀμόλυντον φέρουσα, καὶ σῶμα καθαρὸν καὶ ἁγνότατον, Χριστῷ τῷ Θεῷ νενύμφευσαι, ἄμωμὸν σε τηροῦντι καὶ καθαράν, Μάρτυς εἰς αἰῶνας, εἰς νυμφῶνα νοητόν θεομακάριστε.ΘεοτοκίονῬυσθῆναι Κόρη πανάμωμε, παθῶν ἐπικρατείας τοὺς δούλους σου, τὸν σὸν ἐκτενῶς ἱκέτευε, Κύριον καὶ Δεσπότην, ὃν ἐκ τῶν σῶν, Πάναγνε αἱμάτων, ἐσωμάτωσας ἡμῖν, προσομιλήσαντα.
Κανών α', ᾨδὴ γ', τῆς Ἑορτῆς
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τοὺς σοὺς ὑμνολόγους, Θεοτόκε, ἡ ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας πνευματικόν, στερέωσον· κἄν τῇ σεπτῇ Εἰσόδῳ σου, στεφάνων δόξης ἀξίωσον».Νυμφοστόλος σήμερον ἐδείχθη, τερπνὸς τῆς Παρθένου ὁ ναός, καὶ θάλαμος δεχόμενος, τὴν ἔμψυχον παστάδα Θεοῦ, τὴν καθαρὰν καὶ ἄμωμον, καὶ λαμπροτέραν πάσης κτίσεως.Δαυῒδ προεξάρχων τῆς χορείας, σκιρτᾷ καὶ χορεύει σὺν ἡμῖν, καὶ Βασιλίδα κράζει σε, πεποικιλμένην Ἄχραντε, παρισταμένην πάναγνε, ἐν τῷ Ναῷ τῷ Βασιλεῖ καὶ Θεῷ.Ἐξ ἧς ἡ παράβασις προῆλθεν, ἡ πάλαι τῷ γένει τῶν βροτῶν, ἐκ ταύτης ἡ ἀνόρθωσις, καὶ ἀφθαρσία ἤνθησεν, ἡ Θεοτόκος σήμερον, προσαγομένη ἐν τῷ οἴκῳ Θεοῦ.Σκιρτῶσιν Ἀγγέλων στρατηγίαι, καὶ πάντων ἀνθρώπων ἡ πληθύς, καὶ πρὸ προσώπου Πάναγνε, προστρέχουσί σου σήμερον, λαμπαδηφόροι κράζουσαι, τὰ μεγαλεῖά σου ἐν οἴκῳ Θεοῦ.
Κανών β', ᾨδὴ γ', τῶν Ἀποστόλων
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε, ὁ ξύλῳ νεκρώσας τὴν ἁμαρτίαν, καὶ τὸν φόβον σου ἐμφύτευσον, εἰς τὰς καρδίας ἡμῶν τῶν ὑμνούντων σε».Τὰ πάθη τοῦ Χριστοῦ καὶ τὴν ἀνάστασιν, κηρύττων ἀνέστησας ὡς ἐκ τάφου, ἀπιστίας καὶ νεκρώσεως, τοὺς ἀνθρώπους Φιλήμονα ἀξιάγαστε.Ὀνήσιμον τὸν θεῖον καὶ Φιλήμονα, Ἀπφίαν καὶ Ἄρχιππον τοὺς ἀστέρας, τοὺς φωτίζοντας τὰ πέρατα, ἱεραῖς μελῳδίαις ἐὐφημήσωμεν.Νοὸς τὸ ὀπτικόν ἀνακαθάραντες, τῆς θείας ἐτύχετε θεοπτίας, καὶ καρδίας ἐπεστρέψατε, πλανωμένας πρὸς γνῶσιν ἱερώτατοι.ΘεοτοκίονΦανεῖσα καθαρὰ καὶ πανακήρατος, ἐδέξω ἐν μήτρᾳ τὸν Θεὸν Λόγον τὸν καθάραντα τὴν φύσιν ἡμῶν, ῥυπωθεῖσαν Παρθένε ἀτοπήμασι.
Κανών γ', ᾨδὴ γ', τῆς Ἁγίας
Ἦχος α'
Τῷ πρὸ τῶν αἰώνων ΤΟ ΑΚΟΥΤΕ
Τὸν ἐκ τῆς Παρθένου, σαρκωθέντα ἀφράστως Χριστὸν τὸν Θεόν, καθαρωτάτῃ διανοίᾳ, ἐκζητοῦσα ἐβόας αὐτῷ. Σοῦ ὀπίσω Δέσποτα, προσεκολλήθην, καὶ σοῦ τῇ στοργῇ, ψυχὴν μου συνέδησα.Ἔχουσα παστάδα, ἐπουράνιον προῖκά τε μένουσαν, τῆς ἐπιγείου ὡς προσκαίρου, καὶ φθαρτῆς Κικιλία, ἁγνὴ Μάρτυς κατεφρόνησας, τὴν παρθενίαν τηροῦσα Χριστῷ, ἄσπιλον ἀμείωτον.Ἔρωτι ἀΰλῳ, τοὺς ἐνύλους ἐμάρανας ἔρωτας, καὶ τὸν μνηστῆρα ζωηρύτοις, καὶ πανσόφοις σου λόγοις, σὺν σοὶ παρθενεύειν ἔπεισας· μεθ' οὗ συνήφθης Ἀγγέλων χοροῖς, Μάρτυς ἀξιάγαστε.ΘεοτοκίονἩ ἀγεωργήτως, ὡς κατάκαρπος ἄμπελος Ἀχραντε, καὶ συλλαβοῦσα καὶ τεκοῦσα, τὸν ἀκήρατον βότρυν, Χριστὸν οἶνον ἀποστάζοντα, θεογνωσίας αὐτὸν ὡς Θεόν, αἴτησαι σωθῆναι ἡμᾶς.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Τῷ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς γεννηθέντι ἀρρεύστως Υἱῷ, καὶ ἐπ' ἐσχάτων ἐκ Παρθένου, σαρκωθέντι ἀσπόρως, Χριστῷ τῷ Θεῷ βοήσωμεν· Ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν, Ἅγιος εἶ Κύριε».
Κάθισμα
Ἦχος πλ. δ'
Τὴν Σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ
Τῷ ἀρότρῳ τοῦ λόγου καλλιεργῶν, χερσωθείσας καρδίας, Ἱερουργέ, τὴν θείαν ἐπίγνωσιν, γεωργεῖν παρεσκεύασας, καὶ καθελὼν τεμένη, εἰδώλων ἀνήγειρας, Ἐκκλησίας μάκαρ, εἰς δόξαν τοῦ Κτίστου σου· ὅθεν συνελθόντες τὴν ἁγίαν σου μνήμην, Φιλῆμον δοξάζομεν, ἱερῶς φωτιζόμενοι, καὶ συμφώνως βοῶμέν σοι. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.Δόξα... Τῆς Ἁγίας ΚικιλίαςΤὸν τάφον σου Σωτὴρ ΤΟ ΑΚΟΥΤΕΝυμφίον ἀληθῶς, τὸν Χριστὸν κεκτημένη, νυμφίου σαρκικοῦ, ἐβδελύξω τὸν πόθον, καὶ τοῦτον προσενήνοχας, τῷ Θεῷ διὰ πίστεως, ἐναθλήσαντα, σὺν σοὶ στερρῶς Κικιλία, καὶ τὸν στέφανον, ἀπολαβόντα τῆς νίκης, μεθ' οὗ ἡμῶν μέμνησο.Καὶ νῦν ... Τῆς ἙορτῆςΔικαίων ὁ καρπός, , Ἰωακεὶμ καὶ τῆς Ἄννης, προσφέρεται Θεῷ, ἱερῷ ἐν Ἁγίῳ, σαρκὶ νηπιάζουσα ἡ τροφὸς τῆς ζωῆς ἡμῶν, ἣν εὐλόγησεν, ὁ ἱερὸς Ζαχαρίας, ταύτην ἅπαντες, οἱ γηγενεῖς μετὰ πόθου, πιστῶς μακαρίσωμεν.
Κανών α', ᾨδὴ δ', τῆς Ἑορτῆς
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης Ἀββακούμ, κατανοῶν ἐκραύγαζε· Δόξα τῇ δυνάμει σου Κύριε».Πύλην ἀδιόδευτον ὁ τοῦ Θεοῦ, οἶκος εἰσδεχόμενος σήμερον, ἔπαυσε Νόμου, τὴν λατρείαν καὶ σκιάν· Ὡς ἀληθῶς ἐπέφανε, κράζων τοῖς ἐν γῇ, ἡ ἀλήθεια.Ὄρος τὸ κατάσκιον ὃ προορῶν, πάλαι Ἀββακοὺμ προεκήρυξεν, ἔνδον χωρῆσαν, τῶν ἀδύτων τοῦ ναοῦ, τὰς ἀρετὰς ἐξήνθησε, καὶ κατακαλύπτει τὰ πέρατα.Ἴδωμεν παράδοξα πᾶσα ἡ γῆ, ξένα καὶ ἐξαίσια πράγματα, πῶς ἡ Παρθένος, δι' Ἀγγέλου τὴν τροφήν, εἰσδεχομένη σύμβολα, τῆς οἰκονομίας κομίζεται.Ναὸς καὶ παλάτιον καὶ οὐρανός, ἔμψυχος ὀφθεῖσα Θεόνυμφε, τοῦ Βασιλέως, ἐν Ναῷ τῷ νομικῷ, ἀφιεροῦσαι σήμερον, τούτῳ τηρουμένη πανάχραντε.
Κανών β', ᾨδὴ δ', τῶν Ἀποστόλων
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὑμνῶ σε· ἀκοῇ γὰρ Κύριε, εἰσακήκοα καὶ ἐξέστην· ἕως ἐμοῦ ἥκεις γάρ, ἐμὲ ζητῶν τὸν πλανηθέντα. Διὸ τὴν πολλήν σου συγκατάβασιν, τὴν εἰς ἐμὲ δοξάζω Πολυέλεε».Ἱστίῳ τοῦ Σταυροῦ πτερούμενος, διεπέρασας ἀχειμάστως, τὸ χαλεπὸν πέλαγος, τῶν πειρασμῶν τοῦ βίου, Μάκαρ πολλούς, κυβερνήσας θαλαττεύοντας, πρὸς σωτηρίας ὅρμον θείᾳ χάριτι.Λαμπτῆρας φωταυγεῖς προβάλλεται, θεία πόλις Κολασσαέων, τὸν ἱερὸν Ἄρχιππον, Φιλήμονά τε καὶ Ἀπφίαν σαφῶς, καὶ Ὀνήσιμον τὸν ἔνδοξον, φωταγωγοῦντας κόσμου τὰ πληρώματα.Ὁ θεῖος ποταμὸς ἀνέβλυσε, τῆς καρδίας σου θεορρῆμον, καὶ ποταμοὺς ἔστησε, καὶ ῥεύματα τῆς ἀθεΐας, ψυχὰς ἐκτακείσας δὲ τῷ καύσωνι, τῆς ἀγνωσίας ἤρδευσεν ἐν χάριτι.ΘεοτοκίονὙμνῶ σε ἀληθῶς Πανύμνητε, ὑπερύμνητον Θεὸν Λόγον, ὑπερφυῶς τέξασαν, καὶ δέομαι· Τῆς ταπεινῆς μου ψυχῆς, τὰ νοσήματα θεράπευσον, ὡς ἀγαθὴ ὑπάρχουσα Θεόνυμφε.
Κανών γ', ᾨδὴ δ', τῆς Ἁγίας
Ἦχος α'
Ῥάβδος ἐκ τῆς ῥίζης ΤΟ ΑΚΟΥΤΕ
Ἄγγελος φωτὸς σοι παρεστώς, καὶ φύλαξ δεδομένος σοι, φωτὶ σε θείῳ κατελάμπρυνε, ῥυόμενος ἐκ παντός, ἐναντίου ἔνδοξε, ἄφθορον ἁγνὴν διατηρῶν τε, εὐαρεστοῦσαν Χριστῷ πίστει Κικιλία καὶ χάριτι.Θείαις σου πεισθεὶς ταῖς διδαχαῖς, εἰδώλων τὸ βαθύτατον, ὦ Κικιλία σκότος ἔλιπε, Βαπτίσματι θεουργῷ, προσελθὼν γηθόμενος, Βαλλεριανὸς ὁ γενναιόφρων, καὶ φωτισθεὶς τὴν ψυχήν, φέγγος μαρτυρίου ἐπήστραψε.Θάλαμον θαλάμου καθαρόν, ἠλλάξω τὸν οὐράνιον, τοῦ ἐπιγείου ἀξιάγαστε, εἰς ὃν οἰκεῖς ἐν χαρᾷ, παρθενίας κάλλεσι, καὶ μαρμαρυγαῖς ταῖς τῆς ἁγνείας, ἠγλαϊσμένη φαιδρῶς, Μάρτυς Κικιλία Θεόνυμφε.ΘεοτοκίονῬάβδος σε Παρθένε Ἀαρών, ἀνίκμως ἐκβλαστήσασα, προεξεικόνισεν ἀνθήσασαν, τὸν φυτουργὸν τοῦ παντός, ὃν δυσώπει πάντοτε, πάντων εὐσεβῶν ταῖς διανοίαις, τόν φόβον τὸν ἑαυτοῦ, Δέσποινα φυτεῦσαι Πανάμωμε.
Κανών α', ᾨδὴ ε', τῆς Ἑορτῆς
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐξέστη τὰ σύμπαντα ἐν τῇ σεπτῇ εἰσόδῳ σου· σὺ γὰρ ἀπειρόγαμε Παρθένε· ἔνδον εἰσῆλθες ἐν τῷ ναῷ τοῦ Θεοῦ, ὥσπερ καθαρώτατος ναός, πᾶσι τοῖς ὑμνοῦσί σε τὴν εἰρήνην βραβεύουσα».Ἁγίασμα ἔνδοξον, καὶ ἱερὸν ἀνάθημα, σήμερον ἡ πάναγνος Παρθένος, ἀνατεθεῖσα ἐν τῷ Ναῷ τοῦ Θεοῦ, τῷ παμβασιλεῖ ἡμῶν Θεῷ, μόνῳ εἰς ἐνοίκησιν, συντηρεῖται ὡς οἶδεν αὐτός.Τὸ κάλλος Πανάχραντε, τὸ τῆς ψυχῆς σου βλέπων ποτέ, πίστει Ζαχαρίας ἀνεβόα· Σὺ εἶ τὸ λύτρον, σὺ εἶ ἡ πάντων χαρά, σὺ εἶ ἡ ἀνάκλησις ἡμῶν, δι' ἧς ὁ ἀχώρητος, χωρητὸς μοι ὀφθήσεται.Ὢ τῶν ὑπὲρ ἔννοιαν, θαυμάτων σου Πανάχραντε! ξένη σου ἡ γέννησις ὑπάρχει, ξένος ὁ τρόπος ὁ τῆς αὐξήσεως, ξένα καὶ παράδοξα τὰ σά, πάντα Θεονύμφευτε, καὶ βροτοῖς ἀνερμήνευτα.Λυχνία πολύφωτος, ὑπάρχουσα Θεόνυμφε, σήμερον ἐξέλαμψας ἐν οἴκῳ, τῷ τοῦ Κυρίου, καὶ καταυγάζεις ἡμᾶς, τοῖς σεπτοῖς χαρίσμασιν ἁγνή, τοῖς τῶν θαυμασίων σου, Θεοτόκε πανύμνητε.
Κανών β', ᾨδὴ ε', τῶν Ἀποστόλων
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ τοῦ φωτὸς χορηγός, καὶ τῶν αἰώνων ποιητὴς Κύριος, ἐν τῷ φωτὶ τῶν προσταγμάτων, ὁδήγησον ἡμᾶς· ἐκτός σου γὰρ ἄλλον, Θεὸν οὐ γινώσκομεν».Νενοσηκότας ὁρῶν, τῇ σηπεδόνι τῶν δεινῶν ἔνδοξε, τῷ δραστικῷ λόγῳ σου ἰάσω, Φιλῆμον τῆς ποτέ, εἰδωλομανίας, σφοδρῶς κινδυνεύοντας.Τὰς οὐρανίους ὁδούς, τοῖς πλανηθεῖσι χαλεπῶς ἔδειξας, ὡς ἀπλανὴς ὁδηγὸς Φιλῆμον, καὶ μόνην τὴν ὁδόν, Χριστὸν ἀγαπῆσαι, ὁσίως ὡδήγησας.Ἄγει φαιδρὰν ἑορτήν, Κολασσαέων ἡ σεπτὴ σήμερον, περιχαρῶς Χριστοῦ Ἐκκλησία, τὸν θεῖον Ἄρχιππον, καὶ τὸν θεηγόρον, τιμῶσα Φιλήμονα.ΘεοτοκίονΔέσποινα σῶσον ἡμᾶς, χειμαζομένους χαλεπῷ κλύδωνι, τῶν πειρασμῶν καὶ τῶν ἀνημέρων, Βαρβάρων ἐκδρομαῖς, καὶ ταῖς τῶν Δαιμόνων, δειναῖς ἐπιθέσεσιν.
Κανών γ', ᾨδὴ ε', τῆς Ἁγίας
Ἦχος α'
Θεὸς ὢν εἰρήνης ΤΟ ΑΚΟΥΤΕ
Λουτρόν σου τὸ θεῖον, Βαλλεριανέ, ἐκζητοῦντος ὡράθη σοι Ἄγγελος, τὸν νοῦν καὶ τὴν καρδίαν σου, φωτίζων ἱερῶν, λογίων ἀναπτύξει, καὶ πείθων οὐρανίαις, συναφθῆναι χορείαις, ἐπὶ τῆς γῆς ἀγωνισάμενον.Τηροῦσι παρθένον, καὶ σῶμα καὶ νοῦν, συνδουμένοις τε θείῳ ἐν Πνεύματι, στεφάνους ὁρατοὺς ὑμῖν, ἀπέστειλε Χριστός, ἐκ ῥόδων ἡδυπνόων· αὐτοῦ γὰρ εὐωδίᾳ, καὶ τῆς πίστεως ὄντως, Πανευκλεέστατοι γεγόνατε.Δυσώδη Τιβούρτιε, πλάνην λιπών, ἀντελάβου ὀσμῆς θείας γνώσεως, καὶ τρίβον τὴν ἀπάγουσαν, ζωὴν πρὸς ἀληθῆ, προθύμως ἐπορεύθης, πιστεύσας ὁλοψύχως, τῇ Τριάδι καὶ ταύτης, ὑπεραθλήσας προθυμότατα.ΘεοτοκίονἉγίων Ἀγγέλων, Παρθένε ἁγνή, ὑπερέχουσα ὤφθης κυήσασα, βουλῆς μεγάλης Ἄγγελον, Θεὸν Ἐμμανουήλ, βροτοὺς ἐπουρανίους, αὐτοῦ τῇ καταβάσει, ἐργαζόμενον Κόρη, δι' εὐσπλαγχνίαν ἀδιήγητον.
Κανών α', ᾨδὴ ς', τῆς Ἑορτῆς
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὴν θείαν, ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες».Ὁ πάντα φέρων τῷ ῥήματι, εὐχῆς τῆς τῶν Δικαίων ἐπήκουσε· διὸ στειρώσεως, λύσας τὴν νόσον ὡς εὔσπλαγχνος, τὴν τῆς χαρᾶς αἰτίαν τούτοις δεδώρηται.Γνωρίσαι θέλων ὁ Κύριος, τοῖς ἔθνεσιν αὐτοῦ τὸ σωτήριον, τὴν Ἀπειρόγαμον, νῦν ἐξ ἀνθρώπων παρέλαβε, καταλλαγῆς σημεῖον καὶ ἀναπλάσεως.Ὡς οἶκος οὖσα τῆς χάριτος, ἐν ᾧ οἱ θησαυροὶ ἐναπόκεινται, τῆς ἀπορρήτου Θεοῦ, οἰκονομίας Πανάχραντε, ἐν τῷ Ναῷ μετέσχες τῆς ἀκηράτου τρυφῆς.Διάδημά σε βασίλειον, δεξάμενος Ναὸς Θεονύμφευτε, κατεφαιδρύνετο, καὶ ὑπεχώρει τοῖς κρείττοσι, τῶν προρρηθέντων βλέπων ἐν σοὶ τὴν ἔκβασιν.
Κανών β', ᾨδὴ ς', τῶν Ἀποστόλων
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον, ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε».Οὐρανὸς ὤφθης πᾶσι φθεγγόμενος, δόξαν τὴν σωτήριον, τοῦ σὲ δοξάσαντος, καὶ Μαθηταῖς συντάξαντος, Ἑβδομήκοντα Μάκαρ πανόλβιε.Ξενωθεὶς τῆς πατρίδος τῷ ξένῳ σου, λόγῳ ξενωθέντας, Θεοῦ ἐσαγήνευσας, καὶ τῆς Σιὼν οἰκήτορας, Ἱεράρχα Φιλῆμον ἀνέδειξας.Ἀρεταῖς ἱεραῖς ἀπαστράπτουσα, καὶ περιφανῶς τὸν Θεὸν θεραπεύσασα, πρὸς οὐρανοὺς ἀνέδραμες, σὺν Ἀγγέλοις Ἀπφία χορεύουσα.ΘεοτοκίονΣωματοῦται ὁ Λόγος ἐν μήτρᾳ σου, καὶ δι᾿ εὐσπλαγχνίαν, γνωρίζεται ἄνθρωπος, ἵνα Θεὸν τὸν ἄνθρωπον, ἀπεργάσηται Κόρη πανάμωμε.
Κανών γ', ᾨδὴ ς', τῆς Ἁγίας
Ἦχος α'
Σπλάγχνων Ἰωνᾶν ΤΟ ΑΚΟΥΤΕ
Χεῖρας πρὸς Θεόν, προθύμως ἐπάραντες, τοὺς εἰδωλικοὺς ναοὺς κατέρραξαν, καὶ συνέτριψαν, καὶ βυθῷ ἀπωλείας παρέπεμψαν, τῶν δαιμόνων τὰς ἐπάρσεις οἱ στερρότατοι νίκης· ὅθεν ἐκομίσαντο, εὐπρεπῆ καὶ φαιδρὰ διαδήματα.Ἄρνες λογικοί, ὑπάρχοντες ἅγιοι, θηρίων ὁρμὰς οὐκ ἐπτοήθητε, οὐκ ἐνείματε, ἀλογώτατον σέβας τοῖς δαίμοσιν, οὐ θυσίαν προσηνέγκατε ὀλέθριον, μᾶλλον, ἑαυτούς δὲ θύματα, καθαρὰ τῷ Θεῷ προσηγάγετε.Πόθος σε Θεοῦ, καὶ ἔρως ἐγκάρδιος, καὶ θεία στοργή, ὅλην ἀνέφλεξε, καὶ εἰργάσατο, μετὰ σώματος Ἔνδοξε Ἄγγελον· ὑποκλίνεις γὰρ αὐχένα προθυμότατα, ξίφει, καὶ τὴν γῆν τοῖς αἵμασι, ψυχῇ τὸν ἀέρα ἡγίασας.ΘεοτοκίονἜστη μέχρι σοῦ, Παρθένε ὁ θάνατος· ζωὴν γὰρ Χριστὸν ἐκυοφόρησας, τὸν δωρούμενον, καθαρῶς εἰς αὐτὸν τοῖς πιστεύουσι, τὴν ἀθάνατον καὶ θείαν ἀγαλλίασιν τοῦτον· Παναγία αἴτησαι, λυτρωθῆναι κινδύνων τοὺς δούλους σου.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν, ἐνάλιος θήρ, οἷον ἐδέξατο, τῇ Παρθένῳ δέ, ἐνοικήσας ὁ Λόγος καὶ σάρκα λαβών, διελήλυθε φυλάξας ἀδιάφθορον· ἧς γὰρ οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν κατέσχεν ἀπήμαντον».
Κοντάκιον τῆς Ἁγίας Κικιλίας
Ἦχος δ'
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ΤΟ ΑΚΟΥΤΕ
Τὴν νυμφευθεῖσαν, τῷ Χριστῷ ἑκουσίως, καὶ στολισθεῖσαν, ἀρεταῖς τὴν καρδίαν, θεοπρεπῶς ὑμνήσωμεν Πιστῶν ἡ πληθύς· αὕτη γὰρ κατήσχυνεν, Ἀλμακίου τὸ θράσος, λάμψασα ὡς ἥλιος, μέσον τῶν ἐκζητούντων, καὶ μετὰ ταῦτα ὤφθη τοῖς ἐν γῇ, στήριγμα θεῖον, τὴν πίστιν κρατύνασα.
Ὁ Οἶκος
Ἀρχὴ ἐλπίδος ἀγαθῆς, ἐδόθη τοῖς Ἁγίοις ἐξαίρετα τὸ πράττειν, κατάπληκτα μεγάλα, ἅπερ καὶ θαύματα, ἐστὶ θαυμάζεσθαι ἀξίως, μεθ' ὧν καὶ τὴν τῆς παρθένου Κικιλίας ἀρετήν, καὶ ἄσπιλον λαμπρότητα, πῶς ἀπεκδυσαμένη, τὸν ἄρχοντα ἔφυγε τοῦ σκότους, καὶ δραμοῦσα πρὸς τὴν πάλην τοῦ ἐχθροῦ, ἔστη ἐρρωμένη ἀπτοήτως· καὶ ἡμεῖς τοῦ θαύματος τούτου γεγονότα ἀληθῆ πράγματα, φῶμεν· πῶς διὰ Χριστόν, ἐπτέρνισε τὸν Βελίαρ, τὴν πίστιν κρατύνασα.
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΚΒ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Ἀποστόλων ἐκ τῶν Ἑβδομήκοντα, Φιλήμονος, Ἀρχίππου, Ἀπφίας καὶ Ὀνησίμου, μαθητῶν γεγονότων Παύλου τοῦ Ἀποστόλου.ΣτίχοιΧριστοῦ καλοῦντος, ὤφθητε δρόμῳ ξένῳ,Χριστοῦ μαθηταί, δραμόντες πρὸς τὴν κλῆσιν.Εἰκάδι δευτερίῃ, Φιλήμονα ἔνθεν ἄειραν.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Κικιλίας, Βαλλεριανοῦ, καὶ Τιβουρτίου.ΣτίχοιΛουτροῦ φέρεις ἔκκαυσιν, ὦ Κικιλία,Λούῃ δὲ λουτρὸν αἵματος διὰ ξίφους.Βαλλεριανὸν καὶ συναθλητὴν ἅμαΚτείνει ξίφος, βάλλοντας ὕβρεσι πλάνην.Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων Μάρκου, Στεφάνου, καὶ ἑτέρου Μάρκου.ΣτίχοιΤμηθεὶς ξίφει Στέφανε σὺν Μάρκοις δύω,Πολλοὺς σὺν αὐτοῖς τοὺς στεφάνους λαμβάνεις.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Προκοπίου τοῦ ἐν Παλαιστίνῃ.ΣτίχοιΠρὸς τὴν τομὴν ὥρμησεν οἷα πρὸς πάλην,Καὶ Προκόπιος θρέμμα τῆς Παλαιστίνης.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Μενίγνου τοῦ κναφέως.ΣτίχοιΚάραν, κναφεῦ Μένιγνε, τμηθεὶς ἐκ ξίφους,Κνάπτεις σεαυτόν, κἂν ῥύπους εἶχες, πλύνῃ.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀββᾶ.ΣτίχοιἈββᾶν, τὸν ἐκτύπωμα ὄντα Ἀββάδων,Τιμῶ πρεπόντως, ὡς τεκνίων Πατέρα.Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Χριστοφόρος καὶ Εὐφημία ξίφει τελειοῦνται.ΣτίχοιΤὴν Εὐφημίαν σοι συνευφημεῖν ἔγνων,Σοὶ συσφαγεῖσαν, χριστόφρον Χριστοφόρε.Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Θαλλέλαιος καὶ Ἄνθιμος ξίφει τελειοῦνται.ΣτίχοιΘαλλέλαιος Ἄνθιμος ἐκτετμημένοι,Ἀειθαλῶς ἀνθοῦσιν ὡς θεῖα ξύλα.Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Κάλλιστος ἐν εἰρήνῃ τελειοῦται.ΣτίχοιΚάλλιστος ἐχθρὸν τὸν κάκιστον πτερνίσας,Φίλος Θεῷ πρόσεισιν ἐκλελεγμένος.Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Θαδδαῖος, ἐν τροχῷ δεθείς, καὶ κατὰ πρανοὺς ἀφεθείς, τελειοῦται.ΣτίχοιΚατὰ πρανοῦς Θαδδαῖον ὁ τροχὸς στρέφει·Φωνὴ δὲ βροντῆς ἐν τροχῷ, ψαλμὸς λέγει.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀγαπίωνος, Σισινίου Ἱερομάρτυρος, καὶ Ἀγαπίου.ΣτίχοιἈπῆλθε, θηρσὶ μὴ βλαβεὶς Ἀγαπίων.Τοῦτον γὰρ ἠγάπησε καὶ θηρῶν φύσιςΕἶχες θύτην με νῦν δέ, καὶ θῦμα ξένον,Ἔχεις με Σισίνιον, ἐκ ξίφους Λόγε.Ὑπὲρ Θεοῦ, ταθέντος ἐν τῷ Κρανίῳ,Ξίφει σὸν Ἀγάπιε τείνεις κρανίον.Ταῖς τῶν σῶν ἁγίων πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.
Κανών α', ᾨδὴ ζ', τῆς Ἑορτῆς
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν Κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ».Ἰδοὺ σήμερον, ἐπέλαμψε τοῖς πέρασιν, ἔαρ, εὐφρόσυνον, καταφαιδρῦνον ἡμῶν, ψυχὴν καὶ διάνοιαν, καὶ νοῦν τῇ χάριτι, ἡ πανήγυρις, τῆς Θεοτόκου σήμερον, μυστικῶς εὐωχηθῶμεν.Δορυφορείτωσαν, σήμερον τὰ σύμπαντα, τῇ Βασιλίδι Μητρί, ὁ οὐρανὸς καὶ ἡ γῆ, Ἀγγέλων τὰ τάγματα, καὶ τῶν βροτῶν ἡ πληθύς, καὶ βοάτωσαν, ἐν τῷ Ναῷ εἰσάγεται, ἡ χαρὰ καὶ ἡ λύτρωσις.Ὁ τοῦ γράμματος, παρέδραμεν ἐξέλιπε, νόμος καθάπερ σκιά, καὶ αἱ τῆς χάριτος, ἀκτῖνες ἐπέλαμψαν, ἐν τῷ Ναῷ τοῦ Θεοῦ, εἰσαχθείσης σου, Παρθενομῆτορ Ἄχραντε, εἰσαεὶ εὐλογημένη.Ὑποτέτακται, τῷ τόκῳ σου Πανάχραντε, ὡς Ποιητῇ καὶ Θεῷ, ὁ οὐρανὸς καὶ ἡ γῆ, καὶ τὰ καταχθόνια, καὶ πᾶσα γλῶσσα βροτῶν, ὅτι Κύριος, ὁμολογεῖ ἐπέφανεν, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Κανών β', ᾨδὴ ζ', τῶν Ἀποστόλων
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Εἰκόνος χρυσῆς, ἐν πεδίῳ Δεηρᾶ λατρευομένης, οἱ τρεῖς σου Παῖδες κατεφρόνησαν, ἀθεωτάτου προστάγματος· μέσον δὲ πυρὸς ἐμβληθέντες, δροσιζόμενοι ἔψαλλον· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».Ὡραῖοι οἱ σοί, ἐχρημάτισαν σεπτοὶ Φιλῆμον πόδες, τρίβους συντόνως βηματίσαντες, Εὐαγγελίου καὶ ἅπασι, τοῖς πολεμηθεῖσιν εἰρήνην, ἱερὰν καταγγέλλοντες, καὶ τῶν δαιμόνων τὰς ὁρμὰς ὑποσκελίσαντες.Σῶν λόγων φωτί, τῶν Γαζαίων τὸ βαρὺ σκότος ἠλάθη· ἱερουργὸς γὰρ ἱερώτατος, ἐν τούτοις γέγονας ἄριστα, τοὺς πάντας ποιμάνας καὶ μέλπειν, ἐκδιδάξας Ἀπόστολε· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.Ἐν πρώτοις τῶν σῶν, ἐκοινώνησε καλῶν Γαζαίων πόλις· αὐτῆς γὰρ ὤφθης καὶ πρωτόθρονος, καὶ ἱεράρχης σωτήριος, ὡς ἱεροφάντης Φιλῆμον, ἐκβοᾶν προτρεπόμενος· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.Φιλήσας Χριστόν, τὸν φιλήσαντα βροτοὺς δι' εὐσπλαγχνίαν, τοὺς τῇ φιλίᾳ τοῦ ἀλάστορος, μεμισημένους τυγχάνοντας, φίλους ἀπειργάσω Φιλῆμον, τοῦ Θεοῦ ἀναμέλποντας· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.ΘεοτοκίονἸσχὺς ταπεινῶν, καὶ λυχνία φωτεινὴ καὶ θεία τράπεζα, ὄρος καὶ πύλη ἀδιόδευτος, θρόνος Θεοῦ καὶ παλάτιον, ῥάβδος Ἀαρὼν τε καὶ στάμνος, χρυσαυγίζουσα πέφυκας, Χριστὸν τὸ μάννα τῆς ζωῆς, Παρθένε φέρουσα.
Κανών γ', ᾨδὴ ζ', τῆς Ἁγίας
Ἦχος α'
Οἱ Παῖδες εὐσεβείᾳ ΤΟ ΑΚΟΥΤΕ
Τὴν κάμινον εἰς δρόσον Νεανίαι, εὐσεβῶς μετέβαλον, δροσιζομένη δὲ λουτρῷ, Κικιλία τοῦ Βαπτίσματος, τὸ φλογίζον τοῦ λουτροῦ ἔφερες ψάλλουσα· ὁ τῶν πατέρων, Θεὸς εὐλογητὸς εἶ.Τιβούρτιος τὴν πλάνην ἀπλανέσι, διδαχαῖς σου Πάνσοφε, καταλιπών, θείαν στολήν, ἀφθαρσίας ἐπενδύεται, καὶ Χριστοῦ τοῖς Ἀθληταῖς συναριθμεῖται βοῶν, ὁ τῶν Πατέρων, Θεὸς εὐλογητὸς εἶ.ΤριαδικὸνΤρισήλιον ἀκτῖνα ὑπερθέου, Ἀθληταὶ Θεότητος ὁμολογοῦντες εὐσεβῶς, τὴν πολύθεον σκοτόμαιναν, ἐσκεδάσατε φωστῆρες χρηματίσαντες, φωταγωγοῦντες, Πιστῶν τάς διανοίας.ΘεοτοκίονΤὸ Χαῖρέ σοι βοῶμεν κυησάσῃ, τὴν χαρὰν Πανάχραντε, καὶ τῆς ἀρᾶς πάντας ἡμᾶς, ῥυσαμένη μεσιτείᾳ σου, ἀπειρόγαμε ἁγνὴ τοὺς ἀναμέλποντας, ὁ τῶν Πατέρων, Θεός εὐλογητὸς εἶ.
Κανών α', ᾨδὴ η', τῆς Ἑορτῆς
Ἦχος δ'
Ἧς ἡ Ἀκροστιχὶς κατὰ ἀλφάβητον, Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἄκουε Κόρη Παρθένε ἁγνή, εἰπάτω δὴ ὁ Γαβριήλ, βουλήν Ὑψίστου, ἀρχαίαν ἀληθινήν, γενοῦ πρὸς ὑποδοχήν, ἑτοίμη Θεοῦ· διὰ σοῦ γὰρ ὁ ἀχώρητος, βροτοῖς συναναστρέφεται· διὸ καὶ χαίρων βοῶ· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον».Ἄχραντον ναὸν ἐν οἴκῳ Θεοῦ, προσάγουσα Ἄννα ποτέ, Βοῶσα ἔφη, ἐν πίστει τῷ Ἱερεῖ, Γονὴν τὴν ὑπὸ Θεοῦ, δοθεῖσαν κἀμοί, Δεδεγμένος νῦν εἰσάγαγε, ἐν τῷ ναῷ τοῦ Κτίστου σου, καὶ χαίρων ψάλλε αὐτῷ· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.Ἔφησεν ἰδὼν τῇ Ἄννῃ ποτέ, ἐν πνεύματι ὁ Ζαχαρίας· Ζωῆς Μητέρα, εἰσάγεις ἀληθινήν. Ἥν περ τηλαυγῶς οἱ Προφῆται Θεοῦ, Θεοτόκον προεκήρυξαν, καὶ πῶς Ναός χωρήσει αὐτήν; διὸ θαυμάζων βοῶ· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.Ἱκέτις Θεοῦ κατέστην ἐγώ, ἀντέφησεν Ἄννα αὐτῷ· Καλοῦσα τοῦτον ἐν πίστει καὶ προσευχῇ, Λαβεῖν τῆς ἐμῆς ὠδῖνος καρπόν· Μετὰ τόκον δὲ τὸ κύημα, προσάγειν τῷ παρέχοντι· διὸ σκιρτῶσα βοῶ·Νόμιμον ὄντως τὸ ἔργον ἐστίν.Ὁ Ἱερεὺς ἔφη αὐτῇ· Ξένον δὲ πάντῃ, τὸ πρᾶγμα κατανοῶ. Ὁρῶν τὴν προσαγομένην ἐν οἴκῳ Θεοῦ, Παραδόξως ὑπερβαίνουσαν, τὰ Ἅγια τῇ χάριτι· διὸ καὶ χαίρων βοῶ· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.Ῥώννυμαι ἔφη ἡ Ἄννα αὐτῷ, μανθάνουσα ἅπερ λαλεῖς. Συνεὶς γὰρ ταῦτα τῷ Πνεύματι τοῦ Θεοῦ. Τρανῶς τὰ τῆς Παρθένου ἐκήρυξας. Υποδέχου οὖν τὴν ἄχραντον, ἐν τῷ Ναῷ τοῦ Κτίστου σου, καὶ χαίρων ψάλλε αὐτῷ. Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.Φωσφόρος ἡμῖν ἀνῆψε λαμπάς, ἐβόησεν ὁ Ἱερεύς. Χαρὰν μεγίστην ἐκλάμπουσαν ἐν Ναῷ. Ψυχαὶ Προφητῶν συνευφραινέσθωσαν. Ὡς παράδοξα θεώμεναι, τελούμενα ἐν οἴκῳ Θεοῦ, καὶ ἐκβοάτωσαν νῦν. Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Κανών β', ᾨδὴ η', τῶν Ἀποστόλων
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὸν ἐν καμίνῳ τοῦ πυρός, ἐν Βαβυλῶνι τους Παῖδας τῶν Ἑβραίων, διασώσαντα Θεόν, ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, αὐτὸν εἰς τοὺς αἰῶνας».Λόγον ὡς λύχνον φαεινόν, ἐπανάπτοντα, τῇ σῇ καρδίᾳ φέρων, τοὺς τὸ πρὶν ἐσβεσμένους, καὶ ἐν σκοτίᾳ πολλῇ, κειμένους ἀγνωσίας Ἔνδοξε, πρὸς θεογνωσίας ἐξήγειρας ἡμέραν.Ἡ ἱερά σου πρὸς Θεόν, ἐκδημία ἱεραῖς ἐμεγαλύνθη, προπομπαῖς Ἀποστόλων, καὶ ἀσωμάτων Νόων, ὧν ἔσχες ἐν γῇ τὸ πολίτευμα, ὡς ἱερομύστης, Φιλῆμον θεηγόρε.Μύρον ἡδύπνοον σαφῶς, ἀποστάξας ἱερῶν θαυμάτων μάκαρ, εὐωδίασας φρένας, καὶ λογισμοὺς εὐσεβεῖς, καὶ πάθη δυσώδη ἀπήλασας, τῶν ὑπερυψούντων, Χριστὸν σοφὲ Φιλῆμον.Οἷα ἀστέρες φαεινοί, στερεώματι ἀεὶ τῆς Ἐκκλησίας, διαπρέπουσιν ἅμα, Ἄρχιππος ὁ θαυμαστός, Ἀπφία, Φιλήμων, Ὀνήσιμος, καὶ τὰς διανοίας, ἡμῶν φωταγωγοῦσι.ΘεοτοκίονΝέος Παράδεισος ἡμῖν, ἡ γαστὴρ σου ἀληθῶς Ἁγνὴ ὡράθη, ζωῆς ξύλον βλαστάνων, καὶ τοὺς θανέντας καρπῷ, τοῦ ξύλου πάλιν πρὸς Παράδεισον, ζωοποιηθέντας, εἰσάγων Θεοτόκε.
Κανών γ', ᾨδὴ η', τῆς Ἁγίας
Ἦχος α'
Θαύματος ὑπερφυοῦς ΤΟ ΑΚΟΥΤΕ
Θείαις ἐπομβρήσεσι τῶν σῶν θαυμάτων, τῶν παθῶν ἡμῶν ῥύπον ἐκπλύνεις, τοὺς τακέντας καύσωνι, ἀλγηδόνων Μάρτυς σεμνή, ἀναψύχεις, Κικιλία παναοίδιμε, βοῶντας ἐν πίστει καὶ κραυγάζοντας· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τους αἰῶνας.Ζεούσῃ τῇ προθυμίᾳ γενναιόφρον, τὴν παφλάζουσαν εἰσῆλθες φλόγα, οὐκ ἐφλέχθης ὅλως δέ, ἀλλ' ἐξῆλθες ὡς ἐκ λουτροῦ, ἀφθαρσίας Κικιλία ἀναμέλπουσα, Χριστῷ τῷ τῶν ὅλων βασιλεύοντι· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.Θείου Βαλλεριανοῦ τὴν καρτερίαν· Κατεπλάγησαν Ἀγγέλων δῆμοι· ῥαβδισμοῖς γὰρ πάντοθεν, καὶ νιφάσι τῶν αἰκισμῶν, πιεζόμενος ὑπέφερε στερρότατα, συντρίβων ἐχθροὺς καὶ μέλπων ἄριστα· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.ΘεοτοκίονΣτάμνον σε τὸ μάννα κεκτημένην, καὶ τῆς Θεότητος ἔγνωμεν Κόρη, κιβωτὸν καὶ τράπεζαν, καὶ λυχνίαν θρόνον Θεοῦ, καὶ παλάτιον καὶ γέφυραν μετάγουσαν, πρός θείαν ζωὴν τοὺς ἀναμέλποντας· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος, ἐξεικόνισε κάμινος τύπον· οὐ γὰρ οὓς ἐδέξατο φλέγει Νέους, ὡς οὐδὲ πῦρ τῆς θεότητος, Παρθένου ἣν ὑπέδυ νηδύν· Διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας».
Κανών α', ᾨδὴ θ', τῆς Ἑορτῆς
Ἦχος δ', Ἦς ἡ Ἀκροστιχίς, κατ' ἀλφάβητον ἀντιστρόφως.
ΜεγαλυνάριονἌγγελοι τὴν Εἴσοδον τῆς Πανάγνου, ὁρῶντες ἐξεπλήττοντο πῶς ἡ Παρθένος εἰσῆλθεν, εἰς τὰ Ἅγια τῶν Ἁγίων. Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὡς ἐμψύχῳ Θεοῦ κιβωτῷ, ψαυέτω μηδαμῶς χεὶρ ἀμυήτων, χείλη δὲ πιστῶν, τῇ Θεοτόκῳ ἀσιγήτως, φωνὴν τοῦ Ἀγγέλου ἀναμέλποντα, ἐν ἀγαλλιάσει βοάτω· Ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε ἁγνή».Ἄγγελοι τὴν Εἴσοδον τῆς Πανάγνου, ὁρῶντες ἐξεπλήττοντο, πῶς μετὰ δόξης εἰσῆλθεν, εἰς τὰ Ἅγια τῶν Ἁγίων.Ὡς ὑπέρλαμπρον Θεοτόκε ἁγνή, Ψυχῆς τὸ καθαρὸν ἔχουσα κάλλος· Χάριτος Θεοῦ δ' ἐμπιπλαμένη οὐρανόθεν· Φωτὶ ἀϊδίῳ καταυγάζεις ἀεί, τοὺς ἐν εὐφροσύνῃ βοῶντας· Ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε ἁγνή.Ἄγγελοι τὴν Εἴσοδον τῆς Παρθένου, ὁρῶντες ἐξεπλήττοντο, πῶς παραδόξως εἰσῆλθεν, εἰς τὰ Ἅγια τῶν Ἁγίων.Ὑπερίπταται Θεοτόκε ἁγνή Τὸ θαῦμά σου τὴν δύναμιν τῶν λόγων· Σῶμα γὰρ ἐν σοὶ κατανοῶ ὑπὲρ λόγον, Ῥοῆς ἁμαρτίας ἀνεπίδεκτον· ὅθεν εὐχαρίστως βοῷ σοι· Ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε ἁγνή.Ἄγγελοι καὶ ἄνθρωποι τῆς Παρθένου, τὴν Εἴσοδον τιμήσωμεν, ὅτι ἐν δόξῃ εἰσῆλθεν, εἰς τὰ Ἅγια τῶν Ἁγίων.Παραδόξως προδιετύπου Ἁγνή, ὁ Νόμος σε σκηνὴν καὶ θείαν στάμνον, Ξένην κιβωτόν, καὶ καταπέτασμα καὶ ῥάβδον, Ναὸν ἀκατάλυτον, καὶ πύλην Θεοῦ· Ὅθεν ἐκδιδάσκει σοι κράζειν· Ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε ἁγνή.Ἄγγελοι τὴν Εἴσοδον τῆς Παρθένου, ὁρῶντες κατεπλήττοντο, πῶς θεαρέστως εἰσῆλθεν, εἰς τὰ Ἅγια τῶν Ἁγίων.Μελῳδῶν σοι προεκελάδει Δαυῒδ, Λαλῶν σε θυγατέρα Βασιλέως, Κάλλει ἀρετῶν, ἐκ δεξιῶν παρισταμένην, ἰδὼν τοῦ Θεοῦ πεποικιλμένην σε· ὅθεν προφητεύων ἐβόα· Ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε ἁγνή.Ἄγγελοι σκιρτήσατε σὺν Ἁγίοις, Παρθένοι συγχορεύσατε· ἡ γὰρ Θεόπαις εἰσῆλθεν, εἰς τὰ Ἅγια των Ἁγίων.Θεοδόχον προθεωρῶν Σολομῶν, Ἠνοίξατο σε πύλην Βασιλέως, Ζῶσάν τε πηγὴν ἐσφραγισμένην, Ἐξ ἧς τὸ ἀθόλωτον ἡμῖν προῆλθεν, ὕδωρ τοῖς ἐν πίστει βοῶσιν· Ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε ἁγνή.Ἄγγελοι καὶ ἄνθρωποι τὴν Παρθένον, ἐν ὕμνοις μεγαλύνωμεν· θεοπρεπῶς γὰρ εἰσῆλθεν, εἰς τὰ Ἅγια τῶν Ἁγίων.Διανέμοις τῶν χαρισμάτων τὴν σήν, Γαλήνην Θεοτόκε τῇ ψυχῇ μου, βρύουσα ζωήν, τοῖς σὲ τιμῶσι κατὰ χρέος, Αὐτὴ περιέπουσα καὶ σκέπουσα, καὶ διατηροῦσα βοᾶν σοι· Ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε ἁγνή.
Κανών β', ᾨδὴ θ', τῶν Ἀποστόλων
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον, τὸν ἀρρήτῳ σοφίᾳ, ἥκοντα καινουργῆσαι τὸν Ἀδάμ, βρώσει φθορᾷ πεπτωκότα δεινῶς, ἐξ ἁγίας Παρθένου, ἀφράστως σαρκωθέντα δι' ἡμᾶς, οἱ Πιστοὶ ὁμοφρόνως, ἐν ὕμνοις μεγαλύνομεν».Ἱερωτάτῃ χορείᾳ, ἱερῶν Ἀποστόλων, ἐμπρέπων κατοικεῖς τοὺς οὐρανούς, θείᾳ μεθέξει θεούμενος, καὶ φωτὶ ἀπαστράπτων, ἀρρήτῳ καὶ χαρᾶς πνευματικῆς, Ἱεράρχα Φιλῆμον, διηνεκῶς πληρούμενος.Ὡς θαυμαστός σου ὁ Τρόπος! ὡς καλὸς ὡς ὡραῖος ὁ βίος! ὡς περίδοξος ἡ σή, κοίμησις μάκαρ Ἀπόστολε! ὡς φαιδρὰ ἡ ἡμέρα! ἐν ᾗ ἀπολιπὼν τὰ ἐπὶ γῆς, οὐρανίων ἁψίδων, ἐπέβης ἀγαλλόμενος.Σήμερον τέρπεται πᾶσα, ἡ Χριστοῦ Ἐκκλησία, ἑόρτιον χαρὰν πνευματικῶς, συστησαμένη τῇ μνήμῃ σου, ἣν ἀκλόνητον σῷζε, ταῖς σαῖς πρὸς τὸν Σωτῆρα καὶ Θεόν, εὐπροσδέκτοις πρεσβείαις, Φιλῆμον Ἱερώτατε.Ἡ τῶν λειψάνων σου θήκη, ἰαμάτων σταγόνας, ἐκβλύζει τοῖς φοιτῶσιν ἱερῶς, μάκαρ Φιλῆμον Ἀπόστολε, καὶ νοσήματα παύει, καὶ πάντων ἁγιάζει τὰς ψυχάς, τῶν τήν θείαν σου μνήμην, ἑορταζόντων πάντοτε.ΘεοτοκίονΦέρεις τὸν φέροντα πάντα, καὶ τὸν τρέφοντα τρέφεις, τὸν τρόπον τῆς λοχείας, οὐδαμῶς ἐπισταμένη Πανάμωμε, ὑπὲρ νοῦν σου τὸ θαῦμα, Ἀγγέλους καταπλῆττον καὶ βροτούς, τοὺς εἰδότας σε μόνην, Παρθένον Θεομήτορα.
Κανών γ', ᾨδὴ θ', τῆς Ἁγίας
Ἦχος α'
Τύπον τῆς ἁγνῆς ΤΟ ΑΚΟΥΤΕ
Κῆπος κεκλεισμένος πέφυκας, πηγὴ ἐσφραγισμένη, κάλλος ἀπόθετον, νύμφη ἐκλεκτή, φωτοειδὲς ἐνδιαίτημα, εὐανθὴς τε καὶ θεῖος Παράδεισος, θεόφρον Κικιλία, τοῦ Βασιλέως τῶν Δυνάμεων.Ὅρμον γαληνὸν ἐφθάσατε, τῆς εὐσεβείας φόρτον ἐλλιμενίσαντες, καὶ μαρμαρυγαῖς, τῆς Τρισηλίου θεότητος, καταυγάζεσθε θέσει θεούμενοι, γενναῖοι Ἀθλοφόροι, πανευκλεεῖς θεομακάριστοι.ΤριαδικὸνΝέμοις τοῖς πιστῶς αἰτοῦσί σε, Πάτερ Υἱὲ καὶ Πνεῦμα, Τριὰς ἀμέριστε, θεῖον φωτισμόν, ἁμαρτιῶν τε τὴν λύτρωσιν, τῶν σοφῶν σου Μαρτύρων ἐντεύξεσιν, ἵνα σε κατὰ χρέος, ἀκαταπαύστως μεγαλύνωμεν.ΘεοτοκίονΦέγγος ἀστραπῆς τοῦ τόκου σου, ἡ ἀπωσθεῖσα φύσις, ἡμῶν Πανάμωμε, εἶδε καὶ νυκτός, ἐξ ἀγνωσίας λελύτρωται, καὶ παθῶν τῆς σκοτώδους συγχύσεως· διὸ σε ὡς αἰτίαν, τῆς σωτηρίας ἡμῶν σέβομεν.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Τύπον τῆς ἁγνῆς λοχείας σου, πυρπολουμένη βάτος ἔδειξεν ἄφλεκτος, καὶ νῦν καθ' ἡμῶν, τῶν πειρασμῶν ἀγριαίνουσαν, κατασβέσαι αἰτοῦμεν τὴν κάμινον· ἵνα σε Θεοτόκε, ἀκαταπαύστως μεγαλύνωμεν».
Ἐξαποστειλάριον τῶν Ἁγίων
Ἦχος β'
Τοῖς Μαθηταῖς συνέλθωμεν ΤΟ ΑΚΟΥΤΕ
Ἀπόστολοι δεικνύμενοι, καὶ αὐτόπται τοῦ Λόγου, Ἄρχιππε Ἱερώτατε, σὺν Ἀπφίᾳ Φιλῆμον, καὶ Κικιλίᾳ Μάρτυσι, ἱκεσίαν τῷ Κτίστῃ, ὑπὲρ ἡμῶν προσάγετε, τῶν τελούντων ἐν πίστει τὴν ἱερὰν ὑμῶν μνήμην, λύσιν λαβεῖν πταισμάτων· ὑμᾶς γὰρ προβαλλόμεθα, πρέσβεις πρὸς τὸν Δεσπότην.
Θεοτοκίον τῆς Ἑορτῆς
Ἦχος γ'
Ἐν πνεύματι τῷ Ἱερῷ ΤΟ ΑΚΟΥΤΕ
Ἡ δάμαλις ἡ ἄμωμος, ἡ πανάγαθος Κόρη, ἐν τῷ ναῷ εἰσάγεται, σήμερον παραδόξως, καὶ ταύτης προπορεύονται, Ἀσωμάτων τάγματα, καὶ τῶν Ἀγγέλων οἱ δῆμοι, μετὰ πλήθους παρθένων, ἣν ὁ θεῖος Ἱερεύς, ἐνηγκαλίσατο χαίρων.
Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῶν Ἀποστόλων τρία, δευτεροῦντες τὸ πρῶτον.
Στιχηρὰ Προσόμοια τῶν Ἀποστόλων
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσιν ΤΟ ΑΚΟΥΤΕ
Ὁ τῆς δόξης σε ἥλιος, Ἰησοῦς ὁ Θεὸς ἡμῶν, εἰς τοῦ κόσμου ἅπαντα τὰ πληρώματα, ὥσπερ ἀκτῖνα πολύφωτον, Φιλῆμον Ἀπόστολε, ἐπαφῆκε τὴν ἀχλύν, τῆς κακίας ἐλαύνουσαν, καὶ φωτίζουσαν, σκοτισθείσας καρδίας ἀγνωσίᾳ, καὶ παθῶν ἐπικρατείᾳ, ἱεροκήρυξ πανόλβιε.
Ἦχος δ'
Καθαρὸν ἐνδιαίτημα, τῆς Τριάδος γεγένησαι, ἀρετῶν λαμπρότητι ὡραΐσασα, τὴν σὴν καρδίαν ἀοίδιμε, Ἀπφία καὶ λάμψασα, εὐσεβείας φωτισμόν, τοῦ ἡλίου φαιδρότερον, μυηθεῖσά τε, πᾶσαν μύησιν θείαν· διὰ τοῦτο, τῷ χορῷ τῶν Ἀσωμάτων, συνεπαγάλλῃ θεόληπτε.
Ἦχος δ'
Σὺν τῷ θείῳ Φιλήμονι, εὐφημήσωμεν Ἄρχιππον, τὸν ἱεροκήρυκα, καὶ Ὀνήσιμον, ὡς ἱεράρχας θεόφρονας, μεγίστους ὡς Μάρτυρας, Ἀποστόλων τοὺς σοφούς, καὶ τῆς ἄνω λαμπρότητος, συμμετέχοντας, καὶ τῷ θρόνῳ τῆς δόξης παρεστῶτας, καὶ ἡμῖν ἐξαιτουμένους, ἁμαρτημάτων συγχώρησιν.
Θεοτοκίον, Τῆς Ἑορτῆς
Ἦχος δ'
Σήμερον ὁ θεοχώρητος ναός, ἡ Θεοτόκος ἐν ναῷ Κυρίου προσάγεται, καὶ Ζαχαρίας ταύτην ὑποδέχεται· Σήμερον τὰ τῶν Ἁγίων, Ἅγια ἀγάλλονται, καὶ ὁ χορὸς τῶν Ἀγγέλων μυστικῶς πανηγυρίζει· μεθ' ὧν καὶ ἡμεῖς ἑορτάζοντες σήμερον, σὺν τῷ Γαβριὴλ ἐκβοήσωμεν· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ, ὁ ἔχων τὸ μέγα ἔλεος.
Μεγάλη Δοξολογία
Εἰς τὸν Στίχον τῶν Αἴνων, Στιχηρὰ Προσόμοια.Τῆς ἙορτῆςἮχος β' Οἶκος τοῦ Ἐφραθᾶ ΤΟ ΑΚΟΥΤΕἜνδον τοῦ ἱεροῦ, Ἁγίαν τῶν Ἁγίων, τὴν Θεοτόκον οὖσαν, ὦ Ζαχαρία δέχου, Ἁγίων εἰς τὰ Ἅγια.Στίχ. Ἀπενεχθήσονται τῷ Βασιλεῖ παρθένοι ὁπίσω αὐτῆς, αἱ πλησίον αὐτῆς ἀπενεχθήσονταί σοι.Ῥίζης μὲν ἐκ Δαυΐδ, ἐβλάστησας Παρθένε, Γαβριὴλ δὲ τὸ Χαῖρε, κομίζων σοι ἐβόα, Θεὸν δὴ τέξῃ Πάναγνε.Στίχ. Ἀπενεχθήσονται ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει ἀχθήσονται εἰς ναὸν βασιλέως.Εὖγε τῆς ἱερᾶς, καὶ θείας ξυνωρίδος, Ἰωακεὶμ καὶ Ἄννης, ὑφ' ὧν Ἁγνὴ τεχθεῖσα, προσήχθης νῦν τῷ Κτίστῃ σου.
Θεοτοκίον
Ἦχος β'
Οἶκος τοῦ Ἐφραθᾶ ΤΟ ΑΚΟΥΤΕ
Φῶς σε τὸ τριλαμπές, αὐγάσαν Θεοτόκε, ἐν τῷ ναῷ τῆς δόξης, οὐράνιον τροφὴν σοι, ἐκπέμπει μεγαλῦνον σε.
Ἀντίφωνον α'Στίχ. Μέγας Κύριος καὶ αἰνετὸς σφόδρα.Στίχ. Δεδοξασμένα ἐλαλήθη περί σοῦ ἡ πόλις τοῦ Θεοῦ.Στίχ. Ὁ Θεὸς ἐν ταῖς βάρεσιν αὐτῆς γινώσκεται.Στίχ. Καθάπερ ἠκούσαμεν, οὕτω καὶ εἴδομεν.Ἀντίφωνον β'Στίχ. Ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ ὕψιστος.Στίχ. Ἁγιωσύνη καὶ μεγαλοπρέπεια ἐν τῷ ἁγιάσματι αὐτοῦ.Στίχ. Ἅγιος ὁ ναός σου, θαυμαστὸς ἐν δικαιοσύνῃ.Ἀντίφωνον γ'Στίχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.Ἦχος δ'Σήμερον τῆς εὐδοκίας Θεοῦ τὸ προοίμιον, καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας ἡ προκήρυξις. Ἐν Ναῷ τοῦ Θεοῦ τρανῶς ἡ Παρθένος δείκνυται, καὶ τὸν Χριστὸν τοῖς πᾶσι προκαταγγέλλεται· Αὐτῇ καὶ ἡμεῖς μεγαλοφώνως βοήσωμεν· Χαῖρε τῆς οἰκονομίας τοῦ Κτίστου ἡ ἐκπλήρωσις.Στίχ. Πᾶσα ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως ἔσωθεν, ἐν κροσσωτοῖς χρυσοῖς περιβεβλημένη, πεποικιλμένη.Στίχ. Ἀπενεχθήσονται τῷ Βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς.
ΚοινωνικὸνΠοτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι. Ἀλληλούϊα.
| TA ΜΗΝΑΙΑ | Νοέμβριος | 22 |
Nov 23
Τῌ ΚΓ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥΜνήμη τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν Ἀμφιλοχίου Ἐπισκόπου ἸκονίουΜνήμη Γρηγορίου τοῦ Ἀκραγαντίνων.
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχ. ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.
Στιχηρὰ τοῦ ἁγίου Ἀμφιλοχίου
Ἦχος δ'
Ἔδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕ
Γνώμην αὐτεξούσιον, καὶ λογισμὸν αὐτοκράτορα, τῶν παθῶν κληρωσάμενος, τῷ κρείττονι δέδωκας, νουνεχῶς παμμάκαρ, τὴν ἡγεμονίαν, κατὰ τοῦ χείρονος ζυγῷ, δικαιοτάτῳ Πάτερ χρησάμενος· ἐντεῦθεν ἐπιτήδειος, πρὸς θεοπτίαν γεγένησαι, καὶ Θεοῦ κατανόησιν, ἱεράρχα θεόπνευσε.
Ἦχος δ'
Βρόχους διεσκέδασας, καὶ τὰς ἐνέδρας διέλυσας, τῶν αἱρέσεων Ὅσιε, δογμάτων ὀρθότητι, καὶ θεολογίᾳ, τῇ ἀκριβεστάτῃ, καὶ τὴν διαίρεσιν φυγών, καὶ τὴν κακίστην Πάτερ συναίρεσιν· ἐν ὅροις δὲ διέμεινας, τῆς εὐσεβοῦς ἡμῶν Πίστεως καὶ Τριάδα ἐκήρυξας, ἐν Μονάδι θεότητος.
Ἦχος δ'
Τέχνῃ σοφισάμενος, τὸν ἐπὶ γῆς βασιλεύοντα, τὸν ἐκείνου παρέδραμες, υἱὸν ἀπροσκύνητον, συνετῶς διδάσκων, ὡς ἀπροσκυνήτου παρορωμένου τοῦ Υἱοῦ, ἀγανακτήσει Πατὴρ θερμότατα, ὁ τοῦτον προαιώνιον, ἐκτετοκὼς ὑπὲρ ἔννοιαν, ἀπαθῆ καὶ ἀσώματον, ὡς αὐτὸς οἶδεν Ὅσιε.
Στιχηρὰ τοῦ ἁγίου Γρηγορίου
Ἦχος πλ. δ'
Ὢ τοῦ παραδόξου θαύματος ΤΟ ΑΚΟΥΤΕ
Πάτερ Ἱερὲ Γρηγόριε, ἀπὸ σπαργάνων Θεῷ, ἀνετέθης κολλώμενος, ἀνενδότοις νεύσεσι, τῷ τὰ πάντα ποιήσαντι, καὶ δὴ πρὸς τούτου, καταλαμπόμενος, παθῶν διέβης, νύκτα καὶ ἤστραψας, φέγγος ἰάσεων, καὶ θαυμάτων χάριτας, ἀποσοβῶν, ποικίλα νοσήματα, καὶ πλάνης πνεύματα.
Ἦχος πλ. δ'
Πάτερ θαυμαστὲ Γρηγόριε, φωτοφανείαις τὸν νοῦν, καθαρῶς ἀστραπτόμενος, τῶν παθῶν ἐκοίμισας, πολυκύμαντον θάλασσαν, καὶ ἀπαθείας, περιϊπτάμενος, καθαρωτάταις, πτέρυξιν ἔφθασας, ἔνθα τὸ ἄφραστον, κάλλος καὶ ἀμήχανον, ὑπὲρ ἡμῶν, πάντοτε δεόμενος, τῶν εὐφημούντων σε.
Ἦχος πλ. δ'
Πάτερ Πατέρων Γρηγόριε, ἱερωσύνης κανών, σωφροσύνης εἰκόνισμα, Μοναζόντων στήριγμα, Ἐκκλησίας ἑδραίωμα, ἀγάπης λύχνος, θρόνος αἰσθήσεως, πηγὴ θαυμάτων, καὶ γλῶσσα πύρινος, στόμα ἡδύλαλον, σκεῦος θείου Πνεύματος, καὶ νοητός, γέγονας Παράδεισος, θεομακάριστε.
Θεοτοκίον, Τῆς Ἑορτῆς
Ἦχος δ'
Δεῦτε πάντες οἱ πιστοί, τὴν μόνην ἀμώμητον ἐγκωμιάσωμεν, τὴν ἐκ τῶν Προφητῶν προκηρυχθεῖσαν, καὶ ἐν ναῷ προσενεχθεῖσαν, τὴν πρὸ αἰώνων προορισθεῖσαν Μητέρα, καὶ ἐπ' ἐσχάτων τῶν χρόνων ἀναδειχθεῖσαν Θεοτόκον, Κύριε πρεσβείαις αὐτῆς, τὴν εἰρήνην σου παράσχου ἡμῖν, καὶ τὸ μέγα ἔλεος.
Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς.Ἦχος α' Τῶν οὐρανίων ταγμάτων ΤΟ ΑΚΟΥΤΕἈπενεχθήσονται φάσκει ὁ Θεοπάτωρ Δαυΐδ, τῷ Βασιλεῖ παρθένοι, ἐν Ναῷ τοῦ Κυρίου, ὀπίσω σου Παρθένε μετὰ φαιδρῶν, τῶν λαμπάδων χορεύουσαι, καὶ εἰς τὰ Ἅγια φέρουσαί σε Ἁγνή, ὡς ἁγίαν κιβωτὸν τοῦ Θεοῦ.Στίχ. Ἀπενεχθήσονται τῷ Βασιλεῖ παρθένοι ὁπίσω αὐτῆς, αἱ πλησίον αὐτῆς ἀπενεχθήσονταί σοι.Καθάπερ ἄνθη ποικίλα περιδρεψάμενοι, ἐκ νοητῶν λειμώνων, τῶν τοῦ Πνεύματος λόγων, ἐπαίνων τοὺς στεφάνους χαρμονικῶς, τῇ Παρθένῳ συμπλέξωμεν, καὶ μεθεόρτιον τούτους δῶρον αὐτῇ, ἐπαξίως προσκομίσωμεν.Στίχ. Ἀπενεχθήσονται ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει ἀχθήσονται εἰς ναὸν βασιλέως.Ἐξανοιγέσθω ἡ πύλη τοῦ θειοτάτου ναοῦ, καὶ εἰσδεχέσθω ἔνδον, τὴν οὐράνιον πύλην, καὶ πανηγυριζέτω φύσις βροτῶν, καὶ σκιρτάτωσαν Ἄγγελοι, συνεορτάζοντες ἅμα φαιδρῶς ἡμῖν, τῆς Θεομήτορος τὴν Εἴσοδον.
Θεοτοκίον
Ἦχος πλ. α'
Ἐπέλαμψεν ἡμέρα χαρμόσυνος, καὶ ἑορτὴ πανσεβάσμιος· Σήμερον γὰρ ἡ πρὸ τόκου Παρθένος, καὶ μετὰ τόκον Παρθένος μείνασα, ἐν ναῷ Ἁγίῳ προσάγεται, καὶ χαίρει Ζαχαρίας ὁ Πρέσβυς, ὁ γενέτης τοῦ Προδρόμου, καὶ βοᾷ γηθοσύνως. Ἤγγικεν ἡ προστασία τῶν θλιβομένων, ἐν Ναῷ ἁγίῳ ὡς Ἁγία, ἀφιερωθῆναι εἰς κατοίκησιν τοῦ Παντάνακτος. Εὐφραινέσθω Ἰωακεὶμ ὁ Προπάτωρ, καὶ ἡ Ἄννα ἀγαλλιάσθω, ὅτι προσήνεγκαν Θεῷ, ὡς τριετίζουσαν δάμαλιν, τὴν ἄμωμον Δέσποιναν, Μητέρες συγχάρητε, Παρθένοι σκιρτήσατε, καὶ στεῖραι συγχορεύσατε, ὅτι ἠνέωξεν ἡμῖν τὴν οὐρανῶν βασιλείαν, ἡ προορισθεῖσα παντάνασσα· Χαίρετε λαοὶ καὶ ἀγαλλιᾶσθε.
Ἀπολυτίκιον τῶν Ἁγίων
Ἦχος δ'
Ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, ὁ ποιῶν ἀεὶ μεθ΄ ἡμῶν, κατὰ τὴν σὴν ἐπιείκειαν, μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφ΄ ἡμῶν. Ἀλλὰ ταῖς αὐτῶν ἱκεσίαις, ἐν εἰρήνῃ κυβέρνησον τὴν ζωὴν ἡμῶν.
Ἀπολυτίκιον
Ἦχος δ'
Σήμερον τῆς εὐδοκίας Θεοῦ τὸ προοίμιον, καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας ἡ προκήρυξις. Ἐν Ναῷ τοῦ Θεοῦ τρανῶς ἡ Παρθένος δείκνυται, καὶ τὸν Χριστὸν τοῖς πᾶσι προκαταγγέλλεται. Αὐτῇ καὶ ἡμεῖς μεγαλοφώνως βοήσωμεν· Χαῖρε τῆς οἰκονομίας τοῦ Κτίστου ἡ ἐκπλήρωσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα
Ἦχος α'
Τὸν τάφον σου Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ
Δικαίων ὁ καρπός, Ἰωακεὶμ καὶ τῆς Ἄννης, προσφέρεται Θεῷ, ἱερῷ ἐν ἁγίῳ, σαρκὶ νηπιάζουσα, ἡ τροφὸς τῆς ζωῆς ἡμῶν, ἣν εὐλόγησεν, ὁ ἱερὸς Ζαχαρίας, ταύτην ἅπαντες, ὡς τοῦ Κυρίου Μητέρα, πιστῶς μακαρίσωμεν.
Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα
Ἦχος δ'
Κατεπλάγη Ἰωσὴφ ΤΟ ΑΚΟΥΤΕ
Πρὸ συλλήψεως Ἁγνή, καθηγιάσθης τῷ Θεῷ, καὶ τεχθεῖσα ἐπὶ γῆς, δῶρον προσήχθης νῦν αὐτῷ, ἀποπληροῦσα πατρῴαν ἐπαγγελίαν, τῷ θείῳ δὲ Ναῷ, ὡς θεῖος ὄντως ναός, ἐκ βρέφους καθαρῶς, μετὰ λαμπάδων φαιδρῶν, ἀποδοθεῖσα ὤφθης δοχεῖον, τοῦ ἀπροσίτου καὶ θείου Φωτός· Μεγάλη ὄντως, ἡ πρόοδός σου, μόνη Θεόνυμφε καὶ ἀειπάρθενε.
Ὁ Κανὼν δεύτερος τῆς Ἑορτῆς, οὗ ἡ Ἀκροστιχίς.Ποίημα τοῦ Κυρίου Βασιλείου.ᾨδὴ α'
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«ᾨδὴν ἐπινίκιον, ᾄσωμεν πάντες, Θεῷ τῷ ποιήσαντι, θαυμαστὰ τέρατα, βραχίονι ὑψηλῷ, καὶ σώσαντι τὸν Ἰσραήλ, ὅτι δεδόξασται».Συνδράμωμεν σήμερον, τῇ Θεοτόκῳ· Τιμῶντες ἐν ᾄσμασι, καὶ πανηγυρίσωμεν, πνευματικὴν ἑορτήν· ἐν τῷ Ναῷ γὰρ τῷ Θεῷ, δῶρον προσφέρεται.ᾨδαῖς ἀνυμνήσωμεν, τῆς Θεοτόκου, τὴν ἔνδοξον πρόοδον· τῷ Ναῷ γὰρ σήμερον, ὡς καὶ ναὸς τοῦ Θεοῦ, προσφέρεται προφητικῶς, δῶρον πολύτιμον.Ἡ Ἄννα ἡ ἄμεμπτος, ἠγαλλιᾶτο, ὡς δῶρον πολύτιμον, τῷ Θεῷ προσφέρουσα, ἐν τῷ ναῷ μητρικῶς, Ἰωακεὶμ δὲ σὺν αὐτῇ, πανηγυρίζει φαιδρῶς.Δαυῒδ ὁ προπάτωρ σε, ὕμνησε πάλαι, Παρθένε Θεόνυμφε, θυγατέρα λέγων σε, τοῦ Βασιλέως Χριστοῦ, ὃν καὶ τεκοῦσα μητρικῶς, βρέφος ἐθήλασας.Σαρκὶ τριετίζουσα, ἡ Θεοτόκος, Κυρίῳ προσάγεται, Ζαχαρίας ταύτην δέ, ὁ Ἱερεὺς τοῦ Θεοῦ, δεξάμενος ἐν τῷ Ναῷ, χαίρων ἀνέθετο.Παρθένοι χορεύσατε, λαμπαδηφόροι, ἐξάρξατε σήμερον, καὶ μητέρες ᾄσατε, τῇ Βασιλίδι Μητρί, προσερχομένῃ τῷ Ναῷ, τοῦ Βασιλέως Χριστοῦ.Δόξα...Τριὰς ὁμοούσιε, Πάτερ καὶ Λόγε, καὶ Πνεῦμα τὸ Ἅγιον, σὲ πιστῶς δοξάζομεν, ὡς Ποιητὴν τοῦ παντός, καὶ σοὶ βοῶμεν εὐσεβῶς, σῶσον ἡμᾶς ὁ Θεός.Καὶ νῦν ...Βαφῆς ἐξ αἱμάτων σου, τὴν ἁλουργίδα, φορέσας Πανάχραντε, προελθὼν ἀνέπλασεν, ὁ Βασιλεὺς καὶ Θεός, τὸ γένος ἅπαν τῶν βροτῶν, τῇ εὐσπλαγχνίᾳ αὐτοῦ.
Ὁ Κανὼν τοῦ Ἁγίου Ἀμφιλοχίου, οὐ ἡ Ἀκροστιχίς.Τὸν τὴν πλάνην λοχῶντα μέλπω ποιμένα.Ποίημα Θεοφάνους.ᾨδὴ α'
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θαλάσσης τὸ ἐρυθραῖον πέλαγος ἀβρόχοις ἴχνεσιν, ὁ παλαιὸς πεζεύσας Ἰσραήλ, σταυροτύποις Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν τῇ ἐρήμῳ ἐτροπώσατο».Τοὺς λόγους τῶν δυσσεβῶν αἱρέσεων, καὶ τὰ φρυάγματα, ὀρθοδοξίας αἴγλῃ λαμπρυνθείς, εὐμαρῶς διεσκέδασας, ἐν ᾗ τοὺς σὲ γεραίροντας, Ἱεροφάντα περιφρούρησον.Ὁ πάντων τὴν σωτηρίαν Κύριος, ἀεὶ βουλόμενος, τῆς ἱερᾶς σε ποίμνης ὁδηγόν, ἱεράρχα προβάλλεται, λόγῳ καὶ βίῳ λάμποντα, διαφερόντως θεασάμενος.Νομίμως ὑπεραθλεῖν ἑλόμενος, τῆς Ἐκκλησίας Χριστοῦ, τῇ παντευχίᾳ Πάτερ τοῦ Σταυροῦ, σεαυτὸν περιέφραξας, καὶ νικητὴς τῇ χάριτι, καὶ στεφανίτης ἀναδέδειξαι.ΘεοτοκίονΤὸν Λόγον τὸν τῷ Πατρὶ συνάναρχον, καὶ συναΐδιον, καὶ τῆς αὐτῆς οὐσίας καὶ μορφῆς τῷ τεκόντι ὑπάρχοντα, σεσαρκωμένον τέτοκας, ἀνερμηνεύτως Ἀπειρόγαμε.
Ὁ Κανὼν τοῦ Ἁγίου Γρηγορίου, φέρων Ἀκροστιχίδα ταύτην,Τὸν θαυματουργὸν Γρηγόριον θαυμάσω.Ἰωσήφ.ᾨδὴ α'
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τῷ συντρίψαντι πολέμους, ἐν βραχίονι αὐτοῦ, καὶ διαβιβάσαντι, τὸν Ἰσραὴλ ἐν Ἐρυθρᾷ θαλάσσῃ, ᾄσωμεν αὐτῷ, ὡς Λυτρωτῇ ἡμῶν, ὅτι δεδόξασται».Ταῖς τοῦ Πνεύματος ἀκτῖσι, πυρσευόμενος τὸν νοῦν, Ἱερὲ Γρηγόριε, καὶ φωταυγὴς ἀστὴρ γεγενημένος, ὅλον με καταύγασον πρεσβείαις σου, ὅπως ὑμνήσω σε.Ὁ προγνώστης τῶν ἁπάντων, χαριτώσας σου τὸν νοῦν, θεοσδότοις λάμψεσιν, ἀπὸ σπαργάνων σε καθαγιάζει, θείαις ἀρεταῖς ἐμπρέπειν μέλλοντα, Πάτερ καὶ θαύμασιν.Νυσταγμὸν ἀπὸ βλεφάρων, ῥαθυμίας ἐκβαλών, λύχνος ἐγρηγόρσεως, καθωράθης θεοφόρε δείξας, πράγματι τὴν κλῆσίν σου Γρηγόριε, ἐπαληθεύουσαν.ΘεοτοκίονΘεοτόκον σε Κυρίως, ἀληθῶς ὁμολογῶ, τέτοκας γὰρ Κύριον, ἀνερμηνεύτως ἐν δυσὶν οὐσίαις, ἄχραντε Παρθένε καὶ θελήσεσι, κατανοούμενον.
Κανών β', ᾨδὴ γ', τῆς Ἑορτῆς
Ἦχος α'
Στερεωθήτω ἡ καρδία μου ΤΟ ΑΚΟΥΤΕ
Πανηγυρίσωμεν φιλέορτοι, καὶ συνευφρανθῶμεν τῷ πνεύματι, ἐν τῇ ἁγίᾳ Ἑορτῇ, εὐωχούμενοι σήμερον, θυγατρὸς τοῦ Βασιλέως, καὶ Μητρὸς τοῦ Θεοῦ ἡμῶν.Ἰωακεὶμ εὐφραίνου σήμερον, καὶ ἀγάλλου Ἄννα τῷ πνεύματι, τὴν γεννηθεῖσαν ἐξ ὑμῶν, τῷ Κυρίῳ προσάγοντες, τριετίζουσαν ὡς δάμαλιν, σεμνὴν τὴν Πανάμωμον.Τὸ τοῦ Θεοῦ κατοικητήριον, ἐν Ναῷ ἁγίῳ προσφέρεται, ἡ Θεοτόκος Μαριάμ, τῇ σαρκὶ τριετίζουσα, καὶ αὐτῆς λαμπαδουχοῦσαι, αἱ παρθένοι προτρέχουσιν.Ἡ τοῦ Θεοῦ ἀμνὰς ἡ ἄσπιλος, ἡ περιστερὰ ἡ ἀμόλυντος, ἡ θεοχώρητος σκηνή, τὸ τῆς δόξης ἁγίασμα, ἐν σκηνώματι ἁγίῳ, κατοικεῖν ᾑρετίσατο.Ἡ τριετίζουσα τῷ σώματι, καὶ πολυετὴς ἐν τῷ πνεύματι, ἡ πλατυτέρα οὐρανῶν, καὶ τῶν ἄνω Δυνάμεων, ὑπερτέρα εὐφημείσθω, ἐν ᾠδαῖς ἡ Θεόνυμφος.Τῆς Θεοτόκου ἑορτάζοντες, τὴν ἐν τοῖς ἀδύτοις προέλευσιν, λαμπαδουχοῦντες νοητῶς, ἐν φαιδρότητι σήμερον, καὶ ἡμεῖς σὺν ταῖς παρθένοις, τῷ Ναῷ πλησιάσωμεν.Οἱ Ἱερεῖς Θεοῦ ἐνδύσασθε, τὴν δικαιοσύνην ἐν χάριτι, καὶ ὑπαντήσατε φαιδρῶς, ὡς εἰσόδους παρέχοντες, θυγατρὶ τοῦ Βασιλέως, καὶ Θεοῦ εἰς τὰ Ἅγια.Δόξα...Φῶς ὁ Πατήρ, φῶς ὁ Υἱὸς αὐτοῦ, καὶ τὸ Πνεῦμα φῶς τὸ Παράκλητον· ὡς γὰρ Ἠλίου ἐξ ἑνός, ἡ Τριὰς ἀπαστράπτουσα, θεϊκῶς λαμπαδουχεῖ, καὶ συντηρεῖ τὰς ψυχάς ἡμῶν.Καὶ νῦν ...Σὲ οἱ προφῆται προεκήρυξαν, κιβωτὸν Σεμνὴ ἁγιάσματος, θυμιατήριον χρυσοῦν, καὶ λυχνίαν καὶ τράπεζαν, καὶ ἡμεῖς ὡς θεοχώρητον, σκηνὴν ἀνυμνοῦμέν σε.
Κανών β', ᾨδὴ γ', τοῦ Ἁγίου Ἀμφιλοχίου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα· Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα».Ἡ θεία καὶ φωταυγής, τῶν σῶν δογμάτων λαμπηδὼν ἔσβεσε, τὴν δυσσεβῆ φάλαγγα, τῶν αἱρετικῶν Ἀμφιλόχιε.Ναμάτων ζωοποιῶν, ὡς ποταμος ὢν ἐκ Θεοῦ ἔμπλεως, Ἀρχιερεὺς γέγονας, οἷς οἱ εὐσεβεῖς ἀρδευόμεθα.Πλουσίαις μαρμαρυγαῖς, καταλαμπόμενοι τὸν νοῦν ἤστραψας, τὴν μυστικὴν Ὅσιε, τῶν σῶν διδαγμάτων εὐπρέπειαν.ΘεοτοκίονΛυχνίαν σε φωτεινήν, καὶ ψυχοτρόφον ἀληθῶς τράπεζαν, καὶ κιβωτὸν Πάναγνε, πάντες οἱ πιστοὶ καταγγέλλομεν.
Κανών γ', ᾨδὴ γ', τοῦ Ἁγίου Γρηγορίου
Ἦχος πλ. δ'
Ἐστερεώθη ἡ καρδία μου ΤΟ ΑΚΟΥΤΕ
Τὸν δι' αὐτόν σου προσδεξάμενος Πάτερ κόπον, ὁ Κτίστης γέροντι στοιχειοῖ σε, ἐν ἐρήμῳ σε μυοῦντα Γρηγόριε, ἀπάσης Γραφῆς σαφήνειαν.Ὅλην ἐφέλκων ἑβδομάδα ἄσιτος Πάτερ, ἐτρέφου βρώσει ἐπουρανίῳ, σῶν δακρύων νιφετοῖς ποτιζόμενος, καὶ θείως ἐνηδυνόμενος.Ὑπὸ Θεοῦ σοι Ἱεράρχα χῦμα καρδίας ἐδόθη· ἔβλυσας γὰρ πλουσίως, διδαγμάτων καθαρώτατα νάματα, καρδίας πιστῶν ἀρδεύοντα.ΘεοτοκίονῬῆσις Κηρύκων θεηγόρων ἀπεπληρώθη· ἰδοὺ γὰρ ἔτεκεν ἡ Παρθένος, νέον βρέφος τοῦ Ἀδὰμ παλαιότερον, καὶ σύνθρονον τοῦ Γεννήτορος.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ἐστερεώθη ἡ καρδία μου ἐν Κυρίῳ, ὑψώθη κέρας μου ἐν Θεῷ μου, ἐπλατύνθῃ ἐπ' ἐχθρούς μου τὸ στόμα μου, εὐφράνθην ἐν σωτηρίῳ σου».
Κοντάκιον τοῦ Ἁγίου Ἀμφιλοχίου
Ἦχος β’
Τὰ ἄνω ζητῶν ΤΟ ΑΚΟΥΤΕ
Ἡ θεία βροντή, ἡ σάλπιγξ ἡ τοῦ Πνεύματος, πιστῶν φυτουργέ, καὶ πέλεκυς τῶν αἱρέσεων, Ἱεράρχα, Ἀμφιλόχιε, τῆς Τριάδος θεράπον μέγιστε, σὺν Ἀγγέλοις πέλων ἀεί, πρεσβεύων μὴ παύσῃ ὑπὲρ πάντων ἡμῶν.
Κάθισμα τοῦ Ἁγίου Ἀμφιλοχίου
Ἦχος δ'
Ταχὺ προκατάλαβε ΤΟ ΑΚΟΥΤΕ
Λαμπρύνεις τὰ πέρατα, ἐν τῇ σῇ μνήμῃ σοφέ, τὸ σῶμα ἐκβλύζει σου, τῶν ἰαμάτων πηγάς, Ἀμφιλόχιε ἔνδοξε· ὅθεν καὶ ἀσθενείας, ἀπαλλάττεις παντοίας, πίστει τούς προσιόντας, τῷ σεπτῷ σου τεμένει, καὶ νῦν πταισμάτων τὴν λύσιν, αἴτησαι πᾶσιν ἡμῖν.Δόξα... Τοῦ Ἁγίου ΓρηγορίουἮχος πλ. δ'Τὴν Σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕἘκ σπαργάνων Κυρίῳ ἀνατεθείς, ὡς ὁ πάλαι πανένδοξος Σαμουήλ, ὡσαύτως καλοῦντός σε, τοῦ Σωτῆρος ἀκήκοας, καὶ ψυχὴν καθάρας, καλῶν ἐπιδόσεσιν, ἱερωσύνης χάριν, ἀξίως ἀπείληφας· ὅθεν ἐπὶ χλόην, ἐπιγνώσεως θείας, ποιμάνας τὸ ποίμνιον, ἰαμάτων ἀπήστραψας, ἐνεργείας Γρηγόριε· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν Ἁγίαν μνήμην σου.Καὶ νῦν ... Τῆς ἙορτῆςἮχος ὁ αὐτὸςΤὸ προσταχθὲν μυστικῶς ΤΟ ΑΚΟΥΤΕἈγαλλιάσθω ὁ Δαυῒδ ὁ Ὑμνογράφος, καὶ χορευέτω Ἰωακεὶμ σὺν τῇ Ἄννῃ, ὅτι γόνος ἅγιος ἐξ αὐτῶν προῆλθε· Μαρία ἡ φωτοφόρος θεία λαμπάς, καὶ χαίρει εἰσερχομένη ἐν τῷ Ναῷ, ἣν καὶ βλέπων εὐλόγησεν, ὁ Βαραχίου υἱός, καὶ χαίρων ἀνεκραύγαζε· Χαῖρε θαῦμα παγκόσμιον.
Κανών β', ᾨδὴ δ', τῆς Ἑορτῆς
Ἦχος α'
Ἐν πνεύματι προβλέπων ΤΟ ΑΚΟΥΤΕ
Προφῆτα Ἡσαΐα, προφήτευσον ἡμῖν· ἡ Παρθένος τὶς ἐστιν, ἡ ἔχουσα γαστρὶ; Ἡ ἐξ Ἰούδα τῆς ῥίζης ἀναφυεῖσα, καὶ γεννηθεῖσα ἐκ Δαυῒδ τοῦ Βασιλέως, σπέρματος ἁγίου καρπὸς εὐκλεής.Ἐξάρξατε παρθένοι, καὶ ᾄσατε ᾠδάς, ταῖς χερσὶ κατέχουσαι, λαμπάδας τῆς Ἁγνῆς, καὶ Θεοτόκου τὴν πρόοδον εὐφημοῦσαι, νῦν ἀπιούσης ἐν Ναῷ τῷ τοῦ Κυρίου, ἅμα σὺν ἡμῖν ἑορτάζουσαι.Ἰωακεὶμ καὶ Ἄννα, εὐφραίνεσθε νυνί, ἐν Ναῷ προσάγοντες, Κυρίῳ τὴν ἁγνήν, Θεοῦ Μητέρα Χριστοῦ τοῦ παμβασιλέως, γενησομένην, ἐξ ὑμῶν δὲ γεννηθεῖσαν, οἷον τριετίζουσαν δάμαλιν.Ἁγία τῶν Ἁγίων, ὑπάρχουσα σεμνή, ἐν Ναῷ ἠγάπησας, ἁγίῳ κατοικεῖν, καὶ τοῖς Ἀγγέλοις Παρθένε προσομιλοῦσα, προσεκαρτέρεις παραδόξως οὐρανόθεν, ἄρτον δεχομένη, τροφὲ τῆς ζωῆς.Τεκόντες παρ' ἐλπίδα, τὴν ἄχραντον Ἁγνήν, εὐσεβῶς ὑπέσχοντο, προσάξειν τῷ Θεῷ, καὶ ἐκπληροῦσι παρέχοντες ὥς περ θῦμα, τὴν γεννηθεῖσαν ἐξ αὐτῶν Ἰωακείμ τε, σήμερον καὶ Ἄννα ἐν οἴκῳ Θεοῦ.Ἐβλάστησεν ἡ ῥάβδος, ποτὲ τοῦ Ἀαρών, προτυποῦσα Ἀχραντε τὸν θεῖον τοκετόν, ὅτι ἀσπόρως συλλήψῃ, καὶ οὐ φθαρήσῃ, καὶ μετὰ τόκον παρθενεύουσα ὀφθήσῃ, βρέφος γαλουχοῦσα τὸν πάντων Θεόν.Παρθένοι τῇ Παρθένω, Μητέρες τῇ Μητρί, εὐσεβῶς προσδράμετε, τιμῶσαι σὺν ἡμῖν, τὴν γεννηθεῖσαν ὡς ἄμωμον ἱερεῖον, καὶ τὴν τεκοῦσαν ὡς Θεῷ καρποφοροῦσαν, πάντες οὖν φαιδρῶς ἑορτάσωμεν.Δόξα...Τριάδα τοῖς προσώποις, Μονάδα τῇ μορφῇ, εὐσεβῶς δοξάζομεν, Θεὸν ἀληθινόν, ὃν ἀνυμνοῦσιν Ἀγγέλων καὶ Ἀρχαγγέλων, ταξιαρχίαι ὡς τῆς κτίσεως Δεσπότην, ἅπαντες πιστῶς προσκυνοῦντες ἀεί.Καὶ νῦν ...Ἱκέτευε ἀπαύστως πανάχραντε Ἁγνή, ὃν σαρκὶ ἐκύησας, Υἱόν σου καὶ Θεόν, ἐκ πολυτρόπων παγίδων τοῦ διαβόλου, καὶ ἐκ παντοίων πειρασμῶν ἐπερχομένων, πάντας λυτρωθῆναι τοὺς δούλους σου.
Κανών β', ᾨδὴ δ', τοῦ Ἁγίου Ἀμφιλοχίου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐπαρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία, ἐπὶ Σταυροῦ τὸν Ἥλιον τῆς δικαιοσύνης, ἔστη ἐν τῇ τάξει αὐτῆς, εἰκότως κραυγάζουσα· Δόξα τῇ δυνάμει σου Κύριε».Ἀμφιλοχίου τοῦ θείου καὶ θεηγόρου, τὴν ἱερὰν πανήγυριν θεόφρονες δεῦτε, πίστει συγκροτήσωμεν, τοῖς τούτου διδάγμασι, καὶ θεολογίαις νευρούμενοι.Νυμφαγωγὸς θεοφόρε τῆς Ἐκκλησίας, τῆς ἐν Χριστῷ γενόμενος, τῷ κάλλει τῶν λόγων, ταύτην κατεκόσμησας, καὶ τῇ ὡραιότητι, τῆς ὀρθοδοξίας ἐφαίδρυνας.Ἡ θεολόγος σου γλῶσσα καὶ θεηγόρος, τῆς ἀρχικῆς Τριάδος τὸ μονόσεπτον κράτος, πᾶσι διετράνωσε, καὶ μίαν θεότητα, σέβειν ἐν τρισὶν Ὑποστάσεσι.ΘεοτοκίονΝέαν σκηνὴν σε Παρθένε κατανοοῦμεν, καὶ καθαρὸν ἁγίασμα τοῦ πάντων Δεσπότου· τοῦτον γὰρ ἐγέννησας, σαρκὶ καθ' ὑπόστασιν, συνδεδραμηκότα Πανάμωμε.
Κανών γ', ᾨδὴ δ', τοῦ Ἁγίου Γρηγορίου
Ἦχος πλ. δ'
Ἀκήκοα Κύριε ΤΟ ΑΚΟΥΤΕ
Γῆ ὡς καλὴ ἤνθησας, ἑκατοστεύοντα Πάτερ στάχυν, καὶ τῇ δρεπάνῃ τῶν σῶν διδαχῶν ἐξέτεμες, αἱρετικῶν δόγματα δυσσεβῆ, Συνόδου πρόμαχος ὀφθείς, Ὅσιε Γρηγόριε.Οὐράνιος ψῆφός σε, Ἀρχιερέα Θεοῦ θεράπον, ἀποδεικνύει καλῶς, ὁδηγεῖν τὸ ποίμνιον, ὅπερ ἐκτήσατο αἵματι Χριστός, ὁ προειδὼς σου τῆς ψυχῆς, μάκαρ τὴν λαμπρότητα.Ναὸς Θεοῦ γέγονας, κεκαθαρμένος παθῶν κηλῖδος, καὶ ἐν ναῷ ἱερῷ παρεστώς, τοῦ Πνεύματος τὴν ἐπιφοίτησιν, δέδεξαι σαφῶς, εἴδει σεμνῆς περιστερᾶς, Χριστοῦ δοξάσαντος.ΘεοτοκίονΓένος βροτῶν σέσωσται, τῇ ὑπὲρ νοῦν σου κυοφορίᾳ, καὶ οἱ ἐν σκότει φθορᾶς, Παναγία Δέσποινα, εἶδον τὸ φῶς τὸ ἐκλάμψαν ἐκ γαστρός, σοῦ τῆς αἰτίας τῆς ἡμῶν, Κόρη ἀναπλάσεως.
Κανών β', ᾨδὴ ε', τῆς Ἑορτῆς
Ἦχος α'
Τὸ φαεινὸν ἡμῖν ἐξανάτειλον ΤΟ ΑΚΟΥΤΕ
Λαμπροφορήσωμεν οἱ Ὀρθόδοξοι, πάντες συντρέχοντες, καὶ δοξάζοντες, τὴν θεομήτορα, ὅτι Κυρίῳ, σήμερον προσφέρεται, ὡς θῦμα εὐπρόσδεκτον.Ἀγαλλιάσθωσαν οἱ Προπάτορες, σήμερον Δέσποινα, καὶ εὐφραινέσθω ἡ τεκοῦσά σε, σὺν τῷ πατρί σου· ὅτι ὁ καρπὸς αὐτῶν, Κυρίῳ προσάγεται.Τὴν πολυώνυμον καὶ περίδοξον, ἄμωμον δάμαλιν, ὡς ἐν σαρκὶ κυοφορήσασαν, τὸν θεῖον μόσχον, πάντες ἀνυμνήσωμεν, πιστῶς ἑορτάζοντες.Τὰ τῆς νυμφεύσεως ἀπογράφονται, θεῖα συμβόλαια, τῆς ὑπὲρ νοῦν κυοφορίας σου, ἁγνὴ Παρθένε, σήμερον ἐν Πνεύματι, ἁγίῳ ἐν οἴκῳ Θεοῦ.Ἐξανοιγέσθωσαν τὰ προπύλαια, δόξης Θεοῦ ἡμῶν, καὶ δεχέσθωσαν τὴν ἀπειρόγαμον, Θεοῦ Μητέρα, ὥς περ τριετίζουσαν, ἀμίαντον δάμαλιν.Τὸ πολυτίμητον καὶ κατάσκιον, ὄρος ὑμνήσωμεν, τὴν ἀειπάρθενον, Θεοῦ Μητέρα γενομένην· αὐτὴ γὰρ ἐξήστραψε, τὸ φῶς ἐν τοῖς πέρασι.Δόξα...Τὴν ὑπεράρχιον καὶ ἀΐδιον, μίαν θεότητα, δοξολογοῦντες προσκυνήσωμεν, τρισὶ προσώποις, φύσει ἀδιαίρετον, καὶ δόξῃ ἰσότιμον.Καὶ νῦν ...Λιμένα εὔδιον καὶ ἀπόρθητον, τεῖχος κεκτήμεθα, τὴν πρεσβείαν σου ἐν περιστάσεσι, Θεοκυῆτορ, πάντοτε λυτρούμενοι, κινδύνων καὶ θλίψεων.
Κανών β', ᾨδὴ ε', τοῦ Ἁγίου Ἀμφιλοχίου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σὺ Κύριέ μου φῶς, εἰς τὸν κόσμον ἐλήλυθας, φῶς ἅγιον ἐπιστρέφον, ἐκ ζοφώδους ἁγνείας, τοὺς πίστει ἀνυμνοῦντάς σε».Λαμπόμενος φωτί, Τρισηλίου θεότητος, ἐκάθισας ἐπὶ θρόνου, τῆς Ἀρχιερωσύνης, θεόφρον, Ἀμφιλόχιε.Ὁλόκληρον σαυτόν, τῷ Θεῷ καθιέρωσας, καὶ γέγονας θεοκήρυξ, μεγαλόφωνος Πάτερ, παμμάκαρ Ἀμφιλόχιε.Χαρμόσυνος ἡμῖν, ἑορτὴ καὶ πανίερος, ἐφέστηκεν ἡ τοῦ θείου, καὶ σοφοῦ Διδασκάλου, τὸν κόσμον ἁγιαζουσα.ΘεοτοκίονὪ πάντων τῶν Πιστῶν, εὐπρεπὲς ἐγκαλλώπισμα, πανάχραντε Θεομῆτορ, τῆς ψυχῆς μου τὸν ῥύπον, ἀπόπλυνον πρεσβείαις σου.
Κανών γ', ᾨδὴ ε', τοῦ Ἁγίου Γρηγορίου
Ἦχος πλ. δ'
Τὸν ζόφον τῆς ψυχῆς μου ΤΟ ΑΚΟΥΤΕ
Ῥήματί σου καθαίρεις, εἰδεχθοῦς ἀσθενείας λελεπρωμένον ποτέ, τὸν προσελθόντα σοι πίστει· θεόθεν γὰρ ἐδέξω, χάριν θαυμάτων σοφέ, ὡς Ἐλισαῖος ὁ θεῖος, θεόφρον Γρηγόριε.Ἠνέωξας εὐχῇ σου, μογιλάλου στόμα καὶ ὦτα Γρηγόριε, τῶν ἰαμάτων παμμάκαρ, ἐνέργειαν πλουτήσας, καὶ ἐξηρεύξω βυθὸν θεολογίας, θαλάσσας ἀθέων ξηραίνοντα.Γεώδους προσπαθείας, καθαρεύσας Πάτερ ὡς Πέτρος ὁ πρόκριτος, τῶν Ἀποστόλων σκιᾷ σου, ἰάσεις ἐπετέλεις συνεχομένους δειναῖς, ἀσθενειῶν καταιγίσιν, ἐνθέως ἰώμενος.ΘεοτοκίονὉ κόλπους τοὺς πατρῴους, μὴ κενώσας ἐν τῷ σαρκοῦσθαι Πανάμωμε, σοῦ ἐν κόλποις ὁρᾶται, κρατούμενος ὡς βρέφος, ὃν ἐξιλέωσαι, τοῖς εὐσεβῶς σε τιμῶσι, Παρθένε Θεόνυμφε.
Κανών β', ᾨδὴ ς', τῆς Ἑορτῆς
Ἦχος α'
Τὸν Προφήτην Ἰωνᾶν ΤΟ ΑΚΟΥΤΕ
Ἑορτάσωμεν Πιστοί, ἑορτὴν πνευματικήν, τὴν Μητέρα τοῦ Θεοῦ, ἀνυμνοῦντες εὐσεβῶς· ὑπάρχει γάρ, ἁγιωτέρα τῶν οὐρανίων Νοῶν.Ἐν ᾠδαῖς πνευματικαῖς, εὐφημήσωμεν πιστοί, τὴν Μητέρα τοῦ Φωτός, ὅτι σήμερον ἡμῖν, ἐπέφανε, προερχομένη ἐν τῷ ναῷ τοῦ Θεοῦ.Ἡ ἀμίαντος ἀμνάς, καὶ ἁγνὴ περιστερά, προσηνέχθη κατοικεῖν, ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, ἡ ἄμωμος, προορισθεῖσα γενέσθαι Μήτηρ Θεοῦ.Ἐν Ναῷ τῷ νομικῷ, τὰς εἰσόδους ἐκτελεῖ, ὁ ναὸς ὁ τοῦ Θεοῦ, ἡ οὐράνιος σκηνή, ἐξ ἧς ἡμῖν, τοῖς ἐν τῷ σκότει τὸ φῶς ἐξέλαμψεν.Νηπιάζουσα σαρκί, καὶ τελεία τῇ ψυχῇ, ἡ ἁγία κιβωτός, ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, εἰσέρχεται, κατατρυφῆσαι τῆς θείας χάριτος.Ἐκ παντοίων πειρασμῶν, καὶ κινδύνων ψυχικῶν, ἐλευθέρωσον ἡμᾶς, τοὺς προστρέχοντας εἰς σέ, πανύμνητε ταῖς σαῖς πρεσβείαις, Μήτηρ Χριστοῦ τοῦ Θεοῦ.Δοξα... Ὁ Πατὴρ καὶ ὁ Υἱός, καὶ τὸ Πνεῦμα τὸ εὐθές, τρισυπόστατε Μονάς, καὶ ἀχώριστε Τριάς, ἐλέησον τοὺς προσκυνοῦντας, τὸ θεῖον κράτος σου.Καὶ νῦν ...Ἐν γαστρί σου χωρητός, ὁ ἀχώρητος παντί, Θεομῆτορ γεγονώς, προελήλυθεν ἐκ σοῦ, πανάχραντε, διπλοῦς τῇ φύσει, Θεὸς καὶ ἄνθρωπος.
Κανών β', ᾨδὴ ς', τοῦ Ἁγίου Ἀμφιλοχίου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θύσω σοι μετὰ φωνῆς, αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι' οἶκτον ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι».Νεκρώσας, τὸ τῆς σαρκὸς χαμαίζηλον φρόνημα, τῆς ἀπαθείας τὴν χάριν, ἐστολίσω Πάτερ Ἱερομύστα, καὶ πανάγνοις, διδαχαῖς τὴν Τριάδα ἐκήρυξας.Τῷ φόβῳ, στοιχειωθεὶς τῷ θείῳ θεόληπτε, καὶ τὴν ψυχὴν μολυσμάτων, καθαρὰν τηρήσας, θεολογίας ἀνεδείχθης, ἱερώτατον ὄργανον Ὅσιε.ΘεοτοκίονἉγνὸν σε, καὶ καθαρὸν γινώσκοντες σκήνωμα, τοῦ Βασιλέως τῆς δόξης, καὶ ναὸν καὶ θρόνον τοῦ πανυψίστου, δυσωποῦμεν, τὰς ψυχὰς ἡμῶν σῶσαι Πανύμνητε.
Κανών γ', ᾨδὴ ς', τοῦ Ἁγίου Γρηγορίου
Ἦχος πλ. δ'
Ὡς τὸν Προφήτην ἐρρύσω ΤΟ ΑΚΟΥΤΕ
Ῥώννυται κόρη τὸ σῶμα, παρειμένη ἐντεύξει σου Ὅσιε, ἐν ἔτεσι πλείοσι, πιστῶς προσελθοῦσά σοι, καὶ τὸν αἴτιον, πάντων μεγαλύνει Χριστόν.Ἰχνηλατῶν τοῦ Δεσπότου, πολιτείαν τὴν ἄμωμον ἔνδοξε, ἀδίκως θλιβόμενος, καὶ συκοφαντούμενος, ἀταπείνωτος, ἔμεινας Γρηγόριε.Οἱ τῇ κακίᾳ συζῶντες, σὲ τὸν ἄκακον ἄρνα ὡς ἄγριοι, θῆρες διαρπάζοντες, φρουρᾷ κατεδίκασαν, τὸν φρουρούμενον, Πάτερ θείᾳ χαριτι.ΘεοτοκίονΝοῦς ἐννοῆσαι τὸ μέγα, ἀπορεῖ τοῦ σοῦ τόκου μυστήριον· Θεὸν γὰρ ἐκύησας, ἄνθρωπον γενόμενον, Ἀειπάρθενε, τὸν ἀπερινόητον.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ὡς τὸν Προφήτην ἐρρύσω, ἐκ βυθοῦ κατωτάτου, Χριστὲ ὁ Θεός, κἀμὲ τῶν πταισμάτων μου, ῥῦσαι ὡς φιλάνθρωπος, καὶ κυβέρνησον τὴν ζωήν μου δέομαι».
Κοντάκιον τοῦ Ἁγίου Γρηγορίου
Ἦχος γ'
Ἡ Παρθένος σήμερον ΤΟ ΑΚΟΥΤΕ
Ὥσπερ μέγας ἥλιος, ἀνατολαῖς τῶν θαυμάτων, καταυγάζεις ἅπασαν, τὴν τοῦ Θεοῦ Ἐκκλησίαν, ἔσωσας ταῖς σαῖς πρεσβείαις πολλοὺς ἀνθρώπους, ἤλασας τοὺς κακοδόξους ἐκ τῆς σῆς ποίμνης· διὰ τοῦτό σε τιμῶμεν, θεόφρον Πάτερ, σοφὲ Γρηγόριε.
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΚΓ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἀμφιλοχίου, Ἐπισκόπου Ἰκονίου.ΣτίχοιΣταλεὶς Ἀμφιλόχιε νεκρῶν ἀμφίοις,Λόχους σκεδάζεις καὶ νεκρὸς νοουμένους.Εἰκάδι ἐν τριτάτῃ θάνατος λάβεν Ἀμφιλόχιον.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Γρηγορίου, Ἐπισκόπου τῆς, Ἀκραγαντίνων Ἐκκλησίας.ΣτίχοιἘξ Ἀκραγάντων πρὸς Θεὸν χωρεῖς Λόγον,Τὸν ἄκρα γῆς κρίνοντα, παμμάκαρ Πάτερ.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου πατρὸς ἡμῶν Σισινίου τοῦ Μάρτυρος.ΣτίχοιΠολλὰς ὑποστὰς ἐν βίῳ πρῶτον βίας,Μετῆλθε Σισίνιος ἐκ βίας βίου.Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἐπίσκοπος Ἰσχυρίων ἐν εἰρήνῃ τελειοῦται.ΣτίχοιΖῶν Ἰσχυρίων, ἰσχὺς ἦν Ἐκκλησίας,Ἥν περ νοητῶς καὶ θανὼν ἐνισχύει.Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ἅγιος Ἕλενος, Ἐπίσκοπος Ταρσοῦ, ἐν εἰρήνῃ τελειοῦται.ΣτίχοιΤαρσοῦ πρόεδρος Ἕλενος θυηπόλος,Ταρσοῖς ἄνεισι ψυχικοῖς ἕως πόλου.Διήγησις ὀπτασίας Ἰωάννου τινός, πάνυ ὠφέλιμος.Ταῖς τῶν ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Κανών β', ᾨδὴ ζ', τῆς Ἑορτῆς
Ἦχος α'
Ἡ κάμινος Σωτὴρ ἑδροσίζετο ΤΟ ΑΚΟΥΤΕ
Χορεύσωμεν φιλέορτοι σήμερον, ὑμνήσωμεν τὴν ἄχραντον Δέσποιναν, Ἰωακεὶμ καὶ Ἄνναν, ἐπαξίως γεραίροντες.Προφήτευσον ὁ λέγων ἐν Πνεύματι· Ἀχθήσονται παρθένοι ὀπίσω σου, ἀπενεχθήσονταί σοι, εἰς Ναὸν τῇ Βασιλίδι Μητρί.Ἠγάλλοντο Ἀγγέλων τὰ τάγματα, ηὐφραίνοντο Δικαίων τὰ πνεύματα, ὅτε Θεοῦ ἡ Μήτηρ εἰς τὰ Ἅγια προσήγετο.Καὶ σώματι καὶ πνεύματι ἔχαιρε, σχολάζουσα Μαρία ἡ ἄμωμος, ἐν τῷ Ναῷ Κυρίου, ὥσπερ σκεῦος Ἱερώτατον.Λαμβάνουσα τροφὴν τὴν οὐράνιον, προέκοπτε σοφίᾳ καὶ χάριτι, ἡ γενομένη Μήτηρ, κατὰ σάρκα τοῦ Σωτῆρος Χριστοῦ.Εἰσέφερον Ναοῦ εἰς ἐνδότατον, οἱ σώφρονες Πατέρες σου Ἄχραντε, ἀνατραφῆναι ξένως, εἰς κατοίκησιν Χριστοῦ τοῦ Θεοῦ.Δόξα...Δοξάσωμεν Τριάδα ἀχώριστον, ὑμνήσωμεν τὴν μίαν Θεότητα, σὺν τῷ Πατρὶ τὸν Λόγον, καὶ τὸ Πνεῦμα τὸ Πανάγιον.Καὶ νῦν ...Ἱκέτευε ὃν ἔτεκες Κύριον, ὡς εὔσπλαγχνον τῇ φύσει ὑπάρχοντα, Θεογεννῆτορ σῶσαι, τὰς ψυχὰς τῶν ἀνυμνούντων σε.
Κανών β', ᾨδὴ ζ', τοῦ Ἁγίου Ἀμφιλοχίου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐν τῇ καμίνῳ Ἀβραμιαῖοι παῖδες τῇ Περσικῇ, πόθῳ εὐσεβείας μᾶλλον ἢ τῇ φλογί, πυρπολούμενοι ἐκραύγαζον· Εὐλογημένος εἶ ἐν τῷ Ναῷ, τῆς δόξης σου Κύριε».Μυστικωτάταις, θεηγορίαις ταῖς σαῖς προσέχοντες, πόθῳ τὴν Ἀρείου Πάτερ κατατομήν, τῆς Θεότητος ἐκφεύγομεν, Τριάδα ἄκτιστον, ὁμοούσιον πίστει δοξάζοντες.Ἐληλεγμένον, ταῖς διδαχαῖς σου Μακεδόνιον, Πάτερ καθορῶντες Πνεῦμα τὸ ἀγαθόν, τῷ Πατρί τε καὶ Γεννήματι, συμπροσκυνούμενον, καὶ συνυπάρχον πίστει δοξάζομεν.Λόγῳ τρανώσας, τὴν ὑπὲρ λόγον Λόγου σάρκωσιν, σέβειν ἐν δυσὶν οὐσίαις Θεόν, θεοφρόνως ἐξεπαίδευσας, καὶ τὴν διαίρεσιν, καὶ τὴν σύγχυσιν φεύγειν θεόληπτε.ΘεοτοκίονΠάντες προθύμως, τὴν Θεοτόκον εὐφημήσωμεν, δεῦτε οἱ σωθέντες πίστει τοῦ ἐξ αὐτῆς, γεννηθέντος ἀνακράζοντες· Εὐλογημένη σὺ ἐν γυναιξὶν ὑπάρχεις Πανάχραντε.
Κανών γ', ᾨδὴ ζ', τοῦ Ἁγίου Γρηγορίου
Ἦχος πλ. δ'
Ὁ δι' Ἀγγέλου Παῖδας ΤΟ ΑΚΟΥΤΕ
Θαυματουργεῖ ὁ Κτίστης, κρινομένου σου μάκαρ· τὸ πορνικὸν γὰρ γύναιον, φορᾷ ληφθὲν δαιμόνων, πᾶσιν ἐδήλου, καθαρὸν σε Γρηγόριε.Ἀκτινοβόλοι θεῖοι, μαθηταὶ τοῦ Σωτῆρος, σοὶ ἐπιστάντες Ὅσιε, πεπεδημένον ξύλῳ, λύουσί σε, περιχαρῶς ἀσπαζόμενοι.Ὑπομονῇ σου Πάτερ, ὁ Δεσπότης προσέχων, θαυματουργίαις μείζοσι, σὲ ἱερῶς λαμπρύνει, τῶν νοσημάτων, τὴν ἀχλὺν ἀπελαύνοντα.ΘεοτοκίονΜητροπρεπῶς τὸν πάντων, ἀπεκύησας Κτίστην, καὶ ἐν χερσὶν ἐβάστασας, χερουβικὸς ὡς θρόνος, τὸν συνοχέα, τοῦ παντὸς Ἀπειρόγαμε.
Κανών β', ᾨδὴ η', τῆς Ἑορτῆς
Ἦχος α'
Ὃν φρίττουσιν Ἄγγελοι ΤΟ ΑΚΟΥΤΕ
Εὐφραίνεται σήμερον, φαιδρῶς Ἰωακείμ, καὶ Ἄννα ἡ ἄμεμπτος, Κυρίῳ τῷ Θεῷ, προσφέρει θυσίαν τὴν δοθεῖσαν αὐτῇ, ἐξ ἐπαγγελίας, ἁγίαν θυγατέρα.Καυχῶνται οἳ Ἅγιοι, Δαυῒδ καὶ Ἰεσσαὶ· Ἰούδας σεμνύνεται· ἐκ ῥίζης γὰρ αὐτῶν, ἐβλάστησε γόνος, ἡ Παρθένος ἁγνή, ἐξ ἧς ἐγεννήθη, Θεὸς ὁ πρὸ αἰώνων.Μαρία ἡ ἄχραντος, καὶ ἔμψυχος σκηνή, προσφέρεται σήμερον, ἐν οἴκῳ τοῦ Θεοῦ, καὶ δέχεται ταύτην, Ζαχαρίας χερσίν, ὡς ἡγιασμένον, κειμήλιον κυρίου.Ὡς πύλην σωτήριον, καὶ ὄρος νοητόν, ὡς κλίμακα ἔμψυχον, Τιμήσωμεν πιστοί, τὴν ὄντως Παρθένον, καὶ Μητέρα Θεοῦ, τὴν εὐλογηθεῖσαν, χερσὶ τῶν Ἱερέων.Προφῆται, Ἀπόστολοι, καὶ Μάρτυρες Χριστοῦ, Ἀγγέλων τὰ τάγματα, καὶ πάντες γηγενεῖς, τιμήσωμεν ὕμνοις, τὴν Παρθένον ἁγνήν, ὡς εὐλογημένην, Μητέρα τοῦ Ὑψίστου.Ναῷ σε προσέφερον, πανάχραντε Ἁγνή, οἱ θείως τεκόντες σε, ὡς θῦμα καθαρόν, καὶ ξένως αὐλίζῃ, ἐν ἀδύτοις Θεοῦ, προετοιμασθῆναι, εἰς κατοικίαν Λόγου.Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ Ἅγιον Πνεῦμα, τὸν κύριον.Ὑμνείσθω τρισάγιος, Πατὴρ καὶ ὁ Υἱός, καὶ Πνεῦμα, τὸ Ἅγιον, ἀμέριστος Μονάς, ἡ μία θεότης, ἡ κρατοῦσα δρακί, τὴν σύμπασαν κτίσιν, εἰς πάντας τοὺς αἰῶνας.Καὶ νῦν ...Ὁ ἄναρχος ἄρχεται, ὁ Λόγος ἐν σαρκί, τεχθεὶς ὡς ηὐδόκησε, Θεός τε καὶ βροτός, ἐκ Κόρης Παρθένου, ἀναπλάττων ἡμᾶς, τοὺς πρὶν πεπτωκότας, δι' ἄκραν εὐσπλαγχνίαν.
Κανών β', ᾨδὴ η', τοῦ Ἁγίου Ἀμφιλοχίου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον».Ὡραιώθησαν ᾀσματικῶς αἱ σιαγόνες σου, θεολογοῦντος τρανῶς, Τριάδα ἄναρχον ἄκτιστον, ὁμοούσιον ἀσύγχυτον, ἐν ὑποστάσεσι τρισί, Πάτερ θεόσοφε, ᾗ βοῶμεν· Πάντα τὰ ἔργα, ὑμνεῖτε τὸν Κύριον.Πλοῦτόν σοι καὶ δόξαν ἀκραιφνῆ, ἡ ἐνυπόστατος, Σοφία δέδωκε, θεολογήσαντι Πάνσοφε, εὐσεβῶς καὶ τῶν αἱρέσεων, καταβαλόντι τὴν ὀφρύν, καὶ πόθῳ ψάλλοντι· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.Ὁ πᾶσι παρέχων τὴν ζωήν, ὡς ἱεράρχην πιστὸν καὶ θεορρήμονα, ἐν Ἐκκλησίᾳ σε Ὅσιε, πρωτοτόκων εἰσῳκίσατο, ἱερουργοῦντα μυστικῶς, καὶ πίστει μέλποντα· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.ΘεοτοκίονἸδοὺ νῦν ἐκλέλοιπε σαφῶς, ἐκ τῆς Ἰούδα φυλῆς, ἄρχων ἡγούμενος· σὺ γὰρ Πανάμωμε τέτοκας, ᾧ τὸ πρὶν ἦν ἀποκείμενον, τὴν προσδοκίαν τῶν ἐθνῶν Χριστόν, ᾧ ψάλλομεν· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Κανών γ', ᾨδὴ η', τοῦ Ἁγίου Γρηγορίου
Ἦχος πλ. δ'
Ὁ στεγάζων ἐν ὕδασι ΤΟ ΑΚΟΥΤΕ
Ἀπολύεται μάστιγος, δαιμονικῆς φοβερᾶς, προσευχῇ σου Μάκαρ, ἡ τῇ κακίᾳ παρανόμων ἀνδρῶν, συκοφαντήσασά σε τὸν δίκαιον κόρη, καὶ συνόδου μέσον σε δοξάζει, ὁ ἀγωνοθέτης, Χριστὸς εἰς τοὺς αἰῶνας.Σκοτεινῆς ἀμαυρώσεως, οἱ πονηρὰ κατὰ σοῦ, βουλευθέντες Πάτερ, ἀποπληροῦνται καὶ ἐκλάμπει ἡ σή, φωταυγὴς βίωσις, ἐναντίον Γρηγόριε Πατέρων, ὧν τῇ παρουσίᾳ, ἄνθρακας κατέχων, χερσὶν ἐθαυματούργεις.Ὡς ἀστὴρ φαεινότατος, ἀναφανεὶς ἀληθῶς, ἐν τῷ ὕψει Πάτερ τῆς Ἐκκλησίας, καταυγάζεις ἡμᾶς, ἀρεταῖς πάντοτε, καὶ θαυμάτων ἀκτῖσι, τοὺς ὑμνοῦντάς σου τὴν φωτοφόρον, μνήμην ἱεράρχα, Γρηγόριε θεόφρον.ΘεοτοκίονὉ παράδοξος τόκος σου, τὰς διανοίας ἡμῶν, καταπλήττει μόνη εὐλογημένη· ὁ Θεὸς γὰρ ἐκ σοῦ, σάρκα προσέλαβεν, ὅπερ ἦν, διαμείνας Θεοτόκε, ἄτρεπτος τῇ φύσει, ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ὁ στεγάζων ἐν ὕδασι, τὰ ὑπερῷα Χριστέ, ὁ τιθεὶς θαλάσσῃ ὅριον ψάμμον, καὶ συνέχων τὸ πᾶν, σὲ ὑμνεῖ ἥλιος, σὲ δοξάζει σελήνη, σοὶ προσφέρει ὕμνον, πᾶσα ἡ κτίσις τῷ Δημιουργῷ, καὶ Κτίστῃ εἰς τοὺς αἰῶνας».
Κανών β', ᾨδὴ θ', τῆς Ἑορτῆς
Ἦχος α'
Τὴν φωτοφόρον Νεφέλην ΤΟ ΑΚΟΥΤΕΜεγαλυνάριονΜεγάλυνον ψυχή μου, τὴν προσενεχθεῖσαν, ἐν τῷ ναῷ Κυρίου, καὶ εὐλογηθεῖσαν, χερσὶ τῶν Ἱερέων. Σ η μ ε ί ω σ ι ςΤὸ Μεγαλυνάριον τοῦτο ἐπαναλαμβάνεται καὶ εἰς τὰ ἐφεξῆς Τροπάρια μέχρι τοῦ Δοξαστικοῦ.
Ἐκ τῶν Δικαίων προῆλθεν, Ἰωακεὶμ καὶ τῆς Ἄννης, ἐπαγγελίας ὁ καρπός, ἡ θεόπαις Μαρία, καὶ ὡς θυμίαμα δεκτόν, σαρκὶ νηπιάζουσα προσφέρεται, Ἱερῷ ἐν ἁγίῳ, ὡς Ἁγία, εἰς τὰ Ἅγια οἰκεῖν.Τὴν νηπιάζουσαν φύσει, καὶ ὑπὲρ φύσιν Μητέρα, ἀναδειχθεῖσαν τοῦ Θεοῦ, εὐφημήσωμεν ὕμνοις, ἐν τῷ Ναῷ τῷ νομικῷ· Κυρίῳ γὰρ σήμερον προσφέρεται, εἰς ὀσμήν εὐωδίας, τῶν Δικαίων, ὡς καρπὸς πνευματικός.Σὺν τῷ Ἀγγέλῳ τὸ χαῖρε, τῇ Θεοτόκῳ προσφόρως, ἀναβοήσωμεν πιστοί· Χαῖρε πάγκαλε Νύμφη, χαῖρε νεφέλη φωτεινή, ἐξ ἧς ἡμῖν ἔλαμψεν ὁ Κύριος, τοῖς ἐν σκότει ἀγνοίας, καθημένοις, χαῖρε πάντων ἡ ἐλπίς.Ὕμνον ἐπάξιον πᾶσα, τῇ Θεοτόκῳ ἡ κτίσις, σὺν τῷ Ἀγγέλῳ Γαβριήλ, ἀνακράζει βοῶσα, Χαῖρε ἡ Μήτηρ τοῦ Θεοῦ, δι' ἧς ἐλυτρώθημεν πανάμωμε, τῆς ἀρχαίας κατάρας, γεγονότες ἀφθαρσίας κοινωνοί.Ἡ τῶν Ἁγίων Ἁγία, καὶ Θεομήτωρ Μαρία, ταῖς ἱκεσίαις σου Ἁγνή, ἐλευθέρωσον ἡμᾶς, ἐκ τῶν παγίδων τοῦ ἐχθροῦ, καὶ πάσης αἱρέσεως καὶ θλίψεως, τοὺς πιστῶς προσκυνοῦντας, τὴν εἰκόνα, τῆς ἁγίας σου μορφῆς.Τῶν Χερουβὶμ ὑπερτέρα, τῶν Σεραφὶμ ἀνωτέρα, καὶ πλατυτέρα οὐρανῶν, ἀνεδείχθης Παρθένε, ὡς τὸν ἀχώρητον παντί, ἐν μήτρᾳ χωρήσασα Θεὸν ἡμῶν, καὶ τεκοῦσα ἀφράστως, ὃν δυσώπει, ἐκτενῶς ὑπὲρ ἡμῶν.Δόξα...Μεγάλυνον, ψυχή μου, τῆς Τρισυποστάτου, καὶ ἀδιαιρέτου Θεότητος τὸ κράτος. Τὴν Τρισυμόστατον φύσιν, καὶ ἀδιαίρετον δόξαν, τὴν ἐν Θεότητι μιᾷ, ὑμνουμένην ἀπαύστως, ἐν οὐρανῷ καὶ ἐπὶ γῆς. Τριάδα ἀχώριστον δοξάσωμεν, σὺν Υἱῷ τὸν Πατέρα, καὶ τὸ Πνεῦμα προσκυνοῦντες εὐσεβῶς.Καὶ νῦν ...Μεγάλυνον, ψυχή μου, τὴν τιμιωτέραν, καὶ ἐνδοξοτέραν τῶν ἄνω Στρατευμάτων. Ὑπὸ τὴν σὴν εὐσπλαγχνίαν, τοὺς καταφεύγοντας πίστει, καὶ προσκυνοῦντας εὐσεβῶς, τὸν Υἱόν σου Παρθένε, Θεογεννῆτορ ὡς Θεόν, τοῦ κόσμου καὶ Κύριον ἱκέτευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, καὶ παντοίων πειρασμῶν.
Κανών β', ᾨδὴ θ', τοῦ Ἁγίου Ἀμφιλοχίου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας τὰς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν».Μίαν τρισυπόστατον φύσιν, πανευσεβῶς θεολογήσας, τὴν παμβασιλίδα Τριάδα, τὴν θεαρχίαν τὴν ἀκατάληπτον, νῦν ὑπ' αὐτῆς τετίμησαι, ἱεροφάντορ Ἀμφιλόχιε.Ἔχων πρὸς Θεὸν παρρησίαν, ὡς ἱεράρχης θεοφόρε, τῶν τὴν ἱερὰν καὶ φωσφόρον, τελούντων μνήμην, σοῦ παμμακάριστε, διὰ παντὸς μνημονευε, τῷ σῷ Δεσπότῃ παριστάμενος.Νέμοις μοι τὴν ἄφθονον χάριν, τῷ τοὺς ἐπαίνους σοι θεόφρον, πλέξαντι προθύμῳ καρδίᾳ, τὴν τῶν πταισμάτων λύσιν αἰτούμενος, ὡς ἱερεὺς πιστότατος, Ὅσιε Πάτερ Ἀμφιλόχιε.ΘεοτοκίονἈδὰμ μὲν ἀπόγονος ὤφθης, τοῦ δὲ Θεοῦ Μήτηρ ἐδείχθης· σὺ γὰρ ἀπ' αἰῶνος ἐφάνης, Ἁγιωτέρα πάσης τῆς κτίσεως, εὐλογημένη Πάναγνε· διὸ σε πάντες μεγαλύνομεν.
Κανών γ', ᾨδὴ θ', τοῦ Ἁγίου Γρηγορίου
Ἦχος πλ. δ'
Εὐλογητὸς Κύριος ὁ Θεὸς ΤΟ ΑΚΟΥΤΕ
Ἴδε λαμπρὰ πανήγυρις, ἴδε μνήμη ἱερά, ἴδε χάρις πᾶσι, συνελθοῦσι Πιστοῖς, ἀφθόνως ἰάσεις πηγάζουσα, προσέλθωμεν· βρύει γὰρ ἡμῖν, ἡ Γρηγορίου θήκη, φωτισμόν ἀέναον, καὶ ἀθανασίαν.Ὡς ποταμὸς πεπλήρωσαι, τῶν ναμάτων τοῦ Χριστοῦ, ὡς ἐλαία ἔλαιον πηγάζεις ζωῆς, ὡς φοίνιξ ὑψώθης Γρηγόριε, ὡς ἄμπελος βότρυας ἡμῖν, τῶν ἀρετῶν σου φέρεις, ἐξ ὧν ποτιζόμεθα, οἶνον ἀφθαρσίας.Συνευφραινέσθω σήμερον, ἐν τῇ μνήμῃ σου ἡμῖν, ἱερέων δῆμος, καὶ Ὁσίων πληθύς, καὶ πάντων Ἀγγέλων τὰ τάγματα, μεθ' ὧν παρεστὼς τῷ Ποιητῇ, πεπυρσευμένος Πάτερ, μνήσθητι τῶν πόθῳ σε ἀνυμνολογούντων.Ἡγιασμένον γέγονας, Πάτερ σκήνωμα Χριστοῦ, Ἐκκλησίας στῦλος, καὶ λιμὴν τῶν πιστῶν, καὶ μάχαιρα πλάνην ἐκτέμνουσα, πηγὴ ἰαμάτων καὶ βυθός, ἐνθέων νοημάτων, καὶ πυρσὸς ἀκοίμητος, καὶ ποιμὴν ποιμένων.ΘεοτοκίονΦῶς ἡ τεκοῦσα ἄχρονον, τὸ ἐκλάμψαν ἐκ Πατρός, φώτισόν μου Κόρη, τὴν ψυχὴν καὶ τὸν νοῦν, μακρὰν ἀπ' ἐμοῦ ἐκδιώκουσα, τὸ σκότος Παρθένε τῶν παθῶν· ἵνα σε μακαρίζω, τὴν ἀειμακάριστον τῶν πιστῶν ἐλπίδα.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Εὐλογητὸς Κύριος, ὁ Θεὸς τοῦ Ἰσραήλ, ὁ ἐγείρας κέρας σωτηρίας ἡμῖν, ἐν οἴκῳ Δαυῒδ τοῦ παιδὸς αὐτοῦ, ἐν οἷς ἐπεσκέψατο ἡμᾶς, ἀνατολὴ ἐξ ὕψους, καὶ κατεύθυνεν ἡμᾶς, εἰς ὁδὸν εἰρήνης».
Ἐξαποστειλάριον τῶν Ἱεραρχῶν
Ἦχος γ'
Ἐν πνεύματι τῷ Ἱερῷ ΤΟ ΑΚΟΥΤΕ
Ὡς Ἱεράρχαι ὅσιοι, θεοφόροι Ποιμένες, ὀφθέντες ἀληθέστατοι, τοῦ ἀμνοῦ καὶ Ποιμένος, Ἀμφιλόχιε ὅσιε, καὶ Γρηγόριε μάκαρ, πρεσβεύσατε ὑπὲρ πάντων, τῶν ὑμῶν ἐκτελούντων, μνήμην ῥυσθῆναι κινδύνων, ψυχῶν ὁμοῦ καὶ σωμάτων.
Θεοτοκίον τῆς Ἑορτῆς
Ἦχος γ'
Ἐν πνεύματι τῷ Ἱερῷ ΤΟ ΑΚΟΥΤΕ
Τοῦ ἱεροῦ σε σήμερον, Θεοτόκε Παρθένε, δέχεται τὰ ἐνδότερα, χερσὶν Ἀρχιερέως, ἐν οἷς τριῶν ἀπὸ χρόνων, ἕως δύο καὶ δέκα, διέμεινας τρεφομένη, χειρὶ θείου Ἀγγέλου, ὡς ἁγία κιβωτός, τοῦ πάντα τεκτηναμένου.
Εἰς τὸν Στίχον τῶν Αἴνων, Στιχηρὰ Προσόμοια, τῆς Ἑορτῆς.Ἦχος β'Οἶκος τοῦ Ἐφραθᾶ ΤΟ ΑΚΟΥΤΕἬρθη τὸ τοῦ φραγμοῦ, μεσότοιχον τῇ θείᾳ, τῆς ὄντως Θεοτόκου, Εἰσόδῳ καὶ οἱ κάτω, τοῖς ἄνω νῦν συνήφθημεν.Στίχ. Ἀπενεχθήσονται τῷ Βασιλεῖ παρθένοι ὁπίσω αὐτῆς, αἱ πλησίον αὐτῆς ἀπενεχθήσονταί σοι.ᾞδον παρθενικαί, χορεῖαι θεῖον ὕμνον, προπέμπουσαι ἐν οἴκῳ, Θεοῦ λαμπαδηφόρον τὴν μόνην Παναμώμητον.Στίχ. Ἀπενεχθήσονται ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει ἀχθήσονται εἰς ναὸν βασιλέως.Ἔνδον τοῦ ἱεροῦ, Ἁγίαν τῶν Ἁγίων, τὴν Θεοτόκον οὖσαν, ὦ Ζαχαρία δέχου, Ἁγίων εἰς τὰ Ἅγια.
Θεοτοκίον
Ἦχος πλ. β'
Σήμερον τὰ στίφη τῶν Πιστῶν συνελθόντα, πνευματικῶς πανηγυρίσωμεν, καὶ τὴν θεόπαιδα Παρθένον καὶ Θεοτόκον, ἐν Ναῷ Κυρίου προσαγομένην, εὐσεβῶς ἀνευφημήσωμεν, τὴν προεκλεχθεῖσαν ἐκ πασῶν τῶν γενεῶν, εἰς κατοικητήριον τοῦ παντάνακτος Χριστοῦ, καὶ Θεοῦ τῶν ὅλων, Παρθένοι, λαμπαδηφοροῦσαι προπορεύεσθε, τῆς Ἀειπαρθένου τιμῶσαι, τὴν σεβάσμιον πρόοδον, Μητέρες, λύπην πᾶσαν ἀποθέμεναι, χαρμονικῶς συνακολουθήσατε, ὑμνοῦσαι τὴν Μητέρα τοῦ Θεοῦ γενομένην, καὶ τῆς χαρᾶς τοῦ κόσμου τὴν πρόξενον· Ἅπαντες οὖν χαρμονικῶς, τὸ Χαῖρε σὺν τῷ Ἀγγέλῳ ἐκβοήσωμεν τῇ Κεχαριτωμένῃ, τῇ ἀεὶ πρεσβευούσῃ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἀντίφωνον α'Στίχ. Μέγας Κύριος καὶ αἰνετὸς σφόδρα.Στίχ. Δεδοξασμένα ἐλαλήθη περί σοῦ ἡ πόλις τοῦ Θεοῦ.Στίχ. Ὁ Θεὸς ἐν ταῖς βάρεσιν αὐτῆς γινώσκεται.Στίχ. Καθάπερ ἠκούσαμεν, οὕτω καὶ εἴδομεν.Ἀντίφωνον β'Στίχ. Ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ ὕψιστος.Στίχ. Ἁγιωσύνη καὶ μεγαλοπρέπεια ἐν τῷ ἁγιάσματι αὐτοῦ.Στίχ. Ἅγιος ὁ ναός σου, θαυμαστὸς ἐν δικαιοσύνῃ.Ἀντίφωνον γ'Στίχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.Ἦχος δ'Σήμερον τῆς εὐδοκίας Θεοῦ τὸ προοίμιον, καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας ἡ προκήρυξις. Ἐν Ναῷ τοῦ Θεοῦ τρανῶς ἡ Παρθένος δείκνυται, καὶ τὸν Χριστὸν τοῖς πᾶσι προκαταγγέλλεται· Αὐτῇ καὶ ἡμεῖς μεγαλοφώνως βοήσωμεν· Χαῖρε τῆς οἰκονομίας τοῦ Κτίστου ἡ ἐκπλήρωσις.Στίχ. Πᾶσα ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως ἔσωθεν, ἐν κροσσωτοῖς χρυσοῖς περιβεβλημένη, πεποικιλμένη.Στίχ. Ἀπενεχθήσονται τῷ Βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς.
ΚοινωνικὸνΠοτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι. Ἀλληλούϊα.
| TA ΜΗΝΑΙΑ | Νοέμβριος | 23 |
Nov 24
Τῌ ΚΔ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥΜνήμη τῶν Ὁσίων Πατέρων ἡμῶν καὶ Ἱερομαρτύρων, Κλήμεντος Ῥώμης, καὶ Πέτρου Ἀλεξανδρείας.
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Ἁγίου Κλήμεντος.
Στιχηρὰ Προσόμοια τοῦ Ἁγίου Κλήμεντος
Ἦχος β'
Ὅτε, ἐκ τοῦ ξύλου σε ΤΟ ΑΚΟΥΤΕ
Κλῆμα τῆς ἀμπέλου τῆς ζωῆς, Πάτερ πεφυκὼς Ἱεράρχα, ὡραίους ἤνεγκας, βότρυας ἐν πνεύματι, δογμάτων πάνσοφε, ἀποστάζοντας πάντοτε, σωτήριον οἶνον, θείας ἐπιγνώσεως, καὶ κατευφραίνοντας, πάντων εὐσεβῶν τὰς καρδίας, τῶν εἰλικρινῶς σε τιμώντων, Κλήμη θεοφόρε παμμακάριστε.
Ἦχος β'
Πέτρου, Κορυφαίου μαθητής, Πάτερ γεγονὼς ἐπὶ πέτραν, τούτου ἐδόμησας, λίθον ὥσπερ τίμιον, σαυτὸν πανεύφημε, καὶ μοχλεύσει τῶν λόγων σου, κατέστρεψας πᾶσαν, δόμησιν πολύθεον, ναοὺς δὲ ἤγειρας, θείους εἰς τιμὴν τῆς Τριάδος, μάκαρ ὑπὲρ ἧς ἠγωνίσω, καὶ τοῦ μαρτυρίου στέφος εἴληφας.
Ἦχος β'
Ὥσπερ, φωτοβόλος ἐκ δυσμῶν, ἥλιος ἀνέτειλας Πάτερ, καταλαμπρύνων τὴν γῆν, αἴγλῃ τῶν δογμάτων σου, καὶ τῶν στιγμάτων φαιδρῶς, ἐπιφθάσας δὲ μέρεσιν, Ἑῴας τρισμάκαρ, ἔδυς θανατούμενος, καὶ ἐξανέτειλας, Κλήμη πρὸς Χριστὸν ταῖς ἐκεῖθεν, λάμψεσι πλουσίαις ἀπαύστως, θείαν κατὰ μέθεξιν λαμπόμενος.
Στιχηρὰ Προσόμοια τοῦ Ἁγίου Πέτρου
Ἦχος α'
Των οὐρανίων ταγμάτων ΤΟ ΑΚΟΥΤΕ
Ὑπερουσίου Τριάδος τὸ ὁμοούσιον, διεκδικῶν Παμμάκαρ, ὡς ἀκτίστου Μονάδος, Ἄρειον καθεῖλες, δείξας ἡμῖν, τοῦ Υἱοῦ τὸ ἀμέριστον, ὡς τῆς αὐτῆς ἐνυπάρχοντος τῷ Πατρί, καὶ τῷ Πνεύματι Θεότητος.
Ἦχος α'
Τῶν διωκόντων ἐπαύθη, ἡ μιαιφόνος ὁρμή, ἡ τῶν αἱμάτων χύσις, νῦν εἰς φροῦδον κατέστη, ἄμφω σφραγισθέντα, Πέτρε σοφέ, τῷ ἱερῷ μαρτυρίῳ σου, ὡς τοῦ παιδός Μωϋσέως ἔστη ῥυέν, τῇ ψηφῖδι τῆς Σεπφώρας ποτέ.
Ἦχος α'
Ποιμαντικῶς διαπρέψας, Ἱερομάρτυς Χριστοῦ, μαρτυρικοῦς ἀγῶνας, ἐπεδείξω γενναίως, ἓν δι' ἀμφοτέρων στέφος λαβών, ἑκατέροις κοσμούμενος, ἱερωσύνῃ καὶ πόνοις ἀθλητικοῖς· διὸ πρέσβευε σωθῆναι ἡμᾶς.
Δοξαστικὸν, Τοῦ Ἁγίου Κλήμεντος
Ἦχος πλ. β'
Τῆς τῶν παθῶν ὀχλήσεως ἀπασχολήσας τὸν νοῦν, περὶ τὴν γνῶσιν τῶν ὄντων, ἱερώτατε Κλήμη, ἀσχολεῖσθαι πεποίηκας· διὸ σε τὸ κυρίως καὶ πρώτως Ὄν, ἐπὶ ταύτην εἵλκυσε, διὰ Πέτρου τοῦ τῶν Ἀποστόλων ἐξάρχοντος, ὃς σε τὰ θεῖα μεμύηκε, καὶ αὐτοῦ διάδοχον καταλέλοιπεν ἄξιον· Μεθ' ὃν τὴν Ἐκκλησίαν πάνσοφε, καλῶς διαγαγών, μαρτυρικῷ τέλει πρὸς αὐτόν, ἐξεδήμησας, οἷα Θεός, Θεῷ τῷ ὄντι ἀκραιφνῶς συγγινόμενος, οὗ τῆς θεώσεως, καὶ ἡμᾶς ἀκαταπαύστως τυχεῖν καθικέτευε, Ἱερομάρτυς Ἀπόστολε.
Θεοτοκίον, Τῆς Ἑορτῆς
Ἦχος πλ. δ'
Μετὰ τὸ τεχθῆναί σε, Θεόνυμφε Δέσποινα, παρεγένου ἐν Ναῷ Κυρίου, τοῦ ἀνατραφῆναι εἰς τὰ Ἅγια τῶν Ἁγίων, ὡς ἡγιασμένη. Τότε καὶ Γαβριὴλ ἀπεστάλη πρὸς σὲ τὴν Πανάμωμον, τροφὴν κομίζων σοι. Τὰ οὐράνια πάντα ἐξέστησαν, ὁρῶντα τὸ Πνεῦμα τὸ Ἅγιον ἐν σοὶ σκηνῶσαν. Διὸ ἄσπιλε ἀμόλυντε, ἡ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς δοξαζομένη, Μήτηρ Θεοῦ, σῷζε τὸ γένος ἡμῶν.
Εἰς τὸν Στίχον. Στιχηρὰ τῆς Ἑορτῆς Προσόμοια.Ἦχος α'Τῶν οὐρανίων ταγμάτων ΤΟ ΑΚΟΥΤΕΔεῦτε φιλέορτοι πάντες, ὕμνοις τιμήσωμεν, τὴν μόνην Θεοτόκον, τὴν ἁγνὴν καὶ Παρθένον. Παρθένοι γηθοσύνως, λαμπάσι φαιδραῖς, τὴν Παρθένον καὶ ἄχραντον, ἐν τῷ Ναῷ εἰσαχθεῖσαν τοῦ Ποιητοῦ, γηθοσύνως λιτανεύσατε.Στίχ. Ἀπενεχθήσονται τῷ Βασιλεῖ παρθένοι ὁπίσω αὐτῆς, αἱ πλησίον αὐτῆς ἀπενεχθήσονταί σοι.Διανοιγέσθωσαν πύλαι, πιστῶς εἰσδέξασθε, Παρθένοι λαμπαδοῦχοι, εἰς ναὸν ἀφιχθεῖσαν, τὴν ἄχραντον Μητέρα, καὶ πάντων χαράν, τοῦ Θεοῦ ἡμῶν κράζουσαι· Εὐλογημένη ὑπάρχεις ἐν γυναιξί, Θεοτόκε ἀειπάρθενε.Στίχ. Ἀπενεχθήσονται ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει ἀχθήσονται εἰς ναὸν βασιλέως.Ἐπαγγελίας ἁγίας, καὶ ὁ καρπὸς εὐκλεής, ἡ Θεοτόκος ὄντως, ἀνεδείχθη τῷ κόσμῳ, ὡς πάντων ὑπερτέρα· ἣ εὐσεβῶς, προσαγομένη ἐν οἴκῳ Θεοῦ, τὴν προσευχὴν τῶν τεκόντων ἀποπληροῖ, συντηρουμένη θείῳ Πνεύματι.
Δοξαστικὸν, Τοῦ Ἁγίου Πέτρου
Ἦχος δ'
Ἀνατολίου
Χειρὶ Θεοῦ χρισθεὶς εἰς ἱερέα, τοῦ Κορυφαίου συνώνυμε, καὶ ἔργοις συμμέτοχε, τὰ λογικὰ πρόβατα, τοῖς εὐαγγελικοῖς ἐξέθρεψας λειμῶσιν, ὡς σοφὸς καὶ ἀληθινός Ποιμήν, καὶ Μάρκου διάδοχος, ἀξίως ἀναδειχθείς, τῷ ἀθλητικῷ αἵματι, τὸν τῆς πίστεως δρόμον ἐτέλεσας, τοῦ λαοῦ προθυόμενος καὶ Χριστῷ συμμορφούμενος· Πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Θεοτοκίον, Τῆς Ἑορτῆς
Ἦχος πλ. δ'
Ὁ Δαυῒδ προανεφώνει σοι Ἄχραντε, προορῶν τὴν ἀφιέρωσιν τῆς εἰσόδου σου ἐν τῷ Ναῷ, ἐν ᾧ τὰ πέρατα σήμερον ἑορτάζοντα, δοξολογοῦσί σε πανύμνητε· ἡ γὰρ πρὸ τόκου Παρθένος, καὶ μετὰ τόκον μείνασα ἄφθορος, Μήτηρ τοῦ Λόγου τῆς ζωῆς, σήμερον εἰσέρχῃ ἐν τῷ Ναῷ· Ὁ Ζαχαρίας εὐφραίνεται, ἀπολαβών σε Δέσποινα, καὶ τὰ Ἅγια τῶν Ἁγίων ἀγάλλοντι, ὑποδεξάμενά σε τὴν τροφὸν τῆς ζωῆς ἡμῶν. Διὸ καὶ ἡμεῖς ἐν ᾠδαῖς ἐκβοῶμέν σοι. Ὑπὲρ ἡμῶν δυσώπησον, τὸν Υἱόν σου καὶ Θεὸν ἡμῶν, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.
Ἀπολυτίκιον τῶν Ἁγίων
Ἦχος δ'
Ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, ὁ ποιῶν ἀεὶ μεθ' ἡμῶν, κατὰ τὴν σὴν ἐπιείκιαν, μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφ' ἡμῶν, ἀλλὰ ταῖς αὐτῶν ἱκεσίαις, ἐν εἰρήνῃ κυβέρνησον τὴν ζωὴν ἡμῶν.
Ἀπολυτίκιον τῆς Ἑορτῆς
Ἦχος δ'
Σήμερον τῆς εὐδοκίας Θεοῦ τὸ προοίμιον, καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας ἡ προκήρυξις. Ἐν Ναῷ τοῦ Θεοῦ τρανῶς ἡ Παρθένος δείκνυται, καὶ τὸν Χριστὸν τοῖς πᾶσι προκαταγγέλλεται. Αὐτῇ καὶ ἡμεῖς μεγαλοφώνως βοήσωμεν· Χαῖρε τῆς οἰκονομίας τοῦ Κτίστου ἡ ἐκπλήρωσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα
Ἦχος δ'
Ἐπεφάνης σήμερον ΤΟ ΑΚΟΥΤΕ
Εὐφροσύνης σήμερον, ἡ οἰκουμένη, ἐπληρώθη ἅπασα, ἐν τῇ εὐσήμῳ Ἑορτῇ, τῆς Θεοτόκου κραυγάζουσα· Αὕτη ὑπάρχει, σκηνὴ ἐπουράνιος.
Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα
Ἦχος δ'
Κατεπλάγη Ἰωσὴφ ΤΟ ΑΚΟΥΤΕ
Ἡ ἀμίαντος ἀμνάς, καὶ ἀκηλίδωτος παστάς, ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, ἡ Θεοτόκος Μαριάμ, μέτ' εὐφροσύνης εἰσάγεται παραδόξως· ἣν Ἄγγελοι Θεοῦ, δορυφοροῦσι λαμπρῶς καὶ πάντες οἱ Πιστοί, μακαριοῦσιν ἀεί, καὶ εὐχαρίστως ψάλλουσι τάυτῃ, ἀκαταπαύστως μεγάλῃ φωνῇ· Ἡμῶν ἡ δόξα, καὶ σωτηρία, σὺ ὑπάρχεις Πανάχραντε.
Ὁ Κανὼν πρῶτος τῆς Ἑορτῆς, οὗ ἡ Ἀκροστιχὶς μέχρι τῆς ζ' Ὠδής.Σὺ τὴν χάριν, Δέσποινα, τῷ λόγῳ δίδου.Ποίημα τοῦ κυρίου Γεωργίου.ᾨδὴ α'
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὴν Εἴσοδον».Σοφίας πανάχραντε, σὲ θησαυρὸν ἐπιστάμενοι, καὶ χάριτος βρύουσαν, πηγὴν ἀέναον, τὰς τῆς γνώσεως, αἰτοῦμέν σε ῥανίδας, ἐπόμβρησον Δέσποινα, τοῦ ἀνυμνεῖν σε ἀεί.Ὑπέρτερος Πάναγνε, τῶν οὐρανῶν χρηματίσασα, ναὸς καὶ παλάτιον, ἐν τῷ Ναῷ τοῦ Θεοῦ, ἀνατίθεσαι, αὐτῷ ἑτοιμασθῆναι, εἰς θείαν κατοίκησιν, τῆς παρουσίας αὐτοῦ.Τὸ φῶς ἀνατείλασα, ἡ Θεοτόκος τῆς χάριτος, πάντας κατελάμπρυνε, καὶ συνηγάγετο τὴν ὑπέρλαμπρον, αὐτῆς κατακοσμῆσαι, πανήγυριν ᾄσμασι· δεῦτε συνδράμωμεν.Ἡ πύλη ἡ ἔνδοξος, ἡ λογισμοῖς ἀδιόδευτος, τὰς πύλας διάρασα, τὰς τοῦ Ναοῦ τοῦ Θεοῦ, νῦν προτρέπεται, ἡμᾶς συνεισελθόντας, τὰ θεῖα θαυμάσια, κατατρυφῆσαι αὐτῆς.
Ὁ Κανὼν τοῦ Ἁγίου Κλήμεντος, οὗ ἡ Ἀκροστιχίς.Θείας σε Κλῆμα Μάρτυς ἀμπέλου σέβω.Ἰωσήφ.ᾨδὴ α'
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ Λόγον ἐρεύξομαι τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα».Θρόνῳ παριστάμενος, τῆς Τρισηλίου Θεότητος, καὶ θείαις λαμπόμενος, Πάτερ λαμπρότησι, τὴν ζοφώδη μου, καταύγασον καρδίαν, ὅπως τὴν φωσφόρον σου, ὑμνήσω κοίμησιν.Εἰς βάθη τοῦ Πνεύματος, μετὰ τοῦ πνεύματος Ὅσιε, ὁσίως ἐνέκυψας, καὶ κατενόησας, ὡς ἐχώρησας, τὸν ἀκαταληψίᾳ νοούμενον, Κύριον, Μακαριώτατε.Ἱστίῳ πτερούμενος, τῷ τοῦ Σταυροῦ διεπέρασας, τοῦ βίου τὸ πέλαγος, Μάρτυς πανάριστε, καὶ τὸν εὔδιον, κατέλαβες λιμένα, της ἄνω λαμπρότητος, Κλήμη πανεύφημε.ΘεοτοκίονἉγίασον Δέσποινα, τὴν ταπεινήν μου διάνοιαν, ἡ τὸν ὑπερούσιον, Λόγον κυήσασα, καὶ ὑπάρχουσα, πασῶν ἁγιωτέρα, τῶν ἄνω Δυνάμεων, Θεοχαρίτωτε.
Ὁ Κανὼν τοῦ Ἁγίου Πέτρου, οὗ ἡ Ἀκροστιχίς (ἄνευ τῶν Θεοτοκίων).Ἐγκωμιάζω τὸν τρισόλβιον Πέτρον.Θεοφάνους.ᾨδὴ α'
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«ᾌσωμεν τῷ Κυρίῳ πάντες λαοί, τῷ ἐν θαλάσσῃ Ἐρυθρᾷ, τὸν Φαραὼ βυθίσαντι, ᾠδὴν ἐπινίκιον, ὅτι δεδόξασται».Ἐν τοῖς φωτεινοτάτοις, τὴν διαγωγὴν ἔχων σκηνώμασι, φωτισμὸν μοι παράσχου, ταῖς πρεσβείαις σου Πέτρε πανόλβιε.Γνώσει μεμυημένος, καὶ ἱερωσύνῃ λαμπρυνόμενος, παμμακάριστε Πέτρε, τῷ Χριστῷ προσηνέχθης δι' αἵματος.Κόσμος πεποικιλμένος, καὶ πολυτελὲς ὥσπερ ἀνάθημα, τῇ σεπτῇ Ἐκκλησίᾳ, πρὸς Θεοῦ ἐδωρήθης Μακάριε.ΘεοτοκίονἌχραντε Θεοτόκε, ἡ σεσαρκωμένον τὸν ἀΐδιον, καὶ ὑπέρθεον Λόγον, ὑπὲρ φύσιν τεκοῦσα ὑμνοῦμεν σε.
Κανών α', ᾨδὴ γ', τῆς Ἑορτῆς
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τοὺς σοὺς ὑμνολόγους, Θεοτόκε, ἡ ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας πνευματικόν, στερέωσον· κἄν τῇ σεπτῇ Εἰσόδῳ σου, στεφάνων δόξης ἀξίωσον».Νυμφοστόλος σήμερον ἐδείχθη, τερπνὸς τῆς Παρθένου ὁ ναός, καὶ θάλαμος δεχόμενος, τὴν ἔμψυχον παστάδα Θεοῦ, τὴν καθαρὰν καὶ ἄμωμον, καὶ λαμπροτέραν πάσης κτίσεως.Δαυῒδ προεξάρχων τῆς χορείας, σκιρτᾷ καὶ χορεύει σὺν ἡμῖν, καὶ Βασιλίδα κράζει σε, πεποικιλμένην Ἄχραντε, παρισταμένην πάναγνε, ἐν τῷ Ναῷ τῷ Βασιλεῖ καὶ Θεῷ.Ἐξ ἧς ἡ παράβασις προῆλθεν, ἡ πάλαι τῷ γένει τῶν βροτῶν, ἐκ ταύτης ἡ ἀνόρθωσις, καὶ ἀφθαρσία ἤνθησεν, ἡ Θεοτόκος σήμερον, προσαγομένη ἐν τῷ οἴκῳ Θεοῦ.Σκιρτῶσιν Ἀγγέλων στρατηγίαι, καὶ πάντων ἀνθρώπων ἡ πληθύς, καὶ πρὸ προσώπου Πάναγνε, προστρέχουσί σου σήμερον, λαμπαδηφόροι κράζουσαι, τὰ μεγαλεῖά σου ἐν οἴκῳ Θεοῦ.
Κανών β', ᾨδὴ γ', τοῦ Ἁγίου Κλήμεντος
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Οὐκ ἐν σοφίᾳ, καὶ δυνάμει καὶ πλούτῳ καυχώμεθα, ἀλλ' ἐν σοὶ τῇ τοῦ Πατρὸς ἐνυποστάτῳ σοφίᾳ Χριστέ· οὐ γὰρ ἔστιν ἅγιος, πλήν σου Φιλάνθρωπε».Σὲ πρὸς τὸ φέγγος, τῆς τοῦ Θεοῦ ὡδήγησε γνώσεως, ὁ τοῦ κόσμου διαυγής, καὶ καθαρώτατος ἥλιος, Πέτρος ὁ θαυμάσιος, Θεομακάριστε.Σταγόσι θείων, διδαχῶν ἀρδευθεὶς τὴν καρδίαν σου, τῶν τοῦ Πέτρου ποταμός, ναμάτων πλήρης τοῦ Πνεύματος, Μάρτυς ἐχρημάτισας, Θεομακάριστε.Ἐν χείλεσί σου, ἐξεχύθη ἡ χάρις τοῦ Πνεύματος· ὅθεν ἔβλυσας κρουνούς, θεογνωσίας Ἀοίδιμε, καὶ πᾶσαν κατήρδευσας, τὴν Ἐκκλησίαν Χριστοῦ.ΘεοτοκίονΚυριοτόκε, ἡ Θεὸν ἀπορρήτως κυήσασα, τὸν Σωτῆρα τοῦ παντός, αὐτὸν δυσώπει σωθῆναί με, πάθεσιν ἑκάστοτε περιαντλούμενον.
Κανών γ', ᾨδὴ γ', τοῦ Ἁγίου Πέτρου
Ἦχος πλ. δ'
Οὐκ ἔστιν ἅγιος ΤΟ ΑΚΟΥΤΕ
Ἀνῆλθες ὀχούμενος τῷ σῷ αἵματι, ὡς ἐν ἅρματι Ὅσιε, πρὸς τὰ οὐράνια, ἔνθα πρόδρομος ἡμῶν, Χριστὸς εἰσελήλυθεν, ὁ μόνος ἀναμάρτητος.Ζωὴν τὴν ἐπίκηρον καταλέλοιπας, καὶ ζωὴν τὴν ἀκήρατον εὗρες Μακάριε, ἔνθα στεφανηφόρος χορεύων ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.Ὡς φοίνιξ ἐξήνθησας εὐφορώτατος, ὡς ἐλαία κατάκαρπος, ὤφθης θεόπνευστε, ἐν αὐλαῖς τοῦ Κυρίου, ὡς σμύρνα καὶ λίβανος, ὡς μύρον εὐωδέστατον.ΘεοτοκίονΠαρθένος ἔτεκες ἀπειρόγαμε, καὶ Παρθένος ἔμεινας, Μήτηρ ἀπείρανδρε Θεοτόκε Μαρία, Χριστὸν τὸν Θεὸν ἡμῶν, ἱκέτευε τοῦ σωθῆναι ἡμᾶς.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Οὐκ ἔστιν ἅγιος ὡς ὁ Κύριος, καὶ οὐκ ἔστι δίκαιος, ὡς ὁ Θεὸς ἡμῶν, ὃν ὑμνεῖ πᾶσα κτίσις· οὐκ ἔστι σοι ὅμοιος, δεδοξασμένε Κύριε».
Κάθισμα τοῦ ἁγίου Κλήμεντος
Ἦχος πλ. δ'
Τὴν Σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ
Ὡς πολύφορον κλῆμα ἐπὶ τῆς γῆς, ἁπλωθεὶς τῶν βασάνων κατατομῇ, ὡραίους ἐξήνθησας, ἀξιάγαστε βότρυας, σωτηρίου γλεῦκος, ἀεὶ ἀποστάζοντας, καὶ καρδίας πάντων, πιστῶν κατευφραίνοντας· ὅθεν συνελθόντες, τὴν ἁγίαν σου μνήμην, τελοῦμεν γηθόμενοι, τὸν Χριστὸν μεγαλύνοντες, Ἱεράρχα πολύαθλε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.Δόξα... Τοῦ Ἁγίου Πέτρου, ὅμοιον Ἐκ τῆς ἄνωθεν ψήφου τῆς τοῦ Χριστοῦ, ἡγησάμενος ποίμνης ἐπὶ νομάς, εὐζώους ἐποίμανας, τῶν πανσόφων δογμάτων σου, ἀπελάσας Ἄρειον, ὡς λύκον ἀνήμερον, ἐπιβάντα ταύτης, ἀθέοις διδάγμασιν· ὅθεν τὴν ψυχήν σου δεδωκὼς ὑπὲρ ταύτης, ποιμὴν ἀνηγόρευσαι, ὡς ὁ Κύριος ἔφησεν, Ἱεράρχα μακάριε· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.Καὶ νῦν ... Τῆς ἑορτῆςἮχος δ' Κατεπλάγη Ἰωσὴφ ΤΟ ΑΚΟΥΤΕΠρὸ συλλήψεως Ἁγνή, καθηγιάσθης τῷ Θεῷ, καὶ τεχθεῖσα ἐπὶ γῆς, δῶρον προσήχθης νῦν αὐτῷ, ἀποπληροῦσα πατρῴαν ἐπαγγελίαν· Τῷ θείῳ δὲ Ναῷ, ὡς θεῖος ὄντως ναός, ἐκ βρέφους καθαρῶς, μετὰ λαμπάδων φαιδρῶν, ἀποδοθεῖσα ὤφθης δοχεῖον, τοῦ ἀπροσίτου καὶ θείου Φωτός· Μεγάλη ὄντως ἡ πρόοδός σου, μόνη Θεόνυμφε καὶ ἀειπάρθενε.
Κανών α', ᾨδὴ δ', τῆς Ἑορτῆς
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης Ἀββακούμ, κατανοῶν ἐκραύγαζε· Δόξα τῇ δυνάμει σου Κύριε».Πύλην ἀδιόδευτον ὁ τοῦ Θεοῦ, οἶκος εἰσδεχόμενος σήμερον, ἔπαυσε Νόμου, τὴν λατρείαν καὶ σκιάν· Ὡς ἀληθῶς ἐπέφανε, κράζων τοῖς ἐν γῇ, ἡ ἀλήθεια.Ὄρος τὸ κατάσκιον ὃ προορῶν, πάλαι Ἀββακοὺμ προεκήρυξεν, ἔνδον χωρῆσαν, τῶν ἀδύτων τοῦ ναοῦ, τὰς ἀρετὰς ἐξήνθησε, καὶ κατακαλύπτει τὰ πέρατα.Ἴδωμεν παράδοξα πᾶσα ἡ γῆ, ξένα καὶ ἐξαίσια πράγματα, πῶς ἡ Παρθένος, δι' Ἀγγέλου τὴν τροφήν, εἰσδεχομένη σύμβολα, τῆς οἰκονομίας κομίζεται.Ναὸς καὶ παλάτιον καὶ οὐρανός, ἔμψυχος ὀφθεῖσα Θεόνυμφε, τοῦ Βασιλέως, ἐν Ναῷ τῷ νομικῷ, ἀφιεροῦσαι σήμερον, τούτῳ τηρουμένη πανάχραντε.
Κανών β', ᾨδὴ δ', τοῦ Ἁγίου Κλήμεντος
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ καθήμενος ἐν δόξῃ, ἐπὶ θρόνου Θεότητος, ἐν νεφέλῃ κούφῃ, ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος, τῇ ἀκηράτῳ παλάμῃ καὶ διέσωσε, τοὺς κραυγάζοντας· Δόξα Χριστὲ τῇ δυνάμει σου».Λαμπρυνθείς σου τὴν καρδίαν, ταῖς ἀκτῖσι τοῦ Πνεύματος, εὐσεβέσι λόγοις, πάντων τὰς ψυχὰς κατελάμπρυνας, τὸ τῆς ἀγνοίας δὲ σκότος τὸ βαθύτατον, ἀπεδίωξας τῶν εἰδωλομανῶν Ἱερώτατε.Ἡ κατάκαρπος ὡς κλῆμα, ἐκβλαστάνει σε ἄμπελος, Ἰησοῦς Παμμάκαρ, φέρων ἐπιγνώσεως βότρυας, ἐν τοῖς ληνοῖς μαρτυρίου οἶνον βλύζοντας, τὰς καρδίας πάντων, πιστῶν τὸν εὐφραίνοντα.Μεμακάρισαι γνησίως, μαθητεύσας τῷ κήρυκι, μεμαθητευμένῳ, Λόγῳ μακαρίσαντι Πάνσοφε, τοῦτον ἀξίως λαβόντα ἀποκάλυψιν, ἐκ Πατρὸς οὐρανίου σαφῶς, ὡς θερμότατον.ΘεοτοκίονἈναπλάττεις συντριβεῖσαν, καὶ φθορᾷ ὑποκύψασαν, τὴν βροτείαν φύσιν, Ἄχραντε Θεὸν σωματώσασα, καὶ ὑπὲρ φύσιν τεκοῦσα ἀπειρόγαμε, ᾧ κραυγάζομεν· Δόξα Χριστὲ τῇ δυνάμει σου.
Κανών γ', ᾨδὴ δ', τοῦ Ἁγίου Πέτρου
Ἦχος πλ. δ'
Ἐξ ὄρους κατασκίου ΤΟ ΑΚΟΥΤΕ
Τὴν τῶν ἀρετῶν ὁδεύων τρίβον Πάτερ, ἔφθασας μονὰς τὰς ἄνω θεοφόρε, ἱερωσύνης τῷ χρίσματι διαπρέπων, καὶ μαρτυρίου λάμπων αἵματι.Ὄμβροις καὶ κρουνοῖς τῶν σῶν αἱμάτων Μάκαρ, ἔσβεσας ἡμῖν, τὴν κάμινον τῆς πλάνης, καὶ διωκόντων ἠφάνισας τὴν ὁμίχλην, Ἱερομάρτυς ἀξιάγαστε.Νέος τις Πέτρος ἐδείχθης ἡμῖν ὄντως, ἀποστολικοῖς χαρίσμασιν ἐκλάμπων, ἱερουργός τε καὶ μάρτυς τῶν παθημάτων, τῶν τοῦ Δεσπότου σου Πανόλβιε.ΘεοτοκίονΧαίροις παρ' ἡμῶν ἁγία Θεοτόκε· Χαῖρε ἡ χαρὰν κυήσασα τῷ κόσμῳ, Χαῖρε ἡ μόνη ἀντίληψις τῶν ἀνθρώπων, Χαῖρε τὸ πάντων περιτείχισμα.
Κανών α', ᾨδὴ ε', τῆς Ἑορτῆς
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐξέστη τὰ σύμπαντα ἐν τῇ σεπτῇ εἰσόδῳ σου· σὺ γὰρ ἀπειρόγαμε Παρθένε· ἔνδον εἰσῆλθες ἐν τῷ ναῷ τοῦ Θεοῦ, ὥσπερ καθαρώτατος ναός, πᾶσι τοῖς ὑμνοῦσί σε τὴν εἰρήνην βραβεύουσα».Ἁγίασμα ἔνδοξον, καὶ ἱερὸν ἀνάθημα, σήμερον ἡ πάναγνος Παρθένος, ἀνατεθεῖσα ἐν τῷ Ναῷ τοῦ Θεοῦ, τῷ παμβασιλεῖ ἡμῶν Θεῷ, μόνῳ εἰς ἐνοίκησιν, συντηρεῖται ὡς οἶδεν αὐτός.Τὸ κάλλος Πανάχραντε, τὸ τῆς ψυχῆς σου βλέπων ποτέ, πίστει Ζαχαρίας ἀνεβόα· Σὺ εἶ τὸ λύτρον, σὺ εἶ ἡ πάντων χαρά, σὺ εἶ ἡ ἀνάκλησις ἡμῶν, δι' ἧς ὁ ἀχώρητος, χωρητὸς μοι ὀφθήσεται.Ὢ τῶν ὑπὲρ ἔννοιαν, θαυμάτων σου Πανάχραντε! ξένη σου ἡ γέννησις ὑπάρχει, ξένος ὁ τρόπος ὁ τῆς αὐξήσεως, ξένα καὶ παράδοξα τὰ σά, πάντα Θεονύμφευτε, καὶ βροτοῖς ἀνερμήνευτα.Λυχνία πολύφωτος, ὑπάρχουσα Θεόνυμφε, σήμερον ἐξέλαμψας ἐν οἴκῳ, τῷ τοῦ Κυρίου, καὶ καταυγάζεις ἡμᾶς, τοῖς σεπτοῖς χαρίσμασιν ἁγνή, τοῖς τῶν θαυμασίων σου, Θεοτόκε πανύμνητε.
Κανών β', ᾨδὴ ε', τοῦ Ἁγίου Κλήμεντος
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἀσεβεῖς οὐκ ὄψονται τὴν δόξαν σου Χριστέ, ἀλλ' ἡμεῖς σε Μονογενές, Πατρικῆς ἀπαύγασμα δόξης Θεότητος, ἐκ νυκτὸς ὀρθρίζοντες, ἀνυμνοῦμέν σε Φιλάνθρωπε».Μαρτυρίου αἵματι φοινίξας ἱερῶς, τὴν στολήν σου τὴν ἱεράν, λαμπροτέραν Ἔνδοξε, ἐναπετέλεσας, μεθ' ἧς εἰς τὰ Ἅγια, τῶν Ἁγίων προσεχώρησας.Ἀναιμάκτους ἔθυσας θυσίας τῷ Χριστῷ, τῷ τυθέντι ὑπὲρ ἡμῶν, καὶ τυθεὶς προσήνεξαι, τούτῳ ὡς σφάγιον, καθαρὸν καὶ ἄμωμον, Ἀθλητὰ Θεομακάριστε.Ῥώμης προεδρεύσαντα, ὡς Πέτρου φοιτητήν, καὶ τὴν ποίμνην τὴν ἱεράν, ἱερῶς ποιμάναντα ὦ Ἱερώτατε, ἡ Σιὼν ἡ ἄνω σε, νῦν πολίτην προσελάβετο.ΘεοτοκίονΤὴν ἁγνὴν ἁγνεύοντι, τιμήσωμεν νοΐ, καλλονὴν τὴν τοῦ Ἰακώβ, ταῖς ἐνθέοις πράξεσι καλλυνόμενοι, εὐσεβῶς ὑμνήσωμεν, ὡς Μητέρα τοῦ Θεοῦ ἡμῶν.
Κανών γ', ᾨδὴ ε', τοῦ Ἁγίου Πέτρου
Ἦχος πλ. δ'
Ὀρθρίζοντες βοῶμέν σοι Κύριε ΤΟ ΑΚΟΥΤΕ
Τῇ πέτρᾳ ἐρεισθεὶς τῇ τῆς πίστεως, Ἀθλοφόρε, ἀκλινὴς διέμεινας, ἐν πειρασμῶν περιστάσεσι.Ῥομφαίᾳ τῇ φλογίνῃ τοῦ Πνεύματος, Ἱεράρχα, Ἄρειον τὸν βλάσφημον, τῇ θείᾳ ψήφῳ κατέσφαξας.Ἰσχὺϊ κρατυνόμενος Ἔνδοξε, τοῦ Σωτῆρος, τοῦ ἐχθροῦ τὴν δύναμιν, καὶ τὴν ἰσχὺν κατεπάτησας.ΘεοτοκίονΚατεύνασον τὸν ἄστατον κλύδωνα, τῶν παθῶν μου, ἡ Θεὸν κυήσασα, τὸν κυβερνήτην καὶ Κύριον.
Κανών α', ᾨδὴ ς', τῆς Ἑορτῆς
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὴν θείαν, ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες».Ὁ πάντα φέρων τῷ ῥήματι, εὐχῆς τῆς τῶν Δικαίων ἐπήκουσε· διὸ στειρώσεως, λύσας τὴν νόσον ὡς εὔσπλαγχνος, τὴν τῆς χαρᾶς αἰτίαν τούτοις δεδώρηται.Γνωρίσαι θέλων ὁ Κύριος, τοῖς ἔθνεσιν αὐτοῦ τὸ σωτήριον, τὴν Ἀπειρόγαμον, νῦν ἐξ ἀνθρώπων παρέλαβε, καταλλαγῆς σημεῖον καὶ ἀναπλάσεως.Ὡς οἶκος οὖσα τῆς χάριτος, ἐν ᾧ οἱ θησαυροὶ ἐναπόκεινται, τῆς ἀπορρήτου Θεοῦ, οἰκονομίας Πανάχραντε, ἐν τῷ Ναῷ μετέσχες τῆς ἀκηράτου τρυφῆς.Διάδημά σε βασίλειον, δεξάμενος Ναὸς Θεονύμφευτε, κατεφαιδρύνετο, καὶ ὑπεχώρει τοῖς κρείττοσι, τῶν προρρηθέντων βλέπων ἐν σοὶ τὴν ἔκβασιν.
Κανών β', ᾨδὴ ς', τοῦ Ἁγίου Κλήμεντος
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐβόησε, προτυπῶν τὴν ταφὴν τὴν τριήμερον, ὁ Προφήτης Ἰωνᾶς, ἐν τῷ κήτει δεόμενος· Ἐκ φθορᾶς με ῥῦσαι, Ἰησοῦ Βασιλεῦ τῶν Δυνάμεων».Ὑποβάθραν, καὶ θεμέλιον Πέτρου τὰ λόγια, κεκτημένος, σεαυτὸν ἐδομήσω ὡς ἔμψυχον, τῆς Τριάδος οἶκον, καὶ ναοὺς τῶν εἰδώλων κατέρραξας.Συρόμενος, ἐπὶ γῆς ὥσπερ λίθος κεκύλισαι, καὶ τῆς πλάνης, τὸ ὀχύρωμα ὅλον συνέτριψας, Ἱεράρχα Κλήμη, Ἀθλοφόρε Χριστοῦ γενναιότατε.Ἀπείληφας, τοὺς τῆς νίκης στεφάνους γηθόμενος, ὡς νικήσας, τοῖς ἀγῶσιν ἐχθροῦ τὰ παλαίσματα, Ἱερομαρτύρων, ἱερὸν καὶ σεπτὸν ἀκροθίνιον.ΘεοτοκίονΜεμύηται, Ἡσαΐας τὸ βάθος τοῦ τόκου σου, καὶ Παρθένον, ἐν γαστρί σου ἐκήρυξεν ἔχουσαν, τὸν δι' εὐσπλαγχνίαν, σαρκωθέντα ἐκ σοῦ Ἀπειρόγαμε.
Κανών γ', ᾨδὴ ς', τοῦ Ἁγίου Πέτρου
Ἦχος πλ. δ'
Χιτῶνά μοι παράσχου ΤΟ ΑΚΟΥΤΕ
Σωφρόνως καὶ δικαίως τῷ Θεῷ, σὺ πολιτευσάμενος, τέλος μακάριον, παρ' αὐτοῦ ἐκομίσω Παμμακάριστε.Ὁλόκληρον θυσίαν καὶ δεκτήν, σαυτὸν προσενήνοχας, Πέτρε θεσπέσιε, τῷ θυσίαν διὰ σὲ γενομένῳ Θεῷ.Λογίων τῶν τοῦ Πνεύματος πλησθείς, Πνεύματι κινούμενον, ὄργανον γέγονας, μελῳδῶν Θεοφάντορ τὰ ἀπόρρητα.ΘεοτοκίονΝαὸν σε τοῦ Θεοῦ καὶ κιβωτόν, καὶ παστάδα ἔμψυχον, καὶ πύλην οὐράνιον, Θεοτόκε οἱ πιστοὶ καταγγέλλομεν.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Χιτῶνά μοι παράσχου φωτεινόν, ὁ ἀναβαλλόμενος, φῶς ὡς ἱμάτιον, πολυέλεε Χριστὲ ὁ Θεὸς ἡμῶν».
Κοντάκιον τῶν Ἁγίων
Ἦχος δ'
Ἐπεφάνης σήμερον ΤΟ ΑΚΟΥΤΕ
Ἐκκλησίας ἄσειστοι, καὶ θεῖοι πύργοι, εὐσεβείας ἔνθεοι, στῦλοι ὡς ὄντες κραταιοί, Κλήμη σὺν Πέτρῳ πανεύφημοι, ὑμῶν πρεσβείαις, φρουρεῖτε τοὺς ἅπαντας.
Ὁ Οἶκος
Ἀπεριτρέπτῳ καὶ στερρᾷ σεπτῇ ὁμολογίᾳ οἱ λάμψαντες ἐν κόσμῳ, καὶ φαίνοντες ἀρρήτως, σήμερον χαίρουσι καλῶς, Κλήμης, τὸ ὡραῖον ὄντως κλῆμα τοῦ Χριστοῦ, τὸ τρέφον κόσμον βότρυσι τοῖς τῆς θεογνωσίας, Πέτρος τε, ἡ ἑδραία καὶ ἄθραυστος πέτρα τῶν δογμάτων τοῦ Σωτῆρος. Ἀμφότεροι τῆς θείας χάριτος οἱ λατρευταί, καὶ μύσται τῆς ἀρρήτου σοφίας, καὶ τῆς σεπτῆς Ἐκκλησίας οἱ προστάται οἱ θερμοί, οἱ βοηθοῦντες τοῖς κάμνουσι παντοίοις δεινοῖς, καὶ σῴζοντες τοὺς βοῶντας· Ὑμῶν πρεσβείαις, φρουρεῖτε τοὺς ἅπαντας.
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΚΔ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Κλήμεντος Ἐπισκόπου Ῥώμης.ΣτίχοιΒληθεὶς ὁ Κλήμης εἰς βυθὸν σὺν ἀγκύρᾳ,Πρὸς Χριστὸν ἥκει, ἄγκυραν τὴν ἐσχάτην.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Πέτρου, Ἐπισκόπου Ἀλεξανδρείας.ΣτίχοιἌρρηκτος ἦν τὴν πίστιν ὁ τμηθεὶς Πέτρος,Ὃς εἶδε Χριστοῦ τὴν στολὴν ἐρρηγμένην.Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἄγιος Μάλχος ἐν εἰρήνῃ τελειοῦται.ΣτίχοιΟἱ ψυχοπομποὶ συγκατέπτησαν νόες,Ψυχὴν ἀπάξαι Μάλχε τὴν σὴν Κυρίῳ.Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Καρίων ἐν εἰρήνῃ τελειοῦται.ΣτίχοιΘεὶς πάντα πόρρω Καρίων ψυχῆς κάραν,Ἤθλησε νῷ νήφοντι μέχρι καὶ τέλους.Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἑρμογένης, Ἐπίσκοπος Ἀκραγαντίνων, ἐν εἰρήνῃ τελειοῦται.ΣτίχοιἈπάρας Ἑρμόγενες ἀνθρώπων γένους,Κατῄσχυνας φρύαγμα δαιμόνων γένους.Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Φιλούμενος καὶ Χριστοφόρος ξίφει τελειοῦνται.ΣτίχοιΦιλούμενον τέμνουσι καὶ Χριστοφόρον,Αὐτῷ φανέντας πράγματι Χριστοῦ φίλους.Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Εὐγένιος, ἐν ὀπῇ τείχους βληθεὶς τῆς εἰσόδου πηλῷ ἀναφραγείσης, τελειοῦται.ΣτίχοιΜάτην ὀπὴ ὡς κλεῖθρα τὸν πηλὸν φέρεις·Εὐγενίῳ γὰρ πρὸς Θεὸν τρίβος γίνῃ.Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Προκόπιος καὶ Χριστοφόρος ξίφει τελειοῦνται.ΣτίχοιὉ Προκόπιος «Ὡς ἐγὼ Χριστοφόρε,Θοῦ καὶ σύ, φησίν, εἰς τομὴν τὸν αὐχένα».Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀλεξάνδρου τοῦ ἐν Κορίνθῳ, καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Γρηγορίου τοῦ ἐν τῇ Χρυσῇ Πέτρᾳ ἀσκήσαντος, ὃς ὥρμητο ἐκ τῶν τῆς Ἀνατολῆς μερῶν, καὶ ἐλθὼν κατῴκησεν ἐν τῇ ῥηθείσῃ Πέτρᾳ.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Θεοδώρου τοῦ ἐν Ἀντιοχείᾳ.ΣτίχοιΔῶρον Θεοῦ τέμνουσι Μάκαρ σε ξίφει,Δῶρον Θεῷ φέροντα αἷμα τραχήλου.Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Κανών α', ᾨδὴ ζ', τῆς Ἑορτῆς
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν Κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ».Ἰδοὺ σήμερον, ἐπέλαμψε τοῖς πέρασιν, ἔαρ, εὐφρόσυνον, καταφαιδρῦνον ἡμῶν, ψυχὴν καὶ διάνοιαν, καὶ νοῦν τῇ χάριτι, ἡ πανήγυρις, τῆς Θεοτόκου σήμερον, μυστικῶς εὐωχηθῶμεν.Δορυφορείτωσαν, σήμερον τὰ σύμπαντα, τῇ Βασιλίδι Μητρί, ὁ οὐρανὸς καὶ ἡ γῆ, Ἀγγέλων τὰ τάγματα, καὶ τῶν βροτῶν ἡ πληθύς, καὶ βοάτωσαν, ἐν τῷ Ναῷ εἰσάγεται, ἡ χαρὰ καὶ ἡ λύτρωσις.Ὁ τοῦ γράμματος, παρέδραμεν ἐξέλιπε, νόμος καθάπερ σκιά, καὶ αἱ τῆς χάριτος, ἀκτῖνες ἐπέλαμψαν, ἐν τῷ Ναῷ τοῦ Θεοῦ, εἰσαχθείσης σου, Παρθενομῆτορ Ἄχραντε, εἰσαεὶ εὐλογημένη.Ὑποτέτακται, τῷ τόκῳ σου Πανάχραντε, ὡς Ποιητῇ καὶ Θεῷ, ὁ οὐρανὸς καὶ ἡ γῆ, καὶ τὰ καταχθόνια, καὶ πᾶσα γλῶσσα βροτῶν, ὅτι Κύριος, ὁμολογεῖ ἐπέφανεν, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Κανών β', ᾨδὴ ζ', τοῦ Ἁγίου Κλήμεντος
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν Κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες χαίροντες ἔψαλλον· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ».Πυρακτούμενος τῷ ζήλῳ τῷ τῆς πίστεως, πῦρ ἀπετέφρωσας, τῆς ἀθεΐας Σοφέ, πιστοὺς δὲ ἐφώτισας, φόβῳ κραυγάζοντας· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεός εὐλογητὸς εἶ.Ἐκ τῆς Ῥώμης τὰς ἁλύσεις περικείμενος, ὥσπερ ὁρμίσκους χρυσοῦς, διὰ θαλάσσης ἀθλῶν, Χερσῶνα κατέλαβες, ἔνθα διήνυσας, τὸ μαρτύριον, καὶ τοὺς στερροὺς ἀγῶνάς σου, τοῦ Χριστοῦ Ἱερομύστα.Λύρα ὤφθης τὸ σωτήριον πανόλβιε, μέλος φωνοῦσα ἡμῖν, καὶ καταθέλγουσα, καρδίας πρὸς ἔνθεον, τῶν μελῳδούντων πιστῶς, Μάρτυς ἔρωτα· Ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.ΘεοτοκίονὉ τοῖς πᾶσι παρεχόμενος βουλήματι, τὸ εἶναι Πάναγνε, ἐκ σοῦ ἀρχὴν χρονικήν, λαμβάνει καὶ τίκτεται, λύων τὰ χρόνια, παραπτώματα, τῆς συμπεσούσης Ἄχραντε, τῶν βροτῶν ῥευστῆς οὐσίας.
Κανών γ', ᾨδὴ ζ', τοῦ Ἁγίου Πέτρου
Ἦχος πλ. δ'
Παῖδες θεοσεβεῖς ΤΟ ΑΚΟΥΤΕ
Βίῳ θεοπρεπεῖ λελαμπρυσμένος, καὶ θείῳ φωτὶ καταλαμπόμενος, οὐρανίων ἀδύτων, ἐπέβης γηθόμενος, καὶ βοῶν Σοφὲ τῷ ποιήσαντι· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.Ἴνα περιφανῶς εὐαρεστήσῃς, Χριστῷ τῷ Θεῷ Θεομακάριστε, ταῖς χερσὶ τῶν ἀνόμων, σαυτὸν παραδέδωκας, ἑκουσίως ψάλλων πανόλβιε· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.Ὅλος πεφωτισμένος ἠξιώθης, ἰδεῖν τὸν Χριστὸν σοι προμηνύοντα, τὸν αὐτοῦ τὸν χιτῶνα, δεινῶς διαρρήξαντα, ὑφαντὸν τὸν ἄνωθεν Ὅσιε· Εὐλογητὸς ἐκβοῶν, ὁ τῶν Πατέρων Θεός.ΘεοτοκίονΜήτραν τὴν σὴν ὑπέδυ Θεοτόκε, ὁ οὐρανοὺς οἰκῶν καὶ περιέχων καὶ ἐκτρέφεται γάλα, μαζῶν σου ὁ τρέφων νῦν πνοὴν πᾶσαν νεύματι, ψάλλουσαν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Κανών α', ᾨδὴ η', τῆς Ἑορτῆς
Ἦχος δ'
Ἧς ἡ Ἀκροστιχὶς κατὰ ἀλφάβητον, Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἄκουε Κόρη Παρθένε ἁγνή, εἰπάτω δὴ ὁ Γαβριήλ, βουλήν Ὑψίστου, ἀρχαίαν ἀληθινήν, γενοῦ πρὸς ὑποδοχήν, ἑτοίμη Θεοῦ· διὰ σοῦ γὰρ ὁ ἀχώρητος, βροτοῖς συναναστρέφεται· διὸ καὶ χαίρων βοῶ· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον».Ἄχραντον ναὸν ἐν οἴκῳ Θεοῦ, προσάγουσα Ἄννα ποτέ, Βοῶσα ἔφη, ἐν πίστει τῷ Ἱερεῖ, Γονὴν τὴν ὑπὸ Θεοῦ, δοθεῖσαν κἀμοί, Δεδεγμένος νῦν εἰσάγαγε, ἐν τῷ ναῷ τοῦ Κτίστου σου, καὶ χαίρων ψάλλε αὐτῷ· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.Ἔφησεν ἰδὼν τῇ Ἄννῃ ποτέ, ἐν πνεύματι ὁ Ζαχαρίας· Ζωῆς Μητέρα, εἰσάγεις ἀληθινήν. Ἥν περ τηλαυγῶς οἱ Προφῆται Θεοῦ, Θεοτόκον προεκήρυξαν, καὶ πῶς Ναός χωρήσει αὐτήν; διὸ θαυμάζων βοῶ· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.Ἱκέτις Θεοῦ κατέστην ἐγώ, ἀντέφησεν Ἄννα αὐτῷ· Καλοῦσα τοῦτον ἐν πίστει καὶ προσευχῇ, Λαβεῖν τῆς ἐμῆς ὠδῖνος καρπόν· Μετὰ τόκον δὲ τὸ κύημα, προσάγειν τῷ παρέχοντι· διὸ σκιρτῶσα βοῶ·Νόμιμον ὄντως τὸ ἔργον ἐστίν.Ὁ Ἱερεὺς ἔφη αὐτῇ· Ξένον δὲ πάντῃ, τὸ πρᾶγμα κατανοῶ. Ὁρῶν τὴν προσαγομένην ἐν οἴκῳ Θεοῦ, Παραδόξως ὑπερβαίνουσαν, τὰ Ἅγια τῇ χάριτι· διὸ καὶ χαίρων βοῶ· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.Ῥώννυμαι ἔφη ἡ Ἄννα αὐτῷ, μανθάνουσα ἅπερ λαλεῖς. Συνεὶς γὰρ ταῦτα τῷ Πνεύματι τοῦ Θεοῦ. Τρανῶς τὰ τῆς Παρθένου ἐκήρυξας. Υποδέχου οὖν τὴν ἄχραντον, ἐν τῷ Ναῷ τοῦ Κτίστου σου, καὶ χαίρων ψάλλε αὐτῷ. Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.Φωσφόρος ἡμῖν ἀνῆψε λαμπάς, ἐβόησεν ὁ Ἱερεύς. Χαρὰν μεγίστην ἐκλάμπουσαν ἐν Ναῷ. Ψυχαὶ Προφητῶν συνευφραινέσθωσαν. Ὡς παράδοξα θεώμεναι, τελούμενα ἐν οἴκῳ Θεοῦ, καὶ ἐκβοάτωσαν νῦν. Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Κανών β', ᾨδὴ η', τοῦ Ἁγίου Κλήμεντος
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Λυτρωτὰ τοῦ παντὸς παντοδύναμε, τοὺς ἐν μέσῳ φλογὸς εὐσεβήσαντας, συγκαταβὰς ἐδρόσισας, καὶ ἐδίδαξας μέλπειν· Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον».Ὑφαντὸν ἐκ τῆς ἄνωθεν χάριτος, ἀπεκδύσει πηλίνου τοῦ σώματος, περιεβάλου ἔνδοξε, ἀφθαρσίας χιτῶνα, καὶ εἰς τὰ ἄνω κατοικεῖς, Ἱεράρχα βασίλεια.Συνετάφη σοι Μάρτυς πολύαθλε, τὰ κλοιὰ οἷς δεσμούμενος ἔλυσας, τὴν πλάνην τοῦ ἀλάστορος, Ἱεράρχα κραυγάζων· Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.Ἐμερίσθη ὑγρὰ ἡ ἀμέριστος, καὶ ὁδὸν εἰσιοῦσιν ἡ ἄβατος, θαυματουργίᾳ κρείττονι, δωρουμένη ὡράθη, ἔνθα τὸ θεῖον, Ἱεράρχα σοῦ σῶμα κατάκειται.Βυθισθεῖσαν ψυχήν μου τοῖς πάθεσιν, ὁ βυθὸν κατοικῆσαι ἑλόμενος, μετὰ ταφὴν καὶ νέκρωσιν, ἐπανάγαγε Μάρτυς, ταῖς ζωηφόροις, καὶ σεπταῖς καὶ ἐνθέοις δεήσεσιν.ΘεοτοκίονὪ φρικτοῦ καὶ ἀρρήτου θεάματος ἐν γαστρὶ κατοικεῖ ὁ ἀχώρητος, καὶ σάρξ ἀτρέπτως φαίνεται, καὶ θεοὶ με δι' οἶκτον, καὶ τὴν τεκοῦσαν, μετὰ τόκον φυλάττει ἁγνεύουσαν.
Κανών γ', ᾨδὴ η', τοῦ Ἁγίου Πέτρου
Ἦχος πλ. δ'
Τὸν ἐν ὄρει, ἁγίῳ ΤΟ ΑΚΟΥΤΕ
Νεμομένην, ἀνέστειλας τὴν λύμην, τῆς Ἀρείου, κακίστης βλασφημίας, τῆς τῶν Πιστῶν ἐκκόψας ὁμηγύρεως, καὶ ἀποδιώξας, τῶν τῆς Ἐκκλησίας, θεόφρον περιβόλων.Πρωτοστάτης χοροῦ τῶν Ἀποστόλων, Πέτρος ὤφθη, ὁ θεῖος Κορυφαῖος· στῦλος Μαρτύρων, γέγονας δὲ πάνσοφε, Πέτρε θεοφόρε, καὶ ἱερουργός τε, τῶν θείων μυστηρίων.Ἐμυήθης, ἐκ θείας ἐπιπνοίας, τῶν μελλόντων, τὴν γνῶσιν θεορρῆμον, καὶ τὴν ἐκ γῆς προέγνως σου μετάστασιν, διὰ μαρτυρίου, πρὸς τὸν ἐν ὑψίστοις, Θεὸν Πέτρε θεόφρον.ΘεοτοκίονΜετὰ τόκον, Παρθένος διαμένεις, ὡς πρὸ τόκου, Παρθένε Θεοτόκε, τὸν Πλαστουργὸν τῆς κτίσεως γεννήσασα· ὅθεν σε ὑμνοῦμεν, καὶ δοξολογοῦμεν, εἰς πάντας τούς αἰῶνας.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Τὸν ἐν ὄρει, ἁγίῳ δοξασθέντα, καὶ ἐν βάτῳ, τόκον τὸν τῆς Ἀειπαρθένου, τῷ Μωϋσῇ μυστήριον γνωρίσαντα, Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».
Κανών α', ᾨδὴ θ', τῆς Ἑορτῆς
Ἦχος δ', Ἦς ἡ Ἀκροστιχίς, κατ' ἀλφάβητον ἀντιστρόφως.
ΜεγαλυνάριονἌγγελοι τὴν Εἴσοδον τῆς Πανάγνου, ὁρῶντες ἐξεπλήττοντο πῶς ἡ Παρθένος εἰσῆλθεν, εἰς τὰ Ἅγια τῶν Ἁγίων. Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὡς ἐμψύχῳ Θεοῦ κιβωτῷ, ψαυέτω μηδαμῶς χεὶρ ἀμυήτων, χείλη δὲ πιστῶν, τῇ Θεοτόκῳ ἀσιγήτως, φωνὴν τοῦ Ἀγγέλου ἀναμέλποντα, ἐν ἀγαλλιάσει βοάτω· Ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε ἁγνή».Ἄγγελοι τὴν Εἴσοδον τῆς Πανάγνου, ὁρῶντες ἐξεπλήττοντο, πῶς μετὰ δόξης εἰσῆλθεν, εἰς τὰ Ἅγια τῶν Ἁγίων.Ὡς ὑπέρλαμπρον Θεοτόκε ἁγνή, Ψυχῆς τὸ καθαρὸν ἔχουσα κάλλος· Χάριτος Θεοῦ δ' ἐμπιπλαμένη οὐρανόθεν· Φωτὶ ἀϊδίῳ καταυγάζεις ἀεί, τοὺς ἐν εὐφροσύνῃ βοῶντας· Ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε ἁγνή.Ἄγγελοι τὴν Εἴσοδον τῆς Παρθένου, ὁρῶντες ἐξεπλήττοντο, πῶς παραδόξως εἰσῆλθεν, εἰς τὰ Ἅγια τῶν Ἁγίων.Ὑπερίπταται Θεοτόκε ἁγνή Τὸ θαῦμά σου τὴν δύναμιν τῶν λόγων· Σῶμα γὰρ ἐν σοὶ κατανοῶ ὑπὲρ λόγον, Ῥοῆς ἁμαρτίας ἀνεπίδεκτον· ὅθεν εὐχαρίστως βοῷ σοι· Ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε ἁγνή.Ἄγγελοι καὶ ἄνθρωποι τῆς Παρθένου, τὴν Εἴσοδον τιμήσωμεν, ὅτι ἐν δόξῃ εἰσῆλθεν, εἰς τὰ Ἅγια τῶν Ἁγίων.Παραδόξως προδιετύπου Ἁγνή, ὁ Νόμος σε σκηνὴν καὶ θείαν στάμνον, Ξένην κιβωτόν, καὶ καταπέτασμα καὶ ῥάβδον, Ναὸν ἀκατάλυτον, καὶ πύλην Θεοῦ· Ὅθεν ἐκδιδάσκει σοι κράζειν· Ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε ἁγνή.Ἄγγελοι τὴν Εἴσοδον τῆς Παρθένου, ὁρῶντες κατεπλήττοντο, πῶς θεαρέστως εἰσῆλθεν, εἰς τὰ Ἅγια τῶν Ἁγίων.Μελῳδῶν σοι προεκελάδει Δαυῒδ, Λαλῶν σε θυγατέρα Βασιλέως, Κάλλει ἀρετῶν, ἐκ δεξιῶν παρισταμένην, ἰδὼν τοῦ Θεοῦ πεποικιλμένην σε· ὅθεν προφητεύων ἐβόα· Ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε ἁγνή.Ἄγγελοι σκιρτήσατε σὺν Ἁγίοις, Παρθένοι συγχορεύσατε· ἡ γὰρ Θεόπαις εἰσῆλθεν, εἰς τὰ Ἅγια των Ἁγίων.Θεοδόχον προθεωρῶν Σολομῶν, Ἠνοίξατο σε πύλην Βασιλέως, Ζῶσάν τε πηγὴν ἐσφραγισμένην, Ἐξ ἧς τὸ ἀθόλωτον ἡμῖν προῆλθεν, ὕδωρ τοῖς ἐν πίστει βοῶσιν· Ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε ἁγνή.Ἄγγελοι καὶ ἄνθρωποι τὴν Παρθένον, ἐν ὕμνοις μεγαλύνωμεν· θεοπρεπῶς γὰρ εἰσῆλθεν, εἰς τὰ Ἅγια τῶν Ἁγίων.Διανέμοις τῶν χαρισμάτων τὴν σήν, Γαλήνην Θεοτόκε τῇ ψυχῇ μου, βρύουσα ζωήν, τοῖς σὲ τιμῶσι κατὰ χρέος, Αὐτὴ περιέπουσα καὶ σκέπουσα, καὶ διατηροῦσα βοᾶν σοι· Ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε ἁγνή.
Κανών β', ᾨδὴ θ', τοῦ Ἁγίου Κλήμεντος
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Εὔα μὲν τῷ τῆς παρακοῆς νοσήματι, τὴν κατάραν εἰσῳκίσατο· σὺ δὲ Παρθένε Θεοτόκε, τῷ τῆς κυοφορίας βλαστήματι, τῷ κόσμῳ τὴν εὐλογίαν ἐξήνθησας· ὅθεν, σε πάντες μεγαλύνομεν».Ἰδοὺ σε χοροὶ Πατριαρχῶν συνόμιλον, Κλήμη ἔνδοξε δεξάμενοι, πόθῳ ἀγάλλονται ἀπαύστως, μεθ' ὧν συνεπευφραίνονται Μάρτυρες, Ἀπόστολοι Προφῆται καὶ Δίκαιοι, οἱ ἀπ' αἰῶνος ἀξιάγαστε.Ὥριμὸν σε βότρυν τῆς ζωῆς προσήγαγε, γεωργίᾳ τῇ τοῦ Πνεύματος, Πέτρος ὡς κλῆμα τῆς ἀμπέλου, ὑπάρχων Ἰησοῦ τοῦ Θεοῦ ἡμῶν, καὶ οἶνον εὐσεβείας ἀπέσταξας, τῆς ἀθεΐας μέθην παύοντα.Σοφίας καὶ χάριτος πλησθεὶς ἀνέβλυσας, διδαγμάτων Πάτερ ἄβυσσον, καὶ ἰαμάτων θεῖα ῥεῖθρα, δι' ὧν τοὺς ποταμοὺς τῶν παθῶν ἡμῶν, ξηραίνεις ἐπομβρίαις τοῦ Πνεύματος, Κλήμη Μαρτύρων ἐγκαλλώπισμα.Ἡ θεοφεγγὴς καὶ ἱερὰ καὶ εὔσημος, καὶ ἁγία καὶ περίβλεπτος, καὶ εὐκλεὴς καὶ φωτοφόρος ἐφέστηκεν ἡ μνήμη σου Ἔνδοξε, καρδίας καὶ ψυχὰς κατευφραίνουσα, τῶν κατὰ χρέος εὐφημούντων σε.ΘεοτοκίονΦέρεις ἐν ἀγκάλαις τὸν Θεὸν ὡς πύρινος, Παναγία θρόνος ἄχραντος, φύσιν βροτείαν εἰληφότα, καὶ ταύτῃ συμπλακέντα καθ' ἕνωσιν, ἀπόρρητον δι' οἶκτον ἀμέτρητον· ὅθεν σε πάντες μεγαλύνομεν.
Κανών γ', ᾨδὴ θ', τοῦ Ἁγίου Πέτρου
Ἦχος πλ. δ'
Τὸν προδηλωθέντα ΤΟ ΑΚΟΥΤΕ
Τὸν προορισθέντα ἁγίως ἱερατεύειν, καὶ ἱερωσύνης τέλος εὐκλεῶς εἰληφότα, καὶ Χριστοῦ μιμησάμενον πάθος, Πέτρον τὸν θεσπέσιον ὑμνήσωμεν.Ῥάβδῳ στηριχθέντα δυνάμεως τοῦ Κυρίου, καὶ ἱερουργήσαντα, καὶ ἱερουργηθέντα, καὶ Χριστῷ προσαχθέντα θυσίαν, Πέτρον τὸν θεσπέσιον ὑμνήσωμεν.Ὅλῃ συγκραθέντα τῇ αἴγλῃ τῇ τῆς Τριάδος, καὶ τῷ φανοτάτῳ ταύτης ἐνηδόμενον φέγγει, καὶ ἡμῖν σωτηρίαν αἰτοῦντα, Πέτρον τὸν θεόληπτον ὑμνήσωμεν.Νέμοις μοι ἀφθόνως ψυχῆς μου τὴν σωτηρίαν· ὡς γὰρ ἱεράρχης ἔχεις ἐξουσίαν τοῦ λύειν, καὶ δεσμεῖν τῶν πταισμάτων εὐθύνας, ταῖς σαῖς ἱκεσίαις Ἱερώτατε.ΘεοτοκίονΣὺ εἶ Θεοτόκε τὰ ὅπλα ἡμῶν καὶ τεῖχος, σὺ εἶ ἡ ἀντίληψις τῶν εἰς σὲ προστρεχόντων, σὲ καὶ νῦν εἰς πρεσβείαν κινοῦμεν, ἵνα λυτρωθῶμεν τῶν ἐχθρῶν ἡμῶν.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Τὸν προδηλωθέντα ἐν ὄρει τῷ Νομοθέτῃ, ἐν πυρὶ καὶ βάτῳ τόκον τὸν τῆς Ἀειπαρθένου, εἰς ἡμῶν τῶν πιστῶν σωτηρίαν, ὕμνοις ἀσιγήτοις μεγαλύνωμεν».
Ἐξαποστειλάριον τῶν Ἁγίων
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Νῦν εὔσημος ἐπέφανεν, ἡμῖν ἡμέρα φέρουσα, τοὺς εὐκλεεῖς διαδόχους, τῶν ἱερῶν Ἀποστόλων, Πέτρον ἅμα καὶ Κλήμεντα, τοὺς κήρυκας τῆς πίστεως, καὶ ἀηττήτους Μάρτυρας, ὧν τὴν ἐτήσιον μνήμην, πιστῶς τελέσωμεν πάντες.
Θεοτοκίον τῆς Ἑορτῆς
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Ἥν πάλαι προκατήγγειλε, τῶν Προφητῶν ὁ σύλλογος, στάμνον καὶ ῥάβδον καὶ πλάκα καὶ ἀλατόμητον ὄρος, Μαρίαν τὴν θεόπαιδα, πιστῶς ἀνευφημήσωμεν· σήμερον γὰρ εἰσάγεται, εἷς τὰ Ἅγια τῶν Ἁγίων, ἀνατραφῆναι Κυρίῳ.
Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῶν Ἁγίων.
Στιχηρὰ Προσόμοια τῶν Ἁγίων
Ἦχος πλ. α'
Χαίροις ἀσκητικῶν ΤΟ ΑΚΟΥΤΕ
Χαίροις τὸ φωταυγὲς καὶ τερπνόν, τοῦ θείου Πνεύματος Σοφὲ καταγώγιον, τὸ κλῆμα τὸ ταῖς ἀρδείαις, ταῖς μυστικαῖς γεγονός, εὐθαλὲς παμμάκαρ καὶ πολύφορον· ἐξ οὗ ἐναπέσταξε, διδαγμάτων σωτήριον, γλεῦκος ποτίζον, καὶ εὐφραῖνον ἑκάστοτε, τῶν τιμώντων σε, τὰς καρδίας πανόλβιε. Μάρτυς ἀκαταγώνιστε, οὐράνιε ἄνθρωπε, τῆς Ἐκκλησίας ὁ στῦλος, τῶν εὐσεβῶν τὸ κραταίωμα, Χριστὸν καταπέμψαι, ταῖς ψυχαῖς ἡμῶν δυσώπει, τὸ μέγα ἔλεος.
Ἦχος πλ. α'
Χαίροις ἡ τῶν δογμάτων πηγή, ὁ τῶν ἀρρήτων ἑρμηνεὺς γραφικώτατος, ἡ γνῶσις τῶν ἀποκρύφων, τῆς Ἐκκλησίας στερρός, στῦλος τε καὶ βίος ἀπερίτρεπτος, κανών ἀκριβέστατος· μυστογράφος σοφώτατος· εὔστομος γλῶσσα, πᾶσαν αἵρεσιν τέμνουσα, ὥσπερ μάχαιρα, ὀξυτάτη καὶ δίστομος· ὄργανον τὸ ἡδύφθογγον· ὁ νοῦς ὁ οὐράνιος, Κλήμη Μαρτύρων τὸ κλέος, τῶν ἱεράθλων ἑδραίωμα, Χριστὸν καταπέμψαι, ταῖς ψυχαῖς ἡμῶν δυσώπει, τὸ μέγα ἔλεος.
Ἦχος πλ. α'
Ἔχων τὸν εὐσεβῆ λογισμόν, διαφερόντως, τῶν παθῶν αὐτοκράτορα, ὑπέστης ἀπεριτρέπτως, τὴν διὰ ξίφους πικράν, τελευτὴν Παμμάκαρ καὶ τὸν θάνατον, δι' οὗ τῆς ἐνθέου, μακαριότητος ἔτυχες καὶ τῆς γλυκείας, τοῦ Σωτῆρος μεθέξεως, καὶ τερπνότητος, ἀπολαύειν ἠξίωσαι. Πέτρε μακαριώτατε, ἡ πέτρα τῆς πίστεως, κλέος τῶν θείων Μαρτύρων, ἱεραρχῶν ἐγκαλλώπισμα, Χριστὸν καταπέμψαι, ταῖς ψυχαῖς ἡμῶν δυσώπει, τὸ μέγα ἔλεος.
Ἦχος πλ. α'
Λάμπων ἱερωσύνης στολή, καὶ μαρτυρίου τῷ στεφάνῳ κοσμούμενος, παρέστης Χριστῷ τῷ πάντων, Ἀρχιερεῖ καὶ Θεῷ, καὶ ἀναδειχθέντι πρωτομάρτυρι, διπλοῦν κομισάμενος, παρ' αὐτοῦ καὶ τὸ ἔπαθλον, ὃν ὡμολόγεις, τῷ Πατρὶ ὁμοούσιον, καὶ συνάναρχον, τῷ τεκόντι καὶ σύνθρονον, Ἄρειον τὸν δυσώνυμον, ἐκκόψας πανόλβιε, καὶ ἀπορρήξας εἰσάπαν, τῆς τῶν πιστῶν ὁμηγύρεως· καὶ νῦν ἐκδυσώπει, Πάτερ κόσμῳ δωρηθῆναι, τὸ μέγα ἔλεος.
Θεοτοκίον
Ἦχος δ'
Σήμερον ὁ θεοχώρητος ναός, ἡ Θεοτόκος, ἐν ναῷ Κυρίου προσάγεται, καὶ Ζαχαρίας ταύτην ὑποδέχεται. Σήμερον τὰ τῶν Ἁγίων Ἅγια ἀγάλλονται, καὶ ὁ χορὸς τῶν Ἀγγέλων, μυστικῶς πανηγυρίζει, μεθ' ὧν καὶ ἡμεῖς ἑορτάζοντες σήμερον, σὺν τῷ Γαβριηλ ἐκβοήσωμεν· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ, ὁ ἔχων τὸ μέγα ἔλεος.
Εἰς τὸν Στίχον τῶν Αἴνων, Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς.Ἦχος β' Οἶκος τοῦ Ἐφραθᾶ ΤΟ ΑΚΟΥΤΕΦῶς σε τὸ τριλαμπές, ἀνάψαν Θεοτοκε, ἐν τῷ Ναῷ τῆς δόξης, οὐράνιον τροφὴν σοι, ἐκπέμπει μεγαλῦνον σε.Στίχ. Ἀπενεχθήσονται τῷ Βασιλεῖ παρθένοι ὁπίσω αὐτῆς, αἱ πλησίον αὐτῆς ἀπενεχθήσονταί σοι.Ῥίζης μὲν ἐκ Δαυΐδ, ἐβλάστησας Παρθένε, Γαβριὴλ δὲ τὸ Χαῖρε, κομίζων σοι ἐβόα, Θεὸν δὴ τέξῃ πάναγνε.Στίχ. Ἀπενεχθήσονται ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει ἀχθήσονται εἰς ναὸν βασιλέως.Εὖγε τῆς ἱερᾶς, καὶ θείας ξυνωρίδος, Ἰωακεὶμ καὶ Ἄννης· ἀφ' ὧν Ἁγνὴ τεχθεῖσα, προσήχθης νῦν τῷ Κτίστῃ σου.
Θεοτοκίον
Ἦχος β'
Οἶκος τοῦ Ἐφραθᾶ ΤΟ ΑΚΟΥΤΕ
Πύλαι τῶν οὐρανῶν, εἰσδέξασθε Παρθένον, Μαρίαν ἀπειράνδρως, Ἁγνὴν τὴν Θεοτόκον, ἐξ ἧς βροτῶν ἡ λύτρωσις.
Ἀντίφωνον α'Στίχ. Μέγας Κύριος καὶ αἰνετὸς σφόδρα.Στίχ. Δεδοξασμένα ἐλαλήθη περί σοῦ ἡ πόλις τοῦ Θεοῦ.Στίχ. Ὁ Θεὸς ἐν ταῖς βάρεσιν αὐτῆς γινώσκεται.Στίχ. Καθάπερ ἠκούσαμεν, οὕτω καὶ εἴδομεν.Ἀντίφωνον β'Στίχ. Ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ ὕψιστος.Στίχ. Ἁγιωσύνη καὶ μεγαλοπρέπεια ἐν τῷ ἁγιάσματι αὐτοῦ.Στίχ. Ἅγιος ὁ ναός σου, θαυμαστὸς ἐν δικαιοσύνῃ.Ἀντίφωνον γ'Στίχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.Ἦχος δ'Σήμερον τῆς εὐδοκίας Θεοῦ τὸ προοίμιον, καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας ἡ προκήρυξις. Ἐν Ναῷ τοῦ Θεοῦ τρανῶς ἡ Παρθένος δείκνυται, καὶ τὸν Χριστὸν τοῖς πᾶσι προκαταγγέλλεται· Αὐτῇ καὶ ἡμεῖς μεγαλοφώνως βοήσωμεν· Χαῖρε τῆς οἰκονομίας τοῦ Κτίστου ἡ ἐκπλήρωσις.Στίχ. Πᾶσα ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως ἔσωθεν, ἐν κροσσωτοῖς χρυσοῖς περιβεβλημένη, πεποικιλμένη.Στίχ. Ἀπενεχθήσονται τῷ Βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς.
ΚοινωνικὸνΠοτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι. Ἀλληλούϊα.
| TA ΜΗΝΑΙΑ | Νοέμβριος | 24 |
Nov 25
Τῌ ΚΕ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥΜνήμην ἐπιτελοῦμεν τῆς Ἁγίας Μεγαλομάρτυρος τοῦ Χριστοῦ καὶ Πανσόφου ΑἰκατερίνηςΜνήμην τοῦ Ἁγίου Μεγαλομάρτυρος Μερκουρίου.Ἐν ταύτῃ τῇ ἡμέρᾳ ἀποδίδοται καὶ ἡ Ἑορτὴ τῶν Εἰσοδίων.
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν τῆς Ἑορτῆς γ' καὶ τῆς Ἁγίας γ'.
Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς
Ἦχος α'
Ὢ τοῦ παραδόξου θαύματος ΤΟ ΑΚΟΥΤΕ
Σήμερον πιστοὶ χορεύσωμεν, ἐν ψαλμοῖς καὶ ὕμνοις, τῷ Κυρίω ᾄδοντες, τιμῶντες καὶ τὴν αὐτοῦ, ἡγιασμένην σκηνήν, τὴν ἔμψυχον κιβωτόν, τὴν τὸν ἀχώρητον Λόγον χωρήσασαν· προσφέρεται γὰρ Θεῷ, ὑπερφυῶς τῇ σαρκὶ νηπιάζουσα, καὶ Ἀρχιερεὺς ὁ μέγας, Ζαχαρίας δέχεται, εὐφραινόμενος ταύτην, ὡς Θεοῦ κατοικητήριον.
Ἦχος α'
Σήμερον ναὸς ὁ ἔμψυχος, τῆς ἁγίας δόξης, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, ἡ μόνη ἐν γυναιξίν, εὐλογημένη ἁγνή, προσφέρεται τῷ Ναῷ τῷ νομικῷ κατοικεῖν εἰς τὰ Ἅγια, καὶ χαίρουσι σὺν αὐτῇ, Ἰωακεὶμ καὶ ἡ Ἄννα τῷ πνεύματι, καὶ παρθενικαὶ χορεῖαι, τῷ Κυρίω ᾄδουσι, ψαλμικῶς μελῳδοῦσαι, καὶ τιμῶσαι τὴν Μητέρα αὐτοῦ.
Ἦχος α'
Σὺ τῶν Προφητῶν τὸ κήρυγμα, Ἀποστόλων δόξα, καὶ Μαρτύρων καύχημα, καὶ πάντων τῶν γηγενῶν ἡ ἀνακαίνισις, Παρθένε Μήτηρ Θεοῦ· διὰ γὰρ σοῦ τῷ Θεῷ κατηλλάγημεν. Διὸ τιμῶμεν τὴν σήν, ἐν τῷ ναῷ τοῦ Κυρίου προέλευσιν, καὶ σὺν τῷ Ἀγγέλῳ πάντες, ψαλμικῶς τὸ Χαῖρέ σοι, τῇ πανσέμνῳ βοῶμεν, τῇ πρεσβείᾳ σου σῳζόμενοι.
Στιχηρὰ Προσόμοια τῆς Ἁγίας Αἰκατερίνης
Ἦχος α'
Τῶν οὐρανίων ταγμάτων ΤΟ ΑΚΟΥΤΕ
Σήμερον τέρπεται πόλις ἡ Ἀλεξάνδρεια, τὰ σπάργανά σου Μάρτυς, ἐν τῷ θείῳ ναῷ σου, κατέχουσα προφρόνως· διὸ καὶ ἡμεῖς, εὐσεβῶς ἑορτάζομεν, Αἰκατερῖνα τήν μνήμην σου τὴν σεπτήν, ὑπερεύχου τῶν τιμώντων σε.
Ἦχος α'
Αἰκατερίνης τὴν μνήμην νῦν ἑορτάσωμεν· αὐτὴ γὰρ ὄντως πάσας, τοῦ ἐχθροῦ τὰς δυνάμεις, ἐν λόγῳ τε καὶ ἔργῳ, καθεῖλε στερρῶς, καὶ Ῥητόρων τὴν ἔνστασιν· Ἀλλὰ δεήσεσι ταύτης ῥῦσαι ἡμᾶς, ὁ Θεὸς ἐκ τῶν αἱρέσεων.
Ἦχος α'
Χαίροις πανένδοξε Μάρτυς Αἰκατερῖνα σεμνή· ἐν τῷ Σινᾷ γὰρ ὄρει, ἐν ᾧ εἶδε τὴν βάτον, Μωσῆς μὴ φλεγομένην, ἐν τούτῳ Χριστός, τὸ θεάρεστον σκῆνός σου, νῦν μεταθείς σε φυλάττει ἕως καιροῦ, τῆς δευτέρας παρουσίας αὐτοῦ
Δοξαστικὸν, Τῆς Ἁγίας
Ἦχος β'
Χαρμονικῶς τῇ πανηγύρει, τῆς θεοσόφου Μάρτυρος Αἰκατερίνης, συνδράμωμεν ὦ φιλομάρτυρες, καὶ ταύτην τοῖς ἐπαίνοις, ὡς ἄνθεσι καταστέψωμεν· Χαίροις βοῶντες αὐτῇ, ἡ τῶν φληνάφων Ῥητόρων, τὴν θρασυστομίαν ἐλέγξασα, ὡς ἀπαιδευσίας ἀνάπλεων, καὶ τούτους πρὸς πίστιν θείαν χειραγωγήσασα· Χαίροις ἡ τὸ σῶμα πολυπλόκοις βασάνοις ἐκδοῦσα, δι' ἀγάπην τοῦ Ποιητοῦ σου, καὶ μὴ καταβληθεῖσα, ὡς ἄκμων ἀνάλωτος· Χαίροις ἡ ταῖς ἄνω μοναῖς, ἀντάξια τῶν πόνων εἰσοικισθεῖσα, καὶ δόξης αἰωνίου κατατρυφήσασα, ἧς ἐφιέμενοι οἱ ὑμνῳδοί σου, τῆς ἐλπίδος μὴ ἐκπέσοιμεν.
Θεοτοκίον, Τῆς Ἑορτῆς
Ἦχος πλ. δ'
Μετὰ τὸ τεχθῆναί σε, Θεόνυμφε Δέσποινα, παρεγένου ἐν Ναῷ Κυρίου, τοῦ ἀνατραφῆναι εἰς τὰ Ἅγια τῶν Ἁγίων, ὡς ἡγιασμένη. Τότε καὶ Γαβριὴλ ἀπεστάλη, πρὸς σὲ τὴν πανάμωμον, τροφὴν κομίζων σοι· Τὰ οὐράνια πάντα ἐξέστησαν, ὁρῶντα τὸ Πνεῦμα τὸ Ἅγιον ἐν σοὶ σκηνῶσαν. Διὸ ἄσπιλε ἀμόλυντε, ἡ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς δοξαζομένη, Μήτηρ Θεοῦ, σῷζε τὸ γένος ἡμῶν.
Προφητείαις Ἡσαΐου τὸ Ἀνάγνωσμα(Κεφ. 43, 914) Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν· Τὶς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τὶς ἀκουστὰ ποιήσει ἡμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν, καὶ δικαιωθήτωσαν. Καὶ εἰπάτωσαν ἀληθῆ, Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγὼ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ ἐμὲ οὐκ ἔσται. Ἐγὼ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ἡμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός, ὅτι ἀπ' ἀρχῆς ἐγὼ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τὶς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα(Κεφ. 3, 19) Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι. Καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δὲ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τούς αἰῶνας, οἱ πεποιθότες ἐπ' αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα(Κεφ. 5, 1523 & 6, 13) Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας, πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ' αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε, μάθετε, δικασταὶ περάτων γῆς, ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν, ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Εἰς τὴν ΛιτὴνΔόξα... Τῆς Ἁγίας Ἦχος β'Ὡς ἀλάβαστρον μύρου, τὸ αἷμά σου προσενήνοχας τῷ σῷ Νυμφίῳ Χριστῷ Αἰκατερῖνα ἀθληφόρε ἀήττητε· ἀντάμειψιν δὲ εἴληφας στέφος ἄφθαρτον, παρ' αὐτοῦ ἀξιάγαστε. Ὅθεν καὶ Ῥητόρων τὴν θρασυστομίαν ἀπήμβλυνας, καὶ τούτους πρὸς θεογνωσίαν ἀφείλκυσας, καὶ τὸν τοῦ μαρτυρίου στέφανον ἐκομίσαντο, σὺν Βασιλίσσῃ τῇ σοφῇ· Διὸ πρέσβευε Χριστῷ τῷ Θεῷ σωθῆναι τὰς ψυχὰς ἡμῶν.Καὶ νῦν ... Τῆς Ἑορτῆς Ἦχος δ'Σήμερον ὁ θεοχώρητος ναός, ἡ Θεοτόκος, ἐν Ναῷ Κυρίου προσάγεται, καὶ Ζαχαρίας ταύτην ὑποδέχεται. Σήμερον τὰ τῶν Ἁγίων Ἅγια ἀγάλλονται, καὶ ὁ χορὸς τῶν Ἀγγέλων, μυστικῶς πανηγυρίζει, μεθ' ὧν καὶ ἡμεῖς ἑορτάζοντες σήμερον, σὺν τῷ Γαβριὴλ ἐκβοήσωμεν· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ, ὁ ἔχων τὸ μέγα ἔλεος.
Εἰς τὸν Στίχον, τὰ τῆς Ἑορτῆς, ἢ τὰ παρόντα τοῦ Ἁγίου Μερκουρίου Προσόμοια Στιχηρά.Ἦχος δ'Ὡς γενναῖον ἐν Μάρτυσιν ΤΟ ΑΚΟΥΤΕΣυμμαχίᾳ τοῦ Πνεύματος, Ἀθλοφόρε Μερκούριε, καταγωνισάμενος τὸν ἀντίπαλον, ὡς στρατιώτης ἀήττητος, τῷ ὅπλῳ τῆς πίστεως, μυριάδας νοητῶν, Αἰθιόπων διέκοψας, καὶ τελέσας σου, τὸν ἀγῶνα νομίμως μετὰ πάντων, Ἀθλητῶν ἐστεφανώθης, Μεγαλομάρτυς πανόλβιε.Στίχ. Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.Οὐρανόθεν σοι Ἄγγελος, τὰς πληγάς σου ἰώμενος, ἀπεστάλη νεύματι θείου Πνεύματος, ὑφ' οὗ ῥωσθεὶς ἀξιάγαστε, ταῖς σούβλαις κεντούμενος, πυρωθείσαις δολερῶς, ἐκαρτέρεις κρεμάμενος, καὶ τεινόμενος, καὶ δεσμούμενος λίθῳ βαρυτάτῳ, καὶ τοῖς αἵμασί σου Μάρτυς, περιρρεόμενος πάντοθεν.Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωμεν πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς.Βασιλεῖ στρατευόμενος, ἐπιγείῳ Μερκούριε, ὑπ' αὐτοῦ τε δαίμοσι κελευόμενος, θύειν θεόφρον μακάριε, βασάνους ὑπήνεγκας, καὶ κατάφλεξιν πυρός, καὶ τὸν βίαιον θάνατον, καὶ ἀνέδραμες, πρὸς Χριστὸν στεφηφόρος, καὶ συνήφθης, ταῖς ἀγέλαις τῶν Μαρτύρων, ὑπὲρ τοῦ κόσμου δεόμενος.
Δοξαστικὸν, Τῆς Ἁγίας
Ἦχος β'
Βαβύλα
Βίον ἄϋλον ἐξησκημένη, βῆμα ἄθεον καταλαβοῦσα, ἔστης τροπαιοφόρος Αἰκατερῖνα σεμνή, ἀνθηφοροῦσα τοῦ Θεοῦ τὴν λαμπρότητα, καὶ τὸ θεῖον σθένος ἐνδεδυμένη, δόγμα τυράννου κατεμυκτήρισας, καὶ ῥητόρων ἔπαυσας, τὰς φληνάφους ῥήσεις Πολύαθλε.
Θεοτοκίον, Τῆς Ἑορτῆς
Ἦχος πλ. β'
Σήμερον τὰ στίφη τῶν πιστῶν συνελθόντα, πνευματικῶς πανηγυρίσωμεν, καὶ τὴν θεόπαιδα Παρθένον καὶ Θεοτόκον, ἐν Ναῷ Κυρίου προσαγομένην εὐσεβῶς ἀνευφημήσωμεν, τὴν προεκλεχθεῖσαν ἐκ πασῶν τῶν γενεῶν, εἰς κατοικητήριον τοῦ Παντάνακτος Χριστοῦ, καὶ Θεοῦ τῶν ὅλων, Παρθένοι, λαμπαδηφοροῦσαι προπορεύεσθε, τῆς Ἀειπαρθένου τιμῶσαι, τὴν σεβάσμιον πρόοδον, Μητέρες, λύπην πᾶσαν ἀποθέμεναι, χαρμονικῶς συνακολουθήσατε, ὑμνοῦσαι τὴν Μητέρα τοῦ Θεοῦ γενομένην, καὶ τῆς χαρᾶς τοῦ κόσμου τὴν πρόξενον. Ἅπαντες οὖν χαρμονικῶς, τὸ Χαῖρε σὺν τῷ Ἀγγέλῳ ἐκβοήσωμεν, τῇ Κεχαριτωμένη, τῇ ἀεὶ πρεσβευούσῃ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἀπολυτίκιον
Ἦχος δ'
Σήμερον τῆς εὐδοκίας Θεοῦ τὸ προοίμιον, καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας ἡ προκήρυξις. Ἐν Ναῷ τοῦ Θεοῦ τρανῶς ἡ Παρθένος δείκνυται, καὶ τὸν Χριστὸν τοῖς πᾶσι προκαταγγέλλεται. Αὐτῇ καὶ ἡμεῖς μεγαλοφώνως βοήσωμεν· Χαῖρε τῆς οἰκονομίας τοῦ Κτίστου ἡ ἐκπλήρωσις.
Ἀπολυτίκιον τῆς Ἁγίας
Ἦχος πλ. α'
Τὸν συνάναρχον Λόγον ΤΟ ΑΚΟΥΤΕ
Τὴν πανεύφημον νύμφην Χριστοῦ ὑμνήσωμεν, Αἰκατερῖναν τὴν θείαν καὶ πολιοῦχον Σινᾶ, τὴν βοήθειαν ἡμῶν καὶ ἀντίληψιν, ὅτι ἐφίμωσε λαμπρῶς, τοὺς κομψοὺς τῶν ἀσεβῶν, τοῦ Πνεύματος τῇ μαχαίρᾳ, καὶ νῦν ὡς Μάρτυς στεφθεῖσα, αἰτεῖται πᾶσι τὸ μέγα ἔλεος.
Ἀπολυτίκιον τῆς Ἑορτῆς
Ἦχος δ'
Σήμερον τῆς εὐδοκίας Θεοῦ τὸ προοίμιον, καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας ἡ προκήρυξις. Ἐν Ναῷ τοῦ Θεοῦ τρανῶς ἡ Παρθένος δείκνυται, καὶ τὸν Χριστὸν τοῖς πᾶσι προκαταγγέλλεται. Αὐτῇ καὶ ἡμεῖς μεγαλοφώνως βοήσωμεν· Χαῖρε τῆς οἰκονομίας τοῦ Κτίστου ἡ ἐκπλήρωσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα τῆς Ἁγίας
Ἦχος α'
Τὸν τάφον σου Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ
Μολοῦσα εὐθαρσῶς, πρὸς ἀγῶνας τρισμάκαρ, ἀνδρείως τὸν Χριστόν, ὡμολόγησας Μάρτυς, καὶ τύραννον ἤλεγξας, δυσσεβῆ καὶ παράφρονα, καὶ κατῄσχυνας, ῥητορευόντων τὰ στίφη, καὶ ἀνέδραμες, εἰς οὐρανίους σκηνώσεις· διὸ σε δοξάζομεν.Δόξα... Καὶ νῦν ...Τῆς Ἑορτῆς, ὅμοιονΔικαίων ὁ καρπός, Ἰωακεὶμ καὶ τῆς Ἄννης, προσφέρεται Θεῷ, Ἱερῷ ἐν ἁγίῳ σαρκὶ νηπιάζουσα, ἡ τροφὸς τῆς ζωῆς ἡμῶν· ἣν εὐλόγησεν, ὁ ἱερὸς Ζαχαρίας· Ταύτην ἅπαντες, ὡς τοῦ Κυρίου Μητέρα, πιστῶς μακαρίσωμεν.
Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα τῆς Ἁγίας
Ἦχος δ'
Κατεπλάγη Ἰωσὴφ ΤΟ ΑΚΟΥΤΕ
Ἡ παρθένος καὶ σεμνή, Αἰκατερῖνα ἡ σοφή, τῇ δυνάμει τοῦ Χριστοῦ, ἐπιρρωσθεῖσα ἀληθῶς, ἀγαλλομένη εἰσέρχεται ἐν σταδίῳ, καὶ τύραννον ὠμόν, καταβαλοῦσα στερρῶς, καὶ πᾶσαν τὴν πληθύν, τῶν δυσσεβούντων ἐχθρῶν, μετ' εὐφροσύνης ἔψαλλεν, ἀκαταπαύστως μεγάλῃ φωνῇ· Χριστέ μου δόξα, Σωτὴρ καὶ ῥύστα, σὺ οὖν δέξαι τὸ πνεῦμά μου.Δόξα... Καὶ νῦν ...Τῆς Ἑορτῆς, ὅμοιονΠρὸ συλλήψεως Ἁγνή, καθηγιάσθης τῷ Θεῷ, καὶ τεχθεῖσα ἐπὶ γῆς, δῶρον προσήχθης νῦν αὐτῷ, ἀποπληροῦσα πατρῴαν ἐπαγγελίαν· Τῷ θείῳ δὲ Ναῷ, ὡς θεῖος ὄντως ναός, ἐκ βρέφους καθαρῶς, μετὰ λαμπάδων φαιδρῶν, ἀποδοθεῖσα ὤφθης δοχεῖον, τοῦ ἀπροσίτου καὶ θείου Φωτός. Μεγάλη ὄντως, ἡ πρόοδός σου, μόνη Θεόνυμφε καὶ Ἀειπάρθενε.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα τῆς Ἁγίας.
Ἦχος πλ. δ'
Τὸ προσταχθὲν μυστικῶς ΤΟ ΑΚΟΥΤΕ
Ἀλεξανδρέων ἡ λαμπρὰ καὶ θεία πόλις, ἐπὶ τῇ μνήμῃ σου σεμνὴ πανηγυρίζει, καὶ γεραίρει τοὺς ἄθλους σου Αἰκατερῖνα οὓς ἔτλης γενναιοφρόνως ὑπὲρ Χριστοῦ· καὶ μέγα βρενθυομένη σοι ἐκβοᾷ· Ὦ Παρθένε πολύαθλε, εἰς οὐρανίους σκηνάς, συνοῦσα νῦν τῷ Κτίστῃ σου, χαῖρε Μάρτυς πανθαύμαστε.Δόξα... Καὶ νῦν ...Τῆς Ἑορτῆς, ὅμοιον Ἀγαλλιάσθω ὁ Δαυῒδ ὁ Ὑμνογράφος, καὶ χορευέτω Ἰωακεὶμ σὺν τῇ Ἄννῃ, ὅτι γόνος ἅγιος ἐξ αὐτῶν προῆλθε· Μαρία ἡ φωτοφόρος θεία λαμπάς, καὶ χαίρει εἰσερχομένη ἐν τῷ Ναῷ· ἣν καὶ βλέπων εὐλόγησεν, ὁ Βαραχίου υἱός, καὶ χαίρων ἀνεκραύγαζε· Χαῖρε θαῦμα παγκόσμιον.
Προκείμενον, Ἦχος δ'Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ ὁ Θεὸς Ἰσραὴλ αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ εὐλογητὸς ὁ Θεός.Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωμεν πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς.
Δόξα... Ταῖς τῆς Ἀθληφόρου.Καὶ νῦν... Ταῖς τῆς Θεοτόκου. Στίχ. Ἐλέησόν με ὁ Θεός... Εἶτα τὸ Ἰδιόμελον Ἦχος β'Βίον ἄϋλον ἐξησκημένη, βῆμα ἄθεον καταλαβοῦσα, ἔστης τροπαιοφόρος Αἰκατερῖνα σεμνή, ἀνθηφοροῦσα τοῦ Θεοῦ τὴν λαμπρότητα, καὶ τὸ θεῖον σθένος ἐνδεδυμένη, δόγμα τυράννου κατεμυκτήρισας, καὶ ῥητόρων ἔπαυσας, τὰς φληνάφους ῥήσεις Πολύαθλε.
Ὁ Κανὼν πρῶτος τῆς Ἑορτῆς, οὗ ἡ Ἀκροστιχὶς μέχρι τῆς ζ' Ὠδής.Σὺ τὴν χάριν, Δέσποινα, τῷ λόγῳ δίδου.Ποίημα τοῦ κυρίου Γεωργίου.ᾨδὴ α'
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὴν Εἴσοδον».Σοφίας πανάχραντε, σὲ θησαυρὸν ἐπιστάμενοι, καὶ χάριτος βρύουσαν, πηγὴν ἀέναον, τὰς τῆς γνώσεως, αἰτοῦμέν σε ῥανίδας, ἐπόμβρησον Δέσποινα, τοῦ ἀνυμνεῖν σε ἀεί.Ὑπέρτερος Πάναγνε, τῶν οὐρανῶν χρηματίσασα, ναὸς καὶ παλάτιον, ἐν τῷ Ναῷ τοῦ Θεοῦ, ἀνατίθεσαι, αὐτῷ ἑτοιμασθῆναι, εἰς θείαν κατοίκησιν, τῆς παρουσίας αὐτοῦ.Τὸ φῶς ἀνατείλασα, ἡ Θεοτόκος τῆς χάριτος, πάντας κατελάμπρυνε, καὶ συνηγάγετο τὴν ὑπέρλαμπρον, αὐτῆς κατακοσμῆσαι, πανήγυριν ᾄσμασι· δεῦτε συνδράμωμεν.Ἡ πύλη ἡ ἔνδοξος, ἡ λογισμοῖς ἀδιόδευτος, τὰς πύλας διάρασα, τὰς τοῦ Ναοῦ τοῦ Θεοῦ, νῦν προτρέπεται, ἡμᾶς συνεισελθόντας, τὰ θεῖα θαυμάσια, κατατρυφῆσαι αὐτῆς.
Ὁ Κανὼν τῆς Ἁγ. Αἰκατερίνης, οὗ ἡ Ἀκροστιχίς.Αἰκατερῖναν τὴν παναοίδιμον ᾄσμασι μέλπω.Θεοφάνους.ᾨδὴ α'
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἁρματηλάτην Φαραὼ ἐβύθισε, τερατουργοῦσα ποτέ, Μωσαϊκὴ ῥάβδος, σταυροτύπως πλήξασα, καὶ διελοῦσα θάλασσαν· Ἰσραὴλ δὲ φυγάδα, πεζὸν ὁδίτην διέσωσεν, ᾄσμα τῷ Θεῷ ἀναμέλποντα».Αἰκατερίνης τῆς πανσόφου Μάρτυρος, ταῖς ἱκεσίαις Χριστέ, τὸ ζοφερὸν ὄμμα, τῆς ψυχῆς μου φώτισον, αἴγλην διδοὺς μοι Δέσποτα, τῆς σῆς φωτοχυσίας, τῶν ψυχοφθόρων πταισμάτων μου, πᾶσαν τὴν ἀχλὺν ἀφανίζουσαν.Ἰθυνομένη τοῦ Δεσπότου πάνσοφε, θείοις προστάγμασι, καὶ τῷ αὐτοῦ πόθῳ, φλεγομένη ἔδραμες, πρὸς τοὺς ἀγῶνας σπεύδουσα, καὶ τυράννων τὰς φρένας, Αἰκατερῖνα κατέπληξας, λόγῳ καὶ σοφίᾳ καὶ χάριτι.Κυβερνωμένη τῇ παλάμῃ ἔνδοξε, τῇ κραταιᾷ τοῦ Χριστοῦ, εἰδωλικὴν ζάλην, Μάρτυς ὑπεξέφυγες, ἀβρόχως ὑπερπλέουσα, τοῦ Σταυροῦ τῷ ἱστίῳ, καὶ θείαις αὔραις τοῦ Πνεύματος, ᾄσμα τῷ Θεῷ ἀναμέλπουσα.Ἀγαλλομένη παρθενίας κάλλεσιν, Αἰκατερῖνα σοφή, καὶ θεϊκὴν γνῶσιν, οὐρανόθεν ἔχουσα, τῆς ψευδωνύμου γνώσεως, εὐθαρσῶς καὶ ἀνδρείως, τοὺς προεστῶτας κατῄσχυνας, τούτους κατὰ κράτος νικήσασα.ΘεοτοκίονΤὸ Θεοτόκον σε κηρύττειν Ἄχραντε, πάσης αἱρέσεως, ἀποτροπὴν φέρει· σάρκα γὰρ γενόμενον, ἀναλλοιώτως ἔτεκες, τὸν ἐπέκεινα πάσης, θεοκυῆτορ τῆς κτίσεως, Λόγον τοῦ Θεοῦ τὸν ἀΐδιον.
Ὁ Κανὼν τοῦ Ἁγ. Μερκουρίου, ἔχων Ἀκροστιχίδα.Μερκουρίου με τὸ σθένος φυλαττέτω.Ἰωσήφ.ᾨδὴ α'
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἡ κεκομμένη τὴν ἄτομον ἔτεμε, καὶ εἶδεν ἥλιος γῆν, ἣν οὐκ ἐθεάσατο, ἀλάστορα ἐχθρὸν τὸ ὕδωρ κατεπόντισε, καὶ ἄβατον διῆλθεν Ἰσραήλ· ᾠδὴ δὲ ἀνεμέλπετο· Τῷ Κυρίῳ ᾄσωμεν· ἐνδόξως γὰρ δεδόξασται».Μετὰ τῆς ἄνω χορείας Μερκούριε, τῶν ἀγαθῶν τῇ πηγῇ, χαίρων παριστάμενος, καὶ θείας ἡδονῆς, ἀοίδιμε πληρούμενος, τοὺς πόθῳ τὴν πανήγυριν τὴν σήν, τελοῦντας περιφύλαττε, τῷ Κυρίῳ ᾄδοντας· Ἐνδόξως γὰρ δεδόξασται.Ἐθελουσίως ὑπῆλθες τὸ στάδιον, τῆς μαρτυρίας Σοφέ, σθένει κραταιούμενος, Χριστοῦ τοῦ δι' ἡμᾶς, τὰ πάθη τὰ σωτήρια, θελήσει ὑπομείναντος σαρκί, καὶ χαίρων ἀνεκραύγαζες· Τῷ Κυρίῳ ᾄσωμεν· ἐνδόξως γὰρ δεδόξασται.Ῥῆμα τυράννου σαφῶς ἐξεφαύλισας, ὁμολογίᾳ Χριστοῦ, μάκαρ σεμνυνόμενος καὶ πᾶσαν ἀλγεινῶν, ἰδέαν ἀγαλλόμενος, ὑπέμεινας Μερκούριε βοῶν, τῷ σὲ ἐνδυναμώσαντι· Τῷ Κυρίῳ ᾄσωμεν· Ἐνδόξως γὰρ δεδοξασται.ΘεοτοκίονΚόρης Παρθένου ὡράθη σαρκούμενος, ὁ δι' ἡμᾶς, ἄνθρωπος γενόμενος, καὶ Μάρτυρα πιστόν, παθῶν οἰκείων δείκνυσι, Μερκούριον γενναῖον Ἀθλητήν, αὐτῷ συντόνως ψάλλοντα· Τῷ Κυρίῳ ᾄσωμεν· Ἐνδόξως γὰρ δεδόξασται.
Κανών α', ᾨδὴ γ', τῆς Ἑορτῆς
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τοὺς σοὺς ὑμνολόγους, Θεοτόκε, ἡ ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας πνευματικόν, στερέωσον· κἄν τῇ σεπτῇ Εἰσόδῳ σου, στεφάνων δόξης ἀξίωσον».Νυμφοστόλος σήμερον ἐδείχθη, τερπνὸς τῆς Παρθένου ὁ ναός, καὶ θάλαμος δεχόμενος, τὴν ἔμψυχον παστάδα Θεοῦ, τὴν καθαρὰν καὶ ἄμωμον, καὶ λαμπροτέραν πάσης κτίσεως.Δαυῒδ προεξάρχων τῆς χορείας, σκιρτᾷ καὶ χορεύει σὺν ἡμῖν, καὶ Βασιλίδα κράζει σε, πεποικιλμένην Ἄχραντε, παρισταμένην πάναγνε, ἐν τῷ Ναῷ τῷ Βασιλεῖ καὶ Θεῷ.Ἐξ ἧς ἡ παράβασις προῆλθεν, ἡ πάλαι τῷ γένει τῶν βροτῶν, ἐκ ταύτης ἡ ἀνόρθωσις, καὶ ἀφθαρσία ἤνθησεν, ἡ Θεοτόκος σήμερον, προσαγομένη ἐν τῷ οἴκῳ Θεοῦ.Σκιρτῶσιν Ἀγγέλων στρατηγίαι, καὶ πάντων ἀνθρώπων ἡ πληθύς, καὶ πρὸ προσώπου Πάναγνε, προστρέχουσί σου σήμερον, λαμπαδηφόροι κράζουσαι, τὰ μεγαλεῖά σου ἐν οἴκῳ Θεοῦ.
Κανών β', ᾨδὴ γ', τῆς Ἁγ. Αἰκατερίνης
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ στερεώσας καταρχάς, τοὺς οὐρανοὺς ἐν συνέσει, καὶ τὴν γῆν ἐπὶ ὑδάτων ἑδράσας, ἐν τῇ πέτρᾳ με Χριστέ, τῶν ἐντολῶν σου στήριξον, ὅτι οὐκ ἔστι πλήν σου, ἅγιος μόνε Φιλάνθρωπε».Ἐθελουσίαις σου ῥοπαῖς, ἐχώρησας πρὸς τὸ πάθος, τὸ ἑκούσιον Χριστὸν μιμουμένη, καὶ νικήσασα λαμπρῶς, τὸν σκότους κοσμοκράτορα, στεφανηφόρος ὤφθης, Αἰκατερῖνα θεόληπτε.Ῥωμαλεότητι φρενῶν, διήλεγξας τοὺς τυράννους, ἀθεΐας ἐν βυθῷ κυλισθέντας, ῥητορεύουσα σαφῶς, θεογνωσίας δόγματα, θείᾳ σοφίᾳ Μάρτυς, λαμπρυνομένη πανεύφημε.Ἰσοθεΐαν τοῖς ὠσί, τῆς Εὔας ὁ ψιθυρίσας, ὑπὸ Κόρης ἁπαλῆς νῦν πατεῖται· τῷ γὰρ ὅπλῳ τοῦ Σταυροῦ, περιφραχθεῖσα ᾔσχυνεν, Αἰκατερῖνα Μάρτυς, ἄμετρα τοῦτον καυχώμενον.ΘεοτοκίονΝενεκρωμένον μου τὸν νοῦν, τῇ τῆς ζωῆς ἐνεργείᾳ, τῆς ἐκ σοῦ φανερωθείσης τῷ κόσμῳ, διανάστησον οὐλάς, καὶ τύπους ἐξαλείφουσα, τῆς ἁμαρτίας μόνη, θεογεννῆτορ πανάμωμε.
Κανών γ', ᾨδὴ γ', τοῦ Ἁγ. Μερκουρίου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ὅλος πυρακτούμενος, τῇ θεϊκῇ στοργῇ Ἔνδοξε, πῦρ καὶ δεσμά, ξίφη καὶ βασάνους, ὥσπερ ὄναρ λελόγισαι.Ὕμνοις τὸν ποιήσαντα, προσομιλῶν δειναῖς μάστιξι, Μάρτυς σοφέ, καὶ τὴν θεραπείαν τῶν μωλώπων δεχόμενος.Ῥάβδῳ δυναμούμενος, τῇ θεϊκῇ ἐχθροῦ φρύαγμα, ὡς ἀθλητής, Μάρτυς γενναιόφρον, εὐσθενῶς ἐταπείνωσας.ΘεοτοκίονἽνα προτυπώσῃ σου, τὴν ὑπὲρ νοῦν Ἁγνὴ κύησιν, βάτος πυρί, ὤφθη καιομένη, οὐδαμῶς φλεγομένη δέ.
Κάθισμα της Ἁγίας
Ἦχος πλ. δ'
Τὴν Σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ
Τὴν σοφίαν τὴν ὄντως ἐξ Οὐρανοῦ, διὰ στόματος Μάρτυς τοῦ Μιχαήλ, λαβοῦσα πανεύφημε, καὶ ἐν ἄθλοις ἀήττητε, τῇ μὲν σοφίᾳ τῇ ἔξω, τοὺς Ῥήτορας ἔπτηξας, τῇ δὲ σοφίᾳ τῇ θείᾳ, τὴν πλάνην ἐμείωσας· ὅθεν καθορῶν σου, τὸν ἀγῶνα ὁ Κτίστης, παρέστη ἐνισχύων σε. Δεῦρο λέγων ἀνάβηθι· οἱ θησαυροὶ γὰρ σε μένουσι· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.Δόξα... Τοῦ Ἁγίου Ἦχος δ'Ταχὺ προκατάλαβε ΤΟ ΑΚΟΥΤΕὉ Μάρτυς Μερκούριος, ἀγωνισάμενος, τὸν δόλιον ᾔσχυνε, καὶ στεφανίτης στερρός, Χριστοῦ ἐχρημάτισεν· ὅθεν ταῖς οὐρανίαις, νῦν συνήφθη χορείαις, δόξης ἀδιαδόχου, ἐπαξίως μετέχων· διὸ τὴν ἱερὰν αὐτοῦ, μνήμην τελοῦμεν πιστῶς.Καὶ νῦν ... Τῆς ἙορτῆςἮχος ὁ αὐτὸςΚατεπλάγη Ἰωσὴφ ΤΟ ΑΚΟΥΤΕἩ ἀμίαντος ἀμνάς, καὶ ἀκηλίδωτος παστάς, ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, ἡ Θεοτόκος Μαριάμ, μετ' εὐφροσύνης εἰσάγεται παραδόξως· ἣν Ἄγγελοι Θεοῦ, δορυφοροῦσι φαιδρῶς, καὶ πάντες οἱ Πιστοί, μακαριοῦσιν ἀεί, καὶ εὐχαρίστως ψάλλουσι ταύτῃ, ἀκαταπαύστως μεγάλῃ φωνῇ. Ἡμῶν ἡ δόξα, καὶ σωτηρία, σὺ ὑπάρχεις Πανάχραντε.
Κανών α', ᾨδὴ δ', τῆς Ἑορτῆς
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης Ἀββακούμ, κατανοῶν ἐκραύγαζε· Δόξα τῇ δυνάμει σου Κύριε».Πύλην ἀδιόδευτον ὁ τοῦ Θεοῦ, οἶκος εἰσδεχόμενος σήμερον, ἔπαυσε Νόμου, τὴν λατρείαν καὶ σκιάν· Ὡς ἀληθῶς ἐπέφανε, κράζων τοῖς ἐν γῇ, ἡ ἀλήθεια.Ὄρος τὸ κατάσκιον ὃ προορῶν, πάλαι Ἀββακοὺμ προεκήρυξεν, ἔνδον χωρῆσαν, τῶν ἀδύτων τοῦ ναοῦ, τὰς ἀρετὰς ἐξήνθησε, καὶ κατακαλύπτει τὰ πέρατα.Ἴδωμεν παράδοξα πᾶσα ἡ γῆ, ξένα καὶ ἐξαίσια πράγματα, πῶς ἡ Παρθένος, δι' Ἀγγέλου τὴν τροφήν, εἰσδεχομένη σύμβολα, τῆς οἰκονομίας κομίζεται.Ναὸς καὶ παλάτιον καὶ οὐρανός, ἔμψυχος ὀφθεῖσα Θεόνυμφε, τοῦ Βασιλέως, ἐν Ναῷ τῷ νομικῷ, ἀφιεροῦσαι σήμερον, τούτῳ τηρουμένη πανάχραντε.
Κανών β', ᾨδὴ δ', τῆς Ἁγ. Αἰκατερίνης
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σύ μου ἰσχύς, Κύριε, σύ μου καὶ δύναμις, σὺ Θεός μου, σύ μου ἀγαλλίαμα, ὁ Πατρικοὺς κόλπους μὴ λιπών, καὶ τὴν ἡμετέραν πτωχείαν ἐπισκεψάμενος· διὸ σύν τῷ προφήτῃ, Ἀββακοὺμ σοι κραυγάζω, τῇ δυνάμει σου δόξα Φιλάνθρωπε».Ἀθλητικήν, Αἰκατερῖνα τὴν ἔνστασιν, ἐπεδείξω, Μάρτυς παναοίδιμε, τῷ δυσμενεῖ λίαν καρτερῶς, ἀντικαταστᾶσα, καὶ τοῦτον καταπατήσασα, ποσὶν ὡραϊσμένοις, τοῦ Σταυροῦ τῇ δυνάμει, Ἀθληφόρε Μαρτύρων τὸ καύχημα.Νύμφη Χριστοῦ, Αἰκατερῖνα πανόλβιε, καθωράθης, θείας ὡραιότητος, φωτοειδέσι μαρμαρυγαῖς, ἀγλαϊζομένη, καὶ κάλλει περιαστράπτουσα· διὸ καὶ γηθομένη, μελῳδεῖς τῷ Δεσπότῃ, τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.Τυραννικήν, ἀλαζονείαν ἐφαύλισας, καὶ τῷ θείῳ, λόγῳ τῆς σοφίας σου, ὡς ἐκ βυθοῦ, τῆς ἀπατηλῆς, δεισιδαιμονίας, τοὺς πλανωμένους ἐξήρπασας, διδάσκουσα κραυγάζειν, τῷ Χριστῷ μελῳδοῦντας, τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.Ἡ εὐκλεής, καὶ φωτοφόρος πανήγυρις, τῆς ἐνδόξου μνήμης σου Πανεύφημε, τῆς καρτερῶς, θράσος τοῦ ἐχθροῦ, καταπατησάσης, ὡς ἥλιος ἀνατέταλκεν, ἐν ᾗ μεγαλοφώνως, τῷ Δεσπότῃ βοῶμεν, τῇ δυνάμει σου δόξα φιλανθρωπε.ΘεοτοκίονΝῦν τὴν ἰσχύν, τῶν ἀθετούντων κατάβαλε, τῆς εἰκόνος, Κόρη τὴν προσκύνησιν, σοῦ τῆς σεπτῆς, καὶ τοῦ ὑπὲρ νοῦν, ἐκ σοῦ σαρκωθέντος, καὶ κόσμον ὅλον φωτίσαντος, καὶ πάντων τῶν Ἁγίων, τοὺς δὲ πίστει τιμῶντας, καταφαίδρυνον μόνη Πανύμνητε.
Κανών γ', ᾨδὴ δ', τοῦ Ἁγ. Μερκουρίου
Ἦχος πλ. δ'
Εἰσακήκοα Κύριε ΤΟ ΑΚΟΥΤΕ
Οἰκειώθης τῷ Κτίστῃ σου, θείου μαρτυρίου Θεόφρον πάθεσι, καὶ λαμπροὺς στεφάνους ἔνδοξε, παρ' αὐτοῦ ἐδέξω ὡς ἀήττητος.Ὑφαντὸν ἐκ τῆς ἄνωθεν, χάριτος ἱμάτιον νῦν ἐνδέδυσαι, τῆς φθορᾶς καὶ τῆς νεκρώσεως, τοὺς χιτῶνας Μάρτυς ἐκδυσάμενος.Μέχρις αἵματος Ἔνδοξε, πρὸς τὴν ἁμαρτίαν ἀγωνισάμενος, νικηφόρος ἀναδέδειξαι, καὶ τῆς ἄνω δόξης κατηξίωσαι.ΘεοτοκίονἘπὶ σὲ ὁ σωτήριος, Λόγος καταβέβηκεν Ἀειπάρθενε, ὥσπερ ὄμβρος καὶ ἐξήρανε, τῆς πολυθεΐας τὰ ὀμβρήματα.
Κανών α', ᾨδὴ ε', τῆς Ἑορτῆς
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐξέστη τὰ σύμπαντα ἐν τῇ σεπτῇ εἰσόδῳ σου· σὺ γὰρ ἀπειρόγαμε Παρθένε· ἔνδον εἰσῆλθες ἐν τῷ ναῷ τοῦ Θεοῦ, ὥσπερ καθαρώτατος ναός, πᾶσι τοῖς ὑμνοῦσί σε τὴν εἰρήνην βραβεύουσα».Ἁγίασμα ἔνδοξον, καὶ ἱερὸν ἀνάθημα, σήμερον ἡ πάναγνος Παρθένος, ἀνατεθεῖσα ἐν τῷ Ναῷ τοῦ Θεοῦ, τῷ παμβασιλεῖ ἡμῶν Θεῷ, μόνῳ εἰς ἐνοίκησιν, συντηρεῖται ὡς οἶδεν αὐτός.Τὸ κάλλος Πανάχραντε, τὸ τῆς ψυχῆς σου βλέπων ποτέ, πίστει Ζαχαρίας ἀνεβόα· Σὺ εἶ τὸ λύτρον, σὺ εἶ ἡ πάντων χαρά, σὺ εἶ ἡ ἀνάκλησις ἡμῶν, δι' ἧς ὁ ἀχώρητος, χωρητὸς μοι ὀφθήσεται.Ὢ τῶν ὑπὲρ ἔννοιαν, θαυμάτων σου Πανάχραντε! ξένη σου ἡ γέννησις ὑπάρχει, ξένος ὁ τρόπος ὁ τῆς αὐξήσεως, ξένα καὶ παράδοξα τὰ σά, πάντα Θεονύμφευτε, καὶ βροτοῖς ἀνερμήνευτα.Λυχνία πολύφωτος, ὑπάρχουσα Θεόνυμφε, σήμερον ἐξέλαμψας ἐν οἴκῳ, τῷ τοῦ Κυρίου, καὶ καταυγάζεις ἡμᾶς, τοῖς σεπτοῖς χαρίσμασιν ἁγνή, τοῖς τῶν θαυμασίων σου, Θεοτόκε πανύμνητε.
Κανών β', ᾨδὴ ε', τῆς Ἁγ. Αἰκατερίνης
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἴνα τὶ με ἀπώσω, ἀπὸ τοῦ προσώπου σου τὸ φῶς τὸ ἄδυτον, καὶ ἐκάλυψέ με, τὸ ἀλλότριον σκότος τὸν δείλαιον, ἀλλ' ἐπίστρεψόν με, καὶ πρὸς τὸ φῶς τῶν ἐντολῶν σου, τὰς ὁδούς μου κατεύθυνον δέομαι».Πόθῳ πυρπολουμένη, Μάρτυς παναοίδιμε τῷ τοῦ Δεσπότου σου, καὶ ζητοῦσα τούτου, τὸ ἀμήχανον κάλλος θεάσασθαι, αὐθαιρέτῳ γνώμῃ, τοῖς αἰκισμοῖς σαυτὴν παρέσχες, παρθενίας ἐκλάμπουσα χάρισιν.Ἄθλοις ἱερωτάτοις, Κόρη καλλιπάρθενε καταλαμπρύνασα, σεαυτὴν προφρόνως, ἀνελήλυθας πρὸς τὴν οὐράνιον, τοῦ Χριστοῦ παστάδα, καὶ νῦν φαιδρῶς τῷ σῷ Νυμφίῳ, γηθομένη συνήφθης πανόλβιε.Νεᾶνις φαιδροτάτη, ὤφθης ἀγαπήσασα μόνον ἐράσιμον, καὶ ὀπίσω τούτου, συντονώτατον δρόμον διήνυσας, εἰς ὀσμὴν τοῦ μύρου, σοῦ νοητῶς τοῦ κενωθέντος, ἐκβοῶσα δραμοῦμαι Νυμφίε μου.ΘεοτοκίονἈληθῆ Θεοτόκον, πάντες ἐπιγνόντες σε, πάναγνε Δέσποινα, τὸν ἐκ σοῦ τεχθέντα, Θεὸν Λόγον εἰδότες κηρύττομεν, ἐν δυσὶν οὐσίαις, θελητικαῖς αὐτεξουσίαις, γνωριζόμενον Κόρη Θεόνυμφε.
Κανών γ', ᾨδὴ ε', τοῦ Ἁγ. Μερκουρίου
Ἦχος πλ. δ'
Ὀρθρίζοντες βοῶμέν σοι ΤΟ ΑΚΟΥΤΕ
Τεινόμενος καὶ λόγχῃ Μερκούριε, ἀνενδότως, τεμνόμενος ἔφερες, θείαις ἐλπίσι νευρούμενος.Ὁ πέτρᾳ νοητῇ στερεώσας σου, τὴν καρδίαν, λίθῳ βαρυνόμενος, οὐ παρετράπης Μερκούριε.Συμμέτοχος παθῶν τοῦ Δεσπότου σου, χρηματίσας, δόξης ἐκοινώνησας, τούτου καὶ θείας λαμπρότητος.ΘεοτοκίονΘανάτωσον Παρθένε τὴν ζῶσάν μου, ἁμαρτίαν, ζωὴν ἡ κυήσασα, τὴν θανατώσασαν θάνατον.
Κανών α', ᾨδὴ ς', τῆς Ἑορτῆς
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὴν θείαν, ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες».Ὁ πάντα φέρων τῷ ῥήματι, εὐχῆς τῆς τῶν Δικαίων ἐπήκουσε· διὸ στειρώσεως, λύσας τὴν νόσον ὡς εὔσπλαγχνος, τὴν τῆς χαρᾶς αἰτίαν τούτοις δεδώρηται.Γνωρίσαι θέλων ὁ Κύριος, τοῖς ἔθνεσιν αὐτοῦ τὸ σωτήριον, τὴν Ἀπειρόγαμον, νῦν ἐξ ἀνθρώπων παρέλαβε, καταλλαγῆς σημεῖον καὶ ἀναπλάσεως.Ὡς οἶκος οὖσα τῆς χάριτος, ἐν ᾧ οἱ θησαυροὶ ἐναπόκεινται, τῆς ἀπορρήτου Θεοῦ, οἰκονομίας Πανάχραντε, ἐν τῷ Ναῷ μετέσχες τῆς ἀκηράτου τρυφῆς.Διάδημά σε βασίλειον, δεξάμενος Ναὸς Θεονύμφευτε, κατεφαιδρύνετο, καὶ ὑπεχώρει τοῖς κρείττοσι, τῶν προρρηθέντων βλέπων ἐν σοὶ τὴν ἔκβασιν.
Κανών β', ᾨδὴ ς', τῆς Ἁγ. Αἰκατερίνης
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἄβυσσος ἁμαρτιῶν, καὶ πταισμάτων καταιγὶς με ταράττει, καὶ πρὸς βυθὸν βιαίως συνωθεῖ ἀπογνώσεως, ἀλλ' αὐτὸς τὴν κραταιὰν χεῖρά μοι ἔκτεινον, ὡς τῷ Πέτρῳ, καὶ ἐκ βυθοῦ φθορᾶς ἀνάγαγε».Ὅλην σε περικαλῆ, παρθενίας ἀπαστράπτουσαν αἴγλῃ, μαρτυρικοῖς τε Κόρη, φοινιχθεῖσαν ἐν αἵμασι, καθορῶν ὁ ἀγαθός, Λόγος καὶ ἄχραντος, ἐν θαλάμοις, ἐπουρανίοις κατεσκήνωσεν.Ἰσχύσας διὰ Σταυροῦ, τῶν Τυράννων καταλῦσαι τὸ κράτος, καὶ κοσμικῆς σοφίας, διελέγξαι τὸ μάταιον, θεοπνεύστου διδαχῆς, βρύουσα δόγματα, μεγαλόφρον Αἰκατερῖνα πανοίδιμε.Δόλῳ πρώην τὸν Ἀδάμ, Παραδείσου τῆς τρυφῆς ἐκβαλόντα, τῶν αἰκισμῶν τοὺς πόνους, καρτερῶς ὑπομείνασα, καταβέβληκας εἰς γῆν, Μάρτυς πανένδοξε, καὶ στεφάνοις, τῆς Βασιλείας ἐστεφάνωσαι.ΘεοτοκίονἽλεών μοι τὸν Κριτήν, τὸν Υἱόν σου Θεοτόκε Παρθένε, ταῖς σαῖς λιταῖς γενέσθαι, ἐν ἡμέρᾳ τῆς κρίσεως, λυτρωτήν τε τῶν δεινῶν, Μῆτερ ἀπέργασαι· σοὶ γὰρ μόνῃ, τὰ τῆς ἐλπίδος ἀνατίθημι.
Κανών γ', ᾨδὴ ς', τοῦ Ἁγ. Μερκουρίου
Ἦχος πλ. δ'
Τὴν δέησιν, ἐκχεῶ πρὸς Κύριον ΤΟ ΑΚΟΥΤΕ
Ἐνεύρου σε, ὁ ἀΐδιος Λόγος, δι' αὐτὸν πᾶσαν ἰδέαν βασάνων, Μάρτυς σοφέ, ὑπομένοντα βλέπων, καὶ δι' Ἀγγέλου θαρρεῖν σοι προσέττατε, Μερκούριε καὶ μηδαμῶς, τῶν Τυράννων πτοεῖσθαι τὴν ἔνστασιν.Νενέκρωται, ὁ πολύμορφος ὄφις, καὶ ποσὶ καταπατεῖται ὡραίοις, τοῦ Ἀθλητοῦ, καὶ γενναίου ὁπλίτου· ἐθελουσίοις ὁρμαῖς γὰρ ἐχώρησε, πρὸς βάσανα πρὸς αἰκισμούς, καὶ πρὸς θάνατον δόξης ἀνάπλεων.Ὁλόκληρον, τῷ Δεσπότῃ προσῆξας, τῆς καρδίας τὴν προαίρεσιν Μάκαρ, καὶ δι' αὐτόν, ὑπομείνας στρεβλώσεις, ὡς νικητὴς παρ' αὐτοῦ ἐστεφάνωσαι· καὶ τούτῳ νῦν ἐν οὐρανοῖς, μετὰ πάντων Μαρτύρων παρίστασαι.ΘεοτοκίονΣυνέλαβες, τῇ φωνῇ τοῦ Ἀγγέλου, τὸν βουλῆς μεγάλης Ἄγγελον Κόρη, καὶ ἐκ τῶν σῶν, παναγίων αἱμάτων, σεσαρκωμένον πανάμωμε τέτοκας, τὸν δείξαντα πᾶσι ζωῆς, τὰς εἰσόδους δι' ἄφατον ἔλεος.
Κοντάκιον τῆς Ἁγίας
Ἦχος β'
Τὰ ἄνω ζητῶν ΤΟ ΑΚΟΥΤΕ
Χορείαν σεπτήν, ἐνθέως φιλομάρτυρες, ἐγείρατε νῦν, γεραίροντες τὴν πάνσοφον, Αἰκατερῖναν· αὕτη γάρ, ἐν σταδίῳ τὸν Χριστὸν ἐκήρυξε, καὶ τὸν ὄφιν ἐπάτησε, Ῥητόρων τὴν γνῶσιν καταπτύσασα.
Ὁ Οἶκος
Τὴν ἐκ Θεοῦ σοφίαν λαβοῦσα παιδόθεν ἡ Μάρτυς, καὶ τὴν ἔξω καλῶς σοφίαν πᾶσαν μεμάθηκε, γνοῦσα δὲ ἐκ ταύτης τὴν τῶν στοιχείων κίνησίν τε καὶ ποίησιν κατὰ λόγον, καὶ τὸν αὐτὰ ἐξ ἀρχῆς διὰ λόγου ποιήσαντα, αὐτῷ τὴν εὐχαριστίαν ἐν νυκτὶ καὶ ἡμέρᾳ προσέφερε· τὰ δὲ εἴδωλα καθεῖλε, καὶ τοὺς ταῦτα ἀφρόνως λατρεύοντας, Ῥητόρων τὴν γνῶσιν καταπτύσασα.
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΚΕ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς ἁγίας Μεγαλομάρτυρος Αἰκατερίνης.ΣτίχοιΑἰκατερῖνα, καὶ σοφὴ καὶ παρθένος·Ἐκ δὲ ξίφους, καὶ Μάρτυς, ὦ καλὰ τρία!Εἰκάδι πέμπτῃ ἄορ κατέπεφνεν ῥήτορα Κούρην,Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι ἑκατὸν πεντήκοντα Ῥήτορες, οἱ διὰ τῆς Ἁγίας Αἰκατερίνης πιστεύσαντες τῷ Χριστῷ, πυρὶ τελειοῦνται.ΣτίχοιΑἱ πρὶν πλάνης Ῥήτορσιν ἀνδράσι στάσεις,Εἰς πῦρ θανοῦσι, τῶν στεφάνων εὑρέσεις.Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Βασίλισσα, ἡ γαμετὴ Μαξεντίου, ξίφει τελειοῦται.ΣτίχοιΤμηθεῖσα θνητοῦ σύζυγος Βασιλέως,Ἄφθαρτον εὗρε νυμφῶνα Βασιλέως.Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Πορφύριος, ὁ Στρατηλάτης, σὺν τοῖς διακοσίοις στρατιώταις, ξίφει τελειοῦνται.ΣτίχοιΣὺν τῷ στρατῷ σου Πορφύριε πρὸς ξίφοςΠρόθυμος ἥκεις, οἷά περ Στρατηλάτης.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ἀθλήσεως τοῦ Ἁγίου Μεγαλομάρτυρος Μερκουρίου.ΣτίχοιΕἰ καὶ πατάσσῃ Μερκούριε τῷ ξίφει,Καὶ νεκρὸν ἐχθρὸν σὺ πατάσσεις Κυρίου.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Πέτρου τοῦ Ἡσυχαστοῦ.ΣτίχοιἩσύχως βίου τὸ πέλαγος ἀνύσας,Πρὸς ἡσύχιον Πέτρε λιμένα φθάνεις.Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι ἑξακόσιοι ἑβδομήκοντα Μάρτυρες ξίφει τελειοῦνται.ΣτίχοιΤέμνουσιν ἀνδρῶν εἰκάδας τριπλῶς δέκα,Μεθ' ὧν καὶ ἄλλους ἂνδρας ἑπτάκις δέκα.Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.
Κανών α', ᾨδὴ ζ', τῆς Ἑορτῆς
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν Κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ».Ἰδοὺ σήμερον, ἐπέλαμψε τοῖς πέρασιν, ἔαρ, εὐφρόσυνον, καταφαιδρῦνον ἡμῶν, ψυχὴν καὶ διάνοιαν, καὶ νοῦν τῇ χάριτι, ἡ πανήγυρις, τῆς Θεοτόκου σήμερον, μυστικῶς εὐωχηθῶμεν.Δορυφορείτωσαν, σήμερον τὰ σύμπαντα, τῇ Βασιλίδι Μητρί, ὁ οὐρανὸς καὶ ἡ γῆ, Ἀγγέλων τὰ τάγματα, καὶ τῶν βροτῶν ἡ πληθύς, καὶ βοάτωσαν, ἐν τῷ Ναῷ εἰσάγεται, ἡ χαρὰ καὶ ἡ λύτρωσις.Ὁ τοῦ γράμματος, παρέδραμεν ἐξέλιπε, νόμος καθάπερ σκιά, καὶ αἱ τῆς χάριτος, ἀκτῖνες ἐπέλαμψαν, ἐν τῷ Ναῷ τοῦ Θεοῦ, εἰσαχθείσης σου, Παρθενομῆτορ Ἄχραντε, εἰσαεὶ εὐλογημένη.Ὑποτέτακται, τῷ τόκῳ σου Πανάχραντε, ὡς Ποιητῇ καὶ Θεῷ, ὁ οὐρανὸς καὶ ἡ γῆ, καὶ τὰ καταχθόνια, καὶ πᾶσα γλῶσσα βροτῶν, ὅτι Κύριος, ὁμολογεῖ ἐπέφανεν, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Κανών β', ᾨδὴ ζ', τῆς Ἁγ. Αἰκατερίνης
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θεοῦ συγκατάβασιν, τὸ πῦρ ᾐδέσθη ἐν Βαβυλῶνί ποτε· διὰ τοῦτο οἱ Παῖδες, ἐν τῇ καμίνῳ ἀγαλλομένῳ ποδί, ὡς ἐν λειμῶνι χορεύοντες ἔψαλλον· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».Μαρτύρων τὸ καύχημα, τῆς εὐσεβείας μύστης γεγένησαι, τῷ λαμπρῷ σου Νυμφίῳ, Μαρτύρων δῆμον πρασαγαγοῦσα Χριστῷ· μεθ' οὗ κραυγάζεις πανεύφημε ψάλλουσα· Εὐλογητός ὁ Θεός, ὁ τῶν Πατέρων ἤμών.Ὁ λόγος σου Πάνσοφε, πρὸς σωτηρίαν πολλοὺς ἐξήρπασεν, ἐξ εἰδωλομανίας, καὶ φωτοφόρους ἔδειξε Μάρτυρας, μεγαλοφώνως σὺν σοὶ ἀνακράζοντας· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.Νεᾶνις ὀπίσω σου, ἀκολουθοῦσά σοι προσενήνεκται, διὰ ξίφους τμηθεῖσα, σὸν μιμουμένη πάθος τὸ ἄχραντον, καὶ σοὶ τῷ Κτίστῃ βοῶσα καὶ λέγουσα· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.ΘεοτοκίονἉγίων ὁ Ἅγιος, ἐν σοὶ ἁγίως κατασκηνώσας ἁγνή, Θεοτόκε Παρθένε, σεσαρκωμένος ἐκ σοῦ γεγέννηται, διὰ τὸ σῶσαι τοὺς πίστει κραυγάζοντας· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Κανών γ', ᾨδὴ ζ', τοῦ Ἁγ. Μερκουρίου
Ἦχος πλ. δ'
Παῖδες Ἑβραίων ἐν καμίνῳ ΤΟ ΑΚΟΥΤΕ
Φέγγει τῆς ἄνω φρυκτωρίας, αὐγαζόμενος γενναῖε Στρατιῶτα, τοὺς ὑμνοῦντάς σε νῦν φωτίζεις μελῳδοῦντας· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.Ὕμνεις τὸν πάντων εὐεργέτην, πυρακτούμενος τῷ ζήλῳ τούτου Μάκαρ, καὶ πυρὶ αἰσθητῷ, φλεγόμενος καὶ μέλπων· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.Λίθοις προσάγοντες τὸ σέβας, οἱ τὴν αἴσθησιν λιθώδη κεκτημένοι, λίθῳ Μάρτυς τὸν σόν, βαρύνουσιν αὐχένα, κραυγάζοντες Μερκούριε, ὁ Θεὸς εὐλογητὸς εἶ.Αἵματι αἷμα συγκεράσας, σοῦ τὸ τίμιον Δεσπότου φιλανθρώπου, κοινωνὸς τῶν αὐτοῦ, ἐδείχθης παθημάτων, ἀναβοῶν Μερκούριε· Ὁ Θεὸς εὐλογητὸς εἶ.ΘεοτοκίονΤάξεις Ἀγγέλων καταπλήττει, μυστηρίου σου τὸ βάθος Θεοτόκε· ὁ Θεὸς γὰρ ἐκ σοῦ, σαρκούμενος ὡράθη· ᾧ μελωδοῦμεν Πάναγνε, ὁ Θεὸς εὐλογητὸς εἶ.
Κανών α', ᾨδὴ η', τῆς Ἑορτῆς
Ἦχος δ'
Ἧς ἡ Ἀκροστιχὶς κατὰ ἀλφάβητον, Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἄκουε Κόρη Παρθένε ἁγνή, εἰπάτω δὴ ὁ Γαβριήλ, βουλήν Ὑψίστου, ἀρχαίαν ἀληθινήν, γενοῦ πρὸς ὑποδοχήν, ἑτοίμη Θεοῦ· διὰ σοῦ γὰρ ὁ ἀχώρητος, βροτοῖς συναναστρέφεται· διὸ καὶ χαίρων βοῶ· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον».Ἄχραντον ναὸν ἐν οἴκῳ Θεοῦ, προσάγουσα Ἄννα ποτέ, Βοῶσα ἔφη, ἐν πίστει τῷ Ἱερεῖ, Γονὴν τὴν ὑπὸ Θεοῦ, δοθεῖσαν κἀμοί, Δεδεγμένος νῦν εἰσάγαγε, ἐν τῷ ναῷ τοῦ Κτίστου σου, καὶ χαίρων ψάλλε αὐτῷ· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.Ἔφησεν ἰδὼν τῇ Ἄννῃ ποτέ, ἐν πνεύματι ὁ Ζαχαρίας· Ζωῆς Μητέρα, εἰσάγεις ἀληθινήν. Ἥν περ τηλαυγῶς οἱ Προφῆται Θεοῦ, Θεοτόκον προεκήρυξαν, καὶ πῶς Ναός χωρήσει αὐτήν; διὸ θαυμάζων βοῶ· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.Ἱκέτις Θεοῦ κατέστην ἐγώ, ἀντέφησεν Ἄννα αὐτῷ· Καλοῦσα τοῦτον ἐν πίστει καὶ προσευχῇ, Λαβεῖν τῆς ἐμῆς ὠδῖνος καρπόν· Μετὰ τόκον δὲ τὸ κύημα, προσάγειν τῷ παρέχοντι· διὸ σκιρτῶσα βοῶ·Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.Νόμιμον ὄντως τὸ ἔργον ἐστίν.Ὁ Ἱερεὺς ἔφη αὐτῇ· Ξένον δὲ πάντῃ, τὸ πρᾶγμα κατανοῶ. Ὁρῶν τὴν προσαγομένην ἐν οἴκῳ Θεοῦ, Παραδόξως ὑπερβαίνουσαν, τὰ Ἅγια τῇ χάριτι· διὸ καὶ χαίρων βοῶ· Ῥώννυμαι ἔφη ἡ Ἄννα αὐτῷ, μανθάνουσα ἅπερ λαλεῖς. Συνεὶς γὰρ ταῦτα τῷ Πνεύματι τοῦ Θεοῦ. Τρανῶς τὰ τῆς Παρθένου ἐκήρυξας. Ὑποδέχου οὖν τὴν ἄχραντον, ἐν τῷ Ναῷ τοῦ Κτίστου σου, καὶ χαίρων ψάλλε αὐτῷ. Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.Φωσφόρος ἡμῖν ἀνῆψε λαμπάς, ἐβόησεν ὁ Ἱερεύς. Χαρὰν μεγίστην ἐκλάμπουσαν ἐν Ναῷ. Ψυχαὶ Προφητῶν συνευφραινέσθωσαν. Ὡς παράδοξα θεώμεναι, τελούμενα ἐν οἴκῳ Θεοῦ, καὶ ἐκβοάτωσαν νῦν. Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Κανών β', ᾨδὴ η', τῆς Ἁγ. Αἰκατερίνης
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἑπταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν, ἐμμανῶς ἐξέκαυσε, δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών, τὸν Δημιουργόν, καὶ Λυτρωτήν ἀνεβόα· Οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».Σαῖς διδαχαῖς Βασίλισσα, πειθαρχοῦσα προσέδραμε, τῇ θεοσεβείᾳ, καὶ στερρῶς ὑπέμεινε, τῶν πόνων τὴν αἴσθησιν, καὶ βασιλείας τῶν οὐρανῶν, τῆς ἀδιαδόχου, προφανῶς ἠξιώθη, βοῶσα· Τὸν Δεσπότην, Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.Μετὰ μαρτύρων γένοιτο, τῶν πιστῶν τὰ αἰτήματα· ἡ γὰρ Ἀθληφόρος, τῷ Χριστῷ παρίσταται, αἰτοῦσα τὰ κρείττονα, καὶ σωτηρίας πρόξενα, τοῖς τὴν παναγίαν, καὶ σεπτὴν αὐτῆς μνήμην, προθύμως ἐκτελοῦσι, καὶ πιστῶς μελῳδοῦσι· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.Ἀναπετάσας δέχεται, ὁ Νυμφίος σε Πάνσοφε, πύλας Παραδείσου, καὶ παστάδα πάνσεμνον, οἰκεῖν παρεσκεύασε, καὶ βασιλείας μέτοχον, ὡς συγκοινωνόν, τῶν παθημάτων δεικνύει· ᾧ νῦν παρισταμένη, Βασιλέων θυγάτηρ, λαμπρῶς, πεποικιλμένη, ἡμῶν μὴ ἐπιλάθῃ.Σεσοφισμένοις ῥήμασιν, ἐπειρᾶτο ὁ τύραννος, πιθανολογίαις, ὁ δεινὸς χρησάμενος, ἐκλύειν τὴν ἔνστασιν, τὴν σὴν ἐλπίσας, Ἔνδοξε· ἀλλὰ νυμφευθῆναι, τῷ Χριστῷ βουλομένη, ἐβόας· Τὸν Δεσπότην, ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.ΘεοτοκίονἹερωτέρα πέφηνας, Θεοτόκε πανάμωμε, τῆς ὑπερκοσμίου, τῶν Ἀγγέλων τάξεως· τὸν τούτων γὰρ τέτοκας, Δημιουργὸν καὶ Κύριον, ἐκ παρθενικῆς, ἀπειρογάμου νηδύος, ἐν δύο ταῖς οὐσίαις, ἀσυγχύτως ἀτρέπτως, μιᾷ δὲ ὑποστάσει, Θεὸν σεσαρκωμένον.
Κανών γ', ᾨδὴ η', τοῦ Ἁγ. Μερκουρίου
Ἦχος πλ. δ'
Ἑπταπλασίως κάμινον ΤΟ ΑΚΟΥΤΕ
Τῶν Ἀθλητῶν προσθήκην σε, ὁ χορὸς ὑπεδέξατο, καθωραϊσμένον, καί φαιδρόν γενόμενον, σεπταῖς ὡραιότησι, τῶν ὑπερτίμων ἄθλων σου, καὶ τῆς εὐσεβοῦς σου, καὶ σεπτῆς μαρτυρίας, καὶ νῦν βοᾷς ἀπαύστως· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.Εὐσεβοφρόνως Ἔνδοξε, τὸν ἀγῶνα διήνυσας, καὶ γενναιοφρόνως, τὸν ἐχθρὸν κατῄσχυνας· καὶ νίκην οὐράνιον, ὡς νικητὴς ἀράμενος, ταῖς Ἀγγελικαῖς, νῦν συναγάλλῃ χορείαις· μεθ' ὧν βοᾷς ἀπαύστως· ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.Τελειωθεὶς πανόλβιε, διὰ ξίφους Μερκούριε, καὶ ἐπιτυχών, τοῦ προκειμένου τέλους σοι, τὴν γῆν μὲν τοῖς αἵμασι, τοῖς ἐκχυθεῖσιν ἤρδευσας, τὸ δὲ νικηφόρον, καὶ μακάριον σῶμα, λευκότερον χιόνος, ἐναπέδειξας ψάλλων· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.ΘεοτοκίονὩς τῆς ἡμῶν ὑπάρχουσαν, ἀναπλάσεως Ἄχραντε, ἅπαντες αἰτίαν, οἱ πιστοὶ ὑμνοῦμέν σε· Θεὸν γὰρ παναίτιον, ὑπὲρ αἰτίαν τέτοκας, τὸν τὴν συντριβεῖσαν, τῇ κακίᾳ εἰκόνα, οἰκείᾳ εὐσπλαγχνίᾳ, ἀναπλάσαντα μόνη, ὑπερευλογημένη, καὶ κεχαριτωμένη.
Κανών α', ᾨδὴ θ', τῆς Ἑορτῆς
Ἦχος δ', Ἦς ἡ Ἀκροστιχίς, κατ' ἀλφάβητον ἀντιστρόφως.
ΜεγαλυνάριονἌγγελοι τὴν Εἴσοδον τῆς Πανάγνου, ὁρῶντες ἐξεπλήττοντο πῶς ἡ Παρθένος εἰσῆλθεν, εἰς τὰ Ἅγια τῶν Ἁγίων. Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὡς ἐμψύχῳ Θεοῦ κιβωτῷ, ψαυέτω μηδαμῶς χεὶρ ἀμυήτων, χείλη δὲ πιστῶν, τῇ Θεοτόκῳ ἀσιγήτως, φωνὴν τοῦ Ἀγγέλου ἀναμέλποντα, ἐν ἀγαλλιάσει βοάτω· Ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε ἁγνή».Ἄγγελοι τὴν Εἴσοδον τῆς Πανάγνου, ὁρῶντες ἐξεπλήττοντο, πῶς μετὰ δόξης εἰσῆλθεν, εἰς τὰ Ἅγια τῶν Ἁγίων.Ὡς ὑπέρλαμπρον Θεοτόκε ἁγνή, Ψυχῆς τὸ καθαρὸν ἔχουσα κάλλος· Χάριτος Θεοῦ δ' ἐμπιπλαμένη οὐρανόθεν· Φωτὶ ἀϊδίῳ καταυγάζεις ἀεί, τοὺς ἐν εὐφροσύνῃ βοῶντας· Ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε ἁγνή.Ἄγγελοι τὴν Εἴσοδον τῆς Παρθένου, ὁρῶντες ἐξεπλήττοντο, πῶς παραδόξως εἰσῆλθεν, εἰς τὰ Ἅγια τῶν Ἁγίων.Ὑπερίπταται Θεοτόκε ἁγνή Τὸ θαῦμά σου τὴν δύναμιν τῶν λόγων· Σῶμα γὰρ ἐν σοὶ κατανοῶ ὑπὲρ λόγον, Ῥοῆς ἁμαρτίας ἀνεπίδεκτον· ὅθεν εὐχαρίστως βοῷ σοι· Ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε ἁγνή.Ἄγγελοι καὶ ἄνθρωποι τῆς Παρθένου, τὴν Εἴσοδον τιμήσωμεν, ὅτι ἐν δόξῃ εἰσῆλθεν, εἰς τὰ Ἅγια τῶν Ἁγίων.Παραδόξως προδιετύπου Ἁγνή, ὁ Νόμος σε σκηνὴν καὶ θείαν στάμνον, Ξένην κιβωτόν, καὶ καταπέτασμα καὶ ῥάβδον, Ναὸν ἀκατάλυτον, καὶ πύλην Θεοῦ· Ὅθεν ἐκδιδάσκει σοι κράζειν· Ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε ἁγνή.Ἄγγελοι τὴν Εἴσοδον τῆς Παρθένου, ὁρῶντες κατεπλήττοντο, πῶς θεαρέστως εἰσῆλθεν, εἰς τὰ Ἅγια τῶν Ἁγίων.Μελῳδῶν σοι προεκελάδει Δαυῒδ, Λαλῶν σε θυγατέρα Βασιλέως, Κάλλει ἀρετῶν, ἐκ δεξιῶν παρισταμένην, ἰδὼν τοῦ Θεοῦ πεποικιλμένην σε· ὅθεν προφητεύων ἐβόα· Ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε ἁγνή.Ἄγγελοι σκιρτήσατε σὺν Ἁγίοις, Παρθένοι συγχορεύσατε· ἡ γὰρ Θεόπαις εἰσῆλθεν, εἰς τὰ Ἅγια των Ἁγίων.Θεοδόχον προθεωρῶν Σολομῶν, Ἠνοίξατο σε πύλην Βασιλέως, Ζῶσάν τε πηγὴν ἐσφραγισμένην, Ἐξ ἧς τὸ ἀθόλωτον ἡμῖν προῆλθεν, ὕδωρ τοῖς ἐν πίστει βοῶσιν· Ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε ἁγνή.Ἄγγελοι καὶ ἄνθρωποι τὴν Παρθένον, ἐν ὕμνοις μεγαλύνωμεν· θεοπρεπῶς γὰρ εἰσῆλθεν, εἰς τὰ Ἅγια τῶν Ἁγίων.Διανέμοις τῶν χαρισμάτων τὴν σήν, Γαλήνην Θεοτόκε τῇ ψυχῇ μου, βρύουσα ζωήν, τοῖς σὲ τιμῶσι κατὰ χρέος, Αὐτὴ περιέπουσα καὶ σκέπουσα, καὶ διατηροῦσα βοᾶν σοι· Ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε ἁγνή.
Κανών β', ᾨδὴ θ', τῆς Ἁγ. Αἰκατερίνης
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός, καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα, ὅτι Θεός, ὤφθη τοῖς ἀνθρώποις σωματικῶς, καὶ ἡ γαστήρ σου γέγονεν, εὐρυχωροτέρα τῶν οὐρανῶν· διὸ σε Θεοτόκε, Ἀγγέλων καὶ ἀνθρώπων, ταξιαρχίαι μεγαλύνουσι».Μετέστης πρὸς θαλάμους φωτοειδεῖς, νυμφικοῖς κοσμουμένη στολίσμασι, παρθενικήν, ἔχουσα λαμπάδα τῇ δεξιᾷ, τῇ δὲ ἑτέρᾳ φέρουσα, τὴν ἀποτμηθεῖσάν σου κεφαλήν, καὶ νῦν παρισταμένη, Χριστῷ τῷ σῷ Νυμφίῳ, τοὺς σὲ ὑμνοῦντας περιφρούρησον.Ἐδέχθη σου θεόφρον ἡ προσευχή· τοὺς γὰρ πίστει τὴν σὴν ὀνομάζοντας, κλῆσιν σεμνή, σῴζει ὁ Δεσπότης ἐκ πειρασμῶν, καὶ εὐρωστίαν δίδωσι, νόσων ἀπαλλάττων παντοδαπῶν, ψυχῶν τε καὶ σωμάτων· διὸ σε γεγηθότες, Αἰκατερῖνα μακαρίζομεν.Λιμένι καθωρμίσθης νῦν γαληνῷ, εὐσταλῶς τε καὶ κούφως τὴν θάλασσαν, τὴν κοσμικήν, Μάρτυς διελθοῦσα Τρικυμιῶν, μὴ πειρασθεῖσα πάνσοφε, πλοῦτον πολυποίκιλον τῷ Χριστῷ, προσφέρουσα Παρθένε, τὸν δῆμον τῶν Μαρτύρων, Αἰκατερῖνα παμμακάριστε.Παστάδων οὐρανίων ἔνδον τανῦν, σὺν παρθένων χορείᾳ χορεύουσα, μαρτυρικαῖς, περιλαμπομένη μαρμαρυγαῖς, Αἰκατερῖνα πάνσοφε, λῦσον τῶν πταισμάτων μου τὰς σειράς, προθύμως δυσωποῦσα, τὸν πάντων Εὐεργέτην, δι' ὃν τὸ αἵμά σου ἐξέχεας.ΘεοτοκίονὩράθης ὦ Παρθένε Μήτηρ Θεοῦ, ὑπὲρ φύσιν τεκοῦσα ἐν σώματι, τὸν ἀγαθόν, Λόγον ἐκ καρδίας τῆς ἑαυτοῦ, ὃν ὁ πατὴρ ἠρεύξατο, πάντων πρὸ αἰώνων ὡς ἀγαθός· ὅν νῦν καὶ τῶν σωμάτων, ἐπέκεινα νοοῦμεν, εἰ καὶ τὸ σῶμα περιβέβληται.
Κανών γ', ᾨδὴ θ', τοῦ Ἁγ. Μερκουρίου
Ἦχος πλ. δ'
Ἔφριξε πᾶσα ἀκοὴ ΤΟ ΑΚΟΥΤΕ
Ἰχῶρες νῦν μαρτυρικοί, εὐωδίαν ἀναπέμπουσι χάριτος, καὶ τὰ δυσώδη ἡμῶν, ἀρρήτῳ λόγῳ, πάθη διώκουσιν, ἀναπηγάζει τὰ ὀστᾶ, ἰάσεων νάματα, καὶ καταρδεύει ψυχάς, τῶν ὑμνούντων τὰ αὐτῶν προτερήματα.Ὡς μέγαν πύργον τῆς Χριστοῦ, Ἐκκλησίας ἱερῶς σε γεραίρομεν, ὡς στῦλον ἄσειστον, ὡς τεῖχος Μάρτυς, ὄντως ἀπόρθητον, ὡς στρατιώτην δυνατόν, Θεοῦ τοῦ Παντάνακτος, ὡς καθαιρέτην ἐχθρῶν, ὡς φωστῆρα νοητὸν καὶ παγκόσμιον.Σύνδρομον Ἄγγελον φωτός, πρὸς τὴν ἄθλησιν θεόφρον κεκλήρωσο· ὅθεν στρεβλούμενος, καὶ ταῖς λαμπάσιν ὑποκαιόμενος, καὶ συγκοπτόμενος δεινῶς, καὶ ξίφει τεμνόμενος, οὐκ ἐδειλίασας, Ἀθλοφόρε τοῦ Χριστοῦ γενναιότατε.Ἡμέρα πλήρης φωτισμοῦ, εὐφροσύνης καὶ χαρᾶς ἡμῖν ἔλαμψεν, ἡ θεία μνήμη σου, τοῖς σὲ τιμῶσι, Μάρτυς Μερκούριε· ἐν ᾗ μνημόνευε ἡμῶν, τῶν μνημονευόντων σου, καὶ χαλεπῶν πειρασμῶν, καὶ κινδύνων καὶ παθῶν ἡμᾶς λύτρωσαι.ΘεοτοκίονΦώτισον πύλη τοῦ φωτός, τὴν τυφλώττουσαν ψυχήν μου τοῖς πάθεσι, καὶ πονηροῖς λογισμοῖς, ἀμαυρωθεῖσαν καὶ κινδυνεύουσαν, καὶ ἐξελοῦ με πειρασμῶν, κινδύνων καὶ θλίψεων, ἵνα δοξάζω σε, τὴν ἐλπίδα τῶν πιστῶν καὶ κραταίωμα.
Ἐξαποστειλάριον τῆς Ἁγίας
Ἦχος γ'
Ἐν πνεύματι τῷ Ἱερῷ ΤΟ ΑΚΟΥΤΕ
Ἐνεύρωσας τὸ φρόνημα, γυναικῶν ὦ παρθένε, Αἰκατερῖνα πάντιμε, ἀθλοφόρων ἡ δόξα, καὶ Φιλοσόφων ἄνοιαν, ἐν Θεῷ διήλεγξας, ὡς λῆρον οὖσαν καὶ μῦθον, τὴν Πανάμωμον ὄντως, καὶ Μητέρα τοῦ Θεοῦ, συλλήπτορα κεκτημένη.
Ἐξαποστειλάριον τοῦ Ἁγίου
Ἦχος γ'
Ἐν πνεύματι τῷ Ἱερῷ ΤΟ ΑΚΟΥΤΕ
Τὰς παρατάξεις τῶν ἐχθρῶν, καὶ δαιμόνων τὰ θράση, εἰς τέλος κατηδάφισας, καὶ τὸ στέφος ἐδέξω, Μερκούριε μακάριε, ἐκ χειρὸς τοῦ Κτίστου σου, ὡς Μάρτυς τῆς ἀληθείας· διασῴζεις δὲ πάντας, ἐκ παντοίων θλιβερῶν, σκανδάλων τοῦ ἀλλοτρίου.
Θεοτοκίον τῆς ἑορτῆς
Ἦχος γ'
Ἐν πνεύματι τῷ Ἱερῷ ΤΟ ΑΚΟΥΤΕ
Τοῦ Ἱεροῦ σε σήμερον, Θεοτόκε Παρθένε, δέχεται τὰ ἐνδότερα, χερσὶν Ἀρχιερέως, ἐν οἷς τριῶν ἀπὸ χρόνων, ἕως δύο καὶ δέκα, διέμεινας τρεφομένη, χερσὶ θείου Ἀγγέλου, ὡς ἁγία κιβωτός, τοῦ πάντα τεκτηναμένου.
Εἰς τοὺς Αἴνους, ψάλλομεν τρία Προσόμοια Στιχηρὰ τῆς Ἁγίας, δευτεροῦντες τὸ πρῶτον.
Προσόμοια Στιχηρὰ τῆς Ἁγίας
Ἦχος δ'
Ἔδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕ
Μνήμην τὴν πανίερον, Αἰκατερῖνα πανεύφημε, τῆς σεπτῆς σου ἀθλήσεως, τελοῦντες δοξάζομεν, ἐν φωναῖς ἀπαύστοις, τὸν δεδωρημένον, ὑπομονὴν σοι καρτεράν, καὶ νικηφόρον σε ἀναδείξαντα, καὶ λόγον χορηγήσαντα, καταπτοοῦντα τοὺς ῥήτορας, Ἰησοῦν τὸν φιλάνθρωπον, καὶ Σωτῆρα καὶ Κύριον.
Ἦχος δ'
Μάρτυς ἐθελούσιος, Αἰκατερῖνα πανένδοξε, καθωράθης τὸν τύραννον, εὐτόνως ἐλέγξασα, καὶ δεινὴν μανίαν, τῆς πολυθεΐας, θεογνωσίας φωτισμῷ, καταβαλοῦσα, καὶ θείᾳ χάριτι, ἐντεῦθεν καὶ ὡς Μάρτυρα, καὶ ὡς Παρθένον πανάμωμον, ὁ Χριστὸς ἐστεφάνωσεν, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος δ'
Χάριν τὴν τοῦ Πνεύματος, Αἰκατερῖνα πανένδοξε, ἐν ἀνοίξει τοῦ στόματος, ἐδέξω καθάρασα, σεαυτὴν προθύμως, διὰ πολιτείας, καὶ λογισμῷ καρτερικῷ, τὴν τῶν τυράννων ὀφρύν, κατέσπασας· καὶ κάλλει τῷ τοῦ σώματος, τὴν ψυχικὴν ὡραιότητα, θεοφρόνως ἀντέθηκας, Ἀθλητῶν ἐγκαλλώπισμα.
Δοξαστικὸν
Ἦχος β'
Βίον ἄϋλον ἐξησκημένη, βῆμα ἄθεον καταλαβοῦσα, ἔστης τροπαιοφόρος Αἰκατερῖνα σεμνή, ἀνθηφοροῦσα τοῦ Θεοῦ τὴν λαμπρότητα· καὶ τὸ θεῖον σθένος ἐνδεδυμένη, δόγμα τυράννου κατεμυκτήρισας, καὶ ῥητόρων ἔπαυσας, τὰς φληνάφους ῥήσεις πολύαθλε.
Θεοτοκίον, Τῆς Ἑορτῆς
Ἦχος β'
Σήμερον τῷ ναῷ προσάγεται, ἡ πανάμωμος Παρθένος, εἰς κατοικητήριον τοῦ παντάνακτος Θεοῦ, καὶ πάσης τῆς ζωῆς ἡμῶν τροφοῦ. Σήμερον τὸ καθαρώτατον ἁγίασμα, ὡς τριετίζουσα δάμαλις, εἰς τὰ Ἅγια τῶν Ἁγίων εἰσάγεται. Ταύτῃ ἐκβοήσωμεν ὡς ὁ Ἄγγελος· Χαῖρε μόνη ἐν γυναιξὶν εὐλογημένη.
Μεγάλη Δοξολογία
Τὰ Τυπικὰ καὶ ἐκ τοῦ Κανόνος τῆς Ἑορτῆς ἡ γ' ᾨδή, καὶ τῆς Ἁγίας ἡ ς'.
Ἀντίφωνον α'Στίχ. Μέγας Κύριος καὶ αἰνετὸς σφόδρα.Στίχ. Δεδοξασμένα ἐλαλήθη περί σοῦ ἡ πόλις τοῦ Θεοῦ.Στίχ. Ὁ Θεὸς ἐν ταῖς βάρεσιν αὐτῆς γινώσκεται.Στίχ. Καθάπερ ἠκούσαμεν, οὕτω καὶ εἴδομεν.Ἀντίφωνον β'Στίχ. Ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ ὕψιστος.Στίχ. Ἁγιωσύνη καὶ μεγαλοπρέπεια ἐν τῷ ἁγιάσματι αὐτοῦ.Στίχ. Ἅγιος ὁ ναός σου, θαυμαστὸς ἐν δικαιοσύνῃ.Ἀντίφωνον γ'Στίχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.Ἦχος δ'Σήμερον τῆς εὐδοκίας Θεοῦ τὸ προοίμιον, καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας ἡ προκήρυξις. Ἐν Ναῷ τοῦ Θεοῦ τρανῶς ἡ Παρθένος δείκνυται, καὶ τὸν Χριστὸν τοῖς πᾶσι προκαταγγέλλεται· Αὐτῇ καὶ ἡμεῖς μεγαλοφώνως βοήσωμεν· Χαῖρε τῆς οἰκονομίας τοῦ Κτίστου ἡ ἐκπλήρωσις.Στίχ. Πᾶσα ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως ἔσωθεν, ἐν κροσσωτοῖς χρυσοῖς περιβεβλημένη, πεποικιλμένη.Στίχ. Ἀπενεχθήσονται τῷ Βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς.
ΚοινωνικὸνΠοτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι. Ἀλληλούϊα.
| TA ΜΗΝΑΙΑ | Νοέμβριος | 25 |
Nov 26
Τῌ ΚΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥΜνήμη τῶν Ὁσίων Πατέρων ἡμῶν Ἀλυπίου τοῦ ΚιονίτουΜνήμη Νίκωνος τοῦ Μετανοεῖτε.
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Ὁσίου Ἀλυπίου.
Στιχηρὰ Προσόμοια τοῦ Ὁσίου Ἀλυπίου
Ἦχος α'
Πανεύφημοι Μάρτυρες ΤΟ ΑΚΟΥΤΕ
Παμμάκαρ Ἀλύπιε τὴν σήν, ἐκ παιδὸς ἀνέθηκας, ζωὴν Χριστῷ τῷ Θεῷ ἡμῶν· ὑφ' οὗ σθενούμενος, τῆς σαρκὸς τὰ πάθη, λογισμῷ ὑπέταξας, τὸ χεῖρον ὑποτάττων τῷ κρείττονι· διὸ ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Ἦχος α'
Θεόφρον Ἀλύπιε φωστήρ, καθωράθης μέγιστος, φωταγωγῶν τὴν ὑφήλιον, θαυμάτων λάμψεσι, καὶ ἐνθέων ἔργων· ὅθεν μετὰ κοίμησιν, τὸ ἄδυτόν σε φῶς ὑπεδέξατο· διὸ ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Ἦχος α'
Στῦλος ἐχρημάτισας σοφέ, Μοναστῶν Ἀλύπιε, ὕπερθεν στύλου ἱστάμενος, καὶ πιεζόμενος, καύσωνι καὶ κρύει, καὶ πολλαῖς ἀσκήσεσι· διὸ καθυπεδέξω τοῦ Πνεύματος, θεῖα χαρίσματα, ἰατρεύειν ἀρρωστήματα, καὶ διώκειν, πάθη χαλεπώτατα.
Στιχηρὰ Προσόμοια τοῦ Ὁσίου Νίκωνος
Ἦχος πλ. β'
Ὅλην ἀποθέμενοι ΤΟ ΑΚΟΥΤΕ
Ὕψωσαν τὸ σῶμά σου, πόνοι καὶ πόνων οἱ τρόποι, καὶ τῶν τρόπων ἔλλαμψις, ἡ τῷ θείῳ Πνεύματι ἀπαστράπτουσα, ὑπὲρ νοῦν ἅπαντα, τῇ ἰσχὺϊ ηὔγασε· θαυμαστῶς ἐμεγαλύνθη γάρ, ἡ θήκη νάματα, βλύζουσα πιστοῖς, ξένον θέαμα! πῶς τάφος οὐκ ἐπέδησεν, ἢ λίθος κατέσχε τὴν δύναμιν, ἀλλ' ὡς καὶ πρὸ τέλους, μετάνοιαν ἐκραύγαζες ἡμῖν, ὡσαύτως νῦν πρὸς ἐπίγνωσιν, ἕλκεις μετὰ θάνατον.
Ἦχος πλ. β'
Δεῦτε προσκυνήσωμεν, λαὸς ἐν οἴκῳ Κυρίου, ὅπου τὸ πανάγιον, σκῆνος τεθησαύρισται τοῦ Παμμάκαρος· ᾧ τερπνοῖς ᾄσμασι, καὶ φαιδραῖς λαμπάσι, λιτανεύοντες βοήσωμεν· Ἅγιε πρόφθασον, καὶ τοὺς ἐν ἀνάγκαις ἐλέησον, καὶ κλύδωνος ἐξάρπασον, καὶ τῆς καταιγίδος τῶν θλίψεων, ἵνα τὴν τερπνήν σου, καὶ πάντιμον δοξάζωμεν σορόν, καὶ τὴν εἰκόνα σεβώμεθα, μύρον ἀναβλύζουσαν.
Ἦχος πλ. β'
Πλοῦτον ἀναφαίρετον, ἔχει σε πόλις Λακώνων, Μάκαρ ἀξιάγαστε, φαειναῖς αὐγάζοντα ταῖς λαμπρότησιν· ᾗ καὶ νῦν βράβευσον, τὴν εἰρήνην Νίκων, καὶ τροπαίων αὐτήν ἔμπλησον, ἐχθρῶν τὴν ἔπαρσιν, καὶ παρεμβολὰς κάμψας βέλεσι, σῶν Πρεσβειῶν Πατὴρ ἡμῶν, καὶ τῆς συμπαθοῦς μεταδόσεως, πλῆσον τὰς καρδίας, ἡμῶν τῶν ἀνυμνούντων σε πιστῶς, ἐν παρρησίᾳ δεόμενος, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Θεοτοκίον
Ἦχος πλ. β'
Νοὸς καθαρότητι, ὁ Ἡσαΐας Παρθένε, πόρρωθεν προέφησε, Ποιητὴν τῆς κτίσεως τεξομένην σε, ὦ σεμνὴ Πάναγνε· σὺ γὰρ ὤφθης μόνη, ἐξ αἰῶνος παναμώμητος. Διὸ σου δέομαι, τὴν μεμολυσμένην καρδίαν μου, καθάρισον καὶ λάμψεως, θείας κοινωνὸν με ἀνάδειξον, Κόρη τοῦ Υἱοῦ σου, καὶ στάσεως αὐτοῦ τῆς δεξιᾶς, ὅταν καθίσῃ ὡς γέγραπται, κρῖναι κόσμον ἅπαντα.
Σταυροθεοτοκίον
Ἦχος πλ. β'
Κρίσιν Ἰσραὴλ κριταί, θανατηφόρον κριθῆναι, σὲ Υἱὲ κατέκριναν, ὡς κριτὸν σε στήσαντες ἐπὶ βήματος, τὸν νεκροὺς κρίνοντα, καὶ τοὺς ζῶντας Σῶτερ, καὶ Πιλάτῳ σε παρέδωκαν, καὶ κατακρίνουσι πρὸ τῆς δίκης φεῦ! οἱ παράνομοι, καί, βλέπουσα τιτρωσκομαι, καὶ συγκατακρίνομαι Κύριε· ὅθεν καὶ προκρίνω, θανεῖν ὑπὲρ τὸ ζῆν ἐν στεναγμοῖς, ἡ Θεοτόκος ἐκραύγαζε, μόνε Πολυέλεε.
Ἀπολυτίκιον τοῦ Ὁσίου Ἀλυπίου
Ἦχος α'
Ὑπομονῆς στῦλος γέγονας, ζηλώσας τοὺς Προπάτορας Ὅσιε, τὸν Ἰὼβ ἐν τοῖς πάθεσι, τὸν Ἰωσὴφ ἐν τοῖς πειρασμοῖς, καὶ τὴν τῶν Ἀσωμάτων πολιτείαν, ὑπάρχων ἐν σώματι, Ἀλύπιε Πατὴρ ἡμῶν Ὅσιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἀπολυτίκιον τοῦ Ὁσίου Νίκωνος
Ἦχος γ'
Θείας πίστεως ΤΟ ΑΚΟΥΤΕ
Χαίρει ἔχουσα ἡ Λακεδαίμων, θείαν λάρνακα, τῶν σῶν λειψάνων, ἀναβρύουσαν πηγὰς τῶν ἰάσεων, καὶ διασῴζουσαν πάντας ἐκ θλίψεων, τοὺς σοὶ προστρέχοντας Πάτερ ἐκ πίστεως, Νίκων Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Ὁ Κανὼν τοῦ Ὁσίου Ἀλυπίου, οὗ ἡ Ἀκροστιχίς.Χαίρων ἐπαινῶ τοὺς Ἀλυπίου πόνους.Ἰωσήφ.ᾨδὴ α'
Ἦχος πλ. α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἵππον καὶ ἀναβάτην, εἰς θάλασσαν Ἐρυθράν, ὁ συντρίβων πολέμους, ἐν ὑψηλῷ βραχίονι, Χριστὸς ἐξετίναξεν, Ἰσραὴλ δὲ ἔσωσεν, ἐπινίκιον ὕμνον ᾄδοντα».Χάριτος πεπλησμένος, χαρᾶς μου πλήρωσον, τὴν ψυχὴν ἐπαινέσαι, τὸν βίον σου Ἀλύπιε, καὶ τὴν πολιτείαν σου, δι' ἧς πάντας ηὔφρανας, ἰσαγγέλως ἀγωνισάμενος.Ἄλλον ὡς Σαμουὴλ σε, Θεὸς ἡγίασε, μητρικῆς ἐκ κοιλίας, Ἀλύπιε μακάριε, καὶ βλέπων τὰ ἔμπροσθεν, ὡς Προφήτην ἔνθεον, ἀπειργάσατο ἀξιάγαστε.Ἴνα Θεὸς δηλώσῃ, τὴν σὴν λαμπρότητα, ἥν περ ὕστερον ἔσχες, καλῶς ἀγωνισάμενος, φωτὸς θείου ἔπλησε, τοῦ τεχθέντος Ὅσιε, τὸ δωμάτιον ὑπὲρ ἔννοιαν.ΘεοτοκίονῬῆσις σεπτοῦ Προφήτου, πέρας ἐδέξατο· ἰδοὺ γὰρ ἡ Παρθένος, σαρκὶ Θεὸν ἐκύησε, βροτοὺς ἀναπλάττοντα, συντριβέντας πρότερον, ἁμαρτίας πλημμελήμασι.
Κανών β', ᾨδὴ α', τοῦ Ὁσίου Νίκωνος
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἁρματηλάτην Φαραὼ ἐβύθισε, τερατουργοῦσα ποτέ, Μωσαϊκὴ ῥάβδος, σταυροτύπως πλήξασα, καὶ διελοῦσα θάλασσαν· Ἰσραὴλ δὲ φυγάδα, πεζὸν ὁδίτην διέσωσεν, ᾄσμα τῷ Θεῷ ἀναμέλποντα».Τῆς οὐρανίου πατριὰς τῷ ἔρωτι, κατασχεθεὶς τὴν ψυχήν, καὶ τὰ ἐκεῖ κάλλη, καὶ τὴν διαμένουσαν, ἐπιποθήσας εὔκλειαν, ἐπιγείου πατρίδος, καὶ γεννητόρων ἐμάκρυνας, Νίκων σεαυτὸν παναοίδιμε.Τόπον ἐκ τόπου διαμείβων πέφευγας, τὰ παρατρέχοντα, τὴν κοσμικὴν σχέσιν, ταῖς ἀποχωρήσεσι, σαφῶς ἀποκρουόμενος, καὶ μηδὲν τῶν προσύλων, τὸ εὐγενὲς ἐνυβρίσαι σου, μάκαρ τῆς ψυχῆς ἀνασχόμενος.ΘεοτοκίονΔεδοξασμένα περὶ σοῦ λελάληνται, ἐν γενεαῖς γενεῶν, ἡ τὸν Θεὸν Λόγον, ἐν γαστρὶ χωρήσασα, ἁγνὴ δὲ διαμείνασα, Θεοτόκε Μαρία· διὸ σε πάντες γεραίρομεν, τήν μετὰ Θεὸν προστασίαν ἡμῶν.
Κανών α', ᾨδὴ γ', τοῦ Ὁσίου Ἀλυπίου
Ἦχος πλ. α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ πήξας ἐπ' οὐδενος τὴν γῆν τῇ προστάξει σου, καὶ μετεωρίσας ἀσχέτως βρίθουσαν, ἐπὶ τὴν ἀσάλευτον Χριστέ, πέτραν τῶν ἐντολῶν σου, τὴν Ἐκκλησίαν σου στερέωσον, μόνε ἀγαθὲ καὶ φιλάνθρωπε».Ὡς λύχνος ἐπὶ λυχνίαν, στάσεως κρείττονος, ἐπιτεθειμένος ταῖς σελασφόροις σου, Πάτερ ἀρεταῖς πᾶσαν ψυχήν, πιστῶς σοι προσιοῦσαν, εὐσεβοφρόνως κατελάμπρυνας, σκότους ἁμαρτίας λυτρούμενος.Νοός σου τὰς ἱεράς, κινήσεις ποιούμενος, πρὸς τηρήσεις θείων, νόμων τοῦ Πνεύματος, Ἄγγελος ἐφάνης ἐπὶ γῆς, Ἀγγέλων πολιτείαν, μετὰ σαρκὸς ἀναλαβόμενος, Πάτερ θεοφόρε Ἀλύπιε.Ἐμφρόνως τῶν ὀχληρῶν, τοῦ βίου ἀοίδιμε, μετανάστης ὤφθης, καὶ προσεχώρησας, πρὸς ἀσκητικῆς διαγωγῆς, τὰ σκάμματα προθύμως, τὴν σὴν καρδίαν οἰκητήριον, Ὅσιε δεικνύων τοῦ Πνεύματος.ΘεοτοκίονΠαρθένε τὸ καθαρόν, τοῦ Λόγου παλάτιον, τὴν ψυχήν μου δεῖξον, οἶκον τοῦ Πνεύματος, ὕδατος πηγὴ ζωαρχικοῦ, πότισόν με τῇ καύσει, τῆς ἁμαρτίας φλογιζόμενον, ὅπως κατὰ χρέος δοξάζω σε.
Κανών β', ᾨδὴ γ', τοῦ Ὁσίου Νίκωνος
Ἦχος πλ. δ'
Οὐρανίας ἁψῖδος ΤΟ ΑΚΟΥΤΕ
Ἐξ Ἑῴας εἰς Δύσιν, διαδραμὼν ἅπαντας, τῷ τῆς μετανοίας κηρύγματι κατεπύρσευσα· ὅθεν κατάλληλον, τῇ πράξει εὗρες τὴν κλῆσιν, μετανοίας Ὅσιε, δειχθεὶς φερώνυμος.Τοῦ Προδρόμου τὸν ζῆλον, ἐν τῇ ψυχῇ θέμενος, Πάτερ τὴν δευτέραν ἐν κόσμῳ, Χριστοῦ ἐμφάνειαν προανεκήρυττες, καὶ μετανοίας ἀξίους, ἐκ καρδίας ἔλεγες, καρπούς ποιήσατε.ΘεοτοκίονΧαῖρε μόνη τεκοῦσα, τὸν τοῦ παντὸς Κύριον, Χαῖρε τὴν ζωὴν τοῖς ἀνθρώποις ἡ προξενήσασα· Χαῖρε κατάσκιον, καὶ ἀλατόμητον Ὄρος. Τῶν πιστῶν τὸ στήριγμα, χαῖρε Πανάμωμε.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σὺ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε Φιλάνθρωπε».
Κάθισμα τοῦ Ὁσίου Ἀλυπίου
Ἦχος πλ. δ'
Τὴν Σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ
Συμεὼν ἡμῖν ὤφθης ἄλλος σοφέ· τὸ γὰρ σῶμα ὑψώσας στύλῳ ἐκ γῆς, ὦ Πάτερ Ἀλύπιε, τῶν δαιμόνων τὰς φάλαγγας, ἐτροπώσω θεόφρον, πικρῶς κατοιμώζοντας, καὶ εἰς ἀβάτους τόπους, αὐτοὺς ἀπεδίωξας· ὅθεν καὶ ἐδείχθης, ἐγκαλλώπισμα θεῖον, Πατέρων τὸ καύχημα, Μοναζόντων τὸ στήριγμα. Διὸ πίστει βοῶμέν σοι· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.Δόξα... Τοῦ Ὁσίου ΝίκωνοςἮχος α' Τὸν τάφον σου Σωτὴρ ΤΟ ΑΚΟΥΤΕΤὸν ζῆλον τὸν σεπτόν, Βαπτιστοῦ ἐμιμήσω, καὶ κόσμῳ τὴν φρικτήν, καὶ δευτέραν τοῦ Κτίστου, ἐμφάνειαν ἐκήρυττες, καὶ τοῖς πᾶσιν ἐκραύγαζες· Νῦν ποιήσατε, καρποὺς ἀξίους Κυρίῳ, μετανοίας τε, ἀπὸ καρδίας τελείας, Πατὴρ ἡμῶν Ὅσιε.Καὶ νῦν ... ΘεοτοκίονΚυβέρνησον Ἁγνή, τὴν ἀθλίαν ψυχήν μου, καὶ οἴκτειρον αὐτήν, ὑπὸ πλήθους πταισμάτων, βυθῷ ὀλισθαίνουσαν, ἀπωλείαις πανάμωμε, καὶ ἐν ὥρᾳ με, τῇ φοβερᾷ τοῦ θανάτου, ἐλευθέρωσον, κατηγορούντων δαιμόνων, φρικτῆς ἀποφάσεως.Ἢ ΣταυροθεοτοκίονὪ θαύματος φρικτοῦ! ὢ καινοῦ μυστηρίου! ἐβόα ἡ ἁγνή, καὶ πανάμωμος Κόρη, ἐν ξύλῳ ὡς ἔβλεψεν, ἁπλωθέντα τὸν Κύριον, ὁ τὰ σύμπαντα, ἐν τῇ δρακὶ περιφέρων, ὡς κατάκριτος, ὑπὸ κριτῶν παρανόμων, Σταυρῷ κατακρίνεται.
Κανών α', ᾨδὴ δ', τοῦ Ὁσίου Ἀλυπίου
Ἦχος πλ. α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὴν θείαν ἐννοήσας σου κένωσιν, προβλεπτικῶς ὁ Ἀββακούμ, Χριστὲ ἐν τρόμῳ ἐβόα σοι, εἰς σωτηρίαν λαοῦ σου, τοῦ σῶσαι τοὺς χριστούς σου ἐλήλυθας».Ἀγάπην ἀληθῆ καὶ συμπάθειαν, πίστιν ἐλπίδα ἀρραγῆ, καὶ πολιτείαν ἀνόθευτον, ἀναλαβόμενος Πάτερ, θεράπων τοῦ Χριστοῦ ἐχρημάτισας.Ἱστάμενος ἐν στύλῳ ἀκλόνητος, ταῖς ἐναντίαις προσβολαῖς, δαιμόνων στῖφος ἐκλόνησας, καὶ κλονουμένοις ἐγένου, Παμμάκαρ ἀδιάσειστον ἔρεισμα.Ναμάτων θείων ἔμπλεως γέγονας, καὶ κατεδρόσισας ψυχάς, κατατακείσας τῷ καύσωνι, τῆς χαλεπῆς ἁμαρτίας, Ἀλύπιε θεόφρον πανόλβιε.ΘεοτοκίονΤὰ πάθη τῆς ψυχῆς μου θεράπευσον, καὶ φωταγώγησον τὸν νοῦν, καὶ τὴν καρδίαν μου Δέσποινα, ἡ φωτοδότην τεκοῦσα, Χριστὸν τὸν ὑπεράγαθον Κύριον.
Κανών β', ᾨδὴ δ', τοῦ Ὁσίου Νίκωνος
Ἦχος πλ. δ'
Εἰσακήκοα Κύριε ΤΟ ΑΚΟΥΤΕ
Ἀληθῶς ἐφιέμενος, γνώσεως Μακάριε, πρᾶξιν τέθεικας, θεωρίας σου ἐπίβασιν, τοὺς Ἑλλήνων λήρους παρωσάμενος.Τῆς καρδίας τὰ ὄμματα, πράξεσιν ἐνθέοις προκαθηράμενος, προεμήνυες τὰ μέλλοντα, ὀπτικὴν διάνοιαν προσκτησάμενος.ΘεοτοκίονἹλασμὸν ἡμῖν δώρησαι, τῶν ἀγνοημάτων ὡς ἀναμάρτητος, καὶ εἰρήνευσον τὸν κόσμον σου, ὁ Θεὸς πρεσβείαις τῆς Τεκούσης σε.
Κανών α', ᾨδὴ ε', τοῦ Ὁσίου Ἀλυπίου
Ἦχος πλ. α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ ἀναβαλλόμενος, φῶς ὡς ἱμάτιον, πρὸς σὲ ὀρθρίζω, καὶ σοὶ κραυγάζω, τὴν ψυχήν μου φώτισον, τὴν ἐσκοτισμένην, Χριστὲ ὡς μόνος εὔσπλαγχνος».Ὅλος ἀνακείμενος, τῷ Παντοκράτορι, χρονίαν στάσιν, ὕπαιθρος Πάτερ, νιφετοῖς καὶ καύσωνι, σφοδρῷ προσπαλαίων, προθύμως ἐκαρτέρησας.Ὕμνοις καὶ δεήσεσι, σχολάζων Ὅσιε, τῆς τρισηλίου αὐγῆς τὴν χάριν, νοὸς καθαρότητι, ἐδέξω καὶ φέγγος, ἰάσεων ἀπήστραψας.Σῶμά σου τῷ κίονι, περιγραψάμενος, τὸν νοῦν βαδίζειν ἀνεμποδίστως, πρὸς τὸν σοὶ ποθούμενον, Πάτερ ἐπαφῆκας, φωτὸς ἀποπληρούμενος.ΘεοτοκίονἍγιον ἐκύησας, Θεὸν γενόμενον, βροτὸν δι' οἶκτον, Ἁγία Κόρη, τὸν καθαγιάζοντα, τοὺς αὐτὸν ἐν πίστει, καὶ φόβῳ ἁγιάζοντας.
Κανών β', ᾨδὴ ε', τοῦ Ὁσίου Νίκωνος
Ἦχος πλ. δ'
Ὀρθρίζοντες βοῶμέν σοι ΤΟ ΑΚΟΥΤΕ
Πληγέντα τὸν εἰς σὲ παροινήσαντα, θεηλάτως, ταῖς εὐχαῖς ἀνέρρωσας, καὶ σὲ τιμᾶν παρεσκεύασας.Ναὸν πανευκλεῆ ἀνεστήλωσας, τῷ Σωτῆρι, ναὸς ζῶν καὶ ἔμψυχος, προχρηματίσας θεσπέσιε.ΘεοτοκίονΖωὴν ἡμῖν ἐβλάστησας ἄχραντε, Θεοτόκε, τὸν Κτίστην καὶ Κύριον, ζωοποιοῦντα τὰ σύμπαντα.
Κανών α', ᾨδὴ ς', τοῦ Ὁσίου Ἀλυπίου
Ἦχος πλ. α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Μαινομένην κλύδωνι, ψυχοφθόρῳ, Δέσποτα Χριστέ, τῶν παθῶν τὴν θάλασσαν κατεύνασον, καὶ ἐκ φθορᾶς ἀνάγαγε, με ὡς εὔσπλαγχνος».Λίθοις σε τὰ πνεύματα, τῆς κακίας, βάλλοντα σαφῶς, ποιούμενον στάσιν ἐν τῷ κίονι, τῆς ἀρραγοῦς, πέτρας οὐδόλως ἐσάλευσαν.Ὑπομένων Ὅσιε, ὑπέμεινας, τὸν ὑπομονήν, ἀληθῆ σοι Κύριον δωρούμενον, καὶ ἐκ πάντων, τῶν δυσχερῶν σε ῥυόμενον.Παραδόξως, Ὅσιε, φῶς ὡρᾶτο, ὕπερθεν τοῦ σοῦ, καθ' ἑκάστην κίονος φωτίζον σου, διὰ παντός, τὰ τῆς ψυχῆς αἰσθητήρια.ΘεοτοκίονἸσχυρὰν παράκλησιν, οἱ ἐν θλίψει, ἔχομεν ἁγνή, καὶ βεβαίαν πάντες σε ἀντίληψιν, Μήτηρ Θεοῦ, κινδύνων σῷζε τοὺς δούλους σου.
Κανών β', ᾨδὴ ς', τοῦ Ὁσίου Νίκωνος
Ἦχος πλ. δ'
Ἱλάσθητί μοι Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ
Ἐδόξασέ σε Θεός, ὁ δοξασθείς σου τοῖς μέλεσιν, ἐν τέρασι θαυμαστοῖς· διὸ καὶ τῷ κίονι, ὅπως χρηματίσῃ σοι, ἐν τῷ θείῳ οἴκῳ, τὸ ἐλλεῖπον ἀνεπλήρωσας.Ὡς ἄλλον σε Μωϋσῆν, ἡ Λακεδαίμων ἐγνώρισε, τὴν Αἴγυπτον τῶν παθῶν, πιέζοντα μάστιξιν, ἐνθέοις διδάγμασι, τοῖς τῆς μετανοίας, καὶ κακίας ἐξαιρούμενον.ΘεοτοκίονῬυσθείημεν τῶν δεινῶν, πταισμάτων ταῖς ἱκεσίαις σου, Θεογεννῆτορ ἁγνή, καὶ τύχοιμεν πάναγνε, τῆς θείας ἐλλάμψεως, τοῦ ἐκ σοῦ ἀφράστως, σαρκωθέντος Υἱοῦ τοῦ Θεοῦ.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ἱλάσθητί μοι Σωτήρ· πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι· πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου».
Κοντάκιον τοῦ Ὁσίου Ἀλυπίου
Ἦχος πλ. δ'
Ὡς ἀπαρχὰς τῆς φύσεως ΤΟ ΑΚΟΥΤΕ ή Ἦχος δ' ΤΟ ΑΚΟΥΤΕ
Ὡς ἀρετῶν ὑπόθεσιν, καὶ Ἀσκητῶν καλλώπισμα, ἡ Ἐκκλησία δοξάζει σε σήμερον, καὶ ἀνυμνεῖ σε Ἀλύπιε, ταῖς εὐχαῖς σου παράσχου, τοῖς τιμῶσιν ἐκ πόθου τὰς ἀριστείας σου, καὶ τὰ παλαίσματα, τῶν δεινῶν ἐγκλημάτων ἐκλύτρωσιν, ὡς ἐπώνυμος.
Κοντάκιον τοῦ Ὁσίου Νίκωνος
Ἦχος πλ. β'
Τὴν ὑπὲρ ἡμῶν πληρώσας ΤΟ ΑΚΟΥΤΕ
Τὴν Ἀγγελικὴν μιμούμενος πολιτείαν, κόσμου τὰ τερπνὰ ὡς σκύβαλα ἐλογίσω, μετανοίας τὴν τρίβον δεικνύων ἡμῖν, θεοφόρε Νίκων Ὅσιε· διὰ τοῦτό σε γεραίρομεν, ἐκτελοῦντες νῦν τὴν μνήμην σου· ὑπάρχεις γὰρ ἀληθῶς, ἰαμάτων πηγή.
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΚΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀλυπίου τοῦ Κιονίτου.ΣτίχοιἈνεῖχεν Ἀλύπιον ὄρθιος κίων,Πρὸς οὐρανοὺς ζητοῦντα βαίνειν, οὗ μένει.Εἰκάδι ἕκτῃ ἄλυπον, Ἀλύπιε, βῆς ἐπὶ οἶκον.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Νίκωνος τοῦ Μ ε τ α ν ο ε ῖ τ ε,ΣτίχοιΟἱ Λακεδαίμων, οὐδαμῶς Δαίμων λάκοι.Σοβεῖ γὰρ αὐτὸν τοῖς τεραστίοις Νίκων.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Στυλιανοῦ τοῦ Παφλαγόνος.ΣτίχοιἈσκήσεως πέπτωκεν ὁ στερρὸς στῦλος.Στυλιανὸς γὰρ τὸν βίον καταστρέφει.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀκακίου τοῦ ἐν τῇ Κλίμακι.ΣτίχοιΚακὸν φυγὼν πᾶν Ἀκάκιος ἐν βίῳ.Καλοῖς ἀπείροις ἐντρυφᾷ λιπὼν βίον.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰακώβου τοῦ Ἀναχωρητοῦ.ΣτίχοιὉ Ἰάκωβος ἀναχωρήσας κόσμου,Νῦν τὴν ὑπερκόσμιον οἰκεῖ πατρίδα.Ὁ ἅγιος Νεομάρτυς Γεώργιος, ὁ ἐν Χίῳ ἀθλήσας κατὰ τὸ 1807, ξίφει τελειοῦται.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Σίλου, Ἐπισκόπου τῆς Περσίδος, Καὶ ἀνάμνησις τῶν ἐγκαινίων τοῦ Ναοῦ τοῦ Ἁγίου Γεωργίου, ἐν τῷ Κυπαρίσσῳ.Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Κανών α', ᾨδὴ ζ', τοῦ Ὁσίου Ἀλυπίου
Ἦχος πλ. α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ ὑπερυψούμενος, τῶν Πατέρων Κύριος, τὴν φλόγα κατέσβεσε, τοὺς Παῖδας ἐδρόσισε, συμφώνως μελῳδοῦντας· Ὁ Θεὸς εὐλογητὸς εἶ».Ὁ καρτερικώτατος, καὶ στερρὸς Ἀλύπιος, χρόνοις ἐπὶ πλείοσι, κρύει πιεζόμενος, τοῦ Πνεύματος τῇ θάλψει, ἐθάλπετο παραδόξως.Ὕψος πρὸς οὐράνιον, ἔχων τὸ πολίτευμα, σώματος ἠλόγησας, ὡς φθείρεσθαι μέλλοντος, καὶ τούτου σηπομένου, οὐκ ἐφρόντισας τοῖς πόνοις.Πᾶσαν ἡδυπάθειαν, Πάτερ ἀρνησάμενος, τῷ κρύει καὶ καύσωνι, παλαίων ἐνήθλησας, αἴθριος ἀναμέλπων, ὁ Θεὸς εὐλογητὸς εἶ.ΘεοτοκίονὉ ἀπεριόριστος, σάρκα ἀνελάβετο, ἔννουν τε καὶ ἔμψυχον, ἐκ σοῦ Ἀειπάρθενε, τοῦ σῶσαι τοὺς βοῶντας, ὁ Θεὸς εὐλογητὸς εἶ.
Κανών β', ᾨδὴ ζ', τοῦ Ὁσίου Νίκωνος
Ἦχος πλ. δ'
Οἱ ἐκ τῆς Ἰουδαίας ΤΟ ΑΚΟΥΤΕ
Ὡς ἐν ἅρματι Πάτερ, ἀρετῶν τετρακτύϊ σὺ ἐποχούμενος, ἀνέδραμες εἰς ὕψος, Ἠλίας ὥς περ ἄλλος, μελῳδῶν τῷ Σωτῆρί σου· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.Ζηλωτὴς ὥς περ ἄλλος, τοῖς ποθοῦσί σε Πάτερ τὸ ῥάκος ἔλιπες, ἐν ᾧ σου τὸ σαρκίον, ἐκτρύχων καὶ πιέζων, τὴν ψυχὴν διανέπαυες· Ὁ τῶν Πατέρων βοῶν, Θεὸς εὐλογητός εἶ.ΘεοτοκίονΣοφίας ἔμπλησον πάντας, καὶ δυνάμεως θείας ἡ ἐνυπόστατος, Σοφία τοῦ Ὑψίστου, διὰ τῆς Θεοτόκου, τοὺς ἐν πίστει σοι ψάλλοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.
Κανών α', ᾨδὴ η', τοῦ Ὁσίου Ἀλυπίου
Ἦχος πλ. α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σοὶ τῷ παντουργῷ, ἐν τῇ καμίνῳ Παῖδες, παγκόσμιον πλέξαντες, χορείαν ἔμελπον· Πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τους αἰῶνας».Νέος Σαμουήλ, προθεωρῶν τὸ μέλλον, νοὸς καθαρότητι, ὤφθης Ἀλύπιε, πᾶσι προλέγων, ὡς ἔνθεος Προφήτης, τὰ ὑπὸ Κυρίου, δηλούμενά σοι Πάτερ.Ὁ φωτοειδής, τῆς ἐκκλησίας στῦλος, ὁ πύργος ὁ ἄσειστος, τεῖχος τὸ ἄρρηκτον, πάντων ἀνθρώπων, Θεῷ πεπιστευκότων, ὁ Χριστοῦ θεράπων, Ἀλύπιος τιμάσθω.Ὕπνωσας καλῶς, ὕπνον δικαίοις Πάτερ, πᾶσιν ὀφειλόμενον, κοιμήσας πρότερον, πάθη ποικίλα, ἐντεύξεσιν ἀγρύπνοις· ὅθεν σε προστάτην, ἄγρυπνον νῦν πλουτοῦμεν.ΘεοτοκίονΣοῦ ὁ τοκετός, τὴν τικτομένην βλάβην, κακίᾳ τοῦ ὄφεως, νῦν ἀπεστείρωσε, μόνη κατάρας, ἀναίρεσις Παρθένε· ὅθεν σε τιμῶμεν, εἰς πάντας τοὺς αἰῶνας.
Κανών β', ᾨδὴ η', τοῦ Ὁσίου Νίκωνος
Ἦχος πλ. δ'
Ἑπταπλασίως κάμινον ΤΟ ΑΚΟΥΤΕ
Τὸ καθαρὸν καὶ ἄσπιλον, τῆς ψυχῆς περιβόλαιον, τὸ καρτερικόν, καὶ ἀπαθὲς σαρκίον σου, ὡς θεῖον θησαύρισμα, ἡ Λακεδαίμων φέρουσα, καὶ σωματικῶν, καὶ ψυχικῶν ἀλγημάτων, τὴν ῥῶσιν ἐξαιτεῖται, μελῳδοῦσα συμφώνως· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.Τῶν ἰαμάτων χάριτας, ἡ σορὸς ἀναβλύζουσα, πᾶσαν νοσημάτων, καὶ παθῶν ἐπήρειαν, παντοίαν τε κάκωσιν, καὶ μαλακίαν ἅπασαν, πάντων θεραπεύει, τῶν πιστῶς μελῳδούντων· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.Ὑπὲρ ἡμῶν ἱλέωσαι, τὸν Σωτῆρα καὶ Κύριον, τῶν καταφευγόντων, τῇ σῇ σκέπῃ Ὅσιε, ὡς νίκης ἐπώνυμος, καὶ Θεῷ παριστάμενος, πάσης λυτρωθῆναι, τῶν ἐχθρῶν κακουργίας, δαιμόνων ἐπηρείας, καὶ ἀνάγκης καὶ νόσου, τοὺς πίστει σε ὑμνοῦντας, εἰς πάντας τοὺς αἰῶνας.ΘεοτοκίονΝοῦς ἐξειπεῖν οὐ δύναται, τὸ φρικτὸν τῆς λοχείας σου, πῶς καὶ παρθενεύεις, μετὰ τόκον ἄχραντε, ὡς μόνος ἐπίσταται, ὁ τῶν ἁπάντων Κύριος, ὃν ἱλεουμένη, μὴ ἐλλίπῃς Παρθένε, σωθῆναι τοὺς ἐν πίστει, τῷ Υἱῷ σου βοῶντας· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ἑπταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν, ἐμμανῶς ἐξέκαυσε· δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών, Τὸν Δημιουργόν, καὶ Λυτρωτήν ἀνεβόα, οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».
Κανών α', ᾨδὴ θ', τοῦ Ὁσίου Ἀλυπίου
Ἦχος πλ. α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἡσαΐα χόρευε, ἡ Παρθένος ἔσχεν ἐν γαστρί, καὶ ἔτεκεν υἱὸν τὸν Ἐμμανουήλ, Θεόν τε καὶ ἄνθρωπον, Ἀνατολή, ὄνομα αὐτῷ, ὃν μεγαλύνοντες, τὴν Παρθένον μακαρίζομεν».Ἱερὸς ὁ βίος σου, ἐκ σπαργάνων, ὤφθη τῷ Θεῷ, λαμπόμενος ἀρετῶν, μάκαρ τῷ φωτί, τίμιος ὁ θάνατος, ἐναντίον γέγονε Χριστοῦ, Πάτερ Ἀλύπιε, Μοναζοντων ἀκροθίνιον.Ὡς φωστὴρ ὑπέρλαμπρος, καταυγάζεις, ἅπασαν τὴν γῆν, ἐλαύνων τὴν πονηράν, νύκτα τῶν παθῶν, καὶ λύων σκοτόμαιναν, τῶν Δαιμόνων, καὶ φωταγωγῶν, θείαις λαμπρότησιν, ἰαμάτων πάντας Ὅσιε.Στάσιν ἐπὶ κίονος, ἐποιήσω, ἔτεσι σοφέ, πεντήκοντα πρὸς τρισίν, οἷα Ἀθλητής, ἀθλῶν προθυμότατα, καὶ τῷ κρύει καὶ τῷ παγετῷ, Πάτερ καὶ καύσωνι, ἀνενδότως πιεζόμενος.Ἡ ἁγία μνήμη σου, τῷ Ἁγίῳ Πνεύματι ἡμᾶς, καθαγιάζει σοφέ, ταύτην ἱερῶς, τελοῦντας καὶ πίστει σε, ἀνυμνοῦντας, Πάτερ ἐν αὐτῇ, ὡς ἀντιλήπτορα, καὶ προστάτην τῶν ψυχῶν ἡμῶν.ΘεοτοκίονΦωτισμὸν μοι δώρησαι, τῷ ἐν σκότει ὄντι τῶν παθῶν, καὶ ῥῦσαί με πονηρῶν, ἔργων καὶ φλογός, ἐναποκειμένης μοι, τῷ ἀθλίῳ καὶ ἁμαρτωλῷ, Ἄχραντε Δέσποινα, προστασία τῶν ὑμνούντων σε.
Κανών β', ᾨδὴ θ', τοῦ Ὁσίου Νίκωνος
Ἦχος πλ. δ'
Ἐξέστη ἐπὶ τούτῳ ΤΟ ΑΚΟΥΤΕ
Ἀμέσως ἀπολαύων Πάτερ ζωῆς, ὑπὲρ ἧς ἠγωνίσω πρὸς δύναμιν, ἐπὶ τῆς γῆς, βίῳ διαπρέψας ἀγγελικῷ, καὶ μεταβὰς μακάριε, Νίκων πρὸς ἀΰλους διαμονάς, σωθῆναι θεοφόρε, δυσώπει τοὺς ἐν πίστει, ἐν τῷ ναῷ σου προσεδρεύοντας.Ἀγάλλῃ σὺν Ἀγγέλοις ἐν οὐρανῷ, τῷ τῶν ὅλων Θεῷ παριστάμενος, καὶ ἐπὶ γῆς, βρύει σου ἡ θήκη τὰς δωρεὰς ἐν ᾗ σεπτῶς κατάκειται, σῶμά σου τὸ ἅγιον καὶ σεπτόν, τοῖς πόθῳ προσιοῦσι, καὶ φόβῳ ἁπτομένοις, Νίκων παμμάκαρ τῶν λειψάνων σου.ΘεοτοκίονἘν σοὶ τῆς παρθενίας τὸ καθαρόν, ἐτηρήθη Μαρία πανύμνητε· σὺ γὰρ Θεόν, μόνη συλλαβοῦσα ἄνευ σπορᾶς, σεσαρκωμένον τέτοκας, μείνασα Παρθένος παναληθής· διὸ σε Θεοτόκον, κυρίως ἀνυμνοῦμεν, καὶ προσκυνοῦμεν καὶ δοξάζομεν.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός, καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα, ὅτι Θεός, ὤφθη τοῖς ἀνθρώποις σωματικῶς, καὶ ἡ γαστήρ σου γέγονεν, εὐρυχωροτέρα τῶν οὐρανῶν· διὸ σε Θεοτόκε, Ἀγγέλων καὶ ἀνθρώπων, ταξιαρχίαι μεγαλύνουσιν».
Ἐξαποστειλάριον Ἁγ. Ἀλυπίου
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Ἀγῶνας ὑπὲρ ἄνθρωπον, μετῆλθες Πάτερ Ὅσιε, τῇ τοῦ Χριστοῦ δυναστείᾳ· πεντήκοντα πρὸς τρισὶ γάρ, ἔτεσιν ἐπὶ κίονος, ἔστης σοφὲ Ἀλύπιε, πάντοθεν πιεζόμενος, καὶ νῦν τὸ ἔσχατον μάκαρ, τῶν ἀγαθῶν πάντων εὗρες.
Ἐξαποστειλάριον Ἁγ. Νίκωνος
Ἦχος γ'
Ὁ οὐρανὸν τοῖς ἄστροις ΤΟ ΑΚΟΥΤΕ
Ἡ θήκη ἔνθα σου κεῖται, τὸ εὐκλεέστατον σῶμα, χάριτας βλύζει τοῖς πᾶσι, τῶν ἰαμάτων δαψιλῶς, τοῖς προσιοῦσιν ἐν πίστει, Νίκων ἀεὶ θεοφόρε
Θεοτοκίον
Ἦχος γ'
Ὁ οὐρανὸν τοῖς ἄστροις ΤΟ ΑΚΟΥΤΕ
Αἱ τῶν Ἀγγέλων πᾶσαι, καὶ Ἀρχαγγέλων χορεῖαι, ἀνευφημοῦσί σε Κόρη, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, καὶ τῶν βροτῶν ἄπαν γένος, δοξολογοῦμέν σε πόθῳ.
Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια γ' τοῦ Ἁγίου Νίκωνος δευτεροῦντες τὸ α'.
Στιχηρὰ Προσόμοια τοῦ Ἁγίου Νίκωνος
Ἦχος α'
Τῶν οὐρανίων Ταγμάτων ΤΟ ΑΚΟΥΤΕ
Τῶν ἐφετῶν ἀπολαύων ἀμέσως Ὅσιε, τῶν ἐπὶ γῆς φωτίζεις, πάντων τὰς διανοίας, ἐν πίστει ἐκτελούντων, μνήμην τὴν σήν, θεοφόρε Πατὴρ ἡμῶν, καὶ τῷ ναῷ σου τῷ θείῳ πανευσεβῶς, ἀθροισθέντων παμμακάριστε.
Ἦχος α'
Σὺ τοῦ Προδρόμου τὸν ζῆλον ἐκμιμησάμενος, Μετανοεῖτε πάσιν, ἀνεβόας παμμάκαρ, ἐξ ὅλης τῆς καρδίας· ἡ γὰρ Χριστοῦ, βασιλεία ἐφέστηκεν· ὃν ἐκδυσώπει ἀπαύστως ὑπὲρ ἡμῶν, τῶν ἐν πίστει δοξαζόντων σε.
Ἦχος α'
Ἐκ τῆς Ἑῴας εἰς Δύσιν, Πάτερ διέδραμες, καὶ μετανοίας πάντας, κατεπύρσευσας λόγοις, ὡς ἄλλον Μωϋσῆν δέ, πόλις ἡ σή, Λακεδαίμων ἐγνώρισε, τὴν γὰρ παθῶν ἀποτέμνεις Αἴγυπτον νῦν, μετανοίας τοῖς διδάγμασιν.
Δοξαστικὸν
Ἦχος πλ. β'
Ὅσιε Πάτερ, εἰς πᾶσαν τὴν γῆν, ἐξῆλθεν ὁ φθόγγος τῶν κατορθωμάτων σου, δι' ὧν ἐν τοῖς οὐρανοῖς, εὗρες μισθὸν τῶν καμάτων σου· Τῶν Δαιμόνων ὤλεσας τὰς φάλαγγας· τῶν Ἀγγέλων ἔφθασας τὰ τάγματα, ὧν τὸν βίον ἀμέμπτως ἐζήλωσας. Παρρησίαν ἔχων πρὸς Χριστὸν τὸν Θεόν, εἰρήνην αἴτησαι ταῖς ψυχαῖς ἡμῶν.
Θεοτοκίον
Ἦχος πλ. β'
Μεταβολὴ τῶν θλιβομένων, ἀπαλλαγὴ τῶν ἀσθενούντων, ὑπάρχουσα Θεοτόκε Παρθένε, σῷζε πόλιν καὶ λαόν, τῶν πολεμουμένων ἡ εἰρήνη, τῶν χειμαζομένων ἡ γαλήνη, ἡ μόνη προστασία τῶν πιστῶν.
Σταυροθεοτοκίον
Ἦχος πλ. β'
Τριήμερος ἀνέστης ΤΟ ΑΚΟΥΤΕ
Ἡ πάναγνος ὡς εἶδὲ σε, ἐπὶ Σταυροῦ κρεμάμενον, θρηνῳδοῦσα, ἀνεβόα μητρικῶς· Υἱέ μου, καὶ Θεέ μου, γλυκύτατόν μου τέκνον, πῶς φέρεις πάθος ἐπονείδιστον;
| TA ΜΗΝΑΙΑ | Νοέμβριος | 26 |
Nov 27
Τῌ ΚΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥΜνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Ἰακώβου τοῦ Πέρσου.
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν τρία Προσόμοια Στιχηρὰ τοῦ Ἁγίου.
Στιχηρὰ τοῦ Μάρτυρος
Ἦχος β'
Ὅτε, ἐκ τοῦ ξύλου σε ΤΟ ΑΚΟΥΤΕ
Κόσμου, τὰ τερπνὰ καταλιπών, γένους περιφάνειαν πλοῦτον, καὶ ὡραιότητα, πᾶσάν τε τὴν αἴσθησιν, ἀπαρνησάμενος, καὶ τὸ σῶμα τεμνόμενος, παθῶν ἐκμιμήσει, χαίρων ἠκολούθησας, Χριστῷ Ἰάκωβε, ὡς οὖν κοινωνὸς παθημάτων, δόξης ἐχρημάτισας ὄντως, καὶ τῆς βασιλείας νῦν συμμέτοχος.
Ἦχος β'
Μέλη, θεριζόμενος σαρκός, καὶ τὰς ἀφορήτους ὀδύνας, τῶν αἰκισμῶν καρτερῶν, Μάρτυς ἀξιάγαστε, Χριστοῦ Ἰάκωβε, καὶ τυράννων ὠμότητα, πατήσας ἀνδρείως, νίκης τὸν πολύτιμον, στέφανον εἴληφας· ᾧ νῦν ἐγκοσμούμενος Μάκαρ, θείῳ τοῦ Δεσπότου σου θρόνῳ, μετὰ τῶν συνάθλων σου παρίστασαι.
Ἦχος β'
Ἔχων, παρρησίαν πρὸς Χριστόν, πάντων τῶν ἐν πίστει τελούντων, τὴν σὴν σεπτὴν ἑορτήν, Μάρτυς παναοίδιμε, θερμῶς προΐστασο, τῶν κινδύνων ῥυόμενος, παθῶν ἀπαλλάττων, πάσης περιστάσεως, δεινῶν λυτρούμενος, νέμων καὶ ψυχῶν σωτηρίαν, θείαις σου ἐντεύξεσιν ὅπως, τοὺς λαμπροὺς ἀγῶνάς σου δοξάζωμεν.
Δοξαστικὸν
Ἦχος β'
Τοῦ Στουδίτου
Καρτερῶν ἐν ἀθλήσει, Μάρτυς Ἰάκωβε, τὸ σῶμά σου παρέδωκας διὰ Χριστὸν τὸν Θεόν, καὶ μελιζόμενος χεῖρας καὶ μηρούς, καὶ βραχίονας καὶ κνήμας καὶ τοὺς δακτύλους, καὶ τελευταῖον τὴν κάραν σου, ἀνίπτασαι ἐν οὐρανοῖς, συμβασιλεύειν τῷ βασιλεῖ τοῦ παντός. Διὸ Ἀθλούντων κράτιστε, μὴ διαλίπῃς ἱκετεύων, τοῦ σωθῆναι τάς ψυχὰς ἡμῶν, ἐκ πάσης βλάβης τοῦ ἀλλοτρίου.
Θεοτοκίον
Ἦχος β'
Ὅτε, ἐκ τοῦ ξύλου σε ΤΟ ΑΚΟΥΤΕ
Μόνη, τὸν ἀχώρητον Θεόν, ἀστενοχωρήτως ἐν μήτρᾳ, ἐκυοφόρησας, ἄνθρωπον γενόμενον δι' ἀγαθότητα, Παναγία Θεόνυμφε· Διὸ δυσωπῶ σε, τῶν στενοχωρούντων με παθῶν ἀπάλλαξον, ὅπως τὴν στενὴν καὶ εὐθεῖαν, τρίβον διοδεύσας προφθάσω, τὴν ἐπὶ ζωὴν Παρθένε φέρουσαν.
Σταυροθεοτοκίον
Ἦχος β'
Ὅτε, ἐκ τοῦ ξύλου σε ΤΟ ΑΚΟΥΤΕ
Ὅτε, ἡ ἀμίαντος ἀμνάς, ἔβλεψε τὸν ἴδιον ἄρνα, ἐπὶ σφαγήν ὡς βροτόν, θέλοντα ἑλκόμενον, θρηνοῦσα ἔλεγεν· Ἀτεκνῶσαι νῦν σπεύδεις με, Χριστὲ τὴν τεκοῦσαν; τὶ τοῦτο πεποίηκας, ὁ λυτρωτὴς τοῦ παντός; Ὅμως, ἀνυμνῶ καὶ δοξάζω, σοῦ τὴν ὑπὲρ νοῦν τε καὶ λόγον, ἄκραν ἄγαθότητα φιλάνθρωπε.
Ἀπόστιχα
Δοξαστικὸν
Ἦχος πλ. α'
Ἐθαυμαστώθης Ἰάκωβε, ἐν ταῖς βασάνοις πάσαις μακροθυμήσας· τῶν γὰρ δακτύλων καὶ τῶν χειρῶν, καὶ βραχιόνων ἐκκοπέντων σου, ὁμοίως καὶ ποδῶν καὶ κνημίδων σου, μέχρι μηρῶν ἐκαρτέρησας, λοιπὸν εὐχομένου σου, καὶ τὴν σεπτήν σου κάραν ἀπέτεμον. Μάρτυς πολύαθλε, ὑπὲρ ἡμῶν μὴ παύσῃ Χριστοῦ δεόμενος ἐλεηθῆναι τάς ψυχὰς ἡμῶν.
Θεοτοκίον
Ἦχος πλ. α'
Χαίροις ἀσκητικῶν ΤΟ ΑΚΟΥΤΕ
Χαίροις ἡ καλλονὴ Ἰακώβ, ἣν ἐξελέξατο Θεός, ἣν ἠγάπησεν, ἡ θύρα τῶν σῳζομένων, ἡ φλογοφόρος λαβίς· τῆς ἀρᾶς ἡ λύσις παντευλόγητε· γαστὴρ θεοχώρητε, πεπτωκότων ἀνόρθωσις· ἁγιωτέρα, Χερουβὶμ καὶ τῆς κτίσεως, ὑπερέχουσα· δυσθεώρητον ὅραμα· ἄκουσμα τὸ καινότατον, ἀνέκφραστον λάλημα· ἅρμα τοῦ Λόγου νεφέλη, ἐξ ἧς ἀνέτειλεν ἥλιος, Χριστὸς καταυγάζων, τοὺς ἐν σκότει καὶ παρέχων, τὸ μέγα ἔλεος.
Σταυροθεοτοκίον
Ἦχος πλ. α'
Χαίροις ἀσκητικῶν ΤΟ ΑΚΟΥΤΕ
Ἄρνα τὸν ἑαυτῆς ἡ ἀμνάς, ποτὲ ὁρῶσα, πρὸς σφαγὴν ἐπειγόμενον, προθύμως κατηκολούθει, ταῦτα βοῶσα αὐτῷ· Ποῦ πορεύῃ Τέκνον μου γλυκύτατον; Χριστὲ τίνος χάριν, τὸν δρόμον τοῦτον πεποίησαι; μήτοι γε γάμος, ἐν Κανᾷ πάλιν ἕτερος, οἶνον ὅπου πρίν, ἐξ ὑδάτων τετέλεκας! Δὸς μοι λόγον τῇ δούλῃ σου, Υἱέ μου παμφίλτατε· μὴ με παρίδῃς οἰκτίρμον, σιγῶν ἐμὲ τὴν τεκοῦσάν σε, Θεὲ ὑπὲρ λόγον, ὁ δωρούμενος τῷ κόσμῳ, τὸ μέγα ἔλεος.
Ἀπολυτίκιον
Ἦχος δ' ΤΟ ΑΚΟΥΤΕ
Ταχὺ προκατάλαβε
Ὁ Μάρτυς σου, Κύριε, ἐν τῇ ἀθλήσει αὐτοῦ, τὸ στέφος ἐκομίσατο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· ἔχων γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλεν, ἔθραυσε καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση. Αὐτοῦ ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Ὁ Κανὼν τοῦ Μάρτυρος, οὗ ἡ Ἀκροστιχίς.Τὸν Πέρσην Ἰάκωβον ἐν ᾄσμασι Μάρτυρα μέλπω.Θεοφάνους.ᾨδὴ α'
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Δεῦτε λαοί, ᾄσωμεν ᾄσμα Χριστῷ τῷ Θεῷ, τῷ διελόντι θάλασσαν, καὶ ὁδηγήσαντι, τὸν λαὸν ὃν ἀνῆκε, δουλείας Αἰγυπτίων, ὅτι δεδόξασται».Τῷ τοῦ Χριστοῦ, βήματι νῦν παριστάμενος, στεφανηφόρος ἔνδοξε, Μάρτυς Ἰάκωβε, φωτοφόρον μοι αἴγλην, καὶ χάριν οὐρανόθεν, δίδου Πρεσβείαις σου.Ὄρθρος ἡμῖν, ἔλαμψας ὥσπερ πολύφωτος, Ἀνατολῆς ὁρμώμενος, καὶ κατελάμπρυνας, τὴν Χριστοῦ Ἐκκλησίαν, λαμπρότητι τῶν ἄθλων, μάκαρ Ἰάκωβε.Νεανικήν, ἔνστασιν ἐπιδειξάμενος, ὡς νικητὴς ἠξίωσαι, τῆς ἀναρρήσεως, καὶ τελείων ἐπάθλων, καὶ δόξης αἰωνίου, Μάρτυς, Ἰάκωβε.ΘεοτοκίονΠροφητικαί, σάλπιγγες σὲ προηγόρευσαν, τὸ ἐπὶ σοὶ Μυστήριον, μυσταγωγούμεναι, Θεοτόκε Παρθένε, καὶ πόρρωθεν ὁρῶσαι, τὰ σὰ θαυμασια.
Κανών α', ᾨδὴ γ', τοῦ Μάρτυρος
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε, ὁ ξύλῳ νεκρώσας τὴν ἁμαρτίαν, καὶ τὸν φόβον σου ἐμφύτευσον, εἰς τὰς καρδίας ἡμῶν τῶν ὑμνούντων σε».Ἐγένου ἐκλεκτὴ Χριστοῦ ὡς ἄμπελος, δρεπάνῃ βασάνων καθαιρουμένη, καὶ πολὺν τὸν καρπὸν φέρουσα, τοῖς ληνοῖς τοῦ Σωτῆρος προσαγόμενον.Ῥεόντων τὸ φθαρτὸν καὶ εὐδιάλυτον, παρεῖδες ἐμφρόνως Στεφανηφόρε, ὡς ἀγχίνους δὲ προέκρινας, τῶν ἀεὶ προσμενόντων τὸ ἀσάλευτον.Στεφάνους σοι λαμπροὺς κατατεμνόμενον, τὸ σῶμα ὠμότητι τῶν τυράννων, προεξένησεν Ἰάκωβε, καὶ τρυφῆς Παραδείσου τὴν ἀπόλαυσιν.ΘεοτοκίονἨλέηται σαφῶς διὰ τοῦ τόκου σου, τοῦ θείου Παρθένε ἡ ἀνθρωπότης, ἑνωθεῖσα καθ' ὑπόστασιν, τῷ Δεσπότῃ τῶν ὅλων Θεονύμφευτε.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε, ὁ ξύλῳ νεκρώσας τὴν ἁμαρτίαν, καὶ τὸν φόβον σου ἐμφύτευσον, εἰς τὰς καρδίας ἡμῶν τῶν ὑμνούντων σε».
Κάθισμα
Ἦχος πλ. δ'
Τὴν Σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ
Ἐκ Περσίδος ἀστέρα νεοφανῆ, ὁ Χριστὸς ἀνατείλας τοῖς ἐπὶ γῆς, τὸν θεῖον Ἰάκωβον, καὶ ἀοίδιμον Μάρτυρα, δι' αὐτοῦ τὸν ζόφον, τῆς πλάνης ἀπήλασε, καὶ τοῖς πιστοῖς τὴν χάριν, τοῦ Πνεύματος ἔλαμψεν· ὅθεν οἱ τὴν μνήμην, τὴν αὐτοῦ ἐκτελοῦντες, πιστῶς ἑορτάσωμεν, καὶ βοήσωμεν λέγοντες· Ἀθλοφόρε πολύαθλε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.Δόξα... Καὶ νῦν ... ΘεοτοκίονΤὴν ψυχήν μου Παρθένε τὴν ταπεινήν, ἀπὸ βρέφους μολύνας ὁ μιαρός, καὶ λόγοις καὶ πράξεσιν, ἐμαυτὸν κατερρύπωσα, καὶ οὐκ ἔχω τι πρᾶξαι, οὐδὲ καταφύγιον, ἀλλ' ουδ' ἄλλην ἐλπίδα, πλήν σου Κόρη ἐπίσταμαι. Φεῦ μοι τῷ ἀχρείῳ! Διὰ τοῦτο ἱκέτης, πρὸς σὲ τὴν Πανάχραντσν, νῦν προστρέχω καὶ δέομαι, ὁμολογῶν σοι τὸ Ἥμαρτον. Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δοθῆναί μοι· εἰς σὲ γὰρ πᾶσαν ἐλπίδα, ἀνέθηκα Δέσποινα.Ἢ Σταυροθεοτοκίον, ὅμοιονΤὸν ἀμνὸν καὶ ποιμένα καὶ λυτρωτήν, ἡ Ἀμνὰς θεωροῦσα ἐν τῷ Σταυρῷ, ὠλόλυζε δακρύουσα, καὶ πικρῶς ἀνεκραύγαζεν· Ὁ μὲν κόσμος ἀγάλλεται, δεχόμενος τὴν λύτρωσιν· τὰ δὲ σπλάγχνα μου φλέγονται, ὁρώσης σου τὴν σταύρωσιν· ἥν περ ὑπομένεις διὰ σπλάγχνα ἐλέους, Θεὲ ὑπεράγαθε, ἀνεξίκακε Κύριε· ᾟ πιστῶς ἐκβοήσωμεν· Σπλαγχνίσθητι Παρθένε ἐφ' ἡμᾶς, καὶ πταισμάτων δώρησαι τὴν ἄφεσιν, τοῖς προσκυνοῦσιν ἐν πίστει, αὐτοῦ τὰ παθήματα.
Κανών α', ᾨδὴ δ', τοῦ Μάρτυρος
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Εἰσακήκοα Κύριε, τὴν ἀκοήν, τῆς σῆς οἰκονομίας, καὶ ἐδόξασά σε, μόνε Φιλάνθρωπε».Νενευρωμένος Ἔνδοξε, τῇ ἐκ Θεοῦ δοθείσῃ πανοπλίᾳ, πυρσολατρῶν πᾶσαν, πλάνην κατέφλεξας.Ἱλασμὸν ἡμῖν αἴτησαι, τοῖς τὴν σεπτήν σου μνήμην ἐκτελοῦσι, παρρησίαν ἔχων, Μάρτυς Ἰάκωβε.Ἀπορρέοντος αἵματος, οἱ ὀχετοὶ τῶν σῶν μελῶν Τρισμάκαρ, τὴν τῆς πλάνης φλόγα, πᾶσαν κατέσβεσαν.ΘεοτοκίονΚυβέρνησόν μου Πάναγνε, τοὺς λογισμοὺς πρὸς εὔδιον λιμένα, τῆς σῆς ἀπαθείας, καὶ καθαρότητος.
Κανών α', ᾨδὴ ε', τοῦ Μάρτυρος
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ τοῦ φωτὸς χορηγός, καὶ τῶν αἰώνων ποιητὴς Κύριος, ἐν τῷ φωτὶ τῶν προσταγμάτων, ὁδήγησον ἡμᾶς· ἐκτός σου γὰρ ἄλλον, Θεὸν οὐ γινώσκομεν».Ὥσπερ τις γῆ ἀγαθή, καὶ καρποφόρος ἀληθῶς γέγονας, τῷ τῶν πικρῶν, βασάνων ἀρότρῳ, τεμνόμενος Σοφέ, πολύχουν τῷ Κτίστῃ, προσφέρων γεώργιον.Βέλη πανάριστε, πεπυρωμένα τοῦ ἐχθροῦ ἔσβεσας, λύθρῳ τῶν σῶν κοπέντων Τρισμάκαρ, σώματος μελῶν· ἐλπίδι γὰρ ὤφθης, καὶ πίστει φραττόμενος.Ὁλοκαρπούμενος, ὡς ἱερεῖον τῷ Χριστῷ πάνσοφε, τῶν σῶν μελῶν, δεινῶς κοπτομένων, κατάλληλον ᾠδήν, καὶ πρόσφορον ὕμνον, ἑκάστῳ προσέφερες.Νέμοις καθάρσιον, τῶν τῆς ψυχῆς μου μολυσμῶν ἔνδοξε, Μάρτυς Χριστοῦ, τὰς σὰς ἀλγηδόνας, ἀντίλυτρον διδούς, καὶ τοὺς τῶν αἱμάτων, κρουνούς σου πανεύφημε.ΘεοτοκίονἘπαληθεύουσαν, τῷ σεβασμίῳ καὶ φρικτῷ τόκῳ σου, καὶ τὴν φωνήν, καρδίᾳ καὶ γλώσσῃ, προσάπτοντες τρανῶς, σὲ νῦν Θεοτόκον ἁγνὴν ὀνομάζομεν.
Κανών α', ᾨδὴ ς', τοῦ Μάρτυρος
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον, ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε».Νουθεσίαν ἐμφρόνως δεξάμενος, τῶν οἰκειοτάτων σου χαίρων ἐχώρησας, πρὸς τοὺς ἀγῶνας Ἔνδοξε, καὶ στεφάνους τῆς νίκης ἀπείληφας.Ἀλλοτρίῳ καθάπερ ἐν σώματι, πάσχων ἐκαρτέρησας, Μάρτυς Ἰάκωβε, καὶ μεληδὸν κοπτόμενος, τῷ Δεσπότῃ τὸν ὕμνον ἀνέπεμπες.Σωτηρίου προδήλως ἱμάτιον, καὶ τῆς εὐφροσύνης, χιτῶνα δι' αἵματος, τοῦ σοῦ βαφέντα Πάνσοφε, νικηφόρος ὡς Μάρτυς ἐνδέδυσαι.Μαρτυρίου τὸν δίαυλον ἤνυσας· ὅθεν ἱερόνικον, στέφανον εἴληφας, καὶ νῦν Μαρτύρων τάγμασι, συγχορεύεις Ἰάκωβε ἔνδοξε.ΘεοτοκίονἈπειράνδρως Παρθένε ἐκύησας, καὶ διαιωνίζεις, Παρθένος ἐμφαίνουσα, τῆς ἀληθοῦς Θεότητος, τοῦ Υἱοῦ καὶ Θεοῦ σου τὰ σύμβολα.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον, ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε».
Κοντάκιον
Ἦχος β'
Τὰ ἄνω ζητῶν ΤΟ ΑΚΟΥΤΕ
Πεισθεὶς τῇ καλῇ, συζύγῳ καρτερόψυχε, καὶ τὸ φοβερόν, κριτήριον φοβούμενος, τῶν Περσῶν τὸ φρόνημα, καὶ τὸν φοβον Ἰάκωβε κατέπτυσας, καὶ ἀνεδείχθης Μάρτυς θαυμαστός, τὸ σῶμα ὡς κλῆμα τεμνόμενος.
Ὁ Οἶκος
Ἀπὸ ψυχῆς στενάξωμεν πάντες, δάκρυα ἐκχέοντες, καθορῶντες πικρῶς τὸν Μάρτυρα μελιζόμενον· δίκην κυνῶν γὰρ ὠρυομένων συνελθόντες οἱ δήμιοι, τὰ μέλη κατετίτρωσκον τοῦ θαυμαστοῦ καὶ γενναίου ἐν Μάρτυσι Μάρτυρος. Τὶς οὖν ὑπάρχει; εἰ δοκεῖ, μικρὸν ὑπομείνατε, καὶ λέξω πάντα μετὰ σπουδῆς, πῶς ὡς θῦμα Κυρίῳ προσήνεκται, τὸ σῶμα ὡς κλῆμα τεμνόμενος.
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΚΖ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς ἀθλήσεως τοῦ Ἁγίου Μεγαλομάρτυρος Ἰακώβου τοῦ Πέρσου.ΣτίχοιΤμηθεὶς μεληδόν, καὶ σφαγὴν Πέρσης φέρων,«Ψυχὴ σεσώσθω, φροῦδά μοι μέλη» λέγει.Εἰκάδι Πέρσης ἑβδομάτῃ σφάγη ἐκμελεϊσθείς.Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Πινούφριος ἐν εἰρήνῃ τελειοῦται.ΣτίχοιὉ Πινούφριος ἀρετῶν πολλαῖς χρόαιςἘν οὐρανοῖς ἔλαμψεν ὡς ἶρις νέα.Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ναθαναὴλ ἐν εἰρήνῃ τελειοῦται.Στίχοι«Ἀφεῖσα κόσμον, πρὸς Θεὸν ψυχὴ τρέχε»,Ναθαναὴλ ἔκραζε μέλλων ἐκπνέειν.Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
Κανών α', ᾨδὴ ζ', τοῦ Μάρτυρος
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Εἰκόνος χρυσῆς, ἐν πεδίῳ Δεηρᾷ λατρευομένης, οἱ τρεῖς σου Παῖδες κατεφρόνησαν, ἀθεωτάτου προστάγματος· μέσον δὲ πυρὸς ἐμβληθέντες, δροσιζόμενοι ἔψαλλον· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».Στερρότητι νοῦ, καρτερίᾳ τε ψυχῆς κατατεμνόμενος, Μάρτυς τὸ σῶμα ἀπερίτρεπτος, καὶ ἀρραγὴς διετέλεσας, πίστει στηριζόμενος θείᾳ, καὶ κραυγάζων Ἰάκωβε· Εὐλογητός εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.Ἰθύνας τοὺς σοὺς λογισμοὺς πρὸς τὸν σκοπὸν τῆς ἄνω κλήσεως, καὶ ταῖς βασάνοις καταντλούμενος, οὐ κατεκλύσθης, ἀλλ' ἔφερες, ῥᾷον τὰς πληγὰς τῶν ἀνόμων, καὶ τεμνόμενος ἔψαλλες· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.Μακάριος εἶ, καὶ καλῶς σοι ἔσται νῦν μακαριώτατε, νενικηκότι τὴν ἀτίθασον, τοῦ πονηροῦ ἀγριότητα, καὶ τὴν τοῦ τυράννου μανίαν, καὶ προθύμως κραυγάζοντι· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.ΘεοτοκίονἈδύτου φωτός, καὶ λαμπάδος θεϊκῆς καὶ ἀπαυγάσματος, ὤφθης λυχνία χρυσαυγίζουσα, καὶ κόσμον ὅλον αὐγάζουσα, αἴγλῃ τῆς σεπτῆς παρθενίας, καὶ τοὺς ψάλλοντας σῴζουσα· Εὐλογημένη ἡ Θεόν, σαρκὶ κυήσασα.
Κανών α', ᾨδὴ η', τοῦ Μάρτυρος
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὸν ἐν καμίνῳ τοῦ πυρός, τῶν Ἑβραίων τοῖς Παισὶ συγκαταβάντα, καὶ τὴν φλόγα εἰς δρόσον μεταβαλόντα Θεόν, ὑμνεῖτε τὰ ἔργα ὡς Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».Ῥώμῃ Θεοῦ κραταιωθείς, πονηρῶν τὰς συστροφὰς καὶ παρατάξεις, διεσκέδασας μάκαρ, καὶ κατὰ κράτος ἑλών, τῆς νίκης τὸν στέφανον εἴληφας, κραυγάζων· Εὐλογεῖτε, Χριστὸν εἰς τοὺς αἰῶνας.Τὰς ἀφαιρέσεις τῶν μελῶν, ὡς προσθήκας ἀγαθῶν Μάρτυς ἑώρας, οὐ τοὺς νῦν βλέπων πόνους, ἀλλὰ τὸ μέλλον σκοπῶν, Μαρτύρων ὡραῖον στεφάνωμα, παρὰ τοῦ δικαίου Κριτοῦ ηὐτρεπισμένον.Ὑπομονὴν ὑπερφυῆ, κεκτημένος ἀσφαλὴς καθάπερ πύργος, διετέλεσας Μάκαρ, τῶν δυσμενῶν τὰς ὁρμάς, ἀτρόμως καὶ βέλη δεχόμενος, κράζων· Εὐλογεῖτε, Χριστὸν εἰς τοὺς αἰῶνας.Ῥώμῃ πολλῇ σοι προσβαλών, ὁ ἀρχέκακος ἐχθρὸς καὶ ψυχοφθόρος, καὶ τυράννους ἐγείρας, καταβαλεῖν τῆς ψυχῆς, τὸν τόνον οὐκ ἴσχυσεν Ἔνδοξε· τὴν γὰρ παντευχίαν, Χριστοῦ περιεβάλου.ΘεοτοκίονἈθανασίας διαυγῆ, ἐπιστάμεθα πηγήν σε Θεοτόκε, ὡς τεκοῦσαν τὸν Λόγον, τοῦ ἀθανάτου Πατρός, τὸν πάντας θανάτου λυτρούμενον, τοὺς ὑπερυψοῦντας, αὐτὸν εἰς τοὺς αἰῶνας.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Τὸν ἐν καμίνῳ τοῦ πυρός, τῶν Ἑβραίων τοῖς Παισὶ συγκαταβάντα, καὶ τὴν φλόγα εἰς δρόσον, μεταβαλόντα Θεόν, ὑμνεῖτε τὰ ἔργα ὡς Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τους αἰῶνας».
Κανών α', ᾨδὴ θ', τοῦ Μάρτυρος
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον, τὸν ἀρρήτῳ σοφίᾳ ἥκοντα, καινουργῆσαι τὸν Ἀδάμ, βρώσει φθορᾷ πεπτωκότα δεινῶς, ἐξ ἁγίας Παρθένου, ἀφράστως σαρκωθέντα δι᾿ ἡμᾶς, οἱ πιστοὶ ὁμοφρόνως, ἐν ὕμνοις μεγαλύνωμεν».Μετὰ Μαρτύρων ὡς Μάρτυς, συγχορεύων Τρισμάκαρ, καὶ θρόνῳ παριστάμενος Χριστοῦ, τοὺς ἐκτελοῦντας τὴν μνήμην σου, καὶ τὴν σὴν φωτοφόρον τιμῶντας εὐφροσύνως ἑορτήν, χαλεπῶν ἐκ κινδύνων, ταῖς σαῖς πρεσβείαις λύτρωσαι.Ἔνθα Μαρτύρων οἱ δῆμοι, ἔνθα πάντων τῶν Ἁγίων, ἁγίως ἀναπαύεται πληθύς, ἔνθα Δικαίων τὰ πνεύματα, ἔνθα ἡ Ἐκκλησία, τῶν πρωτοτόκων νῦν ἐν οὐρανοῖς, κατεσκήνωσας ὄντως, ὡς Μάρτυς ὦ Ἰάκωβε.Λαμπαδηφόρος παρέστης τῷ Σωτῆρι τῶν ὅλων, δι' ὅν σου τῶν τοῦ σώματος μελῶν, τὴν ἐκκοπὴν ἐκαρτέρησας, καὶ πυρὸς καὶ μαστίγων, τῆς πείρας κατεφρόνησας στερρῶς· διὸ πίστει σε πάντες, καὶ πόθῳ μακαρίζομεν.Πεποικιλμένην πορφύραν, δι' αἱμάτων βαφεῖσαν, τῶν σῶν νῦν περικείμενος Χριστῷ, συμβασιλεύεις Ἰάκωβε· διὰ γὰρ παθημάτων, τῆς ἀπαθείας εὗρες τὴν πηγήν, ἧς τρυφᾶν αἰωνίως, παμμάκαρ κατηξίωσαι.ΘεοτοκίονὩς τὸν Θεὸν συλλαβοῦσαν, καὶ Θεοῦ γενομένην, Μητέρα κατ' ἀλήθειαν Ἁγνή, σὲ Θεοτόκον δοξάζομεν, τῶν πραγμάτων τῇ φύσει, τὴν κλῆσιν προσαρμόζοντες τρανῶς, καὶ προσφόρως τὴν θείαν, φωνὴν προσκομίζοντες.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον, τὸν ἀρρήτῳ σοφίᾳ, ἥκοντα καινουργῆσαι τὸν Ἀδάμ, βρώσει φθορᾷ πεπτωκότα δεινῶς, ἐξ ἁγίας Παρθένου, ἀφράστως σαρκωθέντα δι' ἡμᾶς, οἱ πιστοὶ ὁμοφρόνως, ἐν ὕμνοις μεγαλύνωμεν».
Ἐξαποστειλάριον
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Περσῶν τὴν πλάνην ἔφλεξας, τῷ ζήλῳ πυρπολούμενος, Χριστοῦ Ἰάκωβε Μάρτυς· ὡς κλῆμα τῆς ἀμπέλου δέ, τὸ σῶμά σου τεμνόμενος, τυράννου γνώμῃ πάνσοφε, ἀνέμελπες κατάλληλον, ᾠδὴν καὶ πρόσφορον ὕμνον, τῇ ἀπροσίτῳ Τριάδι.
Θεοτοκίον
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Μαρία καθαρώτατον, χρυσοῦν θυμιατήριον, τῆς ἀχωρήτου τριάδος, δοχεῖον ὄντως ἐγένου· ἐν ᾧ Πατὴρ ηὐδόκησεν, ὁ δὲ Υἱὸς ἐσκήνωσε, καὶ Πνεῦμα τὸ Πανάγιον, ἐπισκιάσαν σοι Κόρη, ἀνέδειξε Θεοτόκον.
Ἀπόστιχα
Δοξαστικὸν
Ἦχος πλ. δ'
Γεωργίου Σικελιώτου
Πιστῶς ἀθροισθέντες σήμερον, φιλοθεάμονες, ἀθρήσατε πάλην, ξένην καὶ διαλάττουσαν, Ἰακώβου τοῦ ἐκ Περσίδος ἡμῖν ἀστράψαντος, δίκην ἀστέρος τοῦ τοῖς Μάγοις φανέντος, καὶ πρὸς τὴν ἀληθῆ ἐπίγνωσιν καθοδηγήσαντος. Οὗτος γὰρ ὁ γεννάδας, ἐν τῷ πίπτειν τοὺς πολεμίους ἀνέτρεπε, καὶ ἐν τῷ ἁρμομελοτομεῖσθαι, τοὺς τυράννους ἐξενεύρου, τῇ ἄνωθεν προμηθείᾳ νευρούμενος, καὶ βοῶν· Εἰ καὶ τὰ μέλη μου αἰσθητὰ ὄντα τέμνετε, ἀλλ' ἔχω Χριστόν, νοητῶς μοι τὰ πάντα γινόμενον. Ὅθεν προβλέπων τὴν μέλλουσαν ζωήν, διὰ τοῦ τοῖς πᾶσι προκειμένου θανάτου, πρὸς ἐκείνην ἔσπευσε περᾶσαι· εἰς ἣν καὶ αὐλιζόμενος, αἰτεῖται ἡμῖν, παρὰ τοῦ στεφοδότου Θεοῦ, ἱλασμόν, φωτισμόν, καὶ τὸ μέγα ἔλεος, τοῖς ἐκτελοῦσι τὴν μνήμην αὐτοῦ.
Θεοτοκίον
Ἦχος πλ. δ'
Ὢ τοῦ παραδόξου θαύματος ΤΟ ΑΚΟΥΤΕ
Σκότει ἀγνοίας κρατούμενον, καὶ ἀθυμίας δεινῆς, νυσταγμῷ βαρυνόμενον, καὶ στενοχωρίας με, τῷ ζόφῳ καλυπτόμενον, καὶ τοῖς κινδύνοις, συμποδιζόμενον, μὴ με παρίδῃς, εἰς τέλος φθείρεσθαι, Δέσποινα εὔσπλαγχνε, τούτων πάντων ῥῦσαί με, τῶν πειρασμῶν· σὲ γὰρ μόνην κέκτημαι, ἐλπίδα μετὰ Θεόν.
Σταυροθεοτοκίον
Ἦχος πλ. δ'
Ὢ τοῦ παραδόξου θαύματος ΤΟ ΑΚΟΥΤΕ
Πῶς ὑπενέγκω τὴν ἄδικον, Λόγε, σφαγήν σου ὁρᾶν, πῶς τὰ θεῖά σου ὄμματα, τὰ τυφλοὺς φωτίσαντα, μεμυκότα τεθέαμαι; Πῶς δὲ καὶ χείλη, βλέπω σιγῶντά σου, τὰ μογιλάλων, χείλη ἀνοίξαντα; Σπλάγχνα σπαράχθητε· ῥάγηθι καρδία μου· οὐ φέρω ζῆν· κέκραγε δακρύουσα, πικρῶς ἡ πάνσεμνος.
| TA ΜΗΝΑΙΑ | Νοέμβριος | 27 |
Nov 28
Τῌ ΚΗ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥΜνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Στεφάνου τοῦ ΝέουΜνήμη τοῦ Ἁγίου Μάρτυρος Εἰρηνάρχου.
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς', καὶ ψάλλομεν Προσόμοια Στιχηρὰ τοῦ Ὁσίου.
Προσόμοια Στιχηρὰ τοῦ Ὁσίου
Ἦχος πλ. β'
Ὅλην ἀποθέμενοι ΤΟ ΑΚΟΥΤΕ
Ὅλος ἐκ νεότητος, ἀνατεθεὶς τῷ Κυρίῳ, σαρκὸς ἔξω γέγονας, κοσμικῆς τε σχέσεως ἱερώτατε, μοναστὴς ἄριστος, πεφυκὼς Στέφανε, καὶ δοχεῖον θείου Πνεύματος· καὶ γὰρ συγκλείσας σου, οἴκῳ στενοτάτῳ μακάριε, τὸ σῶμα ἀνεπτέρωσας, νοῦν πρὸς οὐρανὸν ἐνοπτρίζεσθαι, τὸ ἄρρητον κάλλος, Χριστοῦ τοῦ Βασιλέως καὶ Θεοῦ, οὗ προσκυνῶν τὸ ὁμοίωμα, ἤθλησας στερρότατα.
Ἦχος πλ. β'
Τεσσαρακονθήμερον, ὡς ὁ Δεσπότης νηστεύσας, ἐν εἱρκτῇ φρουρούμενος, σεαυτὸν πρὸς ἄθλησιν παρεσκεύασας, Ἱερὲ Στέφανε, Μοναστῶν ἔρεισμα, καὶ Μαρτύρων ἐγκαλλώπισμα· ὅθεν ὡς θῆρές σοι, οἱ ἀνηλεεῖς ἐπιθέμενοι, ἀρνίον ὥς περ ἄκακον, σύραντες ἀδίκως ἐσπάραξαν, καὶ μετὰ ἀνόμων, κατέθεντο ἀθλήσαντα στερρῶς, καὶ παρρησίᾳ πρεσβεύοντα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος πλ. β'
Λαὸς ὁ παράνομος, παρανομίαις ὑπείκων, παρανόμου Ὅσιε, βασιλέως λίθοις σε ὡς τὸν Πρώταθλον, ἀφειδῶς ἔβαλε, καὶ τὴν κάραν Πάτερ, τὴν ἁγίαν σου συνέτριψε, ταῖς λεωφόροις τε, σύρων ὠμοτάτως ἐξέχεε, τὰ σπλάγχνα σου πανόλβιε, μηδὲ μετὰ πότμον οἰκτείρας σε. Ὢ τῆς σῆς ἀνδρείας! ὢ γνώμης! ὢ πολλῆς ὑπομονῆς! δι' ἧς ἀπείληφας Στέφανε, στέφος ἀμαράντινον.
Προσόμοια Στιχηρὰ τοῦ Μάρτυρος
Ἦχος πλ. β'
Τριήμερος ἀνέστης ΤΟ ΑΚΟΥΤΕ
Ἀγῶνας τοῦ σεπτοῦ Ἀθλητοῦ, τοὺς πόνους τοῦ ὁπλίτου Χριστοῦ, εὐφημοῦντες κατὰ χρέος οἱ πιστοί, βοήσωμεν Κυρίῳ· Αὐτοῦ ταῖς ἱκεσίαις, πάσης ἀνάγκης ἐξελοῦ ἡμᾶς.
Ἦχος πλ. β'
Εἰρήνη σοι πολλὴ ἐκ Θεοῦ, ἀθλήσαντι γεγένηται, καὶ τὸν σάλον, διελθόντι τῶν δεινῶν, Εἰρήναρχε παμμάκαρ, γενναῖε στρατιῶτα, καὶ πρεσβευτὰ τῶν εὐφημούντων σε.
Ἦχος πλ. β'
Συνήθλει σοι γυναίων χορός, καὶ παίδων θεῖος ὅμιλος, σὺν τῷ θείῳ, Ἀκακίῳ καρτερῶς, τελοῦντι, τὸν ἀγῶνα, καὶ πλάνην ἐκνευροῦντι, Μάρτυς Εἰρήναρχε μακάριε.
Δοξαστικὸν
Ἦχος πλ. β'
Τοῦ Στουδίτου
Ἐκ βρέφους τῷ Θεῷ, ἀνετέθης Ἱερώτατε Στέφανε, ὥς περ ὁ μέγας προφήτης Σαμουήλ, καὶ ἐν τῷ ὄρει ἀνελθών, μοναδικῶς εὐηρέστησας αὐτῷ. Αὖθις δὲ πρὸς ἄθλησιν, ἐπεδύσω ἀνδρικῶς· καὶ ὑπὲρ τῆς εἰκόνος αὐτοῦ, ἐξορίας καὶ θλίψεις ὑπέστης καρτερώτατα, καὶ δεσμοῖς καὶ φυλακαῖς ἐνεκαρτέρησας· συρόμενος δὲ καὶ τυπτόμενος, καὶ λιθαζόμενος, καὶ τὴν κάραν συντριβόμενος, τῶν στεφάνων ἠξιώθης παρὰ Χριστοῦ τοῦ Θεοῦ. Αὐτὸν ἱκέτευε, τοὺς ἐκ πόθου τελοῦντας τὴν ἀεισέβαστον μνήμην σου, λυτρωθῆναι ἐκ παθῶν καὶ πειρασμῶν, καὶ τῆς μελλούσης θλίψεως, καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον
Ἦχος πλ. β'
Οὐδεὶς προστρέχων ἐπὶ σοί, κατῃσχυμμένος ἀπὸ σοῦ ἐκπορεύεται, ἁγνὴ Παρθένε Θεοτόκε· ἀλλ αἰτεῖται τὴν χάριν, καὶ λαμβάνει τὸ δώρημα, πρὸς τὸ συμφέρον τῆς αἰτήσεως.
Σταυροθεοτοκίον
Ἦχος πλ. β'
Ὅλην ἀποθέμενοι ΤΟ ΑΚΟΥΤΕ
Τὸν ἄρνα τὸν ἴδιον, ἀμνὰς ἡ ἄσπιλος πάλαι, καὶ ἄμωμος Δέσποινα, ἐν Σταυρῷ ὑψούμενον ὠς ἑώρακε, μητρικῶς ὠλόλυζε, καὶ ἐκπληττομένη, ἀνεβόα· Τὶ τὸ ὅραμα, Τέκνον γλυκύτατον, τοῦτο τὸ καινὸν καὶ παράδοξον; πῶς δῆμος ὁ ἀχάριστος, βήματι Πιλάτου παρέδωκε, καὶ κατακρινοῦσι, θανάτῳ τῶν ἁπάντων τὴν ζωήν; Ἀλλ' ἀνυμνῶ σου τὴν ἄφατον, Λόγε συγκατάβασιν.
Ἀπόστιχα
Δοξαστικὸν
Ἦχος πλ. δ'
Τὸ κατ' εἰκόνα τηρήσας ἀλώβητον, Ὅσιε Πάτερ, ὑπὲρ τῆς Χριστοῦ εἰκόνος, ἀντέστης ἀνδρικώτατα, μὴ ὑποπτήξας τοῦ Κοπρωνύμου τὰς ἀπειλάς, ἀλλὰ τῷ τοῦ Πνεύματος ξίφει, τοῦτον ἀπέκτεινας. Διὸ παρρησίαν κεκτημένος πρὸς Θεόν, περίσῳζε τὴν ποίμνην σου, ἐξ αἱρέσεων πασῶν, Στέφανε πολύαθλε.
Θεοτοκίον
Ἦχος πλ. δ'
Ὢ τοῦ παραδόξου ΤΟ ΑΚΟΥΤΕ
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Σταυροθεοτοκίον
Ἦχος πλ. δ'
Ὢ τοῦ παραδόξου ΤΟ ΑΚΟΥΤΕ
Τὶ τὸ ὁρώμενον θέαμα, ὃ τοῖς ἐμοῖς ὀφθαλμοῖς, καθορᾶται ὦ Δέσποτα; ὁ συνέχων ἅπασαν, κτίσιν ξύλῳ ἀνήρτησαι, καὶ ἐνεκρώθης, ὁ πᾶσι νέμων ζωήν, ἡ Θεοτόκος, κλαίουσα ἔλεγεν, ὅτε ἑώρακεν, ἐν Σταυρῷ ὑψούμενον, τὸν ἐξ αὐτῆς, ἀρρήτως ἐκλάμψαντα, Θεὸν καὶ ἄνθρωπον.
Ἀπολυτίκιον τοῦ Ὅσίου
Ἦχος δ'
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ΤΟ ΑΚΟΥΤΕ
Ἀσκητικῶς προγυμνασθεὶς ἐν τῷ ὄρει, τὰς νοητὰς τῶν δυσμενῶν παρατάξεις, τῇ πανοπλίᾳ ὤλεσας παμμάκαρ τοῦ Σταυροῦ· αὖθις δὲ πρὸς ἄθλησιν, ἀνδρικῶς ἀπεδύσω, κτείνας τὸν Κοπρώνυμον, τῷ τῆς Πίστεως ξίφει, καὶ δι' ἀμφοῖν ἐστέφθης ἐκ Θεοῦ, Ὁσιομάρτυς ἀοίδιμε Στέφανε.
Ἀπολυτίκιον τοῦ Μάρτυρος, Ἦχος δ' ΤΟ ΑΚΟΥΤΕ
Ταχὺ προκατάλαβε
Ὁ Μάρτυς σου, Κύριε, ἐν τῇ ἀθλήσει αὐτοῦ, τὸ στέφος ἐκομίσατο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· ἔχων γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλεν, ἔθραυσε καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση· Αὐτοῦ ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Ὁ Κανὼν τοῦ Ὁσίου, οὗ ἡ Ἀκροστιχίς.Χριστὸς στέφει σε Μαρτύρων στέφει, μάκαρἸωσήφ.ᾨδὴ α'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ, ἐν ἀβύσσῳ ἴχνεσι τὸν διώκτην Φαραώ, καθορῶν ποντούμενον, Θεῷ ἐπινίκιον ᾠδὴν ἐβόα ᾄσωμεν».Χαρμονικῶς διοδεύσας σὺ τὴν στενήν, τρίβον τῆς ἀσκήσεως, μαρτυρίου πλατυσμῷ, δυσμενῶν ἐστένωσας ὁρμήν, καὶ εὐρύχωρον ζωὴν Μάκαρ κεκλήρωσαι.Ῥίζα σε ἄκαρπος πρώην καρπογονεῖ, Ἄννης ἡ ὁμώνυμος, ὡς τὸν πάλαι Σαμουήλ, καὶ δοτὸν σε δίδωσι Θεῷ, τὴν τοῦ βίου σου Σοφὲ χάριν σημαίνουσα.Ἱερωτάτως τῷ θείῳ τῶν Μοναστῶν, προσχωρήσας τάγματι, ὡς φαιδρότατος ἀστήρ, ἀρεταῖς ἐξέλαμψας πιστούς, καταυγάζων μυστικῶς, Ὅσιε Στέφανε.Στενοχωρήσας τὸ σῶμα τῷ συγκλεισμῷ, τῆς στενῆς οἰκήσεως, ἀνεπτέρωσας τὸν νοῦν, πρὸς τὰ ἐπουράνια Σοφέ, ἀναβάσει καλῶς προσπλατυνόμενος.ΘεοτοκίονΤὴν ἀδιόδευτον πύλην τὸ καθαρόν, τῆς ἁγνείας τέμενος, τὴν καλὴν ἐν γυναιξί, τὴν ἁγίαν Δέσποιναν φωναῖς, ἱεραῖς ὁ Ἱερὸς λαὸς δοξάσωμεν.
Ὁ Κανὼν τοῦ Μάρτυρος, οὗ ἡ Ακροστιχίς.Εἰρηνικὴν μοι προσνέμοις Μάρτυς χάριν.Θεοφάνους.ᾨδὴ α'
Ἦχος πλ. β'
Ὡς ἐν ἠπείρῳ ΤΟ ΑΚΟΥΤΕ
Ἐκ τῶν σκανδάλων τοῦ βίου καὶ τῶν παθῶν, τῶν παρενοχλούντων με, εἰρηνεύσας μου τὸν νοῦν, Ἀθλητὰ Εἰρήναρχε τὴν σήν, εὐφημῆσαι γαληνῶς μνήμην ἀξίωσον.Ἱερονίκους στεφάνους ὡς Ἀθλητής, εἰληφὼς Εἰρήναρχε, μετετέθης ἐκ τῆς γῆς, πρὸς εἰρήνην ἄμαχον καὶ φῶς, καὶ ζωὴν ἀληθινὴν μακαριώτατε.Ῥείθροις αἱμάτων τὴν φλόγα τῶν διωκτῶν, κατασβέσας ἤρδευσας, διανοίας τῶν πιστῶν, ἀναθάλλειν ἔρωτα ζωῆς, αἰωνίου εὐσεβῶς Μάρτυς Εἰρήναρχε.ΘεοτοκίονἩ τὸν ἀχώρητον Λόγον τῇ σῇ γαστρί, χωρηθέντα τέξασα, θεοχώρητε σκηνή, τῆς στενοχωρούσης με δεινῶς, τρικυμίας τῶν κακῶν Ἁγνὴ ἀπάλλαξον.
Κανών α', ᾨδὴ γ', τοῦ Ὁσίου
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Οὐκ ἔστιν ἅγιος ὡς σύ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου ἀγαθέ, καὶ στερεώσας ἡμᾶς, ἐν τῇ πέτρᾳ τῆς ὁμολογίας σου».Ὁ νοῦς σου νεύσει πρὸς Θεόν, καλλυνόμενος Πάτερ, ὡραιότατος ὤφθη, καὶ χαρίσματος παντός, ἀνάπλεως ἀληθῶς, καὶ τῆς θείας, μέτοχος λαμπρότητος.Σεπτὴν εἰκόνα τοῦ Χριστοῦ, καὶ τῆς τοῦτον Τεκούσης, ἀσπαζόμενος Μάκαρ, βασιλέως δυσσεβοῦς, τὸ δόγμα τὸ δυσσεβές, ἑβδελύξω, σθένει θείου Πνεύματος.Σιδήρῳ σε τὸν σιδηρᾶν, κεκτημένον καρδίαν, ὁ παράφρων δεσμεύσας, παραπέμπει φυλακαῖς, ὡς φύλακα τῶν Πιστῶν, διδαγμάτων, Στέφανε πανόλβιε.Τοὺς σοὺς ὡραίους προφανῶς, ἔσχες Ὅσιε πόδας, μαρτυρίου πρὸς τρίβους, βηματίζοντας λαμπρῶς, καὶ κεφαλὰς δυσμενῶν, γενναιόφρον, Στέφανε συνθλάττοντας.ΘεοτοκίονἘκ σοῦ τῆς μόνης καθαρᾶς, ὁ ὑπέρθεος Λόγος, ἐσαρκώθη ὡς οἶδε, καὶ διέσωσεν ἡμᾶς, τοὺς προσκυνοῦντας αὐτοῦ, τὴν δι' οἶκτον, θείαν συγκατάβασιν.
Κανών β', ᾨδὴ γ', τοῦ Μάρτυρος
Ἦχος πλ. β'
Οὐκ ἔστιν ΤΟ ΑΚΟΥΤΕ
Νευροῦσαι σθένει θεϊκῷ, καὶ χωρεῖς πρὸς ἀγῶνας, θαρσαλέως παμμάκαρ, ὑπομένων αἰκισμούς, καὶ στρέβλας τῶν δυσμενῶν, ἀθλοφόρε, Μάρτυς γενναιότατε.Ἰσχὺν σοι δίδωσι Χριστός, Ἀθλοθέτης ὁ μέγας, διολέσαι τὴν πλάνην, καὶ αἰσχῦναι τὸν ἐχθρόν, καυχώμενον ἀναιδῶς, καὶ εἰκαίως, Μάρτυς φρυαττόμενον.Καθεῖλε πόνοις ἀνδρικοῖς, τὸν ἀρχέκακον ὄφιν, ὁ χορὸς τῶν Ἁγίων, ἐναθλήσας κραταιῶς, καὶ μάστιγας καὶ δεσμά, ὑπομείνας, σθένει θείου Πνεύματος.ΘεοτοκίονἫν εἶδε πάλαι Ἰακώβ, ἀπὸ γῆς τεταμένην, πρὸς οὐράνιον ὕψος, θείαν κλίμακα σαφῶς, Μαρίαν τὸ καθαρόν, τοῦ Δεσπότου, μέλψωμεν παλάτιον.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Οὐκ ἔστιν ἅγιος ὡς σύ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου ἀγαθέ, καὶ στερεώσας ἡμᾶς, ἐν τῇ πέτρᾳ τῆς ὁμολογίας σου».
Κάθισμα τοῦ Ὁσίου
Ἦχος δ'
Ὁ ὑψωθεὶς ΤΟ ΑΚΟΥΤΕ
Τῶν Μοναστῶν ὑπογραμμὸς ἀνεδείχθης, τῶν Ἀθλητῶν καλλωπισμὸς ἀνεφάνης, δι' ἀμφοτέρων Στέφανε κοσμούμενος· ὅθεν ἀξιάγαστε, καὶ διπλοῦς τοὺς στεφάνους, ἔλαβες ἀσκήσεως, καὶ ἀθλήσεως Πάτερ. Ἀλλ' ἐκτενῶς Χριστὸν ὑπὲρ ἡμῶν, τῶν σὲ ὑμνούντων, ἱκέτευε Στέφανε.Δόξα... Τοῦ Μάρτυρος, ὅμοιονΓῆ καὶ ὑγρὰ τοὺς καρτερούς σου ἀγῶνας, κατεμερίσθη Ἀθλητὰ γενναιόφρον, δι' ὧν τῆς πλάνης ἔλυσας τὸ φρύαγμα, καὶ τὴν ὑπερκόσμιον, μετὰ πάντων Μαρτύρων, δόξαν αἰωνίζουσαν, ἐκληρώσω παμμάκαρ. Ἀλλ' ὑπὲρ πάντων πρέσβευε Χριστῷ, τῶν σὲ τιμώντων, τρισμάκαρ Εἰρήναρχε.Καὶ νῦν ... ΘεοτοκίονΚαταφυγὴ τῶν ἐν δεινοῖς ὑπαρχόντων, καταλλαγὴ πρὸς τὸν Θεὸν τῶν πταιόντων, Ὑπεραγία Δέσποινα περίσῳζε ἡμᾶς, πάσης περιστάσεως, καὶ κακίας ἀνθρώπων, καὶ φρικτῆς κολάσεως, καὶ παθῶν ἀτιμίας, τοὺς ἀδιστάκτῳ πίστει σὲ ἀεί, προσκαλουμένους, Παρθένε πανύμνητε.Ἢ ΣταυροθεοτοκίονἘν τῷ Σταυρῷ παρισταμένη Παρθένε, τῷ τοῦ Υἱοῦ σου καὶ Θεοῦ ἀνεβόας, ὀδυνηρῶς στενάζουσα, δακρύουσα θερμῶς· Οἴμοι, ὦ γλυκύτατε! πῶς ἀνδρῶν παρανόμων, φέρεις τὰ λακτίσματα, καὶ τὰς τρώσεις τῶν ἥλων, καὶ τῶν κακούργων θάνατον σαφῶς, σῶσαι τὸ γένος, βροτῶν προμηθούμενος;
Κανών α', ᾨδὴ δ', τοῦ Ὁσίου
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Χριστός μου δύναμις, Θεὸς καὶ Κύριος, ἡ σεπτὴ Ἐκκλησία θεοπρεπῶς, μέλπει ἀνακράζουσα, ἐκ διανοίας καθαρᾶς, ἐν Κυρίῳ ἑορτάζουσα».Φωτὶ τοῦ Πνεύματος, καταλαμπόμενος, δι' ἐντεύξεως θείας, τυφλοῖς τὸ φῶς, Πάτερ ἐχορήγησας, τὸν σὸν Δεσπότην καὶ Θεόν, μιμησάμενος Θεόπνευστε.Ἐφαίνου πόρρωθεν, τοῖς θαλαττεύουσι, κυβερνῶν τούτους μάκαρ πρὸς γαληνόν, ὅρμον θείᾳ χάριτι, προσκαλουμένους σου πιστῶς, Πάτερ Στέφανε τὸ ὄνομα.Ἱερουργούμενος, καθάπερ σφάγιον, ἱερὸν προσηνέχθης τῷ διὰ σέ, τεθυμένῳ Στέφανε, καὶ πρωτοτόκων ἐν σκηναῖς, ἀνεπαύσω εὐφραινόμενος.Σεπτῷ σου ῥήματι, ὁ πρὶν ἡμίξηρος, ὑγιὴς ὅλος ὤφθη καταπλαγείς, Μάρτυς τὴν δοθεῖσάν σοι, χάριν ἐξ ὕψους δαψιλῶς, εἰς ἀνθρώπων περιποίησιν.ΘεοτοκίονἘν σοὶ Πανάμωμε, τῆς σωτηρίας μου, τὰς ἐλπίδας ἐθέμην, ἐπὶ τὴν σήν, σκέπην καταπέφευγα, γενοῦ μοι Κόρη βοηθός, τῶν δεινῶν ἐξαιρουμένη με.
Κανών β', ᾨδὴ δ', τοῦ Μάρτυρος
Ἦχος πλ. β'
Χριστός μου δύναμις ΤΟ ΑΚΟΥΤΕ
Νομίμως ἔδραμες, νομίμως ἤθλησας, καὶ νομίμως ἐστέφθης τῷ τοῦ Θεοῦ, νόμῳ κρατυνόμενος, καὶ ἀπαράτρωτον σαυτόν, συντηρῶν Μακαριώτατε.Μὴ στέργων ἔνδοξε, τῇ πλάνῃ νήχεσθαι, τῇ θεογνωσίᾳ ὡς νουνεχής, χαίρων προσκεχώρηκας, φῶς νοερὸν ἀναλαβών, καὶ φωστὴρ ἀποδεικνύμενος.Οὐδόλως ἔκρυψε, βυθὸς δεξάμενος, σὲ πανόλβιε Μάρτυς ἐπεγνωκώς, θείων παθημάτων σε, παναληθέστατον Χριστοῦ, ὄντα Μάρτυρα Εἰρήναρχε.Ἱερουργούμεναι, καὶ προθυόμεναι, καὶ ξεόμεναι ἅμα καὶ τῷ πυρί, πάντοθεν φλεγόμεναι, οὐκ ἐξηρνήσασθε Χριστόν, Ἀθλοφόροι ἀξιΰμνητοι.ΘεοτοκίονΠαρθένος ἔμεινας, μετὰ τὴν κύησιν, ὥσπερ ἦς πρὸ τοῦ τόκου, ὅτι Θεόν, Λόγον ἀπεκύησας, τὸν λυτρωσάμενον ἡμᾶς, μεσιτείᾳ σου Πανάμωμε.
Κανών α', ᾨδὴ ε', τοῦ Ὁσίου
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τῷ θείῳ φέγγει σου ἀγαθέ, τὰς τῶν ὀρθριζόντων σοι ψυχάς, πόθῳ καταύγασον δέομαι, σὲ εἰδέναι Λόγε Θεοῦ τὸν ὄντως Θεὸν ἐκ ζόφου τῶν πταισμάτων ἀνακαλούμενον».Μαρτυρικαῖς ἔστεψε τιμαῖς, τοὺς ἀσκητικούς σου ἀληθῶς καμάτους Ὅσιε Στέφανε, ὁ ἀγωνοθέτης μόνος Θεὸς ἡμῶν, κατὰ τῶν παλαμναίων ἐνδυναμώσας σε.Ἀγωνιζόμενος εὐκλεῶς, δῆμον συμμαρτύρων ταῖς εἱρκταῖς, προσομιλῶν Μάρτυς εὕρηκας· σὲ γὰρ ὡς ἀστέρες ἄδυτον ἥλιον, κυκλοῦντες ἐπὶ πλεῖον κατελαμπρύνοντο.Ῥήμασι θείοις τοὺς ἱερούς, Ὁμολογητὰς καὶ μιμητάς, θείων παθῶν μακαρίζομεν, τοὺς τριακοσίους καὶ τεσσαράκοντα, καὶ δύο τοὺς ἀθέους καταπαλαίσαντας.Τριχῶν ἀφαίρεσιν παικτικῶς, ὤτων ἐκκοπήν τε καὶ χειρῶν, μελῶν τε θείων κατάφλεξιν, ὑπὲρ τῆς εἰκόνος Χριστοῦ ὑπήνεγκεν, ὁ δῆμος τῶν Ὁσίων ὁ εὐκλεέστατος.ΘεοτοκίονὙπεραγία ἡ τὸν Θεόν, μόνη ἐπὶ γῆς ὡς ἀληθῶς, τὸν ὑπεράγιον τέξασα τοὺς σὲ Θεοτόκον ἀεὶ κηρύττοντας, ἁγίασον καὶ σῶσον τῇ μεσιτείᾳ σου.
Κανών β', ᾨδὴ ε', τοῦ Μάρτυρος
Ἦχος πλ. β'
Τῷ θείῳ φέγγει σου ΤΟ ΑΚΟΥΤΕ
Ῥομφαίᾳ τέτρωται ὁ ἐχθρός, τῆς ὑπομονῆς τῆς καρτερᾶς, τοῦ γενναιόφρονος Μάρτυρος, καὶ ταῖς τούτου πτέρναις καθυποτέτακται, καὶ γέλως καθορᾶται καὶ καταισχύνεται.Ὁ ποῦς σου ἔστη προφητικῶς, Μάρτυς ἐν εὐθύτητι σοφέ, ἀπεριτρέπτῳ φρονήματι, καθυποσκελίζων τὸν πολυμήχανον, ταῖς τρίβοις μαρτυρίου καλλωπιζόμενος.Σὺ τὴν κακίαν τῶν διωκτῶν, ἄκακος ἀκέραιος ὀφθείς, Μάρτυς ἀπώσω Εἰρήναρχε, καὶ τῇ τελειώσει σου τῇ δι᾿ αἵματος, στεφάνοις ἀφθαρσίας κατεστεφάνωσαι.ΘεοτοκίονΝοήσας πόρρωθεν μυστικῶς, ὁ τῶν Προφητῶν θεολαμπής, χορὸς Παρθένε Θεόνυμφε, θείου τοκετοῦ σου βάθος ἀπόρρητον, συμβόλοις ἱεροῖς σε προδιεχάραξε.
Κανών α', ᾨδὴ ς', τοῦ Ὁσίου
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τοῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῷ κλύδωνι, τῷ εὐδίῳ λιμένι σου προσδραμών, βοῷ σοι· Ἀνάγαγε, ἐκ φθορᾶς τὴν ζωήν μου πολυέλεε».Ῥημάτων σου δυνάμιν, ὁ κακίας εὑρετής, ὑπενεγκεῖν οὐκ ἴσχυσεν· ὅθεν δεσμοῖς σε Στέφανε καὶ ποιναῖς, θανάτῳ βιαίῳ τε, ὠμοτάτως ὁ πλάνος παραδέδωκεν.Ὡς ἄρτος ὀπτώμενος, τῷ πυρὶ καὶ ἐκ ποδῶν ἀνηλεῶς κρεμάμενος, ὡλοκαυτώθης Παῦλε καὶ τῷ Θεῷ, θυσία προσήνεξαι, συναυλίας Μαρτύρων ἀξιούμενος.Νομίμως ἐνήθλησαν, συγκλεισθέντες καὶ πνιγμῷ, τὸν βίον καταλύσαντες, ἐν τῇ Ἐφέσῳ Ὅσιοι Μονασταί, ὀκτὼ καὶ τριάκοντα, οὓς ἐν πίστει καὶ πόθῳ μακαρίσωμεν.Στερρῶς τῷ δικάζοντι, ἀντετάξω καὶ πληγαῖς, καταξανθεὶς τὸ σῶμά σου, θανατωθῆναι εἵλου διὰ Χριστόν, τὸν μόνον ἀθάνατον, ἀξιάγαστε Πέτρε μεγαλώνυμε.ΘεοτοκίονΤὴν μόνην πανύμνητον, τὴν καλὴν ἐν γυναιξί, τὴν τοῦ Θεοῦ λοχεύτριαν, Χριστιανῶν τὸ τεῖχος τὸ ἀρραγές, τὴν ἄχραντον Δέσποιναν, ἀδιστάκτῳ καρδία μακαρίσωμεν.
Κανών β', ᾨδὴ ς', τοῦ Μάρτυρος
Ἦχος πλ. β'
Τοῦ βίου τὴν θάλασσαν ΤΟ ΑΚΟΥΤΕ
Ἐπέβης τοῖς ὕδασι, κυβερνώμενος χερσί, ζωαρχικῇ Εἰρήναρχε, καὶ διεσώθης τούτοις τῶν διωκτῶν, βυθίσας σεβάσματα, προσευχῇ ἐπιμόνῳ Ἱερώτατε.Μικρῶν ἀντωνούμεναι, τὰ μεγάλα ἑαυτάς, τοῖς αἰκισμοῖς ἐξέδωκαν, αἱ ἱεραὶ Γυναῖκες τὸν πτερνιστήν, τῆς Εὔας ἐν πνεύματι, θανατώσασαι ὄφιν τὸν ἀρχέκακον.Οἱ παῖδες οἱ ἅγιοι, ἱερεῖα καθαρά, καὶ προσφοραὶ ὁλόκληροι, τῷ τυθέντι ὡς θῦμα ἀληθινῷ, ἀμνῷ προσηνέχθησαν, εἰς ὀσμὴν εὐωδίας ἀγαλλόμενοι.ΘεοτοκίονἸδοὺ νῦν σεσάρκωται, ἐξ αἱμάτων σου ἀγνῶν, Παρθενομῆτορ Κύριος, καὶ τοῖς βροτοῖς ἑνοῦται δίχα τροπῆς, δι' ἄφατον ἔλεος, τὴν ἡμῶν σωτηρίαν ἐργαζόμενος.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Τοῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῷ κλύδωνι, τῷ εὐδίῳ λιμένι σου προσδραμών, βοῷ σοι· Ἀνάγαγε, ἐκ φθορᾶς τὴν ζωήν μου Πολυέλεε».
Κοντάκιον
Ἦχος δ'
Ἐπεφάνης σήμερον ΤΟ ΑΚΟΥΤΕ
Ἑορτάζει σήμερον, ἡ Ἐκκλησία, ἑορτὴν εὐφρόσυνον, ἐν τῇ σῇ μνήμῃ καὶ πιστῶς, ἀνευφημοῦσα κραυγάζει σοι· Στέφανε θεῖε, ὁσίων τὸ καυχημα.
Ὁ Οἶκος
Εἰς πᾶσαν γῆν ὡς ἀληθῶς, διέδραμεν ὁ φθόγγος τῶν σῶν κατορθωμάτων, σοφὲ Ὁσιομάρτυς, ὧν περ εἰργάσω θαυμαστῶς· ὅθεν δυσωπῶ σε, παρρησίαν πρὸς Θεὸν ὡς κεκτημένος Ὅσιε, ἱκέτευε τοῦ δοθῆναί μοι λόγον ἐπάξιον, τοῦ ἀνευφημῆσαι τοὺς ἀγῶνας, οὓς ὑπέστης ἐξ ὁρατῶν ἐχθρῶν καὶ νοουμένων· ὃς πρὶν ἀσκητικῶς καθεῖλες, ἀπάσας τὰς κινήσεις τῆς σαρκὸς ἀπονεκρώσας, ἀθλήσει δὲ νῦν τὸν τύραννον ἐτροπώσω, Ὁσίων τὸ καύχημα.
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΚΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ Στεφάνου τοῦ Νέου.ΣτίχοιΠληγεὶς νέε Στέφανε τὴν κάραν ξύλῳ,Εὗρες πρεπόντως οὐχὶ γηράσκον στέφος.Εἰκάδι ὀγδοάτῃ Στεφάνου Νέου κράτα θραῦσαν.Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ἅγιος Ἀνδρέας, συρόμενος κατὰ γῆς, διὰ τὴν τῶν ἁγίων Εἰκόνων προσκύνησιν, τελειοῦται.ΣτίχοιἘκ γῆς ἐπλάσθην, γῆ με δὴ καὶ κτεινάτω.Πλάστου γὰρ αὐτῆς Ἀνδρέας τιμῶ τύπους.Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Πέτρος, τυπτόμενος ὑπὲρ τῶν ἁγίων Εἰκόνων, τελειοῦται.ΣτίχοιἊν εἰκόνων τύπτωσι τὸν Πέτρον χάριν,Εὕρωσιν αὐτὸν πέτρινον τῷ σαρκίῳ.Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Ἄννα, τυπτομένη πρὸς τὸ κατειπεῖν τοῦ Ἁγίου Στεφάνου, τελειοῦται.ΣτίχοιΜάστιξιν Ἄνναν εὐτόνως τετυμμένην,Ἔδειξε Χριστὸς εὐπρεπῶς ἐστεμμένην.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν ἁγίων Μαρτύρων, τῶν συμμαρτυρησάντων τῷ Ἁγίῳ Στεφάνῳ, ὑπὲρ τῶν ἁγίων Εἰκόνων.ΣτίχοιΤιμῶντες εἰκόνισμα σαρκός σου Λόγε,θνῄσκουσιν οἱ ἅγιοι βίαιον μόρον.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Εἰρηνάρχου, καὶ τῶν σὺν αὐτῷ ἑπτὰ Ἁγίων γυναικῶν.ΣτίχοιΤὸν Εἰρήναχον ἡ φονεύτρια σπάθηΣῷ Σῶτερ εἰρήναρχε συντάττει μέρει.Ἔδειξε νεκρὰς ἐν Σεβαστείᾳ πόλειΓυναῖκας ἑπτὰ πανσεβάστους τὸ ξίφος.Οἱ Ἅγιοι Μάρτυρες Τιμόθεος καὶ Θεόδωρος οἱ Ἐπίσκοποι. Πέτρος, Ἰωάννης, Σέργιος, Θεόδωρος καὶ Νικηφόρος οἱ ἱερεῖς, Βασίλειος καὶ Θωμᾶς οἱ διάκονοι, Ἱερόθεος, Δανιήλ, Χαρίτων, Σωκράτης, Κομάσιος, Εὐσέβιος οἱ μοναχοί, καὶ Ἑτοιμάσιος, ἐν Τιβεριουπόλει τελειοῦνται.Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Κανών α', ᾨδὴ ζ', τοῦ Ὁσίου
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Δροσοβόλον μὲν τὴν κάμινον εἰργάσαντο, Ἄγγελος τοῖς Ὁσίοις Παισί, τοὺς Χαλδαίους δὲ καταφλέγον πρόσταγμα Θεοῦ, τὸν τύραννον ἔπεισε βοᾶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».Ἐμηνύθη σοι τὸ τέλος τὸ μακάριον, παντουργικῷ βουλήματι· ὅθεν πλείονι ἐπιδοὺς ἀσκήσει σεαυτόν, ἐκ δόξης εἰς δόξαν προχωρεῖς, ἀποκτανθεὶς διὰ Χριστόν, τόν ἐπὶ πάντων Θεόν.Φερωνύμως τῷ πρωτάθλῳ συνδεδόξασαι· καὶ γὰρ λιθολευστούμενος, καὶ συρόμενος καὶ τυπτόμενος ἀνηλεῶς, αἱμάτων ἐπλήρωσας τὴν γῆν, καὶ τὴν ψυχήν σου τῷ Θεῷ, χαίρων παρέδωκας.Ἐν πλατείαις μάρτυς Στέφανε συρόμενος, ἀνηλεῶς τῆς πόλεως, ἐξωμάλισας μαρτυρίου τρίβον τοῖς πιστοῖς, ἐν ᾗ ἐπιβαίνοντες στερρῶς, πρὸς τὴν οὐράνιον σαφῶς, πόλιν κατήντησαν.ΘεοτοκίονἹερώτατοι προφῆται προεδήλωσαν, Ἁγνὴ ἐμφαντικώτατα, τὸ μυστήριον τῆς σεπτῆς λοχείας σου, καὶ νῦν ἡμῖν τὰς ἐκβάσεις τηλαυγῶς κατανοοῦντες εὐσεβῶς, σὲ μακαρίζομεν.
Κανών β', ᾨδὴ ζ', τοῦ Μάρτυρος
Ἦχος πλ. β'
Δροσοβόλον μὲν τὴν κάμινον ΤΟ ΑΚΟΥΤΕ
Συμπαθείας τῆς πρὸς σάρκα διαζεύξας σου, τὸν νοῦν Μακαριώτατε, φλογιζόμενος καὶ πυρὶ καιόμενος σοφέ, τῶν Παίδων ἐβόας τὴν ᾠδήν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.Μεμακάρισται τῶν παίδων θεῖος ὅμιλος, καὶ γυναικῶν ἑπτάριθμος, χορὸς ἅγιος, τοὺς ξεσμούς, τὸ πῦρ, τοὺς αἰκισμούς, στερρῶς ὑπομείναντες ὁμοῦ, καὶ οὐρανίων ἀγαθῶν καταξιούμενοι.Απελαύνονται ἐκ μόνης σου προσκλήσεως, τῆς πονηρίας πνεύματα, ἐγνωκότα σε Αθλητὴν ἀήττητον Χριστοῦ, Εἰρήναρχε μέλποντα θερμῶς· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.ΘεοτοκίονῬαθυμίᾳ με κρατούμενον διέγειρον, πρὸς ἐργασίαν Ἄχραντε θείων πράξεων, ἐνισχύουσά με κατ' ἐχθρῶν, ἀεὶ πολεμούντων με δεινῶς, καὶ ἐναντίοις λογισμοῖς, δελεαζόντων με.
Κανών α', ᾨδὴ η', τοῦ Ὁσίου
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐκ φλογὸς τοῖς ὁσίοις δρόσον ἐπήγασας, καὶ δικαίου θυσίαν ὕδατι ἔφλεξας· ἅπαντα γὰρ δράς, Χριστὲ μόνῳ τῷ βούλεσθαι· Σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας».Μανικώτατοι ὥσπερ θῆρες συνέλαβον, τοῦ Χριστοῦ τὸ ἀρνίον, παίοντες, κτείνοντες, καὶ μετὰ ἀνδρῶν ἀνομούντων συνθάπτοντες, οἱ παρανομίᾳ, συζῶντες εἰς αἰῶνας.Ἀπηνῶς σου τὴν κάραν ἐχθρὸς συνέτριψεν, ἣν Θεὸς ἐν ὑψίστοις στέφει κατέστεψε, τῷ νικητικῷ, Στεφανῖτα πολύαθλε, κλέος τῶν Μαρτύρων, καὶ πάντων τῶν Ὁσίων.Καρτερῶς, τῷ διώκτῃ ἀντιταττόμενος, ὁ θεόφρων Ἀνδρέας πληγαῖς συγκόπτεται, καὶ ἀνηλεῶς, θανατοῦται ὁ δίκαιος, μέλπων τῷ Δεσπότῃ, Χριστῷ εἰς τοὺς αἰῶνας.Ἁγιώτατος οἶκος ἤδη γενόμενος, τὸν ἐν πᾶσιν Ἁγίοις ἀναπαυόμενον, ἔσχες ἐν τῇ σῇ, ἐνοικοῦντα πολύαθλε, Στέφανε καρδίᾳ εἰς πάντας τοὺς αἰῶνας.ΘεοτοκίονῬαντισμῷ θείου λύθρου θεοχαρίτωτε, ἐκ πλευρᾶς κενωθέντος, τοῦ σοῦ Υἱοῦ καὶ Θεοῦ, τὸν ἐκ πονηρᾶς, ἁμαρτίας προσόντα μοι, ῥύπον δυσωπῶ σε, ἀπόπλυνον Παρθένε.
Κανών β', ᾨδὴ η', τοῦ Μάρτυρος
Ἦχος πλ. β'
Ἐκ φλογὸς τοῖς ὁσίοις ΤΟ ΑΚΟΥΤΕ
Τῶν αἱμάτων τῷ λύθρῳ ἐπισταζόμενος, καὶ μαστίγων τῷ κάλλει καλλωπιζόμενος, τῷ Νικοποιῷ, παραστὰς ὦ Εἰρήναρχε, νίκης τὰ βραβεῖα, πρὸς τούτῳ ἐκομίσω.Ὑψωθεὶς τῇ ἀγάπῃ τοῦ Παντοκράτορος, διωκτῶν ἐπηρμένην ὀφρὺν κατέαξας, καὶ εἰδωλικόν, ἐταπείνωσας φρύαγμα, Μάρτυς ἀθλοφόρε, Εἰρήναρχε παμμάκαρ.Συμπαθείας με θείας Μάρτυς ἀξίωσον, πειρασμῶν καὶ κινδύνων ἀπολυτρούμενος, πίστει σε θερμῇ, τὸν τιμῶντα Εἰρήναρχε, καὶ ὑπὸ τὴν σκέπην, τὴν σὴν προσπεφευγότα.ΘεοτοκίονΧαῖρε ἅγιον ὄρος καὶ θεοβάδιστον, ἀπορρήτων πραγμάτων χαῖρε φανέρωσις, ἄκουσμα φρικτόν, δυσθεώρητον ὅραμα, χαῖρε τῶν πεσόντων, ἀνάκλησις Παρθένε.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ἐκ φλογὸς τοῖς Ὁσίοις δρόσον ἐπήγασας, καὶ Δικαίου θυσίαν ὕδατι ἔφλεξας· ἅπαντα γὰρ δρὰς Χριστέ, μόνω τῷ βούλεσθαι· Σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας».
Κανών α', ᾨδὴ θ', τοῦ Ὁσίου
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον, ὃν οὐ τολμᾷ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα, διὰ σοῦ δὲ Πάναγνε, ὡράθη βροτοῖς, Λόγος σεσαρκωμένος, ὃν μεγαλύνοντες, σὺν ταῖς οὐρανίαις στρατιαῖς, σὲ μακαρίζομεν».Ἰδὼν ἀγάλλῃ Ἀγγέλων τάγματα, Πατριαρχῶν, Ὁσίων, Προφητῶν, Ἀποστόλων τε, καὶ Δικαίων ἁπάντων θεόπνευστε, οἷς συμπεριπολεύων μνήσθητι, πρόστηθι, τῶν εἰλικρινῶς ἐπὶ τῆς γῆς, μακαριζόντων σε.Ὡς φῶς ὡς ὄρθρος ὡς μέγας ἥλιος, ὡς οὐρανὸς κατάστερος θαυμάτων λαμπρότησι, καὶ στιγμάτων ἁγίων γεγένησαι, πάντων τὰς διανοίας, τῶν εὐφημούντων σε, Στέφανε λαμπρύνων ἀληθῶς, Μάρτυς πολύαθλε.Στερροῖς ἀσκήσεως ἀγωνίσματι, καταβαλὼν τοῦ σκότους τὰς ἀρχὰς Πάτερ πρότερον, ἐπ' ἐσχάτων ἀθλήσας στερρότατα, παντελεῖ ἀπωλείᾳ, ταύτας παρέδωκας, Στέφανε μαρτύρων καλλονή, Ὁσίων καύχημα.Ἡ σὴ περίδοξος μνήμη σήμερον, φωτιστικαῖς ἀκτῖσι χαρισμάτων τοῦ Πνεύματος, καταυγάζει τὰ τῆς γῆς πληρώματα· ἣν ἐν ἀγαλλιάσει, νῦν ἑορτάζοντας, φώτισον, ἁγίασον ἡμᾶς, θεομακάριστε.ΘεοτοκίονΦωτὸς δοχεῖον θεοχαρίτωτε, τῶν ἱερῶν Μαρτύρων ἀληθῶς τὸ κραταίωμα, καὶ Ὁσίων ἁπάντων τὸ καύχημα, σῶσον ἡμᾶς κινδύνων, καὶ περιστάσεων, καὶ τῆς τῶν ἐχθρῶν ἐπιδρομῆς, τοὺς ἀνυμνοῦντάς σε.
Κανών β', ᾨδὴ θ', τοῦ Μάρτυρος
Ἦχος πλ. β'
Θεὸν ἀνθρώποις ΤΟ ΑΚΟΥΤΕ
Αὐτὸ τὸ ἔσχατον καὶ ἀκρότατον, τῶν ἐφετῶν κατείληφας θεόφρον Εἰρήναρχε, καὶ μεθέξει Θεὸς ἐχρημάτισας, ψάλλων σὺν Ἀσωμάτοις Ἅγιος, ἅγιος, ἅγιος, Τριὰς ἡ παντουργός, καὶ παντοδύναμος.Ῥυσθεὶς παγίδων τῶν θηρευόντων σε, καλιὰν οὐράνιον κατέπαυσας Ἔνδοξε, καὶ Μαρτύρων συνήφθης στρατεύμασι, μετὰ τῶν σῶν συνάθλων· ὅθεν γεραίρομεν μνήμην τὴν ὑμῶν περιχαρῶς, πανηγυρίζοντες.Ἰσχὺν καὶ κράτος Χριστὸν τιθέμενος, τὸ χαλεπὸν βασάνων διεπέρασας πέλαγος, καὶ τοὺς ἄνω λιμένας κατέλαβες, ὅλος ὡραϊσμένος, ὅλος τοῦ Πνεύματος, ταῖς φωτοχυσίαις δαψιλῶς, περιχεόμενος.ΘεοτοκίονΝοεῖν τὸ θαῦμα τὸ ἀκατάληπτον, τοῦ τοκετοῦ τοῦ σοῦ Παρθενομῆτορ μὴ σθένοντες, σιωπῇ τοῦτο μᾶλλον δοξάζομεν, καὶ σὲ δοξολογοῦμεν, τὴν παμμακάριστον, μόνην καὶ καλὴν ἐν γυναιξίν, ὦ Παναμώμητε.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον, ὃν οὐ τολμᾷ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα· διὰ σοῦ δὲ Πάναγνε ὡράθη βροτοῖς, Λόγος σεσαρκωμένος, ὃν μεγαλύνοντες, σὺν ταῖς οὐρανίαις στρατιαῖς, σὲ μακαρίζομεν».
Ἐξαποστειλάριον τοῦ Ὁσίου
Ἦχος γ'
Ἐπεσκέψατο ἡμᾶς ΤΟ ΑΚΟΥΤΕ
Ἐκομίσω πρὸς Χριστοῦ, διπλοῦν τὸ στέφος Στέφανε, ἀσκήσας ὑπερβαλλόντως, καὶ μαρτυρήσας ὡς αὐτοῦ, εἰκόνα σεβαζόμενος, πάντων τε τῶν Ἁγίων, μεθ' ὧν ἡμῶν μνήσθητι.
Ἐξαποστειλάριον
Ἦχος γ'
Ἐπεσκέψατο ἡμᾶς ΤΟ ΑΚΟΥΤΕ
Τοὺς τὴν εἰκόνα τοῦ Χριστοῦ, μὴ προσκυνοῦντας Στέφανε, κατῄσχυνας ὡς ἀθέους, καὶ μαρτυρίου καλλοναῖς, καὶ στίγμασι κεκόσμησαι· διὰ τοῦτο πιστῶς σε ἀεὶ μακαρίζομεν.
Θεοτοκίον
Ἦχος γ'
Ἐπεσκέψατο ἡμᾶς ΤΟ ΑΚΟΥΤΕ
Ἄχραντε Δέσποινα ἁγνή, καὶ μόνη ἀπειρόγαμε, ἡ Βασιλὶς καὶ Κυρία, σὺ δυσώπει τὸν ἐκ σοῦ τεχθέντα Λυτρωτὴν ἡμῶν, σῶσαι κόσμον ἐκ πάντων, κακῶν τε καὶ θλίψεων.
Ἀπόστιχα
Δοξαστικὸν, Τοῦ Ὁσίου
Ἦχος γ'
Ἀφιερωθεὶς τῷ Θεῷ ἐκ κοιλίας μητρικῆς, ὡς ἄλλος Σαμουήλ, Ὅσιε Στέφανε, φερωνύμως στέφανος ἀνεδείχθης τῶν πιστῶν, εὐσεβείας βακτηρία καὶ ἑδραίωμα, καὶ τοῦ θείου Πνεύματος καθαρὸν οἰκητήριον. Αἴτησαι ἡμῖν τοῖς τιμῶσί σε τὸ μέγα ἔλεος.
Θεοτοκίον
Ἦχος γ'
Θεοτόκε ἡ προστασία πάντων τῶν δεομένων, εἰς σὲ θαρροῦμεν, εἰς σὲ καυχώμεθα, ἐν σοὶ πᾶσα ἡ ἐλπὶς ἡμῶν ἐστι· πρέσβευε τῷ ἐκ σοῦ τεχθέντι, ὑπὲρ ἀχρείων δούλων σου.
Σταυροθεοτοκίον
Ἦχος γ'
Μεγάλη τοῦ Σταυροῦ σου ΤΟ ΑΚΟΥΤΕ
Ῥομφαία τὴν καρδίαν σου διῆλθε Πάναγνε, ἡνίκα τὸν υἱόν σου, ἐπὶ Σταυροῦ προσέβλεψας, καὶ ἐβόας· Μὴ ἄτεκνόν με δείξῃς, Υἱέ μου καὶ Θεέ μου, ὁ συντηρήσας με μετὰ τόκον Παρθένον.
| TA ΜΗΝΑΙΑ | Νοέμβριος | 28 |
Nov 29
Τῌ ΚΘ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥΜνήμη τοῦ Ἁγίου Μάρτυρος Παραμόνου
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια τρία τοῦ Μάρτυρος.
Στιχηρὰ τοῦ Μάρτυρος
Ἦχος δ'
Ὁ ἐξ ὑψίστου κληθεὶς ΤΟ ΑΚΟΥΤΕ
Φωτοφανείας σαφῶς πεπυρσευμένος, παμμάκαρ Παράμονε, τοῦ θείου Πνεύματος, σκότος βαθύτατον τέλεον, ἀπεβδελύξω, πολυθεΐας καὶ ηὐτομόλησας, εὐθέτου λαβόμενος, καιροῦ πανόλβιε, πρὸς τὰ προκείμενα σκάμματα, γενναιοφρόνως· καὶ νικηφόρος ὀφθεὶς κατέβαλες, τὸν ἀλαζόνα καὶ πολέμιον, πάντων βροτῶν μεγαλύνων Χριστόν, ὅν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.
Ἦχος δ'
Διὰ τὸν πάντων Θεὸν καὶ Βασιλέα, δῆμον πολυάριθμον κατασφαττόμενον, κατανοήσας Παράμονε, τῷ θείῳ ζήλῳ, ὅλως ἐθέλχθης καὶ ἀνεβόησας· Χριστοῦ δοῦλος γνήσιος, ὑπάρχω πάντοτε· γνῶτε παράνομοι τύραννοι· καὶ ὡς ἀρνίον, ἄκακον θύεσθαι νῦν αὐτόκλητος, παρεγενόμην· μὴ οὖν μέλλετε, θῦμα δεκτὸν τῷ τυθέντι σαρκί, δι' ἐμὲ ἑκουσίως, τοῦ γενέσθαι κατεπείγομαι.
Ἦχος δ'
Τῇ ἑπταρίθμω τιμώμενος δεκάδι, τριπλῇ τε ὁ τίμιος, ἑκατοντάδι χορός, τῶν ἀθλοφόρων πολύθεον, καθεῖλε πλάνην, παρανομούντων διὰ τῆς πίστεως· μεθ' οὗ ἐστεφάνωσαι, ἀγωνισάμενος, γενναιοφρονως Παράμονε, καὶ ταῖς χορείαις, τῶν Ἀσωμάτων χαίρων ἠρίθμησαι· μεθ' ὧν δυσώπει πάσης θλίψεως, καὶ πειρασμῶν λυτρωθῆναι ἡμᾶς, τούς σὲ ἀνευφημοῦντας, καὶ γνησίως μακαρίζοντας.
Θεοτοκίον
Ἦχος δ'
Ὁ ἐξ ὑψίστου κληθεὶς ΤΟ ΑΚΟΥΤΕ
Οὐκ ἀποκρύπτω ὁ τάλας τὰ δεινά μου, ὅτι πάντα κέκτημαι ἅπερ μισεῖ ὁ Θεός, σάρκα μολύνας καὶ πνεῦμά μου, καὶ νοῦν ἐννοίαις, καὶ ἀθεμίτοις ἔργοις καὶ λόγοις αἰσχροῖς· γλώσσῃ κατακρίνων τε τοὺς ἁμαρτάνοντας, αὐτὸς τὰ χείρω ἐργάζομαι· Θεογεννῆτορ, τούτων μοι δίδου πάντων διόρθωσιν, ἵνα ἐκνήψας τῆς κακίστης μου, συνηθείας προσπέσω καὶ κλαύσωμαι, ἃ δεινὰ εἰργασάμην, τῆς ζωῆς μου τὸ ὑπόλοιπον.
Σταυροθεοτοκίον
Ἦχος δ'
Ὁ ἐξ ὑψίστου κληθεὶς ΤΟ ΑΚΟΥΤΕ
Μὴ ἐποδύρου μου Μῆτερ καθορῶσα, ἐν ξύλῳ κρεμάμενον, τὸν σὸν Υἱὸν καὶ Θεόν, τὸν ἐφ' ὑδάτων κρεμάσαντα, τὴν γῆν ἀσχέτως, καὶ πᾶσαν κτίσιν δημιουργήσαντα· καὶ γὰρ ἀναστήσομαι καὶ δοξασθήσομαι, καὶ τὰ τοῦ ᾍδου βασίλεια, συντρίψω σθένει, καὶ ἀφανίσω τούτου τὴν δύναμιν, καὶ τοὺς δεσμίους ἐκλυτρώσομαι, τῆς αὐτοῦ κακουργίας ὡς εὔσπλαγχνος, καὶ χαρίσομαι τούτοις, βασιλείαν τὴν αἰώνιον.
Ἀπολυτίκιον
Ἦχος δ' ΤΟ ΑΚΟΥΤΕ
Ταχὺ προκατάλαβε
Ὁ Μάρτυς σου, Κύριε, ἐν τῇ ἀθλήσει αὐτοῦ, τὸ στέφος ἐκομίσατο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· ἔχων γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλεν, ἔθραυσε καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση· Αὐτοῦ ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Ὁ Κανὼν τοῦ Μάρτυρος, οὗ ἡ Ἀκροστιχίς.Ὑμνεῖν σε τὴν νῦν δίδου Μάρτυς χάριν.Ἰωσήφ.ᾨδὴ α'
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θαλάσσης τὸ ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν, ὁ παλαιὸς πεζεύσας Ἰσραήλ, σταυροτύποις Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν τῇ ἐρήμῳ ἐτροπώσατο».Ὑμνοῦντος, τὴν φωτοφόρον μνήμην σου, Μάρτυς Παράμονε, φωτιστικαῖς τοῦ Πνεύματος αὐγαῖς, τὴν καρδίαν μου φώτισον, καὶ παραμένειν θείαις με, νομοθεσίαις ἐνδυνάμωσον.Μαρτύρων, περιφανῶς τὴν εὔκλειαν, μάκαρ ἐπλούτησας, μαρτυρικαῖς ἐμπρέψας καλλοναῖς, καὶ ὡραίοις ἐν στίγμασιν, ὡραιωθεὶς Παράμονε· ὅθεν πιστῶς σε μακαρίζομεν.Ναμάτων, ζωοποιῶν τοῦ Πνεύματος, ὑπάρχων ἔμπλεως, τοὺς ἀθεΐας καύσωνι δεινῷ, ἐκτακέντας ἐδρόσισας, καὶ πρὸς τὸ ὕδωρ Ἔνδοξε, τῆς ἀναπαύσεως ὡδήγησας.ΘεοτοκίονἘν χρόνῳ, τὸν ἔξω χρόνου τέτοκας, βροτὸν γενόμενον· ὃν ἐκτενῶς ἱκέτευε Ἁγνή, ὡς υἱόν σου καὶ Κύριον, τὰ τῆς ψυχῆς μου χρόνια, πάθη ἰάσασθαι πανάμωμε.
Κανών α', ᾨδὴ γ', τοῦ Μάρτυρος
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου, Χριστὲ κράζουσα· Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα».Τὴν ἔπαρσιν τοῦ ἐχθροῦ, ταπεινωθείς, διὰ Χριστὸν ἔθραυσας, καὶ τὰς αὐτοῦ φάλαγγας, ξίφει καρτερίας συνέκοψας.Ἠκύρωσας πονηρόν, κατὰ τῆς πίστεως ἡμῶν βούλημα, καὶ καρτερῶς ἤθλησας, Μάρτυς ἀθλοφόρε Παράμονε.Νενεύρωσαι θεϊκῇ, ὡς στρατιώτης δυνατὸς χάριτι, καὶ χαλεπὰ βάσανα, Μάρτυς ὥσπερ ὄναρ λελόγισαι.ΘεοτοκίονΣτερέωσόν μου τὸν νοῦν, περιτρεπόμενον πολλοῖς πάθεσι, Μήτηρ Θεοῦ πάναγνε, ὅπως κατὰ χρέος δοξάζω σε.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου, Χριστὲ κράζουσα· Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα».
Κάθισμα
Ἦχος δ'
Ταχὺ προκατάλαβε ΤΟ ΑΚΟΥΤΕ
Ὁ Μάρτυς Παράμονος, καρτερικῶς ἐναθλῶν, τοῖς ῥείθροις τοῦ αἵματος, πολυθεΐας πυράν, ἐνθέως κατέσβεσεν· ὅθεν τῶν ἰαμάτων, εἰληφὼς θείαν χάριν, δαίμονας ἀπελαύνει, καὶ νοσήματα παύει αὐτοῦ Χριστὲ πρεσβείαις, σῶσον τὰς ψυχὰς ἡμῶν.ΘεοτοκίονΤὴν χάριν νῦν ἅπαντες, ἀνευφημήσωμεν, Μητρὸς τοῦ Θεοῦ ἡμῶν, ὡς δι' αὐτῆς τὴν χαράν, τῷ κόσμῳ αὐγάσασαν, λύσιν τῆς ἁμαρτίας, εὑραμένη ἡ φύσις, ἅπασα τῶν ἀνθρώπων, γηθομένη κραυγάζει· Εὐχαῖς αὐτῆς Κύριε, ῥῦσαι ἡμᾶς τῶν δεινῶν.Ἢ ΣταυροθεοτοκίονΣταυρῷ ὡς ἑώρακας, τὸν σὸν Υἱὸν καὶ Θεόν, Παρθένε πανύμνητε, καὶ ἀπειρόγαμε, ἀνύμνεις δακρύουσα· Δόξα βοῶσα Λόγε, τῇ φρικτῇ σου βουλήσει· θέλων γὰρ ἐνεκρώθης, ἡ ζωὴ τῶν ἁπάντων, ῥυόμενος τὸν κόσμον, φθορᾶς ὡς ὑπεράγαθος.
Κανών α', ᾨδὴ δ', τοῦ Μάρτυρος
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐπαρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία, ἐπὶ Σταυροῦ τὸν Ἥλιον τῆς δικαιοσύνης, ἔστη ἐν τῇ τάξει αὐτῆς, εἰκότως κραυγάζουσα· Δόξα τῇ δυνάμει σου Κύριε».Ἡ καρδία σου ἀνδρείᾳ ὠχυρωμένη, καὶ παρρησίᾳ ἔνδοξε, πεπυρακτωμένη, βάσανα πολύπλοκα νηπίων τοξεύματα, Μάρτυς τοῦ Χριστοῦ ἐλογίσατο.Νεκρωθέντας ταῖς προστάξεσι τοῦ τυράννου, τοὺς Ἀθλητὰς θεώμενος, ζῆλον κατ' ἐκείνους, ἔνθεον ἀνέλαβεν, ὁ Μάρτυς Παράμονος, καὶ πρὸς τὸ παθεῖν ηὐτομόλησεν.Νεανικῶς σε τεινόμενον καὶ ταῖς λόγχαις, ἀνηλεῶς νυπόμενον, καὶ τὰς μεθοδείας, τοῦ ἐχθροῦ τροπούμενον, Χριστὸς ἐστεφάνωσεν, ὁ ἀγωνοθέτης Μακάριε.Ὑπομονὴν ἐκπληττόμενος τῶν Μαρτύρων, καὶ τὴν αὐτῶν τελείωσιν, Ἔνδοξε θαυμάζων, τούτοις ἐκοινώνησας, τοῦ ζήλου τῆς πίστεως, καὶ τῆς ὑπερτίμου ἀθλήσεως.ΘεοτοκίονΝεκρωθέντας τοὺς ἀνθρώπους τῇ παραβάσει, τῷ ζωηφόρῳ τόκῳ σου, Παρθένε Μαρία, πάντας ἀνενέωσας· διὸ σε δοξάζομεν, καὶ θεοπρεπῶς μακαρίζομεν.
Κανών α', ᾨδὴ ε', τοῦ Μάρτυρος
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σὺ Κύριέ μου φῶς, εἰς τὸν κόσμον ἐλήλυθας, φῶς ἅγιον ἐπιστρέφον, ἐκ ζοφώδους ἀγνοίας τοὺς πίστει ἀνυμνοῦντάς σε».Δῶρον πολυτελές, σεαυτὸν προσενήνοχας, τῷ Κτίστῃ σου ἐναθλήσας, καὶ τὴν πλάνην νικήσας, Μαρτύρων ἐγκαλλώπισμα.Ἱδρύματα σοφέ, τῶν Δαιμόνων καὶ ξόανα, συνέτριψας ἡδρασμένον, λογισμὸν κεκτημένος, ἐν πέτρᾳ θείας πίστεως.Δαιμόνων τὴν πληθύν, ἀνδρικῶς ἐτραυμάτισας, τῷ τραύματι τῆς σαρκός σου, Ἀθλητὰ γενναιόφρον· διὸ σε μακαρίζομεν.ΘεοτοκίονὉμότιμος Πατρί, ἐνυπάρχων καὶ Πνεύματι, ὁ Κύριος ἐξ ἁγνῶν σου, ἐσαρκώθη αἱμάτων, Ἁγνὴ βροτὸς γενόμενος
Κανών α', ᾨδὴ ς', τοῦ Μάρτυρος
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως, Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι' οἶκτον, ἐκ τῆς πλευρᾶς σου, ῥεύσαντι αἵματι».Ὕπτιος ἐν καιρῷ τῶν ἀγώνων οὐ γέγονας, ἐγηγερμένος δὲ μᾶλλον, καὶ πρὸς θείαν ἄθλησιν ῥωμαλέος· διὰ τοῦτο, τῶν στεφάνων τῆς δόξης ἐπέτυχες.Μαρτύρων, ὁμηγύρει σαυτὸν συγκαταλέξας, τελειωθείσῃ προθύμως, πρὸ τῆς σῆς Ἀοίδιμε μαρτυρίας, καὶ σὺν τούτοις, σωτηρίου παστάδος ἠξίωσαι.Αἱ λόγχαι, μιμητὴν σε Χριστοῦ ἀπειργάσαντο· αἷς τιτρωσκόμενος Μάρτυς, πρὸς αὐτὸν ἀνέπτης στεφανηφόρος, θανατώσας, ὑπομονῆς τοὺς ἄφρονας ξίφεσι.ΘεοτοκίονῬῦσαὶ με, τῶν σκανδάλων τοῦ βίου Πανάχραντε, τὸν ἐν νυκτὶ σκοτομαίνης, λογισμῶν ἀτόπων κεκρατημένον, καὶ κακίᾳ, τοῦ δυσμενοῦς ἀεὶ σκοτιζόμενον.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι' οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι».
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΚΘ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς ἀθλήσεως τοῦ Ἁγίου Μάρτυρος Παραμόνου, καὶ τῶν Ἁγίων τριακοσίων ἑβδομήκοντα συμμαρτύρων αὐτοῦ.ΣτίχοιὉ Παράμονος νύπεταί σοι Χριστέ μου.Γνοὺς γὰρ Θεὸν μόνον σε, σοὶ θνῄσκει μόνῳ.Ξίφει κεφαλὰς ἄνδρες ἑπτάκις δέκαΣὺν ἐξαπλῇ διδοῦσι πεντηκοντάδι.Παράμονον δ' ἐνάτῃ κτάνον εἰκάδι ἔγχεα μακρά.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Φιλουμένου.ΣτίχοιΦιλουμένου πείρουσιν ἥλοις τοὺς πόδας,Χριστὸν φιλοῦντος καὶ Θεῷ φιλουμένου.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Νικολάου, Ἀρχιεπισκόπου Θεσσαλονίκης, καὶ τοῦ Ἁγίου Ἱερομάρτυρος τοῦ ἐν Περσίδι, καὶ τῶν Ἁγίων ἓξ Μαρτύρων, οὕς διωκομένους, πέτρα ῥαγεῖσα ὑπεδέξατο αὐτούς.ΣτίχοιἬνοιξε πέτραν εἰς ταφὴν ἓξ ἀνδράσιν,Ὁ νεκρὸς εὑρὼν εἰς ταφὴν Χριστὸς πέτραν.Τῇ αὐτῇ ἡμέρᾳ, ὃ Ἅγιος Οὐρβανὸς Ἐπίσκοπος Μακεδονίας, ἐν εἰρήνῃ τελειοῦται.ΣτίχοιὉ χερσὶν οὗτος ἐκπνέων τῶν Ἀγγέλων,Οὐρβανὸς ἐστιν, οὗ βίος κατ' Ἀγγέλους.Τῇ αὐτῇ ἡμέρᾳ, ὃ Ἅγιος Διονύσιος, Ἐπίσκοπος Κορίνθου, ξίφει πληγεὶς τελειοῦται.ΣτίχοιΔιονύσιος εἷς τελῶν θυηπόλων,Ξίφος μετελθών, εἷς ἐστι καὶ Μαρτύρων.Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Παγκόσμιος ἐν εἰρήνῃ τελειοῦται.ΣτίχοιΣύμπας ὁ κόσμος οὐδὲν ἦν Παγκοσμίῳ·Ἐδὲμ γὰρ ἤρα καὶ μόνης, ἣν λαμβάνει.Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Πιτυροῦν ἐν εἰρήνῃ τελειοῦται.ΣτίχοιΤῇ σῇ θελήσει πρὸς σὲ χωρεῖ Χριστέ μου,Ὁ σῶν Πιτυροῦν ἐργάτης θελημάτων.Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Οὐαλλερῖνος ξίφει τελειοῦται.Στίχοι Διὰ στέφος πάντιμον οἴσω καὶ ξίφος. Ὁ Μάρτυς ἐκραύγαζεν Οὐαλλερῖνος.Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Φαῖδρος, ῥητίνης ζεούσης καταχεθείσης αὐτῷ, τελειοῦται.ΣτίχοιΠολλοὺς πρὸς ἄλλα, πρὸς δὲ ῥητίνης ζέσιν,Στερρῶς ἀθλοῦντα, Φαῖδρον ἔγνωμεν μόνον.Ταὶς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Κανών α', ᾨδὴ ζ', τοῦ Μάρτυρος
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐν τῇ καμίνῳ, Ἀβραμιαῖοι Παῖδες τῇ Περσικῇ, πόθῳ εὐσεβείας μᾶλλον ἢ τῇ φλογί, πυρπολούμενοι ἐκραύγαζον· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε».Τῶν ἰαμάτων, καὶ τῶν θαυμάτων χάριν σοφέ, Μάρτυς ἐκ Θεοῦ πλουτήσας περιφανῶς, ἰατρεύεις τοὺς κραυγάζοντας· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε.Ὑφαπλουμένων, κολαστηρίων οὐκ ἐφρόντισας, ὅλην τὴν φροντίδα ἔχων ἐν οὐρανοῖς, καὶ κραυγάζων Ἀξιάγαστε· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε.Σὺ τῶν αἱμάτων, Ἀθλητὰ τῷ πυρὶ ἔφλεξας, ὕλην ἀθεΐας ἔνδοξε πονηράν, τῇ δὲ δρόσῳ τῶν θαυμάτων σου, τοὺς ἐν τῷ καύσωνι, τῶν δυσχερῶν δροσίζεις Παράμονε.ΘεοτοκίονΧαῖρε ἡ μόνη, τὴν χαρὰν τοῖς ἀνθρώποις κυήσασα, χαῖρε οὐρανὲ καὶ θρόνε Χερουβικέ, καὶ περίδοξον παλάτιον, τοῦ Βασιλεύοντος, τῶν αἰώνων πανάμωμε Δέσποινα.
Κανών α', ᾨδὴ η', τοῦ Μάρτυρος
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες· Εὐλογεῖτε πάντα τὰ ἔργα, Κυρίου τὸν Κύριον».Ἄγρυπνὸν σε φύλακα Πιστῶν, κατεπλουτήσαμεν, κατακοιμίζοντα, δαιμόνων φάσματα πάντοθεν, καὶ σαρκὸς ἄγρια κύματα, καὶ καταιγίδας λογισμῶν, Μάρτυς πολύαθλε, τῶν βοώντων· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.Ῥείθροις σῶν αἱμάτων ἱερῶν, πορφύραν ἔβαψας, σαυτῷ παλαίωσιν, μηδόλως μέλλουσαν δέχεσθαι, καὶ λαμπρῶς ὡραϊζόμενος, τὰ ἐπουράνια οἰκεῖς, βοῶν μακάριε· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.Ἱερεῖον ὥσπερ καθαρόν, καὶ θῦμα ἄμωμον, καὶ καλλιέρημα, ὁλοκαυτούμενον ἄνθραξιν, ἱερᾶς Μάρτυς ἀθλήσεως, τῷ ἀθλοθέτῃ σου Χριστῷ, προσήχθης μέλπων σοφέ· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.ΘεοτοκίονΝόμου σε σκιαὶ καὶ Προφητῶν προδιεχάραξαν, σεπτὰ κηρύγματα, ἀρρήτως μέλλουσαν ἔσεσθαι, τοῦ Θεοῦ λοχεύτριαν, θεοχαρίτωτε Ἁγνή· ᾧ πάντες μέλπομεν· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα ἐν λάκκῳ ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον».
Κανών α', ᾨδὴ θ', τοῦ Μάρτυρος
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας, τὰς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν».Ἴδε φωταυγοῦς Ἀθλοφόρου, φωτοφανὴς ἔλαμψε μνήμη, πάντων τῶν Πιστῶν τὰς καρδίας, φωταγωγοῦσα τῷ θείῳ Πνεύματι, περιχαρῶς χορεύσωμεν, τοῦτον ἐν πίστει μακαρίζοντες.Ὡς τῇ ἑπτακύκλῳ δεκάδι, καὶ τῇ τριπλῇ ἑκατοντάδι, ἀκαταγωνίστων Μαρτύρων, συναγελάζων, μεθ' ὧν τὸ σῶμά σου, Μάρτυς Χριστοῦ κατάκειται, σὺν τούτοις πρέσβευε σωθῆναι ἡμᾶς.Στάδιον ἀνύσαντες πόνων, πολυειδῶν μεμεστωμένον, καὶ μετὰ Χριστοῦ τοῦ τὸν κόσμον, νενικηκότος λαμπρῶς νικήσαντες, στεφανηφόροι Μάρτυρες, τοὺς οὐρανοὺς περιπολεύετε.Ἤρθης ἀπὸ γῆς καὶ τὰ γέρα, τῶν σῶν ἀγώνων ἐκομίσω, νῦν δὲ ποταμοὺς ἀναβλύζεις, ἡμῖν θαυμάτων τοῖς σὲ γεραίρουσι, καὶ εὐσεβῶς τὴν μνήμην σου, πανηγυρίζουσι Παράμονε.ΘεοτοκίονΦώτισον ψυχῆς μου τὰς κόρας, ἀμαυρωθείσας ἀβλεψίᾳ, τῆς φθοροποιοῦ ἁμαρτίας, Θεογεννῆτορ πάναγνε Δέσποινα· σὺ γὰρ Πιστῶν βοήθεια, καὶ φωτισμὸς ὑπάρχεις Ἄχραντε.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας τὰς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν».
| TA ΜΗΝΑΙΑ | Νοέμβριος | 29 |
Nov 30
Τῌ Λ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥΜνήμη τοῦ Ἁγίου καὶ ἐνδόξου Ἀποστόλου Ἀνδρέου τοῦ Πρωτοκλήτου.
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τὰ παρόντα τρία, δευτεροῦντες αὐτά.
Στιχηρὰ Προσόμοια τοῦ Ἀποστόλου
Ἦχος δ'
Ὁ ἐξ ὑψίστου κληθεὶς ΤΟ ΑΚΟΥΤΕ
Ὁ τῷ Προδρόμου φωτὶ μεμορφωμένος, ὅτε τὸ ἀπαύγασμα τὸ ἐνυπόστατον, τῆς πατρικῆς δόξης ἔφανεν, ἀνθρώπων γένος, δι' εὐσπλαγχνίαν σῶσαι βουλόμενος, τότε πρῶτος Ἔνδοξε, τούτῳ προσέδραμες, καταυγασθεὶς τὴν διάνοιαν, τελειοτάτῃ, μαρμαρυγῇ αὐτοῦ τῆς Θεότητος· ὅθεν καὶ κήρυξ καὶ Ἀπόστολος, χρηματίζεις Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.
Ἦχος δ'
Ὁ τῆς Προδρόμου φωνῆς ἐνηχημένος, ὅτε ὁ πανάγιος Λόγος σεσάρκωται, ζωὴν ἡμῖν παρεχόμενος, καὶ σωτηρίαν, τοῖς ἐπὶ γῆς εὐαγγελιζόμενος, τότε τούτῳ Πάνσοφε, κατηκολούθησας, καὶ σεαυτὸν ἀκροθίνιον, καὶ παναγίαν, ὡς ἀπαρχὴν αὐτῷ καθιέρωσας· ὃν καὶ ἐπέγνως καὶ ἐμήνυσας, τῷ συγγόνῳ τῷ σῷ τὸν Θεὸν ἡμῶν, ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.
Ἦχος δ'
Ὁ τῷ ἐκ στείρας βλαστήσαντι φοιτήσας, ὅτε ὁ Παρθένιος τόκος ἀνέτειλε, τῆς εὐσεβείας Διδάσκαλος, καὶ σωφροσύνης, ὑποδεικνύων τὴν καθαρότητα, τότε σὺ θερμότατος, τῆς ἀρετῆς ἐραστής, Ἀνδρέα μάκαρ γεγένησαι, τὰς ἀναβάσεις, ἐν σῇ καρδίᾳ διατιθέμενος, καὶ ἀπὸ δόξης πρὸς τὴν ἄφραστον, ἤρθης δόξαν Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.
Δοξαστικὸν
Ἦχος δ'
Ἀνατολίου
Τὴν τῶν ἰχθύων ἄγραν, καταλιπὼν Ἀπόστολε, ἀνθρώπους σαγηνεύεις, καλάμῳ τοῦ κηρύγματος, χαλῶν ὥσπερ ἄγκιστρον, τῆς εὐσεβείας τὸ δέλεαρ, καὶ ἀνάγων ἐκ τοῦ βυθοῦ τῆς πλάνης, τὰ ἔθνη ἅπαντα, Ἀνδρέα Ἀπόστολε, τοῦ Κορυφαίου ὁμαίμων, καὶ τῆς οἰκουμένης ὑφηγητὰ διαπρύσιε, πρεσβεύων μὴ ἐλλίπῃς ὑπὲρ ἡμῶν, τῶν ἐν πίστει καὶ πόθῳ εὐφημούντων πανεύφημε, τὴν ἀεισέβαστον μνήμην σου.
Θεοτοκίον
Ἦχος δ'
Ἀνατολίου
Ἡσαΐα χόρευε, λόγον Θεοῦ ὑπόδεξαι, προφήτευσον τῇ κόρῃ Μαριάμ, βάτον καταφλέγεσθαι, καὶ πυρὶ μὴ καίεσθαι, τῇ αἴγλῃ τῆς Θεότητος, Βηθλεὲμ εὐτρεπίζου, ἄνοιγε πύλην ἡ Ἐδὲμ καὶ Μάγοι πορεύεσθε, ἰδεῖν τὴν σωτηρίαν, ἐν φάτνῃ σπαργανούμενον, ὃν Ἀστὴρ ἐμήνυσεν, ἐπάνω τοῦ σπηλαίου, ζωοδότην Κύριον, τὸν σώζοντα τὸ γένος ἡμῶν.
Καθολικῆς α' Ἐπιστολῆς Πέτρου τὸ Ἀνάγνωσμα.(Κεφ. 1, 12, 1025 & 2, 16)Πέτρος, ἀπόστολος Ἰησοῦ Χριστοῦ, ἐκλεκτοῖς παρεπιδήμοις διασπορᾶς Πόντου, Γαλατίας, Καππαδοκίας, Ἀσίας, καὶ Βιθυνίας, κατὰ πρόγνωσιν Θεοῦ Πατρός, ἐν ἁγιασμῷ Πνεύματος, εἰς ὑπακοὴν καὶ ῥαντισμὸν αἵματος Ἰησοῦ Χριστοῦ, χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη. Ἀγαπητοὶ περὶ τῆς σωτηρίας τῶν ψυχῶν ὑμῶν ἐξεζήτησαν καὶ ἐξηρεύνησαν προφῆται οἱ περὶ τῆς εἰς ὑμᾶς χάριτος προφητεύσαντες· ἐρευνῶντες εἰς τίνα ἢ ποῖον καιρὸν ἐδήλου τὸ ἐν αὐτοῖς Πνεῦμα Χριστοῦ, προμαρτυρούμενον τὰ εἰς Χριστὸν παθήματα, καὶ τὰς μετὰ ταῦτα δόξας· οἷς ἀπεκαλύφθη ὅτι οὐχ ἑαυτοῖς, ἡμῖν δὲ διηκόνουν αὐτά, ἃ νῦν ἀνηγγέλη ὑμῖν διὰ τόν εὐαγγελισάμενον ὑμᾶς ἐν Πνεύματι Ἁγίῳ ἀποσταλέντι ἀπ οὐρανοῦ, εἰς ἃ ἐπιθυμοῦσιν Ἄγγελοι παρακύψαι. Διὸ ἀναζωσάμενοι τὰς ὀσφύας τῆς διανοίας ὑμῶν, νήφοντες, τελείως ἐλπίσατε ἐπὶ τὴν φερομένην ὑμῖν χάριν ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ, ὡς τέκνα ὑπακοῆς, μὴ συσχηματιζόμενοι ταῖς πρότερον ἐν τῇ ἀγνοίᾳ ὑμῶν ἐπιθυμίαις· Ἀλλὰ κατὰ τὸν καλέσαντα ὑμᾶς ἅγιον καὶ αὐτοὶ ἅγιοι ἐν πάσῃ ἀναστροφῇ γενήθητε· διότι γέγραπται· Ἅγιοι γίνεσθε, ὅτι ἐγὼ ἅγιος εἰμι· Καὶ εἰ Πατέρα ἐπικαλεῖσθε τὸν ἀπροσωπολήπτως κρίνοντα κατὰ τὸ ἑκάστου ἔργον, ἐν φόβῳ τὸν τῆς παροικίας ὑμῶν χρόνον ἀναστράφητε· εἰδότες ὅτι οὐ φθαρτοῖς ἀργυρίῳ ἢ χρυσίῳ, ἐλυτρώθητε ἐκ τῆς ματαίας ὑμῶν ἀναστροφῆς πατροπαραδότου, ἀλλὰ τιμίῳ αἵματι ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ· προεγνωσμένου μὲν πρὸ καταβολῆς κόσμου, φανερωθέντος δὲ ἐπ' ἐσχάτων τῶν χρόνων δι' ὑμᾶς, τοὺς δι' αὐτοῦ πιστεύοντας εἰς Θεόν , τὸν ἐγείραντα αὐτὸν ἐκ νεκρῶν, καὶ δόξαν αὐτῷ δόντα, ὥστε τὴν πίστιν ὑμῶν καὶ ἐλπίδα εἶναι εἰς Θεόν. Τὰς ψυχὰς ὑμῶν ἡγνικότες ἐν τῇ ὑπακοῇ τῆς ἀληθείας διὰ Πνεύματος εἰς φιλαδελφίαν ἀνυπόκριτον, ἐκ καθαρᾶς καρδίας ἀλλήλους ἀγαπήσατε ἐκτενῶς· Ἀναγεγεννημένοι οὐκ ἐκ σπορᾶς φθαρτῆς, ἀλλ᾽ ἀφθάρτου, διὰ λόγου ζῶντος Θεοῦ καὶ μένοντος εἰς τὸν αἰῶνα, διότι πᾶσα σάρξ ὡς χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου· ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος αὐτοῦ ἐξέπεσε· τὸ δὲ ῥῆμα Κυρίου μένει εἰς τὸν αἰῶνα, τοῦτο δὲ ἐστι τὸ ῥῆμα τὸ εὐαγγελισθὲν εἰς ὑμᾶς. Ἀποθέμενοι οὖν πᾶσαν κακίαν, καὶ πάντα δόλον καὶ ὑποκρίσεις, καὶ φθόνους, καὶ πάσας καταλαλιὰς, ὡς ἀρτιγέννητα βρέφη, τὸ λογικὸν καὶ ἄδολον γάλα ἐπιποθήσατε, ἵνα ἐν αὐτῷ αὐξηθῆτε, εἰς σωτηρίαν, εἴπερ ἐγεύσασθε ὅτι χρηστὸς ὁ Κύριος. Πρὸς ὃν προσέρχομενοι, λίθον ζῶντα, ὑπὸ ἀνθρώπων μὲν ἀποδεδοκιμασμένον, παρά δὲ Θεῷ ἐκλεκτόν, ἔντιμον, καὶ αὐτοὶ ὡς λίθοι ζῶντες οἰκοδομεῖσθε, οἶκος πνευματικὸς ἱεράτευμα ἅγιον, ἀνενέγκαι πνευματικὰς θυσίας, εὐπροσδέκτους τῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ. Διὸ καὶ περιέχει ἐν τῇ Γραφῇ· Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον ἀκρογωνιαῖον, ἐκλεκτὸν, ἔντιμον· καὶ ὁ πιστεύων ἐπ᾽αὐτὸν οὐ μὴ καταισχυνθῇ.
Καθολικῆς α' Ἐπιστολῆς Πέτρου τὸ Ἀνάγνωσμα.(Κεφ. 2, 2125 & 3, 19)Ἀγαπητοὶ Χριστὸς ὑπὲρ ὑμῶν ἔπαθεν, ὑμῖν ὑπολιμπάνων ὑπογραμμόν, ἵνα ἐπακολουθήσητε τοῖς ἴχνεσιν αὐτοῦ· ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ, ὃς λοιδορούμενος οὐκ ἀντελοιδόρει, πάσχων οὐκ ἠπείλει, παρεδίδου δὲ τῷ κρίνοντι δικαίως, ὃς τὰς ἁμαρτίας ἡμῶν αὐτὸς ἀνήνεγκεν ἐν τῷ σώματι αὐτοῦ ἐπὶ τὸ ξύλον, ἵνα, ταῖς ἁμαρτίαις ἀπογενόμενοι, τῇ δικαιοσύνῃ ζήσωμεν· οὗ τῷ μώλωπι αὐτοῦ ἰάθητε. Ἦτε γὰρ ὡς πρόβατα πλανώμενα· ἀλλ' ἐπεστράφητε νῦν ἐπὶ τὸν ποιμένα καὶ ἐπίσκοπον τῶν ψυχῶν ὑμῶν. Ὁμοίως, αἱ γυναῖκες ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν, ἵνα καὶ εἴ τινες ἀπειθοῦσι τῷ λόγῳ, διὰ τῆς τῶν γυναικῶν ἀναστροφῆς ἄνευ λόγου κερδηθήσονται ἐποπτεύσαντες τὴν ἐν φόβῳ ἁγνὴν ἀναστροφὴν ὑμῶν. Ὧν ἔστω οὐχ ὁ ἔξωθεν ἐμπλοκῆς τριχῶν, καὶ περιθέσεως χρυσίων, ἢ ἐνδύσεως ἱματίων κόσμος, ἀλλ' ὁ κρυπτὸς τῆς καρδίας ἄνθρωπος, ἐν τῷ ἀφθάρτῳ τοῦ πρᾳέος καὶ ἡσυχίου πνεύματος, ὃ ἐστιν ἐνώπιον τοῦ Θεοῦ πολυτελές. Οὕτω γὰρ ποτε καὶ αἱ ἅγιαι γυναῖκες αἱ ἐλπίζουσαι ἐπὶ τὸν Θεὸν ἐκόσμουν ἑαυτάς, ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν, ὡς Σάρρα ὑπήκουσε τῷ Ἀβραάμ, Κύριον αὐτὸν καλοῦσα, ἧς ἐγεννήθητε τέκνα, ἀγαθοποιοῦσαι καὶ μὴ φοβούμεναι μηδεμίαν πτόησιν. Οἱ ἄνδρες ὁμοίως, συνοικοῦντες κατὰ γνῶσιν, ὡς ἀσθενεστέρῳ σκεύει τῷ γυναικείῳ ἀπονέμοντες τιμήν, ὡς καὶ συγκληρονόμοι χάριτος ζωῆς, εἰς τὸ μὴ ἐκκόπτεσθαι τὰς προσευχὰς ὑμῶν. Τὸ δὲ τέλος, πάντες ὁμόφρονες, συμπαθεῖς, φιλάδελφοι, εὔσπλαγχνοι, φιλόφρονες· Μὴ ἀποδιδόντες κακὸν ἀντὶ κακοῦ, ἢ λοιδορίαν ἀντὶ λοιδορίας, τοὐναντίον δέ, εὐλογοῦντες· εἰδότες ὅτι εἰς τοῦτο ἐκλήθητε, ἵνα εὐλογίαν κληρονομήσητε.
Καθολικῆς α' Ἐπιστολῆς Πέτρου τὸ Ἀνάγνωσμα.(Κεφ. 4, 111)Ἀγαπητοὶ, Χριστοῦ παθόντος ὑπὲρ ἡμῶν σαρκί, καὶ ὑμεῖς τὴν αὐτὴν ἔννοιαν ὁπλίσασθε· ὅτι ὁ παθὼν σαρκί, πέπαυται ἁμαρτίας, εἰς τὸ μηκέτι ἀνθρώπων ἐπιθυμίαις, ἀλλὰ θελήματι Θεοῦ τὸν ἐπίλοιπον ἐν σαρκὶ βιῶσαι χρόνον. ἀρκετὸς γὰρ ἡμῖν ὁ παρεληλυθὼς χρόνος τοῦ βίου, τὸ θέλημα τῶν ἐθνῶν κατεργάσασθαι, πεπορευμένους ἐν ἀσελγείαις, ἐπιθυμίαις, οἰνοφλυγίαις, κώμοις, πότοις, καὶ ἀθεμὶτοις εἰδωλολατρείαις. Ἐν ᾧ ξενίζονται, μὴ συντρεχόντων ὑμῶν εἰς τὴν αὐτὴν τῆς ἀσωτίας ἀνάχυσιν, βλασφημοῦντες· Οἳ ἀποδώσουσι λόγον τῷ ἑτοίμως ἔχοντι κρίναι ζῶντας καὶ νεκρούς· εἰς τοῦτο γὰρ καὶ νεκροῖς εὐηγγελίσθη, ἵνα κριθῶσι μὲν κατὰ ἀνθρώπους σαρκί, ζῶσι δὲ κατὰ Θεὸν πνεύματι· Πάντων δὲ τὸ τέλος ἤγγικε· σωφρονήσατε οὖν καὶ νήψατε εἰς τὰς προσευχάς. Πρὸ πάντων δὲ τὴν εἰς ἑαυτοὺς ἀγάπην ἐκτενῆ ἔχοντες· ὅτι ἡ ἀγάπη καλύψει πλῆθος ἁμαρτιῶν. Φιλόξενοι εἰς ἀλλήλους, ἄνευ γογγυσμῶν· Ἕκαστος καθὼς ἔλαβε χάρισμα, εἰς ἑαυτοὺς αὐτὸ διακονοῦντες, ὡς καλοὶ οἰκονόμοι ποικίλης χάριτος Θεοῦ. Εἴ τις λαλεῖ, ὡς λόγια Θεοῦ· εἴ τις διακονεῖ, ὡς ἐξ ἰσχύος ἧς χορηγεῖ ὁ Θεός· ἵνα ἐν πᾶσι δοξάζηται ὁ Θεὸς διὰ Ἰησοῦ Χριστοῦ, ᾧ ἐστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Εἰς τὴν Λιτήν, Στιχηρὰ ἰδιομελα.Ἦχος α'Ἀνδρέου ἹεροσολυμίτουὉ Πρωτόκλητος Μαθητής, καὶ μιμητὴς τοῦ πάθους, συμμορφούμενός σοι Κύριε, Ἀνδρέας ὁ Ἀπόστολος, τοὺς ἐν βυθῷ τῆς ἀγνοίας πλανωμένους ποτέ, τῷ ἀγκίστρῳ τοῦ Σταυροῦ σου ἀνελκύσας, προσήγαγέ σοι, ταῖς πρεσβείαις αὐτοῦ Ὑπεράγαθε, τὴν ζωὴν ἡμῶν εἰρήνευσον, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.Ὁ αὐτὸςὙμνήσωμεν οἱ Πιστοί, Πέτρου τὸν σύγγονον, Ἀνδρέαν τὸν Χριστοῦ μαθητήν· οὗτος γὰρ τὴν θάλασσαν, δικτύοις ἐρευνήσας ποτέ, ἰχθύας ἐζώγρησε, νῦν δὲ τὴν οἰκουμένην, τῷ καλάμῳ σαγηνεύει τοῦ Σταυροῦ, καὶ τὰ ἔθνη ἐκ πλάνης ἐπιστρέφει τῷ Βαπτίσματι, καὶ Χριστῷ παριστάμενος, αἰτεῖται τὴν εἰρήνην τῷ κόσμῳ, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.Ὁ αὐτὸςΤὸ πῦρ τὸ νοερὸν τὸ φωτίζον διανοίας, καὶ φλογίζον ἁμαρτίας, ἔνδον λαβὼν ἐν καρδίᾳ, ὁ Ἀπόστολος Χριστοῦ καὶ μαθητής, λάμπει μὲν ταῖς μυστικαῖς ἀκτῖσι τῶν διδαχῶν, ἐν ταῖς τῶν ἐθνῶν ἀφωτίστοις καρδίαις· φλέγει δὲ πάλιν, τὰς φρυγανώδεις τῶν ἀσεβῶν μυθουργίας· τὸ πῦρ γὰρ τοῦ Πνεύματος, τοιαύτην ἔχει τὴν ἐνέργειαν· Ὢ θαῦμα ξένον καὶ φοβερόν! ἡ πηλώδης γλῶσσα, ἡ πηλίνη φύσις, τὸ σῶμα τὸ χοϊκόν, τὴν νοερὰν καὶ ἄϋλον ὑπεδέξατο γνῶσιν. Ἀλλ' ὦ μύστα τῶν ἀρρήτων, καὶ θεωρὲ τῶν οὐρανίων, ἱκέτευε καταυγασθῆναι τὰς ψυχὰς ἡμῶν.Ἦχος πλ. δ' Τὸν ποθούμενον Θεόν, ἐν σαρκὶ κατιδὼν ἐπὶ γῆς βαδίζοντα, θεόπτα Πρωτόκλητε, τῷ μὲν ὁμαίμονι ἐβόας ἀγαλλόμενος· Εὑρήκαμεν ὦ Σίμων τὸν ποθούμενον, τῷ δὲ Σωτῆρι δαυϊτικῶς ἐκραύγαζες· Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σὲ Χριστὲ ὁ Θεός. Ὅθεν καὶ πόθῳ πόθον προσθείς, διὰ σταυροῦ διαβαίνεις, πρὸς ὃν ἐπόθησας, ὡς ἀληθὴς Μαθητής, καὶ σοφὸς μιμητὴς γενόμενος, τοῦ διὰ Σταυροῦ αὐτοῦ πάθους· διὸ καὶ τῆς δόξης κοινωνὸς αὐτῷ γενόμενος, ἐκτενῶς ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.Δόξα... Ἦχος πλ. δ'Ἀνδρέου Ἱεροσολυμίτου οἱ δέ, Ἀνατολίου Τὸν κήρυκα τῆς πίστεως, καὶ ὑπηρέτην τοῦ Λόγου, Ἀνδρέαν εὐφημήσωμεν· οὗτος γὰρ ἀνθρώπους, ἐκ τοῦ βυθοῦ ἁλιεύει, ἀντὶ καλάμου, τὸν Σταυρὸν ἐν ταῖς χερσὶ διακρατῶν, καὶ ὡς σπαρτίον χαλῶν τὴν δύναμιν, ἐπανάγει τὰς ψυχάς, ἀπὸ τῆς πλάνης τοῦ ἐχθροῦ, καὶ προσκομίζει τῷ Θεῷ δῶρον εὐπρόσδεκτον. Ἀεὶ τοῦτον πιστοί, σὺν τῇ χορείᾳ τῶν Μαθητῶν τοῦ Χριστοῦ εὐφημήσωμεν, ἵνα πρεσβεύῃ αὐτῷ, ὅπως ἵλεως γένηται ἡμῖν, ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως.Καὶ νῦν... ΘεοτοκίονΔέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Εἰς τὸν Στίχον Στιχηρὰ ΠροσόμοιαἮχος πλ. α' Χαίροις ἀσκητικῶν ΤΟ ΑΚΟΥΤΕΧαίροις ὁ λογικὸς οὐρανός, δόξαν Θεοῦ διαπαντὸς διηγούμενος, ὁ πρῶτος Χριστῷ καλοῦντι, καθυπακούσας θερμῶς, καὶ ἀμέσως τούτῳ συγγενόμενος, ὑφ' οὗ πυρσευόμενος, καθωράθης φῶς δεύτερον, καὶ τοὺς ἐν σκότει, ἀστραπαῖς σου ἐφώτισας, ἀγαθότητα, τὴν αὐτοῦ ἐκμιμούμενος. Ὅθεν τὴν παναγίαν σου, τελοῦμεν πανήγυριν, καὶ τῶν λειψάνων τὴν θήκην, περιχαρῶς ἀσπαζόμεθα, ἐξ ἧς ἀναβλύζεις, σωτηρίαν τοῖς αἰτοῦσι, καὶ μέγα ἔλεος.Στίχ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.Πρῶτον τῶν ὀρεκτῶν εὑρηκώς, δι' εὐσπλαγχνίαν τὴν ἡμῶν περικείμενον, Ἀνδρέα θεόφρον φύσιν, συνανεκράθης αὐτῷ, διαπύρῳ πόθῳ τῷ συναίμονι, βοῶν· Ὃν ἐκήρυξαν, οἱ Προφῆται, ἐν Πνεύματι, εὕρομεν δεῦρο, ταῖς αὐτοῦ ὡραιότησι, καταθέλξωμεν, καὶ ψυχὴν καὶ διάνοιαν, ὅπως φωταγωγούμενοι, αὐτοῦ ταῖς λαμπρότησι, νύκτα τῆς πλάνης καὶ σκότος, τῆς ἀγνωσίας διώξωμεν, Χριστὸν εὐλογοῦντες, τὸν παρέχοντα τῷ κόσμῳ, τὸ μέγα ἔλεος.Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.Ἔθνη τὰ μὴ εἰδότα Θεόν, ὡς ἐκ βυθοῦ τῆς ἀγνωσίας ἐζώγρησας, σαγήνῃ τῶν σῶν λογίων, καὶ συνταράσσεις σαφῶς, ἁλμυρὰς θαλάσσας, ἵππος ἄριστος, ὀφθεὶς τοῦ Δεσπόζοντος, τῆς θαλάσσης ἀοίδιμε, καὶ σηπεδόνα, ἀθεΐας ἐξήρανας, ἅλας τίμιον, ἐμβαλὼν τὴν σοφίαν σου, ἣν περ καὶ κατεπλάγησαν, Ἀπόστολε ἔνδοξε, τῆς μωρανθείσης σοφίας, οἱ ἀναιδῶς ἀντεχόμενοι, Χριστὸν μὴ εἰδότες, τὸν παρέχοντα τῷ κόσμῳ, τὸ μέγα ἔλεος.
Δοξαστικὸν
Ἦχος γ'
Γερμανοῦ
Τὸν συναίμονα Πέτρου, καὶ Χριστοῦ μαθητήν, τῶν ἰχθύων ἀγρευτήν, καὶ ἁλιέα τῶν ἀνθρώπων, ἐν ὕμνοις τιμήσωμεν, Ἀνδρέαν τὸν Ἀπόστολον· τοῦ γάρ, Ἰησοῦ τὰ διδάγματα, πάντας ἐξεπαίδευσε τοῖς δόγμασι, καὶ ὡς δέλεαρ ἰχθύσι, τὰς σάρκας τοῖς ἀνόμοις παρέδωκε, καὶ τούτους ἐσαγήνευσεν. Αὐτοῦ ταῖς ἱκεσίαις Χριστέ, παράσχου τῷ λαῷ σου εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Θεοτοκίον
Ἦχος γ'
Γερμανοῦ
Ἰωσήφ, εἰπὲ ἡμῖν, πῶς ἐκ τῶν Ἁγίων, ἣν παρέλαβες Κόρην, ἔγκυον φέρεις ἐν Βηθλεέμ; Ἐγώ, φησί, τοὺς Προφήτας ἐρευνήσας, καὶ χρηματισθεὶς ὑπὸ Ἀγγέλου, πέπεισμαι, ὅτι Θεὸν γεννήσει, ἡ Μαρία ἀνερμηνεύτως· οὗ εἰς προσκύνησιν, Μάγοι ἐξ Ἀνατολῶν ἥξουσι, σὺν δώροις τιμίοις λατρεύοντες. Ὁ σαρκωθεὶς δι' ἡμᾶς, Κύριε δόξα σοι.
Ἀπολυτίκιον
Ἦχος δ'
Ὡς τῶν Ἀποστόλων Πρωτόκλητος, καὶ τοῦ Κορυφαίου αὐτάδελφος, τὸν Δεσπότην τῶν ὅλων Ἀνδρέα ἱκέτευε, εἰρήνην τῇ οἰκουμένῃ δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα
Ἦχος α'
Τὸν τάφον σου Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ
Ὡς θεῖον Μαθητήν, καὶ Πρωτόκλητον πάντων, Χριστοῦ τῶν Μαθητῶν, εὐφημοῦμέν σε πόθῳ, Ἀνδρέα Ἀπόστολε, καὶ πιστῶς ἐκβοῶμέν σοι· ῥῦσαι ποίμνην σου, ἣν ἐκ Θεοῦ ἐπιστεύθης, πάσης θλίψεως, καὶ ἀναγκῶν καὶ σκανδάλων, καὶ πάσης κακώσεως.Δόξα... Πάλιν τὸ αὐτὸΚαὶ νῦν... ΘεοτοκίονΤὰς χεῖράς σου σεμνή, νῦν ἐκτείνασα οἴκτῳ, βοήθειαν ἡμῖν, ἐξ Ἁγίου παράσχου, καὶ δίδου ἀκίνδυνον, τὴν ζωὴν διανύσασθαι, τοὺς δοξάζοντας, τὸν σόν πανάγιον Τόκον, καὶ σὲ Δέσποινα, ἐπιγραφομένους Κόρη, ἐλπίδα καὶ καύχημα.
Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα
Ἦχος γ'
Θείας πίστεως ΤΟ ΑΚΟΥΤΕ
Πρῶτον εὗρέ σε, Χριστὸς μολοῦντα μύστην ἄριστον, Ἀνδρέα μάκαρ, καὶ τὰ προστάγματα αὐτοῦ τομῶς διαγγέλλοντα, τῇ οἰκουμένῃ καθάπερ ὑπόπτερον, καταφωτίζοντα ἐθνῶν τὰ συστήματα. Αὐτὸν ὡς Θεὸν παμμακάριστε ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.Δόξα... Πάλιν τὸ αὐτὸΚαὶ νῦν... ΘεοτοκίονΘεία γέγονας, σκηνὴ τοῦ Λόγου, μόνη πάναγνε, Θεοκυῆτορ, τῇ καθαρότητι Ἀγγέλους ὑπεράρασα· τὸν ὑπὲρ πάντας ἐμὲ γοῦν γενόμενον, ῥερυπωμένον σαρκὸς πλημμελήμασιν, ἀποκάθαρον, πρεσβειῶν σου ἐνθέοις νάμασι, παρέχουσα σεμνὴ τὸ μέγα ἔλεος.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα
Ἦχος πλ. α'
Τὸν συνάναρχον Λόγον ΤΟ ΑΚΟΥΤΕ
Τὸν Ἀπόστολον πάντες ἀνευφημήσωμεν, ὡς αὐτόπτην τοῦ Λόγου καὶ θεῖον κήρυκα, καὶ ἐθνῶν πνευματικόν, σαγηνευτὴν ἀληθῶς, ὅτι προσήγαγεν ἡμᾶς, εἰς ἐπίγνωσιν Χριστοῦ, Ἀνδρέας ὁ θεηγόρος, καὶ νῦν πρεσβεύει ἀδιαλείπτως, εἰς τὸ σωθῆναι τὰς ψυχὰς ἡμῶν.Δοξα... Καὶ νῦν... ΘεοτοκίονΤῶν ἐν σοὶ τὰς ἐλπίδας Παρθένε ἄχραντε, ἀνενδοιάστως ἐχόντων σκέπη ὑπάρχουσα, ἐκ ποικίλων πειρασμῶν καὶ περιστάσεων, καὶ κινδύνων χαλεπῶν, ἐλευθέρωσον ἡμᾶς, πρεσβεύουσα τῷ Υἱῷ σου, σὺν τοῖς αὐτοῦ Ἀποστόλοις, καὶ σῶσον πάντας τοὺς ἀνυμνοῦντάς σε.
Προκείμενον Ἦχος πλ. δ' Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.
Δόξα... Ταῖς τοῦ Ἀποστόλου.Καὶ νῦν... Ταῖς τῆς Θεοτόκου...Εἶτα τὸ Ἰδιόμελον Ἦχος α' Ὁ Πρωτόκλητος Μαθητής, καὶ μιμητὴς τοῦ πάθους, συμμορφούμενός σοι Κύριε, Ἀνδρέας ὁ Ἀπόστολος, τοὺς ἐν βυθῷ τῆς ἀγνοίας πλανωμένους ποτέ, τῷ ἀγκίστρῳ τοῦ Σταυροῦ σου ἀνελκύσας, προσήγαγέ σοι, ταῖς πρεσβείαις αὐτοῦ Ὑπεράγαθε, τὴν ζωὴν ἡμῶν εἰρήνευσον, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.
Κανών α', ᾨδὴ α', τῆς Θεοτόκου
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«ᾨδὴν ἐπινίκιον, ᾄσωμεν πάντες, Θεῷ τῷ ποιήσαντι, θαυμαστὰ τέρατα, βραχίονι ὑψηλῷ, καὶ σώσαντι τὸν Ἰσραήλ, ὅτι δεδόξασται».Ὡς μόνη τὸν ἄχρονον, Υἱὸν ἐν χρόνῳ, τεκοῦσα σαρκὶ ἁγνή, Παναγία ἄχραντε, πάντα τὰ χρόνια, τῆς παναθλίας μου ψυχῆς, πάθη θεράπευσον.Τὰ τραύματα Πάναγνε, τὰ τῆς ψυχῆς μου, καρδίας τὴν πώρωσιν, λογισμοῦ τὴν σκότωσιν, καὶ τοῦ νοὸς ἐκτροπάς, ἀφάνισον ὡς συμπαθής, ταῖς σαῖς δεήσεσιν.Τὸ φῶς ἡ κυήσασα, τὸν Λυτρωτήν μου, τοῦ σκότους με λύτρωσαι, καὶ βασάνων, Ἄχραντε, τῶν αἰωνίων ἐκεῖ, ὅπως σωζόμενος ὑμνῶ, τὰ μεγαλεῖά σου.Νοός μου Πανάμωμε, τὰς ἀμαυρώσεις, φωτί σου ἀπέλασον, ἡ τὸ φῶς κυήσασα, καὶ δώρησαί μοι ἀγαθή, τὸ φῶς προσβλέψαι τὸ ἐκ σοῦ, ἐξανατεῖλαν ἡμῖν.
Κανὼν πρῶτος τοῦ Ἀποστόλου.Ποίημα Ἰωάννου Μοναχοῦ.ᾨδὴ α'
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σοῦ ἡ τροπαιοῦχος δεξιά, θεοπρεπῶς ἐν ἰσχὺϊ δεδόξασται· αὕτη γὰρ Ἀθάνατε, ὡς πανσθενής, ὑπεναντίους ἔθραυσε, τοῖς, Ἰσραηλίταις, ὁδὸν βυθοῦ καινουργήσασα».Τὴν τεθολωμένην μου ψυχήν, τῶν ἐννοιῶν τε καὶ λόγων ἐκκάθαρον, τῇ ἐνσκηνωσάσῃ σοι κήρυξ Χριστοῦ, Ἀνδρέα θείᾳ χάριτι, ὅπως καθαρῶς σοι, προσάξω ὕμνον ἐπάξιον.Τίμιον ὁ Πρόδρομος Χριστοῦ, τῶν ἑαυτοῦ Μαθητῶν ἀκροθίνιον, ὁ ἐκ στειρευούσης σε βλαστός, τῷ ἐκ Παρθένου φύντι Χριστῷ, τῷ δεδοξασμένῳ, Ἀνδρέα χαίρων προσήγαγεν.Ἔρωτι καὶ πόθῳ ἀκλινεῖ, τῆς ἀρετῆς τῶν βαθμίδων ἀρξάμενος, καὶ τὰς ἀναβάσεις ἀεὶ μελετῶν, ἐξ ἀμυδρᾶς δυνάμεως, πρὸς τὴν ἀκροτάτην, Ἀνδρέα δύναμιν ἔφθασας.ΘεοτοκίονΧαῖρε ἡ τῆς χάριτος πηγή, Χαῖρε ἡ κλῖμαξ καὶ πύλη οὐράνιος. Χαῖρε ἡ λυχνία, καὶ στάμνος χρυσή, καὶ ὄρος ἁλατόμητον, ἡ τὸν ζωοδότην, Χριστὸν τῷ κόσμῳ κυήσασα.
Κανὼν δεύτερος τοῦ Ἀποστόλου
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ διὰ στύλου πυρὸς καὶ νεφέλης, τὸν Ἰσραὴλ ὁδηγήσας Θεός, τὴν θάλασσαν διέρρηξεν, ἅρματα δὲ Φαραὼ ἐκάλυψεν. ᾌσωμεν ᾠδὴν ἐπινίκιον, ὅτι δεδόξασται».Τῷ καλάμῳ τοῦ Εὐαγγελίου, ἐκ τοῦ βυθοῦ τῆς πλάνης ἀνελθών, Ἀνδρέα πολυΰμνητε· σὺ ἐζώγρησας λαούς, ὡς ἐπηγγείλατο Χριστός, ὁ σαγηνεύειν διδάξας σε, ἀνθρώπους ὡς ἰχθύας ζωγρεῖν.Ὁ τῆς πίστεως στῦλος, ἡ ἕδρα τῶν ἀληθινῶν δογμάτων τοῦ Χριστοῦ, Ἀνδρέας ὁ θεόπνευστος, πάντα σήμερον καλεῖ, τῆς γῆς τὰ πέρατα, ἑορτὴν ἐτήσιον συστήσασθαι· συνέλθωμεν οὖν πάντες πιστοί.Τὸ θαλάσσιον κύτος, δικτύοις ἐρευνῶν, τῇ τέχνῃ ἁλιεύς, σαγήνῃ τῇ τοῦ Πνεύματος, ἔθνη, φῦλα καὶ λαούς, ζωγρεῖς ἐν Πνεύματι, καὶ τὸν ἄνω βυθὸν πολυθαύμαστε, σαφῶς ἀνακαλύπτεις ἡμῖν.Μυστοπόλε, αὐτόπτα καὶ ῥῆτορ, τῆς ἀπορρήτου γνώσεως Χριστοῦ, ὁ δεξάμενος ἄνωθεν Πνεῦμα Ἅγιον, λαλοῦν ἐν γλώσσαις καθήμενον, τῷ πυρὶ διαιροῦν τὰ χαρίσματα, ἱκέτευε σωθῆναι ἡμᾶς.Δόξα... Προανάρχου Τριάδος, Μονάδα ὑπερουσίως πίστει προσκυνῶ, οὐ τέμνων τὴν Θεότητα· ἔστι γὰρ ἑνοειδής, ἁπλὴ ἀμέριστος, συνάπτω δὲ αὐτήν, οὐσιότητι προσώπων, καὶ πιστῶς διαιρῶ.Καὶ νῦν... Βρεφουργεῖται Θεὸς ἐκ Παρθένου, καὶ νεουργεῖ τοὺς φθαρέντας ἐξ Ἀδάμ, καὶ λύει τὸ μεσότοιχον, καὶ τῆς ἔχθρας τὸν φραγμόν, ἐν τῇ σαρκὶ αὐτοῦ, κατάραν εὐλογεῖ τῆς Προμήτορος, ἐξ ἀχράντου Μητρὸς προελθών.Καταβασία ΤΟ ΑΚΟΥΤΕΧριστὸς γεννᾶται, δοξάσατε, Χριστὸς ἐξ οὐρανῶν, ἀπαντήσατε, Χριστὸς ἐπὶ γῆς, ὑψώθητε. ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί, ὅτι δεδόξασται.
Κανών α', ᾨδὴ γ', τῆς Θεοτόκου
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Στερεωθήτω ἡ καρδία μου, εἰς τὸ θέλημά σου Χριστὲ ὁ Θεός, ὁ ἐφ' ὑδάτων οὐρανόν, στερεώσας τὸν δεύτερον, καὶ ἑδράσας ἐν τοῖς ὕδασι, τὴν γῆν παντοδύναμε».Τῆς στειρευούσης διανοίας μου, ἀκαρπίαν πᾶσαν ἀπέλασον, καὶ καρποφόρον ἀρεταῖς, τὴν ψυχήν μου ἀνάδειξον, Παναγία Θεοτόκε, τῶν πιστῶν ἡ βοήθεια.Ῥῦσαί με πάσης κατακρίσεως, καὶ πολλῶν σκανδάλων τοῦ ὄφεως, τοῦ αἰωνίζοντος πυρός, καὶ τοῦ σκότους Πανάμωμε, ἡ τὸ φῶς ἀποκυήσασα, ἡμῖν τὸ ἀνέσπερον.Τὸ ἀπαραίτητον κριτήριον, καὶ τὸ πῦρ ἐκεῖνο τὸ ἄσβεστον, καὶ τὴν ἀπόφασιν Ἁγνή, τὴν φρικτὴν ὅλως δέδοικα, σπεῦσον σῶσον πρὸ τοῦ τέλους, ἀγαθὴ τὸν οἰκέτην σου.Εὐλογημένος τῆς κοιλίας σου, ὁ καρπὸς Παρθένε πανύμνητε· τοὺς γὰρ φθαρέντας τῷ καρπῷ, διὰ ξύλου Σταυροῦ αὐτοῦ, ἀφθαρτίσας κατεστήσατο, κοινωνοὺς θείας χάριτος.
Κανών β', ᾨδὴ γ', τοῦ Ἀποστόλου
Ἦχος α'
Ὁ μόνος εἰδὼς ΤΟ ΑΚΟΥΤΕ
Προσέδραμες δίψει οὐ κληθείς, Ἀνδρέα, ἀλλ' αὐθαίρετος, τῇ τῆς ζωῆς πηγῇ ὥσπερ ἔλαφος, καὶ πᾶσι ταύτην εὑρὼν ἐκήρυξας, καὶ πιὼν ἐπότισας, ἀφθαρσίας νάματα, κεκμηκότα τῇ δίψει τὰ πέρατα.Ἐπέγνως τῆς φύσεως θεσμούς, Ἀνδρέα ἀξιάγαστε, καὶ κοινωνὸν τὸν σύγγονον εἴληφας, βοῶν· Εὑρήκαμεν τὸν ποθούμενον, καὶ ὁδοποιήσαντι, τῆς σαρκὸς τὴν γέννησιν, καθηγήσω τὴν γνῶσιν τοῦ Πνεύματος.Σαγήνῃ τοῦ λόγου ἐκ βυθοῦ, ἀπάτης ἐσαγήνευσας, τοὺς λογικοὺς ἰχθύας Ἀπόστολε, καὶ τῇ τραπέζῃ Χριστοῦ ὀψώνιον, καθαρὸν προσήγαγες, λαμπρυνθέντας χάριτι, τοῦ φανέντος σαρκὸς ὁμοιώματι.ΘεοτοκίονΘεὸν συλλαβοῦσα ἐν γαστρί, Παρθένε διὰ Πνεύματος, τοῦ Παναγίου ἔμεινας ἄφλεκτος, ἐπεὶ σε βάτος τῷ νομοθέτῃ Μωσεῖ, φλεγομένη ἄκαυστα, σαφῶς προεμήνυσε, τήν τὸ πῦρ δεξαμένην τὸ ἄστεκτον.
Κανών γ', ᾨδὴ γ', τοῦ Ἀποστόλου
Ἦχος α'
Στερεωθήτω ἡ καρδία μου ΤΟ ΑΚΟΥΤΕ
Λόγῳ καλοῦντι· Δεῦρ' ὀπίσω μου, τῷ Χριστῷ εὐθὺς ἠκολούθησε, σὺν τῷ Ἀνδρέᾳ καὶ Κηφᾶς, τὸν γενέτην ἐάσαντες, καὶ τὸ σκάφος καὶ τὰ δίκτυα, ὡς πίστεως πρόβολοι.Τὰ εἰδωλεῖα μετεποίησας, εἰς ναοὺς Θεοῦ Πανσεβάσμιε, καθιερώσας ἐν αὐτοῖς, τοὺς υἱοὺς τοῦ Βαπτίσματος, οὓς ἡ χάρις ἀνεκαίνισε, δι' ὕδατος Πνεύματι.Τὸν μαργαρίτην τὸν πολύτιμον, μυστικῶς τῷ κόσμῳ προεύρηκας, τῷ τῆς καρδίας σου ἀγρῷ, κεκρυμμένον Ἀπόστολε, ὃν τῇ πίστει ἐθησαύρισαν, τὰ ἔθνη εὑράμενα.Ὡς θησαυρὸν τὸ Εὐαγγέλιον, ἐν χερσὶ λαβὼν Πολυΰμνητε, πᾶσαν ἐπλούτισας τὴν γῆν, τοῦ ἐνθέου κηρύγματος· διό σου τὰ μνημόσυνα, τιμᾷ σὺν τοῖς ἄθλοις σου.Δόξα... Τὴν ἐν Τριάδι μίαν δύναμιν, ὀρθοδόξως πάντες ὑμνήσωμεν, ἄναρχον ἄκτιστον Θεόν, ὁμοούσιον σύνθρονον, τρισυπόστατον τρισήλιον, αὐτὴν ἀναμέλποντες.Καὶ νῦν... Πᾶσα μὲν μήτηρ γόνον τίκτουσα, παρθενεύειν ἔτι οὐ δύναται, σὺ δὲ τεκοῦσα τὸν Χριστόν, Μητροπάρθενος πέφηνας, γαλουχοῦσα τὴν ζωὴν ἡμῶν, Ἁγνὴ διαμένουσα.Καταβασία ΤΟ ΑΚΟΥΤΕΤῷ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς γεννηθέντι ἀρρεύστως Υἱῷ, καὶ ἐπ' ἐσχάτων ἐκ Παρθένου, σαρκωθέντι ἀσπόρως, Χριστῷ τῷ Θεῷ βοήσωμεν· Ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν, Ἅγιος εἶ Κύριε.
Κάθισμα
Ἦχος πλ. δ'
Τὴν Σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ
Ὡς πρωτόκλητον πάντων τῶν Μαθητῶν, καὶ αὐτόπτην τοῦ Λόγου καὶ ὑπουργόν, Ἀνδρέα Ἀπόστολε, κατὰ χρέος τιμῶμέν σε, τῷ γὰρ Ἀμνῷ τῷ αἴροντι, τοῦ κόσμου τὰ πταίσματα, ἀδιστάκτῳ πόθῳ, θερμῶς ἠκολούθησας· ὅθεν καὶ τοῦ πάθους, κοινωνὸς ἀνεδείχθης, τοῦ σαρκὶ ὑπομείναντος, ἑκουσίως τὸν θάνατον. Διὰ τοῦτο βοῶμέν σοι. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.Δόξα... Ἕτερον, ὅμοιονΤῶν εἰδώλων τὰ θράση καταβαλών, τοῦ Σωτῆρος τὰ πάθη ἐπιποθῶν, Ἀνδρέα μακάριε, ἀνεδείχθης Ἀπόστολος, οὐρανόθεν πᾶσι, πηγάζων τὰ θαύματα, καὶ ἐθνῶν ἐγένου, παμμάκαρ Διδάσκαλος· ὅθεν σου τὴν μνήμην, ἐπαξίως τιμῶντες, ἐν ὕμνοις δοξάζομεν, καὶ πιστῶς μεγαλύνομεν, τοῦ Κυρίου Ἀπόστολε· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.Καὶ νῦν... ΘεοτοκίονΧαῖρε θρόνε πυρίμορφε τοῦ Θεοῦ· Χαῖρε Κόρη καθέδρα βασιλική, κλίνη πορφυρόστρωτε, χρυσοπόρφυρε θάλαμε, χλαμὺς ἁλουργόχροε, τιμαλφέστατον τέμενος, ἀστραπηφόρον ἅρμα, λυχνία πολύφωτε· Χαῖρε Θεοτόκε, δωδεκάτειχε πόλις, καὶ πύλη χρυσήλατε, καὶ παστὰς ἀγλαόμορφε, ἀγλαόχρυσε τράπεζα, θεοκόσμητον σκήνωμα· Χαῖρε ἔνδοξε Νύμφη ἡλιοστάλακτε· Χαῖρε μόνη ψυχῆς μου εὐπρέπεια.
Κανών α', ᾨδὴ δ', τῆς Θεοτόκου
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐν Πνεύματι προβλέπων, Προφῆτα Ἀββακούμ, τὴν τοῦ Λόγου σάρκωσιν, ἐκήρυττες βοῶν· Ἐν τῷ ἐγγίζειν τὰ ἔτη ἐπιγνωσθήσῃ, ἐν τῷ παρεῖναι τὸν καιρὸν ἀναδειχθήσῃ· Δόξα τῇ δυνάμει σου Κύριε».Παρθένε Παναγία, ἀμόλυντε σκηνή, μολυνθέντα πταίσμασι, καθάρισόν με νῦν, τῶν οἰκτιρμῶν σου ῥανίσι καθαρωτάταις, καὶ δὸς μοι χεῖρα βοηθείας, ἵνα κράζω· Δόξα σοι Ἁγνὴ θεοδόξαστε.Ναὸς ἡγιασμένος, ἐδείχθης τοῦ Θεοῦ, τοῦ ἐν σοὶ οἰκήσαντος, Παρθένε ὑπὲρ νοῦν, αὐτὸν δυσώπει, ἁμαρτιῶν ἡμᾶς ῥύπου ἀποκαθᾶραι, ὅπως οἶκος γνωρισθῶμεν, καὶ κατοικητήριον Πνεύματος.Ἐλέησον μὲ μόνη, ἐλέους τὴν πηγήν, Θεοτόκε τέξασα, καὶ λῦσον τὴν δεινήν, τῆς ψυχῆς μου νόσον, καὶ πόρωσιν τῆς καρδίας, δακρύων ῥεῖθρα καὶ κατάνυξιν πρὸ τέλους, θείαν δωρουμένη πρεσβείαις σου.Νοήσας ὁ Προφήτης, ἐν Πνεύματι Θεοῦ, Ὄρος σε προέγραψε, κατάσκιον Ἁγνή· τοὺς γὰρ φλογμῷ τῶν ἐγκλημάτων ἐκτακέντας, ἀποκαθαίρεις μεσιτείαις σου Παρθένε, μόνη τῶν βροτῶν ἡ ἀνόρθωσις.
Κανών β', ᾨδὴ δ', τοῦ Ἀποστόλου
Ἦχος α'
Ὄρος σε χάριτι τῇ θείᾳ ΤΟ ΑΚΟΥΤΕ
Ἡ θεία ἐξαναλωτική τε τοῦ χείρονος, τοῦ παντουργοῦ καὶ φωταυγοῦς, Πνεύματος δύναμις ἐν σοί, Ἀνδρέα οἰκήσασα, θεοπρεπῶς πυρίνης γλώττης ἐν σχήματι, τῶν ἀπορρήτων ἀνέδειξε Κήρυκα.Οὐχ ὅπλα πρὸς ἄμυναν, ἀνείλετο σάρκινα, καὶ πρὸς καθαίρεσιν δεινῶν, ὀχυρωμάτων τοῦ ἐχθροῦ, Ἀνδρέας ὁ πάντιμος, ἀλλὰ Χριστῷ φραξάμενος προσενήνοχεν, αἰχμαλωτίσας τὰ ἔθνη ὑπήκοα.Τοὺς πόθῳ τελοῦντάς σου, τὴν μνήμην ἐν ᾄσμασιν, ἐκ τῆς ἀφθόνου δωρεὰς τοῦ Διδασκάλου σου Χριστοῦ, Ἀνδρέα πανόλβιε, πνευματικῆς ἀγαλλιάσεως νάματα, ἀναπιμπλῶν μὴ ἐλλίπῃς πρεσβείαις σου.ΘεοτοκίονὙμνοῦμεν τὸ μέγα, καὶ φρικτόν σου μυστήριον· ὑπερκοσμίους γὰρ λαθών, ταξιαρχίας ἐπὶ σέ, ὁ Ὢν καταβέβηκεν, ὡς ὑετὸς ἐπὶ πόκον Πανύμνητε, εἰς σωτηρίαν ἡμῶν καὶ ἀνάπλασιν.
Κανών γ', ᾨδὴ δ', τοῦ Ἀποστόλου
Ἦχος α'
Ἐν πνεύματι προβλέπων ΤΟ ΑΚΟΥΤΕ
Τὰ δίκτυά σου ῥίψας, καὶ ἄρας τὸν σταυρόν, δρόμῳ ἠκολούθησας, καλοῦντι τῷ Χριστῷ, καὶ τὴν σαγήνην τοῦ Πνεύματος ὑφαπλώσας, ἀντὶ ἰχθύων τοὺς ἀνθρώπους σαγηνεύεις· Δόξα τῷ δοθέντι σοι Πνεύματι.Τοῦ Πνεύματος τὴν φλόγα, τῇ γλώσσῃ προσλαβών, γέγονας Ἀπόστολε, θεόληπτος ἀνήρ, τῶν οὐρανίων τὰ κάλλη περιπολεύων, καὶ τὰ ἐν τούτοις νοητὰ καταμανθάνων, κάλλη καὶ ἡμῖν ἐκκαλύπτων αὐτά.Τὴν ἔρημον διψῶσαν, ἐπότισας Σοφέ, τοῖς ἐνθέοις λόγοις σου, καὶ ἔδειξας αὐτήν, πολυγονοῦσαν τὰ τέκνα τῆς Ἐκκλησίας, καρποφοροῦντα τοῦ κηρύγματος τὸν σπόρον· Δόξα τῷ δοθέντι σοι Πνεύματι.Τὸ ἄφραστόν σου κάλλος, Ἀνδρέας προϊδών, Ἰησοῦ, τὸν σύγγονον, ἐφώνησε λαμπρῶς· Πέτρε ὁμαῖμον, εὑρήκαμεν τὸν Μεσσίαν, τὸν ἐν τῷ νόμῳ καὶ Προφήταις κηρυχθέντα, δεῦρο κολληθῶμεν τῇ ὄντως ζωῇ.Δόξα... Τριάδα ἐν Μονάδι, ὑμνήσωμεν πιστοί, ἐν μιᾷ θεότητι, Πατέρα καὶ Υἱόν, καὶ Πνεῦμα θεῖον, οὐσίαν μίαν καὶ φύσιν, ἀδιαιρέτως, ἀχωρίστως, ἀμερίστως· εἷς γὰρ ἐν Τριάδι προσώπων Θεός.Καὶ νῦν... Τὸν ἕνα τῆς Τριάδος, ἀφράστως ἐν γαστρί, συλλαβοῦσα τέτοκας, ἀφθόρως ὡς Υἱόν, καὶ ἡ Τριὰς μὲν προσθήκην ὅλως οὐκ ἔσχε, ἡ δὲ ἁγνεία, ὥσπερ ἦν καὶ πρὸ τοῦ τόκου, σῶα Θεομῆτορ διέμεινεν.Καταβασία ΤΟ ΑΚΟΥΤΕῬάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐξ αὐτῆς Χριστέ, ἐκ τῆς Παρθένου ἀνεβλάστησας, ἐξ ὄρους ὁ αἰνετός, κατασκίου δασέος, ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου, ὁ ἄυλος καὶ Θεός· Δόξα τῇ δυνάμει σου, Κύριε.
Κανών α', ᾨδὴ ε', τῆς Θεοτόκου
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὴν σὴν εἰρήνην δὸς ἡμῖν, Υἱὲ τοῦ Θεοῦ· ἄλλον γὰρ ἐκτός σου, Θεὸν οὐ γινώσκομεν, τὸ ὄνομά σου ὀνομάζομεν, ὅτι Θεὸς ζώντων, καὶ τῶν νεκρῶν ὑπάρχεις».Τὰς κόρας τῆς καρδίας μου, διάνοιξον Ἁγνή, βλέπειν με τρανῶς, τὴν θείαν λαμπρότητα, καὶ τὴν σὴν δόξαν τὴν ἀνέκφραστον, ὅπως ἐλέους τύχω, καὶ αἰωνίου δόξης.Ἐν δύο ταῖς θελήσεσι, τὸν ἕνα τῆς σεπτῆς, τέτοκας Τριάδος Πανάχραντε, φέροντα μίαν τὴν ὑπόστασιν, ὃν ἐκτενῶς δυσώπει, πάντας ἡμᾶς σωθῆναι.Πανάχραντε ὡς τέξασα, Σωτῆρα καὶ Θεόν, πρέσβευε ἐκ πάσης με θλίψεως, καὶ νοσημάτων καὶ κακώσεως, σῶον συντηρηθῆναι, τὸν σὸν ἀχρεῖον δοῦλον.Δυσώπησον ὃν ἔτεκες, Παρθένε ὑπὲρ νοῦν, σῴζεσθαι τοὺς πίστει σοι κράζοντας· Χαῖρε Παρθένε παναμώμητε, εὐλογημένη μόνη, τοῦ κόσμου προστασία.
Κανών β', ᾨδὴ ε', τοῦ Ἀποστόλου
Ἦχος α'
Ὁ φωτίσας τῇ ἐλλάμψει ΤΟ ΑΚΟΥΤΕ
Ἀπείληφας ὃν ἐπόθεις, Ἀνδρέα Ἀπόστολε, ἐν ἀφθάρτοις σὺν αὐτῷ καταλύσας σκηνώμασι, καὶ τῶν πόνων δράγματα, τῶν σῶν δρεψάμενος ἀξίως· ὅθεν σε ὕμνοις δοξάζομεν.Ἐπόθησας τὸν Δεσπότην, καὶ τοῦτον ἐδίωξας, τοῖς ἴχνεσι τοῖς αὐτοῦ πρὸς ζωὴν ποδηγούμενος, καὶ τὰ τούτου πάθη, ἀψευδῶς ὑπέρτιμε Ἀνδρέα, μέχρι θανάτου μιμούμενος.Ἐντείνας σε δυνατόν, ὥσπερ βέλος Μακάριε, ἐπαφῆκεν εἰς τὸν σύμπαντα κόσμον ὁ Κύριος, τραυματίζων δαίμονας, καὶ δυσσεβείᾳ τοὺς ἀνθρώπους, τραυματισθέντας ἰώμενος.ΘεοτοκίονΕὐφραίνονται οὐρανῶν, αἱ δυνάμεις ὁρῶσαί σε, ἀγάλλονται σὺν αὐταῖς τῶν βροτῶν τὰ συστήματα· τῷ γὰρ τόκῳ ἥνωνται τῷ σῷ, Παρθένε Θεοτόκε, σὲ ἐπαξίως δοξάζοντα.
Κανών γ', ᾨδὴ ε', τοῦ Ἀποστόλου
Ἦχος α'
Καταύγασον ἡμῶν ΤΟ ΑΚΟΥΤΕ
Ποθήσας τὸν σταυρὸν Χριστοῦ Μαθητά, ἐπορίσω τῷ σταυρῷ σου, τὴν ἀκήρατον βασιλείαν, ἥν ὁ πάντας ἑλκύσας σταυρῷ τοὺς θεομύστας, κληροδοτήσει ὑμῖν, τοῖς θεολόγοις αὐτοῦ.Ἐζήτησας Χριστὸν τὴν ὄντως ζωήν, καὶ ζητήσας πρῶτος εὗρες, καὶ εὑρὼν μυστικῶς ἐδράξω, καὶ ἔλαβες αὐτὴν ἐν αὐτῷ τῷ δεδωκότι, καὶ γέγονας θησαυρός, ζωῆς ἀκαταλύτου.Τὰ ῥήματα τῶν σῶν ἐνθέων βροντῶν, διηχήθη ἐν τῷ κόσμῳ, καὶ ἀπ' ἄκρων εἰς ἄκρα γῆς ἦλθεν· ἐκύκλωσαν γὰρ ὥσπερ τροχός, καὶ ἔφανάν σου αἱ ἀστραπαί, ὥς φησι Δαυῒδ τῇ οἰκουμένῃ.Μνημόνευε ἡμῶν Χριστοῦ Μαθητά, τῶν τελούντων σου τὴν μνήμην καὶ τιμώντων, τὰ λείψανά σου, δεήθητι ἀεὶ ἐκτενῶς περὶ τῆς Ποίμνης, ἧς γέγονας ἀπ' ἀρχῆς, φύλαξ καὶ σωτηρία.Δόξα... Πατέρα καὶ Υἱὸν καὶ Πνεῦμα Θεόν, ἀδιαίρετον Τριάδα, Τρισυπόστατον Βασιλείαν, δοξάσωμεν συμφώνως πιστοί, ἀκαταπαύστοις θεολογίαις, αὐτὴν πιστῶς ὑμνολογοῦντες.Καὶ νῦν... Ἐγέννησας τὸ φῶς, μὴ γνοῦσα τὸ πῶς, ἡ ὁλόφωτος λυχνία, τοῦ ἡλίου λαμπαδηφόρε, καὶ γέγονας ἀΰλου φωτὸς καινὸν δοχεῖον, πηγάζον πάσῃ τῇ γῇ, θεογνωσίας αὐγάς.Καταβασία ΤΟ ΑΚΟΥΤΕΘεὸς ὢν εἰρήνης, Πατὴρ οἰκτιρμῶν, τῆς μεγάλης βουλῆς σου τὸν Ἄγγελον, εἰρήνην παρεχόμενον, ἀπέστειλας ἡμῖν· ὅθεν θεογνωσίας, πρὸς φῶς ὁδηγηθέντες, ἐκ νυκτός ὀρθρίζοντες, δοξολογοῦμέν σε, Φιλάνθρωπε.
Κανών α', ᾨδὴ ς', τῆς Θεοτόκου
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὸν Προφήτην Ἰωνᾶν, ἐκμιμούμενος βοῶ, τὴν ζωήν μου Ἀγαθέ, ἐλευθέρωσον φθορᾶς, καὶ σῶσόν με, Σωτὴρ τοῦ κόσμου, κράζοντα· Δόξα σοι».Μολυνθέντα με πολλαῖς, ἁμαρτίαις δυσωπῶ, σὲ τὴν ὄντως ἀγαθήν, καὶ ἀμόλυντον Σκηνήν. Ἀπόπλυνον, παντοίου ῥύπου, τῇ μεσιτείᾳ σου.Κυβερνήτης μοι γενοῦ, θαλαττεύοντι ἀεί, ἐν πελάγει τῶν δεινῶν, τῶν τοῦ βίου πειρασμῶν, καὶ σῶσόν με, πρὸς σωτηρίας, ὅρμον ἰθύνασα.Τρικυμίαι λογισμῶν, καὶ παθῶν ἐπαγωγαί, καὶ βυθὸς ἁμαρτιῶν, τὴν ἀθλίαν μου ψυχήν, χειμάζουσι, βοήθησόν μοι, Ἁγία Δέσποινα.Μεγαλεῖά σοι ἀεί, ἐποιήσατο Χριστός, ὃν ἱκέτευε ἀεί, μεγαλῦναι ἐπ' ἐμοί, τὰ πλούσια, αὐτοῦ ἐλέη, Θεοχαρίτωτε.
Κανών β', ᾨδὴ ς', τοῦ Ἀποστόλου
Ἦχος α'
Ἐκύκλωσεν ἡμᾶς ΤΟ ΑΚΟΥΤΕ
Τὴν θάλασσαν τοῦ βίου περαιούμενος, ἐν σκάφει τῷ τοῦ σώματος, τὸν τὰ σύμπαντα διέποντα Χριστόν, εὗρες κυβερνήτην παμμακὰριστε, καὶ πρὸς αὐτὸν μάκαρ Ἀνδρέα, χαίρων προσήνεξαι.Τὰ πνεύματα τῷ λόγῳ φυγαδεύονται, αἱ νόσοι δραπετεύουσι, ψυχικῶν τε παθημάτων ὁ ἑσμός, πόρρω τῶν νοσούντων ἀπελαύνονται, τῇ ἐκ Θεοῦ σοι δεδομένῃ, Ἀνδρέα χάριτι.Ὡς κῦμα γαληνὸν πραέι πνεύματι, κινούμενον Μακάριε, ἀπεξήρανας θαλάσσας πονηράς, τῆς πολυθεΐας θείοις ῥεύμασι, καὶ ποταμοὺς θεογνωσίας, πᾶσιν ἐξέβλυσας.ΘεοτοκίονΕὐφραίνονται ἐν σοὶ Παρθένε ἄχραντε, τοῦ γένους οἱ Προπάτορες, τὴν Ἐδὲμ ἀπολαβόντες διὰ σοῦ, ἣν ἐκ παραβάσεως ἀπώλεσαν· σὺ γὰρ Ἁγνή, καὶ πρὸ τοῦ τόκου καὶ μετὰ γέννησιν.
Κανών γ', ᾨδὴ ς', τοῦ Ἀποστόλου
Ἦχος α'
Τὸν Προφήτην Ἰωνᾶν ΤΟ ΑΚΟΥΤΕ
Ὁ ἐκ τῆς Βηθσαϊδά, καταγόμενος ἡμᾶς, ἑορτάσαι συγκαλεῖ, τὴν πανήγυριν αὐτοῦ, προθεὶς ἡμῖν, τὰς ἀριστείας, τῶν παλαισμάτων αὐτοῦ.Ὁ τῇ τέχνῃ ἁλιεύς, καὶ τῇ πίστει μαθητής, ὡς βυθὸν διερευνῶν, τὰς καρδίας τῶν πιστῶν, τὸ ἄγκιστρον, χαλᾷ τοῦ λόγου, καὶ σαγηνεύει ἡμᾶς.Τῆς ἀγάπης τοῦ Χριστοῦ, ἐν καρδίᾳ σου τὸ πῦρ, περιφέρων Μαθητά, κατεβόας τῶν ἐθνῶν· Ἡ φλὸξ ὑμῶν, ἐσβέσθη ὄντως, ἐπιφανέντος Χριστοῦ.Οἱ τῷ ἅλατι τὸν νοῦν, ἀρτυθέντες τοῦ Χριστοῦ, τὰ ὀψώνια ὑμῶν, κατεγλύκαναν ἡμῖν, τὰ δόγματα, τῆς οὐρανίου, καὶ ἀκηράτου τρυφῆς.Δόξα... Τὸν Πατέρα καὶ Υἱόν, καὶ τὸ Πνεῦμα τὸ εὐθές, προσκυνήσωμεν πιστοί, τρισυπόστατον φύσιν, ἀμέριστον, βοῶντες· Δόξα, τῷ ἐν Τριάδι Θεῷ.Καὶ νῦν... Εὐδοκίᾳ τοῦ Πατρός, ἐσαρκώθη ὁ Υἱός, διὰ Πνεύματος Θεοῦ, ἐν τῇ μήτρᾳ σου Ἁγνή, καὶ ἔσωσε, τὴν πρὶν εἰκόνα, Θεοκυῆτορ σαφῶς.Καταβασία ΤΟ ΑΚΟΥΤΕΣπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν, ἐνάλιος θήρ, οἷον ἐδέξατο, τῇ Παρθένῳ δέ, ἐνοικήσας ὁ Λόγος καὶ σάρκα λαβών, διελήλυθε φυλάξας ἀδιάφθορον· ἧς γάρ, οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν, κατέσχεν ἀπήμαντον.
Κοντάκιον
Ἦχος πλ. β´
Τὴν ἐν πρεσβείαις ΤΟ ΑΚΟΥΤΕ
Τὸν τῆς ἀνδρείας ἐπώνυμον θεηγόρον, καὶ μαθητῶν τὸν πρωτόκλητον τοῦ Σωτῆρος, Πέτρου τὸν σύγγονον εὐφημήσωμεν, ὅτι ὡς πάλαι τούτῳ καὶ νῦν ἡμῖν ἐκέκραγεν· Εὑρήκαμεν δεῦτε τὸν ποθούμενον.
Ὁ Οἶκος
Ἄνωθεν μὲν Δαυῒδ ἀναστέλλει ἁμαρτωλόν, ὡς ἐμέ, διηγεῖσθαι Θεοῦ εὐλόγως τὰ δικαιώματα, ὅμως πρὸς πίστιν διδάσκει πάλιν, καὶ ἐν δάκρυσι πλείστοις ἐξαγορεύει· Σήμερον γὰρ τῆς φωνῆς αὐτοῦ ἐὰν ἀκούσητε, καρδίας μὴ σκληρυνθῆτε, ὥς ποτε Ἰσραὴλ παρεπίκρανεν. Ἐπάγει οὖν τῷ ἑξῆς Ψαλμῷ· Τῷ Κυρίῳ ἡ σύμπασα γῆ ᾄσατε· Εὑρήκαμεν δεῦτε τὸν ποθούμενον.
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ Λ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου ἐνδόξου καὶ πανευφήμου Ἀποστόλου, Ἀνδρέου τοῦ Πρωτοκλήτου.ΣτίχοιἈντίστροφον σταύρωσιν Ἀνδρέας φέρει,Φανεὶς ἀληθῶς οὐ σκιώδης ἀντίπους.Σταυρὸν κακκεφαλῆς τριακοστῇ Ἀνδρέας ἔτλη.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Φρουμεντίου, Ἐπισκόπου Ἰνδίας.ΣτίχοιΦρουρούμενος χάριτι Σεπτῆς Τριάδος,Φρουμέντιος δέδειχε φροῦδον τὴν πλάνην.Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Κανών α', ᾨδὴ ζ', τῆς Θεοτόκου
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τοὺς ἐν καμίνῳ Παῖδάς σου Σωτήρ, οὐχ ἥψατο, οὐδὲ παρηνώχλησε τὸ πῦρ· τότε οἱ τρεῖς ὡς ἐξ ἑνὸς στόματος, ὕμνουν καὶ ηὐλόγουν λέγοντες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».Τὴν μιανθεῖσαν ἄχραντε ψυχήν, ἁγίασον, πάντοτε τοῦ δούλου σου Ἁγνή, καὶ τοῦ νοὸς δεινὰς αἰχμαλωσίας, καὶ καρδίας πώρωσιν, καὶ τῶν δαιμόνων ὁρμάς, τάχος ἀφάνισον.Νενεκρωμένον πάθεσι σαρκός, Πανάμωμε, ζώωσον τὸν νοῦν μου καὶ Θεῷ, τὰ ἀρεστὰ ἐπιτελεῖν ἐνίσχυσόν με, ἵνα μεγαλύνω σε, ἵνα δοξάζω ἀεί, τὴν ἀγαθότητα σου.Νεκρωσόν μου Δέσποινα ἁγνή, τὰ τῆς σαρκὸς πάθη, καὶ ψυχῆς μου ταπεινῆς ῥύπον, δεινὸν ἐναποσμήχουσα Παρθένε, καὶ λογοθεσίου με, τῶν ἀοράτων ἐχθρῶν, ῥῦσαι καὶ σῶσόν με.Σοὶ Παναγία ἄχραντε ἁγνή, οἱ δοῦλοί σου, πάντοτε ἡμέρας καὶ νυκτός, προσπίπτομεν συντετριμμένῃ διανοίᾳ, δυσωποῦντες λύτρωσιν, ἁμαρτημάτων εὑρεῖν, ταῖς ἱκεσίαις ταῖς σαῖς.
Κανών β', ᾨδὴ ζ', τοῦ Ἀποστόλου
Ἦχος α'
Σὲ νοητὴν Θεοτόκε ΤΟ ΑΚΟΥΤΕ
Ἡ ἀψευδής, ἐμφανῶς πεπλήρωται, ἐπαγγελία σου Χριστέ· τῷ γὰρ σάλῳ ὁ φοιτητής, σοῦ ὁ ἐνθεώτατος, λόγῳ ἐμβριμώμενος, πρὸς ἱλαρὰν γαλήνην μετέβαλεν. Ὁ αἰνετός ἀναμέλπων, Θεὸς καὶ ὑπερένδοξος.Τῷ νοητῷ, τῆς Σιὼν Ἀπόστολε, προβῆναι ὄρει κελευσθείς, σωτηρίου τε εἰληφώς, χαίρων τὸ ποτήριον, ἔδυς πορθμευόμενος, διὰ θανάτου πρὸς θείαν ζωήν, ἔνθα Χριστός τῶν ἁπάντων, Θεὸς καὶ ὑπερένδοξος.Σὺ γηγενής, πεφυκὼς Ἀπόστολε, ὑπερφυῶς τερατουργείς· δι' ἀγάπης γὰρ συγκραθείς, τούτῳ ἠκολούθησας, Χριστῷ τῷ σὲ ἀγαπήσαντι· Ὁ αἰνετὸς ἀναμέλπων, Θεὸς καὶ ὑπερένδοξος.ΘεοτοκίονΧαῖρε σεμνή, τοῦ Ἀδὰμ τὸ κῴδιον, ἐξ οὗ προῆλθεν ὁ Ποιμήν, ἐνδυσάμενος ἀληθῶς, ὁ ὑπερυψούμενος, ὅλον με τὸν ἄνθρωπον, ἐν τῇ γαστρί σου ἀνέπλασεν, ὁ αἰνετός τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Κανών γ', ᾨδὴ ζ', τοῦ Ἀποστόλου
Ἦχος α'
Τοὺς ἐν καμίνῳ Παῖδάς σου ΤΟ ΑΚΟΥΤΕ
Τοῦ Παναγίου Πνεύματος τὸ πῦρ, σπασάμενος, ἄνωθεν Ἀπόστολε Χριστοῦ, γλώσσαις καιναῖς, αἷς μηδαμοῦ ἐφθέγξω, τοῖς τοῦ κόσμου πέρασι, διεκελεύσθης λαλεῖν τὰ μεγαλεῖα αὐτοῦ.Ὑπερεκπλήττει πάντα λογισμόν, τὸ κήρυγμα, ὅπερ ἐσαλπίσατε τῇ γῇ, μύσται Χριστοῦ, καὶ θεωροὶ τῶν ἄνω, ὅτι μόνοι δώδεκα ὄντες, τὰς μυριάδας τῆς γῆς κατεφωτίσατε.Ἐθαυμαστώθη Δέσποτα Χριστέ, ἡ χάρις σου, ἐν τοῖς θεοσόφοις Μαθηταῖς, ὅτι μικροὶ καὶ ἰδιῶται ὄντες, πᾶσαν γῆν διέδραμον, ἀπὸ τῶν ἄκρων αὐτῆς ἕως περάτων αὐτῆς.Τὶ τὸ διδάξαν οὕτω σε λαλεῖν, Ἀπόστολε; τὶ τὸ καταλάμψαν σου τὸν νοῦν, βλέπειν τρανῶς, τῆς ἀπροσίτου δόξης, τὴν αὐγὴν τὴν λάμψασαν, τῆς ἀληθείας τὸ φῶς ἐν ταῖς καρδίαις ἡμῶν;Δόξα...Τριαδικῶς ὑμνήσωμεν πιστοί, δοξάζοντες, ἄναρχον Πατέρα καὶ Υἱόν, Πνεῦμα εὐθές, μοναδικὴν οὐσίαν μίαν, ἣν τρισσῶς ὑμνήσωμεν. Ἅγιος, ἅγιος, ἅγιος εἶ, εἰς τοὺς αἰῶνας. Ἀμήν.Καὶ νῦν...Ὡς τῆς Τριάδος ἕνα σε Χριστέ, δοξάζομεν, ὅτι ἐκ Παρθένου σαρκωθείς, δίχα τροπῆς, ἀνθρωπικῶς πάντα ἠνέσχου, μὴ ἐκστὰς τῆς φύσεως, τῆς πατρικῆς, Ἰησοῦ, εἰ καὶ ἡνώθης ἡμῖν.Καταβασία ΤΟ ΑΚΟΥΤΕΟἱ Παῖδες εὐσεβείᾳ συντραφέντες, δυσσεβοῦς προστάγματος καταφρονήσαντες, πυρὸς ἀπειλὴν οὐκ ἑπτοήθησαν, ἀλλ' ἐν μέσῳ τῆς φλογός, ἑστῶτες ἔψαλλον· Ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.
Κανών α', ᾨδὴ η', τῆς Θεοτόκου
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὃν φρίττουσιν Ἄγγελοι, καὶ πᾶσαι στρατιαί, ὡς Κτίστην καὶ Κύριον, ὑμνεῖτε ἱερεῖς, δοξάσατε παῖδες, εὐλογεῖτε λαοί, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».Σαρκοῦται ὁ ἄσαρκος, ἐκ σοῦ θεοπρεπῶς, ὃν αἴτησαι Πάναγνε, τὰ πάθη τῆς ἐμῆς, ψυχῆς θανατῶσαι, καὶ ζωῶσαι αὐτήν, νεκρωθεῖσαν πάλαι, κακίστῃ ἁμαρτίᾳ.Ἰάσω τὸ σύντριμμα, Ἀδὰμ τοῦ χοϊκοῦ, Σωτῆρα κυήσασα, Πανάχραντε Θεόν, αὐτὸν ἐκδυσώπει τὰς πληγὰς τῆς ἐμῆς, ψυχῆς θεραπεῦσαι, ἀνίατα νοσούσης.Ἀνάστησον κείμενον, εἰς βάθη με κακῶν, τοὺς νῦν πολεμοῦντάς με, πολέμησον ἐχθρούς· τρωθέντα ἀτόποις, ἡδοναῖς τὴν ψυχήν, Ἁγνὴ μὴ παρίδῃς, ἀλλ' οἴκτειρον καὶ σῶσον.Ἰάτρευσον Ἄχραντε, τὰ πάθη τῆς ἐμῆς, καρδίας κυήσασα, τὸν πάντων Ἰατρόν, καὶ τῆς τῶν Δικαίων δεῖξον μέτοχον, Παρθένε μερίδος, Χριστὸν ἐκδυσωποῦσα.
Κανών β', ᾨδὴ η', τοῦ Ἀποστόλου
Ἦχος α'
Ἐν καμίνῳ Παῖδες ΤΟ ΑΚΟΥΤΕ
Φωτοφόρος καὶ εὐφραντική, ἀκτῖνας ἰαμάτων, Ἀνδρέα Χριστοῦ Ἀπόστολε, νῦν ἐξέλαμψεν ἡμῖν, ἡ ἔνθεος μνήμη σου, τοῖς βοῶσι· Πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.Ἀνθρωπίνης φύσεως λαχών, τοὺς ταύτης ὑπερέβης, θεσμοὺς καὶ πρὸς τὴν Ἀγγέλων, μεταβέβηκας σκηνήν, Ἀνδρέα Ἀπόστολε, καὶ κραυγάζεις· πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.Ἡ ἐξ ὕψους Πνεύματος Θεοῦ, πνοὴ σε ἐκπυρώσασα, Ῥήτορα θεηγόρον, ἀναδείκνυσι θερμόν, βοῶντα Ἀπόστολε τῷ Χριστῷ σου· Πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.Φεγγοβόλος ὥσπερ ἀστραπή, εἰς φῶς ἐθνῶν ἐξῆλθες, τὸ σκότος τῆς ἀγνωσίας, ἐκδιώκων καὶ πιστούς, φωτίζων κραυγάζοντας· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου, τόν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.ΘεοτοκίονΤὴν ἀσπόρως καὶ ὑπερφυῶς, ἐξ ἀστραπῆς τῆς θείας, τεκοῦσαν τὸν μαργαρίτην, τὸν πολύτιμον Χριστόν, ὑμνήσωμεν ἅπαντες ἐκβοῶντες· Πάντα τὰ ἔργα Κυρίου, τόν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Κανών γ', ᾨδὴ η', τοῦ Ἀποστόλου
Ἦχος α'
Τὸν ἐν Σινᾷ τὴν βάτον ΤΟ ΑΚΟΥΤΕ
Τῇ τέχνῃ τῆς ἁλιείας, ἐκ θαλάσσης ἤγρευσας ἰχθύας Πάνσοφε· νῦν δὲ τῇ πίστει, ἀνθρώπους σαγηνεύεις Χριστῷ, ἐκ πλάνης τοῦ ἐχθροῦ· βυθὸς γὰρ ἦν ἡ πλάνη ποτέ, βυθίζων τὰ ἔθνη, τῇ ζάλῃ τῆς ἀγνοίας.Τὸν νοητὸν τοῦ βίου, ἀκυμάντως ἔπλευσας βυθὸν Ἀπόστολε, διαπετάσας, τὸ ἱστίον τοῦ Πνεύματος, τῇ πίστει τοῦ Χριστοῦ· διὸ καὶ εἰς λιμένα ζωῆς κατήντησας χαίρων, εἰς πάντας τοὺς αἰῶνας.Τοῦ νοητοῦ Ἠλίου, ἐπὶ ξύλου δύναντος αὐτεξουσίῳ βουλῇ, ὁ τοῦ ἡλίου φωστὴρ συναναλύσαι ζητῶν, καὶ δύναι εἰς Χριστόν, ἐν ξύλῳ ἐκρεμάσθη σταυροῦ, Ἀνδρέας ὁ μέγας, λαμπτὴρ τῆς Ἐκκλησίας.Ὦ μαθητὰ καὶ φίλε, τοῦ Χριστοῦ καὶ σύμψηφε τῶν Ἀποστόλων αὐτοῦ, ὅταν ἐν θρόνῳ, κάθηται Κριτὴς σὺν ἡμῖν, τοῖς δώδεκα κρῖναι, ὡς ἡ ἐπαγγελία φησί, γένοισθε τότε ἡμῖν, φιλανθρωπίας τεῖχος.Δόξα...Τρισσοφαῆ Μονάδα, καὶ Τριάδα σύνθρονον δοξολογήσωμεν, οὐ διαιροῦντες, ἑνοῦντες δὲ αὐτὴν συμφυῶς, ὡς μίαν ἀληθῶς, οὐσίαν ἡνωμένην, ἐν προσώποις τρισίν, οὐ συναλειφομένην.Καὶ νῦν...Τὸν τῆς Τριάδος ἕνα, συλλαβοῦσα τέτοκας σεσαρκωμένον ἐκ σοῦ, καινοτομοῦντα, τοὺς νόμους τοὺς τῆς φύσεως, τῷ τόκῳ σου Ἁγνή. Αὐτὸν ὑπὲρ ἡμῶν, ὡς Θεὸν ἀεὶ δυσωποῦσα, μὴ παύσῃ Θεοτόκε.Καταβασία ΤΟ ΑΚΟΥΤΕΘαύματος ὑπερφυοῦς ἡ δροσοβόλος, ἐξεικόνισε κάμινος τύπον· οὐ γὰρ οὓς ἐδέξατο φλέγει Νέους, ὡς οὐδὲ πῦρ τῆς Θεότητος, Παρθένου ἣν ὑπέδυ νηδύν· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν· Εὐλογείτω ἡ Κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.
Κανών α', ᾨδὴ θ', τῆς Θεοτόκου
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὴν φωτοφόρον νεφέλην, ἐν ᾗ ὁ πάντων Δεσπότης, ὡς ὑετὸς ἐξ οὐρανοῦ, ἐπὶ πόκον κατῆλθε, καὶ ἐσαρκώθη δι' ἡμᾶς, γενόμενος ἄνθρωπος, ὁ ἄναρχος, μεγαλύνωμεν πάντες, ὡς Μητέρα τοῦ Θεοῦ ἡμῶν ἁγνήν».Φιλαμαρτήμων ὑπάρχων, ἐν ἀμελείᾳ διάγω, καὶ τὸ κριτήριον Ἁγνή, τὸ ἀδέκαστον τρέμω, ἐν ᾧ με τήρησον ταῖς σαῖς, ἁγίαις δεήσεσι, Θεόνυμφε, ἀκατάκριτον ὅπως, ὡς προστάτιν μακαρίζω σε ἀεί.Φρίττω τὸ βῆμα Παρθένε, καὶ τὸ ἀλάθητον ὄμμα, τοῦ σοῦ Υἱοῦ πράξεις αἰσχράς, ἐπὶ γῆς ἐκτελέσας, καὶ διὰ τοῦτό σοι βοῶ· Πανεύσπλαγχνε Δέσποινα βοήθει μοι, καὶ τῆς τότε ἀνάγκης, ἐξελοῦ με καὶ διάσωσον Ἁγνή.Ὡς φοβερὰ ἡ ἡμέρα, τῆς ἐξετάσεως Κόρη! ὡς ἡ ἀπόφασις φρικτή! ὡς δεινὴ ἡ αἰσχύνη! τὶς ὑποστήσεται λοιπόν, πανάχραντε Δέσποινα ἐλέησον, τὴν ἀθλίαν ψυχήν μου, καὶ πρὸ τέλους δὸς μοι ἄφεσιν Ἁγνή.Φῶς ἡ τεκοῦσα τὸ θεῖον, ἐσκοτισμένον με πάσαις, ταῖς προσβολαῖς τοῦ πονηροῦ, καὶ κακίαις ἀπάσαις, καὶ παροργίζοντα Θεόν, Πανάμωμε φώτισον, ὁδηγοῦσα πρός καλὰς ἐργασίας, ὡς αἰτία οὖσα πάντων τῶν καλῶν.
Κανών β', ᾨδὴ θ', τοῦ Ἀποστόλου
Ἦχος α'
Τύπον τῆς ἁγνῆς ΤΟ ΑΚΟΥΤΕ
Οἷα φοιτητὴς πανάριστος, τοῦ τῷ σταυρῷ βουλήσει προσομιλήσαντος, τῷ Δεσπότῃ σου μέχρι θανάτου ἑπόμενος, ἀνελήλυθας χαίρων εἰς ὕψος σταυροῦ, στελλόμενος πορείαν, πρὸς οὐρανοὺς μάκαρ Ἀπόστολε.Πύλη τῆς Ἐδὲμ σοι ἤνοικται, καὶ προσετέθη κλῖμαξ ἡ ἐπουράνιος, καὶ ἐδέξαντο τῶν οὐρανῶν τὰ σκηνώματα, καὶ παρέστηκας χαίρων Ἀπόστολε, Χριστῷ τῷ ζωοδότῃ, ὑπὲρ τοῦ κόσμου πρέσβυς ἄριστος.Ἴσοις ἐδοξάσθης πάθεσι, τοῦ Διδασκάλου μάκαρ Ἀνδρέα πάνσοφε· διὰ γὰρ σταυροῦ τὸ θεῖον τέλος ἀπείληφας, καὶ μεθέξει Θεὸς ἐχρημάτισας· διὸ σε δυσωποῦμεν, ὑπὲρ ἡμῶν ἀεὶ ἱκέτευε.Χαίροις ξυνωρὶς πανάριστος, ἐν οὐρανοῖς λαχοῦσα νῦν τὸ πολίτευμα, ἐποπτεύοις τε, τῶν ὑμνητῶν τὴν προαίρεσιν, ἑαυτῶν ἐκνικῶσαν τὴν δύναμιν, καὶ θείων χαρισμάτων, καταγλαΐζοις τῇ λαμπρότητι.ΘεοτοκίονῬίζης ἐκ Δαυῒδ ἐβλάστησας, προφητικῆς Παρθένε καὶ θεοπάτορος, ἀλλὰ καὶ Δαυῒδ ὡς ἀληθῶς σὺ ἐδόξασας, ὡς τεκοῦσα τὸν προφητευόμενον, τὸν Κύριον τῆς δόξης, ὃν ἐπαξίως μεγαλύνομεν.
Κανών γ', ᾨδὴ θ', τοῦ Ἀποστόλου
Ἦχος α'
Τὴν φωτοφορον νεφέλην ΤΟ ΑΚΟΥΤΕ
Ὁ τὴν σαγήνην ἁπλώσας, τῆς μυστικῆς θεωρίας, καὶ ὡς ἰχθύας ἐν αὐτῇ, σαγηνεύσας τὰ κάλλη, τῶν οὐρανίων ἐννοιῶν, ἱκέτευε Ἅγιε, τὴν Ἁγίαν Τριάδα, τοῦ πηγάσαι καὶ ἡμῖν τὸν ἱλασμόν.Εὐχαριστοῦμεν τὰ ἔθνη, τὰ διὰ σοῦ φωτισθέντα, καὶ ἀπὸ γῆς εἰς οὐρανούς, διὰ σοῦ ἀναχθέντα· τῆς γὰρ λατρείας τοῦ ἐχθροῦ, ἐκστάντες γεγόναμεν συμμέτοχοι, τῶν Ἁγίων Ἀγγέλων, τοῦ Κυρίου τε τῆς δόξης κοινωνοί.Τῶν ἀπορρήτων αὐτόπται, καὶ ὑπηρέται τοῦ Λόγου, μυσταγωγοὶ καὶ θεωροί, τῶν ἀνεξιχνιάστων, συγκληρονόμους καὶ ἡμᾶς, γενέσθαι δεήθητε Ἀπόστολοι, τῆς Χριστοῦ βασιλείας, καὶ μετόχους τῆς Θεότητος αὐτοῦ.Δεσμεῖν καὶ λύειν λαβόντες, παρὰ Χριστοῦ ἐξουσίαν, λύσατε πάντας τῶν δεσμῶν, τῶν πολλῶν ἐγκλημάτων, ὅτι ἐλεύσεται Χριστός, καὶ πάντες καθήσεσθε οἱ Δώδεκα, ἐπὶ θρόνοις τοσούτοις, κρῖναι πάσας, τὰς φυλὰς τοῦ Ἰσραήλ.Δόξα... Τὴν τρισυπόστατον Φύσιν, καὶ ἀδιαίρετον δόξαν, τὴν ἐν Θεότητι μιᾷ, ὑμνουμένην ἀπαύστως, ἐν οὐρανῷ καὶ ἐπὶ γῆς, Τριάδα ἀχώριστον δοξάσωμεν, σὺν Υἱῷ τὸν Πατέρα, καὶ τὸ Πνεῦμα προσκυνοῦντες εὐσεβῶς.Καὶ νῦν... Ὑπὸ τὴν σὴν εὐσπλαγχνίαν, τοὺς καταφεύγοντας πίστει, καὶ προσκυνοῦντας εὐσεβῶς, τὸν Υἱόν σου Παρθένε, Θεογεννῆτορ ὡς Θεόν, τοῦ κόσμου καὶ Κύριον ἱκέτευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, καὶ παντοίων πειρασμῶν.Καταβασία ΤΟ ΑΚΟΥΤΕΜυστήριον ξένον, ὁρῶ καὶ παράδοξον! οὐρανὸν τὸ Σπήλαιον, θρόνον Χερουβικόν, τὴν Παρθένον, τὴν φάτνην χωρίον· ἐν ᾧ ἀνεκλίθη ὁ ἀχώρητος, Χριστὸς ὁ Θεός, ὅν ἀνυμνοῦντες μεγαλύνομεν.
Ἐξαποστειλάριον
Ἦχος γ'
Ἐν Πνεύματι τῷ Ἱερῷ ΤΟ ΑΚΟΥΤΕ
Ὁ Λόγος ὁ προάναρχος, εὑρηκὼς σε παμμάκαρ, Πρωτόκλητον ἀνέδειξε, πάντων τῶν Ἀποστόλων, Ἀνδρέα παναοίδιμε, καὶ τοῖς τούτου ἴχνεσιν, ἑπόμενος ἀνεδείχθης, ὁδηγὸς πλανωμένων, πρὸς οὐράνιον αὐτούς, ἀνάγων θείαν πορείαν.
Ἕτερον Ἐξαποστειλάριον
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Τοῦ Πέτρου, τὸν συναίμονα, τῶν μαθητῶν τὸν πρώτιστον, αὐτόπτην καὶ ὑπηρέτην, γενόμενον τὸν τοῦ Λόγου, Ἀνδρέαν τὸν Ἀπόστολον, ἐνδόξως εὐφημήσωμεν· τὰ ἔθνη γὰρ ἐφώτισε, καὶ σταυρωθεὶς τελειοῦται, ὡς Μαθητὴς τοῦ Δεσποτου.
Θεοτοκίον
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Θεὸν ὃν περ ἐγέννησας, Παρθένε παναμώμητε, ἱκέτευε ὑπὲρ πάντων, τῶν εὐσεβῶς σε τιμώντων, σὺν τῷ κλεινῷ Ἀποστόλῳ, τυχεῖν θείας ἐλλάμψεως, τοῦ σοῦ Υἱοῦ καὶ στάσεως, τῶν ἐκλεκτῶν καὶ Ἁγίων· ὅσα γὰρ θέλεις ἰσχύεις.
Εἰς τους Αἴνους, ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.
Ἦχος α'
Τῶν οὐρανίων ΤΟ ΑΚΟΥΤΕ
Βηθσαϊδὰ νῦν ἀγάλλου· ἐν σοὶ γὰρ ἤνθησαν, ἐκ μυστικῆς λιβάδος, εὐωδέστατα κρίνα, Πέτρος καὶ Ἀνδρέας, κόσμῳ παντί, τὸ τῆς πίστεως κήρυγμα, εὐωδιάζοντες χάριτι τοῦ Χριστοῦ, οὗ καὶ τὰ πάθη ἐμιμήσαντο.
Ἦχος α'
Ἀνδρέα χαῖρε καὶ σκίρτα, ὅτι ἐδέξω σαφῶς, ἐν τῇ τοῦ Λόγου λάμψει, τὸν Ἥλιον τῆς δόξης, Χριστὸν τὸν ζωοδότην, ὃν καὶ κρατῶν, ἐν τῇ πίστει ἐκήρυξας, τοῦτον δυσώπει ἀπαύστως ὑπὲρ ἡμῶν, τῶν ἐν πίστει ἀνυμνούντων σε.
Ἦχος α'
Ὁ μυστολέκτης τῆς θείας, οἰκονομίας Χριστοῦ, ὁ ἐκλεχθεὶς ἐν πρώτοις, μαθητεῦσαι τῷ Λόγῳ, Ἀνδρέας ὁ θεόπτης, ἐβόα φησί, τὸν συναίμονα Πέτρον ἰδών· Εὑρήκαμεν τὸν Μεσσίαν ὃν ἡ Γραφή, καὶ Προφῆται προεκήρυξαν.
Ἦχος α'
Ἡ τῶν Πατρέων σε πόλις, Ποιμένα κέκτηται, καὶ πολιοῦχον θεῖον, καὶ κινδύνων παντοίων, ῥύστην καὶ φρουρὸν σε, Ἀνδρέα σοφέ, εὐχαρίστως τιμῶσά σε· Ἀλλ' ἐκδυσώπει ἀπαύστως ὑπὲρ αὐτῆς, διασῴζεσθαι ἀλώβητον.
Δοξαστικὸν
Ἦχος πλ. δ'
Τὸν κήρυκα τῆς πίστεως, καὶ ὑπηρέτην τοῦ Λόγου, Ἀνδρέαν εὐφημήσωμεν· οὗτος γὰρ τοὺς ἀνθρώπους, ἐκ τοῦ βυθοῦ ἁλιεύει, ἀντὶ καλάμου τὸν σταυρόν, ἐν ταῖς χερσὶ διακρατῶν, καὶ ὡς σπαρτίον χαλῶν τὴν δύναμιν, ἐπανάγει τὰς ψυχάς, ἀπὸ τῆς πλάνης τοῦ ἐχθροῦ, καὶ προσκομίζει τῷ Θεῷ δῶρον εὐπρόσδεκτον. Ἀεὶ τοῦτον πιστοί, σὺν τῇ χορείᾳ τῶν Μαθητῶν τοῦ Χριστοῦ εὐφημήσωμεν, ἵνα πρεσβεύῃ αὐτῷ, ὅπως ἵλεως γένηται ἡμῖν, ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως.
Θεοτοκίον
Ἦχος πλ. δ'
Ὑπόδεξαι Βηθλεέμ, τὴν τοῦ Θεοῦ Μητρόπολιν· φῶς γὰρ τὸ ἄδυτον, ἐπὶ σὲ γεννῆσαι ἥκει. Ἄγγελοι θαυμάσατε ἐν οὐρανῷ, ἄνθρωποι δοξάσατε ἐπὶ τῆς γῆς. Μάγοι ἐκ Περσίδος, τὸ τρισσόκλεον δῶρον προσκομίσατε. Ποιμένες ἀγραυλοῦντες, τὸν Τρισάγιον ὕμνον μελῳδήσατε. Πᾶσα πνοή, αἰνεσάτω τὸν παντουργέτην.
Μεγάλη Δοξολογία
Εἰς τὴν Λειτουργίαν, τὰ Τυπικά, καὶ ἐκ τῶν Κανόνων τοῦ Ἀποστόλου, ἡ γ' καὶ ς' ᾨδή.
ΚοινωνικὸνΕἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Ἀλληλούϊα.
| TA ΜΗΝΑΙΑ | Νοέμβριος | 30 |
Dec 01
Τῌ Α' ΤΟΥ ΜΗΝΟΣ ΔΕΚΕΜΒΡΙΟΥΜνήμη τοῦ Ἁγίου Προφήτου Ναούμ.
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.
Στιχηρὰ τοῦ Ἁγίου Προφήτου
Ἦχος γ'
Μεγάλη τοῦ Σταυροῦ σου ΤΟ ΑΚΟΥΤΕ
Ἡ χάρις τοῦ Ἁγίου Πνεύματος ἐσκήνωσεν, ἐν σοὶ Θεοῦ Προφῆτα, καὶ τῆς ἰδίας αἴγλης ἀπειργάσατο, λαμπάδα περιφανεστάτην, καὶ διὰ σοῦ θεσπίζει, τὰ μέλλοντα, Νινευῒ τῇ μεγάλῃ.
Ἦχος γ'
Νεφέλη φωτοβόλος ὤφθης ἀποστάζουσα, Ναοὺμ Θεοῦ Προφῆτα, θεογνωσίας ὄμβρον, καὶ ἐπότισας τὸ πόμα τῆς θεοκρισίας Νινευϊτῶν τὴν πόλιν, ἀσέβειαν, ὠδινήσασαν αὖθις.
Ἦχος γ'
Εὐκλείας ἀκηράτου μέτοχος γενόμενος, Ναοὺμ Θεοῦ Προφῆτα, καὶ ἀπορρήτου δόξης, καὶ χαρᾶς τῆς ἀνεκφράστου, καὶ τρυφῆς ἐνθέου, ὑπὲρ ἡμῶν δυσώπει, θεόπνευστε, τὸν τῶν ὅλων Δεσπότην.
Θεοτοκίον
Ἦχος γ'
Μεγάλη τοῦ Σταυροῦ σου ΤΟ ΑΚΟΥΤΕ
Μεγάλης διὰ σοῦ εὐεργεσίας Ἄχραντε, τυχόντες σὺν Προφήταις, γεραίρομεν τὸν τόκον σου, τὸν καὶ καταξιώσαντα, ἐκ μήτρας σου τεχθῆναι, δι' ἄκραν εὐσπλαγχνίαν, καὶ ἀναπλάσαντα τῶν ἀνθρώπων τὸ γένος.
Σταυροθεοτοκίον
Ἦχος γ'
Μεγάλη τοῦ Σταυροῦ σου ΤΟ ΑΚΟΥΤΕ
Ὁρῶσα τὸν ἐκ σοῦ τεχθέντα Παναμώμητε, κρεμάμενον ἐν ξύλῳ, ἄπνουν πικρῶς ἐβόας· Ποθεινότατόν μου Τέκνον, πῶς ἔδυ τὸ τῆς μορφῆς σου κάλλος, ἑκὸν κρυβέν, τῇ σκιᾷ τοῦ θανάτου;
Ἀπολυτίκιον
Ἦχος β' ΤΟ ΑΚΟΥΤΕ
Τοῦ Προφήτου σου Ναοὺμ τὴν μνήμην, Κύριε ἑορτάζοντες, δι' αὐτοῦ σε δυσωποῦμεν· Σῶσον τὰς ψυχὰς ἡμῶν.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Ὁ Κανὼν τοῦ Προφήτου, οὗ ἡ Ἀκροστιχίς.Ναοὺμ τὸ λῆμμα συντόνως ἐπαινέσω.Θεοφάνους.ᾨδὴ α'
Ἦχος πλ. α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἵππον καὶ ἀναβάτην, εἰς θάλασσαν Ἐρυθράν, ὁ συντρίβων πολέμους, ἐν ὑψηλῷ βραχίονι, Χριστὸς ἐξετίναξεν, Ἰσραὴλ δὲ ἔσωσεν, ἐπινίκιον ὕμνον ᾄδοντα».Ναοὺμ τὸ θεῖον λῆμμα, τῆς διανοίας σου, τῆς ἐνθέως ληφθείσης, ὑπὸ Θεοῦ θεόληπτε, καὶ τούτου τῇ χάριτι, λαμπομένης βλέποντες, μακαρίζομέν σε Πανάριστε.Ἄνωθεν ἐνηχοῦσα, Προφῆτά σου τῇ ψυχῇ, ἡ τοῦ Πνεύματος χάρις, προφητικὴν ἐνέργειαν, ἀξίως ἐνέπνευσε, καὶ θεόπνουν γλῶσσάν σοι, κατεσκεύασεν ἀξιάγαστε.Ὄργανον ἀνεδείχθης, ἀνακρουόμενον, τῶ τοῦ Πνεύματος πλήκτρῳ, τὸν ζηλωτὴν Θεὸν ἀνυμνῶν, καὶ πᾶσι φθεγγόμενον, τῆς ἐνθέου κρίσεως, το ἀδέκαστον Παναοίδιμε.ΘεοτοκίονὙπερευλογημένη, Παρθένε πάναγνε, τοὺς σὲ πίστει καὶ πόθῳ, οἷα Θεοῦ Μητέρα σεπτήν, ὑμνοῦντας διάσωσον, τῶν κινδύνων λύουσα, τὴν ἀτίθασον ἀγριότητα.
Κανών α', ᾨδὴ γ', τοῦ Προφήτου
Ἦχος πλ. α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ πήξας ἐπ' οὐδενὸς τὴν γῆν τῇ προστάξει σου, καὶ μετεωρήσας ἀσχέτως βρίθουσαν, ἐπὶ τὴν ἀσάλευτον Χριστέ, πέτραν τῶν ἐντολῶν σου, τὴν Ἐκκλησίαν σου στερέωσον, μόνε ἀγαθὲ καὶ φιλάνθρωπε».Μεθέξει θεοποιοῦ τε καὶ θείου Πνεύματος, τὴν ψυχὴν ἐγένου φωτοειδέστατος· ὅθεν καὶ τὰ πόρρω φανερῶς, πᾶσι προκαταγγέλλειν, ἐκ θειοτέρας ἐπιπνεύσεως, σὺ προεχειρίσθης θεόπνευστε.Τὸ κρῖμα τῆς κατὰ τῶν ἐχθρῶν ἐκδικήσεως, προεώρας Μάκαρ θεοπτικώτατα, τῶν καταφρονούντων δυσσεβῶς, θείας μακροθυμίας, καὶ ἀνοχῆς τε καὶ χρηστότητος, ἐξ ἀθεραπεύτου κακότητος.ΘεοτοκίονὉ πάλαι ἐξ οὐδενὸς ποιήσας τὰ σύμπαντα, ἐκ τῆς σῆς ἁγίας γαστρὸς προέρχεται, ἄνθρωπος γενόμενος Ἁγνή, ὑπὸ φιλανθρωπίας, διαφερόντως ὁ Φιλάνθρωπος, ἵνα τούς ἀνθρώπους λυτρώσηται.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ὁ πήξας ἐπ' οὐδενὸς τὴν γῆν τῇ προστάξει σου, καὶ μετεωρήσας ἀσχέτως βρίθουσαν, ἐπὶ τὴν ἀσάλευτον Χριστέ, πέτραν τῶν ἐντολῶν σου, τὴν Ἐκκλησίαν σου στερέωσον, μόνε ἀγαθὲ καὶ φιλάνθρωπε».
Κάθισμα τοῦ Προφήτου
Ἦχος πλ. α'
Τὸν συνάναρχον Λόγον ΤΟ ΑΚΟΥΤΕ
Ἀμιγῆ χαρακτήρων τῶν κάτω ἔνδοξε, σὺ τὸν νοῦν κεκτημένος, τοῦ θείου Πνεύματος, καθαρώτατον Ναοὺμ δοχεῖον γέγονας, τὰς ἐλλάμψεις τὰς αὐτοῦ, εἰσδεχόμενος λαμπρῶς, καὶ πᾶσι διαπορθμεύων· διό σε ἐκδυσωποῦμεν, ὑπὲρ εἰρήνης τοῦ κόσμου πρέσβευε.ΘεοτοκίονΤὸ ἐξαίσιον θαῦμα τὸ τῆς συλλήψεως, καὶ ὁ ἄφραστος τρόπος ὁ τῆς κυήσεως, ἐν σοὶ ἐγνώρισται Ἁγνὴ ἀειπάρθενε, καταπλήττει μου τὸν νοῦν, καὶ ἐξιστᾷ τὸν λογισμόν, ἡ δόξα σου Θεοτόκε, τοῖς πᾶσιν ἐφαπλουμένη, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.Ἢ ΣταυροθεοτοκίονΤῷ Σταυρῷ τοῦ Υἱοῦ σου θεοχαρίτωτε, τῶν εἰδώλων ἡ πλάνη πᾶσα κατήργηται, καὶ τῶν δαιμόνων ἡ ἰσχὺς καταπεπάτηται· διὰ τοῦτο οἱ πιστοί, κατὰ χρέος σε ἀεί, ὑμνοῦμεν καὶ εὐλογοῦμεν, καὶ Θεοτόκον κυρίως ὁμολογοῦντες, σὲ μεγαλύνομεν.
Κανών α', ᾨδὴ δ', τοῦ Προφήτου
Ἦχος πλ. α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὴν θείαν ἐννοήσας σου κένωσιν, προβλεπτικῶς ὁ Ἀββακούμ, Χριστὲ ἐν τρόμῳ ἐβόα σοι· Εἰς σωτηρίαν λαοῦ σου, τοῦ σῶσαι τοὺς χριστούς σου ἐλήλυθας».Λαμπόμενος τῇ αἴγλῃ, τοῦ Πνεύματος, Νινευϊτῶν τὴν ἀπειλήν, τῆς ἐρημίας προήγγειλας, τῆς τοῦ Θεοῦ δυναστείας, προφαίνων θεοφάντορ τὸ ἄφυκτον.Ἡ κρίσις ἡ δικαία τοῦ κτίσαντος, καταψηφίζεται δεινήν, πανωλεθρίαν λαοῦ δυσμενοῦς, ὡς προφητεύων ἐφθέγξω, Ναοὺμ Θεοῦ Προφῆτα πανόλβιε.Μετρίῳ κοσμουμένη φρονήματι, ἡ τοῦ Προφήτου σου ψυχή, πρὸς θεοπτίαν τὴν σὴν Ἀγαθέ, ὑπερφυῶς ἀνηνέχθη, καὶ θείας θεωρίας λαμπρότητα.ΘεοτοκίονΜαρία ἡ Κυρία τῆς κτίσεως, ὡς Βασιλέα τοῦ παντός, τεκοῦσα μόνη πανύμνητε, τῆς τῶν παθῶν τυραννίδος, ἐλεύθερόν με δεῖξον πρεσβείαις σου.
Κανών α', ᾨδὴ ε', τοῦ Προφήτου
Ἦχος πλ. α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον, πρὸς σὲ ὀρθρίζω, καὶ σοὶ κραυγάζω· Τὴν ψυχήν μου φώτισον, τὴν ἐσκοτισμένην, Χριστὲ ὡς μόνος εὔσπλαγχνος».Ἄμωμον καὶ ἄληπτον, βίον κτησάμενος, τῆς ἐνεργείας καὶ φωταυγίας, τοῦ Ἁγίου Πνεύματος, Ναοὺμ ἠξιώθης, Προφῆτα θαυμαστότατε.Σάρκα καθυπέταξας, τῷ αὐτοκράτορι νοῒ προθύμως, τὰς ἀναβάσεις ἐν καρδίᾳ θέμενος· ὅθεν ἐμφανείας, θεοπρεποῦς ἐπέτυχες.Ὑπὲρ τὰ ὁρώμενα, τὰ προτερήματα, τῶν προφητείᾳ τετιμημένων· δι' αὐτῶν γὰρ φθέγγεται, τὸ Ἅγιον Πνεῦμα, τὸ ἀγαθὸν καὶ Κύριον.ΘεοτοκίονΝοῦς οὐδὲ οὐράνιος, ὄντως δυνήσεται, σὲ Θεοτόκε ὑμνεῖν ἀξίως· τὸν γὰρ Κτίστην τέτοκας, τὸν ταῖς οὐρανίαις, ὑμνούμενον δυνάμεσιν.
Κανών α', ᾨδὴ ς', τοῦ Προφήτου
Ἦχος πλ. α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Μαινομένην κλύδωνι, ψυχοφθόρῳ Δέσποτα Χριστέ, τῶν παθῶν τὴν θάλασσαν κατεύνασον, καὶ ἐκ φθορᾶς, ἀνάγαγέ με ὡς εὔσπλαγχνος».Τὸν τῆς θείας χάριτος, πεφηνότα, τέμενος πιστοί, καὶ δοχεῖον ἄχραντον γενόμενον, τῆς ὑπὲρ νοῦν, θεοφανείας ὑμνήσωμεν.Ὁ τοῦ θείου Πνεύματος, δεδεγμένος, ἄδυτον αὐγήν, καὶ τὸν νοῦν θειότερον κτησάμενος, τοὺς εὐσεβεῖς, πρὸς ὑμνῳδίαν προτρέπεται.ΘεοτοκίονΝοεραὶ δυνάμεις σε, καὶ ἀνθρώπων, πᾶσαι γενεαί, ὡς Θεὸν γεννήσασαν δοξάζουσι, διαπαντός, εὐλογημένη Πανάμωμε.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Μαινομένην κλύδωνι, ψυχοφθόρῳ Δέσποτα Χριστέ, τῶν παθῶν τὴν θάλασσαν κατεύνασον, καὶ ἐκ φθορᾶς, ἀνάγαγέ με ὡς εὔσπλαγχνος».
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ Α' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Προφήτου Ναούμ.ΣτίχοιΝαούμ, τὸν Ἑλκεσαῖον ἐκπεπνευκότα,Ἕλκει πόθος με σμυρνίσαι σμύρνῃ λόγου.Πρώτη ἐκ βιότοιο Δεκεμβρίου ᾤχετο Ναούμ.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Φιλαρέτου τοῦ Ἐλεήμονος.ΣτίχοιΘνῄσκει ὁ πᾶσαν ἀρετὴν φερωνύμως,Πάτερ φιλήσας, τόν γε μὴν οἶκτον πλέον.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἁγίου μάρτυρος Ἀνανίου τοῦ Πέρσου.ΣτίχοιἈνανίας σάρξ, πρὸς δὲ σαρκὸς αἰκίας,Αἴσθησιν ὡς σάρξ οὐδὲ μικρὰν λαμβάνει.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἁγίου Ἀντωνίου τοῦ νέου.Ὁ Ἅγιος Ὀνήσιμος, ὁ ἀρχιεπίσκοπος Ἐφέσου, ἐν εἰρήνῃ τελειοῦται.Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
Κανών α', ᾨδὴ ζ', τοῦ Προφήτου
Ἦχος πλ. α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ ὑπερυψούμενος τῶν Πατέρων Κύριος, τὴν φλόγα κατέσβεσε, τοὺς Παῖδας ἐδρόσισε, συμφώνως μελῳδοῦντας· ὁ Θεὸς εὐλογητὸς εἶ».Ὡς θεοπτικώτατον, τὸν Προφήτην ἔχοντες, χορείας ἐξάρχοντα, σεπτῶς ἑορτάζομεν, ἐνθέως μελῳδοῦντες· ὁ Θεὸς εὐλογητὸς εἶ.Σὲ πνευματοκίνητον, ἐπιγνόντες ὄργανον, καὶ λύραν θεόπνευστον, καλοῦμεν συλλήπτορα, τῶν ὕμνων μελῳδοῦντες· ὁ Θεὸς εὐλογητὸς εἶ.Ἔστεψὲ σε Κύριος, ὡς Προφήτην ἔνθεον, καὶ χάριν σοι δέδωκε, προλέγειν τὰ μέλλοντα, ᾧ πάντες μελῳδοῦμεν· ὁ Θεὸς εὐλογητὸς εἶ.ΘεοτοκίονΠύλην ἀδιόδευτον, ὁ Προφήτης βλέπει σε, Παρθένε πανάχραντε, ἣν μόνος διώδευσεν, ᾧ πάντες μελωδοῦμεν· ὁ Θεὸς εὐλογητὸς εἶ.
Κανών α', ᾨδὴ η', τοῦ Προφήτου
Ἦχος πλ. α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σοὶ τῷ Παντουργῷ, ἐν τῇ καμίνῳ Παῖδες, παγκόσμιον πλέξαντες, χορείαν ἔμελπον. Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».Ἄϋλον αὐγήν, τῆς ἀρχικῆς Τριάδος, Προφῆτα θεώμενος, μέλπεις γηθόμενος. Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.Ἱεροπρεπῶς, τὴν ἱεράν σου μνήμην, Προφῆτα θεσπέσιε, τιμῶντες ψάλλομεν· Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.ΘεοτοκίονΝεύρωσον Ἁγνή, τὸν τῆς ψυχῆς μου τόνον, λυθέντα τοῖς πταίσμασι, καὶ τοῖς παθήμασιν· ὅπως ὑμνήσω, Παρθένε τὸν σὸν τόκον, καὶ ὑπερυψῶ σε, τὴν κεχαριτωμένην.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Σοὶ τῷ Παντουργῷ, ἐν τῇ καμίνῳ Παῖδες, παγκόσμιον πλέξαντες, χορείαν ἔμελπον· Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».
Κανών α', ᾨδὴ θ', τοῦ Προφήτου
Ἦχος πλ. α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἡσαΐα χόρευε, ἡ Παρθένος ἔσχεν ἐν γαστρί, καὶ ἔτεκεν υἱὸν τὸν Ἐμμανουήλ, Θεόν τε καὶ ἄνθρωπον, Ἀνατολὴ ὄνομα αὐτῷ· ὃν μεγαλύνοντες, τὴν Παρθένον μακαρίζομεν».Ἐπὶ γῆς ἰσάγγελον, πολιτείαν ἔσχες ἀληθῶς, καὶ νῦν ἐν τοῖς οὐρανοῖς, σὺν Ἀγγελικαῖς, χορείαις ἐσκήνωσας, περὶ τὸ φῶς τὸ τρισσοφεγγές, οὗ ἐμφορούμενος, ἐποπτεύεις τοὺς ὑμνοῦντάς σε.Σὲ Θεῷ προσάγομεν, ὑπὲρ κόσμου, Μάκαρ πρεσβευτήν, δυσώπησον ἐκτενῶς τῇ προφητικῇ, παρρησίᾳ χρώμενος, δοῦναι πιστοῖς ἀγαθοπρεπῶς, τὴν διαμένουσαν, αἰωνίαν ἀπολύτρωσιν.ΘεοτοκίονὩς Θεὸν γεννήσασαν, καταλλήλως τε καὶ προσφυῶς, καλοῦμέν σε οἱ πιστοί, θεηγορικῶς, Θεοτόκον ἄχραντον, παναληθεῖ κλήσει τὸν σεπτόν, τόκον σου σέβοντες, Παναγία Μητροπάρθενε.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ἡσαΐα χόρευε, ἡ Παρθένος ἔσχεν ἐν γαστρί, καὶ ἔτεκεν υἱὸν τὸν Ἐμμανουήλ, Θεόν τε καὶ ἄνθρωπον, Ἀνατολὴ ὄνομα αὐτῷ· ὃν μεγαλύνοντες, τὴν Παρθένον μακαρίζομεν».
| TA ΜΗΝΑΙΑ | Δεκέμβριος | 01 |
Dec 02
Τῌ Β' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΔΕΚΕΜΒΡΙΟΥΜνήμη τοῦ Ἁγίου Προφήτου Ἀββακούμ.
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.
Στιχηρὰ τοῦ Ἁγίου Προφήτου
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσιν ΤΟ ΑΚΟΥΤΕ
Ἀββακοὺμ ὁ θαυμάσιος, τὴν ἀκτῖνα τοῦ Πνεύματος, δεδεγμένος γέγονεν, ὅλος ἔνθεος· καὶ τῶν κριτῶν τὴν ἀσέβειαν, καὶ κρίσιν τὴν ἄδικον, θεωρῶν ἀγανακτεῖ, τήν τῆς γνώμης εὐθύτητα, ἐνδεικνύμενος, τοῦ Θεοῦ καὶ Δεσπότου φιλοθέως, καὶ θερμῇ τῇ διανοίᾳ, ὡς δυσχεραίνων καθάπτεται.
Ἦχος δ'
Ἐπὶ θείας ἱστάμενος, φυλακῆς ὁ σεβάσμιος, Ἀββακοὺμ ἀκήκοε τὸ μυστήριον, τῆς πρὸς ἡμᾶς παρουσίας σου, Χριστὲ τὸ ἀπόρρητον, καὶ τὸ κήρυγμα τὸ σόν, προφητεύει σαφέστατα, προορώμενος, τοὺς σοφοὺς Ἀποστόλους ὥσπερ ἵππους, τῶν Ἐθνῶν τῶν πολυσπόρων, διαταράσσοντας θάλασσαν.
Ἦχος δ'
Ἐν Κυρίῳ γηθόμενος, ἐν Θεῷ τῷ Σωτῆρί σου, θεορρῆμον ἔνδοξε ἀγαλλόμενος, καὶ τῆς ἐκεῖθεν λαμπρότητος, τὴν αἴγλην δεχόμενος, καὶ φωτὶ θεουργικῷ, νοερῶς φωτιζόμενος, τοὺς τὴν μνήμην σου, τὴν πανίερον πίστει ἐκτελοῦντας, πειρασμῶν τε καὶ κινδύνων, ταῖς σαῖς πρεσβείαις ἐξάρπασον.
Θεοτοκίον
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσιν ΤΟ ΑΚΟΥΤΕ
Ἡ Θεὸν τὸν ἀχώρητον ἐν γαστρί σου χωρήσασα, φιλανθρώπως ἄνθρωπον χρηματίσαντα, καὶ τὸ ἡμέτερον φύραμα, ἐκ σοῦ προσλαβόμενον, καὶ θεώσαντα σαφῶς, μὴ παρίδῃς με Πάναγνε, νῦν θλιβόμενον· ἀλλ' οἰκτείρησον τάχος, καὶ παντοίας, δυσμενείας τε καὶ βλάβης, τοῦ πονηροῦ ἐλευθέρωσον.
Σταυροθεοτοκίον
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσιν ΤΟ ΑΚΟΥΤΕ
Ὡς ἑώρακε Κύριε, ἡ Παρθένος καὶ Μήτηρ σου, ἐν Σταυρῷ κρεμάμενον, ἐξεπλήττετο, καὶ μετὰ θρήνων σοι ἔλεγε· Βαβαὶ τῆς ἀπείρου σου, Πλαστουργέ μου ἀνοχῆς! πῶς ἑκὼν ὡς κατάκριτος, κρίσιν ἄδικον, κατακρίνῃ θανάτου παρὰ δήμου, κατακρίτου καὶ φρικώδη, καθυποφέρεις παθήματα;
Ἀπολυτίκιον
Ἦχος β' ΤΟ ΑΚΟΥΤΕ
Τοῦ Προφήτου σου Ἀββακοὺμ τὴν μνήμην, Κύριε ἑορτάζοντες, δι' αὐτοῦ σε δυσωποῦμεν· Σῶσον τὰς ψυχὰς ἡμῶν.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Ὁ Κανὼν τοῦ Προφήτου, οὗ ἡ Ἀκροστιχίς.Σὲ τὸν Προφήτην Ἀββακοὺμ μέλπω Μάκαρ.Θεοφάνους.ᾨδὴ α'
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«ᾌσομαὶ σοι Κύριε ὁ Θεός μου, ὅτι ἐξήγαγες λαὸν δουλείας Αἰγύπτου, ἐκάλυψας δὲ ἅρματα Φαραὼ καὶ τὴν δύναμιν».Σόφισόν με Κύριε ὁ Θεός μου, τὸν σὸν Προφήτην Ἀββακούμ, ὑμνῆσαι τὸν θεῖον, καὶ χάριτί σου λάμπρυνον, ἀγαθὲ τὴν καρδίαν μου.Ἕως τίνος Κύριε ὁ Προφήτης, λέγει βοήσομαι πρὸς σέ, καὶ οὐκ εἰσακούσῃ; ἵνα τὶ δὲ μοι ἔδειξας, τῶν κριτῶν τὴν ἀσέβειαν.Τὸ σεπτὸν μνημόσυνόν σου Προφῆτα, τοὺς ἐκτελοῦντας εὐλαβῶς, ταῖς σαῖς ἱκεσίαις, κινδύνων ἀπολύτρωσαι, καὶ δεινῶν περιστάσεων.ΘεοτοκίονὉ Θεὸς ὁ Ἅγιος ἐπεφάνη, ἐν τῷ ἐγγίζειν τὸν καιρόν, ἐκ σοῦ Θεοτόκε, γενόμενος ἄνθρωπος, ἵνα σώσῃ τὸν ἄνθρωπον.
Κανών α', ᾨδὴ γ', τοῦ Προφήτου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τόξον δυνατῶν ἠσθένησε, καὶ οἱ ἀσθενοῦντες, περιεζώσαντο δύναμιν· διὰ τοῦτο ἐστερεώθη, ἐν Κυρίῳ ἡ καρδία μου».Νεύσει πρὸς Θεὸν ὑψούμενος, καὶ φωτοδοσίαις, ταῖς παρ' αὐτοῦ φωτιζόμενος, τῶν μελλόντων προεθεώρεις, Θεοφάντορ τὴν προτύπωσιν.Πᾶσαν ἀρετὴν ἐξήσκησας, πᾶσαν δὲ κακίαν, ἐκ διανοίας ἐμίσησας, καὶ δικαίως τοὺς ἀδικοῦντας, ἐβδελύξω Παμμακάριστε.Ῥήσεις τοῦ Ἁγίου Πνεύματος, σὺ ὡς καθαρός, ἐπιστεύθης τρανότατα, προθεσπίζων τῶν ἐσομένων, τὰς ἐκβάσεις Ἀξιάγαστε.ΘεοτοκίονὌρος ἀρεταῖς κατάσκιον, ἐξ οὗ ὁ Δεσπότης, δουλοπρεπῶς ἐπεδήμησε, τῆς δουλείας ἐλευθερῶσαι, τοὺς ἀνθρώπους ὤφθης Πάναγνε.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Τόξον δυνατῶν ἠσθένησε, καὶ οἱ ἀσθενοῦντες, περιεζώσαντο δύναμιν· διὰ τοῦτο ἐστερεώθη, ἐν Κυρίῳ ἡ καρδία μου».
Κάθισμα
Ἦχος δ'
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ΤΟ ΑΚΟΥΤΕ
Ἐπὶ τῆς θείας φυλακῆς ἔστης μάκαρ, καὶ κατενόησας Θεοῦ παρουσίαν, προφητικοῖς ἐν ὄμμασι θεόπνευστε· ὅθεν καὶ ἐβόησας, Ἀββακοὺμ μετὰ φόβου, Κύριε ἀκήκοα, τὴν φρικτὴν ἔλευσίν σου, καὶ ἀνυμνῶ σε σάρκα χοϊκήν, ἐκ τῆς Παρθένου, φορέσαι θελήσαντα.ΘεοτοκίονΚαταφυγὴ τῶν ἐν δεινοῖς ὑπαρχόντων, καταλλαγὴ πρὸς τὸν Θεὸν τῶν πταιόντων, ὑπεραγία Δέσποινα περίσωζε ἡμᾶς, πάσης περιστάσεως, καὶ κακίας ἀνθρώπων, καὶ φρικτῆς κολάσεως, καὶ παθῶν ἀτιμίας, τοὺς ἀδιστάκτῳ πίστει σε ἀεί, προσκαλουμένους, Παρθένε πανύμνητε.Ἢ ΣταυροθεοτοκίονἘν τῷ Σταυρῷ σε καθορῶσα Χριστέ μου, ἡ ἀπειράνδρως σὲ τεκοῦσα ἐβόα, σπαρασσομένη ὄψιν τε καὶ σπλάγχνα μητρικῶς· Οἴμοι ὦ παμφίλτατε! πῶς ἐνέγκω τὸ πάθος; φλέγονται τὰ σπλάγχνα μου, καὶ δεινῆς μοι ῥομφαίας, τραῦμα πικρὸν διέδραμε σαφῶς, ἀλλ' ἀνυμνῶ σου, τὸ εὔσπλαγχνον Κύριε.
Κανών α', ᾨδὴ δ', τοῦ Προφήτου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τοὺς οὐρανοὺς ἡ ἀρετή σου κατεκάλυψε, καὶ ἡ γῆ ἐπληρώθη τῆς δόξης σου Χριστέ· διὸ ἀπαύστως κραυγάζομεν· Δόξα τῇ δυνάμει σου Κύριε».Φωτοειδὴς δι' ἀρετῆς ὤφθης θεόπνευστε, καὶ τὸ φῶς τὸ ἀνέσπερον ἐμήνυσας, ᾧ νῦν ἐν πίστει κράζομεν· Δόξα τῇ δυνάμει σου Κύριε.Ἡ τοῦ παντὸς φωτιστικὴ χάρις τοῦ Πνεύματος, δαψιλῶς ἐνοικήσασά σοι Πάνσοφε, Προφήτην ἀπετέλεσε, πᾶσι τὸν Σωτῆρα μηνύοντα.Τὴν ἀκοὴν ἐνηχηθεὶς τοῦ Παντοκράτορος, εὐλαβῶς ἐφοβήθης θαυμάσιε, κατανόησας ἔργα δὲ τούτου, ἐν ἐκστάσει γεγένησαι.ΘεοτοκίονἩ Κιβωτὸς τοῦ μαρτυρίου σε Πανάμωμε, διαγράφει τὸν ἄρτον τῆς ὄντως ζωῆς, τὴν δεξαμένην, Ἄχραντε, Λόγον τῷ Πατρὶ συναΐδιον.
Κανών α', ᾨδὴ ε', τοῦ Προφήτου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ ἀνατείλας τὸ φῶς, καὶ φωτίσας τὸν ὄρθρον, καὶ δείξας τὴν ἡμέραν, δόξα σοι, Ἰησοῦ Υἱὲ τοῦ Θεοῦ».Νῦν ἐπαρθέντα ὁρᾷ, ἡ σεπτὴ Ἐκκλησία, τὸν Ἥλιον ἐν ξύλῳ, ὡς προεθέσπισας, Ἀββακοὺμ Ἱερώτατε.Ἀναπτερώσας τὸν νοῦν, ἐπὶ τῆς φυλακῆς σου, Πανόλβιε παρέστης, καὶ ἀπεσκόπευσας, τοῦ Κυρίου τὴν ἔλευσιν.Μεγαλοφώνως σοφέ, ἐπὶ Θεῷ Σωτῆρι, χαρήσομαι ἐβόας, καὶ εὐφρανθήσομαι, Ἀββακοὺμ παμμακάριστε.ΘεοτοκίονΒεβαρυμμένος σειραῖς, τῶν πολλῶν μου πταισμάτων, ἐπὶ σὲ καταφεύγω, σῶσόν με Δέσποινα, τῶν πιστῶν τὸ κραταίωμα.
Κανών α', ᾨδὴ ς', τοῦ Προφήτου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐβόησε, προτυπῶν τὴν ταφὴν τὴν τριήμερον, ὁ Προφήτης Ἰωνᾶς, ἐν τῷ κήτει δεόμενος· Ἐκ φθορᾶς με ῥῦσαι, Ἰησοῦ Βασιλεῦ τῶν Δυνάμεων».Ἀπὸ Θαιμάν, ὁ Θεὸς σαρκωθεὶς ἐπεδήμησεν, ὡς προέφης, παρ' αὐτοῦ τηλαυγῶς φωτιζόμενος, Ἀββακοὺμ τρισμάκαρ, καὶ τὸν κόσμον φωτὶ κατελάμπρυνεν.Καταύγασον, ὁ Θεὸς τὰς ψυχὰς τῶν ὑμνούντων σε, ταῖς πρεσβείαις,, Ἀββακοὺμ τοῦ σεπτοῦ καὶ θεόφρονος, ὁ ἐμπνεύσει θείᾳ, καταλάμψας αὐτοῦ τὴν διάνοιαν.Ὁ φθόγγος σου, καὶ ῥημάτων τῶν θείων ἡ δύναμις, θεηγόρε, διελήλυθε πάντα τὰ πέρατα, τὴν τοῦ Λόγου θείαν, παρουσίαν ἡμῖν προθεσπίζοντα.ΘεοτοκίονὙπάρχοντα, τῷ Πατρὶ τὸν Υἱὸν ὁμοούσιον, καὶ ἀνάρχως, τῷ Τεκόντι σαφῶς συννοούμενον, ἐπ' ἐσχάτων σάρκα, γεγονότα Παρθένε γεγέννηκας.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ἐβόησε, προτυπῶν τὴν ταφὴν τὴν τριήμερον, ὁ Προφήτης Ἰωνᾶς, ἐν τῷ κήτει δεόμενος· Ἐκ φθορᾶς με ῥῦσαι, Ἰησοῦ Βασιλεῦ τῶν Δυνάμεων».
Κοντάκιον
Ἦχος δ'
Ταχὺ προκατάλαβε ΤΟ ΑΚΟΥΤΕ
Ὡς ἵππους ἑώρακας τοὺς ἱεροὺς Μαθητάς, θαλάσσας ταράσσοντας, τῆς ἀγνωσίας σαφῶς, καὶ πλάνην βυθίζοντας, δόγμασιν εὐσεβείας, Ἀββακοὺμ θεηγόρε· ὅθεν σε ὡς Προφήτην, ἀληθῆ εὐφημοῦμεν, αἰτούμενοι τοῦ πρεσβεύειν ἐλεηθῆναι ἡμᾶς.
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ Β' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Προφήτου Ἀββακούμ.ΣτίχοιΤάττει Θεὸς σοι τοὺς πόδας τεθνηκότι,Εἰς συντέλειαν Ἀββακούμ, καθὼς ἔφης.Δευτερίῃ Ἀββακοὺμ ἀνεβήσατο εἰς Θεοῦ ἄστυ.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων Πατέρων ἡμῶν καὶ ἐρημιτῶν, Ἰωάννου, Ἡρακλαίμονος, Ἀνδρέου καὶ Θεοφίλου.ΣτίχοιἈνδρῶν τετρακτὺς εἰς ἄλυπον χωρίον,Ἐκ θλίψεως γέμοντος ἦλθε χωρίου.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Μυρόπης.ΣτίχοιὌντως μύρον πέφηνε Χριστῷ Μυρόπη,Σῶμα προσδοῦσα διὰ τοῦτον βασάνοις.Μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Κυρίλλου Φιλεώτου ἀσκήσαντος ἐν ἔτει 1060.Ἡ ἁγία Μυρόπη ἐν τῇ φυλακῇ τελειοῦται.Ὁ ἅγιος Ἄβιβος ὁ νέος ἐν πυρὶ τελειοῦται.Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Κανών α', ᾨδὴ ζ', τοῦ Προφήτου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἀβραμιαῖοι ποτέ, ἐν Βαβυλῶνι Παῖδες, καμίνου φλόγα κατεπάτησαν, ἐν ὕμνοις κραυγάζοντες· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ».Μεμυημένος σοφέ, τὴν ὑπὲρ λόγον γνῶσιν, καὶ προφητείας τὴν πολύφωτον, λαμπάδα κραυγάζεις νῦν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.Μαρμαρυγῆς τριλαμποῦς, καὶ ἀνεκφράστου δόξης, τὴν μετουσίαν σοι δεδώρηται, Θεὸς ὃν ἐδόξασας, ὁ τῶν Πατέρων βοῶν· Θεὸς εὐλογητὸς εἶ.ΘεοτοκίονἘν γενεαῖς γενεῶν, Μήτηρ Παρθένος ὤφθης, εὐλογημένη ὑπὲρ ἔννοιαν, τὸν Λόγον κυήσασα, σεσαρκωμένον Θεόν, ὑπερφυῶς Παρθένε.
Κανών α', ᾨδὴ η', τοῦ Προφήτου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Πάντα τὰ ἔργα τοῦ Θεοῦ, καὶ πᾶσα κτίσις, εὐλογεῖτε τὸν Κύριον, ὅτι τοῖς ἀνθρώποις ἐκ τῆς γῆς ἀνέτειλε τὸ φῶς, καὶ τὴν οἰκουμένην πᾶσαν ἐφώτισε, καὶ ζωήν αἰώνιον τῷ κόσμῳ ἐδωρήσατο, ὑμνεῖτε λαοί, καὶ ὑπερυψοῦτε, αὐτὸν εἰς τοὺς αἰῶνας».Λελαμπρυσμένος τῷ φωτί, τῷ τρισηλίῳ ἠξιώθης Πανόλβιε, θείων καὶ ὑπερφυῶν θαυμάτων, κραυγάζων· Ὑμνεῖτε τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.Πίνων χειμάρρουν τῆς τρυφῆς, καὶ τῆς ἀΰλου θεωρίας πληρούμενος, δόξης τε προφητικῆς, καὶ προεδρίας μετέχων, χαίρων ἀνυμνεῖς, τὸν Θεὸν εἰς τοὺς αἰῶνας.Ὢ τῆς ἐνθέου καὶ σεπτῆς, τῆς τοῦ Προφήτου Ἀββακοὺμ ὡραιότητος! οὗτος γάρ, Ἀγγελικαῖς, συγχορεύων δυνάμεσι, χαίρων ἀνυμνεῖ, τὸν Θεὸν εἰς τους αἰῶνας.ΘεοτοκίονΜήτηρ ἐδείχθης ἀληθῶς, τοῦ πρὸ αἰώνων ἐκ Πατρὸς ἀνατείλαντος· μόνη γὰρ ἀξιωτέρα, γεγένησαι τῶν ἀσωμάτων Νοῶν, εὐλογημένη ἁγνὴ Παρθένε.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Πάντα τὰ ἔργα τοῦ Θεοῦ, καὶ πᾶσα κτίσις εὐλογεῖτε τὸν Κύριον, ὅτι τοῖς ἀνθρώποις ἐκ τῆς γῆς ἀνέτειλε τὸ φῶς, καὶ τὴν οἰκουμένην πᾶσαν ἐφώτισε, καὶ ζωήν αἰώνιον τῷ κόσμῳ ἐδωρήσατο· ὑμνεῖτε λαοί, καὶ ὑπερυψοῦτε, αὐτὸν εἰς τοὺς αἰῶνας».
Κανών α', ᾨδὴ θ', τοῦ Προφήτου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ τόκος σου ἄφθορος ἐδείχθη, Θεὸς ἐκ λαγόνων σου προῆλθε, σαρκοφόρος ὡς ὤφθη ἐπὶ γῆς, καὶ τοῖς ἀνθρώποις συνανεστράφη· σὲ Θεοτόκε, διὸ πάντες μεγαλύνομεν».Ἀστράπτει ἡ μνήμη σου Προφῆτα, λαμπρὰν ἀποπέμπουσα τὴν αἴγλην, τῆς σῆς θεηγορίας, καὶ τῆς σῆς μυσταγωγίας καὶ προφητείας, τοῖς σὲ τιμῶσιν, Ἀββακοὺμ μακαριώτατε.Κηρύξας τὸν Κύριον τῆς δόξης, καὶ τούτου προειπὼν τὴν παρουσίαν, ἐξ ἁγίας Παρθένου, προφανῶς γεγενημένην καὶ δεδειγμένην, βλέπων εὐφραίνου, Ἀββακοὺμ μακαριώτατε.Ἀγάλλονται πάντες οἱ Προφῆται, ἐπὶ τῇ σῇ χαρμοσύνῳ ἡμέρᾳ, γεγηθότες θεόφρον, τῆς χαρᾶς σοι κοινωνοῦντες καὶ θείας δόξης· οἷς συμπρεσβεύων, τοὺς ὑμνοῦντάς σε περίσῳζε.ΘεοτοκίονῬανίσιν Ἁγνὴ τῶν οἰκτιρμῶν σου, ψυχῆς μου ἀπόπλυνον τὸν ῥύπον, καὶ κρουνοὺς μοι δακρύων ἀναβλύζειν, ἀενάως ποίησον Κόρη, τὰς τῶν παθῶν μου, ἀναβλύσεις ἀναστέλλουσα.Ὁ Εἱρμὸς«Ὁ τόκος σου ἄφθορος ἐδείχθη, Θεὸς ἐκ λαγόνων σου προῆλθε, σαρκοφόρος ὡς ὤφθη ἐπὶ γῆς, καὶ τοῖς ἀνθρώποις συνανεστράφη· σὲ Θεοτόκε, διὸ πάντες μεγαλύνομεν».
| TA ΜΗΝΑΙΑ | Δεκέμβριος | 02 |
Dec 03
Τῌ Γ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΔΕΚΕΜΒΡΙΟΥΜνήμη τοῦ Ἁγίου Προφήτου Σοφονίου.
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.
Στιχηρὰ τοῦ Ἁγίου Προφήτου
Ἦχος δ'
Ὁ ἐξ ὑψίστου ΤΟ ΑΚΟΥΤΕ
Τὸν σὸν Προφήτην ὡς ἔμψυχον νεφέλην, ἔδειξας ἀθάνατε, ὕδωρ ἁλλόμενον, εἰς ζωὴν ὄντως αἰώνιον, ἐξαποστείλας, τοῦτον πλουσίως, καὶ χαρισάμενος, Πνεῦμα τὸ Πανάγιον καὶ Ὁμοούσιον, σοὶ τῷ Πατρὶ παντοκράτορι, καὶ τῷ Υἱῷ σου, τῷ ἐκ τῆς σῆς οὐσίας ἐκλάμψαντι· δι' οὗ προεῖπε τὴν σωτήριον, παρουσίαν Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, καὶ τοῖς Ἔθνεσι πᾶσι, σωτηρίαν προεθέσπισεν.
Ἦχος δ'
Ὁ τὴν ἀκτῖνα τῆς θεαρχικωτάτης, αἴγλης εἰσδεξάμενος, νοῦ καθαρότητι, καὶ θείων λόγων προήγορος, καὶ προσημάντωρ, καὶ ὑποφήτης θεῖος γενόμενος, στόμα θεοκίνητον, ὤφθης τοῦ Πνεύματος, τὰ παρ' αὐτοῦ σοι δεικνύμενα, διαβιβάζων, καὶ σαφηνίζων τοῖς πᾶσιν Ἔθνεσι, δοθησομένην σωτηρίαν, καὶ βασιλείαν Χριστοῦ πανσεβάσμιε· ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.
Ἦχος δ'
Ὁ θεοπτίᾳ λαμπόμενος ἀξίως, καὶ προφητικῇ θεωρίᾳ καὶ χάριτι, τετιμημένος θεόπνευστε, καὶ τῆς ἐνθέου, ἠξιωμένος μακαριότητος, τῇ πρὸς τὸν Πανάγαθον, νῦν παρρησίᾳ σου, καὶ συμπαθείᾳ χρησάμενος, καθικετεύων, μὴ διαλίπῃς ὑπὲρ τῶν πίστει σε, ἀνευφημούντων καὶ τιμώντων σε, ὡς θεηγόρον σεπτὸν καὶ θεόληπτον, ἐκ κινδύνων ῥυσθῆναι, καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον
Ἦχος δ'
Ὁ ἐξ ὑψίστου ΤΟ ΑΚΟΥΤΕ
Ἴνα σου πᾶσι τὸ πλῆθος τοῦ ἐλέους, καὶ τῆς ἀγαθότητος, ἀνακαλύψῃς Ἁγνή, τὸ ἀδιόριστον πέλαγος, τὰς ἁμαρτίας, τῶν οἰκετῶν σου πάσας ἐξάλειψον· ἔχεις γάρ Πανάμωμε, ὡς Μήτηρ οὖσα Θεοῦ, τὴν ἐξουσίαν τῆς κτίσεως, καὶ διεξάγεις, πάντα ὡς θέλεις τῇ δυναστείᾳ σου· καὶ γὰρ ἡ χάρις ἡ τοῦ Πνεύματος, τοῦ Ἁγίου σαφῶς κατοικοῦσα ἐν σοί, συνεργεῖ σοι ἐν πᾶσιν, ἀενάως Παμμακάριστε.
Σταυροθεοτοκίον
Ἦχος δ'
Ὁ ἐξ ὑψίστου ΤΟ ΑΚΟΥΤΕ
Μὴ ἐποδύρου Μῆτερ καθορῶσα, ἀφθόρως ὃν ἔτεκες ξύλῳ κρεμάμενον, τὸν ἐφ' ὑδάτων κρεμάσαντα, τὴν γῆν ἀσχέτως, καὶ πόλου πλάτος λόγῳ τανύσαντα· καὶ γὰρ ἀναστήσομαι καὶ δοξασθήσομαι, καὶ τὰ τοῦ ᾌδου βασίλεια, συντρίψω σθένει, καὶ ἀφανίσω τούτου τὴν δύναμιν, καὶ τῆς δουλείας ἐκλυτρώσομαι, τῆς αὐτοῦ τοὺς βροτοὺς ὡς φιλεύσπλαγχνος, καὶ Πατρὶ τῷ ἰδίῳ, προσαγάγω ὡς φιλάνθρωπος.
Ἀπολυτίκιον
Ἦχος β' ΤΟ ΑΚΟΥΤΕ
Τοῦ Προφήτου σου Σοφονίου τὴν μνήμην, Κύριε ἑορτάζοντες, δι' αὐτοῦ σε δυσωποῦμεν· Σῶσον τὰς ψυχὰς ἡμῶν.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Ὁ Κανὼν τοῦ Προφήτου, οὗ ἡ Ἀκροστιχίς.Σοφονίου μὲ κῦδος ἀγλαϊζέτω.Θεοφάνους.ᾨδὴ α'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ, ἐν ἀβύσσῳ ἴχνεσι, τὸν διώκτην Φαραώ, καθορῶν ποντούμενον, Θεῷ ἐπινίκιον ᾠδὴν ἐβόα ᾄσομεν».Σὲ δυσωποῦμεν Προφῆτα τῷ τοῦ Θεοῦ, παρεστῶτα βήματι, ἱκετεύειν ἐκτενῶς, φωτισμὸν δωρήσασθαι ἡμῖν, τοῖς ἐν πίστει τὴν σεπτήν, ὑμνοῦσι μνήμην σου.Ὄργανον θεῖον ἐδείχθης χωρητικόν, τῶν τοῦ θείου Πνεύματος, φωτισμῶν καὶ δωρεῶν, Σοφονία πάνσοφε· διό, γεγηθότες οἱ πιστοί, σὲ μακαρίζομεν.ΘεοτοκίονΦαεινοτάταις ἀκτῖσι πᾶσαν τὴν γῆν, ὁ ἐκλάμψας Ἥλιος, ἐξ ἁγίας σου γαστρός, καταυγάζει Δέσποινα, δι' ὦν, φωτισθέντες, σὲ Θεοῦ Μητέρα σέβομεν.
Κανών α', ᾨδὴ γ', τοῦ Προφήτου
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Οὐκ ἔστιν ἅγιος ὡς σύ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου ἀγαθέ, καὶ στερεώσας ἡμᾶς ἐν τῇ πέτρᾳ, τῆς ὁμολογίας σου».Ὁ πάντα βλέπων ὡς Θεός, τῶν μελλόντων τὴν γνῶσιν, καὶ τῶν γενησομένων, τὴν εἴδησίν σοι σαφῆ, προφαίνει θεοπρεπῶς, καὶ δεικνύει, Μάκαρ ἀξιάγαστε.Νευρώσας Μάκαρ σοῦ τὸν νοῦν, εὐσεβεῖ παρρησίᾳ, τῷ Πνεύματι τῷ θείῳ, ὑπέκλινας σεαυτόν, καὶ γέγονας δεκτικός, τῶν ἐκεῖθεν, θείων ἐπιλάμψεων.ΘεοτοκίονἸδοὺ σε πᾶσαι γενεαί, μακαρίζουσι πίστει, τὴν τὸν ἄχραντον Λόγον, ἐν σώματι χρονικῶς, τεκοῦσαν ὑπερφυῶς, καὶ Παρθένον, πάλιν διαμείνασαν.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Οὐκ ἔστιν ἅγιος ὡς σύ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου ἀγαθέ, καὶ στερεώσας ἡμᾶς ἐν τῇ πέτρᾳ, τῆς ὁμολογίας σου».
Κάθισμα
Ἦχος γ'
Θείας πίστεως ΤΟ ΑΚΟΥΤΕ
Θείαν ἔλλαμψιν ἐκ τοῦ Κυρίου, εἰσδεξάμενος, τρανῶς κηρύττεις, τὸν Βασιλέα τῆς δόξης ἐλεύσεσθαι, ἐκ τῆς Σιὼν ἀνατέλλοντα λύτρωσιν, καὶ καταυγάζοντα κόσμου τοῖς πέρασι, φῶς ἀείζωον, αὐτὸν ἐκτενῶς ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.ΘεοτοκίονΘεία γέγονας σκηνὴ τοῦ Λόγου, μόνη πάναγνε Θεοκυῆτορ, τῇ καθαρότητι Ἀγγέλους ὑπεράρασα, τὸν ὑπὲρ πάντας ἐμὲ γοῦν γενόμενον, ῥερυπωμένον σαρκὸς πλημμελήμασιν, ἀποκάθαρον, πρεσβειῶν σου ἐνθέοις νάμασι, παρέχουσα σεπτὴ τὸ μέγα ἔλεος.Ἢ ΣταυροθεοτοκίονἩ ἀμίαντος ἀμνὰς τοῦ Λόγου, ἡ ἀκήρατος Παρθενομήτωρ, ἐν τῷ Σταυρῷ θεασαμένη κρεμάμενον, τὸν ἐξ αὐτῆς ἀνωδίνως βλαστήσαντα, μητροπρεπῶς θρηνῳδοῦσα ἐκραύγαζεν· Οἴμοι Τέκνον μου! πῶς πάσχεις θέλων ῥύσασθαι, παθῶν τῆς ἀτιμίας τὸν ἄνθρωπον;
Κανών α', ᾨδὴ δ', τοῦ Προφήτου
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Χριστός μου δύναμις, Θεὸς καὶ Κύριος, ἡ σεπτὴ Ἐκκλησία θεοπρεπῶς, μέλπει ἀνακράζουσα, ἐκ διανοίας καθαρᾶς, ἐν Κυρίῳ ἑορτάζουσα».Ὁ πάντων Κύριος, ἡμῖν ἐπέφανε, κατὰ τὴν προφητείαν Μάκαρ τὴν σήν, πάντας προσκαλούμενος, πρὸς τὴν ἐπίγνωσιν αὐτοῦ, καὶ δουλείας ἠλευθέρωσεν.Ὑπὸ τῆς χάριτος, καταυγαζόμενος, προηγόρευσας λέγων ὑπὸ ζυγόν, ἕνα προσκυνοῦντας τελεῖν, τοὺς ἑλομένους τὴν πίστιν, καὶ Κυρίῳ τοὺς λατρεύοντας.ΘεοτοκίονΜαρία Πάναγνε, παθῶν τὴν σύγχυσιν, τῆς ἐμῆς διανοίας καὶ πειρασμῶν, ζάλην διασκέδασον, τῆς ἀπαθείας τὴν πηγήν, ὡς τεκοῦσα Μητροπάρθενε.
Κανών α', ᾨδὴ ε', τοῦ Προφήτου
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τῷ θείῳ φέγγει σου Ἀγαθέ, τὰς τῶν ὀρθριζόντων σοι ψυχάς, πόθῳ καταύγασον δέομαι, σὲ εἰδέναι Λόγε Θεόν, ἐκ ζόφου τῶν πταισμάτων ἀνακαλούμενον».Ἐξ ἀδικίας πρὸς ἀρετήν, ἐκ τῆς τῶν παθῶν αἰχμαλωσίας με, Μάκαρ ἐπίστρεψον, ταῖς σαῖς ἱκεσίαις, Προφῆτα ἔνδοξε, καὶ πρὸς φῶς εὐσεβείας, ἔργα κατεύθυνον.Καταλαμπρύνας σου τὴν ψυχήν, ταῖς τῶν ἀρετῶν μαρμαρυγαῖς, ἐπιτηδείαν ἀνέδειξας, πρὸς τὰς λαμπηδόνας, τοῦ θείου Πνεύματος, ἐξ ὧν καὶ προφητείας, χάριν ἐπλούτησας.ΘεοτοκίονὙποφωνοῦσι προφητικαί, ῥήσεις Παναγία Παρθένε, διὰ συμβόλων τὸν τόκον σου, ὧν νῦν τὰς ἐκβάσεις, ἡμεῖς θεώμενοι, κυρίως Θεοτόκον, σὲ καταγγέλλομεν.
Κανών α', ᾨδὴ ς', τοῦ Προφήτου
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τοῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῷ κλύδωνι, τῷ εὐδίῳ λιμένι σου προσδραμών, βοῶ σοι· Ἀνάγαγε, ἐκ φθορᾶς τὴν ζωήν μου πολυέλεε».Δεχόμενος Ἔνδοξε, τὰς τοῦ Πνεύματος αὐγάς, διαφανὲς ὡς ἔσοπτρον, προφητείας ἐνθέου μαρμαρυγάς, τῷ κόσμῳ ἐξήστραψας, ὡς παρόντα θεσπίζων τὰ ἐσόμενα.Ὁ σὸς ἐπεδήμησε, Βασιλεὺς χαῖρε Σιών, καὶ κατατέρπου βλέπουσα, καὶ τὸν κόσμον ἐφώτισεν ἀστραπαῖς, ἰδίας θεότητος, καὶ δαιμόνων τὴν πλάνην ἐθριάμβευσε.ΘεοτοκίονΣαρκὸς τῇ παχύτητι, ἑνωθεὶς ὁ ἐκ Πατρός, μονογενὴς ἐν μήτρᾳ σου, εἷς ἐκ δύω προῆλθε δίχα φθορᾶς, τηρήσας ἀλώβητον, τὴν σεμνὴν παρθενίαν σου Πανύμνητε.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Τοῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῷ κλύδωνι, τῷ εὐδίῳ λιμένι σου προσδραμών, βοῶ σοι· Ἀνάγαγε, ἐκ φθορᾶς τὴν ζωήν μου πολυέλεε».
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ Γ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Προφήτου Σοφονίου.ΣτίχοιὉ πρὶν βοήσας τῇ Σιών, Χαῖρε σφόδρα,Χαίρει, παραστὰς τῷ Θεῷ, Σοφονίας.Φαίδιμος ἐν τριτάτῃ Σοφονίας ἦτορ ἀφῆκεν.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Θεοδώρου, Ἀρχιεπισκόπου Ἀλεξανδρείας.ΣτίχοιἘν Πατριάρχαις καὶ Θεόδωρος μέγας,Κἂν τοῖς ἀθληταῖς τοῖς διὰ ξίφους μέγας.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοδούλου, τοῦ ἀπὸ Ἐπάρχων.ΣτίχοιἘπαρχίαν γῆς οὐρανῶν ἐπαρχίας,Ὁ Θεόδουλος ἀντέδωκεν ἐμφρόνως.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰωάννου, Ἐπισκόπου Κολωνίας, τοῦ Ἡσυχαστοῦ.ΣτίχοιΟὐχ ἡσυχάζω, καὶ θανόντα γὰρ στέφω,Τὸν ἡσυχαστὴν Ἰωάννην τοῖς λόγοις.Τῇ αὐτῇ ἡμέρᾳ, οἱ ἅγιοι Ἀγάπιος, Σέλευκος, καὶ Μάμας, ξίφει τελειοῦνταιΣτίχοιΤρεῖς ἄνδρες, Ἀγάπιος, Σέλευκος, Μάμας,Πόθῳ Πλάσαντος ἠγάπησαν καὶ ξίφος.Ὁ Ὅσιος Πατὴρ ἡμῶν Θεόδουλος ὁ Κύπριος ἐν εἰρήνῃ τελειοῦται.Μνήμη τοῦ ἁγίου Ἱερομάρτυρος Γαβριήλ, τοῦ Γάνου μὲν ὄντος πρότερον Ἐπισκόπου, ὕστερον δ' ἐν Προύσῃ μαρτυρήσαντος κατὰ τὸ 1659 ἔτος.Ὁ ἅγιος Νεομάρτυς Ἀγγελῆς, ὁ ἐν Χίῳ ἀθλήσας ἐν ἔτει 1813, ξίφει τελειοῦται.Ταῖς τῶν ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
Κανών α', ᾨδὴ ζ', τοῦ Προφήτου
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Δροσοβόλον μὲν τὴν κάμινον εἰργάσατο, Ἄγγελος τοῖς ὁσίοις Παισί, τοὺς Χαλδαίους δὲ καταφλέγον πρόσταγμα Θεοῦ, τὸν τύραννον ἔπεισε βοᾶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».Ἀνατέταλκεν ἡ μνήμη σου Θεσπέσιε, κόσμῳ καθάπερ ἥλιος, καταυγάζουσα Προφητείας χάριτι τῆς σῆς, συμφώνως τοὺς ψάλλοντας πιστούς· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.Γονιμώτερος νεφέλης σὺ δεικνύμενος, ὄμβρον θεογνωσίας ἡμῖν, ἐξαπέστειλας, σωτηρίου Μάκαρ ἐκ πηγῶν, δι' ὧν φωτιζόμεθα βοᾶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.ΘεοτοκίονΛόγος πάλαι ὁ τὸ εἶναι παρασχόμενος, πᾶσι θείῳ βουλήματι, ἀνακαλέσασθαι βουληθεὶς τὸν ἄνθρωπον Ἁγνή, τῇ σῇ κατεσκήνωσε γαστρί· Εὐλογημένη ἡ Θεὸν κυήσασα.
Κανών α', ᾨδὴ η', τοῦ Προφήτου
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐκ φλογὸς τοῖς ὁσίοις δρόσον ἐπήγασας, καὶ Δικαίου θυσίαν ὕδατι ἔφλεξας· ἅπαντα γὰρ δρὰς Χριστὲ μόνῳ τῷ βούλεσθαι· Σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας».Ἀνακείμενος ὅλος τῷ Παντοκράτορι, τῆς προνοίας τοὺς τρόπους μεμυσταγώγησαι, οἰκονομικῶς, Ἔθνη νόμῳ παιδεύοντας· ὅθεν σε ὑμνοῦμεν, Προφῆτα θεηγόρε.Ἱκετήριον ὕμνον Θεῷ προσάγαγε, ὑπὲρ τῶν σὲ ὑμνούντων θεομακάριστε, καὶ τῶν πειρασμῶν, λύσον ἄρτι τὸν τάραχον, ἵνα σε ὑμνῶμεν, Προφῆτα θεορρῆμον.ΘεοτοκίονΖωοδότην τεκοῦσα Θεὸν καὶ Κύριον, τοῦ θανάτου τὴν ῥύμην τὴν ἀκατάσχετον, ἔστησας Ἁγνή, ταύτην ἀπονεκρώσασα· ὅθεν σε ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ἐκ φλογὸς τοῖς ὁσίοις δρόσον ἐπήγασας, καὶ Δικαίου θυσίαν ὕδατι ἔφλεξας· ἅπαντα γὰρ δρὰς Χριστὲ μόνῳ τῷ βούλεσθαι· Σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας».
Κανών α', ᾨδὴ θ', τοῦ Προφήτου
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον, ὃν οὐ τολμᾷ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα· διὰ σοῦ δὲ Πάναγνε ὡράθη βροτοῖς, Λόγος σεσαρκωμένος, μεγαλύνοντες, σὺν ταῖς οὐρανίαις στρατιαῖς σε μακαρίζομεν».Ἐν γῇ πραέων σὺ κατεσκήνωσας, ἔνθα τελῶν, Ἀγγέλων ἐποπτεύεις λαμπρότητας, Σοφονία πάνσοφε, Προφῆτα Θεοῦ, πρᾶος γεγενημένος, λάμπων τῇ χάριτι· ὅθεν γεγηθότες οἱ πιστοί, σὲ μακαρίζομεν.Τῶν σῶν προρρήσεων Παναοίδιμε, περιφανῶς ὁρῶντες γενομένην τὴν ἔκβασιν, τὴν δοθεῖσαν χάριν σοι θαυμάζομεν, καὶ τὴν τῆς διανοίας σου καθαρότητα, καὶ τὸ τῆς ψυχῆς θεοειδὲς καταπληττόμεθα.ΘεοτοκίονὩς σὺ οὐδεὶς ποτε κεχαρίτωται, ἐκ γενεῶν ἀρχαίων Θεομῆτορ πανάχραντε· σὺ γὰρ μόνη τὴν πασῶν ἀσύγκριτον, ἔσχες ἁγιωσύνην, καὶ καθαρότητα· ὅθεν ὑπεδέξω τόν Θεόν, ἐν σοὶ σαρκούμενον.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον, ὃν οὐ τολμᾷ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα, διὰ σοῦ δὲ Πάναγνε ὡράθη βροτοῖς, Λόγος σεσαρκωμένος, μεγαλύνοντες, σὺν ταῖς οὐρανίαις στρατιαῖς σε μακαρίζομεν».
Ἐξαποστειλάριον
Ἦχος β'
Τοῖς μαθηταῖς συνέλθωμεν ΤΟ ΑΚΟΥΤΕ
Σὺν ἀσωμάτοις τάξεσι, παρεστὼς ἐν ὑψίστοις, τῇ ἀπροσίτῳ Πάνσοφε, ἐν Τριάδι ἀμέσως, καὶ ἀστραπαῖς ταῖς ἐκεῖθεν, ἐλλαμπόμενος νέμοις, φῶς νοητὸν πρεσβείαις σου, τοῖς ἐκ πόθου τελοῦσι, σοῦ τὴν σεπτήν, καὶ φαιδρὰν πανήγυριν, καὶ σὲ μάκαρ, τοῖς ὕμνοις καταστέφουσι, Σοφονία Προφῆτα.
Θεοτοκίον
Ἦχος β'
Τοῖς μαθηταῖς συνέλθωμεν ΤΟ ΑΚΟΥΤΕ
Ὁ ἄνω δοξαζόμενος, ὡς Θεὸς ὑπ' Ἀγγέλων, κόλπων πατρῴων Ἄχραντε, μὴ ἐκστὰς ἀπορρήτως, τοῖς κάτω συνανεστράφη, σὺ δὲ ταύτης ὑπήρξας, τῆς σωτηρίας πρόξενος, ἐξ ἁγνῶν σου αἱμάτων, τούτῳ Ἁγνή, ὑπὲρ λόγον σάρκα δανεισαμένη, ὃν αἴτησαι τοῖς δούλοις σου, λύσιν δοῦναι πταισμάτων.
| TA ΜΗΝΑΙΑ | Δεκέμβριος | 03 |
Dec 04
Τῌ Δ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΔΕΚΕΜΒΡΙΟΥΜνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος ΒαρβάραςΜνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰωάννου τοῦ Δαμασκηνοῦ.
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἁγίας γ'.
Στιχηρὰ τῆς Ἁγίας Μεγαλομάρτυρος
Ἦχος β'
Ὅτε ἐκ τοῦ ξύλου σε ΤΟ ΑΚΟΥΤΕ
Ὅτε ἐν σταδίῳ τῷ φρικτῷ, Ἰουλιανὴ διεσκόπει ἡ παμμακάριστος, Μάρτυρα τὴν ἔνδοξον, Βαρβάραν μάστιξιν, ἐναθλοῦσαν βασάνοις τε, ποικίλοις τὸ σῶμα, ἄπαν συγκοπτόμενον, θερμοῖς τοῖς δάκρυσι, Λόγε τοῦ Θεοῦ ἀνεβόα· Ταύτης κοινωνὸν με γενέσθαι, ἄρτι καταξίωσον φιλάνθρωπε.
Ἦχος β'
Μίαν ἡ Βαρβάρα ἀληθῶς, Ἰουλιανή τε τὴν γνώμην, πρὸς τὴν εὐσέβειαν, ἔχουσαι αἱ ἅγιαι κατηγωνίσαντο, τοῦ ἐχθροῦ, καὶ νικήσασαι, αὐτὸν κατὰ κράτος, δόξης ἠξιώθησαν, παρὰ Χριστοῦ τοῦ Θεοῦ· ὅθεν λοιμικῶν παθημάτων, λώβην ἀφανίζουσαι πᾶσι, τοῖς πιστοῖς παρέχουσιν ἰάματα.
Ἦχος β'
Ὅτε ἀπεφάνθη κατὰ σοῦ, Μάρτυς σεμνοτάτη Βαρβάρα, ὁ γλυκὺς θάνατος, χαίρουσα καὶ σπεύδουσα, τὸν δρόμον ἤνυσας, ἀσεβοῦς δὲ γεννήτορος, χερσὶ παρανόμοις, τέθυσαι καὶ κάρπωμα, Θεῷ προσήνεξαι· ὅθεν, ταῖς φρονίμοις Παρθένοις, ὄντως συγχορεύουσα βλέπεις, Χριστοῦ τοῦ νυμφίου σου τὴν ἔλλαμψιν.
Στιχηρὰ τοῦ Ὁσίου
Ἦχος πλ. δ'
Τὶ ὑμᾶς καλέσωμεν ἅγιοι ΤΟ ΑΚΟΥΤΕ
Τὶ σε ὀνομάσωμεν Ἅγιε; θεολόγον Ἰωάννην, ἢ Δαυΐδ τὸν μελῳδόν, πνευματέμφορον Κινύραν, ἢ Αὐλὸν ποιμενικόν; γλυκαίνεις ἀκοὴν γὰρ καὶ διάνοιαν, εὐφραίνεις Ἐκκλησίας τὰ συστήματα, καὶ μελιρρύτοις σοῖς φθέγμασι, καταγλαΐζεις τὰ πέρατα, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἦχος πλ. δ'
Τὶ σε ὀνομάσω θεσπέσιε; Ἰωάννη γλυκορρῆμον, φαεινότατε ἀστήρ, ὁ τῇ αἴγλῃ τῆς Τριάδος, ἐλλαμφθεὶς τὸ ὀπτικόν; εἰσέδυς εἰς τὸν γνόφον τὸν τοῦ Πνεύματος, τοῦ θείου ἐμυήθης τὰ ἀπόρρητα, ὡς Μωϋσῆς διεσάφησας, τὴν μουσικὴν καλλιέπειαν, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἦχος πλ. δ'
Τὶ σε ὀνομάσω Ἀοίδιμε; λαμπαδοῦχον φαεσφόρον, εὐκλεῆ ὑφηγητήν; λειτουργὸν ἢ θεωρόν, τῶν Μυστηρίων τοῦ Θεοῦ; ἀστέρα Ἐκκλησίας ἀγλαΐζοντα; Λυχνίαν τοὺς ἐν σκότει καταλάμπουσαν, ἢ ὄργανον εὐηχέστατον, σάλπιγγα καλλικέλαδον, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δοξαστικὸν
Ἦχος πλ. β'
Πατρίδα, γένος, ὕπαρξιν, καταλιποῦσα Βαρβάρα, καὶ τὸν ἀσεβῆ πατέρα μισήσασα, Θεὸν ἠγάπησας, ᾧ ἐνυμφεύθης, καὶ γέγονας μεγαλέμπορος κληθεῖσα· Αὐτὸν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον
Ἦχος πλ. β'
Τριήμερος ἀνέστης Χριστὲ ΤΟ ΑΚΟΥΤΕ
Τὸ ὄμμα τῆς καρδίας μου, ἐκτείνω πρὸς σὲ Δέσποινα, μὴ παρίδῃς, τὸν πικρόν μου στεναγμόν, ἐν ὥρᾳ ὅταν κρίνῃ, ὁ σὸς Υἱὸς τὸν κόσμον, γενοῦ μοι σκέπη καὶ βοήθεια.
Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια. Ἦχος πλ. δ'Ὢ τοῦ παραδόξου θαύματος ΤΟ ΑΚΟΥΤΕΠάτερ Ἰωάννη πάνσοφε, τὴν Ἐκκλησίαν Χριστοῦ, κατεφαίδρυνας ᾄσμασιν, ἐνθεαστικώτατα, μελῳδῶν παναοίδιμε, τῇ ἐνεργείᾳ Πάτερ τοῦ Πνεύματος, τὴν σὴν Κινύραν, ἀνακρουόμενος, νῦν παναρμόνιον, τοῦ Δαυῒδ μιμούμενος, ἣν ἐνηχῶν, θείοις μελῳδήμασι, πάντας κατέθελξας.Στίχ. Μακάριος ἀνήρ, ὁ φοβούμενος τὸν Κύριον.Πάτερ Ἰωάννη ἔνδοξε, τῆς κοσμικῆς ἀποστάς, ταραχώδους συγχύσεως, τοῦ Χριστοῦ προσέδραμες, τῇ γαλήνῃ Πανόσιε, καὶ θεωρίας, θείας καὶ πράξεως, τὰς πανολβίους, σαφῶς λαμπρότητας, ὄντως ἐπλούτησας, καὶ πιστοῖς μετέδωκας, θεοπρεπεῖ, βίῳ λαμπρυνόμενος, Μακαριώτατε.Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ..Δεῦτε γηγενεῖς ἐν ᾄσμασι, τὴν ἱερὰν καὶ σεπτήν, τοῦ Ὁσίου πανήγυριν,, Ἰωάννου σήμερον, εὐσεβῶς ἀνυμνήσωμεν· οὗτος γὰρ ὄντως, θείας ἐλλάμψεως, κατηξιώθη τὸ φῶς εἰσδέξασθαι. Ὢ τῆς ἀφάτου σου, εὐσπλαγχνίας Κύριε! δι' ἧς ἡμεῖς, ἔγνωμεν δοξάζειν σε, τὸν ὑπεράγαθον.
Δοξαστικὸν
Ἦχος πλ. β'
Ὅσιε Πάτερ, εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος τῶν κατορθωμάτων σου, δι' ὧν ἐν τοῖς οὐρανοῖς, εὗρες μισθὸν τῶν καμάτων σου. Τῶν δαιμόνων ὤλεσας τὰς φάλαγγας, τῶν Ἀγγέλων ἔφθασας τὰ τάγματα, ὧν τὸν βίον ἀμέμπτως ἐζήλωσας. Παρρησίαν ἔχων πρὸς Χριστὸν τὸν Θεόν, εἰρήνην αἴτησαι ταῖς ψυχαῖς ἡμῶν.
Θεοτοκίον
Ἦχος πλ. β'
Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς. Σὲ ἱκετεύομεν, πρέσβευε, Δέσποινα, μετὰ τῶν Ἀποστόλων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἀπολυτίκιον τῆς Ἁγίας
Ἦχος δ'
Βαρβάραν τὴν Ἁγίαν τιμήσωμεν· ἐχθροῦ γὰρ τὰς παγίδας συνέτριψε, καὶ ὡς στρουθίον ἐρρύσθη ἐξ αὐτῶν, βοηθείᾳ καὶ ὅπλῳ τοῦ Σταυροῦ ἡ Πάνσεμνος.
Ἀπολυτίκιον, Ἕτερον τῆς Ἁγίας
Ἦχος δ'
Ἡ ἀμνάς σου Ἰησοῦ, κράζει μεγάλῃ τῇ φωνῇ· Σὲ νυμφίε μου ποθῶ, καὶ σὲ ζητοῦσα ἀθλῶ, καὶ συσταυροῦμαι, καὶ συνθάπτομαι τῷ βαπτισμῷ σου· καὶ πάσχω διὰ σέ, ὡς βασιλεύσω σὺν σοί, καὶ θνῄσκω ὑπὲρ σοῦ, ἵνα καὶ ζήσω ἐν σοί· ἀλλ' ὡς θυσίαν ἄμωμον, προσδέχου τὴν μετὰ πόθου τυθεῖσάν σοι. Αὐτῆς πρεσβείαις ὡς ἐλεήμων, σῶσον τὰς ψυχὰς ἡμῶν.
Ἀπολυτίκιον τοῦ Ὁσίου
Ἦχος γ'
Τὴν ὡραιότητα ΤΟ ΑΚΟΥΤΕ
Τὴν καλλικέλαδον, καὶ λιγυραῖς μολπαῖς, κατακηλοῦσάν τε, καὶ ἀγλαΐζουσαν, τὴν Ἐκκλησίαν τοῦ Χριστοῦ, εὔλαλον ἀηδόνα. Δεῦτε εὐφημήσωμεν, Ἰωάννην τὸν πάνσοφον, τὸν Δαμασκηνὸν πιστοί, ὑμνογράφων τὸν πρύτανιν, τὸν ἔμπλεων, ἁπάσης γενόμενον, θείας καὶ κοσμικῆς σοφίας.
Θεοτοκίον
Ἦχος πλ. δ'
Ὁ δι' ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ Ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου, δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον, δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον πρεσβεύουσαν ὑπὲρ ἡμῶν καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα τῆς Ἁγίας
Ἦχος γ'
Τὴν ὡραιότητα ΤΟ ΑΚΟΥΤΕ
Ἐν τῇ ἀθλήσει σου, πάντας ἐξέπληξας, ὅτι ὑπέμεινας, τὰς τῶν τυράννων πληγάς, δεσμὰ, βασάνους, φυλακάς, Βαρβάρα παναοίδιμε· Ὅθεν καὶ τὸν στέφανον, ὁ Θεός σοι δεδώρηται, ὅνπερ ἐπεπόθησας, ψυχικῶς καὶ προσέδραμες· αὐτὸς καὶ τὰς ἰάσεις παρέχει, πᾶσι τοῖς πίστει προσιοῦσί σοι.Δόξα... Ἦχος πλ. α'Τὸν συνάναρχον Λόγον ΤΟ ΑΚΟΥΤΕΤῶν Ἁγίων τὰς μνήμας ἐπιτελοῦντες πιστῶς, τῶν Ἀθληφόρων τὴν μνήμην πανηγυρίσωμεν, καὶ ᾠδαῖς πνευματικαῖς ἀνευφημήσωμεν, ὅτι ἐνέκρωσαν εὐχῇ, τὸν τὴν Εὔαν δολερῶς, στερήσαντα ἀφθαρσίας, καὶ τὸν Χριστὸν δυσωποῦσιν, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.Καὶ νῦν... ΘεοτοκίονΧαῖρε, Ἅγιον Ὄρος καὶ θεοβάδιστον, χαῖρε ἔμψυχε Βάτε καὶ ἀκατάφλεκτε, Χαῖρε ἡ μόνη πρὸς Θεὸν κόσμου Γέφυρα, ἡ μετάγουσα θνητούς, πρὸς τὴν αἰώνιον ζωήν, Χαῖρε ἀκήρατε Κόρη, ἡ ἀπειράνδρως τεκοῦσα, τὴν σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Μετὰ την β' Στιχολογίαν, Καθίσματα τοῦ Ὁσίου
Ἦχος α'
Τὸν τάφον σου Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ
Ἡδύφωνος Αὐλός, μεγαλόφωνος Σάλπιγξ, Κιθάρα μελουργός, λιγυρὰ θεία Λύρα, Κινύρα παναρμόνιος, μουσικώτατον Ὄργανον, ἐμπνεόμενον, τοῦ Παρακλήτου ταῖς αὔραις, ἀναδέδειξαι, ὦ Ἰωάννη καὶ θέλγεις, ἡμῶν τὰ νοήματα.Δόξα... ὍμοιονὙμνοῦμεν τοὺς σεπτούς, καὶ ἁγίους ἀγῶνας, οὓς ἔτλης ἀληθῶς, ὑπέρ της Ἐκκλησίας, γεραίροντες ἐν ᾄσμασι, τὰ σεπτὰ μελῳδήματα, ἃ κατέλιπες, εἰς ὑμνῳδίαν Κυρίου, ἀξιάγαστε, καὶ τῶν πιστῶν εὐφροσύνην, Ἰωάννη πανεύφημε.Καὶ νῦν... ΘεοτοκίονΜητέρα τοῦ Θεοῦ, ἐπιστάμεθα πάντες, Παρθένον ἀληθῶς, καὶ μετὰ τόκον φανεῖσαν, οἱ πόθῳ καταφεύγοντες, πρὸς τὴν σὴν ἀγαθότητα· σὲ γὰρ ἔχομεν ἁμαρτωλοὶ προστασίαν, σὲ κεκτήμεθα, ἐν πειρασμοῖς σωτηρίαν, τὴν μόνην Πανάμωμον.
Κανών α', ᾨδὴ α', τῆς Θεοτόκου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν αἰγυπτίαν μοχθηρίαν διαφυγών, ὁ Ἰσραηλίτης ἀνεβόα· τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν.Πολλοῖς συνεχόμενος πειρασμοῖς, πρὸς σὲ καταφεύγω, σωτηρίαν ἐπιζητῶν· Ὦ Μῆτερ τοῦ Λόγου καὶ Παρθένε, τῶν δυσχερῶν καὶ δεινῶν με διάσωσον.Παθῶν με ταράττουσι προσβολαί, πολλῆς ἀθυμίας, ἐμπιπλῶσαί μου τὴν ψυχήν, εἰρήνευσον, Κόρη, τῇ γαλήνῃ, τῇ τοῦ Υἱοῦ καὶ Θεοῦ σου, Πανάμωμε.Σωτῆρα τεκοῦσάν σε καὶ Θεόν, δυσωπῶ, Παρθένε, λυτρωθῆναί με τῶν δεινῶν· σοὶ γὰρ νῦν προσφεύγων ἀνατείνω, καὶ τὴν ψυχὴν καὶ τὴν διάνοιαν.Νοσοῦντα τὸ σῶμα καὶ τὴν ψυχήν, ἐπισκοπῆς θείας, καὶ προνοίας τῆς παρὰ σοῦ, ἀξίωσον, μόνη Θεομῆτορ, ὡς ἀγαθὴ ἀγαθοῦ τε λοχεύτρια.
Ὁ Κανὼν τῆς Ἁγίας Μεγαλομάρτυρος.Ποίημα Στεφάνου Σαββαΐτου.ᾨδὴ α'
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐν βυθῷ κατέστρωσε ποτέ, τὴν Φαραωνίτιδα, πανστρατιὰν ἡ ὑπέροπλος δύναμις, σαρκωθεὶς ὁ Λόγος δέ, τὴν παμμόχθηρον ἁμαρτίαν ἐξήλειψεν, ὁ δεδοξασμένος Κύριος· ἐνδόξως γὰρ δεδόξασται».Ὢ Τριὰς ὑπέρθεε σεπτή, ἡ τῶν ὑπὲρ ἔννοιαν, τὴν δωρεὰν σοῖς οἰκέταις βραβεύουσα, φωτοφόρον ἔμπνευσον, τῇ ζοφώδει μου, διανοίᾳ ἀμάρυγμα, τὴν σὴν εὐφημῆσαι Μάρτυρα, Βαρβάραν τὴν ἀοίδιμον.Ἐγκωμίων ἅπαντα θεσμόν, ὄντως ὑπερβέβηκε, τῶν σῶν Μαρτύρων ἡ δόξα Φιλάνθρωπε, ἀλλὰ τὸ ἐκ πίστεως κατὰ δύναμιν, δεδεγμένος ἐφύμνιον, ἀντικαταπέμποις, Δέσποτα πλουσίως τὴν ἀντίδοσιν.Ἀκανθώδους ῥίζης ἐκφυέν, ῥόδον ἱερώτατον, τὴν Ἐκκλησίαν Χριστοῦ εὐωδίασεν, ἡ τῷ ἐρυθήματι, τῆς ἀθλήσεως, φοινιχθεῖσα δι' αἵματος, ἔνδοξος Βαρβάρα, ἣν περ ἐπαξίως μακαρίζομεν.
Κανών β', ᾨδὴ α', τοῦ Ὁσίου
Ἦχος β'
Ἐν βυθῷ ΤΟ ΑΚΟΥΤΕ
Τῷ τοῖς σοῖς ἐπαίνοις ἐγχειρεῖν, μέλλοντι παρεῖναί σου, ἔδει φωνὴν τὴν μελίρρυτον Ὅσιε, δι' ἧς τὴν ὀρθόδοξον, κατεφαίδρυνας, Ἐκκλησίαν τοῖς ᾄσμασι, Πάτερ, Ἰωάννη, ἥτις σου γεραίρει τὸ μνημόσυνον.Ὡς σοφός, ἀγχίνους τε κριτής, τὴν τῶν ὄντων ἄριστα, φύσιν σκοπῶν, τῶν ἀστάτων προέκρινας τὰ διαιωνίζοντα· τῶν προσκαίρων γάρ, ἀντηλλάξω τὰ κρείττονα, Πάτερ, Ἰωάννη· ὅθεν σε καὶ νῦν Χριστὸς ἐδόξασεν.ΘεοτοκίονἸσωθῆναι πόθον μοι ἐνθείς, ὄφις ὁ παμπόνηρος, τῷ Πλαστουργῷ ὡς αἰχμάλωτον ἥρπασε· διὰ σοῦ δὲ Πάναγνε, ἀνακέκλημαι, θεωθεὶς ἀληθέστατα· σὺ γὰρ Θεομῆτορ, τὸν ἐμὲ θεώσαντα γεγέννηκας.
Κανών α', ᾨδὴ γ', τῆς Θεοτόκου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σύ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε.Προστασίαν καὶ σκέπην, ζωῆς ἐμῆς τίθημι, Σέ, Θεογεννῆτορ, Παρθένε, σύ με κυβέρνησον, πρὸς τὸν λιμένα σου, τῶν ἀγαθῶν ἡ αἰτία, τῶν πιστῶν τὸ στήριγμα, μόνη πανύμνητε.Ἱκετεύω, Παρθένε, τὸν ψυχικὸν τάραχον, καὶ τῆς ἀθυμίας τὴν ζάλην, διασκεδάσαι μου· σὺ γάρ, Θεόνυμφε, τὸν ἀρχηγὸν τῆς γαλήνης, τὸν Χριστὸν ἐκύησας, μόνη πανάχραντε.Εὐεργέτην τεκοῦσα, τὸν τῶν καλῶν αἴτιον, τῆς εὐεργεσίας τὸν πλοῦτον, πᾶσιν ἀνάβλυσον· πάντα γὰρ δύνασαι, ὡς δυνατὸν ἐν ἰσχύϊ, τὸν Χριστὸν κυήσασα, Θεομακάριστε.Χαλεπαῖς ἀρρωστίαις, καὶ νοσεροῖς πάθεσιν, ἐξεταζομένῳ, Παρθένε, σύ μοι βοήθησον· τῶν ἰαμάτων γάρ, ἀνελλιπῆ σε γινώσκω, θησαυρόν, Πανάμωμε, τὸν ἀδαπάνητον.
Κανών α', ᾨδὴ γ', τῆς Ἁγίας
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐξήνθησεν ἡ ἔρημος, ὡσεὶ κρίνον Κύριε, ἡ τῶν ἐθνῶν στειρεύουσα, Ἐκκλησία τῇ παρουσίᾳ σου, ἐν ᾗ ἐστερεώθη ἡ καρδία μου».Τετρωμένη τοῦ πόθου σου, ὡς νυμφίου Δέσποτα, τῷ γλυκυτάτῳ βέλει, ἡ ἀθληφόρος Βαρβάρα, ἅπασαν πατρικὴν ἀθεΐαν ἑβδελύξατο.Οὐ τρυφῆς ἡ τερπνότης, οὐκ ἄνθος κάλλους πλοῦτός τε, οὐχ ἡδοναὶ νεότητος, ἔθελξὰν σε Βαρβάρα ἔνδοξε, τῷ Χριστῷ νυμφευθεῖσα καλλιπάρθενε.Πρὸς τελείους ἀγῶνας, οὐδὲν ἐδείχθη κώλυμα, τὸ ἀσθενὲς τοῦ θήλεος οὗ τὸ νέον τῆς ἡλικίας Χριστέ, ἀκηράτῳ σου σθένει δυναμούμενον.
Κανών β', ᾨδὴ γ', τοῦ Ὁσίου
Ἦχος β'
Ἐξήνθησεν ἡ ἔρημος ΤΟ ΑΚΟΥΤΕ
Ἐσκόρπισας τὸν πλοῦτον, Θεῷ δανείζων· ὅθεν σοι, τῶν οὐρανῶν ηὐτρέπισται, βασιλεία, ἀλλὰ καὶ νῦν, ἀμοιβὴν Ἰωάννη, ἐδέξω πολυπλάσιον.Τῆς σοφίας τὸ τάλαντον, δεδεγμένος πράξεσι, κατακοσμεῖς ἀοίδιμε, Ἰωάννη τὴν Ἐκκλησίαν Χριστοῦ, ὃ πολυπλασιάζεις καὶ τὸν βίον λιπὼν.ΘεοτοκίονΤὰ τάγματα ἐξέστησαν, τῶν Ἀγγέλων Πάναγνε, καὶ τῶν ἀνθρώπων ἔφριξαν, αἱ καρδίαι ἐπὶ τῷ τόκῳ σου· διὸ σε Θεοτόκον πίστει σέβομεν.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ἐξήνθησεν ἡ ἔρημος, ὡσεὶ κρίνον Κύριε, ἡ τῶν Ἐθνῶν στειρεύουσα, Ἐκκλησία τῇ παρουσίᾳ σου, ἐν ᾗ ἐστερεώθη ἡ καρδία μου».
Κάθισμα τῆς Ἁγίας
Ἦχος δ'
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ΤΟ ΑΚΟΥΤΕ
Τὸν νυμφίον σου Χριστὸν ἀγαπήσασα, τὴν λαμπάδα σου φαιδρῶς εὐτρεπίσασα, ταῖς ἀρεταῖς διέλαμψας Πανεύφημε· ὅθεν εἰσελήλυθας, σὺν αὐτῷ εἰς τοὺς γάμους, τὸ στέφος τῆς ἀθλήσεως, παρ' αὐτοῦ δεξαμένη, ἀλλ' ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, τοὺς ἐκτελοῦντας Βαρβάρα τὴν μνήμην σου.Δόξα... Τοῦ ὉσίουἮχος πλ. α'Τὸν συνάναρχον Λόγον ΤΟ ΑΚΟΥΤΕΤὴν τοῦ βίου ἀπάτην ἀποκρουσάμενος, τὸν Σταυρὸν τοῦ Κυρίου ἀναλαβόμενος, ἀσκητικῶς τὸν πονηρὸν κατεπάλαισας, τῆς ἐρήμου πολιστής, φωστὴρ τοῦ κόσμου νοητῶς, ἀναδειχθεὶς θεοφόρε· διὸ πρέσβευε τῷ Σωτῆρι, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.Καὶ νῦν... ΘεοτοκίονΤὸ ἐξαίσιον θαῦμα τὸ τῆς συλλήψεως, καὶ ὁ ἄφραστος τρόπος ὁ τῆς κυήσεως, ἐν σοὶ ἐγνώρισται Ἁγνὴ ἀειπάρθενε. Καταπλήττει μου τὸν νοῦν, καὶ ἐξιστᾷ τὸν λογισμόν, ἡ δόξα σου Θεοτόκε, τοῖς πᾶσιν ἐφαπλουμένη, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Κανών α', ᾨδὴ δ', τῆς Θεοτόκου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Εἰσακήκοα, Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν Θεότητα.Τῶν παθῶν μου τὸν τάραχον, ἡ τὸν κυβερνήτην τεκοῦσα Κύριον, καὶ τὸν κλύδωνα κατεύνασον, τῶν ἐμῶν πταισμάτων, Θεονύμφευτε.Εὐσπλαγχνίας τὴν ἄβυσσον, ἐπικαλουμένῳ τῆς σῆς παράσχου μοι, ἡ τὸν εὔσπλαγχνον κυήσασα, καὶ Σωτῆρα πάντων, τῶν ὑμνούντων σε.Ἀπολαύοντες, Πάναγνε, τῶν σῶν δωρημάτων εὐχαριστήριον, ἀναμέλπομεν ἐφύμνιον, οἱ γινώσκοντές σε Θεομήτορα.Οἱ ἐλπίδα καὶ στήριγμα, καὶ τῆς σωτηρίας τεῖχος ἀκράδαντον, κεκτημένοι σε, Πανύμνητε, δυσχερείας πάσης, ἐκλυτρούμεθα.
Κανών α', ᾨδὴ δ', τῆς Ἁγίας
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐλήλυθας, ἐκ Παρθένου οὐ πρέσβυς οὐκ Ἄγγελος, ἀλλ' αὐτὸς ὁ Κύριος, καὶ ἔσωσας ὅλον με τὸν ἄνθρωπον· διὸ κραυγάζω σοι· Δόξα τῇ δυνάμει σου Κύριε».Ἐκ Παρθένου, γεννηθεὶς ἐδωρήσω νεάνισι, Παρθένοις τὸ φρύαγμα, καταβαλεῖν τοῦ ἀλάστορος· ὅθεν ἡ καλλίνικος Βαρβάρα, τούτου τὸ θράσος κατεπάτησε.Τῷ Σταυρῷ σου, τοῦ θανάτου τὴν δύναμιν ἔλυσας, ἐντεῦθεν τοῦ σώματος, Κόρη Χριστὲ ἀφειδήσασα, φέρει γενναιότατα, τοὺς αἰκισμοὺς ἡ Βαρβάρα στερροτάτῳ φρενί.Ἡ προμήτωρ, μηχαναῖς τοῦ δολίου θελχθεῖσα τὸ πρίν, τρυφῆς ἐξωστράκισται, τοῦ Παραδείσου, Βαρβάρα δέ, τοῦτον ἐκφαυλίσασα, ἐν οὐρανίῳ νυμφῶνι νῦν αὐλίζεται.
Κανών β', ᾨδὴ δ', τοῦ Ὁσίου
Ἦχος β'
Ἐλήλυθας ΤΟ ΑΚΟΥΤΕ
Διατάξει, τοῦ Χριστοῦ πειθαρχήσας κατέλιπες, τοῦ κόσμου τερπνότητα, πλοῦτον τρυφὴν περιφάνειαν, ᾧ τινι ἀράμενος, τὸν σὸν σταυρὸν Ἰωάννη ἠκολούθησας.Συμπτωχεύσας, εἰς βροτῶν σωτηρίαν πτωχεύσαντι, Χριστῷ συνδεδόξασαι, ὥσπερ αὐτὸς ἐπηγγείλατο, καὶ συμβασιλεύεις δέ, τῷ εἰς ἀεὶ Ἰωάννῃ βασιλεύοντι.ΘεοτοκίονΣὲ λιμένα, σωτηρίας καὶ τεῖχος ἀκράδαντον, Θεοτόκε Δέσποινα, πάντες πιστοὶ ἐπιστάμεθα· σὺ γὰρ ταῖς πρεσβείαις σου, ἐκ κινδύνων λυτροῦσαι τὰς ψυχὰς ἡμῶν.
Κανών α', ᾨδὴ ε', τῆς Θεοτόκου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Φώτισον ἡμᾶς, τοῖς προστάγμασί σου, Κύριε, καὶ τῷ βραχίονί σου τῷ ὑψηλῷ, τὴν σὴν εἰρήνην, παράσχου ἡμῖν, φιλάνθρωπε.Ἔμπλησον, Ἁγνή, εὐφροσύνης τὴν καρδίαν μου, τὴν σὴν ἀκήρατον διδοῦσα χαράν, τῆς εὐφροσύνης, ἡ γεννήσασα τὸν αἴτιον.Λύτρωσαι ἡμᾶς, ἐκ κινδύνων, Θεοτόκε Ἁγνή, ἡ αἰωνίαν τεκοῦσα λύτρωσιν, καὶ τὴν εἰρήνην, τὴν πάντα νοῦν ὑπερέχουσαν.Λῦσον τὴν ἀχλύν, τῶν πταισμάτων μου, Θεόνυμφε, τῷ φωτισμῷ τῆς σῆς λαμπρότητος, ἡ φῶς τεκοῦσα, τὸ θεῖον καὶ προαιώνιον.Ἴασαι Ἁγνή, τῶν παθῶν μου τὴν ἀσθένειαν, ἐπισκοπῆς σου ἀξιώσασα, καὶ τὴν ὑγείαν, τῇ πρεσβείᾳ σου παράσχου μοι.
Κανών α', ᾨδὴ ε', τῆς Ἁγίας
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Μεσίτης Θεοῦ, καὶ ἀνθρώπων γέγονας, Χριστὲ ὁ Θεός· διὰ σοῦ γὰρ Δέσποτα, τὴν πρὸς τὸν ἀρχίφωτον Πατέρα σου, ἐκ νυκτὸς ἀγνωσίας, προσαγωγὴν ἐσχήκαμεν».Θυρίσι τρισί, τὸ λουτρὸν φωτίζεσθαι κελεύσασα, μυστικῶς διέγραψας, Βάπτισμα Βαρβάρα τῆς Τριάδος φωτί, τῶν ψυχῶν σελασφόρον, ὑπάρχον καθαρτήριον.Μανίαν δεινήν, τοῦ πατρὸς ἐκκλίνουσαν, Βαρβάραν σχισθέν, εὐθὺς ὑπεδέξατο, ὄρος, ὥσπερ πάλαι τὴν ἀοίδιμον, πρωτομάρτυρα Θέκλαν, Χριστοῦ τερατουργήσαντος.Τοῦ ὄντως Θεοῦ, πυρωθεῖσα ζήλῳ ψευδωνύμων Θεῶν, εἰς αἰσχρὰ ἐνέπτυσε, πρόσωπα Βαρβάρα ἡ Πανεύφημος, καταπαίζουσα Κόρη, τοῦ δῆθεν κοσμοκράτορος.
Κανών β', ᾨδὴ ε', τοῦ Ὁσίου
Ἦχος β'
Μεσίτης Θεοῦ ΤΟ ΑΚΟΥΤΕ
Τῷ φόβῳ Χριστοῦ, Πάτερ στοιχειούμενος, πρὸς θείαν ζωήν, τῆς σαρκὸς τὸ φρόνημα, ὅλον καθυποτάξας τῷ πνεύματι, τὰς σαυτοῦ Ἰωάννη, αἰσθήσεις καθαιρόμενος.Καθάρας παντός, μολυσμοῦ τὸ σῶμα, καὶ ψυχὴν καὶ τὸν νοῦν, ἐμμελῶς θεόσοφε, αἴγλην ὑπεδέξω τὴν τρισήλιον, Ἰωάννη λαμπροῖς σε, πλουτίζουσαν χαρίσμασι.ΘεοτοκίονΔυσώπει τὸν σόν, Υἱὸν καὶ Κύριον, Παρθένε ἁγνή, αἰχμαλώτοις λύτρωσιν, τοῖς ἐξ ἐναντίας περιστάσεως, ἐπὶ σοὶ πεποιθόσιν, εἰρηνικὴν δωρήσασθαι.
Κανών α', ᾨδὴ ς', τῆς Θεοτόκου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾍδῃ προσήγγισε, καὶ δέομαι ὡς Ἰωνᾶς· Ἐκ φθορᾶς, ὁ Θεὸς με ἀνάγαγε.Θανάτου καὶ τῆς φθορᾶς ὡς ἔσωσεν, ἑαυτὸν ἐκδεδωκὼς τῷ θανάτῳ, τὴν τῇ φθορᾷ καὶ θανάτῳ μου φύσιν, κατασχεθεῖσαν, Παρθένε, δυσώπησον, τὸν Κύριόν σου καὶ Υἱόν, τῆς ἐχθρῶν κακουργίας με ῥύσασθαι.Προστάτιν σε τῆς ζωῆς ἐπίσταμαι, καὶ φρουρὰν ἀσφαλεστάτην, Παρθένε, τῶν πειρασμῶν διαλύουσαν ὄχλον, καὶ ἐπηρείας δαιμόνων ἐλαύνουσαν, καὶ δέομαι διαπαντός, ἐκ φθορᾶς τῶν παθῶν μου ῥυσθῆναί με.Ὡς τεῖχος καταφυγῆς κεκτήμεθα, καὶ ψυχῶν σε παντελῆ σωτηρίαν, καὶ πλατυσμὸν ἐν ταῖς θλίψεσι, Κόρη, καὶ τῷ φωτί σου ἀεὶ ἀγαλλόμεθα· Ὧ Δέσποινα, καὶ νῦν ἡμᾶς, τῶν παθῶν καὶ κινδύνων διάσωσον.Ἐν κλίνῃ νῦν ἀσθενῶν κατάκειμαι, καὶ οὐκ ἔστιν ἴασις τῇ σαρκί μου, ἀλλ' ἡ Θεὸν καὶ Σωτῆρα τοῦ κόσμου, καὶ τὸν λυτῆρα τῶν νόσων κυήσασα, σοῦ δέομαι τῆς ἀγαθῆς, ἐκ φθορᾶς νοσημάτων ἀνάστησον.
Κανών α', ᾨδὴ ς', τῆς Ἁγίας
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον· Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε».Ὡς ὑπέσχου σοφίαν δεδώρησαι, Σῶτερ θεοδίδακτον, τοῖς σὲ κηρύττουσι, δικαστικοῦ πρὸ βήματος, ἧς Βαρβάρα ἡ Μάρτυς ἐμπέπλησται.Τῶν ἀθέων τὴν πλάνην διήλεγξε, λόγῳ θεοσόφῳ, Βαρβάρα ἡ ἔνδοξος· ὑπομονῇ τῶν ἔργων δέ, τῶν Τυράννων τὰς φρένας ἐξέστησεν.Αἰκισμοῖς ἀφειδῶς καταξαίνεσθαι, ῥάκεσι τριχίνοις εὐτόνως τε τρίβεσθαι, διὰ Χριστὸν ἡ ἄμεμπτος, Ἀθληφόρος τὸ σῶμα προδίδωσιν.
Κανών β', ᾨδὴ ς', τοῦ Ὁσίου
Ἦχος β'
Ἐν ἀβύσσῳ ΤΟ ΑΚΟΥΤΕ
Ἐλλαμφθεὶς τῇ τοῦ Πνεύματος χάριτι, θείων ἀνθρωπίνων τε, γνῶσιν πραγμάτων τρανῶς, πεπλουτηκὼς τοῖς χρῄζουσιν, Ἰωάννη ἀφθόνως μετέδωκας.Ἐφαμίλλως χοροῖς οὐρανίοις Σοφέ, τῶν Ἐκκλησιῶν ὀρθοδόξων ἐρρύθμισας, χοροστασίας ᾄσματα, προσφωνῶν τῇ Τριάδι θεόφθεγκτα.ΘεοτοκίονἈπειράνδρως Παρθένε ἐκύησας, καὶ διαιωνίζεις Παρθένος ἐμφαίνουσα, τῆς ἀληθοῦς θεότητος, τοῦ Υἱοῦ καὶ Θεοῦ σου τὰ σύμβολα.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον· Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε».
Κοντάκιον τῆς Ἁγίας
Ἦχος δ'
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ΤΟ ΑΚΟΥΤΕ
Τῷ ἐν Τριάδι εὐσεβῶς ὑμνουμένῳ, ἀκολουθήσασα σεμνὴ Ἀθληφόρε, τὰ τῶν εἰδώλων ἔλιπες σεβάσματα, μέσον δὲ τοῦ σκάμματος, ἐναθλοῦσα Βαρβάρα, τυράννων οὐ κατέπτηξας, ἀπειλὰς ἀνδρειόφρον, μεγαλοφώνως μέλπουσα ἀεί, Τριάδα σέβω τὴν μίαν θεότητα.
Ὁ Οἶκος
Τὴν νυμφευθεῖσαν τῷ Χριστῷ διὰ τοῦ μαρτυρίου, Βαρβάραν συνελθόντες τιμήσωμεν ἀξίως, ὅπως αὐτῆς ταῖς προσευχαῖς λύμης ψυχοφθόρου λυτρωθέντες, καὶ λοιμοῦ, σεισμοῦ τε καὶ καταπτώσεως, τὸν βίον ἐν εἰρήνῃ διέλθωμεν, καταξιωθέντες μετὰ πάντων τῶν Ἁγίων, τῶν ἀπ' αἰῶνος Θεῷ εὐαρεστησάντων, διάγειν ἐν φωτί, καὶ μέλπειν ἀξίως, ἐθαυμάστωσας Σῶτερ τὰ σὰ ἐλέη πᾶσι τοῖς πίστει ὁμολογοῦσι, Τριάδα σέβω τὴν μίαν θεότητα.
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ Δ' τοῦ αὐτοῦ μηνός, Ἄθλησις τῆς Ἁγίας Μεγαλομάρτυρος Βαρβάρας.ΣτίχοιΞίφει πατὴρ θύσας σε, Μάρτυς Βαρβάρα,Ὑπῆρξεν ἄλλος Ἀβραὰμ διαβόλου.Βαρβάρα ἀμφὶ τετάρτῃ χερσὶ τοκῆος ἐτμήθη.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν, Ἰωάννου Μοναχοῦ καὶ πρεσβυτέρου τοῦ Δαμασκηνοῦ.ΣτίχοιΠλήσας μελῶν γῆν ἡδέων Ἰωάννης,Κἂν οὐρανοῖς ἄνεισι συνθεῖναι μέλη.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου πατρὸς ἡμῶν, Ἰωάννου, Ἐπισκόπου Πολυβότου, τοῦ θαυματουργοῦ.ΣτίχοιἘπισκοπὴν γῆς ἐκλιπὼν Ἰωάννης,Ἐπισκοποῦντος πάντα τέρπεται θέᾳ,Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Ἰουλιανὴ ξίφει τελειοῦται.ΣτίχοιἸουλιανὴν ὡς περιστερὰν δέχου,Εἰμὴ τάχει τέμνοιτο, τρίζουσαν Λόγε.Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Χριστόδουλος καὶ Χριστοδούλη ξίφει τελειοῦνται.ΣτίχοιΣυνωνυμὼν σοι, παρθένε Χριστοδούλη,Ὁ Χριστόδουλος, καὶ συναθλεῖ σοι ξίφει.Ὁ ἅγιος νέος Ἱερομάρτυς Σεραφεὶμ ὁ Φαναρίου ἐπίσκοπος, ὁ μαρτυρήσας ἐν ἔτει 1601, σούβλῃ διαπαρεὶς τελειοῦται.ΣτίχοιὉ γῆς Σεραφεὶμ Θετταλῶν φὺς ὡς κλάδος,Θεῷ Λόγῳ πρόσεισι ῥείθροις αἱμάτων.Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον, καὶ σῶσον ἡμᾶς. Ἀμήν.
Κανών α', ᾨδὴ ζ', τῆς Θεοτόκου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Οἱ ἐκ τῆς Ἰουδαίας, καταντήσαντες Παῖδες ἐν Βαβυλῶνι ποτέ, τῇ πίστει τῆς Τριάδος, τὴν φλόγα τῆς καμίνου, κατεπάτησαν ψάλλοντες· Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.Τὴν ἡμῶν σωτηρίαν, ὡς ἠθέλησας Σῶτερ, οἰκονομήσασθαι, ἐν μήτρᾳ τῆς Παρθένου, κατῴ κησας τῷ κόσμῳ, ἣν προστάτιν ἀνέδειξας· Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητός εἶ.Θελητὴν τοῦ ἐλέους, ὃν ἐγέννησας, Μῆτερ ἁγνὴ δυσώπησον, ῥυσθῆναι τῶν πταισμάτων, ψυχῆς τε μολυσμάτων, τοὺς ἐν πίστει κραυγάζοντας· Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.Θησαυρὸν σωτηρίας, καὶ πηγὴν ἀφθαρσίας, τὴν σὲ κυήσασαν, καὶ πύργον ἀσφαλείας, καὶ θύραν μετανοίας, τοῖς κραυγάζουσιν ἔδειξας· Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.Σωμάτων μαλακίας, καὶ ψυχῶν ἀρρωστίας, Θεογεννήτρια, τῶν πόθῳ προσιόντων, τῇ σκέπῃ σου τῇ θείᾳ, θεραπεύειν ἀξίωσον, ἡ τὸν Σωτῆρα Χριστόν, ἡμῖν ἀποτεκοῦσα.
Κανών α', ᾨδὴ ζ', τῆς Ἁγίας
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἀντίθεον πρόσταγμα παρανομοῦντος, τυράννου μετάρσιον, τὴν φλόγα ἀνερρίπισε, Χριστὸς δὲ ἐφήπλωσε θεοσεβέσι Παισί, δρόσον τὴν τοῦ Πνεύματος, ὁ ὢν εὐλογημένος καὶ ὑπερένδοξος».Ὁ γῆν καταλήψεσθαι καὶ ἐξαλείψειν, τὴν θάλασσαν Τύραννος, εἰκαίως φρυαττόμενος, ὡς παίγνιον πρόκειται, Βαρβάρας κόρης ποσί· τοῦτον ἐκνευρίσας γὰρ Χριστός, ὥσπερ στρουθίον σαθρὸν ἐδέσμευσε.Πληγαῖς ἀφορήτοις σου καταξανθέντος, τοῦ σώματος ὅλου τε, βαφέντος ἐν αἱμάτων ῥοαῖς, λαμπάσιν ὑπέμεινας, φλογιζομένη πλευράς, Μάρτυς παναοίδιμε, Χριστῷ εὐχαριστοῦσα, Βαρβάρα ἔνδοξε.Ὢ τῆς ἀπανθρώπου τε καὶ ἀναλγήτου, Τυράννων ὠμότητος, καὶ πλείστης ἀθεότητος! μαστοὺς γὰρ τῆς Μάρτυρος, ὡς ἐν μακέλλῳ δεινῶς, ξίφεσι κατέτεμνον, τὸν νοῦν προσερειδούσης τῷ ζωοδότῃ Χριστῷ.
Κανών β', ᾨδὴ ζ', τοῦ Ὁσίου
Ἦχος β'
Ἀντίθεον πρόσταγμα ΤΟ ΑΚΟΥΤΕ
Τῷ ζήλῳ πυρούμενος τῶν θεομάχων, αἱρέσεων ἅπασαν, κακόνοιαν ἀνέτρεψας, συντόνοις συγγράμμασι, λευκάνας πᾶσι τρανῶς, πάλαι τὰ σποράδην τοῖς σοφοῖς, ὦ Ἰωάννη, συγγεγραμμένα ἰσχνῶς.Θερμῶς ἐστηλίτευσας τῶν δυσωνύμων, τροφίμων τοῦ Μάνεντος, τὴν βλάσφημον ἀσέβειαν, νοθεῦσαι πειραθεῖσαν, τὴν Ἐκκλησίαν Χριστοῦ, λόγοις τε καὶ δόγμασιν ὀρθοῖς, ὦ Ἰωάννη, οἷς περ συντέθεικας.ΘεοτοκίονἉγίων Ἁγίαν σε κατανοοῦμεν, ὡς μόνην κυήσασαν, Θεὸν τὸν ἀναλλοίωτον Παρθένε ἀμόλυντε, Μήτηρ ἀνύμφευτε· πᾶσι γὰρ ἐπήγασας πιστοῖς, τὴν ἀφθαρσίαν τῷ θείῳ τόκῳ σου.
Κανών α', ᾨδὴ η', τῆς Θεοτόκου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Τὸν Βασιλέα τῶν οὐρανῶν, ὃν ὑμνοῦσι στρατιαὶ τῶν Ἀγγέλων, ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.Τοὺς βοηθείας τῆς παρὰ σοῦ δεομένους, μὴ παρίδῃς Παρθένε, ὑμνοῦντας, καὶ ὑπερυψοῦντάς σε, Κόρη, εἰς αἰῶνας.Τῶν ἰαμάτων τὸ δαψιλές, ἐπιχέεις τοῖς πιστῶς ὑμνοῦσί σε Παρθένε, καὶ ὑπερυψοῦσι τὸν ἄφραστόν σου τόκον.Τὰς ἀσθενείας μου τῆς ψυχῆς ἰατρεύεις, καὶ σαρκὸς τὰς ὀδύνας, Παρθένε, ἵνα σε δοξάζω τὴν Κεχαριτωμένην.Τῶν πειρασμῶν σὺ τὰς προσβολὰς ἐκδιώκεις, καὶ παθῶν τὰς ἐφόδους Παρθένε· ὅθεν σε ὑμνοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
Κανών α', ᾨδὴ η', τῆς Ἁγίας
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Κάμινος ποτέ, πυρὸς ἐν Βαβυλῶνι, τὰς ἐνεργείας διεμέριζε, τῷ θείῳ προστάγματι, τοὺς Χαλδαίους καταφλέγουσα, τοὺς δὲ πιστοὺς δροσίζουσα ψάλλοντας· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον».Ὤφθη σοι Χριστός, φωτὶ ἐν ἀπροσίτῳ, ἐγκαθειργμένη ὦ Βαρβάρα, φρουρᾷ, θαρρεῖν προτρεπόμενος, καὶ τοὺς μώλωπας ἰώμενος, καὶ χαρμονὴν δωρούμενος· ὅθεν ἀνεπτερώθης, τοῦ σοῦ Νυμφίου τῷ ἔρωτι.Ἄγγελος φαιδρός, στολὴν φωτοειδῆ σε, διὰ Χριστὸν γεγυμνωμένην, σεμνὴ Βαρβάρα ἠμφίασε, καὶ ὡς νύμφην περιήγαγε· τὰ πάθη τῇ ἐσθῆτι γάρ, Μάρτυς συνεξεδύσω, θείαν ἐκστᾶσα ἀλλοίωσιν.Δέδεικται σαφῶς, Χριστὲ ἡ πρόρρησίς σου, πεπληρωμένη· πατὴρ τέκνον γάρ, εἰς φόνον προδίδωσιν, αὐτουργός τε τῆς σφαγῆς γεγονώς, ὁ δείλαιος γεννήτωρ, τῆς σῆς Μάρτυρος, οὐρανίῳ· ὅθεν πυρὶ κατηνάλωται.
Κανών β', ᾨδὴ η', τοῦ Ὁσίου
Ἦχος β'
Κάμινος ποτέ ΤΟ ΑΚΟΥΤΕ
Ἤλεγξας σαφῶς, ἐγγράφως, Ἰωάννη, τοῦ Νεστορίου τὴν διαίρεσιν, Σεβήρου τὴν σύγχυσιν, μονοθέλητον παράνοιαν, καὶ πίστιν μονενέργητον, φέγγος ὀρθοδοξίας, πᾶσιν ἀστράψας τοῖς πέρασιν.Ἔσπειρεν ἐχθρός, ζιζάνια συνήθως, αἱρετικῶν ἐν Ἐκκλησίᾳ Χριστοῦ, τὴν τούτου προσκύνησιν, ἀθετεῖσθαι ἐν εἰκόσι σεπταῖς, ἀλλ᾿ εὗρεν οὐ νυστάζοντα, πάντα δὲ Ἰωάννη, σπόρον σε νόθον ἐκτίλλοντα.ΘεοτοκίονΣὺ τὸν τοῦ Πατρός, ἀχώριστον ἐν μήτρᾳ, θεανδρικῶς πολιτευσάμενον, ἀσπόρως συνέλαβες, καὶ ἀφράστως ἀπεκύησας Θεογεννῆτορ Πάναγνε· ὅθεν σε σωτηρίαν, πάντων ἡμῶν ἐπιστάμεθα.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Κάμινος ποτέ, πυρὸς ἐν Βαβυλῶνι· τὰς ἐνεργείας διεμέριζε, τῷ θείῳ προστάγματι, τοὺς Χαλδαίους καταφλέγουσα, τοὺς δὲ Πιστοὺς δροσίζουσα, ψάλλοντας· Εὐλογεῖτε, πάντα τὰ ἔργα τὸν Κύριον».
Κανών α', ᾨδὴ θ', τῆς Θεοτόκου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Κυρίως Θεοτόκον, σὲ ὁμολογοῦμεν, οἱ διὰ σοῦ σεσωσμένοι, Παρθένε ἁγνή, σὺν Ἀσωμάτων χορείαις, σὲ μεγαλύνοντες.Ῥοήν μου τῶν δακρύων, μὴ ἀποποιήσῃς, ἡ τὸν παντὸς ἐκ προσώπου πᾶν δάκρυον, ἀφῃρηκότα Παρθένε, Χριστὸν κυήσασα.Χαρᾶς μου τὴν καρδίαν, πλήρωσον, Παρθένε, ἡ τῆς χαρᾶς δεξαμένη τὸ πλήρωμα, τῆς ἁμαρτίας τὴν λύπην, ἐξαφανίσασα.Λιμὴν καὶ προστασία, τῶν σοὶ προσφευγόντων, γενοῦ Παρθένε, καὶ τεῖχος ἀκράδαντον, καταφυγή τε καὶ σκέπη, καὶ ἀγαλλίαμα.Φωτός σου ταῖς ἀκτῖσι, λάμπρυνον, Παρθένε, τὸ ζοφερὸν τῆς ἀγνοίας διώκουσα, τοὺς εὐσεβῶς Θεοτόκον, σὲ καταγγέλλοντας.Κακώσεως ἐν τόπῳ, τῷ τῆς ἀσθενείας, ταπεινωθέντα, Παρθένε, θεράπευσον, ἐξ ἀρρωστίας εἰς ῥῶσιν, μετασκευάζουσα.
Κανών α', ᾨδὴ θ', τῆς Ἁγίας
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἀνάρχου Γεννήτορος, Υἱὸς Θεὸς καὶ Κύριος, σαρκωθεὶς ἐκ Παρθένου, ἡμῖν ἐπέφανε, τὰ ἐσκοτισμένα, συναγαγεῖν τὰ ἐσκορπισμένα· διὸ τὴν πανύμνητον, Θεοτόκον μεγαλύνομεν».Τὴν ἔνδοξον μέλλουσα, κομίζεσθαι τελείωσιν, διὰ ξίφους Βαρβάρα, τοῦ μαρτυρίου σου, σὺν Ἰουλιανῇ τῶν στεφάνων, μαρτυρικῶς καταξιουμένη, φωνῆς θείας ἤκουσας, τελειούσης τὰς ἐντεύξεις σου.Πληρῶν σου τὴν αἴτησιν, Βαρβάρα ἀθληφόρε Χριστός, τὰς ἰάσεις βραβεύει, τοῖς ἐκτελοῦσί σου, πίστει τὴν ἐτήσιον μνήμην, ὡς ἀληθῶς· θαλάσσης γὰρ ψάμμον, τὰ σὰ ὑπερβέβηκεν, εὐκλεῆ τερατουργήματα.Τῷ σῷ συναφθεῖσα νῦν, παντάνακτι νυμφίῳ Χριστῷ, καὶ ἀστράπτουσα δόξῃ, Βαρβάρα θείου φωτός, ἐν ἐπουρανίοις θαλάμοις, τοὺς ὑμνητὰς τοὺς σοὺς ἐποπτεύοις, παθῶν ἀπαλλάττουσα, καὶ προσάγουσα τῷ ζῶντι Θεῷ.
Κανών β', ᾨδὴ θ', τοῦ Ὁσίου
Ἦχος β'
Ἀνάρχου Γεννήτορος ΤΟ ΑΚΟΥΤΕ
Ἐδίδαξας ἅπαντας, τοὺς Ἐκκλησίας ᾄδειν υἱούς, ὀρθοδόξως Μονάδα τὴν ἐν Τριάδι σεπτήν, σάρκωσιν τοῦ Λόγου τε θείαν, θεολογεῖν, σαφῶς Ἰωάννη, τρανῶν τὰ δυσέφικτα, τοῖς πολλοῖς ἐν ἱεραῖς συγγραφαῖς.Ἁγίων τὰ τάγματα, ὑμνολογήσας Ὅσιε, τὴν ἁγνὴν Θεοτόκον, Χριστοῦ τὸν Πρόδρομον, αὖθις Ἀποστόλους Προφήτας, σὺν Ἀσκηταῖς, σοφοὺς Διδασκάλους, Δικαίους καὶ Μάρτυρας, ἐν ταῖς τούτων νῦν αὐλίζῃ σκηναῖς.ΘεοτοκίονὩς πόκος Πανάμωμε, τὸν ὄμβρον τὸν οὐράνιον, ἐν γαστρὶ δεξαμένη ἡμῖν ἐκύησας, τὸν τὴν ἀμβροσίαν διδοῦντα, τοῖς εὐσεβῶς, αὐτὸν ἀνυμνοῦσι, καὶ σὲ τὴν πανύμνητον, Θεοτόκον καταγγέλλουσιν.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ἀνάρχου Γεννήτορος, Υἱὸς Θεὸς καὶ Κύριος, σαρκωθεὶς ἐκ Παρθένου, ἡμῖν ἐπέφανε, τὰ ἐσκοτισμένα φωτίσαι, συναγαγεῖν τὰ ἐσκορπισμένα· διὸ τὴν πανύμνητον, Θεοτόκον μεγαλύνομεν».
Ἐξαποστειλάριον τῆς Ἁγίας
Ἦχος γ'
Ἐν Πνεύματι τῷ Ἱερῷ ΤΟ ΑΚΟΥΤΕ
Τὴν χάριν τῶν ἰάσεων, ἐκ Θεοῦ δεξαμένη, Βαρβάρα παναοίδιμε, τοῦ ἰᾶσθαι τὰς νόσους, τῶν πίστει προστρεχόντων σοι, τὸν Θεὸν δοξάζουσα, τὸν ἐπὶ πάντων Δεσπότην, ῥῦσαι πάντας κινδύνων, λοιμικῆς ἀσθενείας, καὶ ψυχικῶν νοσημάτων.
Ἐξαποστειλάριον τοῦ Ὁσίου
Ἦχος γ'
Ἐν Πνεύματι τῷ Ἱερῷ ΤΟ ΑΚΟΥΤΕ
Ἀνέτρεψας σοφίᾳ σου, τὰς αἱρέσεις παμμάκαρ, ὦ Ἰωάννη πάνσοφε, καὶ ὀρθόδοξον δόγμα, τῇ, Ἐκκλησίᾳ δέδωκας, τοῦ ὀρθῶς δογματίζειν, καὶ δοξάζειν Τριάδα, Μονάδα τρισυπόστατον, ἐν μιᾷ τῇ οὐσίᾳ.
Θεοτοκίον
Ἦχος γ'
Ἐν Πνεύματι τῷ Ἱερῷ ΤΟ ΑΚΟΥΤΕ
Ἐκύησας Πανάχραντε, τὸν Θεοῦ Θεὸν Λόγον, κόσμῳ τὴν σωτήριον, ἐκτελοῦντα πανσόφως, οἰκονομίαν ἀρίστην· διὰ τοῦτό σε πάντες, ὑμνολογοῦμεν ἀξίως, ὡς πρεσβεύουσαν τούτῳ, λυτρωθῆναι ἡμᾶς νόσων, καὶ παντοίων κινδύνων.
Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν Στιχηρὰ ἰδιόμελα τῆς Ἁγίας.
Ἦχος α'
Ἀνατολίου
Τῆς γεηρᾶς τρυφῆς, τὴν ἀπόλαυσιν ὑπεριδοῦσα, καὶ πατρὸς τὸν ὄλβον ὁμοῦ τε καὶ δόξαν μισήσασα, τὸν οὐράνιον Νυμφίον ἐπεπόθησας, Βαρβάρα παναοίδιμε· τῷ ξίφει γὰρ τὴν κάραν τμηθεῖσα, σὺν ταῖς φρονίμοις συνεισῆλθες Παρθένοις, τῷ Νυμφίῳ Χριστῷ· ὅθεν καὶ τὴν λοιμικὴν νόσον ἐκδιώκουσα, τοὺς πιστοὺς θεραπεύεις, ἐνεργείᾳ τοῦ Πνεύματος, καὶ πρεσβεύεις ἀπαύστως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος β'
Βυζαντίου
ᾘσχύνθη ὁ βάσκανος ἐχθρός, ὑπὸ γυναικὸς ἡττώμενος, ὅτι τὴν Προμήτορα ἔσχεν ὄργανον πρὸς ἁμαρτίαν· ὁ γὰρ ἐκ Παρθένου σαρκωθεὶς Λόγος τοῦ Πατρός, ἀτρέπτως καὶ ἀφύρτως, ὡς οἶδε μόνος αὐτός, τὴν κατάραν ἔλυσε τῆς Εὔας καὶ τοῦ Ἀδάμ, Χριστὸς ὁ στεφανώσας ἀξίως, Βαρβάραν τὴν Μάρτυρα, καὶ δι' αὐτῆς δωρούμενος τῷ κόσμῳ, ἱλασμὸν καὶ τὸ μέγα ἔλεος.
Ἦχος β' ΤΟ ΑΚΟΥΤΕ
Βυζαντίου
Ἡ θεόκλητος Μάρτυς Βαρβάρα, ἐν τῷ σταδίῳ πάσχουσα ἔλεγε· Δεινὰ μὲν τὰ παρόντα κολαστήρια, ὦ δικαστά, οὐ προκρίνω δὲ ὅλως, τῶν οὐρανίων τὰ ἐπίγεια· διὰ τοῦτο τέμνετε, ξέετε τὰς σάρκας, πυρὶ παραδότε με· χαίρουσα ἀπίω πρὸς τὸν Νυμφίον μου Χριστόν. Ἧς ταῖς ἱκεσίαις Σωτήρ, τὰ ἐλέη σου κατάπεμψον ἡμῖν, καὶ σῶσον τοὺς τὴν ἄθλησιν αὐτῆς, ἐκτελοῦντας πιστῶς.
Ἦχος β'
Βυζαντίου
Τὴν πανήγυριν σήμερον τῆς ἀθληφόρου Βαρβάρας, δεῦτε λαοὶ ὑμνήσωμεν· ταύτην γὰρ οὔτε ξίφος, οὔτε πῦρ, οὔτε ἄλλη βάσανος, οὔτε τοῦ πολυπλόκου βελίαρ τὰ ἔνεδρα ἐτροπώσατο. Χριστὸν ἱκέτευε Καλλιμάρτυς πανένδοξε, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.
Δοξαστικὸν
Ἦχος πλ. β'
Ἰωάννου Μοναχοῦ
Ἀθλητικὴν ὁδεύσασα ὁδόν, προγονικὴν ἐξέφυγες βουλήν, Βαρβάρα πανσεβάσμιε, καὶ ὡς μὲν Παρθένος φρονίμη, λαμπαδηφόρος εἰσῆλθες, εἰς τὰς αὐλὰς τοῦ Κυρίου σου, ὡς δὲ Μάρτυς ἀνδρεία, χάριν ἔλαβες ἰατρεύειν, τῆς σαρκὸς σαθρὰν λύμην. Ἀλλὰ καὶ ἡμᾶς τοὺς ἀνυμνοῦντάς σε, ψυχικῶν ἀλγηδόνων ἐκλύτρωσαι, ταῖς πρὸς Θεὸν ἱκεσίαις σου.
Θεοτοκίον
Ἦχος πλ. β'
Θεὸν ἐκ σοῦ σαρκωθέντα ἔγνωμεν, Θεοτόκε Παρθένε, αὐτὸν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Μεγάλη Δοξολογία
Ἀπόστιχα
Δοξαστικὸν, Τοῦ Ὁσίου
Ἦχος πλ. δ'
Τῶν Μοναστῶν τὰ πλήθη, τὸν Καθηγητὴν σε τιμῶμεν, Ἰωάννη Πατὴρ ἡμῶν· διὰ σοῦ γὰρ τὴν τρίβον, τὴν ὄντως εὐθεῖαν, πορεύεσθαι ἔγνωμεν. Μακάριος εἶ, τῷ Χριστῷ δουλεύσας, καὶ ἐχθροῦ θριαμβεύσας τὴν δύναμιν, Ἀγγέλων συνόμιλε, Δικαίων ὁμόσκηνε, καὶ Ὁσίων, μεθ' ὧν πρέσβευε τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Τυπικά, καὶ ἀπὸ τοῦ Κανόνος, ᾨδὴ γ' καὶ ς'.
| TA ΜΗΝΑΙΑ | Δεκέμβριος | 04 |
Dec 05
Τῌ Ε' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΔΕΚΕΜΒΡΙΟΥΜνήμη τοῦ Ὀσiου καὶ θεοφόρου Πατρὸς ἡμῶν Σάββα τοῦ Ἡγιασμένου.
ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
Ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.
Ἦχος α'
Πανεύφημοι Μάρτυρες ἡμᾶς ΤΟ ΑΚΟΥΤΕ
Θεωρὸς γεγένησαι νοΐ, νοερῶν δυνάμεων, ὡς πρακτικὸς θεῖα λόγια, διατιθέμενος, ἐν τῇ σῇ καρδίᾳ, ἐν ᾗ καὶ ἀνάβασιν, ὡς κλίμακα ἐστήριξας Ὅσιε, Σάββα Πατήρ ἡμῶν, καὶ πρεσβεύεις δωρηθῆναι ἡμῖν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Ἦχος α'
Σάββα Ὁσιώτατε τὴν σήν, ἐκ παιδὸς ἀνέθηκας, ζωὴν Χριστῷ τῷ Θεῷ ἡμῶν, ὑφ' οὗ σθενούμενος, τῆς σαρκὸς τὰ πάθη, λογισμῷ ὑπέταξας, τὸ χεῖρον ὑποτάττων τῷ κρείττονι· διὸ ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Ἦχος α'
Θεόφρον Πατὴρ ἡμῶν φωστήρ, καθωράθης μέγιστος, φωταγωγῶν τὴν ὑφήλιον, θαυμάτων λάμψεσι, καὶ ἐνθέων ἔργων· ὅθεν μετὰ κοίμησιν, τὸ ἄδυτόν σε φῶς ὑπεδέξατο· διὸ ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Δόξα... Ἦχος β'
Ὅσιε Πάτερ, ἐκ βρέφους τὴν ἀρετὴν ἐπιμελῶς ἀσκήσας, ὄργανον γέγονας τοῦ ἁγίου Πνεύματος, καὶ παρ' αὐτοῦ λαβὼν τῶν θαυμάτων τὴν ἐνέργειαν, ἔπεισας τούς ἀνθρώπους καταφρονεῖν τῶν ἡδέων· νῦν δὲ τῷ θείῳ φωτί, καθαρώτερον ἐλλαμπόμενος, φώτισον καὶ ἡμῶν τὰς διανοίας, Σάββα Πατὴρ ἡμῶν.
Καὶ νῦν... Ἦχος β'
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μήτηρ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.
Ἦχος β'
Οἶκος τοῦ Ἐφραθᾶ ΤΟ ΑΚΟΥΤΕ
Ὤφθης ἐκ μητρικῶν, σπαργάνων θεοφόρε, ἡγιασμένον σκεῦος, Πατὴρ ἡμῶν καὶ οἶκος, τοῦ παναγίου Πνεύματος.Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Ἦχος β'
Φέρων ἐν ταῖς χερσί, σοῦ Σάββα τοῦ Κυρίου, Σταυρὸν τὰ τῶν δαιμόνων, φαντάσματα τελείως, Πατὴρ ἡμῶν ἠφάνισας.Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος.
Ἦχος β'
Δόλους τῶν πονηρῶν, δαιμόνων θριαμβεύσας, τῇ τοῦ Σταυροῦ δυνάμει, ἐτράνωσας τὴν δόξαν, Χριστοῦ Σάββα Πατὴρ ἡμῶν.
Δόξα... Καὶ νῦν... Ἦχος β'
Οἶκος τοῦ Ἐφραθᾶ ΤΟ ΑΚΟΥΤΕ
Δέσποινα ἀγαθή, τὰς ἁγίας σου χεῖρας, πρὸς τὸν Υἱόν σου ἆρον, τὸν φιλόψυχον Πλάστην, οἰκτειρῆσαι τοὺς δούλους σου.
Ἀπολυτίκιον
Ἦχος πλ. δ' ΤΟ ΑΚΟΥΤΕ
Ταῖς τῶν δακρύων σου ῥοαῖς, τῆς ἐρήμου τὸ ἄγονον ἐγεώργησας, καὶ τοῖς ἐκ βάθους στεναγμοῖς, εἰς ἑκατὸν τοὺς πόνους ἐκαρποφόρησας, καὶ γέγονας φωστήρ, τῇ οἰκουμένῃ λάμπων τοῖς θαύμασι, Σάββα Πατὴρ ἡμῶν Ὅσιε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἠιμῶν.
Θεοτοκίον
Ἦχος πλ. δ'
Ὁ δι' ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ Ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου· δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον, δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον πρεσβεύουσαν ὑπὲρ ἡμῶν καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.
ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Στιχολογοῦμεν τὴν α' στάσιν τοῦ Μακάριος ἀνήρ. Εἰς δὲ τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.
Στιχηρὰ τοῦ Ὀσiου
Ἦχος πλ. α'
Ὅσιε Πάτερ ΤΟ ΑΚΟΥΤΕ
Σάββα θεόφρον, τῶν Ἀγγέλων Ἰσοστάσιε, ὁμόσκηνε Ὁσίων, συνόμιλε Προφητῶν, Μαρτύρων Ἀπόστόλων συγκληρονόμε, φῶς τὸ ἀνέσπερον, ὁ νῦν κατοικῶν, οὗ ταῖς φρυκτωρίαις, λαμπόμενος ταῖς θείαις, τῷ ἀκροτάτῳ τῶν ἐφετῶν, ὁ παρεστὼς παρρησίᾳ λελαμπρυσμένος, καὶ ἐνηδόμενος αὐτοῦ ταῖς θεωρίαις, καὶ ἐντρυφῶν αὐτοῦ, τῷ κάλλει ἀνενδότως, Χριστὸν ἱκέτευε, Χριστὸν δυσώπει Ὅσιε, δωρηθῆναι τῇ Ἐκκλησίᾳ ὁμόνοιαν, εἰρήνην, καὶ μέγα ἔλεος.
Ἦχος πλ. α'
Σάββα παμμάκαρ, ἐγκρατείας λύχνος ἄσβεστος, φωστὴρ τῶν Μοναζόντων ὁ διαυγέστατος, ἀγάπης φρυκτωρίαις λελαμπρυσμένος, πύργος ἀκλόνητος τῆς ὑπομονῆς, ἔρεισμα καὶ σθένος, τῶν πίστει σε τιμώντων, τῶν ἰαμάτων ὁ θησαυρός, ὁ πολιστὴς τῆς ἐρήμου ὡς ἀληθῶς, ὁ ὡς Παράδεισον αὐτὴν ἔνθεον δείξας, θείους προσφέρουσαν, καρπούς τῶν σῳζομένων, Χριστὸν ἱκέτευε, Χριστὸν δυσώπει Ὅσιε, δωρηθῆναι τῇ Ἐκκλησίᾳ, ὁμόνοιαν, εἰρήνην, καὶ μέγα ἔλεος.
Ἦχος πλ. α'
Σάββα θεόφρον, ἀρετῶν στῦλος ὁ πύρινος, πυρσὸς ὁ ἐκ θαλάσσης, τῆς κοσμικῆς τοὺς λαούς, λιμένα πρὸς τὸν θεῖον καθοδηγῶν, πλάνης τὰ πνεύματα ὁ καταβαλών, Πνεύματος Ἁγίου τὸ καθαρὸν δοχεῖον, ὁ ποδηγέτης τῶν Μοναστῶν, ἠκριβωμένη τε στάθμη τῆς ἐγκρατείας, τῆς ταπεινώσεως, περίβλεπτον τὸ ὕψος, κρήνη ἡ βρύουσα, ἰάσεων πελάγη, Χριστὸν ἱκέτευε, Χριστὸν δυσώπει Ὅσιε, δωρηθῆναι τῇ Ἐκκλησία, ὁμόνοιαν, εἰρήνην, καὶ μέγα ἔλεος.
Δοξαστικὸν, Ἦχος πλ. β'
Τὸ κατ' εἰκόνα τηρήσας ἀλώβητον, νοῦν ἡγεμόνα κατὰ παθῶν ὀλεθρίων, ἀσκητικῶς ἐνστησάμενος, εἰς τὸ καθ' ὁμοίωσιν ὡς δυνατὸν ἀνελήλυθας· ἀνδρικῶς γὰρ τήν φύσιν ἐκβιασάμενος, ἔσπευσας τὸ χεῖρον καθυποτάξαι τῷ κρείττονι, καὶ τὴν σάρκα δουλῶσαι τῷ πνεύματι. Ὅθεν Μοναζόντων, ἀνεδείχθης ἀκρότης, πολιστὴς τῆς ἐρήμου, εὐδρομούντων ἀλείπτης, κανὼν ἀρετῆς ἀκριβέστατος, καὶ νῦν ἐν οὐρανοῖς, τῶν ἐσόπτρων λυθέντων Μακάριε, καθαρῶς ἐποπτεύεις, τὴν ἁγίαν Τριάδα, ἐντυγχάνων ἀμέσως, ὑπὲρ τῶν πίστει καὶ πόθῳ τιμώντων σε.
Θεοτοκίον, Ἦχος πλ. β'
Τὶς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τὶς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα(Κεφ. 3, 19) Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δὲ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν, αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τούς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτὸν συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα(Κεφ. 5, 1523 & 6, 13) Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν, συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ' αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως καὶ λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς καὶ σύνετε, μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα(Κεφ. 4, 715) Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δὲ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίω ἡ ψυχὴ αὐτοῦ, διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Εἰς τὴν ΛιτὴνΣτιχηρὰ ἰδιόμελα Ἦχος β'Ἀσκητικὸν γυμνάσιον συγκροτήσας ἐπὶ γῆς, Ὅσιε Σάββα, τῶν παθῶν τὰς προσβολάς, ἐν τῇ ῥοῇ τῶν δακρύων σου, πάσας ἀπήμβλυνας. Κλῖμαξ θεία καὶ σεπτή, εἰς οὐρανούς ἀνάγουσα, τοῖς πᾶσιν ἐγνωρίσθη, ὁ θεόληπτος βίος σου. Εὐσεβείας γὰρ καρποὺς ἐν αὐτῷ ἐνδειξάμενος, θεραπεύεις δι' αὐτῶν τὰς ἀσθενείας τῶν παθῶν, τῶν πιστῶς ἐκβοώντων σοι. Χαίροις τῆς Ἑῴας ἀστὴρ χρυσαυγέστατος, καὶ τῶν Μοναζόντων λαμπαδοῦχε καὶ ποιμήν. Χαίροις Ἀοίδιμε, τὸ τῆς ἐρήμου κάλλιστον θρέμμα, καὶ τῆς Ἐκκλησίας ἀκράδαντον ἔρεισμα. Χαίροις τῶν πλανωμένων ὁ μέγας ὁδηγός. Χαίροις τὸ ἡμέτερον καύχημα, καὶ τῆς οἰκουμένης φαιδρὸν ἀγαλλίαμα.Ὁ αὐτὸςΤὸν ἐπὶ γῆς Ἄγγελον, καὶ ἐν οὐρανοῖς ἄνθρωπον Θεοῦ, τοῦ κόσμου τὴν εὐκοσμίαν, τὴν τρυφὴν τῶν ἀγαθῶν καὶ τῶν ἀρετῶν, τῶν Ἀσκητῶν τὸ καύχημα, Σάββαν τιμήσωμεν· πεφυτευμένος γὰρ ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, ἐξήνθησε δικαίως, καὶ ὡσεὶ κέδρος ἐν ἐρήμῳ, ἐπλήθυνε τὸ ποίμνιον τοῦ Χριστοῦ, τῶν λογικῶν προβάτων, ἐν ὁσιότητι καὶ δικαιοσύνῃ.Ἦχος ὁ αὐτὸςὍσιε Πάτερ, ἐκ βρέφους τὴν ἀρετὴν ἐπιμελῶς ἀσκήσας, ὄργανον γέγονας τοῦ Ἁγίου Πνεύματος καὶ παρ' αὐτοῦ λαβὼν τῶν θαυμάτων τὴν ἐνέργειαν, ἔπεισας τοὺς ἀνθρώπους καταφρονεῖν τῶν ἡδέων· νῦν δὲ τῷ θείῳ φωτί, καθαρώτερον ἐλλαμπόμενος, φώτισον καὶ ἡμῶν τὰς διανοίας, Σάββα Πατὴρ ἡμῶν.Δόξα... Ἦχος ὁ αὐτός. Θεοφάνους. Τῶν ὑπὲρ νοῦν ἀγαθῶν δεξάμενος ἔρωτα, πάντα τὰ ἐν τῷ κόσμῳ τερπνὰ ὑπερεῖδες θεόληπτε· ἐντεῦθεν γὰρ τῷ καρπῷ οὐχ ἑάλως, καθάπερ Ἀδὰμ· τὸν ὄφιν δὲ ἐναποκρουσάμενος δι' ἐγκρατείας, ἀγγελικῶς τὸν βίον διήνυσας, καὶ νῦν ἐν οὐρανοῖς αὐλίζῃ, ἐπαπολαύων τοῦ ξύλου τῆς ζωῆς, Θεὸν ἱλεούμενος ὑπὲρ ἡμῶν, τῶν πιστῶς ἐκτελούντων, ἡγιασμένε Σάββα τὴν μνήμην σου.Καὶ νῦν... ΘεοτοκίονΤὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μήτηρ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Εἰς τὸν Στίχ. Στιχηρὰ Προσόμοια.Ἦχος πλ. α' Αὐτόμελον ΤΟ ΑΚΟΥΤΕΧαίροις ἀσκητικῶν ἀληθῶς, ἀγωνισμάτων τὸ εὐῶδες κειμήλιον· σταυρὸν γὰρ ἐπ' ὤμων ἄρας, καὶ τῷ Δεσπότῃ Χριστῷ, σεαυτὸν Παμμάκαρ ἀναθέμενος, σαρκὸς κατεπάτησας, τὸ χαμαίζηλον φρόνημα, ταῖς ἀρεταῖς δέ, τὴν ψυχὴν κατελάμπρυνας, καὶ πρὸς ἔνθεον, ἀνεπτέρωσας ἔρωτα. Ὅθεν τὴν παναγίαν σου, κυκλοῦντες πανεύφημε, λάρνακα Σάββα τῆς θείας, φιλανθρωπίας αἰτούμεθα, τυχεῖν σαῖς πρεσβείαις, καὶ τῷ κόσμῳ δωρηθῆναι τὸ μέγα ἔλεος.Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ.Ἄνθραξ θεοφεγγὴς τῷ πυρί, προσομιλήσας θεοφόρε τοῦ Πνεύματος, ἐδείχθης ἐν κόσμῳ Σάββα, καταλαμπρύνων ψυχάς, τῶν πιστῶς θεόφρον προσιόντων σοι, πρὸς φῶς ὁδηγῶν αὐτούς, τὸ ἀνέσπερον Ὅσιε, ἐρημικοὺς δέ, δροσιζόμενος ἄνωθεν, θείᾳ χάριτι κατεμάρανας ἄνθρακας. Ὅθεν καὶ τὸν τῆς νίκης σοι, προδήλως δεδώρηται στέφανον Πάτερ τῆς θείας, δικαιοσύνης ὁ πρύτανις, Χριστός, ὃν δυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.Κλῖμαξ οὐρανομήκης σαφῶς, ἡ πολιτεία σου θεόφρον γεγένηται, δι' ἧσπερ πρὸς ὕψος ἤρθης, καὶ τῷ Δεσπότῃ Χριστῷ, ὁμιλεῖν παμμάκαρ κατηξίωσαι, τὸν νοῦν ἐλλαμπόμενος, ταῖς ἐκεῖθεν ἐλλάμψεσι, μαρμαρυγαῖς δέ, ταῖς αὐτοῦ φωτιζόμενος, τὴν ἰσάγγελον, ἐκομίσω φαιδρότητα· ᾧ καὶ νῦν παριστάμενος, ἱκέτευε Ὅσιε, τοὺς ἐκτελοῦντας τὴν θείαν, καὶ πανσεβάσμιον μνήμην σου, σὺν σοὶ παραστῆναι, καὶ τῷ κόσμῳ δωρηθῆναι, τὸ μέγα ἔλεος.
Δοξαστικὸν, Ἦχος πλ. δ'
Τῶν Μοναστῶν τὰ πλήθη, τὸν Καθηγητὴν σε τιμῶμεν, Σάββα Πατὴρ ἡμῶν· διὰ σοῦ γὰρ τὴν τρίβον, τὴν ὄντως εὐθεῖαν, πορεύεσθαι ἔγνωμεν. Μακάριος εἶ, τῷ Χριστῷ δουλεύσας, καὶ ἐχθροῦ θριαμβεύσας τὴν δύναμιν, Ἀγγέλων συνόμιλε, Δικαίων ὁμόσκηνε, καὶ Ὁσίων, μεθ' ὧν πρέσβευε τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον, Ἦχος πλ. δ'
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ Ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα, καθαρισμόν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Ἀπολυτίκιον
Ἦχος πλ. δ' ΤΟ ΑΚΟΥΤΕ
Ταῖς τῶν δακρύων σου ῥοαῖς, τῆς ἐρήμου τὸ ἄγονον ἐγεώργησας, καὶ τοῖς ἐκ βάθους στεναγμοῖς, εἰς ἑκατὸν τοὺς πόνους ἐκαρποφόρησας, καὶ γέγονας φωστήρ, τῇ οἰκουμένῃ λάμπων τοῖς θαύμασι, Σάββα Πατὴρ ἡμῶν Ὅσιε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἠιμῶν.
Θεοτοκίον
Ἦχος πλ. δ'
Ὁ δι' ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ Ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου· δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον, δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον πρεσβεύουσαν ὑπὲρ ἡμῶν καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα
Ἦχος α'
Τὸν τάφον σου Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ
Τὸν βίον εὐσεβῶς, ἐπὶ τῆς γῆς ἐκτελέσας, δοχεῖον καθαρόν, σὺ τοῦ Πνεύματος ὤφθης, φωτίζων τοὺς ἐν πίστει σοι, προσιόντας Μακάριε· ὅθεν αἴτησαι, τὸν σόν Δεσπότην φωτίσαι, τὰς ψυχὰς ἡμῶν, τῶν ἀνυμνούντων σε Σάββα, θεόφρον Πατὴρ ἡμῶν.ΘεοτοκίονΜητέρα σε Θεοῦ, ἐπιστάμεθα πάντες, παρθένον ἀληθῶς, καὶ μετὰ τόκον φανεῖσαν, οἱ πόθῳ καταφεύγοντες, πρὸς τὴν σὴν ἀγαθότητα· σὲ γὰρ ἔχομεν, ἁμαρτωλοὶ προστασίαν, σὲ κεκτήμεθα, ἐν πειρασμοῖς σωτηρίαν, τὴν μόνην Πανάμωμον.
Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα
Ἦχος πλ. δ'
Τὴν Σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ
Τὸν Σταυρὸν τοῦ Κυρίου ἄρας Σοφέ, καὶ αὐτῷ μέχρι τέλους ἀκολουθῶν, τὸν νοῦν οὐχ ὑπέστρεψας, ἐν τῷ κόσμῳ θεόσοφε, ἐγκρατείᾳ καὶ πόνοις, τὰ πάθη ἐνέκρωσας, καὶ ναὸν ἡτοίμασας, σαυτὸν τῷ Κυρίῳ σου· ὅθεν χαρισμάτων, ἀμοιβὴν ἐκομίσω, ἰᾶσθαι νοσήματα, καὶ διώκειν τὰ πνεύματα, θεοφόρε μακάριε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.ΘεοτοκίονΤὴν Σοφίαν καὶ Λόγον ἐν σῇ γαστρί, συλλαβοῦσα ἀφράστως Μήτηρ Θεοῦ, τῷ κόσμῳ ἐκύησας, τὸν τὸν κόσμον κατέχοντα, καὶ ἐν ἀγκάλαις ἔσχες, τὸν πάντας συνέχοντα, τὸν τροφοδότην πάντων, καὶ Πλάστην τῆς κτίσεως· ὅθεν δυσωπῶ σε, Παναγία Παρθένε, ῥυσθῆναι πταισμάτων μου, ὅταν μέλλω παρίστασθαι, πρὸ προσώπου τοῦ Κτίστου μου. Δέσποινα Παρθένε Ἁγνή, τὴν σὴν βοήθειαν τότε μοι δώρησαι· καὶ γὰρ δύνασαι, ὅσα θέλεις Πανάμωμε.
Μετὰ δὲ τὸ Πολυέλεον, Κάθισμα
Ἦχος πλ. δ'
Τὴν Σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ
Τὰ ἐπίγεια πάντα καταλιπών, καὶ ἐν κόσμῳ ὑπάρχων σωματικῶς, τῷ πνεύματι γέγονας, τῶν Ἀγγέλων συμμέτοχος· τὰ γὰρ παρόντα πάθη νεκρώσας τοῦ σώματος, τῆς Τριάδος ἐδείχθης θεράπων Μακάριε. Ὅθεν καὶ νοσούντων, θεραπεύεις τὰ πάθη, καὶ λόγῳ τὰ πνεύματα, ἀπελαύνεις τῇ χάριτι, θεοφόρε Πατὴρ ἡμῶν. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.Δόξα... Καὶ νῦν... ΘεοτοκίονΤὴν οὐράνιον Πύλην καὶ Κιβωτόν, τὸ πανάγιον Ὄρος, τὴν φωταυγῆ, Νεφέλην ὑμνήσωμεν, τὴν οὐράνιον Κλίμακα, τὸν λογικὸν Παράδεισον, τῆς Εὔας τὴν λύτρωσιν, τῆς οἰκουμένης πάσης, τὸ μέγα Κειμήλιον· ὅτι σωτηρία, ἐν αὐτῇ διεπράχθη, τοῦ κόσμου καὶ ἄφεσις, τῶν πολλῶν ἐγκλημάτων· διὰ τοῦτο βοῶμεν αὐτῇ. Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσιν ἐν πίστει, τὸν ἄχραντον τόκον σου.
Προκείμενον Ἦχος δ'Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ.Στίχ. Τὶ ἀνταποδώσωμεν τῷ Κυρίῳ.
Δόξα... Ταῖς τοῦ σοῦ Ὁσίου...Καὶ νῦν... Ταῖς τῆς Θεοτόκου...Εἶτα το, ἰδιόμελον Ἦχος πλ. β'Ὅσιε Πάτερ, εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος τῶν κατορθωμάτων σου, δι' ὧν ἐν τοῖς οὐρανοῖς εὗρες μισθὸν τῶν καμάτων σου. Τῶν δαιμόνων ὤλεσας τὰς φάλαγγας, τῶν Ἀγγέλων ἔφθασας τὰ τάγματα, ὧν τὸν βίον ἀμέμπτως ἐζήλωσας. Παρρησίαν ἔχων πρὸς Χριστὸν τὸν Θεόν, εἰρήνην αἴτησαι ταῖς ψυχαῖς ἡμῶν.
Κανών α', ᾨδὴ α', τῆς Θεοτόκου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν αἰγυπτίαν μοχθηρίαν διαφυγών, ὁ Ἰσραηλίτης ἀνεβόα· τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν.Πολλοῖς συνεχόμενος πειρασμοῖς, πρὸς σὲ καταφεύγω, σωτηρίαν ἐπιζητῶν· Ὦ Μῆτερ τοῦ Λόγου καὶ Παρθένε, τῶν δυσχερῶν καὶ δεινῶν με διάσωσον.Παθῶν με ταράττουσι προσβολαί, πολλῆς ἀθυμίας, ἐμπιπλῶσαί μου τὴν ψυχήν, εἰρήνευσον, Κόρη, τῇ γαλήνῃ, τῇ τοῦ Υἱοῦ καὶ Θεοῦ σου, Πανάμωμε.Σωτῆρα τεκοῦσάν σε καὶ Θεόν, δυσωπῶ, Παρθένε, λυτρωθῆναί με τῶν δεινῶν· σοὶ γὰρ νῦν προσφεύγων ἀνατείνω, καὶ τὴν ψυχὴν καὶ τὴν διάνοιαν.Νοσοῦντα τὸ σῶμα καὶ τὴν ψυχήν, ἐπισκοπῆς θείας, καὶ προνοίας τῆς παρὰ σοῦ, ἀξίωσον, μόνη Θεομῆτορ, ὡς ἀγαθὴ ἀγαθοῦ τε λοχεύτρια.
Ὁ Κανὼν τοῦ Ὀσiου, οὗ ἡ Ἀκροστιχίς.Τον Πανάριστον ἐν Ἀσκηταῖς Σάβαν ἔξοχα μέλπω.Ποίημα Θεοφάνους.ᾨδὴ α'
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἁρματηλάτην Φαραὼ ἐβύθισε, τερατουργοῦσα ποτέ, Μωσαϊκὴ ῥάβδος, σταυροτύπως πλήξασα, καὶ διελοῦσα θάλασσαν, Ἰσραὴλ δὲ φυγάδα, πεζὸν ὁδίτην διέσωσεν, ᾆσμα τῷ Θεῷ ἀναμέλποντα».Τῇ φωταυγείᾳ τοῦ Ἁγίου Πνεύματος, Σάββα καταύγασον, τοὺς εὐσεβεῖς πόθῳ, ὕμνοις εὐφημοῦντάς σε, τῶν Ἀσκητῶν τὸ καύχημα, Μοναζόντων τὸ κλέος, τὸν τῆς ἐρήμου κοσμήτορα, τὸν τῆς παρθενίας Διδάσκαλον.Ὅλον τὸν πόθον πρὸς Θεὸν ἀνέτεινας, ἀπὸ νεότητος, καὶ πρὸς αὐτὸν ἔχων, πᾶσάν σου τὴν ἔφεσιν, τὰ τῆς σαρκὸς κινήματα, καὶ παθῶν τὰς ἐφόδους, δι' ἐγκρατείας ἐνέκρωσας, Σάββα θεοφόρε πανεύφημε.Νενικηκὼς τὸν τῷ καρπῷ κρυπτόμενον, ὄφιν ἐπάτησας, καὶ τοὺς αὐτοῦ βρόχους, κούφως ὑπερβέβηκας, θεοσεβείας πτέρυξιν, ἀνιπτάμενος Πάτερ· ζωὴν δὲ χαίρων ἐτρύγησας, ἀπὸ τοῦ φυτοῦ τοῦ τῆς γνώσεως.Περιλαμπόμενος φωτὶ τῆς χάριτος, τὸ πῦρ εἰσέδραμες, ὥσπερ οἱ τρεῖς παῖδες, μείνας ἀκατάφλεκτος, σὲ τοῦ Θεοῦ φυλάξαντος, καὶ μηνύσαντος πᾶσι, τὴν ἐσομένην σοι ὕστερον, Πάτερ προκοπὴν καὶ λαμπρότητα.ΘεοτοκίονἈκατασχέτοις καθ' ἡμῶν ὁ θάνατος, ὁρμαῖς ἐκέχρητο· ἀλλὰ τῷ σῷ τόκῳ προσεγγίσας ὤλετο, καὶ προσβαλὼν κατήργηται, Θεοτόκε Παρθένε· ζωὴν γὰρ ὄντως ἀΐδιον, σεσωματωμένην γεγέννηκας.
Κανών α', ᾨδὴ γ', τῆς Θεοτόκου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σύ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε.Προστασίαν καὶ σκέπην, ζωῆς ἐμῆς τίθημι, Σέ, Θεογεννῆτορ, Παρθένε, σύ με κυβέρνησον, πρὸς τὸν λιμένα σου, τῶν ἀγαθῶν ἡ αἰτία, τῶν πιστῶν τὸ στήριγμα, μόνη πανύμνητε.Ἱκετεύω, Παρθένε, τὸν ψυχικὸν τάραχον, καὶ τῆς ἀθυμίας τὴν ζάλην, διασκεδάσαι μου· σὺ γάρ, Θεόνυμφε, τὸν ἀρχηγὸν τῆς γαλήνης, τὸν Χριστὸν ἐκύησας, μόνη πανάχραντε.Εὐεργέτην τεκοῦσα, τὸν τῶν καλῶν αἴτιον, τῆς εὐεργεσίας τὸν πλοῦτον, πᾶσιν ἀνάβλυσον· πάντα γὰρ δύνασαι, ὡς δυνατὸν ἐν ἰσχύϊ, τὸν Χριστὸν κυήσασα, Θεομακάριστε.Χαλεπαῖς ἀρρωστίαις, καὶ νοσεροῖς πάθεσιν, ἐξεταζομένῳ, Παρθένε, σύ μοι βοήθησον· τῶν ἰαμάτων γάρ, ἀνελλιπῆ σε γινώσκω, θησαυρόν, Πανάμωμε, τὸν ἀδαπάνητον.
Κανών β', ᾨδὴ γ', τοῦ Ὁσίου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ στερεώσας κατ' ἀρχάς, τοὺς οὐρανοὺς ἐν συνέσει, καὶ τὴν γῆν ἐπὶ ὑδάτων ἑδράσας, ἐν τῇ πέτρᾳ με Χριστέ, τῶν ἐντολῶν σου στήριξον, ὅτι οὐκ ἔστι πλήν σου, ἅγιος μόνε Φιλάνθρωπε».Νοῦν ἡγεμόνα τῶν παθῶν, Πανόλβιε καταστήσας, βραβευτὴς δικαιοσύνης ἐδείχθης· τῷ γὰρ κρείττονι σαφῶς, τὸ χεῖρον καθυπέταξας· ὅθεν ὡς φοίνιξ Πάτερ, ἐν τοῖς ἐρήμοις ἐξήνθησας.Ἀκολουθῆσαι διαγνούς, τοῖς ἴχνεσι τοῦ Δεσπότου, μετανάστης τῆς πατρίδος ἐγένου, καὶ τὴν ἔρημον οἰκῶν, τὸ τρόπαιον ἀνέστησας, κατὰ τῶν ἀντιπάλων, θείᾳ δυνάμει ῥωννύμενος.Ῥωμαλεότητι φρενῶν, Παμμάκαρ ὠχυρωμένος, τὰς ποικίλας τοῦ ἐχθροῦ μεθοδείας, ἐθριάμβευσας σοφέ, καὶ πᾶσιν ἐφανέρωσας, καὶ τὴν ὀφρὺν ἐκείνου τὴν ἐπηρμένην κατέβαλες.Ἱλαρωτάτῃ σε ψυχῇ, καὶ προσηνεῖ διαθέσει, ἀρεταῖς κατακοσμούμενον βλέπων, ὁ λαμπρότατος φωστήρ, Εὐθύμιος ἐδέξατο, φωτιστικῶς θεσπίζων, τὴν σὴν Παμμάκαρ φαιδρότητα.ΘεοτοκίονΣωτηριώδους δι' ἡμᾶς, τοῦ Λόγου οἰκονομίας, φωτεινὴ σὺ Μητροπάρθενε πύλη, ἐγνωρίσθης ἀληθῶς· σὺ γὰρ ἡμῖν εἰσήγαγες, τὴν νοητὴν ἀκτῖνα, τῆς ὑπερθέου Θεότητος.
Κάθισμα
Ἦχος πλ. δ'
Τὴν Σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ
Τοὺς θορύβους τοῦ βίου καταλιπών, τὸν σταυρόν σου ἐπ' ὤμων ἀναλαβών, ὅλον ἀνατέθεικας, σεαυτὸν τῷ Κυρίῳ σου, καὶ σαρκὸς δὲ ἔξω, καὶ κόσμου γενόμενος, τοῦ Ἁγίου ἐγένου, συνόμιλος Πνεύματος· ὅθεν καὶ πρὸς ζῆλον, τοὺς λαοὺς διεγείρων, τὰς πόλεις ἐκένωσας, καὶ ἐρήμους ἐπόλισας, θεοφόρε Πατὴρ ἡμῶν. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.Δόξα... Καὶ νῦν... ΘεοτοκίονΤὴν ψυχήν μου Παρθένε τὴν ταπεινήν, ἀπὸ βρέφους μολύνας ὁ μιαρός, καὶ λόγοις καὶ πράξεσιν, ἐμαυτὸν κατερρύπωσα, καὶ οὐκ ἔχω τὶ πράξω, ἢ ποῦ καταφεύξομαι, ἀλλ' οὐδ' ἄλλην ἐλπίδα, πλήν σου Κόρη ἐπίσταμαι. Φεῦ μοι ὁ ἀχρεῖος! διὰ τοῦτο ἱκέτης, πρὸς σὲ τὴν Πανάχραντον, νῦν προστρέχω καὶ δέομαι, ὁμολογῶν σοι τό, Ἥμαρτον. Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δοθῆναί μοι· εἰς σὲ γὰρ πάσας Παρθένε, τὰς ἐλπίδας ἀνέθηκα.
Κανών α', ᾨδὴ δ', τῆς Θεοτόκου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Εἰσακήκοα, Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν Θεότητα.Τῶν παθῶν μου τὸν τάραχον, ἡ τὸν κυβερνήτην τεκοῦσα Κύριον, καὶ τὸν κλύδωνα κατεύνασον, τῶν ἐμῶν πταισμάτων, Θεονύμφευτε.Εὐσπλαγχνίας τὴν ἄβυσσον, ἐπικαλουμένῳ τῆς σῆς παράσχου μοι, ἡ τὸν εὔσπλαγχνον κυήσασα, καὶ Σωτῆρα πάντων, τῶν ὑμνούντων σε.Ἀπολαύοντες, Πάναγνε, τῶν σῶν δωρημάτων εὐχαριστήριον, ἀναμέλπομεν ἐφύμνιον, οἱ γινώσκοντές σε Θεομήτορα.Οἱ ἐλπίδα καὶ στήριγμα, καὶ τῆς σωτηρίας τεῖχος ἀκράδαντον, κεκτημένοι σε, Πανύμνητε, δυσχερείας πάσης, ἐκλυτρούμεθα.
Κανών β', ᾨδὴ δ', τοῦ Ὁσίου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σύ μου ἰσχὺς Κύριε, σύ μου καὶ δύναμις, σὺ Θεός μου, σύ μου ἀγαλλίαμα, ὁ Πατρικοὺς κόλπους μὴ λιπών, καὶ τὴν ἡμετέραν, πτωχείαν ἐπισκεψάμενος· διὸ σύν τῷ Προφήτῃ, Ἀββακοὺμ σοι κραυγάζω, τῇ δυνάμει σου δόξα Φιλάνθρωπε».Τὴν τῆς ψυχῆς, ἀνακαθαίρων κατάστασιν, καὶ πλατύνων, θείοις θεωρήμασι, χωρητικήν, ταύτην ἀληθῶς, θείων χαρισμάτων, εἰργάσω θεομακάριστε, ἁφῇ δὲ τῶν χειρῶν σου, ἀσθενοῦντας ἰάσω, μιμητὴς τοῦ Δεσπότου γενόμενος.Ὁ κατὰ σοῦ, Πάτερ δεινῶς θρασυνόμενος, κατεπόθη, ὡς Δαθὰν ὁ δείλαιος, ὡς Ἀβειρὼν ἐξαφανισθείς· σὲ γὰρ ἀοράτως, ἡ θεία χάρις ἐφύλαττε, πολλῶν προνοουμένη διὰ σοῦ σωζομένων, καὶ τοῖς σοῖς ἑπομένων διδάγμασι.Νόμῳ Θεοῦ, παιδαγωγήσας θεσπέσιε, τὰς αἰσθήσεις, πρὸς τὴν κατανόησιν, τῶν ἀσωμάτων καὶ νοητῶν, σοῦ ἐπιτηδείαν, κατέστησας τὴν διάνοιαν, προβαίνων ἀνενδότως, ἀπὸ δόξης εἰς δόξαν, ἐκ δυνάμεως Πάτερ εἰς δύναμιν.Εὐεργετεῖν, τοὺς ὁμοφύλους προθέμενος, ἐν ἐρήμῳ, πόλεις ᾠκοδόμησας, θεοπρεπεῖς καὶ ψυχωφελεῖς καὶ ἐν γῇ διψώσῃ, πηγὰς ὑδάτων ἐξήγαγες, καὶ ὄμβρους οὐρανόθεν, παραδόξως θεόφρον, ἐν ἀνύδροις χωρίοις κατήγαγες.ΘεοτοκίονΝεοθαλής, ἀθανασίας Παράδεισος, καὶ ὡραῖος, ὄντως ἀναδέδειξαι, ξύλον ζωῆς, ἐν σοὶ φυτευθέν, θεαρχικωτάτως, κυοφοροῦσα καὶ τίκτουσα, τὸ πᾶσιν ἀποστάζον, ζωηφόρους ἐλπίδας, τοῖς πιστῶς Θεοτόκον φρονοῦσί σε.
Κανών α', ᾨδὴ ε', τῆς Θεοτόκου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Φώτισον ἡμᾶς, τοῖς προστάγμασί σου, Κύριε, καὶ τῷ βραχίονί σου τῷ ὑψηλῷ, τὴν σὴν εἰρήνην, παράσχου ἡμῖν, φιλάνθρωπε.Ἔμπλησον, Ἁγνή, εὐφροσύνης τὴν καρδίαν μου, τὴν σὴν ἀκήρατον διδοῦσα χαράν, τῆς εὐφροσύνης, ἡ γεννήσασα τὸν αἴτιον.Λύτρωσαι ἡμᾶς, ἐκ κινδύνων, Θεοτόκε Ἁγνή, ἡ αἰωνίαν τεκοῦσα λύτρωσιν, καὶ τὴν εἰρήνην, τὴν πάντα νοῦν ὑπερέχουσαν.Λῦσον τὴν ἀχλύν, τῶν πταισμάτων μου, Θεόνυμφε, τῷ φωτισμῷ τῆς σῆς λαμπρότητος, ἡ φῶς τεκοῦσα, τὸ θεῖον καὶ προαιώνιον.Ἴασαι Ἁγνή, τῶν παθῶν μου τὴν ἀσθένειαν, ἐπισκοπῆς σου ἀξιώσασα, καὶ τὴν ὑγείαν, τῇ πρεσβείᾳ σου παράσχου μοι.
Κανών β', ᾨδὴ ε', τοῦ Ὁσίου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἴνα τὶ με ἀπώσω, ἀπὸ τοῦ προσώπου σου τὸ φῶς τὸ ἄδυτον, καὶ ἐκάλυψέ με, τὸ ἀλλότριον σκότος τὸν δείλαιον; ἀλλ' ἐπίστρεψόν με, καὶ πρὸς τὸ φῶς τῶν ἐντολῶν σου, τὰς ὁδούς μου κατεύθυνον δέομαι».Ἀκλινεῖ διανοίᾳ, πρὸς τὸν σὸν ποθούμενον ἀνατεινόμενος, παρ' αὐτοῦ τὴν χάριν, τῶν μεγίστων θαυμάτων τὴν ἄφθονον, ἐκομίσω Πάτερ, καὶ τοὺς πιστῶς προσερχομένους, συμπαθῶς ἐθεράπευσας Ὅσιε.Σαρκικῶν βαρημάτων, ὄγκον ἀποθέμενος, σκεῦος θεότευκτον, ἐκλογῆς ἐγένου, τοῦ ἁγίου θεσπέσιε Πνεύματος, ἀποχῇ βρωμάτων, καὶ προσευχῇ καὶ καρτερίᾳ, καὶ ταπεινοφροσύνῃ κοσμούμενος.Κήρυξ θείων δογμάτων, μεγαλοφωνότατος κεχειροτόνησαι, τῶν Συνόδων Πάτερ, τῶν Ἁγίων συνήγορος γέγονας, Βασιλεῖς σοφίζων, οἷς ἐμφανῶς χάριτι θείᾳ, τειχιζόμενος ὤφθης μακάριε.Ἡ θεόθεν δοθεῖσα, χάρις σοι Θεόπνευστε διαβεβόηται, διεδόθη πᾶσιν, εἰς τὰ τῆς οἰκουμένης ἀκρότατα, ἐναργεῖς ποιοῦσα, θεοπρεπῶς τὰς ἀποδείξεις, τῶν θαυμάτων τὴν θείαν ἐνεργειαν.ΘεοτοκίονΤῶν πιστῶν ἡ προστάτις, τεῖχος ἀκατάλυτον, τῶν εὐφημούντων σε, ἡ παντὶ τῷ γένει, τῶν ἀνθρώπων φανεῖσα σωτήριος, ὡς Θεὸν τεκοῦσα, σωματικῶς ἐπιφανέντα, τήν ψυχήν μου διάσωσον Πάναγνε.
Κανών α', ᾨδὴ ς', τῆς Θεοτόκου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾍδῃ προσήγγισε, καὶ δέομαι ὡς Ἰωνᾶς· Ἐκ φθορᾶς, ὁ Θεὸς με ἀνάγαγε.Θανάτου καὶ τῆς φθορᾶς ὡς ἔσωσεν, ἑαυτὸν ἐκδεδωκὼς τῷ θανάτῳ, τὴν τῇ φθορᾷ καὶ θανάτῳ μου φύσιν, κατασχεθεῖσαν, Παρθένε, δυσώπησον, τὸν Κύριόν σου καὶ Υἱόν, τῆς ἐχθρῶν κακουργίας με ῥύσασθαι.Προστάτιν σε τῆς ζωῆς ἐπίσταμαι, καὶ φρουρὰν ἀσφαλεστάτην, Παρθένε, τῶν πειρασμῶν διαλύουσαν ὄχλον, καὶ ἐπηρείας δαιμόνων ἐλαύνουσαν, καὶ δέομαι διαπαντός, ἐκ φθορᾶς τῶν παθῶν μου ῥυσθῆναί με.Ὡς τεῖχος καταφυγῆς κεκτήμεθα, καὶ ψυχῶν σε παντελῆ σωτηρίαν, καὶ πλατυσμὸν ἐν ταῖς θλίψεσι, Κόρη, καὶ τῷ φωτί σου ἀεὶ ἀγαλλόμεθα· Ὧ Δέσποινα, καὶ νῦν ἡμᾶς, τῶν παθῶν καὶ κινδύνων διάσωσον.Ἐν κλίνῃ νῦν ἀσθενῶν κατάκειμαι, καὶ οὐκ ἔστιν ἴασις τῇ σαρκί μου, ἀλλ' ἡ Θεὸν καὶ Σωτῆρα τοῦ κόσμου, καὶ τὸν λυτῆρα τῶν νόσων κυήσασα, σοῦ δέομαι τῆς ἀγαθῆς, ἐκ φθορᾶς νοσημάτων ἀνάστησον.
Κανών β', ᾨδὴ ς', τοῦ Ὁσίου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἱλάσθητί μοι Σωτήρ· πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι· πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, Ὁ Θεὸς τῆς σωτηρίας μου».Ἀγάπην πρὸς τὸν Θεόν, καὶ τὸν πλησίον κτησάμενος, τοῦ Νόμου καὶ Προφητῶν, πληροῖς τὸ κεφάλαιον· τὴν γὰρ ὑπερέχουσαν, πασῶν ἀσυγκρίτως, ἀρετὴν Πάτερ κατώρθωσας.Ἰσάγγελον ἐπὶ γῆς, σὺ πολιτείαν διήνυσας, ἰσάγγελον δὲ τιμήν, Χριστὸς σοι δεδώρηται, Ἁγίων τὰ τάγματα, συνοδοιποροῦντα, τῇ ψυχῇ σου παρασχόμενος.Σοφίας γόνος ὀφθείς, ἀρχὴν σοφίας ἐπόθησας, τὸν φόβον τὸν τοῦ Θεοῦ, ᾧ καὶ στοιχειούμενος, πρὸς τὴν τελειότητα, τὴν ἐνδεχομένην, τοῖς ἀνθρώποις Πάτερ ἔφθασας.ΘεοτοκίονΣωτῆρα καὶ Λυτρωτήν, Θεὸν τῶν ὅλων καὶ Κύριον, τεκοῦσα διὰ σαρκός, ἡμῖν ὁμιλήσαντα, διάσωσον Πάναγνε, τοὺς προσκαλουμένους, ἐκ κινδύνων σε τὴν Δέσποιναν.
Κοντάκιον
Ἦχος πλ. δ'
Τῇ ὑπερμάχῳ ΤΟ ΑΚΟΥΤΕ
Ὡς ἀπὸ βρέφους τῷ Θεῷ θυσία ἄμωμος, προσενεχθεὶς δι' ἀρετῆς, Σάββα μακάριε, τῷ σὲ πρὶν γεννηθῆναι ἐπισταμένῳ, ἐχρημάτισας Ὁσίων ἐγκαλλώπισμα, πολιστὴς τε τῆς ἐρήμου ἀξιέπαινος, διὸ κράζω σοι· Χαίροις Πάτερ ἀοίδιμε.
Ὁ Οἶκος
Σοφίας ὑπάρχων βλάστημα, Σάββα Ὅσιε, παιδιόθεν ἐπόθησας Σοφίαν τὴν ἐνυπόστατον· ἣ συνοικήσασά σοι, ἀπὸ γῆς σε ἐχώρισε, καὶ πρὸς ὕψος ἀνήγαγεν, ἐξ ἀΰλων ἀνθέων πλέξασα στέφανον, καὶ τῇ σῇ ἐπιθεῖσα ἡγιασμένῃ κάρᾳ θεόφρον· ᾧπερ κεκοσμημένος, ἐξιλέωσαι τὸ Θεῖον, τοῦ δοθῆναί μοι σοφίαν λόγου ἐπαξίως, ὅπως ἀνυμνήσω τὴν ἁγίαν σου κοίμησιν, ἣν ἐδόξασε Χριστὸς ὁ Θεὸς ἡμῶν· διὸ καὶ ἡμεῖς κράζομέν σοι· Χαίροις Πάτερ ἀοίδιμε.
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ Ε' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Σάββα τοῦ Ἡγιασμένου.ΣτίχοιΨυχὴν ὄπισθεν τοῦ Θεοῦ κολλῶν πάλαι,Ἔμπροσθεν αὐτοῦ νῦν παρίσταται Σάββας.Θεσπεσίοιο πόλου πέμπτῃ Σάββας ἐντὸς ἐσήχθη.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἁγίου μάρτυρος Ἀναστασίου.ΣτίχοιἈναστάσιον τιμῶ ὡς σεβόμενον,Τὴν ἀνάστασιν τοῦ Χριστοῦ καὶ Θεοῦ μου.Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Διογένης, λιθοβοληθείς, τελειοῦται.ΣτίχοιΧαίρων ὑπ' ἀνδρῶν ἐνδιδύσκεται πλάνων,Χιτῶνα Μάρτυς λάϊνον Διογένης.Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς, Ἀβέρκιος ξίφει τελειοῦται.ΣτίχοιἜπαθλον Ἀβέρκιε σοὶ τομῆς μέγα.Οὐ γὰρ κότινος, οὐρανὸς δὲ τὸ στέφος.Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Νόννος ἐν εἰρήνῃ τελειοῦται.ΣτίχοιΦυγόντα Νόννον ἀντικειμένου πέδην,Πεδοῦσι νεκρὸν κείμενον ταῖς κειρίαις.Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Νεκταρίου τοῦ ἐν τῷ κελλίῳ τοῦ Ἰάγαρι, κειμένῳ κατὰ τὰς Καρεὰς τοῦ Ἄθω, ἀσκήσαντος ἐν ἔτει 1470.Ὁ Ὅσιος Φιλόθεος ὁ Καρεώτης, ὁ χρηματίσας πνευματικὸς Πατὴρ τοῦ ἀνωτέρω Νεκταρίου, ὁ καὶ προορατικοῦ χαρίσματος ἠξιωμένος, ἐν εἰρήνῃ τελειοῦται.Οἱ Ἅγιοι Ὅσιοι Μάρτυρες, οἱ ἐν τοῖς κελλίοις τοῦ Ἄθω κατοικοῦντες, οἱ τοὺς Λατινόφρονας ἐλέγξαντες, τὸν Βασιλέα, φημί, Μιχαὴλ καὶ τὸν Πατριάρχην Βέκκον, ὁ μὲν πρῶτος ἀγχόνῃ, οἱ δὲ λοιποὶ ξίφει τελειοῦνται.Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
Κανών α', ᾨδὴ ζ', τῆς Θεοτόκου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Οἱ ἐκ τῆς Ἰουδαίας, καταντήσαντες Παῖδες ἐν Βαβυλῶνι ποτέ, τῇ πίστει τῆς Τριάδος, τὴν φλόγα τῆς καμίνου, κατεπάτησαν ψάλλοντες· Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.Τὴν ἡμῶν σωτηρίαν, ὡς ἠθέλησας Σῶτερ, οἰκονομήσασθαι, ἐν μήτρᾳ τῆς Παρθένου, κατῴκησας τῷ κόσμῳ, ἣν προστάτιν ἀνέδειξας· Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητός εἶ.Θελητὴν τοῦ ἐλέους, ὃν ἐγέννησας, Μῆτερ ἁγνὴ δυσώπησον, ῥυσθῆναι τῶν πταισμάτων, ψυχῆς τε μολυσμάτων, τοὺς ἐν πίστει κραυγάζοντας· Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.Θησαυρὸν σωτηρίας, καὶ πηγὴν ἀφθαρσίας, τὴν σὲ κυήσασαν, καὶ πύργον ἀσφαλείας, καὶ θύραν μετανοίας, τοῖς κραυγάζουσιν ἔδειξας· Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.Σωμάτων μαλακίας, καὶ ψυχῶν ἀρρωστίας, Θεογεννήτρια, τῶν πόθῳ προσιόντων, τῇ σκέπῃ σου τῇ θείᾳ, θεραπεύειν ἀξίωσον, ἡ τὸν Σωτῆρα Χριστόν, ἡμῖν ἀποτεκοῦσα.
Κανών β', ᾨδὴ ζ', τοῦ Ὁσίου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θεοῦ συγκατάβασιν, τὸ πῦρ ᾐδέσθη ἐν Βαβυλῶνι ποτέ· διὰ τοῦτο οἱ Παῖδες, ἐν τῇ καμίνῳ ἀγαλλομένῳ ποδί, ὡς ἐν λειμῶνι χορεύοντες ἔψαλλον· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».Ἀπέθου τὰ πρόσκαιρα, τῶν αἰωνίων διαμειβόμενος· σὺν Ἀγγέλοις χορεύεις, ὡς τῶν Ἀγγέλων πολιτευσάμενος, τὴν πολιτείαν, μεθ' ὧν καὶ συνέψαλλες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.Βοᾷ χαριστήρια, ἡ σὴ μεγίστη Λαύρα καὶ πάντιμος, οἰκιστὴν σε καὶ κτίστην, καὶ πολιοῦχον προβαλλομένη Σοφέ, καὶ καυχωμένη κραυγάζει πρὸς κύριον· Εὐλογητός ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.Ἀπαύστως ἱκέτευε, Σάββα θεόφρον ὑπὲρ τῆς ποίμνης σου, ἐκτενῶς τε δυσώπει, τοὺς σοὺς καμάτους διαιωνίζειν ἀεί, καρποφοροῦντας, τοὺς πόθῳ κραυγάζοντας· Εὐλογητός ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.ΘεοτοκίονΝυμφῶνα πανάχραντον, τῆς ὑπὲρ λόγον Λόγου σαρκώσεως, καὶ Παστάδα καὶ Θρόνον, ὀρθὰ φρονοῦντες σὲ ὀνομάζομεν, καὶ γεγηθότες, τῷ τόκῳ σου ψάλλομεν· Εὐλογητός ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Κανών α', ᾨδὴ η', τῆς Θεοτόκου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Τὸν Βασιλέα τῶν οὐρανῶν, ὃν ὑμνοῦσι στρατιαὶ τῶν Ἀγγέλων, ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.Τοὺς βοηθείας τῆς παρὰ σοῦ δεομένους, μὴ παρίδῃς Παρθένε, ὑμνοῦντας, καὶ ὑπερυψοῦντάς σε, Κόρη, εἰς αἰῶνας.Τῶν ἰαμάτων τὸ δαψιλές, ἐπιχέεις τοῖς πιστῶς ὑμνοῦσί σε Παρθένε, καὶ ὑπερυψοῦσι τὸν ἄφραστόν σου τόκον.Τὰς ἀσθενείας μου τῆς ψυχῆς ἰατρεύεις, καὶ σαρκὸς τὰς ὀδύνας, Παρθένε, ἵνα σε δοξάζω τὴν Κεχαριτωμένην.Τῶν πειρασμῶν σὺ τὰς προσβολὰς ἐκδιώκεις, καὶ παθῶν τὰς ἐφόδους Παρθένε· ὅθεν σε ὑμνοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
Κανών β', ᾨδὴ η', τοῦ Ὁσίου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἑπταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν, ἐμμανῶς ἐξέκαυσε, δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών, τὸν Δημιουργόν, καὶ Λυτρωτήν ἀνεβόα· οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».Ἐν εὐφροσύνῃ Ὅσιε, τῶν Ἁγίων τὰ τάγματα, τῆς καθαρωτάτης, σοῦ ψυχῆς προτρέχουσιν, εἰς τόπον ἀνέσεως, εἰς φωτεινὰ σκηνώματα, ἔνθα τῶν Ἁγίων, οἱ χοροὶ ποδηγοῦντες· μεθ' ὧν νῦν ἀναμέλπεις· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.Ξένα τὰ σὰ θαυμάσια· τοὺς γὰρ θῆρας ἡμέρωσας, προκατηρεμίσας, τῶν παθῶν τὰ κύματα, προλέγεις τὰ μέλλοντα, προφητικῷ χαρίσματι, στίφη τῶν δαιμόνων, φυγαδεύων ἐλαύνεις, εὐτόνοις ἀγρυπνίαις, προσευχαῖς καὶ νηστείαις, Σταυροῦ τε τῇ ἀμάχῳ, δυνάμει θεοφόρε.Ὁ Μωϋσῇ τὸ πρότερον, ἀπὸ στύλου φθεγγόμενος, στῦλον ἀπὸ γῆς, εἰς οὐρανοὺς ὁλόφωτον, ἐκτείνας σοι ἔδειξεν, ἔνθα καὶ νῦν κατάκειται, τὸ καρτερικόν σου, καὶ πολύαθλον σῶμα· ᾧ πίστει παρεστῶτες, εὐσεβῶς μελῳδοῦμεν· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.Χαρμονικῶς ἡ μνήμη σου, ἐκτελεῖται Πανεύφημε· τὴν χαροποιὸν γὰρ ἀρετὴν ἐνδέδυσαι, τὸ ὄντως ἱμάτιον, τοῦ σωτηρίου καὶ καθαρόν, καὶ φωτοειδῆ τῆς εὐφροσύνης χιτῶνα· ᾧ νῦν ὡραϊσμένως, μελῳδεῖς ἀνενδότως· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.ΘεοτοκίονἈπειρογάμως τέτοκας, καὶ Παρθένος διέμεινας, καὶ τῷ ξένῳ τόκῳ σου, συνῆψας ἅπαντα, τὸν χρόνιον πόλεμον, καὶ τὴν μακρὰν διάστασιν λύσασα, Χριστὸν τὸν τῆς εἰρήνης δοτῆρα, βαστάζουσα ἐν κόλποις· ὃν πιστῶς εὐλογοῦντες, σὲ πόθῳ ἀνυμνοῦμεν, τὴν μόνην Θεοτόκον.
Κανών α', ᾨδὴ θ', τῆς Θεοτόκου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Κυρίως Θεοτόκον, σὲ ὁμολογοῦμεν, οἱ διὰ σοῦ σεσωσμένοι, Παρθένε ἁγνή, σὺν Ἀσωμάτων χορείαις, σὲ μεγαλύνοντες.Ῥοήν μου τῶν δακρύων, μὴ ἀποποιήσῃς, ἡ τὸν παντὸς ἐκ προσώπου πᾶν δάκρυον, ἀφῃρηκότα Παρθένε, Χριστὸν κυήσασα.Χαρᾶς μου τὴν καρδίαν, πλήρωσον, Παρθένε, ἡ τῆς χαρᾶς δεξαμένη τὸ πλήρωμα, τῆς ἁμαρτίας τὴν λύπην, ἐξαφανίσασα.Λιμὴν καὶ προστασία, τῶν σοὶ προσφευγόντων, γενοῦ Παρθένε, καὶ τεῖχος ἀκράδαντον, καταφυγή τε καὶ σκέπη, καὶ ἀγαλλίαμα.Φωτός σου ταῖς ἀκτῖσι, λάμπρυνον, Παρθένε, τὸ ζοφερὸν τῆς ἀγνοίας διώκουσα, τοὺς εὐσεβῶς Θεοτόκον, σὲ καταγγέλλοντας.Κακώσεως ἐν τόπῳ, τῷ τῆς ἀσθενείας, ταπεινωθέντα, Παρθένε, θεράπευσον, ἐξ ἀρρωστίας εἰς ῥῶσιν, μετασκευάζουσα.
Κανών β', ᾨδὴ θ', τοῦ Ὁσίου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός, καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα, ὅτι Θεός, ὤφθη τοῖς ἀνθρώποις σωματικῶς, καὶ ἡ γαστήρ σου γέγονεν, εὐρυχωροτέρα τῶν οὐρανῶν· διὸ σε Θεοτόκε, Ἀγγέλων καὶ ἀνθρώπων, ταξιαρχίαι μεγαλύνουσιν».Μυρίζει σου ἡ θήκη πνευματικήν, εὐωδίαν πλουσίως εὐφραίνουσα, τοὺς σοὺς υἱούς, σὲ περιεστώτας εἰλικρινῶς, ἐνθυμουμένους Ὅσιε, τὴν Ἀγγελικήν σου διαγωγήν, καὶ τὴν σοὶ δεδομένην, λαμπρότητα καὶ δόξαν, καὶ τὴν ἀΐδιον τερπνότητα.Ἐρράγη ἐν ἐρήμῳ ὕδωρ καὶ γῆ, ἡ διψῶσα εἰς ἕλη ἐγένετο, ταῖς προσευχαῖς, μετασκευασθεῖσα Πάτερ ταῖς σαῖς· ἀσκητικαὶ γὰρ φάλαγγες, ταύτην κατοικοῦσι ποταμηδόν, ἡ χώρα Ἰορδάνου, ἐξήνθησεν ὡς κρίνον, ἀρδευομένη τοῖς σοῖς δάκρυσι.Λαμπρότης τῶν Ἁγίων ἐν οὐρανοῖς, ὡς δικαίῳ σοι Πάτερ ἀνέτειλε· τὸν γὰρ Χριστόν, τὴν δικαιοσύνην τὴν ἀληθῆ, περιφανῶς ἠγάπησας, οὗ τὴν πολιτείαν ἰχνηλατῶν, τὴν τούτου ζωηφόρον, Παμμάκαρ ἐμιμήσω, ὡς δυνατὸν σοι ἁγιότητα.Πλουσίως Θεοφόρε λάμπων φωτί, καὶ χορείας Ἀγγέλων θεώμενος, φωτοειδεῖς, περιπολευούσας τὸ τρισσὸν φῶς, καὶ δεχομένας χάριτι, τὰς τῆς θεοπτίας ἐπιβολάς, μὴ παύσῃ ἱκετεύων, ἀφέσεως πταισμάτων, ἀξιωθῆναι τοὺς ὑμνοῦντάς σε.ΘεοτοκίονὩράθης ὦ Παρθένε Μήτηρ Θεοῦ, ὑπὲρ φύσιν τεκοῦσα ἐν σώματι, τὸν ἀγαθόν, Λόγον ἐκ καρδίας τῆς ἑαυτοῦ, ὃν ὁ Πατὴρ ἠρεύξατο, πάντων πρὸ αἰώνων ὡς ἀγαθός, ὅν νῦν καὶ τῶν σωμάτων, ἐπέκεινα νοοῦμεν, εἰ καὶ τὸ σῶμα περιβέβληται.
Ἐξαποστειλάριον
Ἦχος γ'
Ἐν Πνεύματι τῷ Ἱερῷ ΤΟ ΑΚΟΥΤΕ
Τὴν ἔρημον ἐπόλισας, τρόποις ἐν φιλοσόφοις, Πατέρων τὸ ἀγλάϊσμα, Σάββα Πάτερ θεόφρον, καὶ ταύτην ἀπετέλεσας, νοητὸν Παράδεισον, κομῶσαν ἄνθεσι θείοις, μονοτρόπων τῷ πλήθει, τῶν ἀξίως τελούντων, τὴν σὴν σεβάσμιον μνήμην.
Ἕτερον, Ἐξαποστειλάριον
Ἦχος γ'
Φῶς ἀναλλοίωτον Λόγε ΤΟ ΑΚΟΥΤΕ
Ἡ ἔρημος εὐφραινέσθω, καὶ ἐξανθείτω ὡς κρίνον, ὅτι ἐπλήθυνας ταύτης, τὰ τέκνα Σάββα θεόφρον, ἡ χώρα τοῦ Ἰορδάνου, ἀγαλλιάσθω νῦν χαρμοσύνως, ἐπὶ τῇ θείᾳ σου μνήμῃ.
Θεοτοκίον
Ἦχος γ'
Φῶς ἀναλλοίωτον Λόγε ΤΟ ΑΚΟΥΤΕ
Χρυσοπλοκώτατε Πύργε, καὶ δωδεκάτειχε Πόλις, ἡλιοστάλακτε θρόνε, Καθέδρα τοῦ Βασιλέως, ἀκατανόητον θαῦμα ! πῶς γαλουχεῖς τὸν Δεσπότην.
Εἰς τοὺς Αἴνους ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.
Στιχηρὰ τοῦ Ὀσiου
Ἦχος α'
Τῶν οὐρανίων ταγμάτων ΤΟ ΑΚΟΥΤΕ
Ὁ ὑπερόπτης τῶν κάτω, καὶ παρεπίδημος, ὁ ἐραστὴς τῶν ἄνω, καὶ ἐρημοπολίτης, Σάββας ὁ θεόφρων, πάντας ἡμᾶς, ἑορτάσαι προτρέπεται, τῆς πρὸς Θεὸν ἐκδημίας αὐτοῦ πιστῶς, τὴν ἡμέραν τὴν σεβάσμιον.
Ἦχος α'
Ἔξω σαρκὸς καὶ τοῦ κόσμου, ταῖς ἀρεταῖς γεγονώς, καὶ δι' αὐτῶν δοξάσας, ἐπὶ γῆς διὰ βίου, τὸν Κύριον τῆς δόξης, Πάτερ σοφέ, κατ' ἀξίαν δεδόξασαι, καὶ ἰαμάτων ἐδείχθης θεία πηγή, παρ' αὐτοῦ Σάββα θεόληπτε.
Ἦχος α'
Μέτριος ἄκακος πρᾶος, ἁπλοῦς, ἡσύχιος, ὡς χρηματίσας Πάτερ, ὑπὲρ ἄνθρωπον ὄντως, καὶ ἄϋλος ἐν ὕλῃ, οἶκος Θεοῦ, καθωράθης πανάξιος, τὰς ἐξ αὐτοῦ προϊούσας σοι δωρεάς, συμπαθῶς διαπορθμεύων ἡμῖν.
Δοξαστικὸν
Ἦχος πλ. β'
Ὅσιε Πάτερ, εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν, ὁ φθόγγος τῶν κατορθωμάτων σου, δι' ὧν ἐν τοῖς οὐρανοῖς, εὗρες μισθὸν τῶν καμάτων σου. Τῶν δαιμόνων ὤλεσας τὰς φάλαγγας, τῶν Ἀγγέλων ἔφθασας τὰ τάγματα, ὧν τὸν βίον ἀμέμπτως ἐζήλωσας. Παρρησίαν ἔχων πρὸς Χριστὸν τὸν Θεόν, εἰρήνην αἴτησαι ταῖς ψυχαῖς ὑμῶν.
Θεοτοκίον
Ἦχος πλ. β'
Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς. Σὲ ἱκετεύομεν, πρέσβευε, Δέσποινα, μετὰ τῶν Ἀποστόλων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Μεγάλη Δοξολογία
Εἰς τὴν Λειτουργίαν, τὰ Τυπικά, καὶ ἀπὸ τοῦ Κανόνος ᾨδὴ γ' καὶ ς'.
| TA ΜΗΝΑΙΑ | Δεκέμβριος | 05 |
Dec 06
Τῌ ΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΔΕΚΕΜΒΡΙΟΥΜνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Νικολάου, Ἀρχιεπισκόπου Μύρων τῆς Λυκίας, τοῦ θαυματουργοῦ.
ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
Ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσιν ΤΟ ΑΚΟΥΤΕ
Μύρῳ θείῳ σε ἔχρισε, θεία χάρις τοῦ Πνεύματος, Μύρων προεδρεύσαντα καὶ μυρίσαντα, ταῖς ἀρεταῖς Ἱερώτατε, τοῦ κόσμου τὰ πέρατα, ἡδυπνόοις τε εὐχαῖς, τὰ δυσώδη διώκοντα, πάθη πάντοτε· διὰ τοῦτό σε πίστει εὐφημοῦμεν, καὶ τελοῦμέν σου τὴν μνήμην, τὴν παναγίαν Νικόλαε.
Ἦχος δ'
Ὡς λαμπτῆρά σε ἄδυτον, ὡς φωστῆρα παγκόσμιον, ἐν τῷ στερεώματι ἀναλάμψαντα, τῆς Ἐκκλησίας Νικόλαε, καὶ κόσμον φωτίζοντα, καὶ κινδύνων χαλεπῶν, τὴν ἀχλύν ἀπελαύνοντα, καὶ ἐξαίροντα, ἀθεΐας χειμῶνα καὶ γαλήνην, ἐργαζόμενον βαθεῖαν, χρεωστικῶς μακαρίζομεν.
Ἦχος δ'
Καὶ παρὼν καὶ φαινόμενος, ἐν ὀνείροις Νικόλαε, τοὺς ἀδίκως μέλλοντας θνῄσκειν ἔσωσας, ὡς συμπαθὴς ὡς φιλάγαθος, ὡς ῥύστης θερμότατος, ὡς προστάτης ἀληθής, τῶν πιστῶς ἐξαιτούντων σου, τὴν ἀντίληψιν, Ἱερώτατε Πάτερ τῶν Ἀγγέλων, συμπολῖτα Ἀποστόλων καὶ Προφητῶν ἰσοστάσιε.
Δόξα... Ἦχος πλ. β'
Κληρονόμε Θεοῦ, συγκληρονόμε Χριστοῦ, λειτουργὲ Κυρίου, Ἅγιε Νικόλαε, κατὰ τὸ ὄνομά σου, οὕτω καὶ ἡ πολιτεία σου· συνεξέλαμψε γὰρ τῇ πολιᾷ ἡ σύνεσις, ἐμαρτύρει τὸ φαιδρὸν τοῦ προσώπου σου, τῆς ψυχῆς τὸ ἀνεξίκακον, ἐβεβαίου τὴν πραότητα, τοῦ λόγου τὸ ἥσυχον, ἡ ζωή σου ἔνδοξος, καὶ ἡ κοίμησις μετὰ Ἁγίων. Πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν... Ἦχος πλ. β'
Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς. Σὲ ἱκετεύομεν, πρέσβευε, Δέσποινα, μετὰ τῶν Ἀποστόλων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.
Ἦχος πλ. β'
Τριήμερος ἀνέστης Χριστὲ ΤΟ ΑΚΟΥΤΕ
Νικόλαε μακάριε, προσπίπτοντά με οἴκτειρον, δέομαί σου, καὶ τὰ ὄμματα σοφέ, φώτισον τῆς ψυχῆς μου, ἵνα καθαρῶς βλέψω, τὸν φωτοδότην καὶ οἰκτίρμονα. Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Ἦχος πλ. β'
Ἐχθρῶν ἐπιζητούντων με, κακοποιῆσαι Ἅγιε, ἐξελοῦ με, παρρησίαν πρὸς Θεόν, ὡς ἔχων Ἱεράρχα, Νικόλαε παμμάκαρ, καὶ ἐξ ἀνδρῶν αἱμάτων σῶσόν με.Στίχ. Οἱ Ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην.
Ἦχος πλ. β'
Λιμένα σε ἀχείμαστον, καὶ τεῖχος ἀπροσμάχητον, Ἱεράρχα, σὲ κεκτήμεθα πιστοί, καὶ πύργον ἀσφαλείας, καὶ θύραν μετανοίας, καὶ ὁδηγὸν ψυχῶν καὶ πρόμαχον.
Δόξα... Καὶ νῦν... Ἦχος πλ. β'
Τριήμερος ἀνέστης Χριστὲ ΤΟ ΑΚΟΥΤΕ
Ζηλώσας ὁ ἀντίδικος, τὴν ποίμνην σου Πανάχραντε, καθ' ἑκάστην, ἐκζητεῖ ὁ πονηρός, κατάβρωμα ποιῆσαι, ἀλλὰ σὺ Θεοτόκε, τῆς τούτου βλάβης ἐξελοῦ ἡμᾶς.
Ἀπολυτίκιον τοῦ Ἁγίου Νικολάου
Ἦχος δ'
Κανόνα πίστεως ΤΟ ΑΚΟΥΤΕ
Κανόνα πίστεως καὶ εἰκόνα πραότητος, ἐγκρατείας Διδάσκαλον, ἀνέδειξέ σε τῇ ποίμνῃ σου, ἡ τῶν πραγμάτων ἀλήθεια· διὰ τοῦτο ἐκτήσω τῇ ταπεινώσει τὰ ὑψηλά, τῇ πτωχείᾳ τὰ πλούσια, Πάτερ Ἱεράρχα Νικόλαε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον
Ἦχος δ'
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διὰ σοῦ Θεοτόκε, τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως, ὑπὲρ ἡμῶν καταδεξάμενος· δι' οὗ ἀναστήσας τὸν Πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Στιχολογοῦμεν τὴν α' στάσιν τοῦ, Μακάριος ἀνήρ. Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους η' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια, δευτεροῦντες τὸ πρῶτον ἕτερον.
Στιχηρὰ Προσόμοια τοῦ Ἁγίου Νικολάου
Ἦχος β'
Ὅτε ἐκ τοῦ ξύλου σε νεκρὸν ΤΟ ΑΚΟΥΤΕ
Μύροις, παροικήσας αἰσθητῶς, μύρον ἀληθῶς ἀνεδείχθης, μύρῳ χρισθεὶς νοητῷ Ἅγιε Νικόλαε, Ἀρχιεράρχα Χριστοῦ, καὶ μυρίζεις τὰ πρόσωπα, τῶν πίστει καὶ πόθῳ, σοῦ τὴν παναοίδιμον, μνήμην τελούντων ἀεί, λύων συμφορῶν καὶ κινδύνων, τούτους καὶ τῶν θλίψεων Πάτερ, ἐν ταῖς πρὸς τὸν Κύριον πρεσβείαις σου.
Ἦχος β'
Νίκη, φερωνύμως ἀληθῶς, τοῦ πιστοῦ λαοῦ ἀνεδείχθης, ἐν πειρασμοῖς κραταιά, Ἅγιε Νικόλαε, θεράπων ὄντως Χριστοῦ· πανταχοῦ γὰρ καλούμενος, ὀξέως προφθάνεις, πόθῳ τοὺς προστρέχοντας, ὑπὸ τὴν σκέπην σου· σὺ γὰρ ἐν νυκτὶ καὶ ἡμέρᾳ, πίστει ὀπτανόμενος σῴζεις, ἐκ τῶν πειρασμῶν καὶ περιστασεων.
Ἦχος β'
Ὤφθης, Κωνσταντίνῳ Βασιλεῖ, σὺν τῷ Ἀβλαβίῳ κατ' ὄναρ, καὶ τούτους φόβῳ βαλών, οὕτως αὐτοῖς εἴρηκας. Λύσατε δὴ ἐν σπουδῇ, τῆς εἱρκτῆς οὓς κατέχετε, δεσμίους ἀδίκως, ἀθώους τυγχάνοντας, τῆς παρανόμου σφαγῆς· ὅμως ἀλλ' ἐὰν παρακούσῃς, ἔντευξιν ποιήσομαι Ἄναξ, κατὰ σοῦ πρὸς Κύριον δεόμενος.
Ἦχος β'
Μέγας, ἀντιλήπτωρ καὶ θερμός, τοῖς ἐν τοῖς κινδύνοις τελοῦσιν, ὑπάρχεις ἔνδοξε, Ἅγιε Νικόλαε, Ἱεροκήρυξ Χριστοῦ, τοῖς ἐν γῇ καὶ τοῖς πλέουσι, τοῖς πόρρω καὶ πέλας, οἷα συμπαθέστατος, καὶ πρεσβευτὴς κραταιός· ὅθεν συνελθόντες βοῶμεν· Πρέσβευε πρὸς Κύριον ὅπως, πάσης λυτρωθῶμεν περιστάσεως.
Ἕτερα Στιχηρὰ Προσόμοια
Ἦχος β'
Ποίοις εὐφημιῶν ΤΟ ΑΚΟΥΤΕ
Ποίοις εὐφημιῶν στέμμασιν, ἀναδήσωμεν τὸν Ἱεράρχην, τὸν σαρκὶ ἐν Μύροις ὑπάρχοντα, καὶ πνευματικῶς πᾶσι προφθάνοντα, τοῖς εἰλικρινῶς αὐτὸν ποθοῦσι, τὸ πάντων, τῶν θλιβομένων παραμύθιον, καὶ πάντων, τῶν ἐν κινδύνοις καταφύγιον, τῆς εὐσεβείας τὸν πύργον, τῶν πιστῶν τὸν πρόμαχον, τὸν δι' οὗ ὀφρὺν δυσμενῶν, Χριστός καταβέβληκεν, ὁ ἔχων τὸ μέγα ἔλεος. (Δίς)
Ἦχος β'
Ποίοις μελῳδικοῖς ᾄσμασιν, ἐπαινέσωμεν τὸν Ἱεράρχην, τὸν τῆς ἀσεβείας ἀντίπαλον, καὶ τῆς εὐσεβείας ὑπέρμαχον, τὸν τῆς Ἐκκλησίας πρωτοστάτην, τὸν μέγαν, προασπιστήν τε καὶ διδάσκαλον, τὸν πάντας, τοὺς κακοδόξους καταισχύνοντα, τὸν ὀλετῆρα Ἀρείου, καὶ θερμὸν ἀντίμαχον, τὸν δι' οὗ τὴν τούτου ὀφρύν, Χριστός καταβέβληκεν, ὁ ἔχων τὸ μέγα ἔλεος.
Ἦχος β'
Ποίοις προφητικοῖς ᾄσμασιν, ἐπαινέσωμεν τὸν Ἱεράρχην, τὸν τὰ πόρρω ὄντα προβλέποντα, καὶ ταῦτα σαφῶς προαγγέλλοντα, προθεσπίζοντά τε ὡς παρόντα, τὸν πᾶσαν, τὴν οἰκουμένην περιθέοντα, καὶ πάντας, ἀδικουμένους ἐκλυτρούμενον, τὸν ἐν ὀνείροις ὀφθέντα, Βασιλεῖ θεόφρονι, καὶ τοὺς πρὶν δεσμίους σφαγῆς, ἀδίκου ῥυσάμενον, τὸν πλουτοῦντα τὸ μέγα ἔλεος.
Δοξαστικὸν
Ἦχος πλ. β'
Ἱεραρχῶν τὴν καλλονήν, καὶ τῶν Πατέρων κλέος, τὴν βρύσιν τῶν θαυμάτων, καὶ τῶν πιστῶν ἀντιλήπτορα μέγιστον, συνελθόντες ὦ φιλέορτοι, ᾀσματικοῖς ἐγκωμίοις ὑμνήσωμεν λέγοντες· Χαίροις ὁ τῶν Μυρέων φρουρός, καὶ πρόεδρος σεπτός, καὶ στῦλος ἀπερίτρεπτος. Χαίροις φωστὴρ παμφαέστατε, ὁ τὰ τοῦ κόσμου πέρατα, διαλάμπων τοῖς θαύμασι. Χαίροις τῶν θλιβομένων ἡ θεία χαρμοσύνη, καὶ ἀδικουμένων θερμότατος προστάτης, καὶ νῦν παμμάκαρ Νικόλαε, μὴ παύσῃ πρεσβεύων Χριστῷ τῷ Θεῷ, ὑπὲρ τῶν πίστει καὶ πόθῳ τιμώντων ἀεί, τὴν χαρμόσυνον καί πανέορτον μνήμην σου.
Προεόρτιον
Ἦχος πλ. β'
Σπήλαιον εὐτρεπίζου· ἡ Ἀμνὰς γὰρ ἥκει, ἔμβρυον φέρουσα Χριστόν. Φάτνη δὲ ὑποδέχου, τὸν τῷ λόγῳ λύσαντα τῆς ἀλόγου πράξεως, ἡμᾶς τοὺς γηγενεῖς. Ποιμένες ἀγραυλοῦντες, μαρτυρεῖτε θαῦμα τὸ φρικτόν, καὶ Μάγοι ἐκ Περσίδος, χρυσὸν καὶ λίβανον καὶ σμύρναν, τῷ Βασιλεῖ προσάξατε· ὅτι ὤφθη Κύριος ἐκ Παρθένου Μητρός, ὃν περ καὶ κύψασα, δουλικῶς ἡ Μήτηρ προσεκύνησε, καὶ προσεφθέγξατο τῷ ἐν ἀγκάλαις αὐτῆς. Πῶς ἐνεσπάρης μοι, ἢ πῶς μοι ἐνεφύης, ὁ λυτρωτής μου καὶ Θεός;
Παροιμιῶν τὸ Ἀνάγνωσμα(Κεφ. 10, 7 & 3, 1316 & ἐκλογὴ) Μνήμη δικαίου μετ' ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ, Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητός, ὃς εἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν, οὐκ ἀντιτάσσεται αὐτῇ οὐδὲν πονηρόν· εὔγνωστὸς ἐστι πᾶσι τοῖς ἐγγίζουσιν αὐτήν, πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδούς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ Σοφία κατεσκεύασα βουλὴν καὶ γνῶσιν καὶ ἔννοιαν, ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἑβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γάρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε Πνεύματος.
Παροιμιῶν τὸ Ἀνάγνωσμα(Κεφ. 10, 3132 & 11, 112) Στόμα δικαίου ἀποστάζει σοφίαν, γλῶσσα δὲ ἀδίκου ἐξολεῖται· Χείλη ἀνδρῶν δικαίων ἐπίστανται χάριτας, στόμα δὲ ἀσεβῶν καταστρέφεται. Ζυγοὶ δόλιοι βδέλυγμα ἐνώπιον Κυρίου, στάθμιον δὲ δίκαιον δεκτὸν αὐτῷ. Οὗ ἐὰν εἰσέλθῃ ὕβρις, ἐκεῖ καὶ ἀτιμία, στόμα δὲ ταπεινῶν μελετᾷ σοφίαν. Τελειότης εὐθέων ὁδηγήσει αὐτούς, καὶ ὑποσκελισμὸς ἀθετούντων προνομεύσει αὐτούς, Οὐκ ὠφελήσει ὑπάρχοντα ἐν ἡμέρᾳ θυμοῦ, δικαιοσύνη δὲ ῥύσεται ἀπὸ θανάτου. Ἀποθανὼν δίκαιος ἔλιπε μετάμελον· πρόχειρος δὲ γίνεται καὶ ἐπίχαρτος ἀσεβῶν ἀπώλεια. Δικαιοσύνη ἀμώμου ὀρθοτομεῖ ὁδούς, ἀσέβεια δὲ περιπίπτει ἀδικίᾳ. Δικαιοσύνη ἀνδρῶν ὀρθῶν ῥύσεται αὐτούς, τῇ δὲ ἀβουλίᾳ ἁλίσκονται παράνομοι. Τελευτήσαντος ἀνδρὸς δικαίου οὐκ ὄλλυται ἐλπίς, τὸ δὲ καύχημα τῶν ἀσεβῶν ὄλλυται. Δίκαιος ἐκ θήρας ἐκδύνει, ἀντ' αὐτοῦ δὲ παραδίδοται ὁ ἀσεβής. Ἐν στόματι ἀσεβῶν παγὶς πολίταις, αἴσθησις δὲ δικαίων εὔοδος. Ἐν ἀγαθοῖς δικαίων κατώρθωται πόλις, καὶ ἐν ἀπωλείᾳ ἀσεβῶν ἀγαλλίαμα. Ἐν εὐλογίᾳ εὐθέων ὑψωθήσεται πόλις, στόματι δὲ ἀσεβῶν κατασκαφήσεται. Μυκτηρίζει πολίτας ἐνδεὴς φρενῶν, ἀνὴρ δὲ φρόνιμος ἡσυχίαν ἄγει.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα(Κεφ. 4, 715) Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δὲ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας, οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Εἰς τὴν Λιτήν, ψάλλομεν Στιχηρά, Ἰδιόμελα.Ἦχος α'Ἐνατενίσας ἀκλινῶς τῷ ὕψει τῆς γνώσεως, καὶ κατοπτεύσας ἀδήλως σοφίας τὸν βυθόν, σαῖς διδαχαῖς κόσμον κατεπλούτισας, Πάτερ. Ὑπὲρ ἡμῶν ἀεὶ Χριστὸν δυσώπει, Ἱεράρχα Νικόλαε.Ὁ αὐτὸςἌνθρωπε τοῦ Θεοῦ καὶ πιστὲ θεράπον, καὶ οἰκονόμε τῶν αὐτοῦ μυστηρίων, καὶ ἄνερ ἐπιθυμιῶν τῶν τοῦ Πνεύματος, στήλη τε ἔμψυχε, καὶ ἔμπνους εἰκών· ὡς θεῖον γὰρ θησαυρὸν σε, ἡ τῶν Μυρέων Ἐκκλησία, ἀγαμένη προσήκατο, καὶ πρεσβευτὴν τῶν ψυχῶν ἡμῶν.Ἦχος β'Κανόνα πίστεως, καὶ εἰκόνα πραότητος, ἀνέδειξέ σε τῇ ποίμνῃ σου Χριστὸς ὁ Θεός, Ἱεράρχα Νικόλαε· ἐν γὰρ τοῖς Μύροις μυρίζων, διαλάμπεις φαιδρῶς τοῖς θείοις σου κατορθώμασιν, ὀρφανῶν καὶ χηρῶν προστάτα· διὸ ἱκετεύων μὴ παύσῃ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.Ὁ αὐτὸςΠάτερ Νικόλαε, ἡ μυροθήκη τῶν λειψάνων σου, τὰ Μύρα πολιουχεῖ· διὸ καὶ δεσμίους, ἀκρίτως κατακριθέντας, ἐν ὀνείρῳ Βασιλεῖ τῇ ὀπτασίᾳ σου φανείς, ἠλευθέρωσας θανάτου, δεσμῶν καὶ φυλακῆς· ἀλλὰ καὶ νῦν, ὡς τότε, καὶ ἀεί, δι' ὀπτασίας σου φάνηθι, πρεσβεύων ὑπὲρ τῶν ψυχῶν ἡμῶν.Ὁ αὐτὸςΠάτερ Νικόλαε, εἰ καὶ τὰ Μύρα σιωπᾷ, ἀλλ' ὁ κόσμος ὅλος, ὁ ὑπὸ σοῦ φωτισθείς, καὶ ἡ τοῦ Μύρου εὐωδία, καὶ τῶν θαυμάτων τὰ πλήθη, ἀνακράζει εὐφήμοις ὑμνῳδίαις, καὶ οἱ σωθέντες διὰ σοῦ κατάκριτοι. Σὺν τοῖς ἐν Μύροις καὶ ἡμεῖς μέλποντες βοῶμεν· Πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.Ἦχος δ'Πάτερ Νικόλαε, τοῦ παναγίου Πνεύματος μυροθήκη ὑπάρχων, ὡς ἔαρ μυρίζεις εὐφρόσυνον, τῶν θείων ἀρωμάτων Χριστοῦ· τῶν Ἀποστόλων γὰρ μιμητὴς γενόμενος, τήν οἰκουμένην περιπολεύεις, διὰ τῶν λόγων τῶν θαυμάτων σου. Ὅθεν καὶ τοῖς πόρρω ὡς ἐγγύς, δι' ὀνείρων ὀπτανόμενος, ἐκ θανάτου λυτροῦσαι, τοὺς ἀδίκῳ ψήφῳ θνῄσκειν μέλλοντας, διασῴζων παραδόξως, ἐκ κινδύνων πολλῶν, τοὺς ἐπικαλουμένους σε. Διὸ καὶ ἡμᾶς τῶν ἐπεμβαινόντων δυσχερῶν, ἐλευθέρωσον σαῖς πρεσβείαις, τοὺς ἀεὶ ἀνευφημοῦντάς σε.Ἦχος πλ. β'Εὖ δοῦλε ἀγαθὲ καὶ πιστέ, εὖ ἐργάτα τοῦ ἀμπελῶνος Χριστοῦ, σὺ καὶ τὸ βάρος τῆς ἡμέρας ἐβάστασας, σὺ καὶ τὸ δοθὲν σοι τάλαντον ἐπηύξησας, καὶ τοῖς μετὰ σὲ ἐλθοῦσιν οὐκ ἐφθόνησας. Διὸ πύλη σοι οὐρανῶν ἠνέῳκται· εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου, καὶ πρέσβευε ὑπὲρ ἡμῶν, Ἅγιε Νικόλαε.Ἦχος πλ. δ'Εἰς αἶνον ἔδραμες τοῦ Κυρίου Νικόλαε, ἐν τῇ προσκαίρῳ ζωῇ, καὶ αὐτὸς σε ἐδόξασεν ἐν τῇ ἐπουρανίῳ, καὶ ὄντως ζωή. Διὸ παρρησίαν κεκτημένος πρὸς αὐτόν, ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.Δόξα... Ἦχος πλ. δ'Τῶν ἀνδραγαθημάτων σου, Ὅσιε Πάτερ, ὁ καρπὸς ἐφαίδρυνε τῶν πιστῶν τὰς καρδίας· τὶς γὰρ ἀκούων τὴν ἄμετρόν σου ταπείνωσιν, τὴν ὑπομονὴν οὐκ ἐθαύμασε; τήν πρὸς τοὺς πένητας ἱλαρότητα; θλιβομένων τὸ συμπαθές; πάντας θεοπρεπῶς ἐδίδαξας, Ἱεράρχα Νικόλαε, καὶ νῦν τὸν ἀμαράντινον ἀναδησάμενος στέφανον, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.Καὶ νῦν... Προεόρτιον, ὁ αὐτὸςΒηθλεὲμ ἑτοιμάζου, εὐτρεπιζέσθω ἡ φάτνη, τὸ σπήλαιον δεχέσθω, ἡ ἀλήθεια ἦλθεν, ἡ σκιὰ παρέδραμε, καὶ Θεὸς ἀνθρώποις ἐκ Παρθένου πεφανέρωται, μορφωθεὶς τὸ καθ' ἡμᾶς, καὶ θεώσας τὸ πρόσλημμα. Διὸ Ἀδὰμ ἀνανεοῦται σὺν τῇ Εὔᾳ, κράζοντες· Ἐπὶ γῆς εὐδοκία ἐπεφάνη, σῶσαι τὸ γένος ἡμῶν.
Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.Ἦχος πλ. α'Χαίροις ἀσκητικῶν ΤΟ ΑΚΟΥΤΕΧαίροις ἡ ἱερὰ κεφαλή, τὸ καθαρὸν τῶν ἀρετῶν καταγώγιον, ὁ θεῖος τῆς θειοτάτης, ἱερωσύνης κανών, ὁ Ποιμὴν ὁ μέγας, ὁ φανότατος, πυρσὸς ὁ τῆς νίκης, ἐπιφερόμενος ὄνομα, ὁ δεομένοις, συμπαθῶς ἐπικλώμενος· ὁ καμπτόμενος, ἀσθενῶν ταῖς δεήσεσι· ῥύστης ὁ ἑτοιμότατος, φρουρὸς ὁ σωτήριος, πᾶσι τοῖς πίστει τελοῦσι, τήν παναοίδιμον μνήμην σου. Χριστὸν καταπέμψαι, Παμμακάριστε δυσώπει, τὸ μέγα ἔλεος.Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.Χαίροις ὁ ἱερώτατος νοῦς, τὸ τῆς Τριάδος καθαρὸν ἐνδιαίτημα, ὁ στῦλος τῆς Ἐκκλησίας, ὁ τῶν πιστῶν στηριγμός, καταπονουμένων ἡ βοήθεια, ἀστήρ, ὁ ταῖς λάμψεσιν, εὐπροσδέκτων δεήσεων, διασκεδάζων, πειρασμῶν τε καὶ θλίψεων, σκότος πάντοτε, Ἱεράρχα Νικόλαε. ὅρμος ὁ γαληνότατος, ἐν ᾧ καταφεύγοντες, οἱ τρικυμίαις τοῦ βίου περιστατούμενοι σώζονται. Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.Στίχ. Οἱ ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην..Χαίροις ὁ ζήλου θείου πλησθείς, ἀπαγωγῆς τε πονηρὰς λυτρωσάμενος, ἀδίκως μέλλοντας θνῄσκειν, ἐπιστασίᾳ φρικτῇ, καὶ ταῖς δι' ὀνείρων προσφοιτήσεσι. Πηγὴ ἡ πηγάζουσα, ἐν τοῖς Μύροις Νικόλαε, μύρα πλουσίως, καὶ ψυχὰς καταρδεύουσα, τὰ δυσώδη τε τῶν παθῶν ἀπελαύνουσα. Μάχαιρα τὰ ζιζάνια, τῆς πλάνης ἐκτέμνουσα. Πτύον λικμίζον Ἀρείου, τὰ ἀχυρώδη διδάγματα. Χριστὸν καταπέμψαι, ταῖς ψυχαῖς ἡμῶν δυσώπει, τὸ μέγα ἔλεος.
Δοξαστικὸν
Ἦχος πλ. β'
Ἄνθρωπε τοῦ Θεοῦ, καὶ πιστὲ θεράπον, λειτουργὲ Κυρίου, ἄνερ ἐπιθυμιῶν, σκεῦος ἐκλογῆς, στῦλε καὶ ἑδραίωμα τῆς Ἐκκλησίας, Βασιλείας κληρονόμε, μὴ παρασιωπήσῃς, τοῦ βοᾶν ὑπὲρ ἡμῶν τὸν Κύριον.
Προεόρτιον
Ἦχος πλ. β'
Ἀνύμφευτε Παρθένε, πόθεν ἥκεις; τὶς ὁ τεκὼν σε; τὶς καὶ ἡ Μήτηρ σου; πῶς τὸν Κτίστην φέρεις ἐν ἀγκάλαις; πῶς οὐκ ἐφθάρης τὴν νηδύν, μεγάλων παραδόξων ἐπὶ γῆς τελουμένων, ὁρῶμεν Παναγία, καὶ προευτρεπίζομεν ἐπάξιόν σοι χρέος, ἐκ τῆς γῆς τὸ Σπήλαιον, καὶ οὐρανὸν αἰτοῦμεν, παρασχεῖν τὸν Ἀστέρα, καὶ Μάγοι δὲ προέρχονται, ἀπὸ Ἀνατολῶν τῆς γῆς, εἰς δυσμὰς θεάσασθαι, τὴν σωτηρίαν τῶν βροτῶν, ὡς βρέφος γαλουχούμενον.
Ἀπολυτίκιον τοῦ Ἁγίου Νικολάου
Ἦχος δ'
Κανόνα πίστεως ΤΟ ΑΚΟΥΤΕ
Κανόνα πίστεως καὶ εἰκόνα πραότητος, ἐγκρατείας Διδάσκαλον, ἀνέδειξέ σε τῇ ποίμνῃ σου, ἡ τῶν πραγμάτων ἀλήθεια· διὰ τοῦτο ἐκτήσω τῇ ταπεινώσει τὰ ὑψηλά, τῇ πτωχείᾳ τὰ πλούσια, Πάτερ Ἱεράρχα Νικόλαε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον
Ἦχος δ'
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διὰ σοῦ Θεοτόκε, τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως, ὑπὲρ ἡμῶν καταδεξάμενος· δι' οὗ ἀναστήσας τὸν Πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα
Ἦχος α'
Τὸν τάφον Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ
Ἀστράπτεις ἐν τῇ γῇ, τῶν θαυμάτων ἀκτῖσι, Νικόλαε σοφέ, καὶ κινεῖς πᾶσαν γλῶσσαν, εἰς δόξαν τε καὶ αἴνεσιν, τοῦ ἐν γῇ σε δοξάσαντος· ὃν ἱκέτευε, πάσης ἀνάγκης ῥυσθῆναι, τοὺς τὴν μνήμην σου, πίστει καὶ πόθῳ τιμῶντας, Πατέρων ἐκλόγιον.Θεοτοκίον, ὅμοιονΜαρία τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς, πεπτωκότας εἰς βάθη, δεινῆς ἀπογνώσεως, καὶ πταισμάτων καὶ θλίψεων· σὺ γὰρ πέφυκας, ἁμαρτωλῶν σωτηρία, καὶ βοήθεια, καὶ κραταιὰ προστασία, καὶ σῴζεις τοὺς δούλους σου.
Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα
Ἦχος δ'
Ἐπεφάνης σήμερον ΤΟ ΑΚΟΥΤΕ
Τῶν πιστῶν προΐστασαι, σκέπων φρουρῶν τούτους μάκαρ, καὶ ἐκ πάσης θλίψεως, ἀπολυτρούμενος σαφῶς, Ἱεραρχῶν ὡραιότατον, κλέος καὶ δόξα, Νικόλαε Ὅσιε.Θεοτοκίον, ὅμοιονΠροστασία ἄμαχε, τῶν ἐν ἀνάγκαις, καὶ πρεσβεία ἕτοιμος, τῶν ἐλπιζόντων ἐπὶ σέ, ἀπὸ κινδύνων με λύτρωσαι, καὶ μὴ παρίδῃς, ἡ πάντων βοήθεια.
Μετὰ τὸν Πολυέλεον
Ἦχος δ'
Ταχὺ προκατάλαβε ΤΟ ΑΚΟΥΤΕ
Προστάτης θερμότατος, τῆς Ἐκκλησίας Χριστοῦ, ἐδείχθης Νικόλαε, τὰ τῶν αἱρέσεων, διδάγματα ἄθεα, λύων σὺν παρρησίᾳ, καὶ κανὼν ἀνεδείχθης, πᾶσιν ὀρθοδοξίας, ὑπὲρ πάντων πρεσβεύων, τῶν ἐφεπομένων σου θείαις, διδασκαλίαις καὶ εἰσηγήσεσι.Θεοτοκίον, ὅμοιονΤαχὺ δέξαι Δέσποινα, τὰς ἱκεσίας ἡμῶν, καὶ ταύτας προσάγαγε, τῷ σῷ Υἱῷ καὶ Θεῷ, Κυρία Πανάμωμε, λῦσον τὰς περιστάσεις, τῶν εἰς σὲ προστρεχόντων, σύντριψον μηχανίας, καὶ κατάβαλε θράσος, τῶν ὁπλιζομένων ἀθέων, Πάναγνε κατὰ τῶν δούλων σου.
ΠροκείμενονΤίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.Στίχ. Τὶ ἀνταποδώσωμεν τῷ Κυρίῳ.
Δόξα... Ταῖς τοῦ Ἱεράρχου...Καὶ νῦν... Ταῖς τῆς Θεοτόκου...Εἶτα τὸ ἰδιόμελον, Ἦχος πλ. β'Εὖ δοῦλε ἀγαθέ, καὶ πιστέ, εὖ ἐργάτα τοῦ ἀμπελῶνος Χριστοῦ, σὺ καὶ τὸ βάρος τῆς ἡμέρας ἐβάστασας, σὺ καὶ τὸ δοθὲν σοι τάλαντον ἐπηύξησας, καὶ τοῖς μετὰ σὲ ἐλθοῦσιν οὐκ ἐφθόνησας. Διὸ πύλη σοι οὐρανῶν ἠνέωκται. Εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου, καὶ πρέσβευε ὑπὲρ ἡμῶν, Ἅγιε Νικόλαε.
Κανών α', ᾨδὴ α', τῆς Θεοτόκου
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«ᾨδὴν ἐπινίκιον, ᾄσωμεν πάντες, Θεῷ τῷ ποιήσαντι, θαυμαστὰ τέρατα, βραχίονι ὑψηλῷ, καὶ σώσαντι τὸν Ἰσραήλ, ὅτι δεδόξασται».Σοφίας τὴν ἄβυσσον, ἡ τετοκυῖα, σταγόνα σοφίας μοι, Πηγὴ χαριτόβρυτε, σεμνὴ κατάπεμψον, ὑμνολογῆσαι τῶν χαρίτων σου τὸ πέλαγος.Ὑμνῶ σε Πανύμνητε, ἣν ἀνυμνοῦσιν, Ἀγγέλων τὰ τάγματα, ὡς Θεὸν κυήσασαν, τὸν ὑπερύμνητον· ὃν πᾶσα κτίσις ἀνυμνεῖ ὅτι δεδόξασται.
Ὁ Κανὼν τοῦ Ἁγίου Νικολάου, οὗ ἡ Ἀκροστιχίς.Σοὶ Νικόλαε θεῖον ἐξᾴδω μέλος.Θεοφάνους.ᾨδὴ α'
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐν βυθῷ κατέστρωσε ποτέ, τὴν Φαραωνίτιδα, πανστρατιὰν ἡ ὑπέροπλος δύναμις· σαρκωθεὶς ὁ Λόγος δέ, τὴν παμμόχθηρον ἁμαρτίαν ἐξήλειψεν, ὁ δεδοξασμένος Κύριος· ἐνδόξως γὰρ δεδόξασται».Στεφηφόρος βήματι Χριστοῦ, πάνσοφε Νικόλαε, παρεστηκὼς σὺν Ἀγγέλων στρατεύμασι, φωτισμὸν μοι δώρησαι, καταυγάζοντα τῆς ψυχῆς μου τὴν ζόφωσιν, ὅπως εὐφημήσω χαίρων σου, παμμάκαρ τὴν Πανήγυριν.Ὁ δοξάζων πάντας τοὺς αὐτόν, Κύριος δοξάζοντας, σὲ τοῖς πιστοῖς καταφύγιον δέδωκε, πειρασμῶν ῥυόμενον, τοὺς προστρέχοντας τῇ σῇ σκέπῃ Νικόλαε, καὶ προσκαλουμένους πίστει σε, καὶ πόθῳ παναοίδιμε.ΘεοτοκίονἸσωθῆναι πόθον μοι ἐνθείς, ὄφις ὁ παμπόνηρος, τῷ Πλαστουργῷ, ὡς αἰχμάλωτον ἥρπασε· διὰ σοῦ δὲ Πάναγνε, ἀνακέκλημαι, θεωθεὶς ἀληθέστατα· σὺ γὰρ Θεομῆτορ, τὸν ἐμὲ θεώσαντα γεγέννηκας.
Ἕτερος Κανὼν τοῦ Ἁγίου Νικολάου, οὗ ἡ, Ἀκροστιχὶς κατὰ ἀλφάβητον, χωρὶς τῶν Τριαδικῶν καὶ τῶν Θεοτοκίων.Θεοφάνους.ᾨδὴ α'
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Χριστὸς γεννᾶται, δοξάσατε, Χριστὸς ἐξ οὐρανῶν, ἀπαντήσατε, Χριστὸς ἐπὶ γῆς, ὑψώθητε. ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί, ὅτι δεδόξασται».Ἀπόρῳ γλώττῃ καὶ χείλεσιν, ἐγκώμιον βραχὺ καὶ παράκλησιν, προσάξαι τῇ σῇ Νικόλαε, ἥκω θεομιμήτῳ ὑπεροχῇ, ἀλλ' ὡς πλουτοδότης, τὸν Σωτῆρα καὶ Θεὸν ἵλεων δίδου μοι.Βροτὸς ὑπάρχων οὐράνιος, ἰσάγγελος ἐν γῇ πεφανέρωσαι, χηρῶν ἀντιλήπτωρ μέγιστος, καὶ καταπονουμένων ἐκδικητής, πάντων θλιβομένων, ἐν κινδύνοις βοηθός, Πάτερ Νικόλαε.Γνωρίζει πᾶσα ὑφήλιος, Νικόλαε τρισμάκαρ τὰ θαύματα, τῶν σῶν ἀρετῶν τὸ πέλαγος, πένητες τὸν Προστάτην, καὶ ὀρφανοί, χῆραι τὸν τροφέα, καὶ τυφλοὶ τὸν ὁδηγόν, πάντες τὸν πρόμαχον.ΤριαδικὸνΤριάδα σέβω τὴν ἄκτιστον, Πατέρα καὶ Υἱὸν σὺν τῷ Πνεύματι, οὐσίαν ἁπλὴν Θεότητα, φύσιν μὴ τεμνομένην οὐσιωδῶς, τρεῖς τὰς ὑποστάσεις, διαιρῶν προσωπικῶς, καὶ καθ' ὑπόστασιν.ΘεοτοκίονἈσπόρως Λόγον συνείληφας, τὸν ἕνα τῆς Τριάδος Πανάχραντε, καὶ τοῦτον σαρκὶ γεγέννηκας, μείνασα μετὰ τόκον ὥσπερ τὸ πρίν, τοῦτον ὡς Υἱόν σου, καὶ Θεὸν ὑπέρ ἡμῶν ἀεὶ ἱκέτευε.Καταβασία ΤΟ ΑΚΟΥΤΕ«Χριστὸς γεννᾶται, δοξάσατε, Χριστὸς ἐξ οὐρανῶν, ἀπαντήσατε, Χριστὸς ἐπὶ γῆς, ὑψώθητε. ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί, ὅτι δεδόξασται».
Κανών α', ᾨδὴ γ', τῆς Θεοτόκου
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Στερεωθήτω ἡ καρδία μου, εἰς τὸ θέλημά σου Χριστὲ ὁ Θεός, ὁ ἐφ' ὑδάτων οὐρανόν, στερεώσας τὸν δεύτερον, καὶ ἑδράσας ἐν τοῖς ὕδασι, τὴν γῆν Παντοδύναμε».Ὁ οὐρανὸς ὁ καθαρώτατος, τὸ τοῦ Βασιλέως ἀνάκτορον, ὁ χαριτόπνους ἀληθῶς, καὶ εὐώδης Παράδεισος, ἡ ἐλπὶς Χριστιανῶν, ἡ Θεοτόκος ὑμνείσθω μοι.Λόγῳ τὸν Λόγον ἀπεκύησας, τὸν τῷ λόγῳ πᾶσαν πρὸς ὕπαρξιν, παραγαγόντα λογικήν, φύσιν ἅμα καὶ ἄλογον, ἀλογίας ἐκλυτρούμενον, βροτοὺς Παντευλόγητε.
Κανών β', ᾨδὴ γ', τοῦ Ἁγίου
Ἦχος β'
Ἐξήνθησεν ἡ ἔρημος ΤΟ ΑΚΟΥΤΕ
Νικόλαε μακάριε, τοῦ Δεσπότου γνήσιος, σὺ μαθητὴς γενόμενος, διασῴζεις τοὺς σοὶ προστρέχοντας χαλεπῶν ἐκ κινδύνων, καὶ θανάτου πικροῦ.Ἱλάσθητι τοῖς δούλοις σου, τῶν πταισμάτων ἄφεσιν, ὡς ἀγαθὸς δωρούμενος, Νικολάου τοῦ σοῦ θεράποντος, ταῖς πρὸς σὲ μεσιτείαις Πολυέλεε.ΘεοτοκίονΚατεύνασον τὸν τάραχον, τῶν παθῶν μου Δέσποινα καὶ τὴν ζωὴν κυβέρνησον, Παναγία Χριστὸν ἡ τέξασα, ἐν ᾧ ἐστερεώθῃ ἡ καρδία μου
Κανών γ', ᾨδὴ γ', Ἕτερος τοῦ Ἁγίου
Ἦχος α'
Τῷ πρὸ τῶν αἰώνων ΤΟ ΑΚΟΥΤΕ
Δέλτον ἐν καρδίᾳ, κεκτημένος θεόφρον πολλῶν ἀρετῶν, ἐγγεγραμμένην ἀθανάτῳ, καὶ ἀχράντῳ δακτύλῳ, Χριστοῦ τοῦ Θεοῦ Νικόλαε, ὑπὲρ κηρίον καὶ μέλι γλυκύ, στάζεις ἐν τοῖς λόγοις σου.Ἔδειξεν ἡ χάρις, ἐπὶ σὲ παραδόξως τὰ θαύματα· ἡ φαιδρὰ γάρ σου πολιτεία, ὦ Νικόλαε ὄντως, χρυσοῦ παντὸς τηλαυγέστερον, ὑπεραστράπτει καὶ λάμπει ψυχαῖς, αἴγλῃ θείου Πνεύματος.Ζῇς καὶ μετὰ πότμον, ἐν ὀνείροις σαφῶς ὀπτανόμενος, καὶ νεανίας ἐκ θανάτου, παραδόξως λυτροῦσαι βοῶν ἐμφανῶς τῷ Ἄνακτι· Μὴ ἀδικήσῃς τοὺς ἄνδρας, ἐπεὶ φθόνῳ διεβλήθησαν.ΤριαδικὸνἽλεως γενοῦ μοι, Παναγία Τριὰς ὁ Θεὸς ἡμῶν, τῷ ἐν ἀμέτροις πλημμελείαις, ῥυπωθέντι τῷ βίῳ, Πατήρ, ὁ Υἱός, Πνεῦμα τὸ ζῶν, διατηροῦσά με πάντοθεν καὶ ἀεί, ἄτρωτον ἐκ θλίψεως.ΘεοτοκίονΝέμοις Θεοτόκε, σωτηρίας ἐλπίδα τοῖς δούλοις σου, καὶ ἐν ἀνάγκαις καὶ κινδύνοις, ταχυδρόμοις πρεσβείαις, φρουρεῖν, βοηθεῖν παράστηθι· σὺ γὰρ τὸ κλέος ἡμῶν τῶν πιστῶν, πέλεις θεονύμφευτε.Καταβασία ΤΟ ΑΚΟΥΤΕ«Τῷ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς γεννηθέντι ἀρρεύστως Υἱῷ, καὶ ἐπ' ἐσχάτων ἐκ Παρθένου, σαρκωθέντι ἀσπόρως· Χριστῷ τῷ Θεῷ βοήσωμεν· Ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν, Ἅγιος εἶ Κύριε».
Κάθισμα
Ἦχος πλ. δ'
Τὴν Σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ
Ποταμὸν ἰαμάτων ὑπερχειλῆ, καὶ πηγήν σε θαυμάτων ἀνελλιπῆ, ἔδειξε Νικόλαε, τοῦ ἐλέους ἡ ἄβυσσος· οἱ γὰρ βαρείαις νόσοις, πικρῶς πιεζόμενοι, καὶ συμφοραῖς τοῦ βίου, δεινῶς ἐταζόμενοι, πάσης ἀθυμίας, ἀκεσώδυνον ὄντως, εὑρίσκουσι φάρμακον, τὴν θερμήν σου ἀντίληψιν· διὰ τοῦτο βοῶμέν σοι· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.Δόξα... Καὶ νῦν... Θεοτοκίον, ὅμοιονΤὴν Σοφίαν καὶ Λόγον ἐν σῇ γαστρί, συλλαβοῦσα ἀφράστως Μήτηρ Θεοῦ, τῷ κόσμῳ ἐκύησας, τὸν τὸν κόσμον κατέχοντα, καὶ ἐν ἀγκάλαις φέρεις, τὸν φέροντα ἅπαντα, τὸν τροφοδότην πάντων, καὶ Κτίστην τῆς κτίσεως· ὅθεν δυσωπῶ σε παναγία Παρθένε, ῥυσθῆναι πταισμάτων μου, ὅταν μέλλω παρίστασθαι, πρὸ προσώπου τοῦ Κτίστου μου, Δέσποινα Παρθένε Ἁγνή, τὴν σὴν βοήθειαν τότε μοι δώρησαι· καὶ γὰρ δύνασαι πάντα, ὅσα θέλεις Πανύμνητε.
Κανών α', ᾨδὴ δ', τῆς Θεοτόκου
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐν πνεύματι προβλέπων, Προφῆτα Ἀββακούμ, τὴν τοῦ Λόγου σάρκωσιν, ἐκήρυττες βοῶν. Ἐν τῷ ἐγγίζειν τὰ ἔτη ἐπιγνωσθήσῃ, ἐν τῷ παρεῖναι τὸν καιρὸν ἀναδειχθήσῃ· Δόξα τῇ δυνάμει σου Κύριε».Θανάτου μὲν αἰτία, ἡ Εὔα τοῖς βροτοῖς, συμβουλίᾳ ὄφεως, γεγένηται Ἁγνή, σὺ δὲ Παρθένε τεκοῦσα λόγῳ τὸν Λόγον, ἀθανασίας καὶ ζωῆς πρόξενος ὤφθης· ὅθεν ἐπαξίως ὑμνοῦμέν σε.Ἐν πνεύματι Προφῆται, προεῖδόν σε Ἁγνή, Ὄρος, Πύλην, Τράπεζαν, ἁγίαν Κιβωτόν, Λυχνίαν θρόνον ζωῆς, Στάμνον καὶ Κλίνην, Θεοῦ Μητέρα, ἐν συμβόλοις σε δηλοῦντες, ὧν ἡμεῖς ὁρῶμεν τὴν ἔκβασιν.
Κανών β', ᾨδὴ δ', τοῦ Ἁγίου
Ἦχος β'
Ἐλήλυθας ἐκ Παρθένου ΤΟ ΑΚΟΥΤΕ
Ὁμιλήσας, καθαρῶς ταῖς ἀκτῖσι τοῦ Πνεύματος, φωτοφόρος γέγονας, κόσμου φωτίζων τὰ πέρατα, πᾶσι παριστάμενος, καὶ πάντας σῴζων, τοὺς πίστει σοι προστρέχοντας.Λυτρούμενος, ἐκ θανάτου ὡς ὤφθης τὸ πρότερον, νεανίας Ὅσιε, οὕτω καὶ νῦν με διάσωσον, πάσης περιστάσεως, καὶ πειρασμῶν καὶ κινδύνων παμμακάριστε.Ἀπήστραψας, ἀρετῶν λαμπηδόνας Πανόλβιε, μιμητὴς πανάριστος τοῦ σοῦ Δεσπότου γενόμενος· σῴζεις δὲ καλούμενος, τοὺς εὐλαβείᾳ καὶ πόθῳ σε δοξάζοντας.ΘεοτοκίονἘλήλυθεν, ἐπὶ σοὶ ὁ Δεσπότης καὶ Κύριος, σωματωθησόμενος, καὶ διασώσων ὡς εὔσπλαγχνος, ὅλον με τὸν ἄνθρωπον· διὸ κραυγάζω σοι· Χαῖρε Θεοτόκε Πανάμωμε.
Κανών γ', ᾨδὴ δ', Ἕτερος τοῦ Ἁγίου
Ἦχος α'
Ῥάβδος ἐκ τῆς ῥίζης ΤΟ ΑΚΟΥΤΕ
Ἡ κλῆσίς σου μόνη ἀληθῶς, ἐν πάσαις τῶν ἐχθρῶν βουλαῖς, προσκαλουμένη θᾶττον ῥύεται, τοὺς κράζοντάς σοι θερμῶς, Ἱερὲ Νικόλαε. Ὡς πρὶν στρατηλάτας ἐλυτρώσω, διάσωσον καὶ ἡμᾶς, πάσης ἐκ δεινῆς περιστάσεως.Θρόνῳ παριστάμενος Θεοῦ, πρεσβεύειν ἐκτενῶς σοφέ, μὴ διαλίπῃς ὑπὲρ πάντων ὑμῶν, τῶν σῶν πιστῶν οἰκετῶν, θαυμαστὲ Νικόλαε, ἵνα τοῦ πυρὸς τοῦ αἰωνίου, ῥυσθῶμεν καὶ ἐξ ἐχθρῶν, γνώμης πονηρὰς καὶ κακώσεως.Ἰάματα βρύεις πανταχοῦ, τοῖς πίστει σοι προστρέχουσι, καὶ ἐκ δεσμῶν λυτροῦσαι ἅπαντας· διὸ τὴν λύπην ἡμῶν, εἰς χαρὰν μετάβαλε, ταῖς σαῖς εὐπροσδέκτοις ἱκεσίαις, Νικόλαε φαεινέ, θραύων τὴν ὀφρὺν τῶν ἐχθρῶν ἡμῶν.ΤριαδικὸνἈνάρχου θεότητος ἀρχήν, Πατέρα καὶ Υἱὸν τιμῶ, καὶ Πνεῦμα σέβω τὸ πανάγιον, τὴν πάντων παντουργικήν, ἑνιαίαν ἄτμητον, τρισὶ χαρακτῆρσι καὶ προσώποις, διῃρημένην ἀεί, μίαν Βασιλείαν ἀμέριστον.ΘεοτοκίονΣὺ ὄντως ἐπέκεινα βροτῶν, Ἀγγέλων τε ὑπέρτιμος, θεογεννῆτορ Κόρη πέφηνας· τὸν πάντων γὰρ Ποιητήν, ἐν γαστρὶ συνείληφας, σάρκα ὑλικὴν ἠμφιεσμένον, τεκοῦσα δίχα σπορᾶς. Ὢ καινοπρεποῦς θεωρήματος!Καταβασία ΤΟ ΑΚΟΥΤΕ«Ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐξ αὐτῆς Χριστέ, ἐκ τῆς Παρθένου ἀνεβλάστησας· ἐξ ὄρους ὁ αἰνετός, κατασκίου δασέος, ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου, ὁ ἄυλος καὶ Θεός. Δόξα τῇ δυνάμει σου, Κύριε».
Κανών α', ᾨδὴ ε', τῆς Θεοτόκου
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὸ φαεινὸν ἡμῖν ἐξανάτειλον, φῶς τὸ ἀπρόσιτον, τοῖς ὀρθρίζουσιν ἐπὶ τὰ κρίματα, τῶν ἐντολῶν σου, Δέσποτα φιλάνθρωπε, Χριστὲ ὁ Θεὸς ἡμῶν».Ὡς Κιβωτὸς Σεμνὴ ἁγιάσματος, καὶ ὡς πυρίμορφος θρόνος ἅγιος, καὶ ὡς Παλάτιον ἡγιασμένον, Δέσποινα ἐχώρησας, Θεὸν Παντοκράτορα.Μήτηρ ἀπειράνδρως ἐν παρθένοις σύ, αὖθις Παρθένος δέ, ἐν μητράσι μόνη Πάναγνε ἀρρήτως ὤφθης· Θεὸν γὰρ ἐγέννησας, τὸν φύσεις ἀμείβοντα.
Κανών β', ᾨδὴ ε', τοῦ Ἁγίου
Ἦχος β'
Ὁ φωτισμὸς ΤΟ ΑΚΟΥΤΕ
Θεοπρεπεῖ, πολιτείᾳ Τρισμάκαρ λελαμπρυσμένος, τοὺς κατακριθέντας ἀδίκῳ ψήφῳ θανατωθῆναι, παραστὰς ἐλυτρώσω, τῷ Δεσπότῃ Χριστῷ κραυγάζοντας· Ἕτερον ἐκτός σου, Θεὸν οὐ γινώσκομεν.Ἐν οὐρανοῖς, τὴν ἀΐδιον δόξαν νῦν ἐποπτεύων, καὶ τῆς ἀπορρήτου καὶ θείας αἴγλης, ταῖς φανοτάταις ἐντρυφῶν λαμπηδόσι, σκέπασόν με τῇ προστασίᾳ σου, Ὅσιε θεράπον, Χριστοῦ πανσεβάσμιε.ΘεοτοκίονἽνα τὴν σήν, ἐκζητήσῃς εἰκόνα συγκεχωσμένην, τοῖς πάθεσι Σῶτερ τὰς οὐρανίους, λαθὼν δυνάμεις, σαρκωθεὶς ἐκ Παρθένου, ἐπεφάνης τοῖς σοὶ κραυγάζουσιν· Ἕτερον ἐκτός σου, Θεὸν οὐ γινώσκομεν.
Κανών γ', ᾨδὴ ε', Ἕτερος τοῦ Ἁγίου
Ἦχος α'
Θεὸς ὢν εἰρήνης ΤΟ ΑΚΟΥΤΕ
Κηρύττει σου Πάτερ, τὰ θαύματα νῦν, ἡ Μυρέων μεγίστη μητρόπολις, Λυκίων ἐπαρχία τε, καὶ πᾶσαι πατριαί, τὰς σὰς τερατουργίας, δι' ὧν πάντας ἐκ πόνων, θλιβερῶν ἐλυτρώσω, ἀξιοθαύμαστε Νικόλαε.Λιμὴν τῶν χηρῶν, καὶ Πατὴρ τῶν ὀρφανῶν, βοηθὸς τῶν ἐν θλίψει πανάριστος, πενθούντων παραμύθιον, ποιμὴν καὶ ὁδηγός, πάντων τῶν πλανωμένων, Νικόλαε ὑπάρχων, καὶ ἡμᾶς ἐκ κινδύνων, ταῖς σαῖς πρεσβείαις ἀπολύτρωσαι.Μετέστης ἐκ γῆς, πρὸς ἀΰλους σκηνάς, ἔνθα βλέπεις τὸ ἄφραστον κάλλος Χριστοῦ, Ἀγγέλων τοῖς στρατεύμασιν ἐφάμιλλος δειχθείς· διὸ σὺν Ἀποστόλοις, καὶ Μάρτυσι χορεύων, ἐκτενῶς τὸν Σωτῆρα, Πάτερ Νικόλαε ἱκέτευε.ΤριαδικὸνΣυνάναρχα τρία, ὁμόθρονα μέν, ἀμερίστου μιᾶς δὲ Θεότητος, δοξάζω αὐτεξούσια, τὰ πρόσωπα σαφῶς, δι' ἧς ἐκ τοῦ μὴ ὄντος, παρήχθην εἰς τὸ εἶναι, σὺν Ἀγγέλοις κραυγάζων, Ἅγιος, Ἅγιος, Ἅγιος εἶ Κύριε.ΘεοτοκίονΒροτῶν σωτηρία, καὶ πάντων ἐλπίς, ἡ προφθάνουσα τάχος καὶ σῴζουσα, οἰκτείρησον καὶ νῦν ἡμᾶς, βοῶμέν σοι Ἁγνή, τοὺς σὲ προσκαλουμένους, ἀεὶ ἐν περιστάσει· προστασίαν γὰρ ἡμεῖς, μετὰ Θεὸν ἄλλην οὐκ ἔχομεν.Καταβασία ΤΟ ΑΚΟΥΤΕ«Θεὸς ὢν εἰρήνης, Πατὴρ οἰκτιρμῶν, τῆς μεγάλης Βουλῆς σου τὸν Ἄγγελον, εἰρήνην παρεχόμενον, ἀπέστειλας ἡμῖν· ὅθεν θεογνωσίας, πρὸς φῶς ὁδηγηθέντες, ἐκ νυκτὸς ὀρθρίζοντες, δοξολογοῦμέν σε, Φιλάνθρωπε».
Κανών α', ᾨδὴ ς', τῆς Θεοτόκου
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὸν Προφήτην Ἰωνᾶν, ἐκμιμούμενος βοῶ, τὴν ζωήν μου ἀγαθέ, ἐλευθέρωσον φθορᾶς, καὶ σῶσόν με, Σωτὴρ τοῦ κόσμου, κράζοντα· Δόξα σοι».Προστασία τῶν πιστῶν, ἀθυμούντων χαρμονή, εὐφροσύνης καὶ χαρᾶς, ἔμπλησον πνευματικῆς, τοὺς δούλους σου, τοὺς πεποιθότας τῇ προστασίᾳ σου.Οὐρανὸς ὁ λογικός, ὁ Ναὸς ὁ καθαρός, ἡ ἁγία Κιβωτός, ὁ τερπνότατος Θεοῦ, Παράδεισος, ἐν ᾧ τὸ ξύλον τῆς ζωῆς ὑμνείσθω μοι.
Κανών β', ᾨδὴ ς', τοῦ Ἁγίου
Ἦχος β'
Ἐν ἀβύσσῳ πταισμάτων ΤΟ ΑΚΟΥΤΕ
Ὁ τῆς νίκης Νικόλαε στέφανος, σοῦ τῇ κορυφῇ ἀξίως ἐπιτέθειται, ὡς νικητὴς οὖν ἄριστος, τοὺς σὲ προσκαλουμένους διάσωσον.Νεκρωθέντα με Μάκαρ τοῖς πταίσμασι, καὶ ταῖς τῶν παθῶν τρικυμίαις ποντούμενον, ἐπιφανεὶς διάσωσον, πρὸς λιμένα τοῦ θείου θελήματος.ΘεοτοκίονἘπὶ σοὶ τὰς ἐλπίδας ἀνέθηκα, Μῆτερ ἀειπάρθενε τῆς σωτηρίας μου, καὶ σὲ προστάτιν τίθημι, τῆς ζωῆς ἀσφαλῆ τε καὶ ἄσειστον.
Κανών γ', ᾨδὴ ς', Ἕτερος τοῦ Ἁγίου
Ἦχος α'
Σπλάγχνων Ἰωνᾶν ΤΟ ΑΚΟΥΤΕ
Νέος Ἀβραάμ, ἐδείχθης Νικόλαε, ὡς μονογενῆ υἱὸν προσάξας τὸν νοῦν, τῷ Δεσπότῃ σου, ἀναιμάκτους θυσίας προσφέρων ἀεί, κἀντεῦθεν εὐλογήθης ὡς φιλόξενος, Πάτερ, καὶ Τριάδος γέγονας, οἰκητήριον θεῖον καὶ ἄμωμον.Ξένα καὶ φρικτά, ἐργάζῃ τεράστια, ἐν πάσῃ τῇ γῇ, καὶ ἐν θαλάσσῃ μακράν, κινδυνεύουσι, ταχυδρόμοις λιταῖς ἐφιστάμενος, ἀσθενούντων ἰατρός, καὶ πτωχευόντων τροφεύς, νίκης τε λαοῦ φερώνυμος, τοῦ πιστοῦ κατ' ἐχθρῶν ἀναδέδειξαι.Ὄμματι νοός, προβλέπων τὰ μέλλοντα, δογμάτων ὀρθῶν, πάντας ἐνέπλησας, ὁμοούσιον, τῷ Πατρὶ τὸν Υἱὸν καταγγείλας ἡμῖν, καὶ Ἀρείου τὴν μανίαν ἐξωλόθρευσας, στήλην ὀρθοδόξου πίστεως, τὰ σεπτά σου προθεὶς κατορθώματα.ΤριαδικὸνΣέβω καὶ τιμῶ, Τριάδα ἀμέριστον, προσώποις τρισὶ διαιρουμένην ἀεί, ἑνουμένην δέ, τῇ οὐσίᾳ καὶ φύσει ὡς μίαν ἀρχήν, τὸν Πατέρα καὶ Υἱὸν καὶ Πνεῦμα Ἅγιον, πάντων κραταιῶς δεσπόζουσαν, καὶ τὸ πᾶν συντηροῦσαν ὡς βούλεται.ΘεοτοκίονΚλίνας οὐρανούς, ἐν μήτρᾳ σου Πάναγνε, Χριστὸς βουληθεὶς, ὅλος ἐσκήνωσεν· οὐ γὰρ ἔφερε, τῶν ἰδίων χειρῶν τὸ πλαστούργημα, καθορᾶν ὑπὸ τοῦ πλάνου τυραννούμενον, ἦλθε δὲ ἐν δούλου σχήματι, τὸ ἀνθρώπινον γένος λυτρώσασθαι.Καταβασία ΤΟ ΑΚΟΥΤΕ«Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν, ἐνάλιος θήρ, οἷον ἐδέξατο· τῇ Παρθένῳ δέ, ἐνοικήσας ὁ Λόγος καὶ σάρκα λαβών, διελήλυθε φυλάξας ἀδιάφθορον· ἧς γάρ, οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν, κατέσχεν ἀπήμαντον».
Κοντάκιον
Ἦχος γ'
Ἡ Παρθένος σήμερον ΤΟ ΑΚΟΥΤΕ
Ἐν τοῖς Μύροις Ἅγιε, ἱερουργὸς ἀνεδείχθης· τοῦ Χριστοῦ γὰρ Ὅσιε, τὸ Εὐαγγέλιον πληρώσας, ἔθηκας τὴν ψυχήν σου ὑπὲρ λαοῦ σου, ἔσωσας τοὺς ἀθώους ἐκ τοῦ θανάτου· διὰ τοῦτο ἡγιάσθης, ὡς μέγας μύστης Θεοῦ τῆς χάριτος.
Ὁ Οἶκος
Ἀνυμνήσωμεν νῦν τὸν Ἱεράρχην ᾄσμασι, τὸν ἐν Μύροις λαοὶ ποιμένα καὶ διδάσκαλον, ἵνα ταῖς πρεσβείαις αὐτοῦ ἐλλαμφθῶμεν· ἰδοὺ γὰρ ὤφθη ὅλος καθάρσιος, ἀκήρατος πνεύματι, Χριστῷ προσάγων θυσίαν ἄμωμον, τὴν εἰλικρινῆ καὶ Θεῷ εὐπρόσδεκτον, ὡς ἱερεὺς κεκαθαρμένος τῇ ψυχῇ καὶ τῇ σαρκί· ὅθεν ὑπάρχει ἀληθῶς, τῆς Ἐκκλησίας προστάτης, καὶ ὑπέρμαχος ταύτης, ὡς μέγας μύστης Θεοῦ τῆς χάριτος.
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ς' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Νικολάου, Ἀρχιεπισκόπου Μύρων τῆς Λυκίας τοῦ θαυματουργοῦ.ΣτίχοιὉ Νικόλαος, πρέσβυς ὢν ἐν γῇ μέγας,Καὶ γῆς ἀποστὰς εἰς τὸ πρεσβεύειν ζέει.Ἕκτῃ Νικόλεώ γε φάνη βιότοιο τελευτή.Μνήμη τοῦ Ἁγίου Νεομάρτυρος Νικολάου τοῦ Καραμάνου τοῦ ἐν Σμύρνῃ μαρτυρήσαντος κατὰ τὸ 1657 ἔτος.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς μετὰ φιλανθρωπίας ἐπενεχθείσης ἡμῖν φοβερᾶς ἀπειλῆς τοῦ σεισμοῦ.Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
Κανών α', ᾨδὴ ζ', τῆς Θεοτόκου
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἡ κάμινος Σωτὴρ ἐδροσίζετο, οἱ Παῖδες δὲ χορεύοντες ἔψαλλον· Εὐλογητὸς εἶ Κύριε ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν».Ὁ Ὕψιστος Παράδεισον ἔμψυχον, Παστάδα τε Ἁγνὴ χαριτόπλοκον, χρυσόμορφον Πορφύραν, καὶ Οὐρανὸν σε ἀνέδειξε.Στερέωσον τὸν νοῦν μου τρεπόμενον, τὸν λογισμὸν κλονούμενον ἕδρασον ἐν ἀσαλεύτῳ με πέτρα, τῇ σῇ σκέπῃ Μητροπάρθενε.
Κανών β', ᾨδὴ ζ', τοῦ Ἁγίου
Ἦχος β'
Εἰκόνος χρυσῆς ΤΟ ΑΚΟΥΤΕ
Ξυρῷ πειρασμῶν, περιπέπτωκα δεινῶς κατακεντούμενος, καὶ πύλαις ᾅδου προσεπέλασα, ταῖς ἀθυμίαις βαλλόμενος· σῶσόν με πρεσβείαις σου Μάκαρ, καὶ ἀνάστησον ψάλλοντα· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.Ἀδύτου φωτὸς ταῖς ἀΰλοις ἀστραπαῖς περιλαμπόμενος, τοὺς ἐν τῷ σκότει τῶν θλίψεων, κεκακωμένους ἐξάρπασον, καὶ πρὸς φωτισμὸν εὐφροσύνης, καθοδήγησον ψάλλοντας· Εὐλογητὸς εἶ ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.ΘεοτοκίονΔυσώπει Χριστόν, τὸν Υἱόν σου καὶ Θεὸν Θεογεννήτρια, τοὺς πεπραμένους δεινοῖς πταίσμασι, καὶ ταῖς ἀπάταις τοῦ ὄφεως, αἵματι αὐτοῦ τῷ τιμίῳ, ἀναρρύσασθαι ψάλλοντας· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Κανών γ', ᾨδὴ ζ', Ἕτερος τοῦ Ἁγίου
Ἦχος α'
Οἱ Παῖδες εὐσεβείᾳ ΤΟ ΑΚΟΥΤΕ
Παντοίων χαλεπῶν τε νοσημάτων, ἰατρὸς πανάριστος Πάτερ Νικόλαε, φανείς, τῆς ψυχῆς μου τὴν ἀσθένειαν, ἰασάμενος παράσχου εὐρωστίαν βοᾶν· Ὁ τῶν Πατέρων, Θεός εὐλογητὸς εἶ.Ῥυσάμενος τοὺς πάλαι στρατηλάτας, ἐκ θανάτου Ἅγιε τούτους διήγειρας, ὑμνεῖν, καὶ δοξάζειν τὸν Σωτῆρα Χριστόν, μετὰ πίστεως θερμῆς καὶ ἀνακράζειν σοι· Σὲ ἀνευφημοῦμεν, σοφὲ ὡς εὐεργέτην.Σοφίας τῷ κρατῆρι πλησιάσας, μυστικῶς τὰ χείλη σου Πάτερ Νικόλαε, κρουνοὺς ἀμβροσίας ἔνθεν ἤντλησας, ὑπὲρ μέλι καὶ κηρίον τοῖς λαοῖς ἐκβοῶν· Ὁ τῶν Πατέρων, Θεὸς εὐλογητὸς εἶ.ΤριαδικὸνΤριὰς σὲ ἀνυμνοῦμεν τρισαγία, καὶ Μονὰς τριλαμπεστάτη ὁμοούσιε, Πατὴρ ὁ Υἱὸς καὶ Πνεῦμα Ἅγιον· ἐν οἷς πάντες βαπτισθέντες ἀναμέλπομεν· Ὁ τῶν Πατέρων, Θεός εὐλογητὸς εἶ.ΘεοτοκίονἘκ πάντων δεχομένη τὰς δεήσεις, Θεοτόκε πρέσβευε, τῷ σῷ Υἱῷ καὶ Θεῷ, λυτρωθῆναι τῆς κολάσεως, τοὺς τιμῶντάς σε κυρίως καὶ κραυγάζοντας· Ὁ τῶν Πατέρων, Θεός εὐλογητὸς εἶ.Καταβασία ΤΟ ΑΚΟΥΤΕ«Οἱ Παῖδες εὐσεβείᾳ συντραφέντες, δυσσεβοῦς προστάγματος καταφρονήσαντες, πυρὸς ἀπειλὴν οὐκ ἐπτοήθησαν, ἀλλ' ἐν μέσῳ τῆς φλογός, ἑστῶτες ἔψαλλον· Ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ».
Κανών α', ᾨδὴ η', τῆς Θεοτόκου
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὂν φρίττουσιν Ἄγγελοι, καὶ πᾶσαι στρατιαί, ὡς Κτίστην καὶ Κύριον, ὑμνεῖτε Ἱερεῖς, δοξάσατε Παῖδες, εὐλογεῖτε Λαοί, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».Ὡς ἔμψυχος θάλαμος, καὶ ἔμπνους ἁλουργίς, χλαμὺς ἁλουργόχροος, τῷ πάντων Βασιλεῖ, ἐδείχθης Παρθένε, καὶ πορφύρα ἐξ ἧς, ἡ σάρξ συνεξυφάνθη, τοῦ θεανθρώπου Λόγου.Συνέλαβες Ἄχραντε, τὸν ἅπασαν δρακί, τὴν κτίσιν συνέχοντα, ὡς Κτίστην καὶ Θεόν, ἀρρήτως ἀφράστως, δι' ἡμᾶς καθ' ἡμᾶς, βροτὸν γεγονότα, καὶ ὃ ἦν μὴ ἐκστάντα.
Κανών β', ᾨδὴ η', τοῦ Ἁγίου
Ἦχος β'
Τὸν ἐν καμίνῳ τοῦ πυρὸς ΤΟ ΑΚΟΥΤΕ
Ὡς εὐμενὴς καὶ συμπαθής, τοὺς ἐν βάθει πειρασμῶν περισχεθέντας, ἐλευθέρωσον μάκαρ, τῶν κατεχόντων δεινῶν, τὴν λύσιν βραβεύων πρεσβείαις σου, ταῖς πρὸς τόν Σωτῆρα, Χριστὸν Ἱερομύστα.Μυσταγωγὸς τῶν ὑπὲρ νοῦν, τῶν Ἁγίων λειτουργὸς καὶ οὐρανίων, χρηματίζων θεόφρον ἀρχιερεύς τε πιστός, πταισμάτων τὴν ἄφεσιν αἴτησαι, παρὰ τοῦ Σωτῆρος, ἡμῶν Ἱεροφάντα.ΘεοτοκίονἘξασθενεῖ μου νῦν ὁ νοῦς, εἰς τὰ βάθη ἐμπεσὼν τῆς ἀτιμίας, ὡς ἐντεῦθεν ποικίλοις, περιπαρῆναι κακοῖς· ἀλλὰ σὺ Παρθένε θεράπευσον, τῷ τῆς ἀπαθείας, φωτὶ περιβαλοῦσα.
Κανών γ', ᾨδὴ η', Ἕτερος τοῦ Ἁγίου
Ἦχος α'
Θαύματος ὑπερφυοῦς ΤΟ ΑΚΟΥΤΕ
Τάγματα Πατριαρχῶν καὶ Ἀποστόλων, Ἱερέων τε Μαρτύρων δῆμοι, Προφητῶν ὁ σύλλογος, ἅπας δῆμος τῶν Ἀσκητῶν, μακαρίζουσι τὴν θείαν πολιτείαν σου· μεθ' ὧν καὶ ἡμεῖς παρακαλοῦμέν σε· Μὴ ἐλλίπῃς δυσωπῶν ἀεὶ τὸν Κύριον, διαφυλαχθῆναι, ἡμᾶς ἐκ πάσης βλάβης.Ὕψιστε Παμβασιλεῦ μεγαλοκράτορ, ταῖς εὐχαῖς τοῦ Ὁσίου ποιμένος, τὴν ζωὴν εἰρήνευσον, πάντων Λόγε Χριστιανῶν, χορηγῶν κατὰ βαρβάρων εὐσεβεῖ βασιλεῖ, τήν νίκην καὶ τὴν ἰσχὺν δεόμεθα, ἵνα πάντες ἀεὶ ὑμνῶμεν τὸ κράτος σου, καὶ ὑπερυψῶμεν, εἰς πάντας τοὺς αἰῶνας.Φωτὶ ἐλλαμφθεὶς τῷ ἀπροσίτῳ Πάτερ, τὰς ψυχὰς τῶν ἐν θλίψει αὐγάζεις, διαλύων ἅπαντα, ζόφον σκότους τῶν πειρασμῶν, ἀπαστράπτων τε ἀκτῖνας εὐφροσύνης ἀεί, ἐν αἷς τηλαγῶς καταλαμπόμενοι· Εὐλογείτω, βοῶμεν ἡ κτίσις τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.ΤριαδικὸνΖωὴν καὶ ζωὰς καὶ ἓν καὶ τρία φῶτα, τὴν Τριάδα πιστῶς ἀνυμνοῦμεν, πατρικαῖς ἑπόμενοι θείαις ὄντως ταῖς διδαχαῖς, τὸν Πατέρα καὶ Υἱὸν καὶ Πνεῦμα Ἅγιον, μεθ' ὧν εὐσεβοῦντες ἀναμέλψωμεν· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.ΘεοτοκίονΠράγματος ξενοπρεποῦς ἡ Βάτος τύπον, προεικόνισεν ἄχραντε Κόρη, καιομένη ἄφλεκτος, πάλαι ὄρει ἐν τῷ Σινᾷ, τὸ Μυστήριον τοῦ τόκου σου προγράφουσα· τὸ πῦρ γάρ ἐν σοὶ τὸ τῆς Θεότητος, ἐνοικῆσαν, ἀλώβητόν σε τετήρηκε· διὸ σε ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.Καταβασία ΤΟ ΑΚΟΥΤΕ«Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος, ἐξεικόνισε κάμινος τύπον· οὐ γὰρ οὓς ἐδέξατο φλέγει Νέους, ὡς οὐδὲ πῦρ τῆς Θεότητος, Παρθένου ἣν ὑπέδυ νηδύν· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν· Εὐλογείτῳ ἡ Κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας».
Κανών α', ᾨδὴ θ', τῆς Θεοτόκου
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὴν ζωοδόχον Πηγὴν τὴν ἀέναον, τὴν φωτοφόρον Λυχνίαν τὴν πάγχρυσον, τὸν Ναὸν τὸν ἔμψυχον, τὴν Σκηνὴν τὴν ἄχραντον, τοῦ οὐρανοῦ καὶ τῆς γῆς τὴν πλατυτέραν, τὴν Θεοτόκον οἱ πιστοὶ μεγαλύνομεν».Ῥείθρῳ τῆς σῆς με κατάρδευσον χάριτος, τῶν συμφορῶν τῷ φλογμῷ φλογιζόμενον, καὶ δεινῶς τηκόμενον, Πηγὴ χαριτόβρυτε, τὸν Ποταμὸν ἡ τεκοῦσα τῶν χαρίτων, ἐξ οὗ ὁ πίνων διψήσει οὐδέποτε.Ὡς τοῦ Νυμφίου ὡραῖόν τε θάλαμον, ὡς τοῦ Δεσπότου Παλάτιον ἔμψυχον, ὡς Πορφύραν πάγχρυσον, καὶ τερπνὸν Ἀνάκτορον, τοῦ Χριστοῦ Δέσποινα πάντων, καθικετεύοντά σε σῶσόν με.
Κανών β', ᾨδὴ θ', τοῦ Ἁγίου
Ἦχος β'
Ἀνάρχου Γεννήτορος ΤΟ ΑΚΟΥΤΕ
Λαμπάσι τῆς χάριτος, θεόφρον φωτιζόμενος, καὶ φωστὴρ εὐσεβείας, σαφῶς γενόμενος, τοὺς ἐν πειρασμοῖς διασῴζεις, τοὺς ἐν βυθῷ θαλάσσης λυτροῦσαι, καὶ τρέφεις λιμώττοντας, παραδόξως Παμμακάριστε.Ὁ ἐν Παραδείσῳ, τῆς τρυφῆς νῦν αὐλιζόμενος, καὶ τὴν ἄφραστον δόξαν τρανῶς θεώμενος, ἐκ τῶν οὐρανίων ἁψίδων, τοὺς ὑμνητὰς τοὺς σοὺς ἐποπτεύοις, παθῶν ἐκλυτρούμενος, θεοφόρε παμμακάριστε.ΘεοτοκίονΣοφίαν καὶ δύναμιν, καὶ Λόγον ἐνυπόστατον, τοῦ Πατρὸς Θεομῆτορ, Ἁγνὴ γεγέννηκας, ἐκ τῶν σῶν ἀχράντων αἱμάτων, τὸν ἑαυτῆς ναὸν προσλαβοῦσαν, καὶ τούτῳ καθ' ἕνωσιν, ἑνωθεῖσαν ἀδιάρρηκτον.
Κανών γ', ᾨδὴ θ', Ἕτερος τοῦ Ἁγίου
Ἦχος α'
Μυστήριον ξένον ΤΟ ΑΚΟΥΤΕ
Χορεύσατε πνεύματι, πάντες φιλέορτοι, οὐρανοὶ εὐφραίνεσθε, Ὄρη τε καὶ Βουνοί, Ἐκκλησίαι, καὶ Παρθένων, Ἀσκητῶν τε χοροί, φαιδρῶς ἐν τῇ μνήμῃ τοῦ Παμμάκαρος, ἐν ᾗ συνελθόντες, τὸν Σωτῆρα μεγαλύνωμεν.Ψαλάτωσαν ὕμνοις, τὰ πέρατα ἅπαντα, ἐγκωμίων στέμμασι, πάντες τὴν κορυφὴν Νικολάου, τοῦ θείου κοσμοῦντες σαφῶς, τοῦ θεράποντος Χριστοῦ τοῦ Θεοῦ, δι' οὗ ἐκ παθῶν τε καὶ κινδύνων λυτρωθείημεν.Ὡς ἄξιον δέχου, τὸν ὕμνον Νικόλαε, τοῦ μικροῦ πονήματος, τούτου ὥσπερ Χριστός, προσεδέξατο τῆς χήρας τὰ δύω λεπτά· μὴ βδελύξῃ τὴν ἐγχείρησιν· ποθῶν οὐ κομπάζων γάρ, Τρισμάκαρ κατετόλμησα.ΤριαδικὸνἙνίζεται ὁμοουσίῳ θελήματι, ἡ Τριὰς μερίζεται, πάλιν προσωπικῶς ἀμερίστως, συντηροῦσα τὸ κράτος ἀεί, ὁ Πατήρ, ὁ Υἱὸς καὶ Πνεῦμα τὸ ζῶν, ὁ εἷς τρισυπόστατος Θεός, ὃν μεγαλύνομεν.ΘεοτοκίονΔιέσωσται πᾶσα, ἡ κτίσις τῷ τόκῳ σου, καὶ ἀφεῖλε Κύριος, θρῆνον καὶ ὀδυρμόν, καὶ πᾶν δάκρυον, ἐκ παντὸς προσώπου Ἁγνή, Θεοτόκε παναμώμητε ἐν σοί, καὶ ἡμεῖς τὰς ὀφειλὰς ἀποδιδόαμεν.Καταβασία ΤΟ ΑΚΟΥΤΕ«Μυστήριον ξένον, ὁρῶ καὶ παράδοξον! οὐρανὸν τὸ Σπήλαιον, θρόνον Χερουβικόν, τὴν Παρθένον, τὴν φάτνην χωρίον· ἐν ᾧ ἀνεκλήθη ὁ ἀχώρητος, Χριστὸς ὁ Θεός· ὃν ἀνυμνοῦντες μεγαλύνομεν».
Ἐξαποστειλάριον
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Τὸν μέγαν ἀρχιποίμενα, καὶ Ἱεράρχην ἅπαντες, τὸν πρόεδρον τῶν Μυρέων, Νικόλαον εὐφημοῦμεν· πολλοὺς γὰρ ἄνδρας ἔσωσεν, ἀδίκως θνῄσκειν μέλλοντας, καὶ Βασιλεῖ ὀπτάνεται, σὺν Ἀβλαβίῳ κατ' ὄναρ, λύων τὴν ἄδικον ψῆφον.
Ἐξαποστειλάριον
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Μεγάλως σε ἐδόξασεν, ἐν θαύμασιν ὁ Κύριος, καὶ ζῶντα καὶ μετὰ τέλος, Νικόλαε Ἱεράρχα· τὶς γὰρ ἐξ ὅλης πίστεως, μόνον ἐπεκαλέσατο, τὸ ἅγιόν σου ὄνομα, καὶ οὐκ εὐθὺς εἰσηκούσθη, θερμὸν προστάτην εὑρών σε;
Θεοτοκίον
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Σοφίαν ἐνυπόστατον, καὶ Λόγον ὑπερούσιον, καὶ ἰατρὸν τῶν ἁπάντων, Χριστὸν τεκοῦσα Παρθένε, τὰ ἕλκη καὶ τὰ τραύματα, τῆς ψυχῆς μου θεράπευσον, τὰ χαλεπὰ καὶ χρόνια, καὶ τῆς καρδίας μου παῦσον, τὰς ἀπρεπεῖς ἐνθυμήσεις.
Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχ, δ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.
Στιχηρὰ Προσόμοια τοῦ Ἁγίου Νικολάου
Ἦχος α'
Τῶν οὐρανίων ταγμάτων ΤΟ ΑΚΟΥΤΕ
Τῆς Ἐκκλησίας τὰ ἄνθη, περιϊπτάμενος, ὡς νεοττὸς τῆς ἄνω, καλιᾶς τῶν Ἀγγέλων, Νικόλαε τρισμάκαρ, κράζεις ἀεί, πρὸς τὸν Θεὸν ὑπὲρ πάντων ἡμῶν, τῶν ἐν ἀνάγκαις κινδύνων καὶ πειρασμῶν, καὶ λυτροῦσαι ταῖς πρεσβείαις σου.
Ἦχος α'
Τῆς ἱερᾶς διπλοΐδος, τὴν ὡραιότητα, ταῖς πρακτικαῖς εἰργάσω, ἀρεταῖς λαμπροτέραν, Πάτερ θεοφόρε· ὅθεν ἡμῖν, ἱερουργεῖς τὰ τεράστια, τῶν ἀοιδίμων θαυμάτων ἱερουργέ, τῶν δεινῶν ἡμᾶς λυτρούμενος.
Ἦχος α'
Τῶν ἀθεάτων τὰ κάλλη, περιεχόμενος, τὴν φοβερὰν ἐκείνην, κατενόησας δόξαν, Ἅγιε ἁγίων· ὅθεν ἡμῖν, τὰ οὐράνια λόγια, τῶν ἀειζώων ἐκείνων θεωριῶν, ἀναγγέλλεις Ἱερώτατε.
Ἦχος α'
Ὡς ἐν ὀνείρῳ ἐπέστης, τῷ εὐσεβεῖ Βασιλεῖ, καὶ τοὺς δεσμώτας Πάτερ, ἐκ θανάτου ἐρρύσω, πρέσβευε ἀπαύστως, ὅπως καὶ νῦν, ταῖς εὐχαῖς σου ῥυσθείημεν, ἐκ πειρασμῶν καὶ κινδύνων καὶ ὀδυνῶν, οἱ ἀξίως εὐφημοῦντές σε.
Δοξαστικὸν
Ἦχος πλ. α'
Σαλπίσωμεν ἐν σάλπιγγι ᾀσμάτων, σκιρτήσωμεν ἑόρτια, καὶ χορεύσωμεν ἀγαλλόμενοι, τῇ ἐτησίῳ πανηγύρει τοῦ θεοφόρου Πατρός· Βασιλεῖς καὶ Ἄρχοντες συντρεχέτωσαν, καὶ τὸν δι' ὀνείρου φρικτῆς ἐπιστασίας, Βασιλέα πείθοντα, ἀναιτίους κρατουμένους τρεῖς, ἀπολῦσαι στρατηλάτας, ἀνυμνείτωσαν. Ποιμένες καὶ Διδάσκαλοι, τόν τοῦ καλοῦ Ποιμένος, ὁμόζηλον Ποιμένα, συνελθόντες εὐφημήσωμεν. οἱ ἐν νόσοις τὸν ἰατρόν, οἱ ἐν κινδύνοις τὸν ῥύστην, οἱ ἁμαρτωλοὶ τὸν προστάτην, οἱ πένητες τὸν θησαυρόν, οἱ ἐν θλίψεσι τὴν παραμυθίαν· τὸν συνοδίτην οἱ ὁδοιπόροι, οἱ ἐν θαλάσσῃ τὸν κυβερνήτην, οἱ πάντες τὸν πανταχοῦ θερμῶς προφθάνοντα, μέγιστον Ἱεράρχην, ἐγκωμιάζοντες οὕτως εἴπωμεν· Πανάγιε Νικόλαε, πρόφθασον, ἐξελοῦ ἡμᾶς τῆς ἐνεστώσης ἀνάγκης, καὶ σῶσον τὴν ποίμνην σου ταῖς ἱκεσίαις σου.
Θεοτοκίον
Ἦχος πλ. α'
Σαλπίσωμεν ἐν σάλπιγγι ᾀσμάτων· προκύψασα γὰρ ἄνωθεν, ἡ παντάνασσα Μητροπάρθενος, ταῖς εὐλογίαις καταστέφει τοὺς ἀνυμνοῦντας αὐτήν, Βασιλεῖς καὶ Ἄρχοντες συντρεχέτωσαν, καὶ τὴν Βασιλίδα κροτείτωσαν ἐν ὕμνοις, Βασιλέα τέξασαν, τοὺς θανάτῳ κρατουμένους πρίν, ἀπολῦσαι φιλανθρώπως εὐδοκήσαντα· Ποιμένες καὶ Διδάσκαλοι, τὴν τοῦ καλοῦ Ποιμένος, ὑπέραγνον Μητέρα, συνελθόντες εὐφημήσωμεν, τὴν Λυχνίαν τὴν χρυσαυγῆ, τὴν φωτοφόρον Νεφέλην, τὴν τῶν οὐρανῶν πλατυτέραν, τὴν ἔμψυχόν τε Κιβωτόν, τὸν πυρίμορφον τοῦ Δεσπότου θρόνον, τὴν μανναδόχον χρυσέαν Στάμνον, τὴν κεκλεισμένην τοῦ Λόγου πύλην, τὴν πάντων Χριστιανῶν τὸ καταφύγιον, ᾄσμασι θεηγόροις, ἐγκωμιάζοντες οὕτως εἴπωμεν· Παλάτιον τοῦ Λόγου, ἀξίωσον τοὺς ταπεινοὺς ἡμᾶς, τῆς οὐρανῶν Βασιλείας· οὐδὲν γὰρ ἀδύνατον τῇ μεσιτείᾳ σου.
Μεγάλη Δοξολογία
Εἰς τὴν Λειτουργίαν, τὰ Τυπικά, καὶ ἀπὸ τοῦ Κανόνος, ᾨδὴ γ' καὶ ς'.
Δίδοται καὶ Ἅγιον Ἔλαιον τοῖς Ἀδελφοῖς, ἐκ τῆς κανδήλας, τοῦ Ἁγίου, ψαλλομένων τῶν Ἰδιομέλων.Ἦχος πλ. β' τοῦ ΣεργίουΕὖ δοῦλε ἀγαθέ, καὶ πιστὲ εὖ ἐργάτα τοῦ ἀμπελῶνος Χριστοῦ, σὺ καὶ τὸ βάρος τῆς ἡμέρας ἐβάστασας, σὺ καὶ τὸ δοθὲν σοι τάλαντον ἐπηύξησας, καὶ τοῖς μετὰ σὲ ἐλθοῦσιν οὐκ ἐφθόνησας. Διὸ πύλη σοι οὐρανῶν ἠνέωκται, εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου, καὶ πρέσβευε ὑπὲρ ἡμῶν, Ἅγιε Νικόλαε.Ἦχος πλ. δ'Εἰς αἶνον ἔδραμες τοῦ Κυρίου Νικόλαε, ἐν τῇ προσκαίρῳ ζωῇ, καὶ αὐτὸς σε ἐδόξασεν, ἐν τῇ ἐπουρανίῳ, καὶ ὄντως ζωῇ. Διὸ παρρησίαν κεκτημένος πρὸς αὐτόν, ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.Δόξα... Ὁ αὐτὸς Των ἀνδραγαθημάτων σου, Ὅσιε Πάτερ, ὁ καρπὸς ἐφαίδρυνε τῶν πιστῶν τὰς καρδίας· τὶς γὰρ ἀκούων τὴν ἄμετρόν σου ταπείνωσιν, τὴν ὑπομονὴν οὐκ ἐθαύμασε; τήν πρὸς τοὺς πένητας ἱλαρότητα; θλιβομένων τὸ συμπαθές; πάντας θεοπρεπῶς ἐδίδαξας, Ἱεράρχα Νικόλαε, καὶ νῦν τὸν ἀμαράντινον ἀναδησάμενος στέφανον, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.Καὶ νῦν... Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
| TA ΜΗΝΑΙΑ | Δεκέμβριος | 06 |
Dec 07
Τῌ Ζ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΔΕΚΕΜΒΡΙΟΥΜνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀμβροσίου, Ἐπισκόπου Μεδιολάνων.
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.
Στιχηρὰ Προσόμοια τοῦ Ὁσίου Ἐπισκόπου
Ἦχος α'
Τῶν οὐρανίων ταγμάτων ΤΟ ΑΚΟΥΤΕ
Ἡγεμονίας τὸν θρόνον, κατακοσμῶν ἀρεταῖς, ἐξ ἐπιπνοίας θείας, τὸν τῆς ἱεραρχίας, προσφόρως ἐκομίσω· ὅθεν πιστός, οἰκονόμος τῆς χάριτος, ἐν ἀμφοτέροις, Ἀμβρόσιε γεγονώς, διπλοῦν στέφανον κεκλήρωσαι.
Ἦχος α'
Ἐν ἐγκρατείᾳ καὶ πόνοις, καὶ ἀγρυπνίαις πολλαῖς, καὶ προσευχαῖς συντόνοις, τὴν ψυχὴν καὶ τὸ σῶμα, ἐκάθηρας θεόφρον, σκεῦος λοιπόν, ἐκλογῆς τῷ Θεῷ ἡμῶν, τοῖς Ἀποστόλοις ὡσαύτως ἀναδειχθείς, ὑπεδέξω τὰ χαρίσματα.
Ἦχος α'
Τὸν εὐσεβῆ Βασιλέα, ἡμαρτηκότα ποτέ, ὡς τὸν Δαυΐδ ὁ Νάθαν, παρρησίᾳ ἐλέγξας, Ἀμβρόσιε παμμάκαρ, τοῦτον σαφῶς, ἀφορισμῷ καθυπέβαλες, καὶ μετανοίᾳ παιδεύσας θεοπρεπῶς, συνηρίθμησας τῇ Ποίμνῃ σου.
Ἕτερα Στιχηρὰ Προσόμοια τοῦ Ὁσίου Ἐπισκόπου
Ἦχος πλ. α'
Ὅσιε Πάτερ ΤΟ ΑΚΟΥΤΕ
Ὅσιε Πάτερ, Ἱερώτατε Ἀμβρόσιε, ἡ Λύρα φωνοῦσα, μέλος σωτήριον, δογμάτων ὀρθοδόξων πᾶσιν ἡμῖν, ἡ καταθέλγουσα πιστῶν τὰς ψυχάς, εὔηχος Κιθάρα τοῦ θείου Παρακλήτου, τὸ μέγα Ὄργανον τοῦ Θεοῦ, ἡ ἀξιέπαινος Σάλπιγξ τῆς Ἐκκλησίας, διειδεστάτη τε Πηγὴ τῶν χαρισμάτων, ἐναποπλύνουσα ῥύπον τῶν παθημάτων, Χριστόν ἱκέτευε, Χριστὸν δυσώπει Ὅσιε, δωρηθῆναι τῇ Ἐκκλησίᾳ, ὁμόνοιαν, εἰρήνην, καὶ μέγα ἔλεος.
Ἦχος πλ. α'
Ὅσιε Πάτερ, παμμακάριστε Ἀμβρόσιε, Συνόδου θεοφόρων, μέσον Πατέρων ὀφθείς, ἐν δύο ταῖς οὐσίαις ἕνα Υἱόν, σάρκα γενόμενον κηρύττεις τρανῶς, ἐξ ἀπειρογάμου ὑμῖν ἐπιφανέντα, τὸν ὁμοούσιον τῷ Πατρί, καὶ συναΐδιον τούτου καὶ συμφυῆ· ὅθεν τὴν βλάσφημον Ἀρείου γλωσσαλγίαν, ἐναπεμώρανας, τοῦ Πνεύματος δυνάμει, Χριστόν ἱκέτευε, Χριστὸν δυσώπει Ὅσιε, δωρηθῆναι τῇ Ἐκκλησίᾳ, ὁμόνοιαν, εἰρήνην, καὶ μέγα ἔλεος.
Ἦχος πλ. α'
Ὅσιε Πάτερ, ἀξιάγαστε Ἀμβρόσιε, εὑροῦσα ὡς ἐπόθει, τὴν καθαράν σου ψυχήν, τοῦ Πνεύματος ἡ χάρις τοῦ Παναγίου, ἐν σοὶ ἐσκήνωσεν ὡς ἄδυτον φῶς, οὗ τῇ ἐνεργείᾳ, τὰ πνεύματα τῆς πλάνης, ἀποδιώκεις διαπαντός, καὶ θεραπεύεις τὰς νόσους καὶ μαλακίας, τῶν προσιόντων σοι ἁπλότητι καρδίας, καὶ ἐκτελούντων σου, τὴν μνήμην τὴν φωσφόρον Χριστὸν ἱκέτευε, Χριστὸν δυσώπει Ὅσιε, δωρηθῆναι τῇ Ἐκκλησίᾳ, ὁμόνοιαν, εἰρήνην, καὶ μέγα ἔλεος.
Θεοτοκίον
Ἦχος πλ. α'
Ὅσιε Πάτερ ΤΟ ΑΚΟΥΤΕ
Τίνι ψυχή μου, ἐξωμοίωσαι προκόπτουσα, εἰς χείρω καθ' ἑκάστην, καὶ προστιθεῖσα ἀεί, σοῖς μώλωψιν εὐήθως τραύματα πλείω, ὡς ὁλοσώματος γενέσθαι πληγή, μὴ ἐνθυμουμένη, ὡς ὁ Κριτὴς ἐγγίζει, ᾧ παραστήσῃ ἀπολαβεῖν, κατὰ τὰς πράξεις εὐθύνας καὶ τιμωρίας; ἀλλ' ἐπιστρέψασα, πρόσπεσον τῇ Παρθένῳ, κράζουσα· Δέσποινα, πάναγνε μὴ παρίδῃς, τὸν παροργίσαντα Θεὸν τὸν εὐσυμπάθητον, τὸν ἐκ σοῦ διὰ σωτηρίαν, τῶν βροτῶν γεννηθέντα, δι' εὐσπλαγχνίαν πολλήν.
Σταυροθεοτοκίον
Ἦχος πλ. α'
Ὅσιε Πάτερ ΤΟ ΑΚΟΥΤΕ
Ὅτε τὸν βότρυν, ἀφυτεύτως ὃν ὡς ἄμπελος, ἐβλάστησας, κατεῖδες ξύλῳ κρεμάμενον, νυττόμενόν τε λόγχῃ θείαν πλευράν. Τὶ τοῦτο, ἔλεγες, Υἱὲ καὶ Θεὲ; πῶς ὁ νόσους πάσας, καὶ πάθη θεραπεύων, πάθος ὑφίστασαι, ἀπαθὴς κατὰ φύσιν ὑπάρχων τὴν θεϊκήν; τὶ σοι ἀχάριστος λαὸς τῷ εὐεργέτῃ, ταῦτα ἀπέδωκεν ἀντ' εὐεργετημάτων; Παρθένε ἄχραντε, ἀλλὰ τοῖς τούτου πάθεσι, τῶν παθῶν με ἐλευθερῶσαι, ἐκδυσώπει ἀπαύστως, ὅπως δοξάζω σε.
Ἀπολυτίκιον
Ἦχος δ' ΤΟ ΑΚΟΥΤΕ
Κανόνα πίστεως καὶ εἰκόνα πραότητος, ἐγκρατείας Διδάσκαλον, ἀνέδειξέ σε τῇ ποίμνῃ σου, ἡ τῶν πραγμάτων ἀλήθεια· διὰ τοῦτο ἐκτήσω τῇ ταπεινώσει τὰ ὑψηλά, τῇ πτωχείᾳ τὰ πλούσια, Πάτερ Ἱεράρχα Ἀμβρόσιε· πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Ὁ Κανὼν τοῦ Ὁσίου, οὗ ἡ Ἀκροστιχίς.Τὸν παμμέγιστον Ἀμβρόσιον αἰνέσω.Ἰωσήφ.ᾨδὴ α'
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θαλάσσης τὸ ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν, ὁ παλαιὸς πεζεύσας Ἰσραήλ, σταυροτύποις Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν τῇ ἐρήμῳ ἐτροπώσατο».Ταῖς θείαις φωτοχυσίαις Ὅσιε, καταστραπτόμενος, τὴν φωτοφόρον ταύτην καὶ φαιδράν, καὶ ἁγίαν σου κοίμησιν, τοὺς εὐσεβῶς γεραίροντας, σαῖς ἱκεσίαις φωταγώγησον.Ὁ Λόγος ὁ τοῦ Θεοῦ σοφίας σοι, λόγον δεδώρηται, κεκοσμημένον γλώσσῃ ἀληθεῖ, ἱεράρχα Ἀμβρόσιε, αἱρετιζόντων ἄλλον, ἀπορραπίζοντα κακόνοιαν.Νοός σου τὸ ὀπτικὸν Πανόλβιε, προκαθηράμενος, τῆς τῶν παθῶν ἀχλύος δεκτικόν, καθαρῶν ἐπιλάμψεων, τοῦ Παναγίου Πνεύματος, προαπειργάσω Παμμακάριστε.Πανσόφοις καὶ ἱεροῖς σου δόγμασι, τὴν ἀρειόφρονα, ἀποδιώξας λύμην ὡς ποιμήν, ἐπὶ χλόην ἐποίμανας, Ὀρθοδοξίας Πάνσοφε, τὰ λογικά σου πίστει θρέμματα.ΘεοτοκίονἈσπόρως τῷ τοῦ Πατρὸς βουλήματι, ἐκ θείου Πνεύματος, τὸν τοῦ Θεοῦ συνείληφας Υἱόν, καὶ σαρκὶ ἀπεκύησας, τὸν ἐκ Πατρὸς ἀμήτορα, καὶ δι' ἡμᾶς ἐκ σοῦ ἀπάτορα.
Ὁ Ἕτερος Κανὼν τοῦ Ὁσίου, οὗ ἡ Ἀκροστιχίς.Θείου Ἀμβροσίου μέγα κλέος ᾄσμασι μέλπω.Θεοφάνους.ᾨδὴ α'
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἡ κεκομμένη, τὴν ἄτομον ἔτεμε, καὶ εἶδεν ἥλιος γῆν, ἣν οὐκ ἐθεάσατο, ἀλάστορα ἐχθρὸν τὸ ὕδωρ κατεπόντισε, καὶ ἄβατον διῆλθεν Ἰσραήλ, ᾠδὴ δὲ ἀνεμέλπετο. Τῷ Κυρίῳ ᾄσωμεν· ἐνδόξως γὰρ δεδόξασται».Θείῳ φωτί σου, ὑπέρλαμπρε Ἥλιε, τῆς ἁμαρτίας μου, τὴν ἀχλὺν ἀπέλασον· οἰκτείρεις γὰρ ψυχάς, τῇ ἐμφύτῳ εὐσπλαγχνία σου, καὶ σκότους ἀπαλλάττεις τῶν παθῶν, τῇ μόνῃ εὐμενίᾳ σου, Παντοκράτορ Κύριε, ὁ μόνος εὐδιάλλακτος.Ἐπὶ τῷ κάλλει, τῶν θείων δογμάτων σου, ἡ Ἐκκλησία φαιδρῶς, ὡραΐζεται, καὶ πίστει ἀσφαλεῖ, πεποικιλμένη δείκνυται· καὶ ὅλη ὡς πλησίον καὶ καλή, ἐκ δεξιῶν παρίσταται, ὀρθοδόξως λάμπουσα, τῆς δόξης τοῦ νυμφίου Χριστοῦ.Ἱερωσύνης, τοῖς ὅπλοις στομούμενος, καὶ θείᾳ δόξῃ τὸν νοῦν, Πάτερ ἐλλαμπόμενος, ὡς μάχαιρα πιστῶν ἐστιλβωμένη δείκνυσαι, καὶ σάλπιγξ τῆς εὐσήμου Ἑορτῆς, τὰ θράση τῶν αἱρέσεων, τμητικῶς συγκόπτουσα, καὶ πάντας διεγείρουσα.ΘεοτοκίονὉ πρὸ αἰώνων, Πατρὶ συναΐδιος, ἐκ σοῦ Θεόνυμφε, σάρκα προσελάβετο καὶ φύσιν τῶν βροτῶν, θεώσας συνεδόξασε· διὸ σε σωτηρίας ἀρχηγόν, καὶ κόσμου ἱλαστήριον, Θεοτόκε Δέσποινα, πρὸς τὸν ἐκ σοῦ κεκτήμεθα.
Κανών α', ᾨδὴ γ', τοῦ Ὁσίου Ἐπισκόπου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Οὐκ ἐν σοφίᾳ, καὶ δυνάμει καὶ πλούτῳ καυχώμεθα, ἀλλ' ἐν σοὶ τῇ τοῦ Πατρός, ἐνυποστάτῳ σοφίᾳ Χριστέ· οὐ γὰρ ἐστιν ἅγιος, πλήν σου Φιλάνθρωπε».Μεμυημένος, Ἱεράρχης ὡς ἔνθεος Ὅσιε, πᾶσαν νόησιν Γραφῆς, τοῖς ἀγνοοῦσιν Ἀμβρόσιε, Πάτερ τὰ δισέφικτα, τρανῶς ἐσάφησας.Μεγίστην χάριν, πρὸς Θεοῦ δεδεγμένος καὶ δύναμιν, σῆς ἐσθῆτος ἐπαφῇ, ποικίλα πάθη Ἀμβρόσιε, Πάτερ ἐθεράπευσας, τῶν προσιόντων σοι.Ἐν ἀφροσύνῃ, τὴν πρὸς σὲ τὸν φρονήσει ἐμπρέποντα, πλησιάσαι τολμηρῶς, μιαρωτάτην ὁρμήσασαν, θᾶττον ἐθανάτωσας, θείῳ προστάγματι.ΘεοτοκίονΓένος ἀνθρώπων, ἐκαινούργησας μόνη κυήσασα, τὸν τῆς φύσεως ἡμῶν, Δημιουργόν τε καὶ Κύριον· ὅθεν σε δοξάζομεν, Θεοχαρίτωτε.
Κανών β', ᾨδὴ γ', Ἕτερος τοῦ Ὁσίου Ἐπισκόπου
Ἦχος πλ. δ'
Σὺ εἶ τὸ στερέωμα ΤΟ ΑΚΟΥΤΕ
Ῥεῖθρον ἐν καρδίᾳ σου, ἐκ τῶν τοῦ Πνεύματος Ὅσιε, χαρισμάτων, βρύει καταρδεῦον, τοὺς τῆς Πίστεως αὔλακας.Ὅλον ἀπεκάθηρας, τὸ ὀπτικὸν τοῦ νοῦ Ὅσιε, καὶ εἰς ὕψος ἤρθης, θεωρίας, τῇ ἐλλάμψει τοῦ Πνεύματος.Στέφεται τοῖς λόγοις σου, ὥσπερ τιμίοις λίθοις Σοφέ, ἡ Ἐκκλησία, καὶ διαιωνίζει, τῶν πιστῶν βασιλεύουσα.ΘεοτοκίονἽλεων γενέσθαι μοι, τῶν ἐν πολλαῖς παγέντι Ἁγνή, ἁμαρτίαις, τὸν ἐκ σοῦ τεχθέντα, ἀσιγήτως δυσώπησον.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Σὺ εἶ τὸ στερέωμα, τῶν προστρεχόντων σοι Κύριε, σὺ τὸ φῶς, τῶν ἐσκοτισμένων, καὶ ὑμνεῖ σε τὸ πνεῦμά μου».
Κάθισμα
Ἦχος δ'
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ΤΟ ΑΚΟΥΤΕ
Λόγους ζωῆς Πάτερ σοφὲ κεκτημένος, τὰς διανοίας τῶν πιστῶν καταρδεύεις, καὶ καρποφόρους χάριτι δεικνύεις ἀεί, τῶν αἱρετιζόντων δέ, κατακλύζεις τὰς φρένας, χάριν ἀναβλύζων τε, ἰαμάτων ἐκπλύνεις, παθῶν παντοίων ῥύπον ἀληθῶς, ἱερομύστα θεόφρον Ἀμβρόσιε.Δόξα... Ἦχος πλ. δ'Τὴν Σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕΤὸν Προφήτην Ἠλίαν ζηλοτυπῶν, Ἰωάννην ὡσαύτως τὸν Βαπτιστήν, ἀνδρείως διήλεγξας, Βασιλεῖς ἀνομήσαντας, ἱεραρχίας θρόνον, ἐνθέως ἐκόσμησας, καὶ θαυμάτων πλήθει, τὸν κόσμον ἐπλούτησας· ὅθεν καὶ ταῖς θείαις, συγγραφαῖς κεχρημένος, πιστοὺς ἐπεστήριξας, καὶ ἀπίστους ἐπέστρεψας, ἱεράρχα Ἀμβρόσιε· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.Καὶ νῦν... ΘεοτοκίονΤὴν οὐράνιον Πύλην καὶ Κιβωτόν, τὸ πανάγιον Ὄρος τὴν φωταυγῆ, Νεφέλην ὑμνήσωμεν, τὴν οὐράνιον Κλίμακα, τὸν λογικὸν Παράδεισον, τῆς Εὔας τὴν λύτρωσιν, τῆς οἰκουμένης πάσης, τὸ μέγα Κειμήλιον, ὅτι σωτηρία, ἐν αὐτῇ διεπράχθη, τοῦ κόσμου καὶ ἄφεσις, τῶν πολλῶν ἐγκλημάτων· διὰ τοῦτο βοῶμεν αὐτῇ· Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσιν ἐν πίστει, τὸν ἄχραντον τόκον σου.Ἢ ΣταυροθεοτοκίονἘν τῷ πάθει ἑστῶσα τοῦ σοῦ Υἱοῦ, τῷ Σταυρῷ πλησιάζουσα μητρικῶς, δακρύων προσχύσεσι, λουομένη ἐκραύγαζες· Οἴμοι θεῖε Λόγε! πῶς φέρεις ῥαπίσματα, ἐμπτυσμούς καὶ μάστιγας, Σταυρὸν καὶ τὸν θάνατον; ὅμως ὑπὲρ γένους, σωτηρίας βροτείου, ἑκὼν ταῦτα ὑφίστασαι. Οὕτω Σῶτερ φιλάνθρωπε, ἡ Θεοτόκος ἐβόα σοι· ἥνπερ προβαλλόμενοι, σοὶ εἰς πρεσβείαν, Δέσποτα αἰτούμεθα, ἵνα πλουσίως παράσχῃς, ἡμῖν τὰ ἐλέη σου.
Κανών α', ᾨδὴ δ', τοῦ Ὁσίου Ἐπισκόπου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Δι' ἀγάπησιν Οἰκτίρμον τῆς σῆς εἰκόνος, ἐπὶ Σταυροῦ σου ἔστης, καὶ ἐτάκησαν ἔθνη· σὺ γὰρ εἶ φιλάνθρωπε, ἰσχύς μου καὶ ὕμνησις».Ἱεράρχης ἀνεδείχθης χρισθεὶς τῷ μύρῳ, τῷ τῆς ἱερωσύνης, τελειῶν ἱερέας, πᾶσι τὴν σωτήριον, δωρούμενος κάθαρσιν.Συνετήρησας τὴν ποίμνην ἐκ πάσης βλάβης, τῶν ἐναντίων Μάκαρ, καὶ Ἀρείου τὴν πλάνην, πᾶσαν ἀπημαύρωσας, τῷ φέγγει τῶν λόγων σου.Τῇ τοῦ Πνεύματος δυνάμει τετειχισμένος, τὰ πονηρὰ διώκεις, τῆς κακίας Παμμάκαρ, πνεύματα μὴ φέροντα, τὴν σὴν ἐπιτίμησιν.ΘεοτοκίονὉ θελήματι τὰ πάντα δημιουργήσας, δημιουργεῖται θέλων, ἐξ ἁγνῶν σου αἱμάτων, σῴζων τοὺς εἰδότας σε, ἁγνὴν Θεομήτορα.
Κανών β', ᾨδὴ δ', Ἕτερος τοῦ Ὁσίου Ἐπισκόπου
Ἦχος πλ. δ'
Εἰσακήκοα Κύριε ΤΟ ΑΚΟΥΤΕ
Ὁ λειμὼν τῶν δογμάτων σου, καὶ θεολαμπής σου βίος Πανεύφημε, ὡς συνθέσεως θυμίαμα, κατευωδιάζει τὰς αἰσθήσεις ἡμῶν.Ἱερεῖον γενόμενος, καὶ ἱερουργὸς καὶ κάρπωμα Ὅσιε, πρακτικῶς ὡλοκαυτώθης Θεῷ, καὶ προσήχθης θῦμα τῇ τραπέζῃ Χριστοῦ.Ὁ οὐράνιος Κύριος, ἐν τῷ στερεώματι τῷ τῆς Πίστεως, ὡς ἀστέρα σε κατέπηξε, δᾳ δουχοῦντα κόσμον τοῖς σοῖς δόγμασι.ΘεοτοκίονΜὴ τραπεὶς τῇ θεότητι, ὅλον ἑαυτὸν ὁ Λόγος ἐκένωσε, καὶ ἀνθρώποις προσωμίλησεν, ἐκ σοῦ σάρκα Κόρη προσλαβόμενος.
Κανών α', ᾨδὴ ε', τοῦ Ὁσίου Ἐπισκόπου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σὺ Κύριέ μου φῶς, εἰς τὸν κόσμον ἐλήλυθας, φῶς ἅγιον ἐπιστρέφον, ἐκ ζοφώδους ἀγνοίας, τοὺς πίστει ἀνυμνοῦντάς σε».Νοῦν λάμποντα φωτί, τῷ ἀΰλῳ κτησάμενος, ἀπήστραψας ἰαμάτων, καὶ θαυμάτων ἀκτῖνας, , Ἀμβρόσιε μακάριε.Ἀνήγειρας σαυτόν, ἱερὸν καταγώγιον, τοῦ Πνεύματος καταλύσας, τοὺς ναοὺς τῶν εἰδώλων, Ἀμβρόσιε θεόπνευστε.Μεγίστων ἀρετῶν, φωταυγείᾳ λαμπόμενον, ᾐδέσθησαν βασιλεῖς σε, καὶ τὸν ὅρον τῆς γλώττης, τῆς σῆς οὐ παρεσάλευσαν.ΘεοτοκίονΒουλήματι τὸ πᾶν, ὁ σοφῶς ἐργαζόμενος, βουλόμενος ἀναπλάσαι, τοὺς ἀνθρώπους Παρθένε, τὴν σὴν γαστέρα ὤκησεν.
Κανών β', ᾨδὴ ε', Ἕτερος τοῦ Ὁσίου Ἐπισκόπου
Ἦχος πλ. δ'
Ἵνα τὶ με ἀπώσω ΤΟ ΑΚΟΥΤΕ
Ἐν τῇ θείᾳ σου μνήμῃ, ἱερέων θίασος Πάτερ ἀγάλλεται, καὶ πιστῶν χορεῖαι, σὺν Ἀγγέλοις ἀΰλοις εὐφραίνονται, καὶ τρυφᾷ σκιρτῶσα, πνευματικῶς ἡ Ἐκκλησία, ἐν τοῖς λόγοις σου Πάτερ Ἀμβρόσιε.Γεωργὸς ἀνεδείχθης, τέμνων τὴν τῆς πίστεως εὐθεῖαν ἄρουραν, καὶ διδασκαλίας, ἐπισπείρων θεόσοφε δόγματα, καὶ αὐξήσας στάχυν, καρποφορεῖς τῇ Ἐκκλησίᾳ, τόν οὐράνιον ἄρτον τοῦ Πνεύματος.Ἀβραὰμ τὴν θυσίαν, καὶ τὴν ἄμεμπτον πίστιν ἐχαρακτήρισας, Ἰσαὰκ ὡς ἄλλον, τὴν ψυχὴν θυσιάσαι προθέμενος, τῷ τοῦ Κτίστου πόθῳ, καὶ μὴ τρωθεὶς τῇ ἀπιστίᾳ, ἔχρημάτισας φίλος τοῦ Κτίστου σου.ΘεοτοκίονΚόσμου οὖσα προστάτις Μῆτερ ἀειπάρθενε, σὺ με κυβέρνησον, καὶ ὁδήγησόν με, εἰς εὐθεῖαν ὁδὸν καὶ κατεύθυνον, πρὸς δικαιοσύνης τρίβους, ὀρθὰς τὸν λογισμόν μου, τῆς ψυχῆς τὰς πορείας ἰθύνουσα.
Κανών α', ᾨδὴ ς', τοῦ Ὁσίου Ἐπισκόπου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι' οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι».Ῥώμη σου, εὐφημεῖ τὰ σεπτὰ προτερήματα· φωτοειδὴς ὡς ἀστὴρ γάρ, πανταχοῦ θαυμάτων τὰς λαμπηδόνας, Ἱεράρχα, ἐπαφῆκας πιστῶς θαυμαζόμενος.Ὀρθρίσας, πρὸς Χριστὸν ταῖς ἐκεῖθεν λαμπρότησι, περιηυγάσθης πλουσίως, καὶ φωτὸς ἐπλήσθης τοῦ θειοτάτου, καὶ φωτίζεις, τοὺς πιστῶς σε τιμῶντας ἑκάστοτε.Σῶμά σου, καὶ ψυχὴν τῷ Θεῷ καθιέρωσας, καὶ δεκτικὴν ἀπειργάσω, χαρισμάτων Πάτερ τὴν σὴν καρδίαν, ἀνενδότως, τῷ γλυκίῳ προσέχουσαν ἔρωτι.ΘεοτοκίονἼασαι τῆς ψυχῆς μου Παρθένε τὰ τραύματα, ἐπισκιάσει σου θείᾳ, καὶ τὸν νοῦν μου λάμπρυνον σκοτισθέντα, ἀμελείᾳ, καὶ σκιᾷ ἐχθροῦ πολεμήτορος.
Κανών β', ᾨδὴ ς', Ἕτερος τοῦ Ὁσίου Ἐπισκόπου
Ἦχος πλ. δ'
Ἱλάσθητί μοι Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ
Λαβὼν τοῦ λόγου σοφέ, τὸ τάλαντον ὡς θεράπων πιστός, καὶ τῇ τραπέζῃ προθείς, ἐπολλαπλασίασας, καὶ τοῦτο προσήγαγες, καθαρὸν σὺν τόκῳ τῷ Δεσπότῃ σου Ἀμβρόσιε.Ἐλάμπρυνας τὴν στολήν, τὴν ἱερὰν ἐν τοῖς πόνοις σου, καὶ ἀνεδείχθης ποιμήν, ποίμνης λογικῆς Σοφέ, ἣν τῇ βακτηρίᾳ σου, τῆς διδασκαλίας εἰς μονὰς ἐλαύνεις πίστεως.Ὁ ζῆλός σου Ἠλιού, ζῆλον μιμεῖται Μακάριε· βασιλέα γὰρ πιστόν, χρανθέντα τοῖς αἵμασιν, ἐλέγξας ἀπήλασας, θείων περιβόλων, τὸ αἰδέσιμον φυλάττων Θεοῦ.ΘεοτοκίονΣκέπην καὶ καταφυγήν, καὶ τεῖχος ὄντως ἀκράδαντον, ἡ πόλις σου σὲ πιστῶς, κεκτημένη Δέσποινα, δυσχερῶν ἐκ θλίψεων, καὶ κινδύνων πάντων, ἐκλυτροῦσαι ταῖς πρεσβείαις σου.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ἱλάσθητί μοὶ Σωτήρ· πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι· πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου».
Κοντάκιον
Ἦχος γ'
Θείας πίστεως ΤΟ ΑΚΟΥΤΕ
Θείοις δόγμασι περιαστράπτων, ἀπημαύρωσας Ἀρείου πλάνην, ἱερομύστα καὶ ποιμὴν Ἀμβρόσιε· θαυματουργῶν δὲ δυνάμει τοῦ Πνεύματος, πάθη ποικίλα σαφῶς ἐθεράπευσας. Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ Ζ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀμβροσίου, Ἐπισκόπου Μεδιολάνων.ΣτίχοιΤὸ φθαρτὸν Ἀμβρόσιος ἐκδὺς σαρκίον,Θείας μετέσχεν ἀμβροσίας ἀξίως.Ἑβδόμῃ Ἀμβρόσιος ποτὶ ἄμβροτον ἤλυθεν οὖδας.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀθηνοδώρου.ΣτίχοιΧαίρων Ἀθηνόδωρος, εἰ τμηθῇ ξίφει,Ἀφῃρέθη τὸ πνεῦμα καὶ πρὸ τοῦ ξίφους.Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεόφυτος, ἐν τῇ θαλάσσῃ βληθείς, τελειοῦται.ΣτίχοιΘανὼν ὁ Νεόφυτος ὑδάτων μέσον,Παρ᾿ ὑδάτων ζῇ μυστικῶν διεξόδους.Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Δομέτιος, ξίφει τελειοῦται.ΣτίχοιΔὸς Δομέτιε Χριστομάρτυς καὶ λάβε.Δὸς τὴν κεφαλήν, καὶ λάβε στέφος μέγα.Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Ἰσίδωρος, Ἀκεψιμᾶς, καὶ Λέων πυρὶ τελειοῦνται.ΣτίχοιΔιττοῖς συνάθλοις Ἰσίδωρε συμφλέγου·Ἴσων γὰρ αὐτοῖς δωρεῶν Θεοῦ τύχης.Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἀμμοῦν, Ἐπίσκοπος Νητρίας, ἐν εἰρήνῃ τελειοῦται.ΣτίχοιἈμμοῦν πατρὸς κατεῖδες Νητρία τρία,Κόσμου φυγήν, ἄσκησιν, ἔξοδον βίου.Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες, Γαϊανὸς καὶ Γάϊος, πυρὶ τελειοῦνται.ΣτίχοιἊν καὶ καμίνου Γάϊε βληθῇς μέσον,Σοῦ Γαϊανὸς οὐκ ἀφέξομαι λέγει.Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι τριακόσιοι Μάρτυρες, οἱ ἐν Ἀφρικῇ, ξίφει τελειοῦνται.ΣτίχοιΔόξης ὑπὲρ σῆς, ὦ Τριάς, τετμημένην,Διπλοτριπλῆν δέχου με ἑξηκοντάδα.Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος, Ἰγνάτιος, ὁ πλησίον τῶν Βλαχερνῶν κείμενος, ἐν εἰρήνῃ τελειοῦται.ΣτίχοιΠλήρης ἀπῆλθες πράξεων χρηστῶν Πάτερ,Ἐκ τοῦ ματαίου καὶ κακῶν πλήρους βίου.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου πατρὸς ἡμῶν Παύλου Μοναχοῦ, τοῦ ὑποτακτικοῦ.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν ἁγίων Μαρτύρων Πρίσκου, Μαρτίνου καὶ Νικολάου· ὧν ὁ μὲν λιμῷ, ὁ δὲ πέλεξι κατακοπείς, ὁ δὲ τρίτος διὰ πυρός, ἐτελειώθησαν· Ἡ δὲ σύναξις αὐτῶν τελεῖται πλησίον τοῦ τείχους τῶν Βλαχερνῶν.ΣτίχοιΛιμῷ θανόντα Πρίσκον ἄρτου γηΐνου,Ὁ Χριστὸς ἄρτον ψωμιεῖ τῶν Ἀγγέλων.Πέλεξι συγκόπτουσι Μαρτίνου κρέα,Κρεῶν μακέλλαις δυσσεβεῖς ἀνθρωπίνων.Ἐξῆλθε δόγμα δαίμοσι πλάνης θύειν,Οἷς, Νικόλαε, μὴ θύων, εἰς πῦρ θύῃ.Τῇ αὐτῇ ἡμέρᾳ, τὰ Ἐγκαίνια τῆς Ὑπεραγίας Θεοτόκου, ἐν τοῖς Κουράτορος.Ἧς ταῖς ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς Ἀμήν.
Κανών α', ᾨδὴ ζ', τοῦ Ὁσίου Ἐπισκόπου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐν τῇ καμίνῳ, Ἀβραμιαῖοι Παῖδες τῇ Περσικῇ, πόθῳ εὐσεβείας μᾶλλον ἢ τῇ φλογί, πυρπολούμενοι ἐκραύγαζον· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε».Ὁ θεῖος φθόγγος, τῶν σῶν δογμάτων Πάτερ πάνσοφε, ὥσπερ ἀστραπὴ διῆλθε πᾶσαν τὴν γῆν, καὶ θαυμάτων ἡ ἐπίδειξις, ὡς φῶς ἐξήστραψε, τὰς ἐν ζόφῳ καρδίας λαμπρύνουσα.Νομοθεσίαις, ταῖς τοῦ Σωτῆρος σὺ ἑπόμενος, Πάτερ τὸ δοθὲν σοι τάλαντον ἐμμελῶς, ὡς οἰκέτης ἀγαθότητος, ἐπολυπλασίασας, δεσποτικῆς χαρᾶς ἀξιούμενος.Ἀναστομώσας, τὴν θεολόγον σου διάνοιαν, ῥεῖθρα ἱερῶν δογμάτων ποταμηδόν, ἐπαφῆκας καταρδεύοντα, πιστῶν τὸ πλήρωμα, ἱερομύστα Πάτερ Ἀμβρόσιε.ΘεοτοκίονἸδοὺ Παρθένε· Ἐν τῇ γαστρί σου σὺ συνέλαβες, Λόγον, τοῦ Πατρὸς συνάναρχον καὶ σαρκί, ἀπεκύησας δωρούμενον, πᾶσιν ἀνάκλησιν, τοῖς ἐξ Ἀδὰμ πεσοῦσι Πανάμωμε.
Κανών β', ᾨδὴ ζ', Ἕτερος τοῦ Ὁσίου Ἐπισκόπου
Ἦχος πλ. δ'
Οἱ ἐκ τῆς, Ἰουδαίας ΤΟ ΑΚΟΥΤΕ
Ἀκηλίδωτον ὤφθης, ἀρετῶν θεομάκαρ, ἀξίως ἔσοπτρον, καθαρὰς τὰς ἐμφάσεις, τῆς πίστεως δεικνύον, καὶ φωτίζον τοὺς ψάλλοντας· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.Σοῦ ὁ βίος Θεόφρον, ὑποτύπωσις ὤφθη, Ἀρχιερέων σαφῶς, καὶ ὄρος ὀρθοδόξων, τῶν πίστει μελῳδούντων, καὶ Θεῷ ἐκβοώντων ἀεί· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.Μέτριος μὲν τὸν τρόπον, ὑψηλὸς δὲ τὸν λόγον, Πάτερ Ἀμβρόσιε, αἰδέσιμος τὸν βίον, καὶ πίστει ἀνεδείχθης, ἀκλινὴς ἐν τῷ ψάλλειν σε, ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητὸς εἶ.ΘεοτοκίονΘελητὴν τοῦ ἐλέους, ὃν ἐγέννησας Μῆτερ, νῦν ἐκδυσώπησον, ῥυσθῆναι τῶν πταισμάτων, ψυχῆς τε μολυσμάτων, τοὺς ἐν πίστει κραυγάζοντας· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Κανών α', ᾨδὴ η', τοῦ Ὁσίου Ἐπισκόπου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον».Νεκρώσας τὰ μέλη καὶ νεκρόν, σαρκὸς τὸ φρόνημα, ἀπεργασάμενος, ψυχὴν ἐζώωσας Ὅσιε, καὶ πηγὴν θαυμάτων ἔβλυσας, τοῖς νεκρωθεῖσιν ἐκ παθῶν, ζωὴν παρέχουσαν, τοῖς βοῶσι· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.Ἔγνως τὴν μετάθεσιν Σοφέ, τὴν ἐκ τοῦ σώματος, θείῳ ἐν Πνεύματι, προφητικώτατα· ταύτην γάρ, τοῖς συνοῦσι διεσάφησας, καὶ ἐν χαρᾷ πρὸς οὐρανόν, βοῶν ἀνέδραμες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.Σῶμα καὶ καρδίαν καὶ τὸν νοῦν, προκαθηράμενος, παθῶν συγχύσεως, πυρφόρον ἔλλαμψιν ἄνωθεν, εἰσεδέξω τὴν τοῦ Πνεύματος, ὥσπερ οἱ θεῖοι μαθηταί, βοῶν Ἀμβρόσιε· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.ΘεοτοκίονὬφθης ὑπερτέρα οὐρανῶν, Θεὸν οὐράνιον ἀποκυήσασα, τὸν τὰ ἐπίγεια Πάναγνε, οὐρανοῖς ἐπισυνάψαντα, καὶ τὴν ἐπίγνωσιν αὐτοῦ, πᾶσι παρέχοντα, τοῖς βοῶσι· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.
Κανών β', ᾨδὴ η', Ἕτερος τοῦ Ὁσίου Ἐπισκόπου
Ἦχος πλ. δ'
Μουσικῶν ὀργάνων ΤΟ ΑΚΟΥΤΕ
Ἀπαθείας ὄργανον ἐδείχθης, τῶν παθῶν κοιμίζων τὰς ὀρέξεις, καὶ τὰς καρδίας τῶν πιστῶν, κραυγάζειν διεγεῖρον· τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.Σωτηρίας πρόξενον ἐκτήσω, τὴν τοῦ λόγου δύναμιν Παμμάκαρ, δι' ἧς ἐτράνωσας ἡμῖν, τὸν ἕνα τῆς Τριάδος, ἀρρήτως ἐκ Παρθένου, σάρκα προσλαβόντα, βροτοῖς ὁμοουσίως.Ἰαμάτων βρύουσι σταγόνας, τῶν σῶν διδαγμάτων αἱ νεφέλαι, ἐξ ὧν ἀρδεύονται πιστῶν, καρδίαι τῶν βοώντων, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τούς αἰῶνας.ΘεοτοκίονΜακαρίζει σε Σεμνὴ τάξις Ἀγγέλων, μεγαλύνει σε γηγενῶν φύσις· ἐν σοὶ γὰρ εὕρομεν χαράν, οἱ πίστει σε ὑμνοῦντες, καὶ ὑπερυψοῦντες, εἰς πάντας τοὺς αἰῶνας.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Μουσικῶν ὀργάνων συμφωνούντων, καὶ λαῶν ἀπείρων προσκυνούντων, εἰκόνι τῇ ἐν Δεηρᾷ, τρεῖς Παῖδες μὴ πεισθέντες, τὸν Κύριον ἀνύμνουν, καὶ ἐδοξολόγουν, εἰς πάντας τοὺς αἰῶνας».
Κανών α', ᾨδὴ θ', τοῦ Ὁσίου Ἐπισκόπου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας, τὰς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν».Ἴδες γεγονὼς ἐν ἐκστάσει τὰ δι᾿ αἰῶνος τοῖς Ἁγίοις, Πάτερ ἀποκείμενα γέρα· πρὸς ἃ μετέβης, ἀποληψόμενος, τῶν σῶν καμάτων ἔνδοξε, τὰς ἀντιδόσεις εὐφραινόμενος.Ὥριμος ὡς βότρυς θεόφρον, ληνοῖς τοῖς ἄνω ἐπαξίως, ἀπεθησαυρίσθης πηγάζων, ἀθανασίας οἶνον Ἀμβρόσιε, καὶ ἰαμάτων χάριτας, τοῖς εὐσεβῶς σοι προσπελάζουσιν.Σοφίᾳ καὶ χάριτι λάμπων, ἱερομύστα καὶ ποιμένων, μέσον ἐξαστράπτεις δογμάτων, ὀρθοδοξίᾳ Πάτερ Ἀμβρόσιε· διὸ πίστει καὶ πόθῳ σε, ὕμνοις ἀξίως μακαρίζομεν.Ἡμεροφαῆ σε ἀστέρα, ἡ Ἐκκλησία κεκτημένη, σκότος διαφεύγει παντοίας, Παμμάκαρ πλάνης καὶ ταῖς λαμπρότησι, τῶν ἱερῶν δογμάτων σου, αὐγαζομένη μακαρίζει σε.ΘεοτοκίονΦωνὴν σοι βοῶμεν Παρθένε, περιχαρῶς τοῦ Ἀρχαγγέλου· Χαῖρε τῆς κατάρας ἡ λύσις, δεινῶν παντοίων, χαῖρε ἡ λύτρωσις, ἡ τοὺς βροτοὺς θεώσασα, τῇ ὑπὲρ νοῦν κυοφορίᾳ σου.
Κανών β', ᾨδὴ θ', Ἕτερος τοῦ Ὁσίου Ἐπισκόπου
Ἦχος πλ. δ'
Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανὸς ΤΟ ΑΚΟΥΤΕ
Ἐδείχθης ὡς ἐλαία Πάτερ σοφέ, ἐν τῷ οἴκῳ Κυρίου, κατάκαρπος, ἐξ ἧς σοφῶς, ἔπλησας λαμπάδα τῶν ἀρετῶν, μεθ' ἧς καὶ εἰσελήλυθας, ἐν τῇ εὐωχίᾳ τῶν οὐρανῶν, ἐν οἷς συναπολαύεις, μετὰ τῶν ἀσωμάτων, τῆς ἀκηράτου καὶ ἀΰλου ζωῆς.Λιπάνας τὴν ψυχήν σου ταῖς ἀρεταῖς, ἐγκρατείας ἐδείχθης διδάσκαλος, καὶ τῆς σεπτῆς, ἀρχιερωσύνης μυσταγωγός, τοῦ βίου ὑποτύπωσις, καὶ τῆς Ἐκκλησίας φωταγωγός, καὶ στήλη τῶν δογμάτων αἱρέσεων τὴν πλάνην, ἀδιαλείπτως στηλιτεύουσα.Πεπλήρωκας τὸν δρόμον Πάτερ σοφέ, καὶ τὴν πίστιν τετήρηκας ἄμεμπτον, καὶ εἰς μονάς, ἔφθασας καὶ λήξεις τῶν οὐρανῶν, ἐν οἷς σοι καὶ ἀπόκειται, στέφανος καὶ δόξα τῶν ἀμοιβῶν, ἀλλὰ ταῖς σαῖς πρεσβείαις, οἰκτείρησον καὶ σῶσον, ἐξ ἐπηρείας τὰς ψυχὰς ὑμῶν.ΘεοτοκίονὩράθης ὦ Παρθένε μήτηρ Θεοῦ, ὑπὲρ φύσιν τεκοῦσα ἐν σώματι, τὸν ἀγαθόν, Λόγον ἐκ καρδίας τῆς ἑαυτοῦ· ὃν ὁ Πατὴρ ἠρεύξατο, πάντων πρὸ αἰώνων ὡς ἀγαθός, ὅν νῦν καὶ τῶν σωμάτων ἐπέκεινα νοοῦμεν, εἰ καὶ τὸ σῶμα περιβέβληται.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός, καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα, ὅτι Θεός, ὤφθη τοῖς ἀνθρώποις σωματικῶς, καὶ ἡ γαστήρ σου γέγονεν, εὐρυχωροτέρα τῶν οὐρανῶν· διὸ σε Θεοτόκε, Ἀγγέλων καὶ ἀνθρώπων, ταξιαρχίαι μεγαλύνουσιν».
Ἐξαποστειλάριον
Ἦχος β'
Τοῖς μαθηταῖς συνέλθωμεν ΤΟ ΑΚΟΥΤΕ
Ὀρθοδοξίας πρόμαχος, βάσις τῆς Ἐκκλησίας, Ἀρχιερέων ἔρεισμα, καὶ σοφὸς Ποιμενάρχης, Ἀμβρόσιε ἀνεδείχθης, πρὸς νομὰς εὐσεβείας, καθοδηγῶν τὸ ποίμνιον, ἀτιθάσους ὡς θῆρας ἀποσοβῶν, κακοδόξων φάλαγγας Θεοφάντορ, τρανῶν τὸ ὁμοούσιον, τῆς ἁγίας Τριάδος.
Θεοτοκίον
Ἦχος β'
Τοῖς μαθηταῖς συνέλθωμεν ΤΟ ΑΚΟΥΤΕ
Θαῦμα φρικτὸν Πανάμωμε! ὅτι τὸν πρὸ αἰώνων, ἐκ τοῦ Πατρὸς ἐκλάμψαντα, ὁμοούσιον Λόγον, γεγέννηκας ἀπορρήτως· ὅθεν σε Θεοτόκον, ὁμολογοῦμεν Δέσποινα, ἀληθῶς καὶ κυρίως, ὡς ἀληθῆ, τοῦ Θεοῦ μητέρα· ὃν ἐκδυσώπει, αὐτὸν Θεομακάριστε, ὑπὲρ γένους ἀνθρώπων.
| TA ΜΗΝΑΙΑ | Δεκέμβριος | 07 |
Dec 08
Τῌ Η' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΔΕΚΕΜΒΡΙΟΥΠροεόρτια τῆς Συλλήψεως τῆς Ἁγίας ἌννηςΜνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Παταπίου.
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια Προεόρτια.
Στιχηρὰ Προσόμοια Προεόρτια
Ἦχος α'
Τῶν οὐρανίων ταγμάτων ΤΟ ΑΚΟΥΤΕ
Πνευματικὴν νῦν χορείαν, δεῦτε κροτήσωμεν, καὶ τὸν Χριστὸν ὑμνοῦντες, Προεόρτια δῶρα, προσάξωμεν ἐκ πόθου, αἶνον δεκτόν, τῷ τοῦ γένους καυχήματι, τῇ Θεοτόκῳ γεραίροντες τὴν αὐτῆς, παρ' ἐλπίδα θείαν Σύλληψιν.
Ἦχος α'
Ἐν παραδείσῳ ἡ Ἄννα, τὰ εὐαγγέλια, τοῦ παρ' ἐλπίδα πᾶσαν, ὑποδέχεται τόκου, τῆς μόνης Θεονύμφου, δηλοῦσα τρανῶς, ὡς τρυφήσεως κρείττονος, καὶ ἀπολαύσεως τύχοιμεν οἱ πιστῶς, τὸν καρπὸν αὐτῆς γεραίροντες.
Στιχηρὸν Προσόμοιον τοῦ Ὁσίου
Ἦχος α'
Τῶν οὐρανίων ταγμάτων ΤΟ ΑΚΟΥΤΕ
Τῶν οὐρανίων χαρίτων, Πάτερ γευσάμενος, τῶν ἐπιγείων πάντων, ἀπεστράφης ἡδέων, τὴν μέθεξιν ἐνθέως· ὅθεν ἀεί, τῆς γλυκείας Πατάπιε, τῶν ἀγαθῶν τῶν ἐκεῖθεν κατατρυφῶν, ἀπολαύσεως, ἀνύμνεις Χριστόν.
Στιχηρὰ Προσόμοια τοῦ Ὁσίου
Ἦχος α'
Πανεύφημοι Μάρτυρες ὑμᾶς ΤΟ ΑΚΟΥΤΕ
Πάτερ Πατάπιε σαρκός, τὰς ὁρμὰς ἀσκήσεως, καταμαράνας πυρσεύμασιν, ἔρημον ᾤκησας, ὡς Ἠλίας πάλαι, τὸν νοῦν καθηράμενος, ἀπαύστοις πρὸς τὸ θεῖον ταῖς νεύσεσι, καὶ νῦν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Ἦχος α'
Πάτερ Πατάπιε χοροῖς, Ἀσκητῶν ἠρίθμησαι, τῇ ἀπαθείᾳ κοσμούμενος, καὶ κατεσκήνωσας, ἐν μοναῖς ὁσίαις, ἔνθα φῶς τὸ ἄδυτον, τὸ ξύλον τῆς ζωῆς ἔνθα πέφυκε, καὶ νῦν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Ἦχος α'
Πάτερ Πατάπιε φωστήρ, ἐξ Αἰγύπτου ἔλαμψας, φωταγωγῶν τὴν ὑφήλιον, θαυμάτων λάμψεσι, ψυχοφθόρων νόσων, ἀπελαύνων ζόφωσιν, δαιμόνων ἐκμειῶν ἀμαυρότητα, καὶ νῦν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Θεοτοκίον
Ἦχος α'
Πανεύφημοι Μάρτυρες ὑμᾶς ΤΟ ΑΚΟΥΤΕ
Πανύμνητε Δέσποινα ἐλπίς, τῶν πιστῶν καὶ στήριγμα, καταφυγὴ καὶ βοήθεια, σὲ ἱκετεύομεν. Ἐκ παντὸς κινδύνου, τοὺς δούλους σου φύλαττε, τοὺς πίστει προσκυνοῦντας τὸν τόκον σου, αὐτῷ πρεσβεύουσα, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Σταυροθεοτοκίον
Ἦχος α'
Πανεύφημοι Μάρτυρες ὑμᾶς ΤΟ ΑΚΟΥΤΕ
Τὸν ἴδιον ἄρνα ἡ Ἀμνάς, καὶ ἄμωμος Δέσποινα, ἐν τῷ Σταυρῷ ὡς ἑώρακεν, εἶδος οὐκ ἔχοντα, οὐδὲ κάλλος. Οἴμοι! θρηνῳδοῦσα ἔλεγε· ποῦ σου τὸ κάλλος ἔδυ γλυκύτατε; ποῦ ἡ εὐπρέπεια; ποῦ ἡ χάρις ἡ ἀστράπτουσα, τῆς μορφῆς σου, Υἱέ μου παμφίλτατε;
Ἀπολυτίκιον
Ἦχος πλ. δ' ΤΟ ΑΚΟΥΤΕ
Ἐν σοὶ Πάτερ ἀκριβῶς διεσώθη τὸ κατ' εἰκόνα· λαβὼν γὰρ τὸν σταυρόν, ἠκολούθησας τῷ Χριστῷ, καὶ πράττων ἐδίδασκες, ὑπερορᾶν μὲν σαρκός, παρέρχεται γὰρ· ἐπιμελεῖσθαι δὲ ψυχῆς, πράγματος ἀθανάτου· διὸ καὶ μετὰ Ἀγγέλων συναγάλλεται, Ὅσιε Πατάπιε τὸ πνεῦμά σου.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Ὁ Κανὼν Προεότιος, οὗ ἡ Ἀκροστιχίς, ἄνευ τῶν Εἱρμῶν.Χαρᾶς ἀνοίγει Χριστὸς ἡμῖν τὰς πύλας.Ἐν δὲ τοῖς ΘεοτόκοιςΓεωργίου.ᾨδὴ α'
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Δεῦτε λαοί, ᾄσωμεν ᾆσμα Χριστῷ τῷ Θεῷ, τῷ διελόντι θάλασσαν, καὶ ὁδηγήσαντι, τὸν λαὸν ὃν ἀνῆκε, δουλείας Αἰγυπτίων, ὅτι δεδόξασται».Χαρᾶς ἡμῖν, σήμερον προκαταγγέλλονται, ταμεῖα διανοίγεσθαι, καὶ ἀποκλείεσθαι, τῆς κατάρας αἱ λύπαι, ἐν τῇ θείᾳ Συλλήψει, τῆς Θεομήτορος.Ἄνθη τερπνά, σήμερον πιστοὶ δρεψάμενοι, ἐνθέων λόγων πλέξωμεν, τὸν προεόρτιον, στέφανον ἐγκωμίων, τὴν Παρθένον αἰνοῦντες, ἐν τῇ Συλλήψει αὐτῆς.
Κανών β', ᾨδὴ α', τοῦ Ἁγίου
Ἦχος β'
Δεῦτε λαοί ΤΟ ΑΚΟΥΤΕ
Ῥώμην σοφέ, καὶ θείαν δύναμιν ἄνωθεν, ἐκ βρέφους ἐνδυσάμενος, πρὸς τῆς ἀσκήσεως, τοὺς ἀγῶνας προθύμως, καὶ πόνους ἀπεδύσω, Πάτερ Πατάπιε.Ἀποβαλών, ἅπασαν τὴν τῶν προσκαίρων ζωήν, καὶ κόσμον ἀρνησάμενος, τὴν ὑπερκόσμιον, νῦν ἀπείληφας δόξαν, ἧς ἔτυχες ἀσκήσει, σοφὲ Πατάπιε.ΘεοτοκίονΓένος βροτῶν, σήμερον τῆς ἀναπλάσεως, μηνύματα εἰσδέχεται, καὶ εὐαγγέλια, τὰ τῆς υἱοθεσίας, ἐν τῇ σῇ παρ' ἐλπίδα, Συλλήψει ἄχραντε.
Ἕτερος Κανὼν τοῦ Ἁγίου Ποίημα Θεοφάνουςᾨδὴ α'
Ἦχος β'
Ἐν βυθῷ κατέστρωσε ΤΟ ΑΚΟΥΤΕ
Τοῦ φαιδροῦ σου βίου τὰ φαιδρά, μέλλων κατορθώματα, ἀνευφημεῖν, ἐκδυσωπῶ σε Ὅσιε, αἴγλην φωτοδότιδα, οὐρανόθεν μοι δωρηθῆναι ἱκέτευε, νέφος ἐκμειοῦσαν, τὸ τῆς ἀγνωσίας μου Πατάπιε.Αἰγυπτίους πρὶν ὁ τῷ βυθῷ, κρύψας θείῳ νεύματι, ὡς ἐκ βυθοῦ, τῆς κοσμικῆς συγχύσεως, σὲ ἀναλαβόμενος, κατεφώτισε θεϊκαῖς ἐπιγνώσεσι, καὶ ὁλοφαῆ σε ἔδειξεν, ἀστέρα Πάτερ Ὅσιε.Τῆς σαρκὸς τὰ πάθη χαλινῷ, μάκαρ τῆς ἀσκήσεως, δουλαγωγῶν τῆς ἀπαθείας ἔρωτι, ὤφθης καθαρώτατον, οἰκητήριον τοῦ Θεοῦ διὰ πίστεως, καὶ χειμαζομένων, εὔδιος λιμὴν Πάτερ Πατάπιε.ΘεοτοκίονΤῆς ἀρχαίας λύτρωσιν ἀρᾶς, κόσμῳ παρεχόμενος, ὁ Λυτρωτής, ἐκ σοῦ Παρθένε τίκτεται, ἄνθρωπος γενόμενος, ὁ τὸν Ὅσιον, ἀναδείξας Πατάπιον, κρήνην ἰαμάτων, πᾶσι τοῖς πιστῶς αὐτῷ προστρέχουσι.
Κανών α', ᾨδὴ γ', Προεόρτιος
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε, ὁ ξύλῳ νεκρώσας τὴν ἁμαρτίαν, καὶ τὸν φόβον σου ἐμφύτευσον, εἰς τὰς καρδίας ἡμῶν τῶν ὑμνούντων σε».Σαλπίσωμεν φαιδρῶς εὐσήμως σήμερον, ἐνθέως καλοῦντες τὴν κτίσιν πᾶσαν, προεόρτιον εἰς αἴνεσιν, τῆς πανάγνου Μητρὸς θείας Συλλήψεως.Αἱ θεῖαι δωρεαὶ καὶ τὰ χαρίσματα, προτείνονται σήμερον τοῖς ἀνθρώποις, δηλουμένης τῆς Συλλήψεως, τῆς αἰτίας τῶν ξένων χαρισμάτων Χριστοῦ.
Κανών β', ᾨδὴ γ', τοῦ Ἁγίου
Ἦχος β'
Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε ΤΟ ΑΚΟΥΤΕ
Νεάζων τῆς ψυχῆς τῷ τόνῳ Ὅσιε, ἀρχαῖον πολέμιον διὰ πόνων, τῆς τὰ τοῦ ἀσκήσεως κατέβαλες, καὶ τὰ τούτου διήλεγξας βουλεύματα.Οἱ πόνοι σου σοφὲ τῶν ἀντιδόσεων, τῶν θείων ἐνέχυρον ἀσφαλείας, τῶν θαυμάτων τὴν ἐπίλαμψιν, ἐν τῷ βίῳ παρέσχον σοι Πατάπιε.ΘεοτοκίονἘλύθη τῶν βροτῶν ἡ πρώην στείρωσις, τῶν ἔργων λαμψάντων νῦν τῶν ἐνθέων, παρ' ἐλπίδα προελθούσης σου, ἐκ τῆς ἀγόνου καὶ στείρας Πανύμνητε.
Κανών γ', ᾨδὴ γ', Ἕτερος τοῦ Ἁγίου
Ἦχος β'
Ἐξήνθησεν ἡ ἔρημος ΤΟ ΑΚΟΥΤΕ
Δακρύων ἀναβλύσεσι, καταρδεύσας ἄριστα, τὴν ψυχικήν σου αὔλακα, σῖτον θείων ἤνεγκας πράξεων, ἀποθήκαις ταῖς ἄνω συντηρούμενον.Ἀγάπην ὁπλισάμενος, ὥσπερ ξίφος Ὅσιε, καὶ θυρεῷ σκεπόμενος, τῆς ἐνθέου σου ταπεινώσεως, τῶν δαιμόνων τὰ στίφη ἐξηφάνισας.Λειμῶσι τῆς ἀσκήσεως, καθάπερ κρίνον ἤνθισας, εὐωδιάζων Ὅσιε, τὰς καρδίας τῶν ἀνυμνούντων σε, καὶ τελούντων σου, πίστει τὸ μνημόσυνον.ΘεοτοκίονἈγκάλαις ἐποχούμενος, τῆς Τεκούσης Κύριε, τὰ τῆς Αἰγύπτου εἴδωλα, δυναστείᾳ τῇ σῇ συνέτριψας, ἐξ ἧς πλῆθος Ὁσίων ἀνεβλάστησεν.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ἐξήνθησεν ἡ ἔρημος, ὡσεὶ κρίνον Κύριε, ἡ τῶν ἐθνῶν στειρεύουσα, Ἐκκλησία τῇ παρουσίᾳ σου, ἐν ᾗ ἐστερεώθῃ ἡ καρδία μου».
Κάθισμα τοῦ Ὅσίου
Ἦχος γ'
Τὴν ὡραιότητα ΤΟ ΑΚΟΥΤΕ
Πάθη τοῦ σώματος, Θεομακάριστε, Πάτερ ἐξήρανας, δακρύων ῥεύμασι, καὶ ἰαμάτων ποταμούς, Πατάπιε ἀνέβλυσας· ὅθεν προσερχόμενοι, τῷ τιμίῳ λειψάνῳ σου, χάριν τε καὶ ἔλεος, προφανῶς ἀρυόμεθα, τιμῶντές σου τὴν μνήμην ἀξίως, πίστει θερμῇ θεομακάριστε.Δόξα... Ἦχος πλ. δ'Τὴν Σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕΤὴν πτωχείαν τοῦ Λόγου τοῦ δι' ἡμᾶς, ἐκ Παρθένου τεχθέντος ἀναλαβών, ἡγήσω τὰ πρόσκαιρα, ὡσεὶ χόρτον Μακάριε· τοῦ γνωστικοῦ γὰρ ξύλου, γευσάμενος Ὅσιε, τῶν Μοναστῶν ἐδείχθης, διδάσκαλος ἔνθεος· ὅθεν καὶ πρὸς ζῆλον, ἀγγελικῆς πολιτείας, διήγειρας ἅπαντας, τοῖς ἐνθέοις λογίοις σου, θεοφόρε Πατάπιε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.Καὶ νῦν... ΠροεόρτιονἮχος δ' Ταχὺ προκατάλαβε ΤΟ ΑΚΟΥΤΕἩ πύλη ἡ ἄβατος, νῦν ἀποτίκτεται, ἡ πόλις ἡ πάμφωτος, λάμψαι προέρχεται, ἡ μόνη Πανάχραντος, σήμερον δι' Ἀγγέλου, τοῖς Δικαίοις δηλοῦται· ὅθεν ἐν εὐφροσύνῃ, ἀνεβόων τῷ Κτίστῃ. Καρπὸν ἡμῖν δώρησαι, τὴν ἀφθαρσίας πηγήν.
Κανών α', ᾨδὴ δ', Προεόρτιος
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Εἰσακήκοα Κύριε, τὴν ἀκοὴν τῆς σῆς οἰκονομίας, καὶ ἐδόξασά σε, μόνε Φιλάνθρωπε».Ἱλαρώτατα σήμερον, περιχαρῶς, ἡ κτίσις Θεοτόκε, προεόρτιόν σοι, ᾄδει τὴν αἴνεσιν.Γαληνὴν αἰθριάζεται, ὁ οὐρανός, Παρθένε εὐφροσύνην, τὴν σὴν προκηρύττων, ἀνθρώποις Σύλληψιν.
Κανών β', ᾨδὴ δ', τοῦ Ἁγίου
Ἦχος β'
Εἰσακήκοα Κύριε ΤΟ ΑΚΟΥΤΕ
Ἐν τοῖς ὅπλοις Πατάπιε, τοῖς τοῦ φωτός, ἐχθροὺς τοὺς ἀοράτους, ἐκπλήξας καθεῖλες, καὶ ἀπενέκρωσας.Ἱδρυθεὶς ἐπὶ ἄσειστον, πέτραν Σοφέ, ἀσκήσεως καὶ πόνον, ἐχθρῶν τρικυμίαις οὐ καταβέβλησαι.ΘεοτοκίονὩς ἀρχὴν εὐφορίας νῦν, τῆς πρὸς Θεόν, τὴν Σύλληψίν σου Κόρη, ἡ ἀνθρώπων φύσις σήμερον δέχεται.
Κανών γ', ᾨδὴ δ', Ἕτερος τοῦ Ἁγίου
Ἦχος β'
Ἐλήλυθας, ἐκ Παρθένου ΤΟ ΑΚΟΥΤΕ
Ἡ ἄβυσσος, τῶν θερμῶν σου δακρύων κατέκλυσε, δαιμόνων στρατεύματα, καὶ ἁμαρτίας οἰδήματα, πέλαγος θαυμάτων δέ, τοῖς ἐν βυθῷ παθημάτων ἀναδέδεικται.Ταπείνωσιν, ἀγρυπνίαν καὶ σύντονον δέησιν, ἀγάπην ἀθόλωτον, πίστιν, ἐλπίδα κτησάμενος, γέγονας συνόμιλος, ἐπουρανίων Ἀγγέλων, Πάτερ Ὅσιε.Ἐκοίμισας, ἡδονῶν πολυμόρφων τὰ κύματα, θείαις ἀναβάσεσι, καὶ ἀνενδότοις καθάρσεσιν· ὅθεν πρὸς ἀνέσπερον, μετὰ τὴν κοίμησιν, φέγγος ἐξεδήμησας.ΘεοτοκίονἘξέλαμψας, ἐκ Παρθένου νεφέλης ὁ Ἥλιος, ἀστέρας αὐγάζοντας, ἀποδεικνὺς τοὺς Ὁσίους σου, κόσμῳ καὶ τοῖς πάθεσιν, ἐσταυρωμένους, Οἰκτίρμον τῇ δυνάμει σου.
Κανών α', ᾨδὴ ε', Προεόρτιος
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ τοῦ φωτὸς χορηγός, καὶ τῶν αἰώνων ποιητὴς Κύριος, ἐν τῷ φωτὶ τῶν σῶν προσταγμάτων ὁδήγησον ἡμᾶς· ἐκτός σου γὰρ ἄλλον, Θεὸν οὐ γινώσκομεν».Χαρᾶς πληροῦται ἡ γῆ, καὶ εὐφροσύνην νοητὴν δέχονται, οἱ γηγενεῖς, ἐν τῇ σῇ Συλλήψει, Θεόνυμφε Ἁγνή, ἣν προεορτάζοντες, πόθῳ ὑμνοῦμέν σε.Ῥώμην ἡ φύσις ἡμῶν, ἡ ἀσθενήσασα τὸ πρὶν δέχεται, καὶ ἀρετῶν, θείας εὐφορίας, λαμβάνει ἀπαρχήν, ἐν τῇ παρ' ἐλπίδα, Συλλήψει σου Ἄχραντε.
Κανών β', ᾨδὴ ε', τοῦ Ἁγίου
Ἦχος β'
Ὁ τοῦ φωτὸς χορηγός ΤΟ ΑΚΟΥΤΕ
Ἰδεῖν τὴν δόξαν Θεοῦ, τοῖς διανοίας ὀφθαλμοῖς Ὅσιε, ἐπιποθῶν, τὰ τερπνὰ τοῦ κόσμου, παρεῖδες ὡς φθαρτά, καὶ τῶν ποθουμένων, ἀφθάρτων ἐπέτυχες.Σταυρὸν ἐπ' ὤμων λαβών, καὶ τῷ Χριστῷ ἀκολουθῶν Ὅσιε, εἰς τὰ τῆς γῆς, πέρατα διῆλθες, ἐλαύνων ἐξ αὐτῆς, τὰ τῶν πολεμίων, δαιμόνων συστήματα.ΘεοτοκίονῬεῖθρα πηγάζει ἡμῖν, τὰ προεόρτια Ἁγνὴ σήμερον, τῶν νοητῶν, χαρίτων σου ἅπερ, ἀντλοῦντες δαψιλῶς, σὲ ὑμνολογοῦμεν, καὶ πόθῳ δοξάζομεν.
Κανών γ', ᾨδὴ ε', Ἕτερος τοῦ Ἁγίου
Ἦχος β'
Ὁ φωτισμὸς ΤΟ ΑΚΟΥΤΕ
Ὁ φωτισμός, τῶν ἐν σκότει κειμένων λάμψον μοι αἴγλην, θείαις τοῦ Ὁσίου σου ἱκεσίαις· λῦσον τὰ νέφη τῆς ἀθλίας ψυχῆς μου· ὄμβρισόν μοι ῥεῖθρα ἀφέσεως· ἄλλον γὰρ ἐκτός σου, Θεὸν οὐκ ἐπίσταμαι.Λήμης παθῶν, ἐκκαθάρας τὸ ὄμμα τῆς διανοίας, Πάτερ θεοφόρε, δι' ἐγκρατείας, θείᾳ ἐντεύξει σὺ διήνοιξας, κόρας πηρωθείσας καὶ διεσκέδασας, φέγγει ἰαμάτων, δεινὴν ἀμαυρότητα.Ῥῶσιν ψυχῆς, ῥῶσιν σώματος πᾶσαν, ἄφθονον χάριν, δεῦτε ἔξαντλήσωμεν ὡς ἐκ κρήνης, τῆς θείας θήκης τοῦ σοφοῦ Παταπίου· θαύματα γὰρ βρύει ὡς νάματα, πίστει τοῖς αὐτῷ, ἀδιστάκτως προστρέχουσιν.ΘεοτοκίονΤὸν χορηγόν, τῆς ζωῆς τῶν ἁπάντων τὸν συνοχέα, τέτοκας ἀρρήτῳ κυοφορίᾳ, τὸν ἐν Ἁγίοις δοξαζόμενον Κόρη, καὶ Ὁσίοις ἀναπαυόμενον, ὃν ὑπὲρ ἡμῶν, ἐκδυσώπει Θεόνυμφε.
Κανών α', ᾨδὴ ς', Προεόρτιος
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον· Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε».Τῆς βροτῶν σωτηρίας προοίμια, σήμερον μηνύονται, καὶ καταβάλλονται, ἐν τοῖς προεορτάζουσι, τῆς Ἁγνῆς καὶ Παρθένου τὴν Σύλληψιν.Ὀ τῇ Ἄννῃ κηρύξας τὴν Σύλληψιν, τῆς ὑπεραμώμου Παρθένου μηνύματα, κοινῆς χαρᾶς παρέσχετο, καὶ καλῶν εὐφορίαν τῷ γένει ἡμῶν.
Κανών β', ᾨδὴ ς', τοῦ Ἁγίου
Ἦχος β'
Ἐν ἀβύσσῳ ΤΟ ΑΚΟΥΤΕ
Συνετρίβη τὰ βέλη Πατάπιε, τὰ κατὰ τῆς σῆς πεμπόμενα στερρότητος, καὶ νικητὴς πανάριστος, τοῦ ἀεὶ πολεμήτορος ἔμεινας.Θαυμασίοις Θεὸς σε ἐδόξασεν, ὡς ὑπερδοξάσαντα, τοῦτον τοῖς ἔργοις σου, τοῖς θαυμαστοῖς Πατάπιε· διὰ τοῦτό σε πάντες γεραίρομεν.ΘεοτοκίονΓηγενεῖς προεόρτιον αἴνεσιν, σήμερον σοὶ πλέκουσι, θεοχαρίτωτε, καὶ τὴν σεπτήν σου Σύλληψιν, ὡς χαρᾶς εὐαγγέλια δέχονται.
Κανών γ', ᾨδὴ ς', Ἕτερος τοῦ Ἁγίου
Ἦχος β'
Ἐν ἀβύσσῳ ΤΟ ΑΚΟΥΤΕ
Φανοτάταις τὸν νοῦν ἐλλαμπόμενος, Πάτερ ἀναβάσεσι, καθάπερ ἄσαρκος, μετὰ σαρκὸς ἐβίωσας, μὴ βραχεὶς ἁμαρτίαις Πατάπιε.Ἠλιοὺ τὸν Θεσβίτην μιμούμενος, καὶ ἰχνηλατῶν Ἰωάννην τὸν Πρόδρομον, ἔρημον πρὶν κατῴκησας, ᾑσυχίᾳ τὸν νοῦν καθαιρόμενος.Ἐξ Αἰγύπτου φωστὴρ διαυγέστατος, τὴν Κωνσταντινούπολιν, φέγγει ἰάσεων, καταφωτίζων ἤστραψας, φαεινότατε Πάτερ Πατάπιε.ΘεοτοκίονἘπὶ κούφης νεφέλης καθήμενος, πάλαι Αἰγυπτίοις, Χριστὸς ἐπεδήμησε, καὶ καθελὼν τὰ εἴδωλα, τῶν Ὁσίων χοροὺς ἐπεσπάσατο.Ὁ Εἱρμὸς«Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον. Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε».
Κοντάκιον τοῦ Ὁσίου
Ἦχος γ'
Παρθένος σήμερον ΤΟ ΑΚΟΥΤΕ
Τὸν ναόν σου Ἅγιε, πνευματικόν ἰατρεῖον, οἱ λαοὶ εὑράμενοι, μετὰ σπουδῆς προσιόντες, ἴασιν τῶν νοσημάτων λαβεῖν αἰτοῦνται, λύσιν τε τῶν ἐν τῷ βίῳ πλημμελημάτων· σὺ γὰρ πάντων τῶν ἐν ἀνάγκαις, προστάτης ὤφθης, Πατάπιε Ὅσιε.
Ὁ Οἶκος
Ἡ σορός σου Σοφὲ πᾶσι βρύει ἰάματα, ἐξ ὧν πάντες πιστοὶ ἀρυόμενοι, σῴζονται ἐκ νόσων πολλῶν, ψυχῶν καὶ σωμάτων, ὧνπερ ὁ τάλας ἐγὼ πεπείραμαι ῥυσθεὶς τῶν θλιβόντων με· καὶ διὰ τοῦτο τὴν σὴν ἀντίληψιν νῦν ἀνευφημῶ, καὶ διηγοῦμαι τρανῶς, πῶς ἐπιφθάνεις τοὺς ἐν ἀνάγκαις, καὶ ἐκλυτροῦσαι πειρασμῶν τοὺς προσιόντας σοι θερμῶς. Διὸ δίδου ἰσχὺν μοι ἀνυμνεῖν σε· σὺ γὰρ πάντων τῶν ἐν ἀνάγκαις, προστάτης ὤφθης, Πατάπιε Ὅσιε.
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ Η' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Παταπίου.ΣτίχοιΦθαρτὸν λελοιπὼς Πατάπιε γῆς πὰτον,Πατεῖς, ὅπου πατοῦσι πραέων πόδες.Ὀγδοάτῃ Πατάπιε χλόης πέδον ἀμφεπάτησας.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Ἀποστόλων ἐκ τῶν Ἑβδομήκοντα, Σωσθένους, Ἀπολλώ, Κηφᾶ, Τυχικοῦ, Ἐπαφροδίτου, Καίσαρος, καὶ Ὀνησιφόρου.ΣτίχοιἈποστόλους σήμερον ἑπτὰ γεραίρω,Ὡς γενναίους κήρυκας τοῦ Θεοῦ Λόγου.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Σωφρονίου, Ἐπισκόπου Κύπρου.ΣτίχοιΠᾶν Σωφρόνιος σαρκικὸν σβέσας πάθος,Καὶ σαρκὸς αὐτῆς ἐξαπέπτη πηλίνης.Ταῖς αὐτῶν Ἁγίαις, πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
Κανών α', ᾨδὴ ζ', Προεόρτιος
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Εἰκόνος χρυσῆς, ἐν πεδίῳ Δεηρᾷ λατρευομένης, οἱ τρεῖς σου Παῖδες κατεπάτησαν, ἀθεωτάτου προστάγματος, μέσον δὲ πυρὸς ἐμβληθέντες, δροσιζόμενοι ἔψαλλον· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».Ἡ χάρις Θεοῦ, τὰ προοίμια αὐτῆς ἐν τῇ Συλλήψει, τῆς Παναχράντου καταβάλλεται, τῇ ἀνθρωπότητι σήμερον, ἣν προεορτάζοντες πόθῳ, ἀναβοῶμεν καὶ λέγομεν· Εὐλογητος εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.Μυρίπνοον νοῦν, εὐωδίαν νοητὴν ἡ τῆς Πανάγνου, προδιαπνέει θεία Σύλληψις, εὐωδιάζουσα χάριτι, τοὺς προεορτάζοντας ταύτην, καὶ βοῶντας καὶ λέγοντας· Εὐλογητός εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Κανών β', ᾨδὴ ζ', τοῦ Ἁγίου
Ἦχος β'
Εἰκόνος χρυσῆς ΤΟ ΑΚΟΥΤΕ
Ἰλύος παθῶν, τῆς ψυχῆς τὸ διαυγὲς ἀποκαθάρας, ἔσοπτρον θείων ἐπιλάμψεων, ταύτην ἐποίησας Ὅσιε· ὅθεν μυστικῆς θεωρίας, ἐπαπολαύων ἐκραύγαζες· Εὐλογητός εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.Νοσούντων πολλῶν, συνεργείᾳ θεϊκῇ Θεομακάριστε, πάθη ποικίλα ἐθεράπευσας, καὶ θεϊκαῖς ἐπικλήσεσι, στίφη πονηρὰ τῶν δαιμόνων, ἀναμέλπων ἀπήλασας· Εὐλογητός εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.ΘεοτοκίονἹδρύεται νῦν, ἐπὶ πέτραν νοητὴν βροτῶν ἡ φύσις, τῆς τοῦ Δεσπότου ἐπιγνώσεως, καὶ θείας φύσεως Ἄχραντε, τῇ σῇ παρ' ἐλπίδα Συλλήψει, καὶ προκηρύττουσα μέλπει νῦν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Κανών γ', ᾨδὴ ζ', Ἕτερος τοῦ Ἁγίου
Ἦχος β'
Εἰκόνος χρυσῆς ΤΟ ΑΚΟΥΤΕ
Πυρὶ νοητῷ, ἀναφλέξας τῆς ψυχῆς τὰ αἰσθητήρια, πῦρ ἁμαρτίας ἀπετέφρωσας, τῇ συνεργείᾳ τοῦ Πνεύματος, καὶ φωτοειδὴς καθωράθης, ἀναμέλπων Πατάπιε· Εὐλογητός εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.Θαυμάτων βυθός, ἰαμάτων ποταμός, κρήνη ἀέναος, ῥεῖθρον μηδόλως δαπανώμενον, σοῦ ἡ σορὸς ἀναδέδεικται, Πάτερ τοῖς πιστῶς προσιοῦσι, καὶ θερμῶς ἀνακράζουσιν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.ΘεοτοκίονΘεοὶ με ἐκ σοῦ, ὁ ὑπέρθεος Ἁγνὴ δούλου μορφὴν ὑποδύς, καινοτομεῖ δὲ τρίβους γνώσεως, ὥσπερ τοὺς νόμους τῆς φύσεως, πλήθη Μοναστῶν καὶ Ὁσίων, ἐπαγόμενος ψάλλοντα· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Κανών α', ᾨδὴ η', Προεόρτιος
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὸν ἐν καμίνῳ τοῦ πυρός, τῶν Ἑβραίων τοῖς Παισὶ συγκαταβάντα, καὶ τὴν φλόγα εἰς δρόσον μεταβαλόντα Θεόν, ὑμνεῖτε τὰ ἔργα ὡς Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας».Τῆς ἀκαρπίας ὁ βλαστός, εὐθηνίαν ἀγαθῶν προκαταγγέλλει, τῶν ἀνθρώπων τῷ γένει, ἐν τῇ βλαστήσει αὐτοῦ, καὶ πάντας εἰς τὴν προεόρτιον, αὐτοῦ συγκαλεῖται, ἀνθρώπους εὐφροσύνην.Αἱ ἐκφυεῖσαι τοῖς βροτοῖς, τῆς κατάρας ἐν Ἐδὲμ τῇ παραβάσει, ἀνελκύεσθαι ῥίζαι, σαφῶς μηνύονται νῦν, τῆς ῥάβδου δηλουμένης ἅπασι, θείας εὐλογίας, φύεσθαι ἐν τῷ κόσμῳ.
Κανών β', ᾨδὴ η', τοῦ Ἁγίου
Ἦχος β'
Τὸν ἐν καμίνῳ τοῦ πυρός ΤΟ ΑΚΟΥΤΕ
Σὺ τῶν παθῶν τὰς προσβολάς, ὡς νικήσας τῆς σαρκὸς καὶ τοὺς πολέμους, ἐκ Θεοῦ θείαν χάριν, εἰσδέδεξαι ὡς εἰκός, ἰᾶσθαι πάθη τὰ ἀνίατα· ὅθεν σε τιμῶμεν, Πατάπιε τρισμάκαρ.Πάντα ποιῶν σεμνοπρεπῶς, ὦ Πατάπιε σοφὲ εἰς Θεοῦ δόξαν, πάντα πόνον κουφίζεις, πάντων πασχόντων σαφῶς· διὸ σε πάντες πιστοὶ Ὅσιε, ὕμνοις εὐφημοῦμεν, ὡς τοῦ Δεσπότου φίλον.ΘεοτοκίονΟἱ πεποιθότες ἐπὶ σοί, καὶ καυχώμενοι ἀεὶ Θεοκυῆτορ, τὴν σὴν πόθῳ τιμῶμεν, Σύλληψιν θείαν πιστῶς, ὑμνοῦντες ἀπαύστως τὸν Κύριον, καὶ ὑπερυψοῦντες, αὐτόν εἰς τοὺς αἰῶνας.
Κανών γ', ᾨδὴ η', Ἕτερος τοῦ Ἁγίου
Ἦχος β'
Τὸν ἐν καμίνῳ τοῦ πυρός ΤΟ ΑΚΟΥΤΕ
Ἀποκαθάρας σεαυτόν, τῆς ἰλύος τῶν παθῶν δι' ἐμμελείας, τηλαυγέστατον, ὤφθης, Πάτερ δοχεῖον Θεοῦ, κραυγάζων· Ὑμνεῖτε τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἷς πάντας τοὺς αἰῶνας.Ταῖς πρὸς τὸν Κύριον εὐχαῖς, ἀποκάθαρον ἡμᾶς πάσης κηλῖδος· τῇ θερμῇ σου πρεσβείᾳ, καὶ τρικυμίας παθῶν, καὶ νόσων καὶ θλίψεων λύτρωσαι, τοὺς σὲ κατ' ἀξίαν, Πατάπιε τιμῶντας.Οἰκονομήσας σεαυτοῦ, τὴν ζωὴν θεοπρεπῶς, Ὅσιε Πάτερ οἰκονόμος ἐδείχθης, διακονήσας καλῶς, ταῖς χρείαις τῶν ἁγίων Ὅσιε, μεθ' ὧν ἠξιώθης, τῆς ἄνω κληρουχίας.ΘεοτοκίονἩ οὐρανώσασα ἡμῶν, τὴν γεώδη καὶ φθαρτὴν Ἁγνὴ οὐσίαν, τῶν Ἀγγέλων ἡ δόξα, καὶ τῶν Ὁσίων χαρά, ἡ μόνη τῶν κτισμάτων Δέσποινα, ὡς Θεὸν τεκοῦσα, ὑμνείσθω εἰς αἰῶνας.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Τὸν ἐν καμίνῳ τοῦ πυρός, τῶν Ἑβραίων τοῖς Παισὶ συγκαταβάντα, καὶ τὴν φλόγα εἰς δρόσον μεταβαλόντα Θεόν, ὑμνεῖτε τὰ ἔργα ὡς Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».
Κανών α', ᾨδὴ θ', Προεόρτιος
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον, τὸν ἀρρήτῳ σοφίᾳ, ἥκοντα καινουργῆσαι τὸν Ἀδάμ, βρώσει φθορᾷ πεπτωκότα δεινῶς, ἐξ ἁγίας Παρθένου, ἀφράστως σαρκωθέντα δι' ἡμᾶς, οἱ πιστοὶ ὁμοφρόνως, ἐν ὕμνοις μεγαλύνομεν».Ὑπερφυεῖς ὡς ἀκτῖνας, προανίσχει τῷ κόσμῳ, ἡ Σύλληψίς σου πάνσεμνε Ἁγνή, τὰς νοουμένας τῆς χάριτος, καὶ λαμπρύνει τοὺς πόθῳ, ἐν ταύτῃ προεόρτιον ᾠδήν, τῷ Δεσπότῃ τῶν ὅλων, ἐν πίστει ἀναμέλποντας.Λύσιν στειρώσεως Ἄννα, δεχομένη μηνύει, βροτοῖς τὴν εὐφορίαν τῶν καλῶν, καὶ εὐκαρπίαν τῆς φύσεως, καὶ καλεῖ πᾶσαν κτίσιν, ἐν σῇ Συλλήψει ἄχραντε Ἁγνή, προεόρτια δῶρα, προσάξαι σοι τὴν αἴνεσιν.
Κανών β', ᾨδὴ θ', τοῦ Ἁγίου
Ἦχος β'
Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον ΤΟ ΑΚΟΥΤΕ
Ἀπαρυσάμενος Πάτερ, ἐκ πηγῆς ἀενάου, τοῦ Πνεύματος τὴν χάριν δαψιλῶς, τῶν ἰαμάτων Πατάπιε, ταύτην πᾶσιν ἀφθόνως, παρέχεις τοῖς τὴν μνήμην σου πιστῶς, ἐκτελοῦσι καὶ πόθῳ, τὸν Κτίστην μεγαλύνουσι.Σὺν Ἀποστόλοις χορεύων, σὺν Μαρτύρων τοῖς δήμοις, Ὅσίων τε τοῖς πλήθεσι σοφέ, ἐν οὐρανίαις Πατάπιε, νῦν σκηναῖς ὑπὲρ πάντων, ἱκέτευε τὸν Κτίστην καὶ Θεόν, τῶν πιστῶς ἐκτελούντων, τὴν σεβασμίαν μνήμην σου.ΘεοτοκίονὙπερχυθεῖσα ἡ χάρις, τῆς Χριστοῦ εὐσπλαγχνίας, εἰς πάντας τοὺς ἀνθρώπους δαψιλῶς, σὲ μεσιτείαν παρέσχετο, τῶν αὐτοῦ δωρημάτων, τὴν πρόξενον ἁπάντων τῶν καλῶν· διὰ τοῦτό σε πίστει, καὶ πόθῳ μακαρίζομεν.
Κανών γ', ᾨδὴ θ', Ἕτερος τοῦ Ἁγίου
Ἦχος β'
Ἀνάρχου Γεννήτορος ΤΟ ΑΚΟΥΤΕ
Ἡμέρα σωτήριος, ἡ μνήμη σου ἐπέλαμψε, τὰς ἐν σκότει καρδίας καταφωτίζουσα, λύουσα παθῶν τὴν ὁμίχλην, υἱοὺς φωτός, δεικνύουσα Πάτερ, τοὺς σὲ νῦν γεραίροντας, τοῦ Κυρίου τὸν θεράποντα.Θηβαίων τὸ καύχημα, τὸ τῆς ἐρήμου βλάστημα, Μοναζόντων τὸ κλέος καὶ τὴν εὐπρέπειαν, τὸν τῆς Βυζαντίδος φωστῆρα, τὸν ἐπὶ γῆς, Ἄγγελον φανέντα, Πατάπιον ἅπαντες, ἐπαξίως μακαρίσωμεν.Ἀγγέλων ἐφάμιλλος, Ὁσίων ἰσοστάσιος, Προφητῶν Ἀποστόλων, Μαρτύρων Ἱεραρχῶν, Ὁσίων συμμέτοχος πέλων, καὶ τῇ σεπτῇ, Τριάδι λατρεύων, νοὸς καθαρότητι, ὑπέρ πάντων ἡμῶν πρέσβευε.ΘεοτοκίονΤὸ μέγα Μυστήριον, τῆς ὑπὲρ νοῦν λοχείας σου, καταπλήττει Ἀγγέλους θεοχαρίτωτε, θέλγει τῶν Ὁσίων τὸν δῆμον, τοὺς Ἱερούς, εὐφραίνει Πατέρας, ἐνθέως ὑμνοῦντάς σε, Θεοτόκε ἀπειρόγαμε.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ἀνάρχου Γεννήτορος, Υἱὸς Θεὸς καὶ Κύριος, σαρκωθεὶς ἐκ Παρθένου ἡμῖν ἐπέφανε, τὰ ἐσκοτισμένα φωτίσαι, συναγαγεῖν τὰ ἐσκορπισμένα· διὸ τὴν πανύμνητον, Θεοτόκον μεγαλύνομεν».
Ἐξαποστειλάριον
Ἦχος β'
Τοῖς μαθηταῖς συνέλθωμεν ΤΟ ΑΚΟΥΤΕ
Πατάξας τὸν Αἰγύπτιον, καὶ Ἀσσύριον ἄρδην, νοῦν τῶν παθῶν Πατάπιε, τῷ Χριστῷ θεοφόρε, κατηκολούθησας χαίρων, τὸν σταυρόν σου βαστάζων, τὸν Ἠλιοὺ δὲ Κάρμηλον, εἰκονίζων σὺ Πάτερ, ἀσκητικῶς, τὰς ἐρήμους ᾤκησας, καὶ πρὸς ὕψος, τῆς ἀπαθείας ἔφθασας, συγκραθεὶς τῇ Τριάδι.
Θεοτοκίον
Ἦχος β'
Τοῖς μαθηταῖς συνέλθωμεν ΤΟ ΑΚΟΥΤΕ
Λόγου Θεοῦ μητέρα σε, ἀνυμνοῦμεν σὺν πόθῳ, ἐν θεοπνεύστοις ᾄσμασι, Παναγία Παρθένε, οἱ διὰ σοῦ σεσωσμένοι, νέμοις οὖν Θεοτόκε, τοῖς ἀναξίοις δούλοις σου, ἱλασμὸν καὶ εἰρήνην, καὶ φωτισμόν· ὅσα γὰρ θέλεις δύνασαι καὶ ἰσχύεις, ὡς πάντων οὖσα Δέσποινα, ὑπερένδοξε Κόρη.
| TA ΜΗΝΑΙΑ | Δεκέμβριος | 08 |
Dec 09
Τῌ Θ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΔΕΚΕΜΒΡΙΟΥἩ σύλληψις τῆς Ἁγίας Ἄννης, τῆς Μητρὸς τῆς Θεοτόκου, καὶ ἡ ἀνάμνησις τῶν Ἐγκαινίων
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἁγίας γ'.
Στιχηρὰ Προσόμοια τῆς Ἁγίας
Ἦχος δ'
Ὁ ἐξ ὑψίστου κληθεὶς ΤΟ ΑΚΟΥΤΕ
Καρπογονοῦσα ἡ στεῖρα παρ' ἐλπίδα, Παρθένον τὴν μέλλουσαν, τίκτειν Θεὸν ἐν σαρκί, ἀγαλλιάσει φαιδρύνεται, χορεύει χαίρει, μεγαλοφώνως Ἄννα κραυγάζουσα· Φυλαὶ μοι συγχάρητε, ἅπασαι τοῦ Ἰσραήλ, κυοφορῶ καὶ τὸ ὄνειδος τῆς ἀπαιδίας, ἐναποτίθεμαι, ὡς ηὐδόκησεν, ὁ εὐεργέτης ἐπακούσας μου, τῆς προσευχῆς καὶ κατώδυνον, θεραπεύσας καρδίαν, δι᾿ ὠδίνων ὡς ὑπέσχετο.
Ἦχος δ'
Ὁ ἐξ ἀνίκμου πηγάσας ὕδωρ πέτρας, καρπὸν τῇ κοιλίᾳ σου, Ἄννα χαρίζεται, τὴν ἀειπάρθενον Δέσποιναν, ἐξ ἧς τὸ ὕδωρ, τῆς σωτηρίας μέλλει προέρχεσθαι. Οὐκέτι ὡς ἄκαρπος, γῆ παροικεῖς ἐπὶ γῆς, ὀνειδισμοῦ ἠλλοτρίωσαι· γῆν γὰρ βλαστήσεις, καρποφοροῦσαν ζωῆς τὸν ἄσταχυν, τὸν τὰ ὀνείδη ἀφαιρούμενον, πάντων βροτῶν ὡς ηὐδόκησε, διὰ σπλάγχνα ἐλέους, μορφωθῆναι τὸ ἀλλότριον.
Ἦχος δ'
Τῶν Προφητῶν αἱ προρρήσεις ἐκπληροῦνται· Ὄρος γὰρ τὸ ἅγιον, λαγόσιν ἵδρυται· Κλῖμαξ ἡ θεία φυτεύεται, θρόνος ὁ μέγας, τοῦ Βασιλέως προετοιμάζεται. Τόπος εὐτρεπίζεται ὁ θεοβάδιστος. Βάτος ἡ ἄφλεκτος ἄρχεται, ἀναβλαστάνειν, ἡ Μυροθήκη τοῦ ἁγιάσματος, ἤδη πηγάζει τῆς στειρώσεως, τοὺς ποταμοὺς ἀναστέλλουσα, τῆς θεόφρονος Ἄννης, ἣν ἐν πίστει μακαρίσωμεν.
Στιχηρὰ Προσόμοια τῶν Ἐγκαινίων
Ἦχος πλ. β'
Αἱ Ἀγγελικαὶ ΤΟ ΑΚΟΥΤΕ
Δέσποτα Χριστέ, ἡ ἀθάνατος σοφία, βλέμματι τῷ σῷ, ἐπιφοίτησον ἐξ ὕψους, ἐν τούτῳ τῷ Τεμένει, καὶ ἀσάλευτον φύλαξον, ἕως συντελείας τοῦ αἰῶνος, τοὺς δὲ πιστῶς Χριστὲ ἐν τούτῳ, ἀεὶ προστρέχοντας, τοῦ ἀπροσίτου σου φωτός, ἀξίωσον εὔσπλαγχνε.
Ἦχος πλ. β'
Πάλαι Σολομών, τὸν Ναὸν οἰκοδομήσας, ζῴων αἵματα, εἰς θυσίαν σοι προσῆγεν, εἰς τύπον τοῦ Ναοῦ σου, οὗ ἐκτήσω Φιλάνθρωπε, τῷ ἴδίῳ αἵματι βουλήσει, μεθ' οὗ καὶ νῦν σε δυσωποῦμεν, τὸν μόνον εὔσπλαγχνον, ὅπως τὸ Πνεῦμα τὸ εὐθές, πέμπῃς ἐν τούτῳ ἀεί.
Ἦχος πλ. β'
Δεῦτε ἀδελφοί, εὐφρανθῶμεν φιλεόρτως, καὶ πνευματικήν, συστησώμεθα χορείαν, ψυχῆς δὲ τὴν λαμπάδα, τῷ ἐλαίῳ φαιδρύνωμεν·οὕτω γὰρ Ἐγκαίνια τιμῶνται, οὕτω δοξάζεται ὁ Κτίστης, ᾧ πάντες ἄνθρωποι, ἀνακαινίζονται ψυχήν, πρὸς ὕψος οὐράνιον.
Δοξαστικὸν, Τῶν Ἐγκαινίων
Ἦχος πλ. β'
Τὴν μνήμην τῶν ἐγκαινίων ἐπιτελοῦντες Κύριε, σὲ τὸν τοῦ ἁγιασμοῦ δοτῆρα, δοξάζοντες δεόμεθα, ἁγιασθῆναι ἡμῶν τὰ αἰσθητήρια τῶν ψυχῶν, τῇ πρεσβείᾳ τῶν ἐνδόξων Ἀθλοφόρων, Ἀγαθὲ παντοδύναμε.
Τῆς Ἁγίας
Ἦχος α'
Γερμανοῦ
Τὸ ἀπόρρητον τοῖς Ἀγγέλοις, καὶ ἀνθρώποις μεγαλεῖον, καὶ ἀπ' αἰῶνος χρησμοδοτούμενον, μυστήριον παράδοξον, σήμερον ἐν τοῖς λαγόσι τῆς σώφρονος Ἄννης βρεφουργεῖται, Μαρία ἡ θεόπαις, ἑτοιμαζομένη εἰς κατοικίαν, τοῦ παμβασιλέως τῶν αἰώνων, καὶ εἰς ἀνάπλασιν τοῦ γένους ἡμῶν, ἣν ἐν καθαρῷ συνειδότι καθικετεύσωμεν, ἀναβοῶντες πρὸς αὐτήν. Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ ὡς προστασία ὑπάρχουσα ἡμῶν τῶν χριστιανῶν, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἰς τὸν Στίχον, Στιχηρὰ ΠροσόμοιαἮχος πλ. α' Χαίροις ἀσκητικῶν ΤΟ ΑΚΟΥΤΕἌννα, ἡ θεία χάρις ποτέ, προσευχομένη ὑπὲρ τέκνου ἐβόησε, τῷ πάντων Θεῷ καὶ Κτίστῃ· Ἀδωναῒ Σαβαώθ, τὸ τῆς ἀπαιδίας οἶδας ὄνειδος, αὐτὸς τὴν ὀδύνην μου, τῆς καρδίας διάλυσον, καὶ τοὺς τῆς μήτρας, καταρράκτας διάνοιξον, καὶ τὴν ἄκαρπον, καρποφόρον ἀνάδειξον, ὅπως τὸ γεννησόμενον, δοτὸν σοι προσάξωμεν, ἐπευλογοῦντες ὑμνοῦντες, καὶ ὁμοφρόνως δοξάζοντες, τὴν σὴν εὐσπλαγχνίαν, δι' ἦς δίδοται τῷ κόσμῳ, τὸ μέγα ἔλεος.Στίχ. Ὤμοσε Κύριος τῷ Δαυΐδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσει αὐτήν.Πάλαι προσευχομένη πιστῶς, Ἄννα ἡ σώφρων, καὶ Θεῷ ἱκετεύουσα, Ἀγγέλου φωνῆς ἀκούει, προσβεβαιοῦντος αὐτῇ, τὴν τῶν αἰτουμένων θείαν ἔκβασιν, πρὸς ἥν ὁ ἀσώματος, ἐμφανῶς διελέγετο· Ἡ δέησίς σου, πρὸς τὸν Κύριον ἤγγισε, μὴ σκυθρώπαζε, τῶν δακρύων ἀπόστηθι· εὔκαρπος χρηματίσεις γάρ, ἐλαία βλαστάνουσα, κλάδον ὡραῖον Παρθένον, πάγκαλον ἄνθος ἀνθήσουσαν, Χριστὸν κατὰ σάρκα, παρεχόμενον τῷ κόσμῳ τὸ μέγα ἔλεος.Στίχ. Ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τοῦ θρόνου μου.Ζεῦγος καρπογονεῖ τὸ σεπτόν, τὴν θείαν Δάμαλιν, ἐξ ἧς προελεύσεται, ὁ Μόσχος ἀρρήτῳ λόγῳ, ὁ σιτευτὸς ἀληθῶς, ὑπὲρ ὅλου κόσμου προθυόμενος· διὸ γεγηθότες, ἐξομολόγησιν ἄπαυστον, ἐν κατανύξει, τῷ Κυρίῳ προσάγουσι, καὶ τὴν σύμπασαν, ἐποφείλουσαν ἔχουσι. Τούτους οὖν μακαρίσωμεν, καὶ πίστει χορεύσωμεν, ἐν τῇ Συλλήψει ἐνθέως, τῆς ἐξ αὐτῶν τοῦ Θεοῦ ἡμῶν, Μητρὸς τικτομένης, δι' ἧς δίδοται πλουσίως, τὸ μέγα ἔλεος.
Δοξαστικὸν, Τῶν Ἐγκαινίων
Ἦχος β'
Τὸν ἐγκαινισμὸν τελοῦντες, τοῦ πανιέρου Ναοῦ τῆς Ἀναστάσεως, σὲ δοξάζομεν Κύριε, τὸν ἁγιάσαντα τοῦτον, καὶ τελειώσαντα τῇ αὐτοτελεῖ σου χάριτι, καὶ τερπόμενον, ταῖς ἐν αὐτῷ ἱερουργουμέναις ὑπὸ πιστῶν, μυστικαῖς καὶ ἱεραῖς τελεταῖς, καὶ προσδεχόμενον ἐκ χειρὸς τῶν δούλων σου, τὰς ἀναιμάκτους καὶ ἀχράντους θυσίας, ἀντιδιδόντα δὲ τοῖς ὀρθῶς προσφέρουσι, τὴν τῶν ἁμαρτημάτων κάθαρσιν, καὶ τὸ μέγα ἔλεος.
Τῆς Ἁγίας
Ἦχος β'
Σήμερον ἐκ ῥίζης τοῦ Δαυΐδ, βασιλικὴ πορφυρὶς ἐκβλαστήσασα, τοῦ Ἰεσσαὶ βλαστάνειν ἀπάρχεται, τὸ ἄνθος τὸ μυστικόν, ἐν ᾧ Χριστὸς ὁ Θεὸς ἡμῶν ἐξήνθησεν, ὁ σῴζων τὰς ψυχὰς ἡμῶν.
Ἀπολυτικίον τῆς Ἁγίας
Ἦχος δ'
Σήμερον τῆς ἀτεκνίας δεσμὰ διαλύονται· τοῦ Ἰωακεὶμ γὰρ καὶ τῆς Ἄννης εἰσακούων Θεός, παρ' ἐλπίδα τεκεῖν αὐτοὺς σαφῶς, ὑπισχνεῖται θεόπαιδα, ἐξ ἧς αὐτός ἐτέχθη ὁ ἀπερίγραπτος, βροτὸς γεγονώς, δι' Ἀγγέλου κελεύσας βοῆσαι αὐτῇ. Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.
Ἀπολυτικίον τῶν Ἐγκαινίων
Ἦχος δ'
Ὡς τοῦ ἄνω στερεώματος τὴν εὐπρέπειαν, καὶ τὴν κάτω συναπέδειξας ὡραιότητα, τοῦ Ἁγίου Σκηνώματος τῆς δόξης σου Κύριε κραταίωσον αὐτὸ εἰς αἰῶνα αἰῶνος, καὶ πρόσδεξαι ἡμῶν τὰς ἐν αὐτῷ ἀπαύστως προσαγομένας σοι δεήσεις, διὰ τῆς Θεοτόκου, ἡ πάντων ζωὴ καὶ ἀνάστασις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα
Ἦχος α'
Χορὸς Ἀγγελικὸς ΤΟ ΑΚΟΥΤΕ
Ὁ νέος Οὐρανός, ἐν κοιλίᾳ τῆς Ἄννης, τεκταίνεται Θεοῦ, παντουργοῦ ἐπινεύσει, ἐξ οὗ καὶ ἐπέλαμψεν, ὁ ἀνέσπερος Ἥλιος, κόσμον ἅπαντα, φωταγωγῶν ταῖς ἀκτῖσι, τῆς Θεότητος, ὑπερβολῇ εὐσπλαγχνίας, ὁ μόνος φιλάνθρωπος.Δόξα... Καὶ νῦν... ὍμοιονΧορὸς προφητικός, προεκήρυξε πάλαι, τὴν ἄμωμον ἁγνήν, καὶ θεόπαιδα Κόρην, ἣν Ἄννα συνέλαβε, στεῖρα οὖσα καὶ ἄγονος, ταύτην σήμερον, ἀγαλλιάσει καρδίας, μακαρίσωμεν, οἱ δι' αὐτῆς σεσωσμένοι, ὡς μόνην πανάμωμον.
Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα
Ἦχος δ'
Ταχὺ προκατάλαβε ΤΟ ΑΚΟΥΤΕ
Ἀδὰμ ἀνακαινίσθητι, καὶ Εὔα σκίρτησον· ξηρὰ γὰρ καὶ ἄνικμος, γῆ ἀνεβλάστησε, καρπὸν εὐθαλέστατον, τὴν ἀνθήσασαν κόσμῳ, στάχυν ἀθανασίας, καὶ τὸ ὄνειδος ἅπαν, ἤρθη τῆς ἀτεκνίας· Μεθ' ὧν συνευφρανθῶμεν, χαίροντες σήμερον.Δόξα... Καὶ νῦν... Πάλιν τὸ αὐτὸ
Μετὰ τὸν Πολυέλεον, Κάθισμα
Ἦχος δ'
Κατεπλάγη Ἰωσὴφ ΤΟ ΑΚΟΥΤΕ
Ἀναβόησον Δαυΐδ, τὶ ὤμοσέ σοι ὁ Θεός; Ἅ μοι ὤμοσε φησί, καὶ ἐκπεπλήρωκεν ἰδού, ἐκ τοῦ καρποῦ τῆς κοιλίας μου δοὺς τὴν Παρθένον· ἐξ ἧς ὁ πλαστουργός, Χριστός ὁ νέος Ἀδάμ, ἐτέχθη Βασιλεύς, ἐπὶ τοῦ θρόνου μου, καὶ βασιλεύει σήμερον, ὁ ἔχων τὴν βασιλείαν ἀσάλευτον. Ἡ στεῖρα τίκτει, τὴν Θεοτόκον, καὶ τροφὸν τῆς ζωῆς ἤμών.Δόξα... Καὶ νῦν... Πάλιν τὸ αὐτὸ
Ὁ Κανὼν τῶν Ἐγκαινίων, Ἰωάννου Μοναχοῦ.ᾨδὴ α'
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θαλάσσης, τὸ ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν, ὁ παλαιὸς πεζεύσας Ἰσραήλ, σταυροτύποις Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν τῇ ἐρήμῳ ἐτροπώσατο».Ὁ στύλῳ, καθοδηγῶν τὸ πρότερον, τὸν σὸν λαὸν Ἰσραήλ, διὰ λουτροῦ βαπτίσματος Χριστέ, ἐν Σιὼν κατεφύτευσας, τὴν Ἐκκλησίαν κράζουσαν· ᾌσωμεν ᾄσμα τῷ Θεῷ ἡμῶν.Σήμερον, τῆς ἀπροσίτου δόξης σου, ἡ ἐπιφοίτησις, τὸν ἐπὶ γῆς παγέντα σοι Ναόν, οὐρανὸν κατεσκεύασεν, ἐν ᾧ συμφώνως ψάλλομεν· ᾌσωμεν ᾄσμα τῷ Θεῷ ἡμῶν.Οὐ Νόμῳ ἡ Ἐκκλησία Κύριε, ἐγκαλλωπίζεται, οὐ δουλικῶν ἐκτάσεσι χειρῶν, τοῦ Σταυροῦ δὲ τῇ χάριτι, ἐγκαυχωμένη ψάλλει σοι· ᾌσωμεν ᾄσμα τῷ Θεῷ ἡμῶν.ΘεοτοκίονἈσπόρως, τῷ τοῦ Πατρὸς βουλήματι, ἐκ θείου Πνεύματος, τὸν τοῦ Θεοῦ συνείληφας Υἱόν, καὶ σαρκὶ ἀπεκύησας, τὸν ἐκ Πατρὸς ἀμήτορα, καὶ δι' ἡμᾶς ἐκ σοῦ ἀπάτορα.
Κανών β', ᾨδὴ α', τῆς Ἁγίας ἌννηςἈνδρέου Κρήτης.
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«ᾨδὴν ἐπινίκιον, ᾄσωμεν πάντες, Θεῷ τῷ ποιήσαντι, θαυμαστὰ τέρατα, βραχίονι ὑψηλῷ, καὶ σώσαντι τὸν Ἰσραήλ, ὅτι δεδόξασται».Τὴν Σύλληψιν σήμερον, θεόφρον Ἄννα, τὴν σὴν ἑορτάζομεν, ὅτι τὴν χωρήσασαν, τὸν μηδαμοῦ χωρητόν, συνέλαβες στειρωτικῶν, ἀπολυθεῖσα δεσμῶν.Δικαίων ἐπήκουσας, τὰς ἱκεσίας, Ἁγίων ἐπλήρωσας, τὰς ἐντεύξεις Κύριε, τῶν προπατόρων σου, καὶ τούτοις δέδωκας καρπόν, τὴν σὲ τεκοῦσαν Ἁγνήν.Η' Ἄννα ἡ ἔνδοξος, νῦν συλλαμβάνει, Ἁγνὴν τὴν τὸν ἄσαρκον, συλλαβοῦσαν Κύριον, τὸν ὑπεράγαθον, καὶ τίκτειν μέλλει τὴν σαρκί, μέλλουσαν τίκτειν Χριστόν.ΘεοτοκίονΤὸ Ὄρος τὸ ἅγιον, ὅπερ προεῖδε, Προφήτης ἐν Πνεύματι, ἐξ οὗ λίθος τέτμηται, τοὺς τῶν εἰδώλων βωμούς, συντρίψας σθένει θεϊκῷ, σὺ εἶ Παρθένε Ἁγνή.
Ὁ Ἕτερος Κανὼν τῆς Ἁγίας Ἄννης, οὗ ἡ Ἀκροστιχίς, ἄνευ τῶν Θεοτοκίων.Ἡ τὴν χαρὰν τέξουσα, τίκτεται κόρη.Ἐν δὲ τοῖς Θεοτοκίοις.Γεωργίου.ᾨδὴ α'
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐν βυθῷ κατέστρωσε ποτέ, τὴν Φαραωνίτιδα, πανστρατιὰν ἡ ὑπέροπλος δύναμις, σαρκωθεὶς ὁ Λόγος δέ, τὴν παμμόχθηρον ἁμαρτίαν ἐξήλειψεν, ὁ δεδοξασμένος Κύριος, ἐνδόξως γὰρ δεδόξασται».Ἡ τοῦ κόσμου σήμερον χαρά, λόγῳ προκηρύττεται, καὶ μητρικὰς ὀδύνας εἰς εὐφρόσυνον, χαρμονὴν μεθίστησι, καὶ πολύτεκνον, τὴν τῆς φύσεως στείρωσιν, ἔσεσθαι μηνύει, ἔργοις τοῖς τῆς χάριτος πληθύνουσαν.Τὸ τερπνὸν παλάτιον Χριστοῦ, ὁ εὐρυχωρότατος, τῶν οὐρανῶν οὐρανὸς ὁ ὑπέρτερος, σήμερον εἰσδέχεται, δι' ἐντεύξεως, τὴν βάσιν τῆς ὑπάρξεως, τῆς ἐπαγγελίας ἐχούσης, ἀσάλευτον τὴν ἔκβασιν.Ἡ πορφύρα σήμερον Χριστοῦ, λαμπρῶς καταγγέλλεται, ἐκ στειρευούσης ὑφανθήσεσθαι χάριτι, νηδύος ἡ ἄσπιλος, ἐξ ἧς φορέσας ὁ Βασιλεὺς τῆς κτίσεως, φύσιν τήν βροτείαν, κόσμῳ ὡραιότατος ὀφθήσεται.ΘεοτοκίονΓηγενῶν ἡ φύσις ἐπὶ σοί, μόνη πανυπέρτατε, θεοπρεπῶς, ἐγκαυχωμένη Δέσποινα, χαίρει καὶ κηρύττει σου, τὰ παράδοξα τῆς ἁγνείας τεράστια, καὶ ἐν εὐφροσύνῃ ᾄδουσα, δοξάζει σε Θεόνυμφε.
Κανών α', ᾨδὴ γ', τῶν Ἐγκαινίων
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Εὐφραίνεται ἐπὶ σοι, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα· Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα».Ἡγίασας ἐπὶ γῆς, τὴν Ἐκκλησίαν σου Χριστὲ Πνεύματι, χρίσας αὐτὴν σήμερον, τῆς ἀγαλλιάσεως ἔλαιον.Ἀνέδειξας Ἀγαθέ, τὴν χειροποίητον σκηνὴν σήμερον, τῆς ὑπὲρ νοῦν δόξης σου, οἰκονομικῶς οἰκητήριον.Θεμέλιόν σε Χριστέ, ἡ Ἐκκλησία ἀρραγὲς ἔχουσα, τῷ σῷ Σταυρῷ στέφεται, ὡς βασιλικῷ διαδήματι.ΘεοτοκίονΣὺ μόνη τοῖς ἐπὶ γῆς, τῶν ὑπὲρ φύσιν ἀγαθῶν πρόξενος, Μήτηρ Θεοῦ γέγονας· ὅθεν σοι τὸ χαῖρε κραυγάζομεν.
Κανών β', ᾨδὴ γ', τῆς Ἁγίας Ἄννης
Ἦχος α'
Στερεωθήτω ἡ καρδία μου ΤΟ ΑΚΟΥΤΕ
Καρπὸν κοιλίας εἰ παράσχοις μοι, ἀνεβόα Ἄννα πρὸς Κύριον, μεγαλυνθήσομαι καὶ σοί, τοῦτον προσαναθήσομαι· διὰ τοῦτο συλλαμβάνει, τὴν ἁγνὴν Θεομήτορα.Ἐν παραδείσῳ εὐχομένης σου, τῆς φωνῆς ἀκούει ὁ Ὑψιστος, Ἄννα θεόφρον καὶ καρπόν, τῇ κοιλίᾳ σου δίδωσι, Παραδείσου τὴν ἀνοίξασαν, τὴν θύραν τῆς χάριτος.Τὰ κατὰ νόμον ἐκτελέσασα, καὶ Θεῷ ἀμέμπτως δουλεύσασα, κυοφορεῖς τὴν ἀληθῆ, νομοδότην κυήσασαν, Ἄννα πάνσεμνε· διὸ σε οἱ πιστοὶ μακαρίζομεν.ΘεοτοκίονΤῆς στειρευούσης διανοίας μου, ἀκαρπίαν πᾶσαν ἀπέλασον, καὶ καρποφόρον ἀρεταῖς, τὴν ψυχήν μου ἀνάδειξον, Παναγία Θεοτόκε, τῶν πιστῶν ἡ βοήθεια.
Κανών γ', ᾨδὴ γ', Ἕτερος τῆς Ἁγίας Ἄννης
Ἦχος β'
Ἐξήνθησεν ἡ ἔρημος ΤΟ ΑΚΟΥΤΕ
Ῥανάτωσαν εὐφρόσυνον, αἱ νεφέλαι σήμερον, τὸν γλυκασμὸν τοῖς πέρασιν· ἡ Νεφέλη ἰδοὺ γὰρ τίκτεται, ἐξ ἧς τὸ τῆς ζωῆς μου ὕδωρ βλύσει Χριστός.Ἀνοίγονται τῆς χάριτος, τὰ ταμεῖα σήμερον, ὁ προκηρύσσων Ἄγγελος, ἀνεβόα Ἄννης τὴν Σύλληψιν· ἰδοὺ γὰρ σὺ τὴν Πόλιν ἀποτίκτεις Θεοῦ.Νενέκρωται ἡ φύσις μέν, τῶν ἀνθρώπων πρότερον, νῦν δὲ ζωῆς τὰ σύμβολα, τῇ Συλλήψει τῆς Ἄννης δέχεται· ἀκάρπου γὰρ ῥίζης ἄρτι φύεται.ΘεοτοκίονὩς ἄνθρακα φλογίζοντα, ἁμαρτίας Ἄχραντε, τὸν σαρκωθέντα Κύριον, ὑπὲρ φύσιν ἐκ σοῦ δεχόμενοι, τοῦ πλήθους τῶν πταισμάτων καθαιρόμεθα.
Κάθισμα τῆς Ἁγίας Ἄννης
Ἦχος δ'
Κατεπλάγη Ἰωσὴφ ΤΟ ΑΚΟΥΤΕ
Εὐλογίας ἀπαρχήν, τῆς ἀκαρπίας τῷ βλαστῷ, ἐδωρήσω Ἀγαθέ, Ἄννη βοώσῃ δι' εὐχῆς. Σὺ μεταπλάττεις τὰς φύσεις τῶν ἐν γενέσει· διό μου, ὦ Σωτήρ, νενεκρωμένην αὐτήν, τὴν φύσιν ὡς Θεός, πάλιν καινούργησον, ἵνα καρπὸν προσάξω σοι, βοῶσα, τῷ παντεπόπτῃ καὶ Κτίστῃ μου. Σοὶ δόξα πρέπει, Θεὲ τῶν ὅλων, καὶ μόνε Φιλάνθρωπε.Δόξα... Τῶν ἘγκαινίωνἮχος ὁ αὐτὸς Ταχὺ προκατάλαβε ΤΟ ΑΚΟΥΤΕἘν πίστει τὰ Ἐγκαίνια, ἐπιτελοῦσι πιστοῖς, τοῦ οἴκου σου Κύριε, πέμψον ἡμῖν φωτισμόν, καὶ χάριν καὶ ἔλεος, φύλαττε δὲ καὶ τοῦτον, εἰς αἰῶνα αἰῶνος, νίκας ἐπιβραβεύων, τοῖς πιστοῖς Βασιλεῦσι, πρεσβείαις τῆς Θεοτόκου, μόνε Φιλάνθρωπε.Καὶ νῦν... Τῆς ἉγίαςἮχος ὁ αὐτὸςὉ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ΤΟ ΑΚΟΥΤΕἸωακεὶμ ὁ ἱερὸς καὶ ἡ Ἄννα, δῶρα προσήγαγον τοῖς πρὶν ἱερεύσι, καὶ μὴ δεχθέντες ἄγονοι τυγχάνοντες, δέησιν προσηύξαντο, τῷ Δοτῆρι τῶν ὅλων, καὶ τῆς προσευχῆς αὐτῶν, ἐπακούσας δωρεῖται, τούτοις τὴν ὄντως πύλην τῆς ζωῆς, ἧς τὴν Ἁγίαν τιμήσωμεν Σύλληψιν.
Κανών α', ᾨδὴ δ', τῶν Ἐγκαινίων
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐπαρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία, ἐπὶ Σταυροῦ τὸν Ἥλιον τῆς δικαιοσύνης, ἔστη ἐν τῇ τάξει αὐτῆς, εἰκότως κραυγάζουσα· Δόξα τῇ δυνάμει σου Κύριε».Οὐκ ἐν θύμασιν ἀλόγων ἡ Ἐκκλησία, ἀλλὰ τῷ σῷ τιμίῳ, ἐκ πλευρᾶς ζωηφόρου, αἵματι ῥαντίζεται, εἰκότως κραυγάζουσα· Δόξα τῇ δυνάμει σου Κύριε.Τὰ σκηνώματα Κυρίου ἠγαπημένα, τοῖς κατιδεῖν ποθοῦσιν ἀνακεκαλυμμένως, τὴν δόξαν τοῦ προσώπου αὐτοῦ, συμφώνως καὶ κράζουσι· Δόξα τῇ δυνάμει σου Κύριε.Εἰκονίζουσα τὴν χάριν ἡ Ἐκκλησία, τοῦ ἐκλεκτοῦ λαοῦ σου τὸ πολύτιμον μύρον, σήμερον ἀλείφεται τὴν θείαν τοῦ Πνεύματος, χάριν ἀοράτως λαμβάνουσα.ΘεοτοκίονἈπειρογάμως ἐκύησας ὦ Παρθένε, καὶ μετὰ τόκον ὤφθης παρθενεύουσα πάλιν· ὅθεν ἀσιγήτοις φωναῖς, τὸ χαῖρε σοι Δέσποινα, πίστει ἀδιστάκτῳ κραυγάζομεν.
Κανών β', ᾨδὴ δ', τῆς Ἁγίας Ἄννης
Ἦχος α'
Ἐν Πνεύματι προβλέπων ΤΟ ΑΚΟΥΤΕ
Ὢ θείας ἀγγελίας! ὢ ξένης λαλιᾶς! εἰ κἀγὼ συλλήψομαι, Ἀγγέλου πρὸς αὐτήν, ἀποσταλέντος, ἡ Ἄννα ἐκπληττομένη, μεγαλοφώνως ἀνεβόα· Τῷ Θεῷ μου, δόξα τῷ ποιοῦντι παράδοξα.Συγχάρητέ μοι πᾶσαι, φυλαὶ τοῦ Ἰσραήλ, ἐν γαστρὶ συνέλαβον, τὸν νέον Οὐρανόν, ἐξ οὗ τὸ ἄστρον ἀνατελεῖ μέτ' ὀλίγον, τῆς σωτηρίας Ἰησοῦς ὁ φωτοδότης, Ἄννα γηθομένη ἐκραύγαζεν.Ὑπήκουσε τῆς Ἄννης, Θεὸς τοὺς στεναγμούς, καὶ προσέσχε Κύριος, δεήσει τῇ αὐτῆς, καὶ ἀτεκνίας τὸ νέφος διασκεδάσας, φωτὶ αὐγάζει εὐτεκνίας παραδόξως· ὅθεν συλλαμβάνει τὴν μόνην Ἁγνήν.ΘεοτοκίονΠαρθένε Θεοτόκε, ἀμόλυντε Σκηνή, μολυνθέντα πταίσματι καθάρισόν με νῦν, τῶν οἰκτιρμῶν σου καθαρωτάταις ῥανίσι, καὶ δὸς μοι χεῖρα βοηθείας, ϊνα κράζω· Δόξα σοι, Ἁγνὴ θεοδόξαστε.
Κανών γ', ᾨδὴ δ', Ἕτερος τῆς Ἁγίας Ἄννης
Ἦχος β'
Ἐλήλυθας ἐκ Παρθένου ΤΟ ΑΚΟΥΤΕ
Τὸ κάλυμμα, τοῦ σκιώδους διαίρεται σήμερον, Νόμου καὶ τῆς χάριτος, ἡ εὐλογία προκύπτουσα, λάμπει τηλαυγέστατα, τῇ προκηρύξει τοῦ τόκου τῆς θεόπαιδος.Ἐλήλυθεν, οὐρανόθεν μηνύων ὁ Ἄγγελος, Ἄννῃ τὰ προοίμια, τῆς παγκοσμίου χαρᾶς ἐμφανῶς, λέγων· Τῆς δεήσεως ὑπὲρ ἐλπίδα εἰσδέχου τὴν ἐκπλήρωσιν.Ξηραίνεσθαι, τῆς κακίας τὰ ῥεύματα ἄρχεται, καὶ βρύειν τῆς χάριτος, οἱ ποταμοὶ διευθύνονται, σήμερον τοῦ τόκου σου, κηρυττομένου Παρθένε πανυπέραγνε.ΘεοτοκίονῬητόρων σε, κατ' ἀξίαν γεραίρειν Πανύμνητε, γλῶσσαι αἱ πολύφθογγοι, ἀμηχανοῦσαι συστέλλονται, φόβῳ δὲ τὰ θαύματα, καὶ σιωπῇ εὐφημοῦσαι μεγαλύνουσι.
Κανών α', ᾨδὴ ε', τῶν Ἐγκαινίων
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σὺ Κύριέ μου φῶς, εἰς τὸν κόσμον ἐλήλυθας, φῶς ἅγιον ἐπιστρέφον, ἐκ ζοφώδους ἀγνοίας, τοὺς πίστει ἀνυμνοῦντάς σε».Σὺ πάλαι ἐν Σινᾷ, σκηνὴν ἀχειροποίητον, ὑπέδειξας τῷ θεόπτῃ, Μωϋσεῖ διαγράφων, Χριστὲ τὴν Ἐκκλησίαν σου.Σὺ Κύριε σκηνήν, ἐπὶ γῆς κατεσκεύασας, ἣ τάξεσιν οὐρανίαις, τῶν βροτῶν τὰς χορείας, συνάπτει τῇ δυνάμει σου.Σὲ Κύριε πηγήν, τῆς ζωῆς ἐπιστάμεθα, σὺ Ἅγιε τὴν εἰρήνην, ἐλθὼν εὐηγγελίσω, Χριστὲ τῇ Ἐκκλησίᾳ σου.ΘεοτοκίονΣὲ ὅπλον ἀρραγές, κατ' ἐχθρῶν προβαλλόμεθα, σὲ ἄγκυραν καὶ ἐλπίδα, ἡμῶν σωτηρίας, Θεόνυμφε κεκτήμεθα.
Κανών β', ᾨδὴ ε', τῆς Ἁγίας Ἄννης
Ἦχος α'
Τὴν σὴν εἰρήνην δὸς ἡμῖν ΤΟ ΑΚΟΥΤΕ
Ἐκ ῥίζης ἡ βλαστήσασα, Δαυΐδ καὶ Ἰεσσαί, Ἄννα νῦν βλαστάνειν ἀπάρχεται, τὴν θείαν ῥάβδον τὴν βλαστήσασαν, τὸ μυστικὸν ἄνθος, Χριστὸν τὸν πάντων Κτίστην.Μητέρα γενομένην με, ἡ Ἄννα ἐκβοᾷ, ὄψονται λαοὶ καὶ θαυμάσουσιν· ἰδοὺ γὰρ κύω ὡς ηὐδόκησεν, ὁ τὰ δεσμὰ λύσας, τὰ τῆς στειρώσεώς μου.Νεάνιν ἣν συνέλαβον, ἐγὼ Προφητικαί, πόρρωθεν φωναὶ προκατήγγειλαν, Ὄρος καὶ Πύλην ἀδιόδευτον, περιχαρῶς Ἄννα, ἐβόα τοῖς παροῦσιν.
Κανών γ', ᾨδὴ ε', Ἕτερος τῆς Ἁγίας Ἄννης
Ἦχος β'
Μεσίτης Θεοῦ ΤΟ ΑΚΟΥΤΕ
Ὁ τόμος Θεοῦ, δι' ἀγγέλου σήμερον κηρύττεται, ἐν ᾧ περ ὁ σύνθρονος, Λόγος τοῦ Πατρὸς νῦν ἐγγραφήσεται, καὶ πιστοὺς ἐν τῇ Βίβλῳ, ἐγγράψει τῆς χρηστότητος.Ὑμνοῦσι νυνί, τοῦ ξένου μηνύματος τὴν δόξαν τρανῶς, οἱ δίκαιοι πλέκοντες, τὴν εὐχαριστήριόν σοι αἴνεσιν, τῷ τὴν χάριν τοῦ τόκου, δι' εὐχῆς ἐκπληρώσαντι.Σοφίας Θεοῦ, κεκρυμμένης σήμερον δηλοῦται ἡμῖν, ἀληθῶς μυστήρια, καταγγελλομένης τῆς Συλλήψεως, τῆς ἀχράντου Παρθένου, καὶ μόνης Θεομήτορος.ΘεοτοκίονΓαλήνην πιστοί, καὶ λιμένα ἔχοντες Παρθένε ἁγνή, τὴν σκέπην σου πάντοτε, τὰς ἐπαναστάσεις τὰς τῶν θλίψεων, ἀποφεύγομεν πάσας, ἐπὶ σοὶ ὁρμιζόμενοι.
Κανών α', ᾨδὴ ς', τῶν Ἐγκαινίων
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι' οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι».Τοῦ κάλλους, ὁ Βασιλεὺς Χριστὸς ἐπεθύμησε, τῆς ἐκλεκτῆς Ἐκκλησίας, καὶ Ἐθνῶν μητέρα ἀπέδειξεν, ἐκ δουλείας, υἱοθετουμένων διὰ τοῦ Πνεύματος.Φρίττουσι, τῶν δυσμενῶν δαιμόνων αἱ φάλαγγες, τὴν τοῦ Χριστοῦ Ἐκκλησίαν, τοῦ Σταυροῦ τῷ τύπῳ σημειουμένην, καὶ σκιάζει, ἡ ἁγιαστικὴ τοῦ Πνεύματος ἔλλαμψις.Οὐ ψάμμον, ἀλλά Χριστὸν θεμέλιον ἔχουσα, ἡ ἐξ' Ἐθνῶν Ἐκκλησία, στεφανοῦται, κάλλει τῷ ἀπροσίτῳ, καὶ τῇ αἴγλῃ τῆς βασιλείας ἐγκαλλωπίζεται.ΘεοτοκίονὮ θαῦμα, τῶν ἁπάντων θαυμάτων καινότερον! ὅτι Παρθένος ἐν μήτρᾳ, τὸν τὰ σύμπαντα περιέχοντα, ἀπειράνδρως, συλλαβοῦσα οὐκ ἐστενοχώρησε.
Κανών β', ᾨδὴ ς', τῆς Ἁγίας Ἄννης
Ἦχος α'
Τὸν Προφήτην Ἰωνᾶν ΤΟ ΑΚΟΥΤΕ
Πῶς χορεῖται ἐν γαστρί, ἡ χωρήσασα Θεόν; πῶς γεννᾶται τὸν Χριστόν, ἡ γεννήσασα σαρκὶ; θηλάζει δέ, πῶς ἡ τὸν Κτίστην γάλα θηλάσασα;Τῆς δεήσεως ἡμῶν, ἐπακούσας ὁ Θεός, γονιμώτατον καρπόν, νῦν δεδώρηται ὑμῖν, πανεύφημοι, Ἰωακείμ τε καί, Ἄννα σήμερον.Τὴν ἁγνὴν Περιστεράν, συλλαβοῦσα ἐν γαστρί, χαρμονῆς πνευματικῆς, ἐπληρώθη ἀληθῶς, προσάγουσα, χαριστηρίους ᾠδὰς ἡ Ἄννα Θεῷ.ΘεοτοκίονΤρικυμίαι λογισμῶν, καὶ παθῶν ἐπαγωγαί, καὶ βυθὸς ἁμαρτιῶν, τὴν ἀθλίαν μου ψυχήν, χειμάζουσι, βοήθησόν μοι ἁγία Δέσποινα.
Κανών γ', ᾨδὴ ς', Ἕτερος τῆς Ἁγίας Ἄννης
Ἦχος β'
Ἐν ἀβύσσῳ πταισμάτων ΤΟ ΑΚΟΥΤΕ
Ἀγαλλέσθῳ φαιδρῶς ἡ προμήτωρ ἡμῶν· σήμερον γὰρ δέχεται, χαρᾶς μηνύματα, τὴν λύπην ἀπωθούμενα, τῇ Συλλήψει τῆς μόνης θεόπαιδος.Τὸ τῆς δόξης διάδημα πλέκεται, καὶ ἡ ἁλουργὶς ἡ βασίλειος σήμερον, ὑπὲρ ἐλπίδα ἅπασαν, ἐν νηδὺϊ ἀκάρπῳ ὑφαίνεται.Ἰδοὺ πᾶσα ἡ κτίσις γεραίρει σου, τὰ ὑπερφυῆ καὶ μεγάλα μυστήρια· σὺ γὰρ ὑπάρχεις Δέσποινα, καὶ βροτῶν καὶ Ἀγγέλων τεράστιον.Ἰδοὺ θείων χαρίτων πηγὴ νοητή, δι' ἐπαγγελίας τοῦ Κτίστου καὶ χάριτος, ἀναστομοῦσθαι ἄρχεται, ἐν ἀνίκμῳ νηδὺϊ ἐκβλύζουσα.
Κοντάκιον τῆς Ἁγ. Ἄννης
Ἦχος δ'
Ἐπεφάνης σήμερον ΤΟ ΑΚΟΥΤΕ
Ἑορτάζει σήμερον, ἡ οἰκουμένη, τὴν τῆς Ἄννης σύλληψιν, γεγενημένην ἐν Θεῷ· καὶ γὰρ αὐτὴ ἀπεκύησε, τὴν ὑπὲρ λόγον, τὸν Λόγον κυήσασαν.
Ὁ Οἶκος
Σὺ ὁ τῇ Σάρρᾳ δοὺς ποτέ, ἐν γήρᾳ βαθυτάτῳ, τῇ σῇ ἐπιστασίᾳ, καὶ ἐν ἐπαγγελίᾳ υἱὸν τὸν μέγαν, Ἰσαὰκ σὺ ὁ διανοίξας τὴν στειρεύουσαν νηδὺν τῆς Ἄννης, Παντοδύναμε, μητρὸς Σαμουὴλ τοῦ Προφήτου σου, καὶ νῦν ἐπιδὼν ἐπ' ἐμέ, δέξαι μου τὰς δεήσεις, καὶ πλήρωσόν μου τὰς αἰτήσεις, ἐβόα ἐν κλαυθμῷ ἡ σώφρων Ἄννα καὶ στεῖρα, καὶ ἐπήκουσεν αὐτῆς ὁ εὐεργέτης. Ὅθεν ἐν χαρᾷ συνέλαβε τὴν Παρθένον, τὴν ὑπὲρ λόγον, τὸν Λόγον κυήσασαν.
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ Θ' τοῦ αὐτοῦ μηνός, ἡ Σύλληψις τῆς Ἁγίας Ἄννης, μητρὸς τῆς ὑπεραγίας Θεοτόκου.ΣτίχοιΟὐχ ὥσπερ Εὔα καὶ σὺ τίκτεις ἐν λύπαις.Χαρὰν γὰρ Ἄννα ἔνδον κοιλίας φέρεις.Τῇ δ' ἐνάτῃ Μαρίην Θεομήτορα σύλλαβεν Ἄννα.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Προφήτιδος Ἄννης, τῆς μητρὸς Σαμουὴλ τοῦ Προφήτου.ΣτίχοιΤὶ σοι ἐπαινέσειεν, Ἄννα, τις πλέον;Τὸ καρτερόφρον ἢ τὸ τῆς εὐτεκνίας;Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Στεφάνου τοῦ νεολαμποῦς, τοῦ ἐν τῷ Ἁγίῳ Ἀντίπα κειμένου.ΣτίχοιἘξήγαγες γῆς τὸν Στέφανον καὶ βίου·Στέφει δὲ δόξης ἐστεφάνωσας Λόγε.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Σωσιθέου, Ναρσοῦ καὶ Ἰσαάκ, διὰ ξίφους τελειωθέντων.ΣτίχοιΣωσίθεον σωθεῖσιν ἐγγράφει λόγος,Ὑπὲρ Θεοῦ σῴζοντος ἐκτετμημένον.Πέρσης κάραν σοι, Χριστέ, Ναρσῆς προσφέρει,Κρεῖττόν γε δῶρον σμυρνοχρυσολιβάνου.Πάθους τὸ λεῖπον Ἰσαὰκ Σάρρας τέκνου,Σφαγεὶς ἀνεπλήρωσεν Ἰσαὰκ νέος.Ταῖς αὐτῶν Ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον, καὶ σῶσον ἡμᾶς. Ἀμήν.
Κανών α', ᾨδὴ ζ', τῶν Ἐγκαινίων
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐν τῇ καμίνῳ, Ἀβραμιαῖοι Παῖδες τῇ Περσικῇ, πόθῳ εὐσεβείας μᾶλλον ἢ τῇ φλογί, πυρπολούμενοι ἐκραύγαζον· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε».Δροσοβόλος μέν, ἡ καμινιαία φλὸξ ἐδείχθη ποτέ· νῦν δέ, ἐξ ἐλαίου χρῖσμα πνευματικόν, ἁγιάζει τοὺς κραυγάζοντας· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε.Ὡς ἐν καμίνῳ, τῇ θεοδόχῳ ταύτῃ, νέᾳ σκηνῇ, πάντες, οἱ ἐξ Ἰσραήλ του πνευματικοῦ, δροσιζόμενοι βοήσωμεν· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε.Οἱ τετρωμένοι, τῷ γλυκυτάτῳ θείῳ ἔρωτι, δεῦτε, ἐν παστάδι ταύτῃ τῇ μυστικῇ, συναφθῶμεν τῷ νυμφίῳ Χριστῷ· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου κράζοντες.ΘεοτοκίονΤὸ τοῦ Ὑψίστου, ἡγιασμένον θεῖον σκήνωμα, χαῖρε· διὰ σοῦ γὰρ δέδοται ἡ χαρά, Θεοτόκε τοῖς κραυγάζουσιν· Εὐλογημένη σύ, ἐν γυναιξὶ πανάμωμε Δέσποινα.
Κανών β', ᾨδὴ ζ', τῆς Ἁγίας Ἄννης
Ἦχος α'
Τοὺς ἐν καμίνῳ Παῖδας σου ΤΟ ΑΚΟΥΤΕ
Τῆς ἀπαιδίας ὄνειδος φυγεῖν, ἱκέτευεν, Ἄννα τὸν Δεσπότην τοῦ παντός, καὶ τῆς αὐτῆς ὁ συμπαθὴς φωνῆς ἀκούσας, τὴν αὐτὸν κυήσασαν, καρπὸν παρέσχεν αὐτῇ, καθὼς ηὐδόκησεν.Βασιλικὴ πορφύρα ἐν τῇ σῇ, ἀπάρχεται, Ἄννα ἐξυφαίνεσθαι γαστρί· ἣν ὁ Θεὸς καὶ Βασιλεὺς πάντων φορέσας, τοῖς βροτοῖς ὀφθήσεται, καὶ ταπεινώσει ἐχθρούς, τοὺς πολεμοῦντας ἡμᾶς.Τὸ μύρον τὸ εὐῶδες ἐν γαστρί, συνέλαβες, Ἄννα τὴν τὸ μύρον τῆς ζωῆς, ὑπερφυῶς, εἰσδεξαμένην τὸν Δεσπότην, τὸν πνοαῖς τῆς χάριτος, τὰς διανοίας ἡμῶν εὐωδιάσαντα.ΘεοτοκίονὩς τῆς Τριάδος ἕνα σε Χριστέ, δοξάζομεν, ὅτι ἐκ Παρθένου σαρκωθείς, δίχα τροπῆς ἀνθρωπικῶς, πάντας ἠνέσχου, μὴ ἐκστὰς τῆς φύσεως, τῆς πατρικῆς, Ἰησοῦ, εἰ καὶ ἡνώθης ἡμῖν.
Κανών γ', ᾨδὴ ζ', Ἕτερος τῆς Ἁγίας Ἄννης
Ἦχος β'
Ἀντίθεον πρόσταγμα ΤΟ ΑΚΟΥΤΕ
Κρηπὶς ὑπεστήρικται τῆς σωτηρίας, καὶ βάσις τῆς χάριτος, ἡ τῆς Παρθένου Σύλληψις, ἐν ᾗ ὑπὲρ ἔννοιαν γεννήσεται, τῶν γηγενῶν ἡ ἐλπίς, μελπόντων Χριστῷ διηνεκῶς· Εὐλογητὸς εἶ καὶ ὑπερένδοξος.Τὸ Ὄρος τὸ ἅγιον ἐπαγγελίᾳ, τοῦ Κτίστου τὴν ὕπαρξιν, σήμερον προμηνύεται, λαμβάνον καὶ ἅπασαν, κατακαλύπτον τὴν γῆν, τρόπῳ τῆς γεννήσεως· διὸ τὸν εὐεργέτην Χριστὸν δοξάζομεν.Ἐλύθησαν χάριτι τῆς ἀτεκνίας, οἱ Δίκαιοι σήμερον, καὶ Εὔας τῶν τῆς λύπης δεσμῶν, μηνύματα ἔλαβον, ἀπολυτρώσεως· ὅθεν καὶ τὴν ἔκβασιν Χριστόν, ἐπεκαλοῦντο τὸν τῆς ζωῆς χορηγόν.ΘεοτοκίονὉ ὢν ἀπερίγραπτος ἐν τοῖς ἀχράντοις, κόλποις τοῦ Γεννήτορος, ἐν σοὶ Παρθένε ἄχραντε, σαρκὶ περιφέρεται, δι' οἶκτον ἄφατον· ὅθεν καὶ προσίεται, γραφήν, ἐν τῇ εἰκόνι ὁ Ὑπεράγαθος.
Κανών α', ᾨδὴ η', τῶν Ἐγκαινίων
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον».Σήμερον χιτῶνα νοητόν, ὑφαντὸν ἄνωθεν, ἐκ θείας χάριτος, ἡ Ἐκκλησία σου Κύριε, νύμφη ὥς περ ἐστολίσατο, καὶ τοὺς οἰκείους συγκαλεῖ, πρὸς εὐφροσύνην λαούς· Εὐλογεῖτε, πάντα τὰ ἔργα βοῶσα τὸν Κύριον.Σήμερον ὁ δεύτερος Ἀδάμ, Χριστὸς ἀνέδειξε, Παράδεισον νοητόν, Σκηνὴν ἁγίαν τὴν φέρουσαν, κατὰ ξύλου τοῦ τῆς γνώσεως, τὸ ζωηφόρον τοῦ Σταυροῦ, ὅπλον τοῖς ψάλλουσιν· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.Πατρὸς ἐξ ἀνάρχου τὸν Υἱόν, καὶ Πνεῦμα Ἅγιον, μίαν θεότητα, τελείαν ἄναρχον ἄκτιστον, ὁμοούσιον ἀσύγχυτον, ἐν ὑποστάσεσι τρισί, σέβοντες ψάλλομεν· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.ΘεοτοκίονΣὺ μόνη ἐν πάσαις γενεαῖς, Παρθένε ἄχραντε, Μήτηρ ἐδείχθης Θεοῦ· σὺ τῆς Θεότητος γέγονας, ἐνδιαίτημα Πανάμωμε, μὴ φλογισθεῖσα τῷ πυρὶ τοῦ ἀπροσίτου φωτός· ὅθεν πάντες, σὲ εὐλογοῦμεν Μαρία Θεόνυμφε.
Κανών β', ᾨδὴ η', τῆς Ἁγίας Ἄννης
Ἦχος α'
Ὃν φρίττουσιν Ἄγγελοι ΤΟ ΑΚΟΥΤΕ
Δαυΐδ ἣν προέφησε, Βασίλισσαν ἰδού, γαστρὶ ὑποδέχομαι, ἡ Ἄννα ἐκβοᾷ, καὶ τέξω τὴν πάντων προστασίαν πιστῶν, τὴν τὸν Βασιλέα, Χριστὸν μέλλουσαν τίκτειν.Ἡ γῆ ἣν κατῴκησεν, ὁ γῆς Δημιουργός, τὸ Σκῆπτρον τὸ ἅγιον, ἡ νέα Κιβωτός, ἡ Στάμνος τοῦ Μάννα, ἐν νηδὺϊ μητρός, τῆς αὐτὴν τεκούσης, ἀπάρχεται βλαστάνειν.Ἡ Βάτος ἡ ἄφλεκτος, Λυχνία ἡ χρυσῆ, ὁ ἔμψυχος θάλαμος, Κυρίου τοῦ Θεοῦ, ἡ ἔντιμος Ῥάβδος, ἐν γαστρὶ τῆς μητρός, τῆς αὐτὴν τεκούσης, ἀπάρχεται βλαστάνειν.ΘεοτοκίονἈνάστησον κείμενον, εἰς βάθη με κακῶν· τοὺς νῦν πολεμοῦντάς με, πολέμησον ἐχθρούς, τρωθέντα ἀτόποις, ἡδοναῖς τὴν ψυχήν, Ἁγνὴ μὴ παρίδῃς, ἀλλ' οἴκτειρον καὶ σῶσον.
Κανών γ', ᾨδὴ η', Ἕτερος τῆς Ἁγίας Ἄννης
Ἦχος β'
Κάμινος ποτὲ ΤΟ ΑΚΟΥΤΕ
Τύπον τηλαυγῆ, τῆς φύσεως τοῦ γένους, ἡ τῆς στειρώσεως ὑπέφηνεν, Ἄννης ἀπολύτρωσις· Θεοῦ γνῶσιν γὰρ στειρεύουσα, ὑπὲρ ἐλπίδα λέλυται· ἔγνω γὰρ τὸν Δεσπότην, καὶ εὐσεβείας πληθύνει καρπούς.Ἅρμα τὸ φρικτόν, τοῦ μόνου Βασιλέως, ἐπὶ τῆς γῆς κατασκευάζεται, ἐξ Ἄννης λαμβάνον ἀρχήν, ἐν ᾧ μέλλει ἐποχούμενος, ὁ Κτίστης παραγίνεσθαι, ὅπως με πρός τὸ ὕψος, ἀναβιβάσῃ τῆς χάριτος,Ἴδεν ἐπὶ σοί, παράδοξα ἡ κτίσις, θεογεννῆτορ ὑπερένδοξε, ξένη σου ἡ Σύλληψις, καὶ ἡ πρόοδος ἐξαίρετος, τοῦ σώματός τε ἅπασα, αὔξησιν γνωρισμάτων, τῆς ἀφθαρσίας ἐμφαίνουσα.Ὕδωρ τὸ ζωῆς, ἐκ σοῦ Παρθένε βλύσαν, ὁ Ποιητὴς καὶ συνοχεὺς τοῦ παντός, τῆς πλάνης τῷ καύσωνι, τὸ ἀνθρώπινον φλεγόμενον, ἐδρόσισεν, ἡγίασεν, ἔδειξε καρποφόρον υἱοθετήσας τῇ χάριτι.
Κανών α', ᾨδὴ θ', τῶν Ἐγκαινίων
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας τὰς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν».Δεῦτε καθαρᾷ τῇ καρδίᾳ, καὶ νηφαλέᾳ διανοίᾳ, τῆς τοῦ Βασιλέως θυγατρός, τῆς Ἐκκλησίας τὴν ὡραιότητα, ὑπὲρ χρυσίον λάμπουσαν, κατανοοῦντες μεγαλύνωμεν.Χαῖρε καὶ εὐφραίνου ἡ Νύμφη, τοῦ Βασιλέως τοῦ μεγάλου, κατοπτριζομένη τηλαυγῶς, τοῦ σοῦ Νυμφίου τὴν ὡραιότητα, σὺν τῷ λαῷ σου κράζουσα· Σὲ Ζωοδότα μεγαλύνομεν.Τὴν ἐξ ὕψους ἄμυναν Σῶτερ, τῇ Ἐκκλησίᾳ σου παράσχου, ἄλλον οὐκ οἶδεν, εἰμὴ σὲ Θεὸν τὸν ῥύστην, τὸν ὑπὲρ ταύτης πάλαι, τὴν σὴν ψυχὴν προθέμενον, ἐν ἐπιγνώσει σὲ δοξάζουσα.ΘεοτοκίονΔέχου τὰς λιτὰς τοῦ λαοῦ σου, καὶ τῷ Υἱῷ σου Θεοτόκε, πρέσβευε Παρθένε ἐκτενῶς, ἡμᾶς κινδύνων καὶ περιστάσεων, ῥυσθῆναι τοὺς ὑμνοῦντάς σε· σὺ γὰρ προστάτις καὶ ἐλπὶς ἡμῶν.
Κανών β', ᾨδὴ θ', τῆς Ἁγίας Ἄννης
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὴν ζωοδόχον πηγὴν συλλαμβάνουσα, Ἄννα θεόφρον, χαρὰν νῦν ἀνάλαβε, τὸν Ναὸν τὸν ἅγιον, ἔνδον ἐν κοιλίᾳ σου, εἰσδεχομένη, φωτὶ δικαιοσύνης, ἀστραπτομένη τὸν Κτίστην μεγάλυνον».Ἡ ξυνωρὶς ἡ σεπτὴ καὶ ἀοίδιμος, τοῦ πρὸ αἰῶνος Υἱοῦ οἱ προπάτορες, οἱ τοῦ Νόμου φύλακες, ἀκριβεῖς γενόμενοι, οἱ ἀπαρχὴν τῆς χαρᾶς γεγεννηκότες, Ἰωακείμ τε καὶ Ἄννα τιμάσθωσαν.Ἣν Δανιὴλ Ὄρος μέγα τεθέαται, καὶ Ἰωὴλ Γῆν Ἁγίαν ἑώρακε, Πύλην ἀδιόδευτον, ἄλλος ἣν προέφησεν, ἐσφραγισμένην Πηγὴν καὶ θεῖον Πόκον, τὴν Θεοτόκον Παρθένον ὑμνήσωμεν.Ἡ πορφυρὶς ἡ τὸ ἔριον βάψασα, τῆς ἀπορρήτου τοῦ Λόγου σαρκώσεως, τὸ θυμιατήριον τὸ χρυσοῦν, ἡ Τράπεζα, ἐν ᾗ ὁ ἄρτος Χριστὸς ἐναπετέθη, ἡ Θεοτόκος Παρθένος δοξάζεται.
Κανών γ', ᾨδὴ θ', Ἕτερος τῆς Ἁγίας Ἄννης
Ἦχος β'
Ἀνάρχου Γεννήτορος ΤΟ ΑΚΟΥΤΕ
Κροτείτωσαν σήμερον, τῶν Προφητῶν οἱ πρόκριτοι· ἰδοὺ γὰρ αἱ προρρήσεις, αὐτῶν τῆς χάριτος, ἄρχονται πληροῦσθαι ἀξίως, ἐν τῇ σεπτῇ, Συλλήψει τῆς μόνης, ἁγνῆς Θεομήτορος, ἐν ῇ πάντες ἀγαλλόμεθα.Ὁ θρόνος ὁ ἔνδοξος, προτίθεται τοῦ Κτίσαντος, ἡ σωτήριος Πύλη, νῦν εὐτρεπίζεται, μόνῳ τῷ Δεσπότῃ καὶ Κτίστῃ, διαβατὴ μόνῳ τηρουμένη, δι' ἧς εἰσαγόμεθα, εἰς ζωὴν τὴν ἀτελεύτητον.Ῥημάτων δεήσεως, Ἰωακεὶμ σὺν Ἄννῃ βοᾷ, σὺ ἐπήκουσας μόνος, ὁ Ποιητὴς καὶ Θεός, καὶ τῆς ἀτεκνίας τὴν λύσιν, σὺ παρασχών, ῥίζαν ἀφθαρσίας, ἐδωρήσω Κύριε, καὶ ἡμῖν τοῖς σὲ δοξάζουσιν.Ἡ κλῖμαξ στηρίζεται, δι' ἧς ὁ Κτίστης Κύριος, καταβὰς ἀνελκύσει, ἄνω τὴν φύσιν ἡμῶν· Χαίροις οὐρανὲ σὺν Ἀγγέλοις, χαῖρε Θεοῦ, ἡ σύμπασα κτίσις, χαίροις τὸ ἀνθρώπινον γένος, χάριτι θεούμενον.ΘεοτοκίονὙμνῶ σου τὴν ἄφατον, φιλανθρωπίαν Δέσποινα· σὺ γὰρ εἶ φωτισμός μου, σύ μου τὸ καύχημα, σύ μου χορηγὸς τῆς σοφίας, σύ μου χαρά, σύ μου προσδοκία, σὺ μου τὸ ὀχύρωμα, τὸ κραταίωμα καὶ στήριγμα.
Ἐξαποστειλάριον τῶν ἐγκαινίων
Ἦχος γ'
Ἐν πνεύματι τῷ Ἱερῷ ΤΟ ΑΚΟΥΤΕ
Ἣν τῷ ἀχράντῳ αἵματι, ἐξηγόρασας Λόγε, πανθαύμαστον καὶ πάντιμον, καὶ σεπτὴν Ἐκκλησίαν, ἐγκαίνισον ἐν Πνεύματι, Ἀγαθὲ καὶ κάλλυνον, ἀκτῖσι ταῖς θειοτάταις, ὁ τῇ δόξῃ δοξάζων, τοὺς ἀξίως σοῦ Ναοῦ, Ἐγκαίνια ἐκτελοῦντας.
Ἐξαποστειλάριον τῆς Ἁγίας Ἄννης
Ἦχος γ'
Ἐν πνεύματι τῷ Ἱερῷ ΤΟ ΑΚΟΥΤΕ
Εἰσήκουσε τοῦ στεναγμοῦ, τοῦ τῆς σώφρονος Ἄννης, ὁ Κύριος ὡς εὔσπλαγχνος, καὶ παρέσχετο ταύτη, τὴν μόνην ἀπειρόγαμον, τὴν τὸ φῶς ἐκλάμψασαν, τοῖς πέρασιν ἀπορρήτως, ἣν ὁ θεῖος καὶ κλεινός, καθορῶν Ἰωακείμ, ἠγάσθη καὶ ἐγεγήθει.
Ἐξαποστειλάριον τῆς Ἁγίας Ἄννης
Ἦχος γ'
Ὁ οὐρανὸν τοῖς ἄστροις ΤΟ ΑΚΟΥΤΕ
Ἡ τοῦ Θεοῦ σοφία, οἰκοδομεῖ τὸν ἑαυτῆς, οἶκον ἐκ στείρας νηδύος, τὴν Θεοτόκον Μαριάμ, ἣν μακαρίσωμεν πᾶσαι, αἱ γενεαὶ κατὰ χρέος.
Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἁγίας.
Στιχηρὰ Προσόμοια
Ἦχος β', Οἶκος τοῦ Ἐφραθᾶ ΤΟ ΑΚΟΥΤΕ
Ἀπόθεσθε Ἀδάμ, καὶ Εὔα πᾶσαν λύπην· ἡ μήτηρ τῆς χαρᾶς γάρ, ἐν στείρᾳ παραδόξως, καρπογονεῖται σήμερον.
Ἦχος β'
Προπάτωρ Ἀβραάμ, καὶ πάντες Πατριάρχαι, εὐφραίνεσθε ὁρῶντες, τοῦ Θεοῦ τὴν Μητέρα, ἐκ ῥίζης ὑμῶν φύουσαν.
Ἦχος β'
Χαῖρε Ἰωακείμ, καὶ Ἄννα χαῖρε, ὅτι, χαρᾶς καὶ σωτηρίας, τὴν πρόξενον τῷ κόσμῳ, καρπογονεῖτε σήμερον.
Ἦχος β'
Χορὸς τῶν Προφητῶν, ἀγάλλεσθε· ἰδοὺ γάρ, Ἄννα καρπὸν ἐκφύει, δι' οὗ αἱ προφητεῖαι, ὑμῶν περαιωθήσονται.
Ἦχος β'
Συγχάρητε φυλαί, πᾶσαι τῇ στείρᾳ, Ἄννῃ, ὅτι καρπὸν κοιλίας, ἐκφύει παρ' ἐλπίδα, ζωῆς ἡμῖν τὴν πρόξενον.
Ἦχος β'
Τὰ πέρατα τῆς γῆς, εὐφραίνεσθε· ἰδοὺ γάρ, τοῦ Κτίστου τῶν ἁπάντων, ἡ Μήτηρ ἐξ ἀκάρπου, γαστρὸς φύεται σήμερον.
Δοξαστικὸν, Τῶν Ἐγκαινίων
Ἦχος πλ. α'
Ὁ ἐπὶ τῶν κόλπων τῶν πατρικῶν ἐπαναπαυόμενος Λόγε, τὸ Πνεῦμά σου τὸ Ἅγιον, ἐγκαίνισον ἐν τῷ Ναῷ, τῷ εἰς τὸ ὄνομά σου ἀνεγηγερμένῳ.
Θεοτοκίον
Ἦχος β'
Σήμερον ἐκ ῥίζης τοῦ Δαυΐδ, βασιλικὴ Πορφυρὶς ἐκβλαστήσασα, τοῦ Ἰωακεὶμ βλαστάνειν ἀπάρχεται, τὸ ἄνθος τὸ μυστικόν, ἐν ᾧ Χριστὸς ὁ Θεὸς ἡμῶν ἐξήνθησεν, ὁ σῴζων τὰς ψυχὰς ἡμῶν.
Μεγάλη Δοξολογία
Εἰς τὴν Λειτουργίαν. Τυπικά, καὶ ἐκ τῶν Κανόνων, ᾨδὴ γ' καὶ ς'.
| TA ΜΗΝΑΙΑ | Δεκέμβριος | 09 |
Dec 10
Τῌ Ι' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΔΕΚΕΜΒΡΙΟΥΜνήμη τῶν Ἁγίων Μαρτύρων, Μηνᾶ τοῦ Καλλικελάδου, Ἑρμογένους, καὶ Εὐγράφου.
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια Προεόρτια.
Στιχηρὰ τῶν Ἁγίων Μαρτύρων
Ἦχος α'
Πανεύφημοι Μάρτυρες ὑμᾶς ΤΟ ΑΚΟΥΤΕ
Μάρτυς παναοίδιμε Μηνᾶ, ἐκπελματιζόμενος, τοὺς ὀφθαλμοὺς ἐκκεντούμενος, καὶ ἀφαιρούμενος, θεολόγον γλῶσσαν, ἔφερες στερρότατα, τὰς θείας ἀντιδόσεις σκοπούμενος· διὸ ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Ἦχος α'
Χεῖρας ἐκκοπτόμενος ποδῶν, στέργει τὴν ἀφαίρεσιν, ὁ Ἑρμογένης ὁ ἔνδοξος, καὶ κατοπτώμενος, τῷ πυρὶ πλειόνως, ζέσιν τὴν ἐγκάρδιον, ἐδήλου τῷ Θεῷ προσκολλώμενος, ᾧ καὶ πρεσβεύει νῦν, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Ἦχος α'
Μέλη συνθλαττόμενοι σοφοί, κόλπον πρὸς θαλάττιον, ἐναπερρίφητε Ἅγιοι, νεύσει δὲ κρείττονι, γαληνὸν πρὸς ὅρμον, τῆς τρυφῆς ἰθύνθητε, βυθίσαντες κακίαν τοῦ ὄφεως· διὸ πρεσβεύσατε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Ἔτερα Στιχηρὰ τῶν Ἁγίων Μαρτύρων
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσιν ΤΟ ΑΚΟΥΤΕ
Ὡς ἀστέρες πολύφωτοι, νοητῶς ἀνατείλαντες, ἐν τῷ τῆς Ἐκκλησίας στερεώματι, πᾶσαν τὴν κτίσιν φωτίζετε, καλλίνικοι Μάρτυρες, τῶν ἀγώνων τῷ φωτί, καὶ θαυμάτων ταῖς λάμψεσιν· ὅθεν σήμερον, τὴν φωσφόρον τελοῦμεν γεγηθότες, καὶ ἁγίαν ὑμῶν μνήμην, στεφανηφόροι πανόλβιοι.
Ἦχος δ'
Καλλικέλαδον ὄρνιν σε, πρὸς τὸ ἄλσος φωνήσαντα, τῶν ἀγώνων ἔνδοξε, καὶ πρὸς μίμησιν, τὸν Ἑρμογένην ἐκλύσαντα, Μηνᾶν καὶ τὸν Εὔγραφον, καὶ σὺν τούτοις τοῦ ἐχθροῦ, διαδράντα τὰ θήρατρα, τὰ πολύπλοκα, καὶ πετάσαντα θείας πρὸς ἐπαύλεις, καλιάς τε οὐρανίους, μεγαλοφώνως γεραίρομεν.
Ἦχος δ'
Καὶ χειρῶν παναοίδιμοι, καὶ ποδῶν στερισκόμενοι, κεφαλὰς τεμνόμενοι καὶ στρεβλούμενοι, καὶ πάσαις ἄλλαις κολάσεσι, καθυποβαλλόμενοι, οὐκ ἠρνήσασθε Χριστόν, οὐ ξοάνοις ἐθύσατε, ἀλλὰ χαίροντες, τῆς ζωῆς τῆς προσκαίρου, πρὸς ἐκείνην, τὴν αἰώνιον καὶ θείαν, μετεβιβάσθητε Μάρτυρες.
Δοξαστικὸν
Ἦχος πλ. β'
Ὄντως ἡ γλῶσσά σου, κάλαμος γραμματέως ὀξυγράφου, ἀθλητὰ ἐδείχθη, Καλλικέλαδε Μηνᾶ, ῥητορεύουσα σαφῶς πίστιν εὐσεβῆ, καὶ δόγματα σωτήρια, δι' ὧν Θεὸς ἐδοξάσθη, καὶ ὡραῖον κάλλει, τὸν Ἑρμογένην ἀπέφηνας, ὃς τοῦ θείου Βαπτίσματος διὰ σοῦ τετύχηκε, καὶ τοῦτον συναθλητήν, καὶ τῶν ἀγώνων κοινωνόν, σὺν Εὐγράφῳ τῷ καλῶς ἐφεπομένῳ σοι, παμμάκαρ ἀπέδειξας, καὶ νῦν ἐν παρρησίᾳ, τῷ τοῦ Σωτῆρος θρόνῳ παριστάμενοι, μὴ ἐλλίπητε πρεσβεύειν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Θεοτοκίον
Ἦχος πλ. β'
Μονογενές, ὁμοούσιε, τῷ Πατρί σου καὶ τῷ Πνεύματι, ὁ ἐκ Παρθένου σαρκωθείς, ἀσυγχύτως ὡς οἶδας αὐτός, ἐν ἁγνείᾳ φύλαττε τὴν ποίμνην σου, ἐν εἰρήνῃ καὶ ὁμονοίᾳ περιέπων αὐτήν.
Σταυροθεοτοκίον
Ἦχος πλ. β'
Τριήμερος ἀνέστης Χριστὲ ΤΟ ΑΚΟΥΤΕ
Λαὸν τὸν ἀνομώτατον, ἀδίκως καθηλοῦντά σε, ἐπὶ ξύλου, ἡ Παρθένος καὶ ἁγνή, καὶ Μήτηρ σου ὁρῶσα, ὡς Συμεὼν προέφη, τὰ σπλάγχνα Σῶτερ διετέτρωτο.
Ἀπόστιχα
Δοξαστικὸν
Ἦχος πλ. β'
Μαρτυρικὴ χορεία, εὐσεβεῖς πρόμαχοι, σήμερον πιστῶν ἀναδείκνυνται, Τυράννων, πᾶσαν καθελόντες δυσσέβειαν Μηνᾶς, Εὔγραφος καὶ Ἑρμογένης οἱ σοφοί· ὅθεν τῆς τριφώτου συνάριθμοι, Τριάδος ὑπάρχοντες, τῷ γνόφῳ τῆς θείας ἐλλάμψεως καταλαμφθέντες, σὺν ἀσωμάτοις χορείαις ἀγάλλονται, τῷ Θεῷ καὶ Σωτῆρι ἱκετεύοντες, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Θεοτοκίον
Ἦχος πλ. β'
Τριήμερος ἀνέστης ΤΟ ΑΚΟΥΤΕ
Ἀγκάλας τὰς ἀχράντους σου, ἐν αἷς Θεὸν ἐβάστασας, Παναγία, ὑφαπλώσασα νυνί, σκέπασον ἀπὸ πάσης, ὀργῆς ἡμᾶς βιαίας, ἐλπὶς τοῦ κόσμου Θεοτόκε Ἁγνή.
Σταυροθεοτοκίον
Ἦχος πλ. β'
Τριήμερος ἀνέστης ΤΟ ΑΚΟΥΤΕ
Σταυρούμενος ἐσάλευσας, τὴν γῆν πᾶσαν Μακρόθυμε, τῶν πιστῶν δέ, ἐπεστήριξας ψυχάς· διὸ καὶ ἀνυμνοῦμεν, καὶ πόθῳ προσκυνοῦμεν, τὴν ἀκατάληπτόν σου δύναμιν.
Ἀπολυτίκιον
Ἦχος πλ. δ'
Τὸ προσταχθὲν ΤΟ ΑΚΟΥΤΕ
Δι᾿ ἐγκρατείας, τῶν παθῶν τὰς πυριφλέκτους, ἀπονεκρώσαντες ὁρμὰς καὶ τὰς κινήσεις, τοῦ Χριστοῦ οἱ Μάρτυρες, ἔλαβον τὴν χάριν, τὰς νόσους ἀποδιώκειν τῶν ἀσθενῶν, καὶ ζῶντες καὶ μετὰ τέλος θαυματουργεῖν, ὄντως θαῦμα παράδοξον! ὅτι ὀστέα γυμνά, ἐκβλύζουσιν ἰάματα. Δόξα τῷ μόνῳ Θεῷ ἡμῶν.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Ὁ Κανὼν τῶν Ἁγίων Μαρτύρων, οὗ ἡ Ἀκροστιχίς.Στερροὺς ἀνυμνῶ Μάρτυρας στεφηφόρους.Ἰωσήφ.ᾨδὴ α'
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Χριστὸς γεννᾶται, δοξάσατε, Χριστὸς ἐξ οὐρανῶν, ἀπαντήσατε, Χριστὸς ἐπὶ γῆς, ὑψώθητε· ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί, ὅτι δεδόξασται».Στεφάνοις δόξης κοσμούμενοι, καὶ θρόνῳ του Θεοῦ παριστάμενοι, καὶ θείου φωτὸς πληρούμενοι, πόθῳ τὴν φωτοφόρον, μνήμην ὑμῶν, τοὺς ἐπιτελοῦντας, ἀμαυρώσεως παθῶν, Μάρτυρες ῥύσασθε.Τὴν θείαν στέργοντες εὔκλειαν, Θεοῦ τῆς καλλονῆς ἐφιέμενοι, τοῦ βίου τερπνὰ ἀπώσασθε, πᾶσάν τε δυναστείαν, περιφανῆ, καὶ διὰ θανάτου, ἀτελεύτητον ζωήν, Μάρτυρες εὕρατε.Ἐνθέῳ ζήλῳ πυρούμενοι, τὸ πῦρ τῆς ἀθεΐας κατέσβεσαν, καὶ λύχνοι τὸ φῶς πυρσεύοντες, πᾶσι τῆς εὐσεβείας περιφανῶς, ὤφθησαν ἐν πίστει, Ἑρμογένης καὶ Μηνᾶς, οἱ μεγαλόφρονες.ΘεοτοκίονῬυσθῆναι Κόρη πανάμωμε, παθῶν ἐπικρατείας τοὺς δούλους σου, τὸν σὸν ἐκτενῶς ἱκέτευε, Κύριον καὶ Δεσπότην, ὃν ἐκ τῶν σῶν, πάναγνε αἱμάτων, ἐσωμάτωσας ἡμῖν, προσομιλήσαντα.
Κανών α', ᾨδὴ γ', τῶν Μαρτύρων
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τῷ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς γεννηθέντι ἀρρεύστως Υἱῷ, καὶ ἐπ' ἐσχάτων ἐκ Παρθένου, σαρκωθέντι ἀσπόρως, Χριστῷ τῷ Θεῷ βοήσωμεν· Ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν, Ἅγιος εἶ Κύριε».Αἴγλῃ οὐρανίῳ, λαμπρυνθέντες οἱ ἅγιοι Μάρτυρες, σκότος διέλυσαν εἰδώλων, τῆς ἀπάτης καὶ φέγγος, ἡμῖν ἰάσεων ἤστραψαν, τοῖς μελῳδοῦσι τῷ πάντων Θεῷ. Ἅγιος εἶ Κύριε.Νέκρωσιν τοῦ ζῶντος, ἀνιχνεύων Δεσπότου Μηνᾶ θαυμαστέ, ἐκπελματοῦσαι καὶ τὴν κάραν, τοῦ τυράννου συντρίβεις, ἐχθροῦ ἐρείδων τοὺς πόδας σου, εἰς ἀσφαλῆ μαρτυρίου ὁδόν, μάρτυς ἀνδρικώτατα.Ὕμνει τὸν Σωτῆρα, Ἑρμογένης τὰς χεῖρας τεμνόμενος, ἱερωσύνης φαιδροτέραν, τὴν στολὴν τῶν αἱμάτων βαφαῖς, σαφῶς ἐργαζόμενος, καὶ μιμητὴς τοῦ παθόντος σαρκί, χάριτι δεικνύμενος.ΘεοτοκίονΜόνην γυναιξὶ σε, τὴν ὡραίαν τῷ κάλλει εὑράμενος, σωματοφόρος ἐκ γαστρός σου, προελήλυθε Κόρη, Χριστός, θείαις ὡραιότησι, καταφαιδρύνας τὸ γένος ἡμῶν· ὅθεν σε γεραίρομεν.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Τῷ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς γεννηθέντι ἀρρεύστως Υἱῷ, καὶ ἐπ' ἐσχάτων ἐκ Παρθένου, σαρκωθέντι ἀσπόρως, Χριστῷ τῷ Θεῷ βοήσωμεν· Ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν, Ἅγιος εἶ Κύριε».
Κάθισμα
Ἦχος πλ. δ'
Τὴν Σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ
Παρωσάμενοι δόξαν τὴν κοσμικήν, ἐπτερώθησαν δόξῃ τῇ θεϊκῇ, Μηνᾶς Ἑρμογένης τε, καὶ ὁ ἔνδοξος Εὔγραφος, καὶ προθύμῳ γνώμῃ, τὸν ὄγκον ὑπέμειναν, τῶν δεινῶν βασάνων, σαρκὸς μὴ φεισάμενοι· ὅθεν μετὰ τέλος, εἰς βυθοὺς θαλαττίους, ῥιφέντες ἰθύνθησαν, πρὸς λιμένα οὐράνιον, οἷς ἐν πίστει βοήσωμεν. Πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.Δόξα... Ἦχος α'Τὸν τάφον σου Σωτὴρ ΤΟ ΑΚΟΥΤΕΜηνᾶς ὁ θαυμαστός, ὁ κλεινὸς Ἑρμογένης, ἡ πάνσεπτος δυάς, τῆς ἁγίας Τριάδος, πολύθεον φρύαγμα, ἀνδρικῶς κατεπάτησαν, καὶ τελέσαντες, τὸν ἱερώτατον δρόμον, νίκης ἔλαβον, ἐξ οὐρανοῦ τοὺς στεφάνους, δυνάμει τοῦ Πνεύματος.Καὶ νῦν... ΘεοτοκίονΤὸν πάντων Ποιητήν, καὶ Θεόν σου καὶ Κτίστην, πανάμωμε Ἁγνή, διὰ Πνεύματος θείου, ἐν μήτρᾳ σου ἐχώρησας, καὶ φθορᾶς δίχα τέτοκας, ὃν δοξάζοντες, σὲ ἀνυμνοῦμεν Παρθένε, ὡς Παλάτιον, τοῦ Βασιλέως τῆς δόξης, καὶ κόσμου ἀντίλυτρον.Ἢ ΣταυροθεοτοκίονΚαὶ σοῦ τῆς καθαρᾶς, καὶ πανάγνου Παρθένου, διῆλθεν ἀληθῶς, τὴν καρδίαν ῥομφαία, Σταυρῷ ὡς ἑώρακας, τὸν Υἱόν σου ὑψούμενον, παναμώμητε, εὐλογημένη Μαρία, τὸ προσφύγιον, ἁμαρτωλῶν καὶ τὸ τεῖχος, καὶ κόσμου κραταίωμα.
Κανών α', ᾨδὴ δ', τῶν Μαρτύρων
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐξ αὐτῆς Χριστέ, ἐκ τῆς Παρθένου ἀνεβλάστησας, ἐξ ὄρους ὁ αἰνετός, κατασκίου δασέος, ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου, ὁ ἄυλος καὶ Θεός· Δόξα τῇ δυνάμει σου, Κύριε».Νόμους διαγγέλλων φωταυγεῖς, ἀνόμως σου τὰ ὄμματα, ἐκκεντηθεὶς Μηνᾶ ὑπήνεγκας, καρδίας τοὺς ὀφθαλμούς, πρὸς τὸ φῶς τὸ ἄδυτον, ἔχων ἐμμελῶς, ἀποσκοποῦντας, καὶ μέλπων χαρμονικῶς. Δόξα τῇ δυνάμει σου Κύριε.Ὤφθη σου ἡ γλῶσσα τῷ πυρί, τοῦ Πνεύματος Σοφώτατε, ἐκτεθηγμένην τῷ τέμνεσθαι· ἐλάλεις γὰρ κελαδῶν, τοῦ Θεοῦ τὰ θαύματα, καὶ τοῦ δικαστοῦ τὴν ἀφροσύνην, μετάγων εἰς εὐσεβῆ δόξαν, ἐμφανῶς τοῦ ποιήσαντος.Μεγάλως τὸ πάθος καρτερῶν, τοὺς πόδας ἀποτέμνεται, ὁ Ἑρμογένης τὴν τοῦ ὄφεως, καταπατῶν κεφαλήν, καὶ ὁδὸν στελλόμενος, γνώμῃ ἀκλινεῖ τοῦ Μαρτυρίου, εἰσάγουσαν πρὸς ζωήν, τῆς ἐπουρανίου λαμπρότητος.Ἄπληγον τηροῦντι τὴν ψυχήν, Χριστὸς σοι ἐπιφαίνεται, σοῦ τὰς πληγὰς Μηνᾶ ἰώμενος, ἀνδρείως τε καρτερεῖν, σὲ ἐγκελευόμενος· ὅπως διὰ σοῦ τὴν σωτηρίαν, ἐλέους ὁ θελητής, πάντων τῶν ἁγίων ἐργάσηται.ΘεοτοκίονῬάβδος ἐκ τῆς ῥίζης, Ἱεσσαί, ἐβλάστησας ἀνθήσασα, τὸν φυτουργὸν πάσης τῆς κτίσεως, μαράναντα τὰ φυτά, τῆς ἀκάρπου γνώσεως· πίστιν δὲ ἡμῖν ἀληθεστάτην, φυτεύσαντα εὐσεβῶς, ἄχραντε Παρθένε πανύμνητε.
Κανών α', ᾨδὴ ε', τῶν Μαρτύρων
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θεὸς ὢν εἰρήνης, Πατὴρ οἰκτιρμῶν, τῆς μεγάλης Βουλῆς σου τὸν Ἄγγελον, εἰρήνην παρεχόμενον, ἀπέστειλας ἡμῖν· ὅθεν θεογνωσίας, πρὸς φῶς ὁδηγηθέντες, ἐκ νυκτὸς ὀρθρίζοντες, δοξολογοῦμέν σε, Φιλάνθρωπε».Τὶ μάτην ταράττῃ, ἐβόων ὁμοῦ, δικαστῇ παρανόμῳ οἱ Μάρτυρες, δύναμιν παρεχόμενος, παρίσταται ἡμῖν, μόνος ὁ ἐν ἰσχύϊ, ἀήττητος ὑπάρχων· ὑπὲρ οὗ τὰς αἰκίσεις, καθυπομένομεν στερρότατα.Ὑπῆρξεν ἀθρόα, ἡ μεταβολή, Ἑρμογένους σαφῶς πρὸς τὸν Κύριον· λουτρῷ γὰρ ἐκκαθαίρεται, καὶ κρίσει θεϊκῇ, τῆς ἀρχιερωσύνης, τὸ φῶς ἀναλαμβάνει, διδαχαῖς καταυγάζων, τοὺς ἐν νυκτὶ δεινῶν ὑπάρχοντας.Ῥητόρων λιπόντες, ἀδόκιμον νοῦν, ἀγραμμάτων πλοκαῖς ἡλιεύθητε, σοφίσαντος τοῦ Πνεύματος, ὑμᾶς ὡς ἀληθῶς, Μάρτυρες καὶ πρὸς πᾶσαν, βασάνων καταιγίδα, δυνατούς ἐν ἰσχύϊ, ἐργαζομένου διὰ πίστεως.ΘεοτοκίονἉγίων Ἀγγέλων, Παρθένε ἁγνή, ὑπερέχουσα ὤφθης κυήσασα, βουλῆς μεγάλης Ἄγγελον, Θεὸν Ἐμμανουήλ, βροτοὺς ἐπουρανίους, αὐτοῦ τῇ καταβάσει, ἐργασάμενον Κόρη, δι' εὐσπλαγχνίαν ἀδιήγητον.
Κανών α', ᾨδὴ ς', τῶν Μαρτύρων
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν, ἐνάλιος θήρ, οἷον ἐδέξατο, τῇ Παρθένῳ δέ, ἐνοικήσας ὁ Λόγος καὶ σάρκα λαβών, διελήλυθε φυλάξας ἀδιάφθορον· ἧς γάρ, οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν, κατέσχεν ἀπήμαντον».Σῴζεις, Ἰωνᾶν, θηρὸς τὴν τριήμερον, τυποῦντα ταφὴν σοῦ Παντοδύναμε, τὰ δὲ σώματα, τῶν Μαρτύρων πελάγει ῥιπτόμενα, ἰθύνεις γαληνότατον, πρὸς ὅρμον τῆς ταφῆς, ἔνθα σοῦ τὸ θεῖον βούλημα, εἰς ἡμῶν τῶν πιστῶν περιποίησιν.Σώματα ὑμῶν, ἀήττητοι Μάρτυρες, βυθὸς ἀσινῆ τῇ χέρσῳ δέδωκε, προηγουμένων, οὐρανίων Ἀγγέλων μακάριοι, καὶ πᾶσι τὴν κατάθεσιν, δηλούντων τὴν ὑμῶν, οὔσαν ἰαμάτων ἔκβλυσιν, καὶ παθῶν ψυχικῶν ἀπολύτρωσιν.Τάξεις νοεραί, ὑμῶν κατεπλάγησαν, τὴν ὑπομονήν, ὅπως τὸν ἄσαρκον, μετὰ σώματος, ἐτροπώσασθε δράκοντα Μάρτυρες, καὶ νίκης τοὺς στεφάνους ἀνεδήσασθε, θρόνῳ Θεοῦ παριστάμενοι, καὶ ταῖς θείαις αὐγαῖς πυρσευόμενοι.ΘεοτοκίονἜστη μέχρι σοῦ, Παρθένε ὁ θάνατος· ζωὴν γὰρ Χριστὸν ἐκυοφόρησας, τὸν δωρούμενον, καθαρῶς εἰς αὐτὸν τοὺς πιστεύοντας, τὴν ἀθάνατον καὶ θείαν ἀπολύτρωσιν, τοῦτον, Παναγία αἴτησαι, λυτρωθῆναι πταισμάτων τοὺς δούλους σου.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν, ἐνάλιος θήρ, οἷον ἐδέξατο· τῇ Παρθένῳ δέ, ἐνοικήσας ὁ Λόγος καὶ σάρκα λαβών, διελήλυθε φυλάξας ἀδιάφθορον· ἧς γάρ, οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν, κατέσχεν ἀπήμαντον».
Κοντάκιον
Ἦχος δ'
Ἐπεφάνης σήμερον ΤΟ ΑΚΟΥΤΕ
Τῆς στρατείας ἥρπασε, σὲ τῆς προσκαίρου, καὶ ἀφθάρτου ἔδειξε, συγκληρονομον ὦ Μηνᾶ, σὺν τοῖς συνάθλοις σου Κύριος, ὁ παρασχὼν σοι τόν ἄφθαρτον στέφανον.
Ὁ Οἶκος
Ὕμνοις τὴν σὴν πανήγυριν στέφων Ἀθλοφόρε Κυρίου, τοὺς σοὺς ἀγῶνας κροτῶ, καὶ ἀνυμνῶ τὰ παλαίσματα· ὑπὲρ γὰρ μόνου τοῦ πάντων Κτίστου, ὡς χρυσὸς ἐν καμίνῳ ἐδοκιμάσθης, ἀλλὰ τὸν σὸν σταθηρὸν λογισμὸν οὐκ ἐσάλευσε τὸ πλῆθος τῶν παρανόμων· ἄνωθεν γὰρ αὐτὸν ἐστήριξεν ὁ Χριστὸς ἐν τοῖς ἀγῶσιν, ὁ παρασχὼν σοι τόν ἄφθαρτον στέφανον.
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ Ι' τοῦ αὐτοῦ μηνός, ἄθλησις τῶν Ἁγίων τοῦ Χριστοῦ Μαρτύρων, Μηνᾶ τοῦ καλλικελάδου, Ἑρμογένους, καὶ Εὐγράφου.ΣτίχοιΤμηθεὶς ὁ Μηνᾶς, κἂν κελαδεῖν οὐκ ἔχῃ,Φιμοῖ κελαδοῦν δυσσεβείας τὸ στόμα.Τὴν δυσσέβειαν ἐκπτύσας Ἑρμογένης,Ὑπῆρξε Μάρτυς εὐσεβείας ἐκ ξίφους.Τὰς ἐκ μαχαίρας, Εὔγραφε, τρώσεις φέρων,Ὀξὺς Θεοῦ κάλαμος ὤφθης, εὖ γράφων.Εὐκέλαδος δεκάτῃ Μηνᾶς ξίφει αὐχένα δῶκεν.Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Γέμελλος, σταυρωθείς, τελειοῦται.ΣτίχοιὙπὲρ Θεοῦ Γέμελλος ἐσταυρωμένου,Τὴν ἐν ξύλῳ σταύρωσιν ἀσμένως φέρει.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θωμᾶ τοῦ Δεφουρκινοῦ.Ὁ Ἅγιος Ἱερομάρτυς Θεότεκνος, ξίφει τελειοῦται.Ὁ Ἅγιος μάρτυς Μαριανός, λιθοβοληθεὶς τελειοῦται.Ὁ Ἅγιος μάρτυς Εὐγένιος, ξύλοις τυπτόμενος, τελειοῦται.Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Κανών α', ᾨδὴ ζ', τῶν Μαρτύρων
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Οἱ Παῖδες εὐσεβείᾳ συντραφέντες, δυσσεβοῦς προστάγματος καταφρονήσαντες, πυρὸς ἀπειλὴν οὐκ ἑπτοήθησαν, ἀλλ' ἐν μέσῳ τῆς φλογός, ἑστῶτες ἔψαλλον· Ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ».Φωνῆς ἑορταζόντων καθαρῶς ἔνθα, ἦχος ἐξακούεται, ἀγαλλομένῃ τῇ ψυχῇ, Ἀθληταὶ κατεσκηνώσατε, θυμηδίας ἐμπιπλάμενοι καὶ μέλποντες· ὁ τῶν Πατέρων, Θεὸς εὐλογητός εἶ.Ἡδὺς μοι ἀνεβόα Ἑρμογένης, ὄνπερ θνῄσκῳ θάνατον· ἐμοὶ τὸ ζῆν ἐστὶ Χριστός, τὸ θανεῖν δὲ κέρδος ἄπειρον· ἐκκοπτέσθω μου τὰ μέλη, πόθῳ ψάλλοντος· ὁ τῶν Πατέρων, Θεὸς εὐλογητὸς εἶ.Φρονήσει στερροτάτῃ τῇ τῶν ζώντων, σεαυτὸν ἐνέγραψας, βίβλῳ ὦ Εὔγραφε σοφέ· κεφαλὴν γὰρ ἀφαιρούμενος, ὡς ἐν ἅρματι, τῷ σῷ ἐπέβης αἵματι καὶ πρὸς ἀνέσπερον φῶς μετεβιβάσθης.ΘεοτοκίονΟὐ φλέξας σου τὴν μήτραν οὐ σαλεύσας, Παρθενίας σήμαντρα, ὁ σαρκωθεὶς Λόγος ἐκ σοῦ, προελήλυθε παρέχων ἡμῖν, ἀφθαρσίαν καὶ ζωὴν Κόρη τοῖς μέλπουσιν· ὁ τῶν Πατέρων, Θεὸς εὐλογητὸς εἶ.
Κανών α', ᾨδὴ η', τῶν Μαρτύρων
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος, ἐξεικόνισε κάμινος τύπον· οὐ γὰρ οὓς ἐδέξατο φλέγει Νέους, ὡς οὐδὲ πῦρ τῆς Θεότητος, Παρθένου ἣν ὑπέδυ νηδύν· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν· Εὐλογείτω ἡ Κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας».Ῥήγνυται σοῦ πρὸ ποδῶν ὁ ματαιόφρων, συμπατούμενος Μηνᾶ θεόφρον· ὀφθαλμῶν στερήσας γὰρ σε καὶ γλώττης, τὸν λογισμόν, οὐκ ἐσάλευσε τῆς στάσεως τῆς κρείττονος· διὸ γηθοσύνως ἀνεκραύγαζες· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.Ὅτε σε τῇ ὠμοτάτῃ προαιρέσει, ἑκατέρων χειρῶν καὶ ποδῶν σου, δικαστὴς ἐστέρησεν ὁ παράφρων, τότε σοφέ, τῶν βραβείων ἐφιέμενος Ἑρμόγενες, Χριστῷ ἐμελῴδεις ἀγαλλόμενος· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.Ὑμνῶ σου Μηνᾶ τοὺς θείους ἄθλους, τιμῶ Ἑρμογένους τοὺς ἀγῶνας, προσκυνῶ τὰ λείψανα, ἀναμέλπω τοὺς αἰκισμούς, τὰ δεσμὰ τοὺς διωγμούς τε καὶ τὰς μάστιγας, δι᾿ὧν πρὸς ζωὴν βοῶντες ἤρθητε· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.ΘεοτοκίονΣτάμνον σε τὸ μάννα κεκτημένην, τῆς Θεότητος ἔγνωμεν Κόρη, Κιβωτὸν καὶ Τράπεζαν, καὶ Λυχνίαν, θρόνον Θεοῦ, καὶ Παλάτιον καὶ Γέφυραν μετάγουσαν, πρὸς θείαν ζωὴν τοὺς ἀναμέλποντας· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος, ἐξεικόνισε κάμινος τύπον· οὐ γὰρ οὓς ἐδέξατο φλέγει Νέους, ὡς οὐδὲ πῦρ τῆς Θεότητος, Παρθένου ἣν ὑπέδυ νηδύν· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν· Εὐλογείτω ἡ Κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας».
Κανών α', ᾨδὴ θ', τῶν Μαρτύρων
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τύπον τῆς ἁγνῆς λοχείας σου, πυρπολουμένη Βάτος ἔδειξεν ἄφλεκτος, καὶ νῦν καθ' ἡμῶν, τῶν πειρασμῶν ἀγριαίνουσαν κατασβέσαι αἰτοῦμεν τὴν κάμινον, ἵνα σε Θεοτόκε, ἀκαταπαύστως μεγαλύνωμεν».Ἴδε φωταυγῆς πανήγυρις, φωτοειδῶν Μαρτύρων πᾶσιν ἐξέλαμψε, καταυγάζουσα, τῆς οἰκουμένης τὰ πέρατα, καὶ ψυχῶν ἀβλεψίαν ἐξαίρουσα, προσέλθωμεν προθύμως, ἁγιασμὸν ἀπαρυσόμενοι.Ὧνπερ ἀγαθῶν ἐτύχετε, ἐπουρανίων δόξης, ἧς ἠξιώθητε, πίστει τὴν φαιδράν, μνήμην ὑμῶν τοὺς γεραίροντας, ὡς Θεῷ παριστάμενοι πάντοτε, τυχεῖν ἐκδυσωπεῖτε, Μεγαλομάρτυρες δεόμεθα.Σῶμα καὶ ψυχὴν προσήξατε, τῷ Ποιητῇ τῶν ὅλων θυσίαν ἄμωμον, ὁλοκαυτωθέντες, τῷ πυρὶ τῶν κολάσεων, καὶ Μαρτύρων χοροῖς ἠριθμήθητε, φωτὶ ἀκραιφνεστάτῳ, καταλαμπόμενοι θεόφρονες.Ἤρθη πρὸς μονὰς σκηνούμενος, φωτοειδὴς Μαρτύρων χορὸς ὁ ἔνθεος, καὶ παρίσταται, Πατρὶ Υἱῷ τε καὶ Πνεύματι, ἀπολαύων τρανῶς τῆς θεώσεως, Μηνᾶς σὺν Ἑρμογένει, καὶ τῷ Εὐγράφῳ οἱ θεόφρονες.ΘεοτοκίονΦέγγος ἀστραπῆς τοῦ τόκου σου, ἡ ἀπωσθεῖσα φύσις ἡμῶν Πανάμωμε, εἶδε καὶ νυκτὸς ἐξ ἀγνωσίας λελύτρωται, καὶ παθῶν τῆς σκοτώδους συγχύσεως· διὸ σε ὡς αἰτίαν, τῆς σωτηρίας ἡμῶν σέβομεν.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Τύπον τῆς ἁγνῆς λοχείας σου, πυρπολουμένη Βάτος ἔδειξεν ἄφλεκτος, καὶ νῦν καθ' ἡμῶν, τῶν πειρασμῶν ἀγριαίνουσαν κατασβέσαι αἰτοῦμεν τὴν κάμινον, ἵνα σε Θεοτόκε, ἀκαταπαύστως μεγαλύνωμεν».
Ἐξαποστειλάριον
Ἦχος γ'
Ὁ οὐρανὸν τοῖς ἄστροις ΤΟ ΑΚΟΥΤΕ
Ῥητορικοῖς σου λόγοις, καὶ θείοις θαύμασι Μηνᾶ, συναθλητὴν ἐπεσπάσω, τὸν ἱερὸν Ἑρμογένην, μεθ' οὗ σε σὺν τῷ Εὐγράφῳ, περιχαρῶς εὐφημοῦμεν.
Θεοτοκίον
Ἦχος γ'
Ὁ οὐρανὸν τοῖς ἄστροις ΤΟ ΑΚΟΥΤΕ
Θεοκυῆτορ Μαρία, τῶν γηγενῶν εὐκληρία, ἁμαρτωλῶν προστασία, Χριστιανῶν ἐλπὶς μόνη, κόσμου παντὸς σωτηρία, ῥῦσαι πυρὸς ἀπειλῆς με.
Ἀπόστιχα
Δοξαστικὸν
Ἦχος πλ. β'
Πάλιν ἡμῖν ἡ ἐτήσιος μνήμη, τῶν τοῦ κόσμου φωστὴρων ἐξέλαμψε, Μηνᾶ τε Ἑρμογένους καὶ Εὐγράφου, τῶν πιστῶν τὰς καρδίας φωτίζουσα, τοῖς ὑπὲρ Χριστοῦ διὰ Σταυροῦ αὐτῶν ἀγωνίσμασι. Δι᾿ὃ τῷ ἐν δόξῃ καὶ τιμῇ στεφανώσαντι αὐτούς, Χριστῷ τῷ Θεῷ ἡμῶν, τὸν ὕμνον προσάξωμεν.
Θεοτοκίον
Ἦχος πλ. β'
Θεὸν ἐκ σοῦ σαρκωθέντα ἔγνωμεν, Θεοτόκε Παρθένε· αὐτὸν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Σταυροθεοτοκίον
Ἦχος πλ. β'
Τριήμερος ἀνέστης Χριστὲ ΤΟ ΑΚΟΥΤΕ
Ἐν ξύλῳ προσπαγέντα σε, Χριστὲ ἡ σὲ κυήσασα, καθορῶσα, τὴν καρδίαν γοερῶς, ἐτέτρωτο βοῶσα· Ἀνάστα ὦ Υἱέ μου, ὅπως ὑμνήσω σου τὴν ἔγερσιν.
| TA ΜΗΝΑΙΑ | Δεκέμβριος | 10 |
Dec 1117
ΚΥΡΙΑΚΗ ΤΩΝ ΑΓΙΩΝ ΠΡΟΠΑΤΟΡΩΝ
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Μετὰ τὸν Προοιμιακόν, στιχολογοῦμεν τοῦ, Μακάριος ἀνήρ, τὸ Κάθισμα ὅλον. Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ι' καὶ ψάλλομεν Στιχηρὰ Ἀναστάσιμα γ', Ἀνατολικὰ γ' καὶ τῶν Προπατόρων Στιχηρὰ Προσόμοια δ'.
Στιχηρὰ Προσόμοια τῶν Προπατόρων
Ἦχος πλ. δ'
Ὁ ἐν Ἐδὲμ Παράδεισος ΤΟ ΑΚΟΥΤΕ
Τῶν Προπατόρων σήμερον πιστοί, τελοῦντες μνημόσυνα, ἀνυμνήσωμεν Χριστὸν τὸν Λυτρωτήν, τὸν μεγαλύναντα αὐτούς, ἐν πᾶσι τοῖς ἔθνεσι, καὶ θαυμάτων τὰ παράδοξα πιστῶς, ἐπιτελέσαντα Κύριον, ὡς κραταιὸν καὶ δυνατόν· καὶ ἐξ αὐτῶν ἀναδείξαντα, ῥάβδον δυνάμεως ἡμῖν, τὴν μόνην ἀπείρανδρον, καὶ θεόπαιδα Μαρίαν τὴν ἁγνήν, ἐξ ἧς τὸ ἄνθος προῆλθε Χριστός, βλαστήσας πᾶσι τὴν ζωήν, καὶ ἀδάπανον τρυφήν, καὶ σωτηρίαν τὴν αἰώνιον.
Ἦχος πλ. δ'
Ὁ τοὺς Ἁγίους Παιῖδας ἐκ πυρός, ῥυσάμενος Δέσποτα, καὶ ἐκ στόματος λεόντων Δανιήλ, ὁ εὐλογήσας Ἀβραάμ, Ἰσαάκ τε τὸν δοῦλόν σου, καὶ τὸν τούτου υἱὸν τὸν Ἰακώβ, ὁ εὐδοκήσας ἐκ σπέρματος, τούτων γενέσθαι καθ' ἡμᾶς, ἵνα τοὺς πρὶν ὀλισθήσαντας, σώσῃς προπάτορας ἡμῶν, σταυροῦσαι καὶ θάπτεσαι, καὶ συντρίβεις τοῦ θανάτου τὰ δεσμά, συνεγείρεις τε πάντας, τοὺς ἀπ' αἰῶνος ὄντας ἐν νεκροῖς, προσκυνοῦντάς σου Χριστέ, τὴν Βασιλείαν τὴν αἰώνιον.
Ἦχος πλ. δ'
Ὡς ἐν ψεκάδι μέσον τῆς φλογός, τῇ δρόσῳ τοῦ Πνεύματος, ἀγαλλόμενοι οἱ Παῖδες τοῦ Θεοῦ, περιεπάτουν μυστικῶς, ἐν αὐτῇ προτυπώσαντες, τὴν Τριάδα καὶ τὴν σάρκωσιν Χριστοῦ, καὶ ὡς σοφοὶ διὰ πίστεως, ἔσβεσαν δύναμιν πυρός, καὶ Δανιὴλ δὲ ὁ δίκαιος, λεόντων ὤφθη φιμωτής· ὧν ταῖς δεήσεσι, δυσωπούμενος φιλάνθρωπε Σωτήρ, καὶ ἡμᾶς τοῦ ἀσβέστου, καὶ αἰωνίου λύτρωσαι πυρός, καὶ ἀξίωσον τυχεῖν, τῆς οὐρανίου Βασιλείας σου.
Ἦχος πλ. δ'
Ὥσπερ ἐν δρόσῳ ὄντες οἱ πιστοί, καὶ Ἅγιοι Παῖδες σου, ἐν καμίνῳ τῆς φλογὸς τῆς τοῦ πυρός, προεζωγράφουν μυστικῶς, τὴν ἐκ Παρθένου σου ἔλευσιν, τὴν ἀφλέκτως ἀναλάμψασαν ἡμῖν, καὶ Δανιὴλ δὲ ὁ δίκαιος, καὶ ἐν Προφήταις θαυμαστός, τρανῶς τὴν θείαν δευτέραν σου, ἐπιδημίαν προδηλῶν. Ἑώρων ἐκραύγαζεν, ἕως οὗ θρόνοι ἐτέθησαν φησί, καὶ κριτὴς ἐκαθέσθη, καὶ τοῦ πυρὸς ἐπέστη ποταμός· οὗ ῥυσθείημεν Χριστέ, ταῖς ἱκεσίαις αὐτῶν Δέσποτα.
Δοξαστικὸν
Ἦχος πλ. β'
Ἀνατολίου
Τοὺς πρὸ τοῦ νόμου Πατέρας, ἅπαντας εὐφημήσωμεν σήμερον πιστοί, Ἀβραὰμ τὸν φιλόθεον, Ἰσαὰκ τὸν ἐξ ἐπαγγελίας τεχθέντα, καὶ Ἰακώβ, καὶ τοὺς δώδεκα Πατριάρχας, Δαυΐδ τὸν πραότατον καὶ Δανιὴλ τὸν ἐπιθυμιῶν Προφήτην, καὶ τοὺς τρεῖς Παῖδας σὺν αὐτοῖς γεραίροντες, τοὺς τὴν κάμινον εἰς δρόσον μεταβαλόντας, αἰτούμενοι ἄφεσιν παρὰ Χριστοῦ τοῦ Θεοῦ, τοῦ ἐνδοξαζομένου ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Ἀπόστιχα
Δοξαστικὸν
Ἦχος γ'
Γερμανοῦ
Τῶν Προπατόρων τὸ σύστημα, οἱ φιλέορτοι δεῦτε, ψαλμικῶς εὐφημήσωμεν, Ἀδὰμ τὸν Προπάτορα, Ἐνώχ, Νῶε, Μελχισεδέκ, Ἀβραάμ, Ἰσαὰκ καὶ Ἰακώβ· μετὰ νόμον, Μωϋσῆν καὶ Ἀαρών, Ἰησοῦν, Σαμουὴλ καὶ Δαυΐδ· μεθ' ὧν τὸν Ἡσαΐαν, Ἱερεμίαν, Ἰεζεκιήλ, καὶ Δανιὴλ καὶ τοὺς δώδεκα, ἅμα Ἠλιού, Ἐλισαῖον καὶ τοὺς ἅπαντας, Ζαχαρίαν καὶ τὸν Βαπτιστήν, καὶ τοὺς κηρύξαντας Χριστόν, τὴν ζωὴν καὶ ἀνάστασιν τοῦ γένους ἡμῶν.
Θεοτοκίον
Ἦχος γ'
Ἀσπόρως ἐκ θείου Πνεύματος, βουλήσει δὲ Πατρός, συνείληφας Υἱὸν τὸν τοῦ Θεοῦ, ἐκ Πατρὸς ἀμήτορα, πρὸ τῶν αἰώνων ὑπάρχοντα, δι' ἡμᾶς δὲ ἐκ σοῦ ἀπάτορα γεγονότα, σαρκὶ ἀπεκύησας, καὶ βρέφος ἐγαλούχησας· διὸ μὴ παύσῃ πρεσβεύειν, τοῦ λυτρωθῆναι κινδύνων τὰς ψυχὰς ἡμῶν.
Ἀπολυτίκιον τῶν Προπατόρων
Ἦχος β'
Ἐν πίστει τοὺς Προπάτορας ἐδικαίωσας, τὴν ἐξ Ἐθνῶν δι' αὐτῶν προμνηστευσάμενος Ἐκκλησίαν. Καυχῶνται ἐν δόξῃ οἱ Ἅγιοι, ὄι ἐκ σπέρματος αὐτῶν, ὑπάρχει καρπός εὐκλεής, ἡ ἀσπόρως τεκοῦσά σε. Ταῖς αὐτῶν ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Ὁ Κανὼν τῶν Ἁγίων τριῶν Παίδων, οὗ ἡ Ἀκροστιχίς.Τρεῖς παῖδας ὑμνῶ, Δανιήλ τε τὸν μέγαν. Θεοφάνους.ᾨδὴ α'
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν Αἰγυπτίαν, μοχθηρίαν διαφυγών, ὁ Ἰσραηλίτης ἀνεβόα· Τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν».Τὸν ἄναρχον Λόγον τὸν ἐκ Πατρός, πρὸ πάντων αἰώνων, γεννηθέντα θεοπρεπῶς, τὸν ἐν τῇ καμίνῳ νεανίαις, συμβολικῶς ὁραθὲντα δοξάσωμεν.Ῥημάτων τυράννου τοῦ δυσσεβοῦς, οἱ εὐγενεῖς Παῖδες, καταπτύσαντες καρτερῶς, τροφαῖς παρανόμοις μιανθῆναι, Χαλδαϊκῶς οὐ κατηξίωσαν.Ἐτρέφεσθε λόγῳ μὲν ψυχικῶς, τροφαῖς αὐτομάτοις, κεχρημένοι δὲ σαρκικῶς, τῶν ἁβροδιαίτων ταῖς ἰδέαις, τῷ Βασιλεῖ ὡραιότεροι δείκνυσθε.ΘεοτοκίονἸὸν τὸν τοῦ ὄφεως ἀκοαῖς, πικρῶς ἐμπαρέντα, ταῖς τῆς Εὔας ἡ ἐκ Δαυΐδ, βλαστήσασα Κόρη θεραπεύει, τὸν Λυτρωτὴν κυοφορήσασα.
Ὁ Κανὼν τῶν Ἁγίων Προπατόρων, οὗ ἡ Ἀκροστιχὶς.Πατράσιν αἶνον εἰκότως νῦν εἰσφέρω. Ἰωσήφ.ᾨδὴ α'
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Χριστὸς γεννᾶται, δοξάσατε, Χριστὸς ἐξ οὐρανῶν, ἀπαντήσατε, Χριστὸς ἐπὶ γῆς, ὑψώθητε. ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί, ὅτι δεδόξασται».Πατράσιν αἶνον προσάξωμεν, πρὸ Νόμου καὶ ἐν Νόμῳ ἐκλάμψασι, καὶ τὸν ἐκ Παρθένου λάμψαντα, Κύριον καὶ Δεσπότην, γνώμῃ ὀρθῇ, τεθεραπευκόσι, καὶ ἀδύτου φωτισμοῦ νῦν ἀπολαύουσιν.Ἀδὰμ τὸν πρῶτον τιμήσωμεν, χειρὶ τετιμημένον τοῦ κτίσαντος, καὶ πάντων ἡμῶν Προπάτορα, ἤδη γεγενημένον, καὶ ἐν σκηναῖς, ταῖς ἐπουρανίαις, μετὰ πάντων ἐκλεκτῶν ἀναπαυόμενον.Τὸν Ἄβελ δῶρα προσάγοντα, ψυχῇ εὐγενεστάτῃ προσήκατο, ὁ πάντων Θεὸς καὶ Κύριος, τοῦτον δὲ μιαιφόνῳ, πάλαι χειρί, τεθανατωμένον, ἀνεκόμισε πρὸς φῶς ὡς θεῖον Μάρτυρα.ΘεοτοκίονῬητῶν ἐνθέων ἀκούσωμεν, βοώντων τοῦ Χριστοῦ τὴν ἀνάδειξιν· ἰδοὺ γὰρ Σπηλαίῳ τίκτεται, Κόρης ἐξ ἀπειράνδρου, οὗ τὸν φρικτόν, τόκον προμηνύει, Ἀστρολόγοις ὁ ἀστὴρ ἐπιφαινόμενος.Καταβασία ΤΟ ΑΚΟΥΤΕ«Χριστὸς γεννᾶται, δοξάσατε, Χριστὸς ἐξ οὐρανῶν, ἀπαντήσατε, Χριστὸς ἐπὶ γῆς, ὑψώθητε· ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί, ὅτι δεδόξασται».
Κανών α', ᾨδὴ γ', τῶν Ἁγίων τριῶν Παίδων
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σὺ εἶ τὸ στερέωμα, τῶν προστρεχόντων σοι Κύριε, σὺ εἶ τὸ φῶς τῶν ἐσκοτισμένων, καὶ ὑμνεῖ σε τὸ πνεῦμά μου».Σύνεσιν κτησάμενοι, τὴν θεοδίδακτον Δέσποτα, Παῖδες Δαυΐδ, Νόμους τοὺς πατρῴους, θεοφρόνως ἐτήρησαν.Πῦρ οὐ κατεφλόγισε, τὰ καθαρώτατα σώματα, τῶν εὐσεβῶν· διὰ γὰρ νηστείας, ψυχοτρόφου ἠρδεύοντο.Αἶνον τὸν παγκόσμιον, καὶ πολυΰμνητον ᾄδουσι, Παῖδες οἱ τρεῖς, μέσον τῆς καμίνου, θαυμαστῶς δροσιζόμενοι.ΘεοτοκίονἽνα τόκον Δέσποτα, ἐκ παρθενεύοντος σώματος, δείξῃς ἡμῖν, σῴζεις ἐν καμίνῳ, παρθενεύοντα σώματα.
Κανών β', ᾨδὴ γ', τῶν Ἁγίων Προπατόρων
Ἦχος α'
Τῷ πρὸ τῶν αἰώνων ΤΟ ΑΚΟΥΤΕ
ᾌδεται ἐν κόσμῳ, τὸ τοῦ Σὴθ πρὸς τὸν Κτίστην διάπυρον· ἐν γὰρ ἀμέμπτῳ πολιτείᾳ, καὶ ψυχῆς διαθέσει, αὐτὸν ὄντως ἐθεράπευσε, καὶ νῦν ἐν χώρᾳ τῶν ζώντων βοᾷ, ἅγιος εἶ Κύριε.Στόματι καὶ γλώσσῃ, καὶ καρδίᾳ Ἐνὼς ὁ θαυμάσιος, ἐπικαλεῖσθαι θεοφρόνως, τὸν τῶν ὅλων Δεσπότην, Θεὸν ἤλπισεν ἐν πνεύματι, καὶ εὐαρέστως βιώσας ἐν γῇ, κλέος ἐπηνέγκατο.Ἱερολογίαις, ἱεραῖς τὸν Ἐνὼχ μακαρίσωμεν· εὐαρεστήσας γὰρ Κυρίῳ, μετετέθη ἐν δόξῃ, ὀφθεὶς κρείττων καθὼς γέγραπται, θανάτου οἷα Θεοῦ πεφηνώς, δοῦλος γνησιώτατος.ΘεοτοκίονΝῦν ἡ προσδοκία, τῶν Ἐθνῶν ἐκ Παρθένου προέρχεται, καὶ Βηθλεὲμ τὴν κεκλεισμένην, ὑπανοίγει προσφόρως, Ἐδὲμ Λόγον σωματούμενον, εἰσδεδεγμένη καὶ φάτνῃ σαρκί, ἐπανακλινόμενον.Καταβασία ΤΟ ΑΚΟΥΤΕ«Τῷ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς γεννηθέντι ἀρρεύστως Υἱῷ, καὶ ἐπ' ἐσχάτων ἐκ Παρθένου, σαρκωθέντι ἀσπόρως, Χριστῷ τῷ Θεῷ βοήσωμεν· Ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν, Ἅγιος εἶ Κύριε».
Ἡ Ὑπακοὴ
Ἦχος β'
Εἰς δρόσον τοῖς Παισί, τὸ πῦρ μετεβάλλετο, ὁ θρῆνος εἰς χαράν, ταῖς Γυναιξὶν ἐνηλλάττετο· Ἄγγελος γάρ, ἐν ἀμφοτέροις διηκόνει τοῖς θαύμασι, τοῖς μέν, εἰς ἀνάπαυσιν μεταποιήσας τὴν κάμινον, ταῖς δέ, τὴν ἀνάστασιν καταμηνύσας τριήμερον, ὁ ἀρχηγὸς τῆς ζωῆς ἡμῶν, Κύριε δόξα σοι.
Κάθισμα
Ἦχος α'
Τὸν τάφον σου Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ
Ὑμνήσωμεν πιστοί, τοὺς Προπάτορας πάντας, Χριστοῦ τοῦ δι' ἡμᾶς, ἐπὶ γῆς ὁραθέντος, δοξάζοντες ἐν ᾄσμασι, τὸν αὐτοὺς θαυμαστώσαντα, ὡς τὴν ἔλευσιν, προεκτυπώσαντας τούτου, καὶ τὴν γέννησιν, τὴν ἐκ Παρθένου ἀφράστως, τῷ κόσμῳ κηρύξαντας.
Κανών α', ᾨδὴ δ', τῶν Ἁγίων τριῶν Παίδων
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Εἰσακήκοα Κύριε, τὴν ἀκοὴν τῆς σῆς οἰκονομίας, καὶ ἐδόξασά σε, μόνε φιλάνθρωπε».Δανιὴλ ὁ σοφώτατος, ἐνθεαστικῶς τὸν νοῦν φωτιζόμενος, τὰ ἐνύπνια διέλυσε, τῶν Αὐτοκρατόρων θείᾳ χάριτι.Ἀπαστράπτει τοῖς θαύμασιν, ἡ ἐν τῇ καμίνῳ τῶν Παίδων ἄθλησις· τὸν γὰρ τύραννον ἐζώγρησε, πρὸς ἐπίγνωσίν σου Παντοδύναμε.Συμφωνίας τὰ ὄργανα, καὶ τῆς μουσικῆς μέλη παναρμόνια, τοὺς γενναίους οὐ κατέθελξαν, καὶ χρυσῇ εἰκόνι οὐχ ὑπέκυψαν.ΘεοτοκίονὙμνῳδίαις Πανύμνητε, οἱ ἐν Βαβυλῶνι Παῖδες γεραίρουσι, τὸν Υἱόν σου τὸν ὑπέρθεον, ὃν ἐν τῇ καμίνῳ ἐπεγίνωσκον.
Κανών β', ᾨδὴ δ', τῶν Ἁγίων Προπατόρων
Ἦχος α'
Ῥάβδος ἐκ τῆς ῥίζης ΤΟ ΑΚΟΥΤΕ
Αἶνον προσαγάγωμεν Θεῷ, τιμῶντες μελῳδήμασι, Νῶε τὸν ὄντως ὄντα δίκαιον· ἐν πάσαις γὰρ ἐντολαῖς, θείαις καλλυνόμενος, ὤφθη τῷ Χριστῷ εὐαρεστήσας, ᾧ μελῳδοῦμεν πιστῶς· Δόξα τῇ δυνάμει σου Κύριε.Ἰδών σου Θεὸς τὸ εὐγενές, τῆς γνώμης τὸ ἀκέραιον, καὶ κατὰ πάντα Νῶε τέλειον, δευτέρου κόσμου σαφῶς, ἀρχηγὸν σε δείκνυσι, σώσαντα αὐτῷ παντὸς ἐκ γένους, κατακλυσμοῦ αἰσθητοῦ, σπέρμα, ὡς αὐτὸς διετάξατο.Νῶε τὸν φυλάξαντα Θεοῦ, τὸν νόμον ἀπαράτρωτον, καὶ εὑρεθέντα τότε δίκαιον, τῇ γενεᾷ ἑαυτοῦ, καὶ ξυλίνῃ σώσαντα, πάλαι Κιβωτῷ ἀλόγων γένη, προστάξει παντουργικῇ, ὕμνοις εὐσεβῶς μακαρίσωμεν.Οἶνον κατανύξεως ἡμῖν, πηγάζει τοῖς τιμῶσί σε, Νῶε μακάριε ἡ μνήμη σου, εὐφραίνουσα καὶ ψυχάς, καὶ καρδίας πάντοτε, τῶν εἰλικρινῶς μακαριζόντων, τοὺς τρόπους σου τοὺς σεμνούς, καὶ τὴν πολιτείαν τὴν ἔνθεον.ΘεοτοκίονΝῦν ἡ ἀπολύτρωσις ἡμῶν, ἐν φάτνῃ ἀνακλίνεται, καὶ σπαργανοῦται ὥσπερ νήπιον, καὶ Μάγοι ἀνατολῶν, Βασιλεῖς ἀφίκοντο, τοῦτον ὡς Θεὸν καὶ Βασιλέα, τεχθέντα ἐπὶ τῆς γῆς, βλέψαι καὶ λατρεῦσαι σὺν δώροις πιστῶς.Καταβασία ΤΟ ΑΚΟΥΤΕ«Ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐξ αὐτῆς Χριστέ, ἐκ τῆς Παρθένου ἀνεβλάστησας, ἐξ ὄρους ὁ αἰνετός, κατασκίου δασέος, ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου, ὁ ἄυλος καὶ Θεός. Δόξα τῇ δυνάμει σου, Κύριε».
Κανών α', ᾨδὴ ε', τῶν Ἁγίων τριῶν Παίδων
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἴνα τὶ με ἀπώσω, ἀπὸ τοῦ προσώπου σου, τὸ φῶς τὸ ἄδυτον, καὶ ἐκάλυψέ με, τὸ ἀλλότριον σκότος τὸν δείλαιον; ἀλλ' ἐπίστρεψόν με, καὶ πρὸς τὸ φῶς τῶν ἐντολῶν σου, τὰς ὁδούς μου κατεύθυνον δέομαι».Μυηθέντες τὸν Νόμον, Σῶτερ οὐκ ἠρνήσαντο οἱ σοὶ θεράποντες, Δανιὴλ ὁ μέγας, σὺν τρισὶ Νεανίαις θεόφροσιν· ἀλλ' ἰσχὺν λαβόντες, τὴν παρὰ σοῦ τοῦ εὐεργέτου, τοὺς Τυράννους ἀνδρείως ἐτρέψαντο.Νοερῶς ἐμυεῖτο, Δανιὴλ φιλάνθρωπε τὰ σὰ μυστήρια· ἐπὶ γὰρ νεφέλης, ὡς Υἱὸν σε ἀνθρώπου ἐρχόμενον, τῶν Ἐθνῶν ἁπάντων, οἷα Κριτὴν καὶ Βασιλέα, ἐθεώρει νοός καθαρότητι.Ὡραιώθη ὦ Παῖδες, ὑπὲρ λίθον σάπφειρον, ὑμῶν τὰ σώματα, ὡς αὐγὴ χρυσίου, εὐσεβείας τῷ ζήλῳ πυρσεύετε, ἐμπεριπατοῦντες χαρμονικῶς ἐν τῇ καμίνῳ, καὶ κροτοῦντες χορείαν παγκόσμιον.ΘεοτοκίονΔανιὴλ σε Παρθένε, Ὄρος προδιέγραφε σαφῶς ὁ ἔνθεος· οἱ τριττοὶ δὲ Παῖδες, καθορῶντες τὴν φλόγα δροσίζουσαν, τὸν σὸν θεῖον τόκον, μελῳδικῶς ἀνευφημοῦσιν, ὡς Σωτῆρα καὶ Κτίστην καὶ Κύριον.
Κανών β', ᾨδὴ ε', τῶν Ἁγίων Προπατόρων
Ἦχος α'
Θεὸς ὢν εἰρήνης ΤΟ ΑΚΟΥΤΕ
Ἐπαίνοις τιμάσθω, ἐνθέοις ὁ Σήμ, πατρικὴν εὐλογίαν καρπούμενος, καὶ ἔναντι εὐάρεστος, δεικνύμενος Θεοῦ, καὶ τοῖς τῶν Προπατόρων, χοροῖς κατειλεγμένος, καὶ ἐν χώρᾳ τῶν ζώντων, περιχαρῶς ἀναπαυόμενος.Ἰδεῖν ἠξιώθη, ὡς φίλος Θεοῦ, Ἀβραὰμ τὴν ἡμέραν τοῦ Κτίστου αὐτοῦ, καὶ ἔμπλεως ἐγένετο, χαρᾶς Πνευματικῆς· τοῦτον οὖν διανοίας, εὐθύτητι τιμῶντες, μακαρίσωμεν πάντες, ὡς τοῦ Θεοῦ πιστὸν θεράποντα.Κατεῖδες ὡς θέμις, ἀνθρώπῳ ἰδεῖν, τὴν Τριάδα, καὶ ταύτην ἐξένισας, ὡς φίλος γνησιώτατος, παμμάκαρ Ἀβραάμ· ὅθεν μισθὸν κομίζῃ, τῆς ξένης ξεναγίας τὸ γενέσθαι ἀπείρων, Ἐθνῶν Πατὴρ διὰ τῆς πίστεως.ΘεοτοκίονὉ Πλήρης κενοῦται, σαρκὶ δι' ἡμᾶς, καὶ ἀρχὴν ὁ προάναρχος δέχεται, πτωχεύει δὲ ὁ πλούσιος, καὶ Λόγος ὢν Θεοῦ, ἐν φάτνῃ τῶν ἀλόγων, προσκλίνεται ὡς βρέφος, τὴν ἀνάπλασιν πάντων, τῶν ἀπ' αἰῶνος ἐργαζόμενος.Καταβασία ΤΟ ΑΚΟΥΤΕ«Θεὸς ὢν εἰρήνης, Πατὴρ οἰκτιρμῶν, τῆς μεγάλης Βουλῆς σου τὸν Ἄγγελον, εἰρήνην παρεχόμενον, ἀπέστειλας ἡμῖν· ὅθεν θεογνωσίας, πρὸς φῶς ὁδηγηθέντες, ἐκ νυκτὸς ὀρθρίζοντες, δοξολογοῦμέν σε, Φιλάνθρωπε».
Κανών α', ᾨδὴ ς', τῶν Ἁγίων τριῶν Παίδων
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἄβυσσος ἁμαρτιῶν, καὶ πταισμάτων καταιγὶς με ταράττει, καὶ πρὸς βυθὸν βιαίως συνωθεῖ ἀπογνώσεως· ἀλλ' αὐτὸς τὴν κραταιὰν χεῖρά μοι ἔκτεινον, ὡς τῷ Πέτρῳ, καὶ ἐκ βυθοῦ φθορᾶς ἀνάγαγε».Ἄρξαντες τῶν ψυχικῶν, παθημάτων τῇ δυνάμει τοῦ Λόγου, χώρας Ἐθνῶν Χαλδαίων, ἡγεμόνες γεγόνατε· οἶδε γὰρ ἡ ἀρετή, γέρα χαρίζεσθαι, κεκτημένοις, ὦ τοῦ Δαυΐδ σοφοὶ ἀπόγονοι.Νέκρωσιν ὁ Δανιήλ, ζωηφόρον ἐνδυσάμενος πάλαι, τὸν ὡς Θεὸν Χαλδαίοις, δυσσεβῶς νομιζόμενον, ἀναιρεῖ διὰ τροφῆς, δράκοντα κάκιστον, ἱερεῖς δέ, τοὺς δυσμενεῖς σοφῶς ἀπέκτεινεν.ΘεοτοκίονἽλεών μοι τὸν Κριτήν, τὸν Υἱόν σου Θεοτόκε Παρθένε, ταῖς σαῖς λιταῖς γενέσθαι ἐν ἡμέρᾳ τῆς κρίσεως, λυτρωτήν τε τῶν δεινῶν, Μήτηρ δυσώπησον· σοὶ γὰρ μόνη τὰ τῆς ἐλπίδος ἀνατίθημι.
Κανών β', ᾨδὴ ς', τῶν Ἁγίων Προπατόρων
Ἦχος α'
Σπλάγχνων Ἰωνᾶν ΤΟ ΑΚΟΥΤΕ
Τύπωσις Χριστοῦ, τοῦ πάθους γεγένησαι, σαφῶς Ἰσαὰκ μακαριώτατε, ἀναγόμενος, πατρικῇ εὐπειθείᾳ τοῦ θύεσθαι· διὰ τοῦτο μεμακάρισαι, καὶ φίλος Θεοῦ, ὤφθης ὄντως γνησιώτατος, μετὰ πάντων Δικαίων σκηνούμενος.Ὤφθη Ἰακώβ, θεράπων πιστότατος, τοῦ πάντων Θεοῦ· ὅθεν ἐπάλαισε, μετ' Ἀγγέλου νοῦς, καθορῶν τὸν Θεὸν μετωνόμασται· καὶ καθεύδων θείαν κλίμακα τεθέαται, ᾕπερ Θεὸς ἐπεστήρικτο, ὁ σαρκὶ προσπλακεὶς ἀγαθότητι.Στέργων Ἰωσήφ, πατρὸς τὴν εὐπείθειαν, ἐν λάκκῳ βληθείς, προσαπεμπόληται, εἰς προτύπωσιν, τοῦ τυθέντος ἐν λάκκῳ βληθέντος Χριστοῦ, σιτοδότης τε Αἰγύπτου ἐχρημάτισε, σώφρων γεγονὼς καὶ δίκαιος, Βασιλεύς τε παθῶν ἀληθέστατος.ΘεοτοκίονΝέον ἐπὶ γῆς, παιδίον γνωρίζεται, ὁ ὢν σὺν Πατρὶ ἀεὶ καὶ Πνεύματι, σπαργανοῦται δέ, ὁ τὴν γῆν σπαργανώσας ὁμίχλῃ σαφῶς, καὶ ἐν φάτνῃ τῶν ἀλόγων ἀνακέκλιται· τούτου νῦν προεορτάσωμεν, γεγηθότες τὴν ἄσπορον γέννησιν.Καταβασία ΤΟ ΑΚΟΥΤΕ«Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν, ἐνάλιος θήρ, οἷον ἐδέξατο· τῇ Παρθένῳ δέ, ἐνοικήσας ὁ Λόγος καὶ σάρκα λαβών, διελήλυθε φυλάξας ἀδιάφθορον· ἧς γάρ, οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν, κατέσχεν ἀπήμαντον».
Κοντάκιον
Ἦχος β'
Αὐτόμελον ΤΟ ΑΚΟΥΤΕ
Χειρόγραφον εἰκόνα μὴ σεβασθέντες, ἀλλ' ἀγράφῳ οὐσίᾳ θωρακισθέντες τρισμακάριοι, ἐν τῷ σκάμματι τοῦ πυρὸς ἐδοξάσθητε, ἐν μέσῳ δὲ φλογὸς ἀνυποστάτου ἱστάμενοι, Θεὸν ἐπεκαλεῖσθε· Τάχυνον ὁ Οἰκτίρμων, καὶ σπεῦσον ὡς ἐλεήμων, εἰς τὴν βοήθειαν ἡμῶν, ὅτι δύνασαι βουλόμενος.
Ὁ Οἶκος
Ἔκτεινόν σου τὴν χεῖρα, ἧς πάλαι ἔλαβον πεῖραν Αἰγύπτιοι πολεμοῦντες, καὶ Ἑβραῖοι πολεμούμενοι· μὴ καταλίπῃς ἡμᾶς, καὶ καταπίῃ ἡμᾶς ὁ θάνατος, ὁ διψῶν ἡμᾶς, καὶ Σατᾶν ὁ μισῶν ἡμᾶς· ἀλλ' ἔγγισον ἡμῖν, καὶ φεῖσαι τῶν ψυχῶν ἡμῶν, ὡς ἐφείσω ποτὲ τῶν Παίδων σου τῶν ἐν Βαβυλῶνι, ἀπαύστως ἀνυμνούντων σε καὶ βληθέντων ὑπὲρ σοῦ εἰς τὴν κάμινον, καὶ ἐκ ταύτης κραυγαζόντων σοι. Τάχυνον ὁ οἰκτίρμων, καὶ σπεῦσον ὡς ἐλεήμων εἰς τὴν βοήθειαν ἡμῶν, ὅτι δύνασαι βουλόμενος.
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ αὐτῇ ἡμέρᾳ , Κυριακὴ τῶν Ἁγίων Προπατόρων.ΣτιχοιΔέξασθαι χαρὰν οἱ πάλαι Προπάτορες,Βλέποντες ἐγγίζοντα Χριστὸν Μεσσίαν.Γήθεο Ἀβραάμ, ὅτι Πρόπαππος Χριστοῦ ἐδείχθης.Ταῖς τῶν σῶν ἁγίων πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Κανών α', ᾨδὴ ζ', τῶν Ἁγίων τριῶν Παίδων
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Παῖδες θεοσεβεῖς ἐν Βαβυλῶνι, εἰκόνι χρυσῇ οὐ προσεκύνησαν, ἀλλ' ἐν μέσῳ καμίνου πυρὸς δροσιζόμενοι, τὴν ᾠδὴν ἀνέμελπον λέγοντες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».Ἦχος θεοσεβὴς ἐμελῳδεῖτο, ἐκ μέσου πυρὸς τῷ Παντοκράτορι· Ἀζαρίας γὰρ θεῖον χορὸν συστησάμενος, τὴν ᾠδὴν ἀνέμελπον λέγοντες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.Λύρα Νεανιῶν ἐθεολόγει τὸν πάντων Θεὸν καὶ παντοκράτορα, τὸν αὐτοῖς ἐν καμίνῳ, τρανῶς ὀπτανόμενον, καὶ ᾠδὴν ἀνέμελπον λέγοντες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.Τρεῖς τοὺς ἐν τῇ καμίνῳ βεβλημένους, εἰδὼς ὁ κρατῶν ὡς ἐθεάσατο, τοῦ τετάρτου τὴν θέαν, Υἱὸν προσηγόρευσε, τοῦ Θεοῦ καὶ πᾶσιν ἐβόησεν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.ΘεοτοκίονἜχων λελαμπρυσμένον θείᾳ αἴγλῃ, τὸν νοῦν Δανιὴλ Θεομακάριστε, τῆς Παρθένου τὸν τόκον, σαφῶς προτεθέασαι, μυστικαῖς εἰκόσι τυπούμενον· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Κανών β', ᾨδὴ ζ', τῶν Ἁγίων Προπατόρων
Ἦχος α'
Οἱ Παῖδες εὐσεβείᾳ ΤΟ ΑΚΟΥΤΕ
Ὑμνείσθω Ἀνανίας, Ἀζαρίας, Μισαὴλ σὺν τῷ Δανιήλ, κάμινον σβέσαντες πυρός, καὶ λεόντων χαλινώσαντες, τὰς ὁρμὰς καὶ τῷ Χριστῷ, συμφώνως ψάλλοντες· ὁ τῶν Πατέρων, Θεὸς εὐλογητὸς εἶ.Νομίμως ἐναθλήσας, πειρασμοῖς καὶ ἀνενδότοις θλίψεσι, θεράπων κέκληται Ἰώβ, τοῦ Θεοῦ παναληθέστατος, πρᾶος, ἄκακος, εὐθύς, τέλειος, ἄμεμπτος, ἀναβοῶν· ὁ Θεός εὐλογητὸς εἶ.Ἐν πίστει Μωϋσέα, Ἀαρών τε καὶ τὸν Ὢρ τιμήσωμεν, ἀνευφημοῦντες, Ἰησοῦν, καὶ Λευῒ τὸν ἱερώτατον, Γεδεών τε καὶ Σαμψών, καὶ ἀνακράζοντες· ὁ τῶν Πατέρων, Θεὸς εὐλογητὸς εἶ.ΘεοτοκίονἸδοὺ καθὼς προεῖπεν ὁ Προφήτης, ἐν γαστρὶ συνέλαβεν, ἡ ἀπειρόγαμος, Θεὸν καὶ τεκεῖν σαφῶς ἐπείγεται, ἐν Σπηλαίῳ Βηθλεέμ, ᾧ πάντες ψάλλομεν· ὁ τῶν Πατέρων, Θεὸς εὐλογητὸς εἶ.Καταβασία ΤΟ ΑΚΟΥΤΕ«Οἱ Παῖδες εὐσεβείᾳ συντραφέντες, δυσσεβοῦς προστάγματος καταφρονήσαντες, πυρὸς ἀπειλὴν οὐκ ἐπτοήθησαν, ἀλλ' ἐν μέσῳ τῆς φλογός, ἑστῶτες ἔψαλλον· Ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ».
Κανών α', ᾨδὴ η', τῶν Ἁγίων τριῶν Παίδων
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἑπταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν, ἐμμανῶς ἐξέκαυσε, δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών, τὸν Δημιουργὸν καὶ Λυτρωτήν ἀνέβόα· οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».Τὴν Ἀβραὰμ εὐγένειαν, διασῴζειν σπουδάζοντες· τὴν οἰκειοτάτην, πρὸς αὐτὸν ἐκτήσασθε, κρηπῖδα τῆς Πίστεως, καὶ τῆς Ἐλπίδος Ὅσιοι, καὶ ὑπομονήν, καὶ πειρασμῶν καρτερίαν, βοῶντες ἀνενδότως· ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.Οἱ ὡς φωστῆρες λάμποντες, καὶ τὴν γῆν οὐρανώσαντες, καὶ τῆς εὐσεβείας, φωτισμῷ πυρσεύοντες, παγκόσμιον στήσαντες, χοροστασίαν ᾄδουσι, τῷ ἐκ πειρασμῶν ἐκσεσωκότι Δεσπότῃ· οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.Νεανικῶς οἱ σβέσαντες, ἐπηρμένην τὴν κάμινον, καὶ τὰς τῶν λεόντων, ἀκωκὰς πεδήσαντες, Δαυΐδ οἱ ἀπόγονοι, νῦν γεγηθότες ψάλλουσι· Τὸν ἐκ πειρασμῶν, ἐκσεσωκότα Δεσπότην· οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαος ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.ΘεοτοκίονΜυσταγωγεῖται πάναγνε, Δανιὴλ ὁ σοφώτατος, καὶ προζωγραφοῦσι, Παῖδες τρεῖς τὴν γέννησιν, τὴν σὴν οἱ θεόφρονες, διὰ συμβόλων βλέποντες, τὸν ἐκ τῆς γαστρός σου, προελθόντα ἀφράστως· ὃν Παῖδες εὐλογοῦσιν, ἱερεῖς ἀνυμνοῦσι, λαοὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.
Κανών β', ᾨδὴ η', τῶν Ἁγίων Προπατόρων
Ἦχος α'
Θαύματος ὑπερφυοῦς ΤΟ ΑΚΟΥΤΕ
Σήμερον τῶν ἀπ' αἰῶνος θείαν μνήμην, ἐκτελέσωμεν θείων Πατέρων, τοῦ Ἀδὰμ τοῦ Ἄβελ τε, Σὴθ καὶ Νῶε καὶ τοῦ Ἐνώς, καὶ Ἐνὼχ καὶ Ἀβραὰμ, Μελχισεδὲκ καὶ Ἰώβ, καὶ τοῦ Ἰσαὰκ σὺν τῷ πιστῷ Ἰακώβ· Εὐλογείτω ἡ κτίσις βοῶντες τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.Φάλαγγα θεοτερπῆ θείων Πατέρων, εὐφημήσωμεν Βαρὰκ καὶ Νάθαν, καὶ τὸν Ἐλεάζαρον, Ἰωσίαν καὶ τὸν Δαυΐδ, Ἰεφθάε Σαμουήλ τε τὸν τὰ ἔμπροσθεν ὁρῶντα, σεπτῶς καὶ ἀνακράζοντα· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.Ἔπαινον μελῳδικῶς Θεοῦ Προφήταις, προσαγάγωμεν ἀνευφημοῦντες, Ὠσηέ, Μιχαίαν τε, Σοφονίαν καὶ Ἀββακούμ, Ζαχαρίαν, Ἰωνᾶν, Ἀγγαῖόν τε καὶ Ἀμμώς, καὶ τὸν Ἀβδιοὺ καὶ Μαλαχίαν, Ναούμ, Ἡσαΐαν καὶ Ἱερεμίαν καὶ Ἰεζεκιήλ, ἅμα Δανιήλ, Ἠλιοὺ καὶ Ἐλισαῖον.ΤριαδικὸνῬήμασι τριαδικοῖς τὴν παναγίαν, ἀνυμνήσωμεν πιστοὶ Τριάδα, τὸν Πατέρα ἄναρχον, τὸν Υἱόν τε καὶ τὸ εὐθές, Πνεῦμα Ἅγιον, Τριάδα ὁμοούσιον, ἣν πᾶσα πνοὴ δοξάζει κράζουσα· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.ΘεοτοκίονὬφθης ἐκ Παρθενικῶν Χριστὲ αἱμάτων, σωματούμενος ἀρρήτῳ λόγῳ, καὶ ὡς βρέφος τέλειον, ἐν Σπηλαίῳ ὑπερβολῇ, εὐσπλαγχνίας Ἰησοῦ ἀποτικτόμενος· ἀστὴρ δὲ σε πόρρωθεν ἐμήνυσεν, ἀστρολόγοις· Ὑμνεῖτε πίστει κραυγάζουσι, καὶ ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.Καταβασία ΤΟ ΑΚΟΥΤΕ«Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος, ἐξεικόνισε κάμινος τύπον· οὐ γὰρ οὓς ἐδέξατο φλέγει Νέους, ὡς οὐδὲ πῦρ τῆς Θεότητος, Παρθένου ἣν ὑπέδυ νηδύν· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν· Εὐλογείτω ἡ Κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας».
Κανών α', ᾨδὴ θ', τῶν Ἁγίων τριῶν Παίδων
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Κυρίως Θεοτόκον, σὲ ὁμολογοῦμεν, οἱ διὰ σοῦ σεσωσμένοι Παρθένε ἁγνή, σὺν Ἀσωμάτοις χορείαις, σὲ μεγαλύνοντες».Ἐφθάσατε τὸ τέλος, τὸ πεποθημένον, καὶ ὀρεκτῶν ἀκροτάτῳ παρέστητε, ἐν οὐρανίοις θαλάμοις Παῖδες πανόλβιοι.Γηθόμενοι τὸ δράγμα, τῆς μετὰ δακρύων, καλῆς ὑμῶν γεωργίας κομίζεσθε, τῆς ἀφθαρσίας τὸν στάχυν καρποφορήσαντες.Ἀνέτειλε λαμπρότης, νῦν ὑμῖν ἀξίως, καὶ εὐφροσύνη καρδίας ἐξήνθησεν· ἔνθα ἀπέδρα γὰρ λύπη κατεσκηνώσατε.ΘεοτοκίονΝομὴν τὴν τοῦ θανάτου, ἔστησας Παρθένε, τὸν ζωοδότην τεκοῦσα καὶ Κύριον, ζωοποιοῦντα τοὺς πίστει σε μεγαλύνοντας.
Κανών β', ᾨδὴ θ', τῶν Ἁγίων Προπατόρων
Ἦχος α'
Μυστήριον ξένον ΤΟ ΑΚΟΥΤΕ
Ἰσχύϊ σου πάλαι, δυνάμεις ἐποίησαν, θυγατέρες Κύριε, Ἄννα καὶ Ἰουδὶθ καὶ Δεβόρρα, Ὀλδά, Ἰαήλ τε, Ἐσθὴρ, Σάρρα Μαριὰμ Μωσέως καὶ Ῥαχήλ, καὶ Ῥεβέκκα καὶ ἡ Ῥοὺθ αἱ μεγαλόφρονες.Ὡς σβέσαντες Παῖδες, Ἁγίους τὴν κάμινον, ἱερῶς τιμήσωμεν, ἅμα τῷ Δανιὴλ τῷ Προφήτῃ, πᾶσι δικαίοις σαφῶς, τοῖς πρὸ Νόμου διαλάμψασι καλῶς, καὶ ἐν Νόμῳ τόν Δεσπότην θεραπεύσασιν.Σοφώτατοι θεῖοι, Προφῆται γεγένηνται, Ἀβραὰμ ἀπόγονοι, τὸν ἐκ τοῦ Ἀβραάμ, καὶ Ἰούδα τικτόμενον Λόγον, θερμῶς προαναγγείλαντες ἐν Πνεύματι· αὐτῶν ἱκεσίαις, Ἰησοῦ πάντας οἰκτείρησον.Ἡγίασται πᾶσα ἡ κτίσις, τῇ μνήμῃ ὑμῶν, καὶ πανηγυρίζουσα, κράζει ἱκετικῶς ἐκβοῶσα· Δέησιν Κυρίῳ, ἀεὶ προσαγάγετε Μακάριοι, τυχεῖν αἰωνίων ἀγαθῶν τοὺς εὐφημοῦντας ὑμᾶς.ΘεοτοκίονΦορέσας με ἐκ τῆς Παρθένου προέρχεται, καὶ Σπηλαίῳ τίκτεται, Λόγος ὁ τοῦ Πατρὸς ἀσυγχύτως· χόρευε ἡ κτίσις, φωναῖς εὐχαρίστοις μεγαλύνουσα, αὐτοῦ τὴν δι' οἶκτον, παναγίαν συγκατάβασιν.Καταβασία ΤΟ ΑΚΟΥΤΕ«Μυστήριον ξένον, ὁρῶ καὶ παράδοξον· οὐρανὸν τὸ Σπήλαιον, θρόνον Χερουβικόν, τὴν Παρθένον, τὴν φάτνην χωρίον· ἐν ᾧ ἀνεκλήθη ὁ ἀχώρητος, Χριστὸς ὁ Θεός, ὃν ἀνυμνοῦντες μεγαλύνομεν».
Ἐξαποστειλάριον
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Πατέρων μνήμην σήμερον, σκιρτῶντες φιλοπάτορες, τοῦ Ἀβραὰμ συνελθόντες, καὶ Ἰσαὰκ κατὰ χρέος, καὶ Ἰακὼβ ὑμνήσωμεν· ἐξ ὧν Χριστὸς ὁ Κύριος, τὸ κατὰ σάρκα ὡράθη, διὰ πολλὴν εὐσπλαγχνίαν.
Ἐξαποστειλάριον
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Ἀδὰμ ἀνευφημήσωμεν, Ἄβελ, Σὴθ καὶ τὸν Ἐνώς, Ἐνὼχ καὶ Νῶε Ἀβραάμ, Ἰσαὰκ καὶ τὸν Ἰακώβ, Μωσῆν, Ἰὼβ καὶ τὸν Ἀαρών, Ἐλεάζαρ, Ἰησοῦν, Βαράκ, Σαμψών, Ἰεφθάε, Δαυΐδ καὶ τὸν Σολομῶντα.
Θεοτοκίον
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Ἁγνὴ Παρθένε ἄχραντε, Μαρία Θεονύμφευτε, ἐν ὥρᾳ τῇ φοβερᾷ μοι, πρόστηθι καὶ μεσῖτις, πρὸς τὸν Υἱόν σου φάνηθι, τῷ ταπεινῷ καὶ ῥῦσαί με, τῆς καταδίκης ἐκείνης, καὶ τῶν κολάσεων πάντων.
Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχ. η' καὶ ψάλλομεν Στιχηρὰ Ἀναστάσιμα δ' καὶ τῶν Ἁγίων Προπατόρων δ'.
Στιχηρὰ τῶν Ἁγίων Προπατόρων
Ἦχος β'
Οἶκος τοῦ Εὐφραθᾶ ΤΟ ΑΚΟΥΤΕ
Πάντες τὴν τῶν σεπτῶν, νῦν Προπατόρων μνήμην, τελέσωμεν ὑμνοῦντες, τὴν τούτων πολιτείαν, δι' ἧς ἐμεγαλύνθησαν.
Ἦχος β'
Στίχ. Εὐλογητὸς εἶ Κύριε ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.Ἔσβεσαν τοῦ πυρός, τὴν δύναμιν οἱ Παῖδες, χορεύοντες ἐν μέσῳ καμίνου καὶ ὑμνοῦντες, Θεὸν τὸν παντοδύναμον.
Ἦχος β'
Στίχ. Καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν τὴν τῶν Πατέρων ἡμῶν Ἱερουσαλήμ.Λάκκῳ κατακλεισθείς, θηρσὶ συνῳκισμένος, Δανιὴλ ὁ Προφήτης, ἀμέτοχος τῆς τούτων, ἐδείκνυτο κακώσεως.
Δοξαστικὸν, Τῶν Ἁγίων Προπατόρων
Ἦχος βαρὺς
Γερμανοῦ
Δεῦτε ἅπαντες, πιστῶς πανηγυρίσωμεν, τῶν πρὸ νόμου Πατέρων, Ἀβραὰμ καὶ τῶν σὺν αὐτῷ, τὴν ἐτήσιον μνήμην, τοῦ Ἰούδα τὴν φυλήν, ἀξίως τιμήσωμεν, τοὺς ἐν Βαβυλῶνι Παῖδας, τοὺς σβέσαντας τὴν ἐν καμίνῳ φλόγα, ὡς τῆς Τριάδος τύπον, σὺν τῷ Δανιὴλ εὐφημήσωμεν, τῶν Προφητῶν τὰς προρρήσεις ἀσφαλῶς κατέχοντες, μετὰ τοῦ Ἡσαΐου μεγαλοφώνως βοήσωμεν· ἰδοὺ ἡ Παρθένος, ἐν γαστρὶ λήψεται, καὶ τέξεται Υἱὸν τὸν Ἐμμανουήλ· ὃ ἐστι μεθ' ἡμῶν ὁ Θεός.
| TA ΜΗΝΑΙΑ | Δεκέμβριος | 11-17 |
Dec 11
Τῌ ΙΑ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΔΕΚΕΜΒΡΙΟΥΜνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Δανιὴλ τοῦ Στυλίτου.
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια Προεόρτια.
Στιχηρὰ τοῦ Ὁσίου
Ἦχος πλ. δ'
Τὶ ὑμᾶς καλέσωμεν ΤΟ ΑΚΟΥΤΕ
Τὶ σε Δανιὴλ ὀνομάσωμεν; ἀσκητήν, ὅτι τὰ πάθη καθυπέταξας τῷ νῷ, Ἀθλητήν, ὅτι πρὸς πᾶσαν ἐκαρτέρησας ποινήν, πρὸς ὕψος, ἀπὸ γῆς στῦλον αἰρόμενον, ἐν πέτρᾳ ἀληθείας ἐρειδόμενον, ἀγωνιστὴν προθυμότατον, καὶ ἰατρὸν ἐμπειρότατον, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἦχος πλ. δ'
Τὶ σε Δανιὴλ προσφθεγξώμεθα; τῶν παθῶν ἐκριζωτήν, καὶ φυτοκόμον ἀρετῶν, ἀληθῆ θαυματουργόν, καὶ πρεσβευτὴν ἁμαρτωλῶν, πνευμάτων ἐλατῆρα γενναιότατον, φωστῆρα εὐσεβείᾳ διαλάμποντα, τοῦ Πνεύματος καταγώγιον· τῆς Ἐκκλησίας ὑπέρμαχον, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἦχος πλ. δ'
Τὶ σε Δανιὴλ νῦν καλέσωμεν; Μοναστῶν ὑπογραμμόν, καὶ ἐγκρατείας παιδευτήν, ἐγκαλλώπισμα πιστῶν, καὶ ἰαμάτων αὐτουργόν, λυχνίαν, τοῖς ἐν σκότει φῶς αὐγάζουσαν, Ἀγγέλων συμπολίτην καὶ ἰσότιμον, τοῦ Παραδείσου οἰκήτορα, καὶ ἐπουράνιον ἄνθρωπον, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δοξαστικὸν
Ἦχος πλ. α'
Τοῦ Στουδίτου
Τὸ ἐμπιστευθὲν σοι τάλαντον παρὰ Χριστοῦ, καλῶς ἐργασάμενος Ὅσιε Πάτερ, ἀνεδείχθης καὶ μετὰ θάνατον, δαιμόνων φυγαδευτής, καὶ ἰατὴρ ποικίλων ἀρρωστημάτων, στῦλος καὶ ἑδραίωμα, καὶ ὄρος Ἅγιον, τῆς Ἐκκλησίας τοῦ Χριστοῦ· διὸ σε ἱκετεύομεν, Δανιὴλ θαυματουργέ, τὴν εἰρήνην αἴτησαι, καὶ ταῖς ψυχαῖς ἡμῶν, τὸ μέγα ἔλεος.
Θεοτοκίον
Ἦχος πλ. α'
Ἡ Κεχαριτωμένη, μεσίτευσον σαῖς δεήσεσι, καὶ αἴτησαι ταῖς ψυχαῖς ἡμῶν, πλῆθος οἰκτιρμῶν, καὶ τὸν ἱλασμόν, τῶν πολλῶν παραπτωμάτων δεόμεθα.
Σταυροθεοτοκίον
Ἦχος πλ. α'
Χαίροις ἀσκητικῶν ΤΟ ΑΚΟΥΤΕ
Πάθος σου τὸ σεπτὸν ἡ σεμνή, καὶ πανυπέραγνός σου Μήτηρ Μακρόθυμε, παντάναξ ἑωρακυῖα, δακρυρροοῦσα πικρῶς, καὶ τὰ στήθη τύπτουσα ἐκραύγαζεν· Ἰησοῦ μου γλυκύτατε, πρόσφθεγμά μοι σωτήριον, φῶς παντὸς κόσμου, θεῖε Ἥλιε ἄδυτε, πῶς ἐν ξύλῳ σε, σταυρικῷ νῦν κρεμάμενον· οἷα κακοῦργον βλέπουσα, καὶ λόγχῃ τὴν ἄχραντον, φεῦ μοι! πλευρὰν τετρωμένον, καθυπομείνω καὶ ζήσομαι, Υἱὲ καὶ Θεέ μου, εἰμὴ λάμψει μοι τὸ φῶς σου τῆς ἀναστάσεως;
Ἀπολυτίκιον
Ἦχος α'
Ὑπομονῆς στῦλος γέγονας, ζηλώσας τοὺς Προπάτορας Ὅσιε, τόν, Ἰὼβ ἐν τοῖς πάθεσι, τὸν Ἰωσὴφ ἐν τοῖς πειρασμοῖς, καὶ τὴν τῶν ἀσωμάτων πολιτείαν, ὑπάρχων ἐν σώματι, Δανιὴλ Πατὴρ ἡμῶν, Ὅσιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Ὁ Κανὼν τοῦ Ὁσίου, οὗ ἡ Ἀκροστιχίς.Ὕμνοις γεραίρω Δανιὴλ τὸν Στυλίτην.Ὁ Ἰωσήφ.ᾨδὴ α'
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«ᾌσωμεν τῷ Κυρίῳ πάντες λαοί, τῷ ἐν θαλάσσῃ Ἐρυθρᾷ, τὸν Φαραὼ βυθίσαντι, ᾠδὴν ἐπινίκιον, ὅτι δεδόξασται».Ὕμνοις ἀνευφημῆσαι, μέλλοντι τὴν μνήμην σου μακάριε, φωτοφόρον μοι αἴγλην, Δανιὴλ οὐρανόθεν κατάπεμψον.Μέγας ἥλιος ὄντως, Πάτερ ἐξανέτειλας τοῖς πέρασιν, ἀρετῶν δᾳδουχίᾳ, καταυγάζων πιστῶν τὰ συστήματα.Νόμοις τοῖς τοῦ Δεσπότου, Πάτερ καθυπείκων ἀπενέκρωσας, ἐγκρατείᾳ τὴν σάρκα, καὶ ὑπέταξας ταύτην τῷ Πνεύματι.ΘεοτοκίονὍλος ἄνθρωπος ὤφθη, μείνας ὅπερ ἦν καὶ μετὰ σάρκωσιν, ὁ ἐκ σοῦ Θεοτόκε, γεννηθεὶς ἀναλλοίωτος Κύριος.
Κανών α', ᾨδὴ γ', τοῦ Ὁσίου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σὺ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε Φιλάνθρωπε».Ῥάβδῳ τῆς ἐγκρατείας, τὴν τῶν παθῶν θάλασσαν, Πάτερ διαρρήξας, διέβης ἀκαταπόντιστος, καὶ ὄρος ἔφθασας, τῆς ἀληθοῦς ἀπαθείας, καὶ Θεῷ ὡμίλησας νοῦ καθαρότητι.Ἀνελθὼν εἰς τὸ ὕψος, τῶν ἀρετῶν γνώριμος, γέγονας τῷ κόσμῳ ἐν στύλῳ, μένων μετέωρος, καὶ τῇ λαμπρότητι, τῶν παραδόξων θαυμάτων, καταυγάζων πίστει σοι, τούς προσανέχοντας.Ἱδρυμένος ἐν πέτρᾳ, τῆς τοῦ Θεοῦ γνώσεως, πάσαις μεθοδείαις δαιμόνων, ὤφθης ἀκλόνητος, στύλῳ τὸ σῶμα δέ, ἐπὶ τῆς γῆς ἀνυψώσας, τὴν ψυχὴν ἐπτέρωσας, πρός τὰ οὐράνια.ΘεοτοκίονῬῦσαι τῆς τῶν παθῶν με, ἐπαγωγῆς Δέσποινα, καὶ τοὺς πολεμοῦντας ἐχθροὺς μοι, νῦν ἐκπολέμησον, στήριξον πέτρᾳ με, τῶν τοῦ Θεοῦ θελημάτων, τὴν ψυχήν μου φώτισον, Πύλη τοῦ θείου φωτός.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σὺ με στερέωσον· ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε Φιλάνθρωπε».
Κάθισμα
Ἦχος πλ. δ'
Τὴν Σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ
Ἐγκρατείᾳ καὶ πόνοις καὶ προσευχαῖς, τὴν ψυχήν σου κοσμήσας θεοπρεπῶς, γέγονας συμμέτοχος, τῶν Ἀγγέλων μακάριε, καὶ τῶν θαυμάτων ὄντως, χαρίσματα ἔλαβες, τοῦ ἰᾶσθαι τὰς νόσους, τῶν πίστει τιμώντων σε· ὅθεν καὶ δαιμόνων, ἀπελαύνων τὰ πλήθη, παρέχεις ἰάματα, τοῖς ἀνθρώποις μακάριε, Δανιὴλ ἀξιάγαστε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.ΘεοτοκίονΤὴν Βασίλισσαν πάντες δεῦτε πιστοί, τὴν Μητέρα τοῦ πάντων Δημιουργοῦ, φωναῖς μεγαλύνωμεν, καὶ ὑμνοῦντες βοήσωμεν· Ἡ τῆς χαρᾶς αἰτία, Παρθένε πανύμνητε, τοὺς τιμῶντάς σε σῷζε, καὶ σκέπε πρεσβείαις σου· ἔχεις γὰρ ὡς Μήτηρ, τοῦ Θεοῦ παρρησίαν, λυτροῦσθαι ἐκ θλίψεων, καὶ πληροῦν τὰ αἰτήματα, τῶν πιστῶς ἐκβοώντων σοι· Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ τῶν πταισμάτων δοῦναι τὴν συγχώρησιν, τοῖς εὐσεβῶς προσκυνοῦσι, τὸν ἄχραντον τόκον σου.Ἢ ΣταυροθεοτοκίονΣταυρικὸν καθορῶσα πάθος σεμνή, τοῦ Υἱοῦ καὶ Θεοῦ σου σπλάγχνα πικρῶς, σπαράττουσα ἔκραζες, ὀλολύζουσα πάναγνε· Πῶς ἑκὼν ἐτάθης, καὶ θάνατον Δέσποτα, σαρκικόν ἐδέξω, φρικτὸν ὄντως ἄκουσμα! ὅθεν ἀνυμνῶ σου, τὸ ἀπόρρητον Σῶτερ, καὶ ἄφραστον βούλημα, ὅτι σῶσαι ἐλήλυθας, τὸ πλανώμενον πλάσμα σου. Ἀνάστηθι ἀλλ' ὅμως Υἱέ, καὶ χαρᾶς τὴν καρδίαν πλήρωσον, ὁ εὐφροσύνης τὰ πάντα, πληρώσας τῷ πάθει σου.
Κανών α', ᾨδὴ δ', τοῦ Ὁσίου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σύ μου ἰσχὺς Κύριε, σύ μου καὶ δύναμις, σὺ Θεός μου, σύ μου ἀγαλλίαμα, ὁ Πατρικοὺς κόλπους μὴ λιπών, καὶ τὴν ἡμετέραν, πτωχείαν ἐπισκεψάμενος· διὸ σύν τῷ Προφήτῃ, Ἀββακοὺμ σοι κραυγάζω· τῇ δυνάμει σου δόξα φιλάνθρωπε».Ὡς φωταυγῆ ἥλιον, Πάτερ ἀοίδιμε, ἐπὶ στύλου, λάμποντα τεθέασαι, τὸν τοῦ Θεοῦ, δοῦλον Συμεών, καὶ ταῖς πηγαζούσαις, ἐκ τούτου θείαις λαμπρότησιν, ἐνθέως κατηυγάσθης, Δανιὴλ καὶ κατ' ἴχνος, τῆς αὐτοῦ πολιτείας ἐβάδισας.Δαιμονικὰς φάλαγγας, ὅπλῳ τῆς πίστεως, ἐτροπώσω, ῥείθροις τε κατέκλυσας, τῶν προσευχῶν, λύμην τὴν αὐτῶν, Πάτερ ἀναστείλας, ἣν ἐνεποίουν τοῖς πλέουσι, καὶ ἔσωσας τοὺς πίστει, τῷ Χριστῷ μελῳδοῦντας· τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.Ἀναστηλῶν, Πάτερ σαυτὸν παμμακάριστε, ὁλονύκτως, ἵστασο ὡς ἄσαρκος, ἀμετεώριστον τῆς ψυχῆς, ὄμμα κεκτημένος, καὶ καθαρὸν ὥσπερ ἔσοπτρον, τοῦ Πνεύματος τήν αἴγλην, καὶ τὰς θείας ἐμφάσεις, καθαρᾷ διανοίᾳ δεχόμενος.ΘεοτοκίονΝόμοι ἐν σοί, φύσεως κεκαινοτόμηνται· νομοδότην, Λόγον γὰρ ἐγέννησας, ὑπὲρ αἰτίων ὡς ἀληθῶς, Πάναγνε καὶ λόγον, τῆς ἀλογίας ῥυσάμενον, τὸ γένος τῶν ἀνθρώπων, τῶν πιστῶς μελῳδούντων· τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.
Κανών α', ᾨδὴ ε', τοῦ Ὁσίου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἴνα τὶ με ἀπώσω, ἀπὸ τοῦ προσώπου σου τὸ φῶς τὸ ἄδυτον, καὶ ἐκάλυψέ με, τὸ ἀλλότριον σκότος τὸν δείλαιον· ἀλλ' ἐπίστρεψόν με, καὶ πρὸς τὸ φῶς τῶν ἐντολῶν σου, τὰς ὁδούς μου κατεύθυνον δέομαι».Ἵνα τῆς ἀθανάτου, δόξης ἐπιτύχῃς, σαρκὸς ἐθανάτωσας, τὰς ὀρέξεις Πάτερ, καὶ παθῶν τὰς ὁρμὰς ἐχαλίνωσας, ἐγκρατείας πόνοις, καὶ ποταμὸς θαυμάτων ὤφθης, καὶ πηγὴ ἰαμάτων ἀοίδιμε.Ἣν διώδευσε τρίβον, Πάτερ ἐπὶ γῆς Συμεὼν ὁ θαυμάσιος, ἐν ἐκτάσει μάκαρ, γεγονότι σοι ὤφθη δεικνύων σοι, σὺν δυσὶν Ἀγγέλοις· Δεῦρο βοῶν, καὶ στῆθι πρός με, πρὸς Θεὸν ἀνυψούμενος χάριτι.Λαμπρυνόμενος αἴγλῃ, Πάτερ ἀνεσπέρου, καὶ θείας ἐλλάμψεως, τῶν δαιμόνων ζόφον, καὶ παθῶν τὴν ὁμίχλην ἐδίωξας, καὶ ὡράθης στῦλος, φωτοειδὴς καὶ κλῖμαξ ὄντως, πρὸς Θεόν τους πιστοὺς ἐπανάγουσα.ΘεοτοκίονΤὸν Δεσπότην τεκοῦσα, ὤφθης ὑπερτέρα, τῶν ἄνω Δυνάμεων, καὶ βροτῶν τὴν φύσιν, ἐθεούργησας μόνη Πανύμνητε, Θεοτόκον· ὅθεν, παναληθῆ ψυχῇ καὶ γλώσσῃ, οἱ πιστοὶ σε Παρθένε δοξάζομεν.
Κανών α', ᾨδὴ ς', τοῦ Ὁσίου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἱλάσθητί μοι Σωτήρ· πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι· πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου».Ὁ νοῦς σου τῇ πρὸς Θεόν, ἐγγύτητι λαμπρυνόμενος, ἀνάλωτος ἡδονῶν, πυρὶ Πάτερ ἔμεινε, καὶ παθῶν ἀνώτερος, καὶ τῆς πρὸς τὸ σῶμα, προσπαθείας ὑψηλότερος.Ναμάτων ζωοποιῶν, τῶν χαρισμάτων τοῦ Πνεύματος, πλησθεῖσά σου ἡ ψυχή, θεόφρον πανόλβιε, ποταμοὺς ἀνέβλυσεν, ἰαμάτων ὄντως, ὀχετοὺς παθῶν ξηραίνοντας.ΘεοτοκίονΣὲ προστασίαν πιστοί, καὶ τεῖχος πάντες κεκτήμεθα, οἱ ἐν βυθῷ τῶν κακῶν, καὶ σάλῳ τῶν θλίψεων, ἀεὶ κινδυνεύοντες, Θεοτόκε μόνη, τῶν βροτῶν τὸ καταφύγιον.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ἱλάσθητί μοι Σωτήρ· πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι· πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπακουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου».
Κοντάκιον
Ἦχος πλ. δ'
Ὡς ἀπαρχὰς τῆς φύσεως ΤΟ ΑΚΟΥΤΕ ή Ἦχος δ' ΤΟ ΑΚΟΥΤΕ
Ὥσπερ ἀστὴρ πολύφωτος, σὺ ἀναβὰς μακάριε, ἐπὶ τοῦ στύλου τὸν κόσμον ἐφώτισας, ἐν τοῖς ὁσίοις ἔργοις σου, καὶ τὸ σκότος τῆς πλάνης, ἀπεδιώξας Πάτερ· διὸ δεόμεθα, καὶ νῦν ἐπίλαμψον, ἐν ταῖς καρδίαις τῶν δούλων σου, τὸ ἄδυτον φῶς τῆς γνώσεως.
Ὁ Οἶκος
Ἡ ᾠδὴ ῥυπαρὰ πρὸς τὴν αἴνεσιν, τῶν ἀγώνων σου Πάτερ πέφυκεν· οὐ γὰρ ἔχω ἁγνὴν τὴν καρδίαν μου· καὶ γὰρ ταύτην αἰσχρῶς κατεμόλυνα, ἀλλὰ μοι δίδου λόγον Ἅγιε, καθαρῶς ἀνυμνῆσαι τὴν σὴν πολιτείαν, ἣν ἐθαύμασαν ὄντως καὶ Ἄγγελοι· καὶ γὰρ γέγονας ὥσπερ ἀσώματος, εἰληφὼς τὸ ἄδυτον φῶς τῆς γνώσεως.
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΙΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Δανιὴλ τοῦ Στυλίτου.ΣτίχοιΚαὶ γήϊνον πᾶν, ἀλλὰ καὶ γῆν ἐκκλίνων,Οἰκεῖ Δανιὴλ πρὶν στῦλον, καὶ νῦν πόλον.Ἑνδεκάτῃ Δανιὴλ στυλοβάμων εὕρατο τέρμα.Τῇ αὐτῇ ἡμέρᾳ, τοῦ Ὁσίου Πατρὸς ἡμῶν Λουκᾶ, τοῦ νέου Στυλίτου.ΣτίχοιΠρὸς ὕψος ἀνήνεγκε τὸν Λουκᾶν στῦλος,Λουκᾶς δὲ τὸν νοῦν πρὸς Θεόν, πρὸς ὃν τρέχει.Τῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀκεψεῆ καὶ Ἀειθαλᾶ.ΣτίχοιἈκεψεῆν βλέπων με πάσχοντα ξίφει,Ἀειθαλᾶ, ζήλωσον, Ἐζήλωσά σε.Τῇ αὐτῇ ἡμέρᾳ , Μνήμη Μείρακός τινος, καὶ διήγησις πάνυ ὠφέλιμος.Τῇ αὐτῇ ἡμέρᾳ , Ἄθλησις τοῦ Ἁγίου Μάρτυρος Βαρσαβᾶ.ΣτίχοιΘύσας Βαρσαβᾶ ζῆθι, λυτρωθεὶς ξίφους.Ἄνω ποθῶ ζῆν· θᾶττον ἡκέτω ξίφος.Τῶν Ἁγίων Μαρτύρων Τερεντίου, Βικεντίου, Αἰμιλιανοῦ, καὶ Βεβαίας.ΣτίχοιΤμηθέντες ἐμφαίνουσι τρεῖς τε καὶ μίαΘεοῦ Τρία πρόσωπα καὶ φύσιν μίαν.Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς.
Κανών α', ᾨδὴ ζ', τοῦ Ὁσίου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Παῖδες Ἑβραίων ἐν καμίνῳ, κατεπάτησαν τὴν φλόγα θαρσαλέως, καὶ εἰς δρόσον τὸ πῦρ, μετέβαλον βοῶντες· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας».Τάξεις Ἀγγέλων σου τὴν στάσιν, κατεπλάγησαν παμμάκαρ θεοφόρε· μετὰ σώματος γάρ, τὴν τούτων πολιτείαν, ἀναλαβὼν ἐκραύγαζεν· ὁ Θεὸς εὐλογητὸς εἶ.Ὕψει ἀΰλου πολιτείας, προφητείας τε ἐκλάμπων φωταυγείᾳ, ἰαμάτων ἡμῖν, ἀπήστραψας ἀκτῖνας, τοῖς εὐσεβῶς τιμῶσί σε, Δανιὴλ θαυματοφόρε.Λῦσον παθῶν μου τὴν ὁμίχλην, τῇ λαμπρότητι, παμμάκαρ σῆς πρεσβείας, καὶ πρὸς τρίβους ζωῆς, ὁδήγησον βοῶντα· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.ΘεοτοκίονἽλεως ἔσο μοι Παρθένε, καὶ πληγέντα με ῥομφαίᾳ ἁμαρτίας, ἐν μοτώσει τῆς σῆς, θεράπευσον πρεσβείας· Εὐλογημένος κράζοντα, ὁ καρπὸς τῆς σῆς κοιλίας.
Κανών α', ᾨδὴ η', τοῦ Ὁσίου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἑπταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν, ἐμμανῶς ἐξέκαυσε, δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών, τὸν Δημιουργόν, καὶ Λυτρωτήν ἀνεβόα· οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».Τῶν ὀρεκτῶν τὸ ἔσχατον, τῶν καλῶν τὸ ἀκρότατον, Πάτερ θεοφόρε, ἀκριβῶς κατέλαβες, πτεροῖς κουφιζόμενος, τῶν ἐναρέτων πράξεων, καὶ σὺν ἀσωμάτοις, Δανιήλ ἀνακράζεις· οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.Ἡ τοῦ Θεοῦ σε δύναμις, προφανῶς ἐνισχύσασα, φέρειν τοῦ κρυμοῦ, τὸ δυσχερὲς ἐποίησεν, ἡλίου τὸν καύσωνα, τὰς σηπεδόνας τὰς τῆς σαρκός, καὶ τῶν ἐξ αὐτῆς, γεγενημένων σκωλήκων, τὴν κάκωσιν βοῶντα· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.Νέος Ἰὼβ σὺ πέφηνας, Δανιὴλ ἀξιάγαστε, πλήθει πειρασμῶν, περισχεθεὶς καὶ θλίψεων, Δαυΐδ τὴν πραότητα, καὶ Ἰακὼβ τὸ ἄπλαστον, καὶ τὴν σωφροσύνην, Ἰωσὴφ ἐμιμήσω, κραυγάζων, τὸν Δεσπότην· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.ΘεοτοκίονΟἱ Θεοτόκον Δέσποινα, Παναγία φρονοῦντές σε, ῥήμασιν ἑπόμενοι, τοῖς σοῖς πανύμνητε· σὲ νῦν μακαρίζομεν, ὅτι Θεὸν μακάριον, ἔτεκες ἡμῖν, ὃν ἐν δυσὶ ταῖς οὐσίαις, μιᾷ δὲ ὑποστάσει, ἀνυμνοῦντες βοῶμεν· Λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ἑπταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν, ἐμμανῶς ἐξέκαυσε, δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών, τὸν Δημιουργόν, καὶ Λυτρωτήν ἀνεβόα· οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».
Κανών α', ᾨδὴ θ', τοῦ Ὁσίου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἔφριξε πᾶσα ἀκοή, τὴν ἀπόρρητον Θεοῦ συγκατάβασιν, ὅπως ὁ Ὕψιστος ἑκών, κατῆλθε μέχρι καὶ σώματος, παρθενικῆς ἀπὸ γαστρός, γενομενος ἄνθρωπος· διὸ τήν ἄχραντον, Θεοτόκον οἱ πιστοὶ μεγαλύνομεν».Ἰδοὺ σοι πύλαι οὐρανῶν, μεταστάντι καὶ τὸν δρόμον τελέσαντι, Πάτερ ἠνοίχθησαν, καὶ τῶν Ἀγγέλων τάξεις ἐδέξαντο· ὁ στεφοδότης δὲ Χριστός, δόξῃ ἐστεφάνωσε, δικαιοσύνης σε· ὃν ὑμνοῦντες οἱ πιστοὶ μεγαλύνομεν.Ὡς κρίνον Πάτερ τοῦ ἀγροῦ, ἐν λειμῶνι τῆς ἀθλήσεως ἤνθησας, καὶ ὡς κυπάρισσος, εἰς ὕψος ἤρθης τῆς τελειότητος, ὡσεὶ ἐλαία ψαλμικῶς ἐφάνης τὰ πρόσωπα, καὶ τὰς καρδίας ἡμῶν, ἱλαρύνων τῷ ἐλαίῳ τῶν πόνων σου.Στῦλόν σε βάσει ἀρετῶν, στηριζόμενον ἡ κτίσις ἐγνώρισε, πύργον ἀκλόνητον, θαυμάτων βρύσιν, λιμένα εὔδιον, τῶν ἰαμάτων θησαυρόν, δοχεῖον τοῦ Πνεύματος· διὸ σου σήμερον, Δανιὴλ ἐπιτελεῖ τὸ μνημόσυνον.Ἡλίου σήμερον ἡμῖν, ἐξανέτειλε φαιδρότερον Ὅσιε, ἡ θεία μνήμη σου, πιστῶν καρδίας καταφωτίζουσα, δικαιοσύνης τῷ φωτὶ ζόφον δὲ διώκουσα, τῶν ψυχοφθόρων παθῶν, ἣν τελοῦντες εὐσεβῶς ἀνυμνοῦμέν σε.ΘεοτοκίονΦεῖσαί μου Σῶτερ ὁ τεχθείς, καὶ φυλάξας τὴν τεκοῦσάν σε ἄφθορον, μετὰ τὴν κύησιν, ὅταν καθίσῃς κρῖναι τὰ ἔργα μου, τὰς ἀνομίας παρορῶν, καὶ τὰς ἁμαρτίας μου, ὡς ἀναμάρτητος, ἐλεήμων ὡς Θεὸς καὶ φιλάνθρωπος.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ἔφριξε πᾶσα ἀκοή, τὴν ἀπόρρητον Θεοῦ συγκατάβασιν, ὅπως ὁ Ὕψιστος ἑκών, κατῆλθε μέχρι καὶ σώματος, Παρθενικῆς ἀπὸ γαστρός, γενομενος ἄνθρωπος· διὸ τήν ἄχραντον, Θεοτόκον οἱ πιστοὶ μεγαλύνομεν».
Ἐξαποστειλάριον
Ἦχος γ'
Ἐν Πνεύματι τῷ Ἱερῷ ΤΟ ΑΚΟΥΤΕ
Τῷ κρύει καὶ τῷ καύσωνι, πιεζόμενος Πάτερ, τῷ σώματι μετέωρος, διετέλεσας ὥσπερ, ἀδάμας μὴ καμπτόμενος, Δανιὴλ πανθαύμαστε, τῆς φύσεως ταῖς ἀνάγκαις· διὰ τοῦτο καὶ δόξης, ἀθανάτου σε υἱόν, ἠξίωσεν ἀπολαύειν.
Θεοτοκίον
Ἦχος γ'
Ἐν Πνεύματι τῷ Ἱερῷ ΤΟ ΑΚΟΥΤΕ
Ἐκύησας πανάχραντε, τὸν Θεοῦ Θεὸν Λόγον, τῷ κόσμῳ ὁ τὴν σωτήριον, ἐκτελοῦντα πανσόφως, οἰκονομίαν ἀρίστην· διὰ τοῦτό σε πάντες, ὑμνολογοῦμεν ἀξίως, ὡς πρεσβεύουσαν τούτῳ, λυτρωθῆναι ἡμᾶς νόσων, καὶ παντοίων κινδύνων.
| TA ΜΗΝΑΙΑ | Δεκέμβριος | 11 |
Dec 12
Τῌ ΙΒ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΔΕΚΕΜΒΡΙΟΥΜνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ θαυματουργοῦ Σπυρίδωνος.
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Μετὰ τὸν Προοιμιακὸν στιχολογοῦμεν τὴν α' Στάσιν τοῦ, Μακάριος ἀνήρ. Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια γ' δευτεροῦντες αὐτά.
Στιχηρὰ Προσόμοια
Ἦχος πλ. α'
Χαίροις ἀσκητικῶν ΤΟ ΑΚΟΥΤΕ
Χαίροις Ἀρχιερέων Κανών, τῆς Ἐκκλησίας ἀδιάσειστον ἔρεισμα, τὸ κλέος τῶν Ὀρθοδόξων, ἡ τῶν θαυμάτων πηγή, τῆς ἀγάπης ῥεῖθρον μὴ κενούμενον, φωστὴρ ὁ πολύφωτος, τὸ τοῦ Πνεύματος ὄργανον, ὁ νοῦς ὁ θεῖος, ὁ πραΰς καὶ ἀκέραιος, ὁ ἁπλότητι, ἀληθεῖ καλλυνόμενος· Ἄνθρωπε ἐπουράνιε, ἐπίγειε Ἄγγελε, τοῦ ἀμπελῶνος ἐργάτα, ὁ τοῦ Χριστοῦ φίλος γνήσιος, αὐτὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.
Ἦχος πλ. α'
Πρᾶος καὶ κληρονόμος τῆς γῆς, σὺ τῶν πραέων ἀληθῶς ἀναδέδειξαι, Σπυρίδων Πατέρων δόξα, ὁ ταῖς νευραῖς τῶν σοφῶν, καὶ ἁπλῶν σου λόγων, θείᾳ χάριτι, ἐχθρόν τὸν παμπόνηρον, καὶ παράφρονα Ἄρειον, ἐναποπνίξας, καὶ τὸ δόγμα τὸ ἔνθεον, καὶ σωτήριον, ἀνυψώσας ἐν Πνεύματι, πάντας τοὺς ὀρθοδόξους τε, φωτίσας τρανότατα, ἕνα δοξάζειν τὸν Λόγον, ὡς ἀληθῶς ὁμοούσιον, Πατρὶ προανάρχῳ, παρεχόμενον τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Ἦχος πλ. α'
Πάθη ἀπονεκρώσας σαρκός, νεκροὺς ἐν χάριτι Θεοῦ ἐξανέστησας, καὶ ὄφιν χρυσοῦν εἰργάσω, καὶ ποταμοῦ τὰς ὁρμάς, προσευχῇ σου Πάτερ ἐχαλίνωσας, νυκτὸς Βασιλεῖ δέ, ἐπιφανεῖς κινδυνεύοντι, τοῦτον ἰάσω, τῇ καθ' ὕπαρ ἐγγύτητι, τοῦ Κυρίου σε, παραδόξως δοξάζοντος· Ὅθεν μεγαλοφώνως σου, τὴν μνήμην γεραίρομεν, καὶ τῶν λειψάνων Σπυρίδων, τὴν ἱερὰν θήκην σέβομεν, ἐξ ἧς ἀναβλύζεις, ἰαμάτων θεῖα ῥεῖθρα, καὶ μέγα ἔλεος.
Δοξαστικὸν
Ἦχος α'
Ἀνατολίου
Ὅσιε Πάτερ μακάριε, Σπυρίδων σοφέ, τὴν νεκρὰν ὥσπερ ζῶσαν, ἐπηρώτας δι' ἀγάπην Θεοῦ, ὄφιν δὲ μετέβαλες εἰς χρυσόν, ὁ πενίαν ἀσκῶν· ῥύσιν δὲ ἐπέσχες ποταμοῦ, συμπαθήσας λαῷ, Βασιλεῖ δὲ παρέστης ἰατήρ, τῇ προνοίᾳ Θεοῦ· νεκροὺς δὲ πάλιν ἤγειρας, ὡς αὐτοῦ μαθητής, τὴν πίστιν δὲ ἐτράνωσας, ἀναμέσον Πατέρων πολλῶν. Πάντα οὖν ἰσχύων ἐν τῷ ἐνδυναμοῦντί σε Χριστῷ, αὐτὸν καὶ νῦν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον
Ἦχος πλ. β'
Σπήλαιον εὐτρεπίζου· ἡ Ἀμνὰς γὰρ ἥκει, ἔμβρυον φέρουσα Χριστόν· Φάτνη δὲ ὑποδέχου, τὸν τῷ λόγῳ λύσαντα τῆς ἀλόγου πράξεως, ἡμᾶς τοὺς γηγενεῖς, Ποιμένες ἀγραυλοῦντες, μαρτυρεῖτε θαῦμα τὸ φρικτόν, καὶ Μάγοι ἐκ Περσίδος, χρυσὸν καὶ λίβανον σμύρναν τῷ Βασιλεῖ προσάξατε, ὅτι ὤφθη Κύριος ἐκ Παρθένου Μητρός, ὃν περ καὶ κύψασα, δουλικῶς ἡ Μήτηρ προσεκύνησε, καὶ προσεφθέγξατο τῷ ἐν ἀγκάλαις αὐτῆς· Πῶς ἐνεσπάρης μοι, ἢ πῶς μοι ἐνεφύης, ὁ λυτρωτής μου καὶ Θεός;
Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.Ἦχος α' Νεφέλην σε φωτὸς ΤΟ ΑΚΟΥΤΕΠανήγυρις φαιδρά, ἱερὰ πανδαισία, δεῦτε πιστοὶ μεθέξωμεν· Σπυρίδων καὶ γὰρ ἡμᾶς συγκαλεῖται, ἑστιάτωρ ὢν πνευματικός, οὗ ἡ τράπεζα θεία, ἡδέα τὰ θαύματα, αἱ πράξεις ἀθάνατοι, αὐτοῦ μιμησώμεθα τὸ πρᾶον, τὸ ἄκακον, τὸ ἁπλοῦν, τὸ φιλάνθρωπον, τὸ περὶ πάντας σοφόν, ἐν οἷς ἐν Ἀρχιερεῦσιν, ὡς φῶς ἐξέλαμψε.Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος.Μεγίστων ποιητής, ἀρετῶν καὶ θαυμάτων, ἀνεδείχθης Σπυρίδων σοφέ, ταῖς μέν σου καταφαιδρύνας τὸν βίον, ὑπὲρ φέγγος τὸ ἡλιακόν, τοῖς δὲ καταλαμπρύνας, κόσμον τὸν περίγειον, ὑπὲρ ἀστραπὰς οὐρανοῦ, ἀμφοῖν ὡραιότερος, δεικνύμενος Ὅσιε, τοῖς προσφεύγουσιν ἐν πίστει, ταῖς προστασίαις σου.Στίχ. Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὅσιοί σου ἀγαλλιάσονται.Ὢ θαύματος φρικτοῦ! ἡ νεκρὰ πυθομένῳ, φωνὴν ζῶσάν σοι δέδωκεν, ὁ ῥοῦς δὲ τοῦ ποταμοῦ ἀνεστάλη, διὰ λόγου σου προστακτικοῦ, ἡ τοῦ Ἄνακτος νόσος, εὐχῇ σου φυγαδεύεται, ὁ ὄφις εἰς εἶδος χρυσοῦ ἀντιμετηλλάττετο, νεκροὶ ἐξηγέρθησαν· ἐνήργει γὰρ ἐν σοὶ ὁ Χριστός, Σπυρίδων Ἱερουργέ, ὁ τῆς Τριάδος τὸ δόγμα, ἀνακηρύξας τρανῶς.
Δοξαστικὸν
Ἦχος β'
Γερμανοῦ
Ἱεραρχῶν τὸ θεῖον κειμήλιον, Πάτερ Ὅσιε, Σπυρίδων σοφέ, ἐν ἀρεταῖς ἀναδέδειξαι· ὅθεν τῆς Ἐκκλησίας προστάτης γενόμενος, αἱρεσιάρχας ἐξώθησας, καὶ τοῦ Ἀρείου τὸ βλάσφημον, συνοδικῶς εἰς γῆν κατηδάφισας· διὸ θαυματουργῶν ἐν ἔργῳ καὶ λόγῳ τὸν Σωτῆρα ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Προεόρτιον
Ἦχος β'
Ἰδοὺ καιρὸς ἤγγικε τῆς σωτηρίας ἡμῶν· Εὐτρεπίζου Σπήλαιον, ἡ Παρθένος ἐγγίζει τοῦ τεκεῖν· Βηθλεὲμ γῆ, Ἰούδα, τέρπου καὶ ἀγάλλου, ὅτι ἐκ σοῦ ἀνατέταλκεν, ὁ Κύριος ἡμῶν. Ἀκούσατε ὄρη καὶ βουνοί, καὶ τὰ περίχωρα τῆς Ἰουδαίας, ὅτι ἔρχεται Χριστός, ἵνα σώσῃ ὃν ἔπλασεν ἄνθρωπον, ὡς φιλάνθρωπος.
Ἀπολυτίκιον
Ἦχος α'
Τοῦ λίθου σφραγισθέντος ΤΟ ΑΚΟΥΤΕ
Τῆς Συνόδου τῆς πρώτης ἀνεδείχθης ὑπέρμαχος, καὶ θαυματουργὸς θεοφόρε, Σπυρίδων Πατὴρ ἡμῶν· διὸ νεκρᾷ σὺ ἐν τάφῳ προσφωνεῖς, καὶ ὄφιν εἰς χρυσοῦν μετέβαλες· καὶ ἐν τῷ μέλπειν τὰς ἁγίας σου εὐχάς, Ἀγγέλους ἔσχες συλλειτουργοῦντάς σοι Ἱερώτατε· Δόξα τῷ σὲ δοξάσαντι, δόξα τῷ σὲ στεφανώσαντι· δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Θεοτοκίον, Ἦχος α'
Τοῦ λίθου σφραγισθέντος ΤΟ ΑΚΟΥΤΕ
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης· ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ, ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς διά του τόκου σου.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα
Ἦχος γ'
Τὴν ὡραιότητα ΤΟ ΑΚΟΥΤΕ
Ὄφιν μετέβαλες, εἰς χρυσὸν Ἅγιε, καὶ ταῖς τῶν λόγων σου, νευραῖς ἀπέπνιξας, τὸν δυσσεβῆ καὶ πονηρόν, Ἄρειον θεοφόρε· Βασιλεῖ δὲ γέγονας, ἰατρὸς παναοίδιμε, καὶ νεκροὺς ἐξήγειρας, Δαίμονάς τε ἀπήλασας· διό σου συνελθόντες ὑμνοῦμεν, Ἱεράρχα τὴν μνήμην τὴν πάντιμον.Δόξα... τὸ αὐτὸΚαὶ νῦν... ΠροεόρτιονΧαρᾶς πεπλήρωνται, πάντα τὰ πέρατα· ἡ Θεοτόκος γάρ, γεννᾶν ἐπείγεται, τὸν Βασιλέα τοῦ παντός, ὢ θαύματος ἀνερμηνεύτου! Ἄρχεται ὁ ἄναρχος καὶ σαρκοῦται ὁ ἄσαρκος, Σπήλαιον εἰσδέχεται τὸν συνέχοντα ἅπαντα. Ἡ Βηθλεὲμ ἀγάλλου, καὶ χόρευε ἡ κτίσις, ἡμέραν Προεόρτιον.
Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα
Ἦχος δ'
Ταχὺ προκατάλαβε ΤΟ ΑΚΟΥΤΕ
Τοῖς λόγοις ἐκόσμησας, τὴν Ἐκκλησίαν Χριστοῦ, τοῖς ἔργοις ἐτίμησας, τὸ κατ' εἰκόνα Θεοῦ, Σπυρίδων μακάριε, ἔλαμψας ἐν τῷ κόσμῳ, τῇ ἐν σοὶ σωφροσύνῃ, χάριτας ἰαμάτων, ἀπαστράπτων τοῖς πᾶσι· διὸ καὶ ἑορτάζομεν πίστει τὴν μνήμην σου.Δόξα... τὸ αὐτὸΚαὶ νῦν... ΠροεόρτιονΠαρθένοι προεξάρξατε, τῇ τῆς Παρθένου χαρᾷ, μητέρες αἰνέσατε, τὴν προπομπὴν τῆς Μητρός, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν. Μάγοι σὺν τοῖς Ἀγγέλοις, σὺν ἡμῖν οἱ Ποιμένες· ἔρχεται γὰρ ἐν πόλει, Βηθλεὲμ τοῦ γεννῆσαι· Αὐτῆς ταῖς ἱκεσίαις, σῶσον ἡμᾶς ὁ Θεός.
Μετὰ δὲ τὸν Πολυέλεον, Κάθισμα
Ἦχος πλ. δ'
Τὴν Σοφίαν ΤΟ ΑΚΟΥΤΕ
Ἀνακτόροις καὶ μύσταις θεοπρεπῶς, ἐν συλλόγῳ πανσέπτῳ φιλοσοφῶν, τρανῶς διεσάφησας, τῆς Τριάδος τὴν δύναμιν· καὶ γὰρ κηρύττων ὤφθης, μονάδα θεότητος, καὶ ἐν μιᾷ οὐσίᾳ σαφῶς ἐδογμάτισας· ὅθεν ὑπὲρ λόγον, κατ' ἐπίπνοιαν θείαν, καθεῖλες τὸν φλύαρον, τῇ δυνάμει τοῦ Πνεύματος, Ἱεράρχα θεσπέσιε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.Δόξα... Καὶ νῦν... ΘεοτοκίονΧαῖρε θρόνε πυρίμορφε τοῦ Θεοῦ, Χαῖρε Κόρη Καθέδρα βασιλική, Κλίνη πορφυρόστρωτε, χρυσοπόρφυρε θάλαμε, Χλαμὺς ἁλουργόχροε, τιμαλφέστατον Τέμενος, ἀστραπηφόρον Ἅρμα, Λυχνία πολύφωτε. Χαῖρε Θεοτόκε, δωδεκάτειχε Πόλις, καὶ Πύλη χρυσήλατε, καὶ Παστὰς ἀγλαόμορφε, ἀγλαόχρυσε Τράπεζα, θεοκόσμητον Σκήνωμα, Χαῖρε ἔνδοξε Νύμφη ἡλιοστάλακτε, Χαῖρε μόνη ψυχῆς μου εὐπρέπεια.
Προκείμενον Ἦχος δ'Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.Στίχ. Ἀκούσατε ταῦτα πάντα τὰ ἔθνη.
Δόξα... Ταῖς τοῦ Ἱεράρχου...Καὶ νῦν... Ταῖς τῆς Θεοτόκου...Εἶτα τὸ ἰδιόμελον Ἦχος πλ. β'Πατέρων ἀγλάϊσμα, Σπυρίδων σοφέ, καὶ ἀκροθίνιον, τῇ τῶν θαυμάτων σου αἴγλῃ, τῆς οἰκουμένης φωτίζων τὰ πέρατα, καὶ τῆς Ἀρείου λύσσης καθαιρέτης φανείς, τόν Σωτῆρα ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Κανών α', ᾨδὴ α', τῆς Θεοτόκου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν αἰγυπτίαν μοχθηρίαν διαφυγών, ὁ Ἰσραηλίτης ἀνεβόα· τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν.Πολλοῖς συνεχόμενος πειρασμοῖς, πρὸς σὲ καταφεύγω, σωτηρίαν ἐπιζητῶν· Ὦ Μῆτερ τοῦ Λόγου καὶ Παρθένε, τῶν δυσχερῶν καὶ δεινῶν με διάσωσον.Παθῶν με ταράττουσι προσβολαί, πολλῆς ἀθυμίας, ἐμπιπλῶσαί μου τὴν ψυχήν, εἰρήνευσον, Κόρη, τῇ γαλήνῃ, τῇ τοῦ Υἱοῦ καὶ Θεοῦ σου, Πανάμωμε.Σωτῆρα τεκοῦσάν σε καὶ Θεόν, δυσωπῶ, Παρθένε, λυτρωθῆναί με τῶν δεινῶν· σοὶ γὰρ νῦν προσφεύγων ἀνατείνω, καὶ τὴν ψυχὴν καὶ τὴν διάνοιαν.Νοσοῦντα τὸ σῶμα καὶ τὴν ψυχήν, ἐπισκοπῆς θείας, καὶ προνοίας τῆς παρὰ σοῦ, ἀξίωσον, μόνη Θεομῆτορ, ὡς ἀγαθὴ ἀγαθοῦ τε λοχεύτρια.
Ποίημα Θεοφάνους.Κανών β', ᾨδὴ α', τοῦ Ἱεράρχου
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐν βυθῷ κατέστρωσε ποτέ, τὴν Φαραωνίτιδα, πανστρατιὰν ἡ ὑπέροπλος δύναμις· σαρκωθεὶς ὁ Λόγος δέ, τὴν παμμόχθηρον ἁμαρτίαν ἐξείληψεν, ὁ δεδοξασμένος Κύριος· ἐνδόξως γὰρ δεδόξασται».Τῶν πραέων γῆν καταλαβών, Πάτερ ὡς πραότατος, καὶ συμπαθὴς καὶ καθαρὸς γενόμενος, τὸν ἐπανιστάμενον, τῇ καρδίᾳ μου, καταπράϋνον κλύδωνα, ὅπως ἐν γαλήνῃ θείᾳ, γεγονὼς ἀνευφημήσω σε.Γεωργίαις θείαις τὴν ψυχήν, Πάτερ καθηράμενος, θεοειδὴς Σπυρίδων ἐχρημάτισας, καὶ τοῦ θείου Πνεύματος, τὴν ὑπέρλαμπρον κατεπλούτησας ἔλλαμψιν· ὅθεν καταυγάζεις, τοὺς εἰλικρινῶς σε μακαρίζοντας.Ἐκ ποιμνίων ὥσπερ τὸν Δαυΐδ, σὲ ἀναλαβόμενος, ὁ Πλαστουργός, λογικῆς ποίμνης ἔθετο ποιμένα πανάριστον, τῇ ἁπλότητι καὶ πραότητι λάμποντα, καὶ τῇ ἀκακίᾳ, Ὅσιε ποιμὴν καλλωπιζόμενον.ΘεοτοκίονΠαναγία ἄχραντε Ἁγνή, φώτισον, ἁγίασον, τὸν λογισμόν, καὶ τὴν ψυχήν μου δέομαι, τὰ νέφη σκεδάζουσα, τῆς ἀγνοίας μου, καὶ τοῦ σκότους ἐξαίρουσα, τοῦ τῆς ἁμαρτίας, ὅπως κατὰ χρέος μακαρίζω σε.
Κανών α', ᾨδὴ γ', τῆς Θεοτόκου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σύ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε.Προστασίαν καὶ σκέπην, ζωῆς ἐμῆς τίθημι, Σέ, Θεογεννῆτορ, Παρθένε, σύ με κυβέρνησον, πρὸς τὸν λιμένα σου, τῶν ἀγαθῶν ἡ αἰτία, τῶν πιστῶν τὸ στήριγμα, μόνη πανύμνητε.Ἱκετεύω, Παρθένε, τὸν ψυχικὸν τάραχον, καὶ τῆς ἀθυμίας τὴν ζάλην, διασκεδάσαι μου· σὺ γάρ, Θεόνυμφε, τὸν ἀρχηγὸν τῆς γαλήνης, τὸν Χριστὸν ἐκύησας, μόνη πανάχραντε.Εὐεργέτην τεκοῦσα, τὸν τῶν καλῶν αἴτιον, τῆς εὐεργεσίας τὸν πλοῦτον, πᾶσιν ἀνάβλυσον· πάντα γὰρ δύνασαι, ὡς δυνατὸν ἐν ἰσχύϊ, τὸν Χριστὸν κυήσασα, Θεομακάριστε.Χαλεπαῖς ἀρρωστίαις, καὶ νοσεροῖς πάθεσιν, ἐξεταζομένῳ, Παρθένε, σύ μοι βοήθησον· τῶν ἰαμάτων γάρ, ἀνελλιπῆ σε γινώσκω, θησαυρόν, Πανάμωμε, τὸν ἀδαπάνητον.
Κανών β', ᾨδὴ γ', τοῦ Ἱεράρχου
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐν πέτρᾳ με τῆς πίστεως στερεώσας, ἐπλάτυνας τὸ στόμα μου ἐπ' ἐχθρούς μου· ηὐφράνθη γὰρ τὸ πνεῦμά μου ἐν τῷ ψάλλειν· οὐκ ἔστιν ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε».Τὸν νοῦν σου ἀπαθείᾳ καταλαμπρύνας, καὶ θείᾳ ταπεινώσει καθωραΐσας, χαρίσματα τοῦ Πνεύματος ὑπεδέξω, διώκειν πνεύματα, λύειν νοσήματα, τῶν πιστῶς τιμώντων σε Ἱερώτατε.Τὸν ὄφιν τὸν ἀρχέκακον ἀποκτείνας, τὸν τρόπον τὸν φιλάργυρον συμπατήσας, οἰκτείρων τὸν δεόμενον Ἱεράρχα, ὄφιν μετέβαλες, χρυσοῦν εἰς κόσμιον, ἱεραῖς ἐντεύξεσι Πάτερ Ὅσιε.Ἀνῆλθες πρὸς τὸ ὄρος τῆς θεωρίας, εἰσέδυς εἰς τὸν γνόφον τῆς ἀπαθείας, πλαξὶ δὲ τῆς καρδίας σου εἰσεδέξω, Νόμον σωτήριον, ὡς ἱερώτατος, καὶ θεράπων γνήσιος τοῦ Δεσπότου σου.ΘεοτοκίονΘεράπευσον τὰ τραύματα τῆς ψυχῆς μου, τὸν νοῦν μου σκοτιζόμενον ἀμελείᾳ, Θεόνυμφε καταύγασον, ἵνα ψάλλω, οὐκ ἔστιν ἄμεμπτος ὡς σὺ Πανάμωμε, καὶ οὐκ ἔστιν ἄχραντος, πλήν σου Δέσποινα
Κάθισμα
Ἦχος πλ. δ'
Τὴν Σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ
Ἐκ ποιμνίων προβάτων τὴν τοῦ Χριστοῦ, Ἐκκλησίαν ποιμαίνειν προχειρισθείς, ποιμὴν θεοπρόβλητος, σὺ Σπυρίδων ἀνέλαμψας, κακοδοξίας λύκους, ἐλάσας τοῖς λόγοις σου, ἐν εὐσεβείας πόᾳ, αὐτὴν ἐκτρεφόμενος· ὅθεν ἀναμέσον, θεοφόρων Πατέρων, τὴν πίστιν ἐτράνωσας, τῇ σοφίᾳ τοῦ Πνεύματος, Ἱεράρχα μακάριε· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.Δόξα... Καὶ νῦν...Προεόρτιον Ἦχος ὁ αὐτὸςΤὸ προσταχθὲν μυστικῶς ΤΟ ΑΚΟΥΤΕΤῶν γενεθλίων τοῦ Χριστοῦ τὰ Προεόρτια, ἐπιτελοῦντες οἱ πιστοὶ πανηγυρίσωμεν, καὶ ἀξίως ἅπαντες προϋπαντήσωμεν, ὡς Μάγοι δωροφοροῦντες τὰς ἀρετάς, καὶ ᾄδοντες τῶν Ἀγγέλων ᾆσμα καινόν, τῷ ἐκ Κόρης θεόπαιδος, ἐν Βηθλεὲμ ἄνευ σπορᾶς, γεννωμένῳ Θεῷ ἡμῶν, ὃν δοξάζει τὰ σύμπαντα.
Κανών α', ᾨδὴ δ', τῆς Θεοτόκου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Εἰσακήκοα, Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν Θεότητα.Τῶν παθῶν μου τὸν τάραχον, ἡ τὸν κυβερνήτην τεκοῦσα Κύριον, καὶ τὸν κλύδωνα κατεύνασον, τῶν ἐμῶν πταισμάτων, Θεονύμφευτε.Εὐσπλαγχνίας τὴν ἄβυσσον, ἐπικαλουμένῳ τῆς σῆς παράσχου μοι, ἡ τὸν εὔσπλαγχνον κυήσασα, καὶ Σωτῆρα πάντων, τῶν ὑμνούντων σε.Ἀπολαύοντες, Πάναγνε, τῶν σῶν δωρημάτων εὐχαριστήριον, ἀναμέλπομεν ἐφύμνιον, οἱ γινώσκοντές σε Θεομήτορα.Οἱ ἐλπίδα καὶ στήριγμα, καὶ τῆς σωτηρίας τεῖχος ἀκράδαντον, κεκτημένοι σε, Πανύμνητε, δυσχερείας πάσης, ἐκλυτρούμεθα.
Κανών β', ᾨδὴ δ', τοῦ Ἱεράρχου
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐλήλυθας ἐκ Παρθένου οὐ πρέσβυς οὐκ Ἄγγελος, ἀλλ' αὐτὸς ὁ Κύριος, σεσαρκωμένος καὶ ἔσωσας, ὅλον με τὸν ἄνθρωπον· διὸ κραυγάζω σοι, Δόξα τῇ δυνάμει σου Κύριε».Τοῖς ἄνθραξι, τοῦ σεπτοῦ ἀναπτόμενος Πνεύματος, παθῶν εὐκατάπρηστον, ὕλην Παμμάκαρ ἐνέπρησας, κόσμον δὲ πυρσεύμασι, τῶν ἀρετῶν σου Σπυρίδων κατελάμπρυνας.Πυθομένῳ, ἡ νεκρὰ σοι φωνὴν Πάτερ δέδωκε, ποτάμια ῥεύματα, σαῖς ἐπεσχέθη προστάξεσιν· ὤφθης γὰρ μακάριε, τερατουργός, θείαν χάριν κληρωσάμενος.Νεκρώσας σου, τῆς σαρκὸς τὰς κινήσεις θεόπνευστε, νεκροὺς ἐξανέστησας, ζωοποιῷ σου προσρήματι· ὅθεν ἱκετεύω σε, τὴν νεκρωθεῖσαν ψυχήν μου Πάτερ ζώωσον.ΘεοτοκίονΠροφῆταί σου, μυστηρίου τὸ βάθος προήγγειλαν, τὸ ἀκατανόητον· μόνη γὰρ ἔτεκες Ἄχραντε, τὸν ἀπεριόριστον, σεσαρκωμένον δι' οἶκτον ἀδιήγητον.
Κανών α', ᾨδὴ ε', τῆς Θεοτόκου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Φώτισον ἡμᾶς, τοῖς προστάγμασί σου, Κύριε, καὶ τῷ βραχίονί σου τῷ ὑψηλῷ, τὴν σὴν εἰρήνην, παράσχου ἡμῖν, φιλάνθρωπε.Ἔμπλησον, Ἁγνή, εὐφροσύνης τὴν καρδίαν μου, τὴν σὴν ἀκήρατον διδοῦσα χαράν, τῆς εὐφροσύνης, ἡ γεννήσασα τὸν αἴτιον.Λύτρωσαι ἡμᾶς, ἐκ κινδύνων, Θεοτόκε Ἁγνή, ἡ αἰωνίαν τεκοῦσα λύτρωσιν, καὶ τὴν εἰρήνην, τὴν πάντα νοῦν ὑπερέχουσαν.Λῦσον τὴν ἀχλύν, τῶν πταισμάτων μου, Θεόνυμφε, τῷ φωτισμῷ τῆς σῆς λαμπρότητος, ἡ φῶς τεκοῦσα, τὸ θεῖον καὶ προαιώνιον.Ἴασαι Ἁγνή, τῶν παθῶν μου τὴν ἀσθένειαν, ἐπισκοπῆς σου ἀξιώσασα, καὶ τὴν ὑγείαν, τῇ πρεσβείᾳ σου παράσχου μοι.
Κανών β', ᾨδὴ ε', τοῦ Ἱεράρχου
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ φωτισμός, τῶν ἐν σκότει κειμένων, ἡ σωτηρία, τῶν ἀπεγνωσμένων Χριστὲ Σωτήρ μου, πρὸς σὲ ὀρθρίζω, Βασιλεῦ τῆς εἰρήνης, φώτισόν με τῇ ἐπιλάμψει σου· ἄλλον γὰρ ἐκτός σου, Θεὸν οὐκ ἐπίσταμαι».Ὁ ποταμὸς τῶν ἐν σοὶ χαρισμάτων, πᾶσαν ἀρδεύει Ὅσιε καρδίαν, πᾶσι δωρεῖται, ῥῶσιν πλουσίαν, πάντας πρὸς δόξαν διεγείρει τοῦ σὲ δοξάσαντος, καὶ θαυματουργίαις, παντοίαις τιμήσαντος.Σὲ βασιλεύς, ὁ ἐπίγειος μάκαρ τοῦ Βασιλέως, τοῦ ἐπουρανίου σαφῶς ἐπέγνω, γνήσιον δοῦλον, ἐκ χαρίσματος θείου πεπληρωμένον, ἐν τῷ παρεῖναί σε μέγαν ἰατρόν, πρὸς Θεοῦ μηνυόμενον.Τοῦ Ἀβραάμ, τὸν φιλόξενον τρόπον σὺ ἐμιμήσω, πᾶσι τῆς οἰκίας σου τὰς εἰσόδους ἀναπετάσας, καὶ τοῖς πᾶσι τὰ πάντα χρηματίσας, καὶ προμηθούμενος, τῶν ἐν περιστάσει, Σπυρίδων μακάριε.ΘεοτοκίονΝέον ἡμῖν, ἀπεγέννησας βρέφος τὸν πρὸ αἰώνων, Κόρη γεννηθέντα, Πατρὸς ἀνάρχου· ὃν ἐκδυσώπει, ὡς Υἱὸν καὶ Θεόν σου οἰκτειρῆσαι, τοὺς Θεοτόκον σε, Πάναγνε ψυχῇ, καθαρᾷ καταγγέλλοντας.
Κανών α', ᾨδὴ ς', τῆς Θεοτόκου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾍδῃ προσήγγισε, καὶ δέομαι ὡς Ἰωνᾶς· Ἐκ φθορᾶς, ὁ Θεὸς με ἀνάγαγε.Θανάτου καὶ τῆς φθορᾶς ὡς ἔσωσεν, ἑαυτὸν ἐκδεδωκὼς τῷ θανάτῳ, τὴν τῇ φθορᾷ καὶ θανάτῳ μου φύσιν, κατασχεθεῖσαν, Παρθένε, δυσώπησον, τὸν Κύριόν σου καὶ Υἱόν, τῆς ἐχθρῶν κακουργίας με ῥύσασθαι.Προστάτιν σε τῆς ζωῆς ἐπίσταμαι, καὶ φρουρὰν ἀσφαλεστάτην, Παρθένε, τῶν πειρασμῶν διαλύουσαν ὄχλον, καὶ ἐπηρείας δαιμόνων ἐλαύνουσαν, καὶ δέομαι διαπαντός, ἐκ φθορᾶς τῶν παθῶν μου ῥυσθῆναί με.Ὡς τεῖχος καταφυγῆς κεκτήμεθα, καὶ ψυχῶν σε παντελῆ σωτηρίαν, καὶ πλατυσμὸν ἐν ταῖς θλίψεσι, Κόρη, καὶ τῷ φωτί σου ἀεὶ ἀγαλλόμεθα· Ὧ Δέσποινα, καὶ νῦν ἡμᾶς, τῶν παθῶν καὶ κινδύνων διάσωσον.Ἐν κλίνῃ νῦν ἀσθενῶν κατάκειμαι, καὶ οὐκ ἔστιν ἴασις τῇ σαρκί μου, ἀλλ' ἡ Θεὸν καὶ Σωτῆρα τοῦ κόσμου, καὶ τὸν λυτῆρα τῶν νόσων κυήσασα, σοῦ δέομαι τῆς ἀγαθῆς, ἐκ φθορᾶς νοσημάτων ἀνάστησον.
Κανών β', ᾨδὴ ς', τοῦ Ἱεράρχου
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον, τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον· Ἐκ φθορᾶς, ὁ Θεὸς με ἀνάγαγε».Ὁ χρυσὸς ὡς πηλὸς σοι λελόγισται, τῇ ὑπὲρ χρυσὸν ἀπαθείᾳ ἀστράπτοντι, καὶ πλουτισθέντι Ὅσιε, δωρεαῖς ταῖς παγχρύσοις τοῦ Πνεύματος.Καθαρῶς λειτουργῶν τῷ Δεσπότῃ σου, πλῆθος ἔσχες Ὅσιε, καθυπακοῦόν σοι, Ἀγγελικῶν Δυνάμεων, ἀοράτοις φωναῖς Ἱερώτατε.Ὁ περίδοξος πάνσοφε βίος σου, κόσμῳ σε περίδοξον, Πάτερ εἰργάσατο· διὸ τὴν θείαν μνήμην σου, γεγηθότες τελοῦμεν ὑμνοῦντές σε.ΘεοτοκίονΟὐρανῶν πλατυτέρα ἡ μήτρα σου, γέγονεν ἀπείρανδρε, Θεὸν χωρήσασα, τὸν μηδαμοῦ χωρούμενον, Παναγία Παρθένε πανύμνητε.
Κοντάκιον
Ἦχος β'
Τὰ ἄνω ζητῶν ΤΟ ΑΚΟΥΤΕ
Τῷ πόθῳ Χριστοῦ τρωθεὶς Ἱερώτατε, τὸν νοῦν πτερωθείς, τῇ αἴγλῃ τοῦ Πνεύματος, πρακτικῇ θεωρίᾳ, τὴν πρᾶξιν εὗρες θεόληπτε, θυσιαστήριον θεῖον γενόμενος, αἰτούμενος πᾶσι θείαν ἔλλαμψιν.
Ὁ Οἶκος
Τὸν ἐκ κοιλίας ἡγιασμένον Ἱεράρχην Κυρίου, ἀνευφημήσωμεν νῦν Σπυρίδωνα, τὸν τῆς χάριτος πλάκας δεξάμενον θείας δόξης, καὶ ἐν θαύμασι περιβόητον πᾶσι, καὶ ὡς θερμὸν καὶ αὐτόπτην τῆς θείας ἐλλάμψεως, ὡς τῶν πενήτων προστάτην, καὶ τῶν ἁμαρτανόντων ψυχαγωγόν· οὗτος γὰρ θύων τῷ βήματι τοῦ Χριστοῦ, Ἱεράρχης πιστός ἀναδέδεικται, αἰτούμενος πᾶσι θείαν ἔλλαμψιν.
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΙΒ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ θαυματουργοῦ Σπυρίδωνος.ΣτίχοιὉ θαυματουργὸς κἂν τέθνηκε Σπυρίδων,Τοῦ θαυματουργεῖν οὐκ ἔληξεν εἰσέτι.Ἀμφὶ δωδεκάτην Σπυρίδων βίοτον λίπε τόνδε.Τῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τοῦ Ἁγίου Μάρτυρος Συνετοῦ.ΣτίχοιΤὸν Συνετὸν κτείνουσι ἄφρονες ξίφει,Τὴν εὐσεβῆ τιμῶντα πίστιν ἐμφρόνως.Τῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τοῦ Ἁγίου Πατρὸς ἡμῶν Ἀλεξάνδρου Ἀρχιεπισκόπου Ἱεροσολύμων, τοῦ Ἱερομάρτυρος.ΣτίχοιὉ Ἀλέξανδρος, εἷς ὢν τῶν θυηπόλων,Ἄνευ αἵματος, εἷς ἦν καὶ τῶν Μαρτύρων.Τῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τῶν Ὁσίων Πατέρων ἡμῶν Ἀμωναθᾶ καὶ Ἄνθου.ΣτίχοιΜισῶ τὰ τῆς γῆς Ἄγγελοι δέξασθέ με,Ἀμωναθᾶς ὁ θεῖος ἐκλείπων λέγει.Τὸ τοῦ Προφήτου προσφόρως Δαυΐδ λέγων,Ὡς ἄνθος ἀγροῦ θεῖος Ἄνθος ἐρρύη.Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
Κανών α', ᾨδὴ ζ', τῆς Θεοτόκου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Οἱ ἐκ τῆς Ἰουδαίας, καταντήσαντες Παῖδες ἐν Βαβυλῶνι ποτέ, τῇ πίστει τῆς Τριάδος, τὴν φλόγα τῆς καμίνου, κατεπάτησαν ψάλλοντες· Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.Τὴν ἡμῶν σωτηρίαν, ὡς ἠθέλησας Σῶτερ, οἰκονομήσασθαι, ἐν μήτρᾳ τῆς Παρθένου, κατῴ κησας τῷ κόσμῳ, ἣν προστάτιν ἀνέδειξας· Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητός εἶ.Θελητὴν τοῦ ἐλέους, ὃν ἐγέννησας, Μῆτερ ἁγνὴ δυσώπησον, ῥυσθῆναι τῶν πταισμάτων, ψυχῆς τε μολυσμάτων, τοὺς ἐν πίστει κραυγάζοντας· Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.Θησαυρὸν σωτηρίας, καὶ πηγὴν ἀφθαρσίας, τὴν σὲ κυήσασαν, καὶ πύργον ἀσφαλείας, καὶ θύραν μετανοίας, τοῖς κραυγάζουσιν ἔδειξας· Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.Σωμάτων μαλακίας, καὶ ψυχῶν ἀρρωστίας, Θεογεννήτρια, τῶν πόθῳ προσιόντων, τῇ σκέπῃ σου τῇ θείᾳ, θεραπεύειν ἀξίωσον, ἡ τὸν Σωτῆρα Χριστόν, ἡμῖν ἀποτεκοῦσα.
Κανών β', ᾨδὴ ζ', τοῦ Ἱεράρχου
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἀντίθεον πρόσταγμα παρανομοῦντος, τυράννου μετάρσιον τὴν φλόγα ἀνερρίπισε· Χριστὸς δὲ ἐφήπλωσε, θεοσεβέσι Παισί, δρόσον τὴν τοῦ Πνεύματος, ὁ ὢν εὐλογημένος καὶ ὑπερένδοξος».Μωσέως τὸ ἄπλαστον, Δαυΐδ τὸ πρᾶον, Ἰὼβ τοῦ Αὐσίτιδος τὸ ἄμεμπτον κτησάμενος, τοῦ Πνεύματος γέγονας κατοικητήριον, μέλπων ἱερώτατε, ὁ ὢν εὐλογημένος καὶ ὑπερένδοξος.Ψεκάδες τῇ κάρᾳ σου ἐν ὥρᾳ θέρους, οὐράνιαι στάζουσαι, τὸ μέλλον προεσήμαινον· Θεὸς γὰρ ὡς ἔφησας, τὴν θείαν μνήμην σου, Ὅσιε ἐδόξασε, πιστοὺς καθαγιάζων τῇ μεσιτείᾳ σου.Συνόδῳ Πατέρων σε Θεὸς δοξάζει, ἐν κρίσει τοὺς λόγους σου, φυλάξαντα μακάριε· οὓς πίστει προσήγαγες, τὸν ἀλογώτατον, Ἄρειον μωραίνοντας σαφῶς, καὶ καταργοῦντας τὴν τούτου ἔνστασιν.ΘεοτοκίονΤὸν βότρυν ἐβλάστησας ἀρρήτῳ λόγῳ, Παρθένε ὡς ἄμπελος, τὸν μόνον ἀγεώργητον, οἶνον ἀναβλύζοντα πάντας εὐφραίνοντα, πάντας ἁγιάζοντα βροτούς, καὶ πᾶσαν μέθην δεινῶν ἐξαίροντα.
Κανών α', ᾨδὴ η', τῆς Θεοτόκου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Τὸν Βασιλέα τῶν οὐρανῶν, ὃν ὑμνοῦσι στρατιαὶ τῶν Ἀγγέλων, ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.Τοὺς βοηθείας τῆς παρὰ σοῦ δεομένους, μὴ παρίδῃς Παρθένε, ὑμνοῦντας, καὶ ὑπερυψοῦντάς σε, Κόρη, εἰς αἰῶνας.Τῶν ἰαμάτων τὸ δαψιλές, ἐπιχέεις τοῖς πιστῶς ὑμνοῦσί σε Παρθένε, καὶ ὑπερυψοῦσι τὸν ἄφραστόν σου τόκον.Τὰς ἀσθενείας μου τῆς ψυχῆς ἰατρεύεις, καὶ σαρκὸς τὰς ὀδύνας, Παρθένε, ἵνα σε δοξάζω τὴν Κεχαριτωμένην.Τῶν πειρασμῶν σὺ τὰς προσβολὰς ἐκδιώκεις, καὶ παθῶν τὰς ἐφόδους Παρθένε· ὅθεν σε ὑμνοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
Κανών β', ᾨδὴ η', τοῦ Ἱεράρχου
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Κάμινος ποτέ, πυρός ἐν Βαβυλῶνι, τὰς ἐνεργείας διεμέριζε, τῷ θείῳ προστάγματι, τοὺς Χαλδαίους καταφλέγουσα, τοὺς δὲ πιστοὺς δροσίζουσα ψάλλοντας· Εὐλογεῖτε, πάντα τὰ ἔργα τὸν Κύριον».Κάμινον παθῶν, ταῖς θείαις ἐπομβρίαις, τοῦ θείου Πνεύματος κατέσβεσας, καὶ δρόσον ἐπήγασας, νοσημάτων Πάτερ καύσωνα, ἐξαίρουσαν τῶν πίστει σοι, πάντοτε προσιόντων, μάκαρ Σπυρίδων πανόλβιε.Ἄκακος εὐθύς, καὶ πρᾶος συμπαθής τε, καὶ ἀνεξίκακος γεγένησαι, ἀγάπῃ φιλόξενος, Ἱεράρχης ἱερώτατος, φρονήματι κοσμούμενος, Ὅσιε ὀρθοδόξῳ· ὅθεν σε πίστει γεραίρομεν.Πάλαι σοι φωνήν, ὡς ζῶσα ἡ θανοῦσα, διερωτῶντι Πάτερ δέδωκεν· ὢ θαῦμα ἐξαίσιον! ὢ παράδοξον μυστήριον! ὢ χάριτος ἧς ἔτυχες! βίῳ κεκοσμημένος, Ἀγγελικῷ ἀξιάγαστε.ΘεοτοκίονΠάθη τῆς ἐμῆς, θεράπευσον καρδίας, τῇ συμπαθείᾳ σου πανύμνητε, τὸν νοῦν μου εἰρήνευσον, τὴν ψυχήν μου φωταγώγησον, καὶ βαίνειν με εὐόδωσον, τρίβους πρός σωτηρίους, ὅπως ἀεὶ μεγαλύνω σε.
Κανών α', ᾨδὴ θ', τῆς Θεοτόκου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Κυρίως Θεοτόκον, σὲ ὁμολογοῦμεν, οἱ διὰ σοῦ σεσωσμένοι, Παρθένε ἁγνή, σὺν Ἀσωμάτων χορείαις, σὲ μεγαλύνοντες.Ῥοήν μου τῶν δακρύων, μὴ ἀποποιήσῃς, ἡ τὸν παντὸς ἐκ προσώπου πᾶν δάκρυον, ἀφῃρηκότα Παρθένε, Χριστὸν κυήσασα.Χαρᾶς μου τὴν καρδίαν, πλήρωσον, Παρθένε, ἡ τῆς χαρᾶς δεξαμένη τὸ πλήρωμα, τῆς ἁμαρτίας τὴν λύπην, ἐξαφανίσασα.Λιμὴν καὶ προστασία, τῶν σοὶ προσφευγόντων, γενοῦ Παρθένε, καὶ τεῖχος ἀκράδαντον, καταφυγή τε καὶ σκέπη, καὶ ἀγαλλίαμα.Φωτός σου ταῖς ἀκτῖσι, λάμπρυνον, Παρθένε, τὸ ζοφερὸν τῆς ἀγνοίας διώκουσα, τοὺς εὐσεβῶς Θεοτόκον, σὲ καταγγέλλοντας.Κακώσεως ἐν τόπῳ, τῷ τῆς ἀσθενείας, ταπεινωθέντα, Παρθένε, θεράπευσον, ἐξ ἀρρωστίας εἰς ῥῶσιν, μετασκευάζουσα.
Κανών β', ᾨδὴ θ', τοῦ Ἱεράρχου
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἀνάρχου Γεννήτορος, Υἱὸς Θεὸς καὶ Κύριος, σαρκωθεὶς ἐκ Παρθένου ἡμῖν ἐπέφανε, τὰ ἐσκοτισμένα φωτίσαι, συναγαγεῖν τὰ ἐσκορπισμένα. Διὸ τὴν πανύμνητον, Θεοτόκον μεγαλύνομεν».Ἀνάρχου Γεννήτορος, τρανῶς Υἱὸν ἐκήρυξας, Ὁμοούσιον Πάτερ, καὶ συναΐδιον, μέσον θεοφόρων Πατέρων μεγαλυνθείς, καὶ τῶν ἀνομούντων, ἐμφράξας τὰ στόματα, Ἱεράρχα παμμακάριστε.Πολύφωτε ἥλιε, Πατέρων ἐγκαλλώπισμα, Ἱερέων τὸ κλέος, Ἀγγέλων σύσκηνε, τοὺς τὴν φωτοφόρον σου μνήμην, χαρμονικῶς, νῦν ἐπιτελοῦντας, φωτὸς καταξίωσον, ἀνεσπέρου ταῖς πρεσβείαις σου.Τὰ θεῖα σκηνώματα, ἡ πύλη ἡ οὐράνιος, ἡ τῶν ἑορταζόντων τερπνὴ ὁμήγυρις, τὴν ἡγιασμένην ψυχήν σου, καὶ ἀρεταῖς καθωραϊσμένην, παμμάκαρ ἐδέξατο, ἐν φωνῇ ἀγαλλιάσεως.ΘεοτοκίονΤὸ μέγα μυστήριον, τῆς ὑπὲρ νοῦν λοχείας σου, καταπλήττει Ἀγγέλους θεοχαρίτωτε, θέλγει τῶν Ὁσίων τὸν δῆμον, τοὺς ἱεροὺς εὐφραίνει Πατέρας, ἐνθέως ὑμνοῦντάς σε, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Ἐξαποστειλάριον
Ἦχος γ'
Φῶς ἀναλλοίωτον Λόγε ΤΟ ΑΚΟΥΤΕ
Σὲ ἐξ ἀλόγου ποίμνης, μετήγαγεν εἰς λογικήν, τὸ Πνεῦμα πνευματοφόρε, ὡς τὸν Μωσέα καὶ Δαυΐδ, ὧν ἐμιμήσω τὸ πρᾶον, Σπυρίδων φῶς οἰκουμένης.
Ἐξαποστειλάριον
Ἦχος γ'
Ἐν Πνεύματι τῷ Ἱερῷ ΤΟ ΑΚΟΥΤΕ
Ἐδόξασεν ἐν θαύμασι, καὶ ἐν τέρασι πλείστοις, ὁ Κύριος μακάριε· ἐν γὰρ θείᾳ Συνόδῳ, Τριάδα ἀνεκήρυξας, καὶ νεκροὺς ἀνέστησας, τὸν ὄφιν χρυσοῦν εἰργάσω, ποταμοῦ δὲ τὸ ῥεῖθρον, παραδόξοις προσευχαῖς, ἀνέστειλας καὶ διῆλθες.
Θεοτοκίον
Ἦχος γ'
Ἐν Πνεύματι τῷ Ἱερῷ ΤΟ ΑΚΟΥΤΕ
Ἐκύησας Πανάχραντε, τὸν Θεοῦ Θεὸν Λόγον, τῷ κόσμῳ τὴν σωτήριον, ἐκτελοῦντα πανσόφως, οἰκονομίαν ἀρίστην· διὰ τοῦτό σε πάντες, ὑμνολογοῦμεν ἀξίως, ὡς πρεσβεύουσαν τούτῳ λυτρωθῆναι ἡμᾶς νόσων, καὶ παντοίων κινδύνων.
Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Ἁγίου.
Στιχηρὰ Προσόμοια
Ἦχος α'
Τῶν οὐρανίων ταγμάτων ΤΟ ΑΚΟΥΤΕ
Ἐν τῇ τοῦ Πνεύματος αἴγλῃ καταλαμπόμενος, τὸ ζοφερὸν καθεῖλεν, ὁ σοφὸς Ἱεράρχης, Ἀρείου τὸ ληρῶδες· ὅθεν ἁπλῶς, δογματίσας Τριάδα πιστῶς, ὑπὸ σοφῶν ἐδοξάσθη καὶ συνετῶν, καὶ τὴν σύνοδον ἐκύρωσεν.
Ἦχος α'
Ταῖς οὐρανίαις ἀκτῖσι περιλαμπόμενος, καὶ τῇ Χριστοῦ δυνάμει, τὰς ἰάσεις παρέχων, ψυχῶν τε καὶ σωμάτων, τῶν πίστει καὶ νῦν, ἐκτελούντων τὴν μνήμην σου, θεομακάριστε Πάτερ θαυματουργέ, μὴ ἐλλίπῃς ὑπερεύχεσθαι.
Ἦχος α'
Τοῦ ἀμπελῶνος ἐργάτης διὰ τῆς πράξεως, τῶν ἐντολῶν ἐδείχθης, τοῦ Χριστοῦ θεοφόρε, διὸ τῆς Βασιλείας, τῆς ἄνω λαβών, μυστικῶς τὸ δηνάριον, ἀδιαλείπτως προσεύχου ὑπὲρ ἡμῶν, τῶν τιμώντων σε Σπυρίδων σοφέ.
Δοξαστικὸν
Ἦχος δ'
Ὅσιε Πάτερ, Ἱεράρχα ἀοίδιμε, ἀποστολικῆς διδασκαλίας γενόμενος ἔμπλεως, καὶ τοῦ θείου Πνεύματος καταγώγιον, δι' ἐναρέτου πολιτείας ἀναδειχθείς, τῆς Ἐκκλησίας τοὺς λύκους, διὰ δογμάτων ἀπήλασας, καὶ τὴν ὀρθόδοξον πίστιν σαφῶς τρανώσας, στῦλος ἀναδείκνυσαι, καὶ εὐσεβείας πρόμαχος. Ὅθεν καὶ θαυματουργῶν ἐν τοῖς πέρασιν, ὄφιν εἰς χρυσοῦν μετέβαλες, καὶ νεκρὰν πρὸς ἐρώτησιν ἤγειρας. Ἀλλ' ὦ Πατέρων ἀξιάγαστε, καὶ Διδασκάλων συνόμιλε, τὸν Σωτῆρα πρέσβευε, τοῦ σωθῆναι τὰς ψυχάς ἡμῶν.
Θεοτοκίον
Ἦχος δ'
Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου φύλατε, εὐλογημένη Θεοτόκε, ἵνα σε δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Μεγάλη Δοξολογία
Τυπικά, καὶ ἀπὸ τοῦ Κανόνος, ᾨδὴ γ' καὶ ς'.
ΚοινωνικὸνΕἰς μνημόσυνον αἰώνιον ἔσται Δίκαιος. Ἀλληλούια.
| TA ΜΗΝΑΙΑ | Δεκέμβριος | 12 |
Dec 13
Τῌ ΙΓ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΔΕΚΕΜΒΡΙΟΥΜνήμη τῶν Ἁγίων Μαρτύρων Εὐστρατίου, Αὐξεντίου, Εὐγενίου, Μαρδαρίου, καὶ ὈρέστουΜνήμη τῆς Ἁγίας Μάρτυρος Λουκίας τῆς Παρθένου.
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια Προεόρτια.
Στιχηρὰ Προσόμοια
Ἦχος δ'
Ἔδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕ
Λάμπει τὸ μνημόσυνον, τοῦ Ἀθλοφόρου σου Κύριε, Εὐστρατίου ὡς ἥλιος, λαμπρότητι κρύψαντος, ἀηττήτων λόγων, τὴν πολυθεΐαν, ὥσπερ ἀφώτιστον σκηνήν, καταργουμένην ὑπὸ τῆς πίστεως, καὶ τέσσαρας συμμάρτυρας, καὶ συμμετόχους ποιήσαντος, δι' αὐτῶν ἡμῖν δώρησαι, ἱλασμὸν ὡς Φιλάνθρωπος.
Ἦχος δ'
Λόγοις καὶ παθήμασι, καὶ πολυτρόποις στερήσεσι, τῆς ζωῆς ἐπεδείξαντο, ἀγάπην οἱ Ἅγιοι, τὴν πρὸς σὲ τελείαν, μὴ σαλευομένην, σὺν Εὐστρατίῳ τῷ σοφῷ, καὶ Αὐξεντίῳ ἀγωνισάμενοι, Ὀρέστης καὶ Μαρδάριος, μετ' Εὐγενίου οἱ ἔνδοξοι, ταῖς αὐτῶν σῶσον Κύριε, προσευχαῖς τὰς ψυχὰς ἡμῶν.
Ἦχος δ'
Λύσσῃ τοῦ παράφρονος, ὁ εὐκλεὴς μὲν Αὐξέντιος, κεφαλὴν ἀποτέμνεται, Μαρδάριος πάλιν δέ, ἐκ τῶν ἀστραγάλων, κρεμασθεὶς ἐστέφθη, ὁ δὲ Εὐγένιος τομῇ, χειρῶν καὶ γλώττης καθωραΐζεται, Ὀρέστης ἐν κραβάτῳ δέ, τῷ πυριστρώτῳ κομίζεται, ἐν καμίνῳ Εὐστράτιος, ὡς ἀμνὸς Χριστοῦ τίθεται.
Ἔτερα Στιχηρὰ
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσιν ΤΟ ΑΚΟΥΤΕ
Ὡς καλῶς στρατευσάμενος, Βασιλεῖ τῶν δυνάμεων, σεαυτὸν Εὐστράτιε παραδέδωκας, ἐθελουσίως εἰς βάσανα, καὶ βίαιον θάνατον, ἐπαγόμενος χορόν, συμμαρτύρων μακάριον, μεθ' ὧν ἤθλησας, καὶ τῆς νίκης ἐδέξω τοὺς στεφάνους, σὺν αὐτοῖς καθικετεύων, ὑπὲρ ἡμῶν παναοίδιμε.
Ἦχος δ'
Ὁ θεόφρων Εὐστράτιος, ὁ γενναῖος Αὐξέντιος, ὁ κλεινὸς Εὐγένιος καὶ Μαρδάριος, σὺν τῷ Ὀρέστῃ ἠρίστευσαν, ἐχθροὺς τροπωσάμενοι, καὶ ἐκλάμψαντες σαφῶς, ὡς ἀστέρες πολύφωτοι, κατεφαίδρυναν, τῶν πιστῶν τὰς καρδίας καὶ τῆς πλάνης, ἀπεδίωξαν τὸ σκότος, τῇ φωταυγείᾳ τοῦ Πνεύματος.
Τῆς Ἁγίας Λουκίας
Ἦχος δ'
Παρθενίαν ἀκήρατον, ἐμμελῶς ἐξασκήσασα, προσηνέχθης χαίρουσα τῷ Ποιήσαντι· ἀρνησαμένη γὰρ πρόσκαιρον, νυμφίον πανεύφημε, ἐνυμφεύθης τῷ Χριστῷ, καὶ τὸν δρόμον τελέσασα, διὰ πίστεως, καὶ φαιδροῦ μαρτυρίου νῦν παρέχεις, τοῖς τιμῶσί σε Λουκία, τῶν ἰαμάτων χαρίσματα.
Δοξαστικὸν
Ἦχος πλ. β'
Δεῦτε φιλομάρτυρες, τοὺς τοῦ Χριστοῦ Ἀθλοφόρους, ἐν ὕμνοις τιμήσωμεν Εὐστράτιον τὸν ἀήττητον Μάρτυρα, Αὐξέντιον καὶ Εὐγένιον, καὶ Μαρδάριον καὶ Ὀρέστην, τὴν πενταυγῆ τῶν Μαρτύρων χορείαν· οἳ καλῶς ἀγωνισάμενοι κατὰ τοῦ ἀοράτου ἐχθροῦ, καὶ βραβεῖα τῆς νίκης ἀναδησάμενοι, πρεσβεύουσι Χριστῷ, ὑπὲρ τῶν πίστει καὶ πόθῳ, τελούντων τὴν μνήμην αὐτῶν.
Θεοτοκίον
Ἦχος πλ. β'
Οὐδεὶς προστρέχων ἐπὶ σοί, κατῃσχυμμένος ἀπὸ σοῦ ἐκπορεύεται, Ἁγνὴ Παρθένε Θεοτόκε· ἀλλ' αἰτεῖται τὴν χάριν, καὶ λαμβάνει τὸ δώρημα, πρὸς τὸ συμφέρον τῆς αἰτήσεως.
Σταυροθεοτοκίον
Ἦχος πλ. β'
Τριήμερος ἀνέστης Χριστὲ ΤΟ ΑΚΟΥΤΕ
Ἐν ξύλῳ τὴν ζωὴν ἡμῶν, ὁρῶσα ἡ Πανάμωμος, Θεοτόκος, κρεμαμένην μητρικῶς, ὠδύρετο βοῶσα· Υἱέ μου καὶ Θεέ μου, σῶσον τοὺς πίστει ἀνυμνοῦντάς σε.
Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.Ἦχος α'Τῶν οὐρανίων Ταγμάτων ΤΟ ΑΚΟΥΤΕὉ θαυμαστὸς ἀθλοφόρος, ἡμᾶς Εὐστράτιος, σήμερον συγκαλεῖται, τὴν σεπτὴν αὐτοῦ μνήμην, τελέσαι ἐτησίως· διὸ καὶ ἡμεῖς, συνελθόντες τιμήσωμεν, ὡς ἐραστήν τοῦ Κυρίου, καὶ καρτερῶς, ὑπὲρ τῆς πίστεως ἀθλήσαντα.Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.Δαυϊτικῶς τὴν ἀνδρείαν, καθοπλισάμενος, τὸν δεύτερον καὶ πλάνον, Γολιὰθ ἀποκτείνεις, τῇ πίστει τῆς Τριάδος· ὅθεν ἀεί, συνευφραίνῃ Εὐστράτιε, ἐν οὐρανοῖς μέτ' Ἀγγέλων ἐκδυσωπῶν, τὸν Σωτῆρα τοῦ σωθῆναι ἡμᾶς.Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.Ὡς ὁ Θεσβίτης Ἠλίας, ζηλῶν ἐζήλωσας, προφητικῶς Κυρίῳ , Παντοκράτορι Μάρτυς, Εὐστράτιε θεόφρον, καὶ θράσος κενόν, τῶν ἀνόμων διήλεγξας, καταβαλὼν τῶν εἰδώλων ὡς δυνατός, τὰ βδελύγματα μακάριε.
Δοξαστικὸν
Ἦχος πλ. α'
Τῶν τυραννούντων τὰ θράση μὴ δειλιάσαντες, μᾶλλον δὲ τοῦ Χριστοῦ τὴν πίστιν, τρανῶς κηρύξαντες, ξεσμοὺς πολλοὺς καὶ βασάνους ὑπεμείνατε, Εὐστράτιε καὶ Αὐξέντιε, Εὐγένιε καὶ Ὀρέστα, καὶ ἔνδοξε Μαρδάριε. Διὸ πρεσβεύσατε τῷ Βασιλεῖ καὶ Θεῷ, ὑπὲρ ἡμῶν τῶν πίστει, τελούντων τὴν μνήμην ὑμῶν.
Θεοτοκίον
Ἦχος πλ. α'
Χαῖρε ἡ Πύλη τοῦ Θεοῦ, χαῖρε Πανάχραντε Παρθένε Ἁγνή, χαῖρε Δέσποινα καὶ προστασία τοῦ κόσμου, χαῖρε τεῖχος καὶ καταφυγή, καὶ σκέπη τοῦ γένους ἡμῶν
Σταυροθεοτοκίον
Ἦχος πλ. α'
Καθορῶσα πάλαι τὸν Ἀμνὸν ἑαυτῆς, ἡ Παρθένος Μήτηρ καὶ πανάμωμος Κόρη, Σταυρῷ ἀνυψούμενον, ἐβόα δακρύουσα· Οἴμοι Υἱέ μου! πῶς θνῄσκεις, Θεὸς φύσει ὢν ἀθάνατος;
Ἀπολυτίκιον
Ἦχος δ' ΤΟ ΑΚΟΥΤΕ
Ταχὺ προκατάλαβε
Οἱ Μάρτυρές σου, Κύριε, ἐν τῇ ἀθλήσει αὐτῶν, στεφάνους ἐκομίσαντο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· σχόντες γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλον, ἔθραυσαν καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση. Αὐτῶν ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.
Ἀπολυτίκιον τῆς Ἁγίας
Ἦχος δ'
Κατεπλάγη Ἰωσὴφ ΤΟ ΑΚΟΥΤΕ
Ἡ ἀμνάς σου Ἰησοῦ, κράζει μεγάλῃ τῇ φωνῇ· Σὲ Νυμφίε μου ποθῶ, καὶ σὲ ζητοῦσα ἀθλῶ, καὶ συσταυροῦμαι, καὶ συνθάπτομαι τῷ βαπτισμῷ σου· καὶ πάσχω διὰ σέ, ὡς βασιλεύσω σὺν σοί, καὶ θνῄσκω ὑπὲρ σοῦ, ἵνα καὶ ζήσω ἐν σοί, ἀλλ' ὡς θυσίαν ἄμωμον, προσδέχου τὴν μετὰ πόθου τυθεῖσάν σοι. Αὐτῆς πρεσβείαις, ὡς ἐλεήμων, σῶσον τὰς ψυχὰς ἡμῶν.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Ἰωάννου ΜοναχοῦΚανών α', ᾨδὴ α', τῶν Μαρτύρων
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θαλάσσης, τὸ ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν, ὁ παλαιὸς πεζεύσας, Ἰσραήλ, σταυροτύποις Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν τῇ ἐρήμῳ ἐτροπώσατο».Βραβεύων, ἐν οὐρανοῖς τὰ ἔπαθλα, τοῖς ἐπὶ γῆς ἀθληταῖς, ἀγωνοθέτης κάθηται Χριστός, δεξιᾷ Παντοκράτορι, τοῖς ἀμφὶ τὸν Εὐστράτιον, θείους στεφάνους προτεινόμενος.Χορείαν μαρτυρικὴν πεντάριθμον, δεῦτε κατίδωμεν, ὑπερφυεῖ ἀστράπτουσαν φωτί, κεκτημένην ταξίαρχον, τὸν ποθητὸν Εὐστράτιον, χάριτι θείᾳ στεφανούμενον.Τὴν ζωήν, τοῦ ἐπὶ γῆς στρατεύματος, ἀπεκδυσάμενος, τῷ ἀληθεῖ προσάγῃ Βασιλεῖ, τῆς ἀθλήσεως σύμβολον, παρὰ Χριστοῦ Εὐστράτιε, δι' Αὐξεντίου κομισάμενος.Ἀστέρες, ἐν οὐρανῷ τῆς πίστεως, ἀεὶ κινούμενοι, τὰς τῶν πιστῶν λαμπρύνουσι ψυχάς, φωτισμὸν ἀποστίλβοντες, οἱ περὶ τὸν Εὐστράτιον, οὓς ἐπαξίως εὐφημήσωμεν.Τῆς ἉγίαςΠορφύραν, σῶν ἐξ αἱμάτων βάψασα, καὶ στολισθεῖσα φαιδρῶς, περιφανῶς τὰ ἄνω κατοικεῖς, ὡς Παρθένος βασίλεια, καὶ θεϊκαῖς λαμπρότησι, Μάρτυς Λουκία κατηγλάϊσαι.ΘεοτοκίονΧωρίον, χωρητικὸν γεγένησαι, τῆς θείας φύσεως, θεογεννῆτορ Ἄχραντε· διό, σὲ Λουκία ποθήσασα, παρθενικῶς ὀπίσω σου, τῷ σῷ Υἱῷ προσαπενήνεκται.
Κανών α', ᾨδὴ γ', τῶν Μαρτύρων
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα· Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα».Ἐλπίδι τῶν αἰκισμῶν, ὥσπερ ἀΰλου θησαυροῦ γέγονας, ὑπερφυῶς ἔμπλεως, πάσης θυμηδίας Εὐστράτιε.Σοφίᾳ Πνευματικῇ, ὑπομονῇ τε πειρασμῶν ἤλεγξας, Μάρτυς Χριστοῦ Αὐξέντιε, τὴν τυραννικὴν ἀθεότητα.Ὡς κόσμος θεολαμπής, τῆς Ἐκκλησίας τῶν πιστῶν Μάρτυρες, τὰ Χριστοῦ στίγματα, περιηνθισμένοι γεγόνατε.Τὰ μέλη καρτερικῶς, ἀθλητικῆς καταφλεχθεὶς ἄνθραξιν, εἰδωλικῆς ἔσβεσας, πλάνης τὴν μανίαν Εὐστράτιε.Τῆς ἉγίαςὩς νύμφη περικαλής, τοῦ βασιλέως καὶ Θεοῦ ἔνδοξε, Μάρτυς Λουκία εἴληφας, νῦν τῶν οὐρανῶν τὰ βασίλεια.ΘεοτοκίονΚυρίως καὶ ἀληθῶς, σὲ Θεοτόκον οἱ πιστοὶ σέβομεν· σὺ γὰρ Θεὸν τέτοκας, σάρκα γεγονότα Πανάμωμε.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα· Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα».
Κάθισμα
Ἦχος πλ. δ'
Τὴν Σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ
Της Τριάδος τῇ πίστει ὀχυρωθείς, ἀληθείας σφενδόνῃ καθοπλισθείς, τῆς πλάνης κατέβαλες, τὸ ἀλλόφυλον θράσος, καὶ τοῦ ἐχθροῦ ἁρπάσας, τῶν λόγων τὴν μάχαιραν, ἐν αὐτῇ ἀπέτεμες, τοῦ ψεύδους τὴν ἔνστασιν· ὅθεν τοῖς τροπαίοις, θριαμβεύων τῆς νίκης, τῷ σώματι τέθνηκας, τῷ δὲ πνεύματι ἔζησας, Ἀθλοφόρε Εὐστράτιε· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἄγίαν μνήμην σου.Δόξα... ἕτερον Ἦχος δ'Ἐπεφάνης σήμερον ΤΟ ΑΚΟΥΤΕΤῶν Μαρτύρων αἵμασιν, ἡ Ἐκκλησία, ἀρδευθεῖσα ἤνθησεν, ὀρθοδοξίαν τοῖς πιστοῖς, ἐγκαυχωμένη καὶ λέγουσα· Κλέος Μαρτύρων ἐδείχθητε Ἅγιοι.Καὶ νῦν... ΘεοτοκίονΤὴν θερμὴν ἀντίληψιν, τῶν ἐν ἀνάγκαις, τὴν ἡμῶν βοήθειαν, τὴν πρὸς Θεὸν καταλλαγήν, δι' ἧς φθορᾶς ἐλυτρώθημεν, τὴν Θεοτόκον πιστοὶ μακαρίσωμεν.Ἢ ΣταυροθεοτοκίονἩ Ἁγνὴ καὶ ἄσπιλος, Μήτηρ σου Λόγε, μητρικῶς ἠλάλαζεν, ὀδυρομένη ἐν κλαυθμῷ, ἐν τῷ Σταυρῷ ὡς ἑώρακε, προσηλωθέντα σε μόνε μακρόθυμε.
Κανών α', ᾨδὴ δ', τῶν Μαρτύρων
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Δι' ἀγάπησιν Οἰκτίρμον τῆς σῆς εἰκόνος, ἐπὶ Σταυροῦ σου ἔστης, καὶ ἐτάκησαν ἔθνη Σταυρῷ· σὺ γὰρ εἶ φιλάνθρωπε, ἰσχύς μου καὶ ὕμνησις».Συναπεβάλου τοῖς μώλωψι τῆς σαρκός σου, τὰς ψυχικὰς κηλῖδας, τὰς βολίδας συντρίψας, τοῦ δολίου δράκοντος, τῇ πίστει Εὐστράτιε.Ἐδοξάσθη σου τοῖς μέλεσιν Ἀθλοφόρε, ὁ βασιλεὺς τῆς δόξης, καὶ ἀρρήτου σε δόξης, ἐν δυνάμει ἔπλησε, τεράτων Εὐστράτιε.Τῶν ἁλιέων ζηλώσας τὴν παρρησίαν, μαρτυρικῇ σαγήνῃ, τῷ Δεσπότῃ προσάγεις, τὸν σοφὸν Εὐγένιον, ζωγρήσας Εὐστράτιε.Ὄντως ὡραῖοι οἱ πόδες τῶν Ἀθλοφόρων, τὸν δυσμενῆ πατοῦντες, καὶ Χριστῷ μελῳδοῦντες, ὁδὸν μαρτυρίου σου, δραμούμεθα Δέσποτα.Τῆς ἉγίαςΠαρρησίαν εὑραμένη ἐν τοῖς ὑψίστοις, παρὰ Θεῷ Λουκία, τοῖς τιμῶσί σε πόθῳ, τῶν πταισμάτων αἴτησαι, δοθῆναι τὴν ἄφεσιν.ΘεοτοκίονΠαρθενίᾳ καὶ ἀθλήσει λελαμπρυσμένη, τῷ ἐκ Παρθένου Κόρης, ἀνατείλαντι Λόγῳ, ἄφθορος μεμνήστευσαι, Λουκία πανεύφημε.
Κανών α', ᾨδὴ ε', τῶν Μαρτύρων
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σὺ Κύριέ μου φῶς, εἰς τὸν κόσμον ἐλήλυθας, φῶς ἅγιον ἐπιστρέφων, ἐκ ζοφώδους ἀγνοίας, τοὺς πίστει ἀνυμνοῦντάς σε».Σὺ οἷὰ περ ἀστήρ, ἑωσφόρος ἀνέτειλας, ἐν φάλαγγι τῶν Μαρτύρων, τηλαυγῶς διαπρέπων, ἀοίδιμε Εὐστράτιε.Σὲ φέγγει κατιδών, νοητῷ διαλάμποντα, Μαρδάριος ὁ θεόφρων, ὡς ποιμένι ἀρνίον, προστρέχει σοι Εὐστράτιε.Σὺ πάντα τὰ τερπνά, ἐλογίσω ὡς σκύβαλα, Εὐγένιε ἐκνικήσας, τοὺς τῆς φύσεως νόμους, τῷ φίλτρῳ τῆς ἀθλήσεως.Τῆς ἉγίαςΣοῦ μόνου καλλοναῖς, ὡς παρθένος ἐνήδομαι· σὲ Κύριε ἀγαπῶσα, σφαγιάζομαι ξίφει, Λουκία ἀνεκραύγαζεν.Ὢ κλῆρος ἀγαθός! ὢ μερὶς ἡ θεόσδοτος! ὢ γύναιον τῇ καλλίστῃ, συμβουλῇ ἐκνικῆσαν, τὴν πλάνην τῆς Προμήτορος.ΘεοτοκίονΝοῦς βρότειος τὴν σήν, ὑπὲρ ἔννοιαν σύλληψιν, οὐ δύναται ἐννοῆσαι, Μητροπάρθενε Κόρη· Θεὸν γὰρ ἀπεκύησας.
Κανών α', ᾨδὴ ς', τῶν Μαρτύρων
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι' οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι».Χριστὸς μοι, ἀντὶ πάντων ἐστὶν ὁ Μαρδάριος, διαπρυσίως ἐβόα, καὶ πατρὶς καὶ σέβας καὶ ὄνομα· ὑπὸ σοῦ γάρ, τοῦτο ἐξεπαιδεύθη Εὐστράτιε.Τοὺς πόδας, τρυπηθεὶς ἀνηρτήθης τῆς ἄντυγος· πεπυρωμένος ἐφλέχθης, ὀβελίσκοις δὲ τὰ μετάφρενα, τὸ δὲ πνεῦμα, τῷ Δεσπότῃ παρέθου Μαρδάριε.Ἡ γλῶσσα, ἐκκοπεῖσα τῶν ὕμνων οὐ παύεται, αἱ δὲ τμηθεῖσαί σου χεῖρες, πρὸς Θεὸν Εὐγένιε αἴρονται, σωτηρίαν, τοῖς ὑμνοῦσιν αἰτοῦσαι τὴν μνήμην σου.Τῆς ἉγίαςΤίμιος, ἐναντίον Κυρίου ὁ θάνατος, ὁ σὸς γεγένηται Μάρτυς· τοῦ γὰρ ζῆν προέκρινας τὸ τεθνάναι, ἵνα ζῶντα, τὸν Χριστὸν ἐν σοὶ ἕξεις Λουκία σεμνή.ΘεοτοκίονἸσχὺν σε, εὑραμένη Παρθένε καὶ στήριγμα, ἡ Ἀθληφόρος αἰκίσεις, καρτερώτατα φέρει καὶ χαίρουσα, σοῦ ὀπίσω, τῷ τῶν ὅλων Δεσπότῃ προσάγεται.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι' οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι».
Κοντάκιον
Ἦχος πλ. β´
Τὴν ἐν πρεσβείαις ΤΟ ΑΚΟΥΤΕ
Φωστὴρ ἐφάνης λαμπρότατος τοῖς ἐν σκότει, τῆς ἀγνωσίας καθημένοις, Ἀθλοφόρε, πίστιν ὡς δόρυ δὲ περιθέμενος, τῶν δυσμενῶν τὰ θράση, οὐκ ἐπτοήθης Εὐστράτιε, Ῥητόρων ὑπάρχων εὐγλωττότερος.
Ὁ Οἶκος
Τὸ ζοφερὸν Χριστὲ τῆς ψυχῆς μου διασκέδασον, ὅπως ἀνυμνήσω λαμπρῶς χορὸν Μαρτύρων πεντάριθμον, Αὐξέντιον, τὸν ἐν αὐξήσει θεϊκῆς πολιτείας ἀνατραφέντα, καὶ τὸν σοφὸν καὶ γενναῖον ἐν τοῖς ἄθλοις Εὐγένιον, σὺν τούτοις καὶ τὸν Ὀρέστην, τὸν τοῖς θείοις διαιτώμενον ὄρεσι, Μαρδάριον τὸν ἁπλούστατον, οὗ ὑπῆρξεν Εὐστράτιος καθηγητής, Ῥητόρων ὑπάρχων εὐγλωττότερος.
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΙΓ' τοῦ αὐτοῦ μηνός, Ἄθλησις τῶν Ἁγίων ἐνδόξων τοῦ Χριστοῦ Μαρτύρων, Εὐστρατίου, Αὐξεντίου, Εὐγενίου, Μαρδαρίου καὶ Ὀρέστου.ΣτίχοιΤὸν Εὐστράτιον καὶ συνάθλους δὶς δύω,Ἅπαξ δύω κτείνουσι πῦρ τε καὶ ξίφος.Τούς γε σὺν Εὐστρατίῳ δεκάτῃ τρίτῃ ἔκτανεν ἄορ.Τῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τῆς Ἁγίας Μάρτυρος Λουκίας τῆς Παρθένου.ΣτίχοιὩς Παρθένος μέν, ἓν στέφος ἡ Λουκία.Ὡς δ' ἐκ ξίφους καὶ Μάρτυς, ἄλλο λαμβάνει.Τῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀρσενίου τοῦ ἐν τῷ Λάτρῳ.Ὁ Ὅσιος Ἄρης ἐν εἰρήνῃ τελειοῦται,Μνήμη τοῦ Ἁγίου νέου ἱερομάρτυρος Γαβριὴλ ἀρχιεπισκόπου Σερβίας, τοῦ ἐν Προύσῃ μαρτυρήσαντος κατὰ τὸ 1659.Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
Κανών α', ᾨδὴ ζ', τῶν Μαρτύρων
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐν τῇ καμίνῳ, Ἀβραμιαῖοι Παῖδες τῇ Περσικῇ, πόθῳ εὐσεβείας μᾶλλον ἢ τῇ φλογί, πυρπολούμενοι ἐκραύγαζον· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε».Ἀμετάθετον, τὸ τῆς ὁμολογίας φρόνημα, ἔχων ἐν Τριάδι, σέβειν ἕνα Θεόν, τῶν βασάνων κατεφρόνησας· Εὐλογημένος εἶ, ὁ Θεός μου κραυγάζων καὶ Κύριος.Ὡς μακάριος, ἐν τῇ ἀμώμῳ ὤφθης ὁδῷ, γόνυ εὐγνωμόνως κλίνας τῷ Λυτρωτῇ, τὴν ψυχήν σου παραθέμενος, Δεσποτικαῖς χερσίν, εὐωδέστατον θῦμα Αὐξέντιε.Συστρατιώτης, συνοδοιπόρος καὶ συνδέσμιος, σύμφρων, Εὐστρατίῳ τε καὶ συναθλητής, ὁ Ὀρέστης ἀναδέδεικται, συγκληρονόμος τε, τῆς Χριστοῦ Βασιλείας ἐπάξιος.Ὁ δι' ὀρνέου, τῷ Ἠλιοὺ τροφὴν προσνέμων Θεός, οὗτος τὴν σεπτήν σου κάραν θαυματουργῶν, τοῖς ποθοῦσιν ἀπεκάλυψεν, ὡς πολυπόθητον πανδαισίαν τῷ κόσμῳ Αὐξέντιε.Τῆς ἉγίαςΠυρὶ τῷ θείῳ φλεγομένη πυρὸς οὐκ ἐφρόντισας· ὅθεν ἑπομβρίζεις πάντοτε τοῖς πιστοῖς, ἰαμάτων θεῖα νάματα, παθῶν ἐπήρειαν, Ἀθληφόρε Λουκία ξηραίνουσα.ΘεοτοκίονΠαρθενομῆτορ, ὡς καθαράν σε καὶ ἀδιάφθορον, Λόγος καθαρὸς ἠγάπησε καὶ ἐκ σοῦ, ἀνεπλάσατο σαρκούμενος, ὅλον τὸν ἄνθρωπον, ὁ Λουκίαν δοξάσας τοῖς θαύμασιν.
Κανών α', ᾨδὴ η', τῶν Μαρτύρων
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον».Χείλη ἐκπετάσας καθαρά, τὸ θεῖον εἵλκυσας, Πνεῦμα Εὐστράτιε, καὶ ψυχοφθόρων μὲν ἤλεγξας, σεβασμάτων τὴν ἀσθένειαν, τὸν ἐν Τριάδι δὲ Θεόν, σέβειν ἐβόησας· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.Τὴν σὴν καρτερίαν οὐκ εἰδώς, τῇ τῆς φλογώσεως, θέᾳ ὁ Τύραννος, πτοεῖν Εὐστράτιε ᾤετο, τὸ ἀήττητόν σου φρόνημα, ἧς καταπτύσας, τοῖς λαοῖς χαίρων ἐκραύγαζες· Εὐλογεῖτε, πάντα τὰ ἔργα, Κυρίου τὸν Κύριον.Σοφαῖς ὑποθήκαις νευρωθείς, ταῖς σαῖς τὸ φρόνημα, Μάρτυς Εὐστράτιε, ἐπὶ τὸν κράβατον ἥλατο, ὁ ἀήττητος Ὀρέστης βοῶν, τοὺς καθαιρέτας τῆς φλογὸς Παῖδας μιμούμενος· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.Ἥπλωσας τὸ σῶμα καρτερῶς, Ὀρέστα ἔνδοξε, σὺ ἐπὶ κλίνης πυρός, συγκατελέχθης δὲ Μάρτυσιν, ἐν Χριστῷ ἀγαλλιώμενος· ἐπανεπαύσω δὲ σκηναῖς, ταῖς οὐρανίαις βοῶν· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.Τῆς ἉγίαςἨμαύρωσας κόρας δυσσεβῶν, καὶ νοῦν ἀλάστορα, καὶ ὑπερήφανον, Λουκία πάνσεμνε πόνοις σου, εὐκλεέσιν ἐταπείνωσας, καὶ ἀνυψώθης πρὸς Θεόν, ἐν πίστει ψάλλουσα· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.ΘεοτοκίονὬφθης ὑπερτέρα οὐρανῶν, Θεὸν οὐράνιον, ἀποκυήσασα, τὸν οὐρανώσαντα Πάναγνε, γηγενῶν ὅλον τὸ φύραμα, καὶ τῆς Λουκίας τὴν σεπτήν, μνήμην φαιδρύναντα, ᾧ βοῶμεν· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον».
Κανών α', ᾨδὴ θ', τῶν Μαρτύρων
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας, τὰς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτοκε μεγαλύνομεν».Θείων μετασχεῖν μυστηρίων, ἐπιποθήσας Ἀθλοφόρε, καὶ θεοφανείας τηλαυγοῦς, κατηξιώθης μάκαρ Εὐστράτιε, πρὸς οὐρανοὺς καλούσης σε, τῷ ποθουμένῳ ὁμιλῆσαι Χριστῷ.Τῷ θείῳ βαλλόμενος πόθῳ, πρὸς τὴν ἐντεῦθεν ἐκδημίαν, καὶ τὰς τῶν τυράννων θωπείας, σφοδρῶς ἐλέγξας, Μάκαρ Εὐστράτιε, πρὸς τὸ βραβεῖον ἔσπευσας, ἀθλητικῶς τῆς ἄνω κλήσεως.Σφόδρα γεγηθὼς ἀθλοφόρε, τῇ χαρμοσύνῳ ἀποφάσει, τῆς τυραννικῆς παροινίας, τὸν ἀθλοθέτην σου ἐμεγάλυνες, ὑμνολογῶν Εὐστράτιε, τὸν τοῦ θανάτου, καταλύτην Χριστόν.Δεῦτε φιλομάρτυρες πάντες, τοὺς τῆς ἀπάτης καθαιρέτας, ἱεροῖς Εὐγένιον ὕμνοις, σοφὸν Ὀρέστην τε καὶ Μαρδάριον, καὶ σὺν αὐτοῖς Αὐξέντιον, σὺν Εὐστρατίῳ μακαρίσωμεν.Τῆς ἉγίαςὩς περικαλὴς καὶ ὡραία, καὶ περιδέξιος παρθένος, τῷ περικαλεῖ καὶ ὡραίῳ, καὶ ἐκ Παρθένου σεσαρκωμένῳ Χριστῷ, στεφανηφόρος ἔνδοξε, Μάρτυς Λουκία νῦν παρίστασαι.ΘεοτοκίονΦῶς ἡμῖν ἀνέτειλας μήτρας, ἐξ ἀπειράνδρου σου Παρθένε, οὗ ταῖς φρυκτωρίαις ἐνθέως, καταυγασθεῖσα φῶς ἐχρημάτισεν, ἡ τῆς χαρᾶς ἐπώνυμος, Θεοκυῆτορ Μητροπάρθενε.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας, τὰς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτοκε μεγαλύνομεν».
Ἐξαποστειλάριον
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Τὸν ῥήτορα Εὐστράτιον, ἐν ὕμνοις εὐφημήσωμεν, Αὐξέντιόν τε σὺν τούτῳ, Μαρδάριον καὶ Ὀρέστην, καὶ τὸν σοφὸν Εὐγένιον, ὑπὲρ Χριστοῦ ἀθλήσαντας, καὶ ἐκτενῶς πρεσβεύοντας, ὑπὲρ ἡμῶν τῶν ὑμνούντων, τὴν ἱερὰν αὐτῶν Μνήμην.
Θεοτοκίον
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Σοφίαν ἐνυπόστατον, καὶ Λόγον ὑπερούσιον, καὶ ἰατρὸν τῶν ἁπάντων, Χριστὸν τεκοῦσα Παρθένε, τα ἕλκη καὶ τὰ τραύματα, τῆς ψυχῆς μου θεράπευσον, τὰ χαλεπὰ καὶ χρόνια, καὶ τῆς καρδίας μου παῦσον, τὰς ἀπρεπεῖς ἐνθυμήσεις.
Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχ. δ' καὶ ψάλλομεν Στιχηρὰ ἰδιόμελα.
Στιχηρὰ ἰδιόμελα
Ἦχος α'
Βύζαντος
Τὴν πεντάριθμον χορείαν, τῶν Ἁγίων εὐφημήσωμεν λαοί, τὸν Σωτῆρα ἀνυμνοῦντες Χριστόν, Εὐστράτιον τὸν καρτερόψυχον καὶ στερρὸν Ἀθλοφόρον, σὺν αὐτῷ Αὐξέντιον, Εὐγένιον, Μαρδάριον καὶ Ὀρέστην· οὗτοι γὰρ ὑπὲρ τῆς πίστεως ἀθλοῦντες, τὰς τρικυμίας κατεπάτησαν ἐχθρῶν, καὶ τῷ Σωτῆρι πρεσβεύουσιν, ἱλασμὸν καὶ ἄφεσιν ἁμαρτιῶν, δωρηθῆναι τοῖς ἐν πίστει ἐκτελοῦσι, τὴν μνήμην αὐτῶν.
Ἦχος γ'
Γερμανοῦ
Ῥητορικοῖς ἔπεσιν ὁ Χριστοῦ στρατιώτης, τοὺς ἀνόμους κατέπληξεν, ἀθλητικοῖς στίγμασι, τοῦ ἐχθροῦ τὰς δυνάμεις ἀνδρικῶς ἐτροπώσατο, Εὐστράτιος ὁ ἔνδοξος, καὶ στερρὸς Ἀθλοφόρος, ὁ τὴν στενὴν καὶ τεθλιμμένην βαδίσας ὁδόν, καὶ εἰς γῆν καταντήσας τῆς αἰωνίου ζωῆς, εἰς ἣν καὶ δυσωπεῖ τῷ Χριστῷ, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.
Ἦχος γ'
Γερμανοῦ
Τὸν ἐν τῇ θείᾳ σοφίᾳ ἀναφανέντα φιλόσοφον, καὶ ἐν τῷ κάλλει τῶν λόγων ἀποδειχθέντα ῥήτορα, τὸν ἐν Μάρτυσιν μέγαν Εὐστράτιον, ἀθλητικοῖς ἐγκωμίοις εὐφημήσωμεν· συνασπισμὸν γὰρ οὗτος ὁ Χριστοῦ στρατιώτης εὐσεβῆ συστησάμενος, ἐν καιρῷ τῶν πολέμων, τὰ τῶν ἀγώνων ἆθλα διαταττόμενος, τοῦ ἐχθροῦ ἀφαρπάσας τὴν μάχαιραν, ἐν αὐτῇ τοῦτον κατέτρωσε, πρὸς ὃν βοήσωμεν· Μαρτύρων ἄριστε, σὺν τοῖς συνάθλοις σου, πρέσβευε Χριστῷ τῷ Θεῷ, ὑπὲρ τῶν πίστει τελούντων, τὴν πάνσεπτον μνήμην σου.
Ἦχος δ'
Ἰωάννου Μοναχοῦ
Στεφανούσθωσαν παρ' ἡμῶν ἐγκωμίοις, οἱ καλλίνικοι τῆς ἀληθείας μάρτυρες, Εὐστράτιος, ὁ τῆς Ἑλλήνων μυθοπλασίας στηλιτευτής, καὶ τῆς Χριστιανῶν θεοσοφίας κήρυξ, Αὐξέντιος, ὁ σοφίᾳ λόγων, καὶ ὑπομονῇ ἔργων, τυραννικὴν ἐλέγξας ἀθεότητα. Πρὸς τούτοις, Εὐγένιος ὁ Θεῷ εὔχρηστος, καὶ τυράννοις ἄχρηστος, διὰ τὴν σωτήριον ὁμολογίαν, καὶ Ὀρέστης, ὁ ἀθλητὴς καὶ θαυμαστός, τοῦ Βασιλέως τῶν ὅλων στρατιώτης, μεθ' ὧν καὶ Μαρδάριος, ὁ περιστερᾶς ἀκεραιότερος, τόν φρόνιμον αἰσχύνας ὄφιν, διὰ τῆς χάριτος Χριστοῦ τοῦ Θεοῦ, καὶ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.
Δοξαστικὸν
Ἦχος δ'
Ἰκασίας
Τὴν πεντάχορδον λύραν, καὶ πεντάφωτον λυχνίαν, τῆς τοῦ Θεοῦ Ἐκκλησίας, τοὺς θεοφόρους Μάρτυρας, φερωνύμως ὑμνήσωμεν, καὶ εὐσεβῶς ἐγκωμιάσωμεν· Χαίροις, ὁ καλῶς ὑπὸ Θεοῦ στρατευθείς, ἐν τῇ ἐπουρανίῳ στρατιᾷ, καὶ τῷ στρατολογήσαντι ἀρέσας, ὁ ἐν ῥήτορσι ῥήτωρ, Εὐστράτιε θεόσοφε. Χαίροις, ὁ τὸ τάλαντον, τὸ ἐκ Θεοῦ σοι πιστευθέν, ἐπαυξήσας εἰς πλῆθος, Αὐξέντιε Μακάριε. Χαίροις, ὁ τερπνότατος ὄρπηξ, τῆς θεϊκῆς εὐγενείας, Εὐγένιε θεόφρον· Χαίροις, ὁ ὡραῖος τῇ μορφῇ, τῇ δὲ γνώμῃ ὑπέρκαλος, καὶ ἀμφοτεροδέξιος, ὁ ἐν τοῖς ὄρεσιν ἐνδιαιτώμενος ὅλος, πανόλβιε Ὀρέστα. Χαίροις, ὁ στίλβων καὶ διαυγὴς μαργαρίτης, ὁ τάς βασάνους τὰς πικράς, χαρμονικῶς ὑπομείνας, Μαρδάριε ἀήττητε. Χαίροις, ὁ ἰσάριθμος χορὸς τῶν φρονίμων Παρθένων, οὓς καθικετεύομεν, πάσης ὀργῆς καὶ θλίψεως λυτρώσασθαι, καὶ τῆς ἀφράστου ὑμῶν δόξης, συμμετόχους ποιῆσαι, τοὺς τὴν ἐτήσιον ὑμῶν, μνήμην γεραίροντας.
Θεοτοκίον
Ἦχος δ'
Ἔδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕ
Κριτὴν δικαιότατον, ἐπεγνωκώς σε κυήσασαν, τὸν ἀσώτως βιώσαντα, δυσωπῶ Πανάχραντε, κατακεκριμένον, καὶ ἠπορημένον, ἐν τῇ μελλούσῃ φοβερᾷ, κρίσει Παρθένε, μὴ κατακρῖναί με· συντάξαι δὲ τοῖς μέλλουσιν, ἐκ δεξιῶν τούτου ἵστασθαι, ἐκλεκτοῖς διὰ ἔλεος, καὶ πολλὴν ἀγαθότητα.
Σταυροθεοτοκίον
Ἦχος δ'
Ἔδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕ
Νεκρούμενον βλέπουσα, Χριστὸν ἡ Πάναγνος Δέσποινα, καὶ νεκροῦντα τὸν δόλιον, ὡς Δεσπότην κλαίουσα, ὕμνει τὸν ἐκ σπλάγχνων, αὐτῆς προελθόντα, καὶ τὸ μακρόθυμον αὐτοῦ, ἀποθαυμάζουσα ἀνεκραύγαζε· Τέκνον μου ποθεινότατον, μὴ ἐπιλάθῃ τῆς δούλης σου, μὴ βραδύνῃς φιλάνθρωπε, τὸ ἐμὸν καταθύμιον.
Μεγάλη Δοξολογία
Ἀπόστιχα
Δοξαστικὸν
Ἦχος δ'
Ἰκασίας
Ὑπὲρ τὴν τῶν Ἑλλήνων παιδείαν, τὴν τῶν Ἀποστόλων σοφίαν προέκριναν οἱ ἅγιοι Μάρτυρες, τὰς βίβλους τῶν ῥητόρων καταλείψαντες, καὶ ταῖς τῶν ἁλιέων ἐνδιαπρέψαντες· ἐκεῖ μὲν γὰρ εὐγλωττία ῥημάτων, ἐν δὲ ταῖς τῶν ἀγραμμάτων θεηγορίαις, τὴν τῆς Τριάδος ἐδιδάσκοντο θεολογίαν, ἐν ᾗ πρεσβεύουσιν ἐν εἰρήνῃ, φυλαχθῆναι τάς ψυχὰς ἡμῶν.
Θεοτοκίον
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσιν ΤΟ ΑΚΟΥΤΕ
Καὶ ψυχὴν σὺν τῷ σώματι, καὶ καρδίαν καὶ ἔννοιαν, σοὶ τῇ Θεομήτορι προσανέθηκα, τῇ μὲν τὰ πρόσφορα αἴτησαι, τοῦ δὲ τὰ σκιρτήματα, ἀπονέκρωσον· τὴν δέ, φωταγώγησον Δέσποινα, τῆς ἐννοίας δέ, τὰς ἀτάκτους κινήσεις ἀοράτως, καταπράϋνον καὶ στῆσον, τῶν ἐγκλημάτων τὸν τάραχον.
Σταυροθεοτοκίον
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσιν ΤΟ ΑΚΟΥΤΕ
Ἐν Σταυρῷ σε ὡς ἔβλεψε, τανυσθέντα ἡ Πάνσεμνος, ἀπειράνδρως Κύριε ὃν γεγέννηκεν, αἱματοφύρτοις ἐκπλύνασα, δακρύοις τὸ πρόσωπον, κέκραγεν ὀδυνηρῶς. Τὶ τὸ ξένον μυστήριον; ὁ κοσμήσας πρίν, Οὐρανὸν τοῖς φωστῆρσι, πῶς ἀκόσμως, νῦν ἐμπέπαρσαι τῷ ξύλω, ἄμορφος ἄπνους μακρόθυμε;
| TA ΜΗΝΑΙΑ | Δεκέμβριος | 13 |
Dec 14
Τῌ ΙΔ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΔΕΚΕΜΒΡΙΟΥΜνήμη τῶν Ἁγίων Μαρτύρων, Θύρσου, Λευκίου, Καλλινίκου, Φιλήμονος, Ἀπολλωνίου, Ἀρριανοῦ καὶ τῶν σὺν αὐτῷ.
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τό, Κύριε ἐκέκραξα, Στιχηρὰ Προσόμοια.
Στιχηρὰ τῶν Μαρτύρων
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσιν ΤΟ ΑΚΟΥΤΕ
Θυρεῷ εὐσεβείας σε, θωρακίσας ὁ Κύριος, δυνατὸν εἰργάσατο πρὸς παράταξιν, τοῦ δυσμενοῦς ἐξερχόμενον, Θύρσε παναοίδιμε· ὃν τῇ λόγχῃ τῆς ἐν σοί, καρτερίας κατέαξας, καὶ ἠφάνισας, τὰς αὐτοῦ μυριάδας, καὶ τῆς νίκης, τοὺς στεφάνους ἀνεδήσω, Μεγαλομάρτυς πολύαθλε.
Ἦχος δ'
Τῆς ψυχῆς τὴν λευκότητα, τῷ ὡραίῳ τοῦ σώματος, τῆς ὁμολογίας τε καθαρότητι, Μάρτυς ὑπέφηνας Λεύκιε· διὸ φερωνύμως σε, κλήσει ἔνδοξε Χριστός, ἐπὶ γῆς κατελάμπρυνεν· ὃν ἱκέτευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου.
Ἦχος δ'
Καλλινίκως διήνυσας, τοὺς ἀγῶνας Καλλίνικε, προκληθεὶς ὃ ἔμελλες ἔργοις ἔσεσθαι, καὶ ἐκμιμούμενος Λεύκιον, ψυχὴν κατελεύκανας, ταῖς τῶν ἄθλων καλλοναῖς, καὶ βασάνων λευκότητι, καὶ τὴν ἄθεον, ἐστηλίτευσας γνώμην τῶν ἀνόμων, καὶ τὸν ζόφον τῆς ἀπάτης, θείᾳ δυνάμει ἐμείωσας.
Ἕτερα Στιχηρὰ Προσόμοια
Ἦχος δ'
Ἔδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕ
Θύρσος ὁ θαυμάσιος, καὶ ὁ θεόφρων Καλλίνικος, καὶ ὁ ἔνδοξος Λεύκιος, Τριάδα τὴν ἄκτιστον, καθομολογοῦντες, πόνους βαρυτάτους, καὶ ἀνενδότους αἰκισμούς, ἀνδρειοτάτῃ γνώμῃ ὑπέμειναν, καὶ νίκης τὸ διάδημα, ὡς νικηφόροι ἀπέλαβον, συμπολῖται γενόμενοι, τῶν ἀΰλων δυνάμεων.
Ἦχος δ'
Φιλήμων ὁ μέγιστος, Ἀρριανὸς ὁ πανόλβιος, ὁ σοφὸς Ἀπολλώνιος, αἱμάτων τοῖς ῥεύμασι, τῆς πολυθεΐας, ἔσβεσαν τὴν φλόγα, πᾶσαν κατήρδευσαν τὴν γῆν, θεογνωσίας τοῖς θείοις ῥεύμασι, καὶ ὄμβροις τῶν ἰάσεων, τῶν παθημάτων ξηραίνουσι, ποταμοὺς θείᾳ χάριτι, οἱ Καλλίνικοι Μάρτυρες.
Ἦχος δ'
Ἄνθη ὡραιότατα, ἐν τῷ λειμῶνι ἐξήνθησαν, τῶν Μαρτύρων οἱ ἔνδοξοι, τοῦ Πνεύματος πέμποντες, θείαν εὐωδίαν, καὶ τὰς διανοίας, εὐωδιάζοντες πιστῶς, τῶν ἐτησίαις μνήμαις τιμώντων αὐτῶν, τοὺς ἄθλους, τὰ παλαίσματα, τὴν μακαρίαν τελείωσιν, δι' ἧς φῶς τὸ ἀνέσπερον, κατοικοῦσι γηθόμενοι.
Θεοτοκίον
Ἦχος δ'
Έδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕ
Σὲ τὸ καθαρώτατον, τοῦ Βασιλέως παλάτιον, δυσωπῶ Πολυΰμνητε. Τὸν νοῦν μου καθάρισον, τὸν ἐσπιλωμένον, πάσαις ἁμαρτίαις, καὶ καταγώγιον τερπνόν, τῆς ὑπερθέου Τριάδος ποίησον· ὅπως τὴν δυναστείαν σου, καὶ τὸ ἀμέτρητον ἔλεος, μεγαλύνω σῳζόμενος, ὁ ἀχρεῖος οἰκέτης σου.
Σταυροθεοτοκίον
Ἦχος δ'
Έδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕ
Σταυρούμενον βλέπουσα, καὶ τὴν πλευρὰν ὀρυττόμενον, ὑπὸ λόγχης ἡ Πάναγνος, Χριστὸν τὸν φιλάνθρωπον, ἔκλαιε βοῶσα· Τὶ τοῦτο Υἱέ μου; τὶ σοι ἀχάριστος λαός, ἀνταποδίδωσιν ὧν πεποίηκας, καλῶν αὐτοῖς καὶ σπεύδεις με, ἀτεκνωθῆναι παμφίλτατε; καταπλήττομαι Εὔσπλαγχνε, σὴν ἑκούσιον σταύρωσιν.
Ἀπολυτίκιον
Ἦχος δ' ΤΟ ΑΚΟΥΤΕ
Οι Μάρτυρές σου, Κύριε, εν τή αθλήσει αυτών, στεφάνους εκομίσαντο τής αφθαρσίας, εκ σού τού Θεού ημών, σχόντες γάρ τήν ισχύν σου, τούς τυράννους καθείλον, έθραυσαν καί δαιμόνων, τά ανίσχυρα θράση. Αυτών ταίς ικεσίαις, Χριστέ ο Θεός, σώσον τάς ψυχάς ημών.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Θεοφάνους.Κανών α', ᾨδὴ α'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ, ἐν ἀβύσσῳ ἴχνεσι, τὸν διώκτην Φαραώ, καθορῶν ποντούμενον, Θεῷ ἐπινίκιον ᾠδὴν ἐβόα ᾄσωμεν».Μαρτυρικαῖς ἀγλαΐαις τῷ θεϊκῶ, θρόνῳ παριστάμενοι, καὶ ταῖς θείαις ἀστραπαῖς, Ἀθληταὶ λαμπόμενοι ἡμᾶς, τοὺς ὑμνοῦντας τὴν ὑμῶν μνήμην φωτίσατε.Κάλλος τὸ θεῖον ποθοῦντες, βίου τερπνά, εἰς οὐδὲν ἡγήσασθε, Ἀθλοφόροι τοῦ Χριστοῦ, καὶ θανόντες σώματι ζωήν, ἀτελεύτητον εὑρεῖν κατηξιώθητε.Τῆς ἀθεΐας τὴν πλάνην θεοπρεπῶς, ἀθλοφόροι Μάρτυρες, στηλιτεύσαντες πολλῶν, πόνων ὑπεμείνατε πυράν, καὶ τὴν ἄπονον ζωὴν νῦν ἀπειλήφατε.Ταῖς ὑπερφώτοις ἀκτῖσι τοῦ παντουργοῦ, ἐλλαμφθεὶς σὺ Πνεύματος, ἀθεΐας τὸ βαθύ, σκότος ἐξηφάνισας Χριστοῦ, ἀθλοφόρε θαυμαστέ, Θύρσε μακάριε.ΘεοτοκίονΤὸν ἀπερίγραπτον Λόγον περιγραπτόν, γεγονότα σώματι, ἀπεκύησας Ἁγνὴ ὃν δυσώπει ῥύσασθαι φθορᾶς, καὶ παθῶν ἐπαγωγῆς, τοὺς σὲ δοξάζοντας.
Κανών α', ᾨδὴ γ'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Οὐκ ἔστιν ἅγιος ὡς σύ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου Ἀγαθέ, καὶ στερεώσας ἡμᾶς, ἐν τῇ πέτρᾳ τῆς ὁμολογίας σου».Τὸ σῶμα ξέοντες δεινῶς, οἱ τοῦ σκότους προστάται, λογισμοῦ σου τὸν τόκον, οὐκ ἐχαύνωσαν στοργῇ, τῇ θεϊκῇ δυνατῶς, ἐν ἀγάπῃ, Θύρσε κρατυνόμενον.Ὑπῆρξε Μάρτυς θαυμαστή, ἡ ἀθρόα σου ὄντως, πρὸς τὸν Κύριον πίστις! δι' ἧς ᾔσχυνας ἐχθρῶν, κακοπιστίαν βοῶν ὦ Φιλῆμον· Δοῦλος Χριστοῦ πέφυκα.Πρὸς πάλην Μάρτυς τοῦ ἐχθροῦ, θαρσαλέως ἐξῆλθες, οὐκ ἀσπίδα, οὐ δόρυ, ἀλλὰ πίστιν ἀρραγῆ, ἐνθέως θωρακισθείς, καὶ ἀνδρείως, τοῦτον κατηδάφισας.Ἐφέσει θείᾳ κρατυνθείς, τὴν θεογενεσίαν, οὐρανόθεν κομίζῃ, δι' ὕδατος μυστικῶς, Φιλῆμον Μάρτυς Χριστοῦ, πρὸς ἀγῶνας, θείους δυναμοῦσάν σε.ΘεοτοκίονἘν δύο φύσεσιν ὁ εἷς, τῆς Ἁγίας Τριάδος, ἐξ ἁγνῶν σου αἱμάτων, σαρκωθεὶς θεοπρεπῶς, προῆλθε τοὺς ἐξ Ἀδάμ, διασῴζων, Πάναγνε χρηστότητι.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Οὐκ ἔστιν ἅγιος ὡς σύ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου Ἀγαθέ, καὶ στερεώσας ἡμᾶς, ἐν τῇ πέτρᾳ τῆς ὁμολογίας σου».
Κάθισμα
Ἦχος δ'
Κατεπλάγη Ἰωσὴφ ΤΟ ΑΚΟΥΤΕ
Εὐσεβείας θυρεῷ, περισκεπόμενοι καλῶς, καὶ τὸ ὅπλον τοῦ Σταυροῦ, ἀναλαβόμενοι στερρῶς, τὰς παρατάξεις κατέβαλον τοῦ Τυράννου, Μάρτυρες Χριστοῦ οἱ ἀξιάγαστοι, καὶ στέφος παρ' αὐτοῦ ἀναδησάμενοι, νικητικῶς χορεύουσιν ἀπαύστως, μετὰ τῶν ἄνω Δυνάμεων, καὶ τὸν Σωτῆρα, ἐκδυσωποῦσι, σῶσαι τὰς ψυχὰς ἡμῶν.Δόξα... Ἦχος πλ. δ'Τὴν Σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕἹερῶς ἐναθλοῦντες οἱ ἱεροί, Ἀθλοφόροι Κυρίου τοὺς αἰκισμούς, τὰς ξέσεις τοῦ σώματος, καὶ τὸν βίαιον θάνατον, ἀδιστάκτῳ πίστει, ἀνδρείως ὑπέμειναν, καὶ τοῦ ἐχθροῦ τὸ θράσος, τελείως κατέβαλον· ὅθεν ἰαμάτων, δωρεὰν εἰληφότες, ἰῶνται τοὺς κάμνοντας, καὶ λυτροῦνται κακώσεως, τοὺς βοῶντας ἑκάστοτε· Πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.Καὶ νῦν... ΘεοτοκίονΤὴν ψυχήν μου Παρθένε τὴν ταπεινήν, ἀπὸ βρέφους μολύνας ὁ μιαρός, καὶ λόγοις καὶ πράξεσιν, ἐμαυτὸν κατερρύπωσα, καὶ οὐκ ἔχω τὶ πράξω, ἢ ποῦ καταφεύξομαι, ἀλλ' ουδ' ἄλλην ἐλπίδα, πλήν σου Κόρη ἐπίσταμαι· Φεῦ μοι ὁ ἀχρεῖος! διὰ τοῦτο ἱκέτης, πρὸς σὲ τὴν πανάχραντον, νῦν προστρέχω καὶ δέομαι, ὁμολογῶν σοι τό, Ἥμαρτον· Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δοθῆναί μοι· εἰς σὲ γὰρ πᾶσαν ἐλπίδα, ἀνέθηκα Δέσποινα.Ἢ ΣταυροθεοτοκίονΣὲ τὸν πάντων Δεσπότην καὶ Λυτρωτήν, ἡ Ἀμνὰς θεωροῦσα ἐν τῷ Σταυρῷ, ἀδίκως κρεμάμενον, θρηνῳδοῦσα ἐβόα σοι· Οἴμοι Υἱέ! πῶς πάσχεις, καὶ φέρεις μακρόθυμε, παρὰ τῶν ἀγνωμόνων, ὀνείδη καὶ θάνατον, σῶσαι τῶν ἀνθρώπων, πεπτωκυῖαν τὴν φύσιν, καὶ ῥύσασθαι κακώσεως, καὶ πταισμάτων συμπτώσεως· διὰ τοῦτο κραυγάζω σοι· Ἀνάστηθι ταχὺ ἐκ νεκρῶν, ὡς ὑπέσχου Λόγε πρὸ τοῦ πάθους σου, καὶ περιστάσεως πάσης, τὴν ποίμνην σου λύτρωσαι.
Κανών α', ᾨδὴ δ'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Χριστός μου δύναμις, Θεὸς καὶ Κύριος, ἡ σεπτὴ Ἐκκλησία θεοπρεπῶς, μέλπει ἀνακράζουσα, ἐκ διανοίας καθαρᾶς, ἐν Κυρίῳ ἑορτάζουσα».Τὸν μόνον εὔσπλαγχνον, τὸν μόνον Κύριον, καὶ Θεὸν τῶν ἁπάντων ὁμολογεῖν, Μάρτυρες ποθήσαντες, διὰ βασάνων τὴν αὐτοῦ, Βασιλείαν ἀπειλήφατε.Στρεβλώσεις σώματος, πυρὸς ὁρμήματα, καὶ θηρῶν καὶ θαλάσσης νεανικῶς, ἤνεγκας πανόλβιε, καὶ δυναστείαν τοῦ ἐχθροῦ, Μάρτυς Θύρσε καταβέβληκας.Ἐχθρὸν ἀλάστορα, τῷ ἐκνευρίζεσθαι, ἐξενεύρισας μάκαρ καὶ τὴν ὁδόν, Μάρτυς Ἀπολλώνιε, τοῦ μαρτυρίου εὐσταλῶς, ἐπορεύθης θείῳ Πνεύματι.Ἀγώνων στίγμασι, καλλωπιζόμενος, τὴν ψυχὴν φαιδροτέραν ἡλιακοῦ, φέγγους ἀπετέλεσας, ὡς ἀθλοφόρος τοῦ Χριστοῦ, στρατιῶτα Μάρτυς Λεύκιε.ΘεοτοκίονΜητέρα ἄνανδρον, Παρθένον ἄμωμον, ἀδιάφθορον Κόρην ἐν γυναιξί, μόνην σε γινώσκομεν, εὐλογημένη Μαριάμ, τῶν ἀνθρώπων ἡ βοήθεια.
Κανών α', ᾨδὴ ε'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τῶ θείῳ φέγγει σου Ἀγαθέ, τὰς τῶν ὀρθριζόντων σοι ψυχάς, πόθῳ καταύγασον δέομαι, σὲ εἰδέναι Λόγε Θεοῦ, τὸν ὄντως Θεόν, ἐκ ζόφου τῶν πταισμάτων ἀνακαλούμενον».Ταῖς θειοτάταις θεολαμπῶς, Πνεύματος αὐγαῖς ὡς ἀληθῶς, πεπυρσευμένοι διήλθετε, τὸ τῆς ἀθεΐας ἄστατον πέλαγος, καὶ θείαν πρὸς γαλήνην διεβιβάσθητε.Περισυρόμενοι ἐν τῇ γῇ, Μάρτυρες πανεύφημοι δεινῶς, καὶ ταῖς αἰκίαις βαλλόμενοι, τῶν ἐπουρανίων γερῶν ἐτύχετε, Ἀγγέλων συμπολῖται νῦν χρηματίζοντες.Κατατεινόμενος καὶ πολλαῖς, Θύρσε προσβολαῖς τῶν δυσχερῶν, περικυκλούμενος ἔφερες, θείαις συμμαχίαις ἀναδεικνύμενος, ἀνώτερος παντοίου εἴδους κολάσεων.ΘεοτοκίονΤοὺς Θεοτόκον σε ἐκ ψυχῆς, Δέσποινα τοῦ κόσμου ἀγαθή, ὁμολογοῦντας διάσωσον· σὲ γὰρ προστασίαν ἀκαταμάχητον, κεκτήμεθα τὴν ὄντως θεογεννήτριαν.
Κανών α', ᾨδὴ ς'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τοῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῷ κλύδωνι, τῷ εὐδίῳ λιμένι σου προσδραμών, βοῶ σοι· Ἀνάγαγε, ἐκ φθορᾶς τὴν ζωήν μου Πολυέλεε».Ταῖς αὔραις κινούμενοι, θείου Πνεύματος σοφοί, τὰ τῆς ψυχῆς ἀγώγιμα, εἰς νοητοὺς λιμένας περιχαρῶς, ἐσώσατε Μάρτυρες, ἀπολαύοντες ἅμα τῆς θεώσεως.Βαφαῖς ταῖς ἐξ αἵματος, σωτηρίου ἑαυτοῖς, περιποιεῖσθε ἔνδυμα, τῇ δὲ ἐκδύσει Μάρτυρες τῆς σαρκός, τὴν θείαν εὐπρέπειαν, ἐστολίζεσθε δόξῃ καλλυνόμενοι.Φιλήμων καὶ Λεύκιος, Ἀπολλώνιος ὁμοῦ, καὶ Θύρσος ὁ ἀοίδιμος, ἡ τετρακτὺς ἡ θεία καὶ φωταυγής, Τριάδος τὴν ἔλλαμψιν, ἐν μεθέξει ἀΰλῳ κατεπλούτησαν.ΘεοτοκίονὉ πάσης ἐπέκεινα, νοουμένης ὡς Θεός, καὶ ὁρωμένης κτίσεως, σωματωθεὶς προῆλθέ σου ἐκ γαστρός, τηρήσας δὲ ἄφθορον, ὥσπερ ἦς πρὸ τοῦ τόκου Μητροπάρθενε.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Τοῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῷ κλύδωνι, τῷ εὐδίῳ λιμένι σου προσδραμών, βοῶ σοι· Ἀνάγαγε, ἐκ φθορᾶς τὴν ζωήν μου Πολυέλεε».
Κοντάκιον
Ἦχος δ'
Ἐπεφάνης σήμερον ΤΟ ΑΚΟΥΤΕ
Τοὺς φωστῆρας ἅπαντες, τῆς Ἐκκλησίας, συνελθόντες σήμερον, ἐν ἐγκωμίοις ἱεροῖς, ἀνευφημοῦντες ὑμνήσωμεν, ὡς ἀθλοφόρους Χριστοῦ τοῦ Θεοῦ ἡμῶν.
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΙΔ' τοῦ αὐτοῦ μηνός, Ἄθλησις τῶν Ἁγίων Μαρτύρων, Θύρσου, Λευκίου καὶ Καλλινίκου.ΣτίχοιΟὐ δένδρινόν σε, Θύρσε, θύρσον ὁ πρίων,Πρὸ τῆς τελευτῆς εὗρεν, ὡς ῥᾷστα πρῖσαι.Ὁ πνεῦμα λευκὸς Λεύκιος, τμηθεὶς ξίφει,Τὸ σῶμα βάπτει φοινικοῦν ἐξ αἱμάτων.Ὁ Καλλίνικος, ἐκκοπεὶς τὸν αὐχένα,Ὑπῆρξε Καλλίνικος ἐκ τῶν πραγμάτων.Πρῖσιν ἀλύξας, Θύρσε, θάνες δεκάτῃ γε τετάρτῃ.Τῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τῶν Ἁγίων Μαρτύρων, Φιλήμονος, Ἀπολλωνίου, Ἀρριανοῦ καὶ τῶν σὺν αὐτοῖς .Στίχοι Ἔτερπεν αὐλοῖς πρὶν Φιλήμων τοὺς φίλους,Τανῦν δὲ τμηθείς, τέρπεται τέρψιν ξένην.Ἀπολλώνιον, υἱὸν Ὑψίστου θέσει,Κτείνουσι υἱοὶ τῆς ἀπωλείας ξίφει.Τὸν Ἀρριανὸν ἐργάται πονηρίας.Ἔργον θαλάσσης δεικνύουσιν ἀφρόνως.Τῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τῶν τεσσάρων Προτικτόρων, τῶν συναθλησάντων τῷ Ἁγίῳ Ἀρριανῷ.ΣτίχοιΒάπτισμα πόντος τοῖς Προτίκτορσι ξένον,Φοροῦσι σάκκους, ὡς στολὰς ἐμφωτίους.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς μετὰ φιλανθρωπίας ἐπενεχθείσης ἡμῖν φοβερᾶς ἀπειλῆς τοῦ σεισμοῦ, ἧς παρ' ἐλπίδα πᾶσαν ἐλυτρώσατο ἡμᾶς ὁ Φιλάνθρωπος Κύριος.ΣτίχοιἜσεισας, ἀλλ' ἔστησας αὖθις γῆν Λόγε.Τῆς σῆς γὰρ ὀργῆς οἶκτός ἐστι τὸ πλέον.Ταῖς τῶν ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον, καὶ σῶσον ἡμᾶς. Ἀμήν.
Κανών α', ᾨδὴ ζ'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Δροσοβόλον μὲν τὴν κάμινον εἰργάσατο, Ἄγγελος τοῖς ὁσίοις Παισί, τοὺς Χαλδαίους δὲ καταφλέγον, πρόσταγμα Θεοῦ, τὸν τύραννον ἔπεισε βοᾶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».Ἑπομβρήσεσιν ἐνθέοις κατεσβέσατε, πολυθεΐας κάμινον ἀναπτόμενοι, θεϊκῇ στοργῇ περιχαρῶς, καὶ νῦν μελῳδεῖτε ἐκτενῶς· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.Τὸν διώκοντα τῇ θείᾳ συλλαβόμενοι, σαγήνῃ ἀξιάγαστοι, ἀνειλκύσατε, ἐκ βυθοῦ τῆς πλάνης καὶ Χριστῷ, προσήξατε ψάλλοντα θερμῶς· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.Συνεσείσατε τῆς πλάνης τὰ θεμέλια, ἀσάλευτον προαίρεσιν, ἐνδεικνύμενοι καὶ ἀνδρείαν, γνώμην Ἀθληταί, καὶ νῦν μελῳδεῖτε εὐσεβῶς· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.ΘεοτοκίονὙπὲρ λόγον σου ἡ σύλληψις Θεόνυμφε· Θεὸν γὰρ Λόγον τέτοκας, τὸν ῥυόμενον ἀλογίας πάσης τοὺς βροτούς, καὶ λόγον παρέχοντα βοᾶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Κανών α', ᾨδὴ η'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐκ φλογὸς τοῖς ὁσίοις δρόσον ἐπήγασας, καὶ δικαίου θυσίαν ὕδατι ἔφλεξας· ἅπαντα γὰρ δρὰς Χριστέ, μόνῳ τῷ βούλεσθαι· Σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας».Θυρεῷ εὐσεβείας περισκεπόμενοι, καὶ Σταυρὸν ὥσπερ δόρυ ἀναλαβόμενοι, φάλαγγας ἐχθρῶν, ἀοράτων ἐκόψατε, Μάρτυρες ἐνθέως, Χριστὸν ὑπερυψοῦντες.Ἐκκαιόμενος φίλτρῳ τοῦ Παντοκράτορος, ὑπεισῆλθες ἀνδρείως, Μαρτύρων στάδιον, καὶ καρτερικῶς, ἐναθλήσας κατέρραξας, δράκοντα τὸν μέγαν, Φιλῆμον ἀθλοφόρε.Ὑποβρύχιον δείξας ἐχθροῦ τὴν δύναμιν, τῷ βυθῷ τῆς ἀνδρείας καὶ καρτερίας σου, ὦ Ἀρριανέ, Βασιλείας ἠξίωσαι, ἀπαρασαλεύτου, εἰς πάντας τοὺς αἰῶνας.ΘεοτοκίονἈληθῆ Θεοτόκον ὁμολογοῦντές σε τοῦ Ἀγγέλου τὸ Χαῖρε πίστει βοῶμέν σοι· μόνη τὴν χαράν· ἐπὶ γῆς γὰρ ἐκύησας, Κεχαριτωμένη, ἀεὶ εὐλογημένη.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ἐκ φλογὸς τοῖς ὁσίοις δρόσον ἐπήγασας, καὶ δικαίου θυσίαν ὕδατι ἔφλεξας· ἅπαντα γὰρ δρὰς Χριστέ, μόνῳ τῷ βούλεσθαι· Σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας».
Κανών α', ᾨδὴ θ'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον· ὃν οὐ τολμᾷ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα, διὰ σοῦ δὲ Πάναγνε, ὡράθη βροτοῖς, Λόγος σεσαρκωμένος· ὃν μεγαλύνοντες, σὺν ταῖς οὐρανίαις στρατιαῖς σε μακαρίζομεν».Χριστοῦ τὸ πάθος ἐξεικονίζοντες, πεῖραν πολλῶν ὑπέστητε βασάνων Μακάριοι, κεφαλὰς δὲ τμηθέντες συνήφθητε, τάξεσιν οὐρανίαις, δόξῃ λαμπόμενοι, καὶ ταῖς θεϊκαῖς μαρμαρυγαῖς ὡραϊζόμενοι.Ἐκ σῶν αἱμάτων πορφύραν ἔβαψας, Θύρσε σοφὲ καὶ ταύτην εὐκλεῶς στολισάμενος, καὶ ὡς σκῆπτρον κατέχων τὸν θεῖον Σταυρόν, πᾶσι σὺν ἀθλοφόροις ἐπαγαλλόμενος, νῦν συμβασιλεύεις τῷ Χριστῷ θεομακάριστε.Ὑμῶν Μακάριοι κατεπλάγησαν, ἀγγελικαὶ Δυνάμεις τοὺς ἀγῶνας, τὰ στίγματα, τὰς ἐνστάσεις, τὸν βίαιον θάνατον, οἷς συμπεριπολοῦντες, μνείαν ποιήσασθε, τῶν ἐπιτελούντων τὴν ὑμῶν μνήμην Πανεύφημοι.ΘεοτοκίονΣαρκὸς ἀνθρώπων ἐν ὁμοιώματι, σοῦ ἐκ γαστρὸς ὁ Λόγος καθωράθη τικτόμενος, καὶ Μαρτύρων πληθὺν ἐπεσπάσατο, πάθη καθυπομείνας, ὁ ὑπεράγαθος, ἄχραντε Παρθένε, Μαριὰμ θεοχαρίτωτε.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον, ὃν οὐ τολμᾷ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα· διὰ σοῦ δὲ Πάναγνε, ὡράθη βροτοῖς, Λόγος σεσαρκωμένος· ὃν μεγαλύνοντες, σὺν ταῖς οὐρανίαις στρατιαῖς σε μακαρίζομεν».
| TA ΜΗΝΑΙΑ | Δεκέμβριος | 14 |
Dec 15
Τῌ ΙΕ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΔΕΚΕΜΒΡΙΟΥΜνήμη τοῦ ἁγίου Ἱερομάρτυρος Ἐλευθερίου.
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια Προεόρτια.
Στιχηρὰ τοῦ Ἱερομάρτυρος
Ἦχος δ'
Ἔδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕ
Σκεῦος ἱερώτατον, Πνεύματος θείου γεγένησαι, τὴν ψυχὴν καθηράμενος, παθῶν ἱερώτατε· ἔνθεν χρῖσμα θεῖον, ἅγιον ἐδέξω, Ἀρχιερεὺς σὺ γεγονώς, καὶ ποδηγέτης λαοῦ θεόφρονος, καὶ μάρτυς ἀπαράτρωτος, τοῦ δι' ἡμᾶς πάθη φέροντος, καὶ ἀπάθειαν βλύσαντος, ἀθλητὰ Ἐλευθέριε.
Ἦχος δ'
Σώματος ἠλόγησας, αἰκιζομένου ταῖς μάστιξι, καὶ πυρὶ προσεγγίζοντος τὸν νοῦν γὰρ προσήλωσας, ἀνεικάστω πόθῳ, τῷ ὡραιοτάτῳ, κάλλει τοῦ θείου ἐραστοῦ· οὗ τῷ γλυκίῳ ἐτρώθης ἔρωτι, Μαρτύρων ἐγκαλλώπισμα, Ἀρχιερέων ἀγλάϊσμα, ἀθλητὰ Ἐλευθέριε, πρεσβευτὰ τῶν ψυχῶν ἡμῶν.
Ἦχος δ'
Καλῶς τὸν ἀγῶνά σε, τεθεαμένη τελέσαντα, ἡ καλῶς σε κυήσασα, τὸν ἴσον ποθήσασα, διανύσαι δρόμον, σοὶ περιπλακεῖσα, μέσον τοῦ σκάμματος σοφέ, καθάπερ δάμαλις ἀποσφάττεται· μεθ' ἧς σε ἱκετεύομεν, ὑπὲρ ἡμῶν Ἐλευθέριε, τὸν Σωτῆρα καὶ Κύριον, ἐκδυσώπει πανόλβιε.
Δοξαστικὸν
Ἦχος πλ. β'
Ἱερεὺς ἐννομώτατος, μέχρι τέλους ἐχρημάτισας, μάκαρ Ἐλευθέριε· ἱερουργῶν γὰρ τὰ θεῖα καὶ ἄρρητα μυστήρια, τὸ αἷμά σου ἐξέχεας ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ, καὶ θῦμα εὐπρόσδεκτον σεαυτὸν προσήγαγες· διὸ παρρησίαν ἔχων πρὸς αὐτόν, ἐκτενῶς ἱκέτευε, ὑπὲρ τῶν πίστει τελούντων σὴν ἀεισέβαστον μνήμην, καὶ τοὺς αὐτὴν γεραίροντας ῥυσθῆναι πειρασμῶν, καὶ παντοίων κινδύνων καὶ περιστάσεων.
Θεοτοκίον
Ἦχος πλ. β'
Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς. Σὲ ἱκετεύομεν, πρέσβευε, Δέσποινα, μετὰ τῶν Ἀποστόλων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.Εἰ δὲ βούλει ποιῆσαι εἴσοδον λέγεΣπήλαιον εὐτρεπίζου· ἡ Ἀμνὰς γὰρ ἥκει, ἔμβρυον φέρουσα Χριστόν. Φάτνη δὲ ὑποδέχου, τὸν τῷ λόγῳ λύσαντα τῆς ἀλόγου πράξεως, ἡμᾶς τοὺς γηγενεῖς. Ποιμένες ἀγραυλοῦντες, μαρτυρεῖτε θαῦμα τὸ φρικτόν, καὶ Μάγοι ἐκ Περσίδος, χρυσὸν καὶ λίβανον καὶ σμύρναν, τῷ Βασιλεῖ προσάξατε· ὅτι ὤφθη Κύριος ἐκ Παρθένου Μητρός, ὃνπερ καὶ κύψασα, δουλικῶς ἡ Μήτηρ προσεκύνησε, καὶ προσεφθέγξατο τῷ ἐν ἀγκάλαις αὐτῆς. Πῶς ἐνεσπάρης μοι, ἢ πῶς μοι ἐνεφύης, ὁ λυτρωτής μου καὶ Θεός;
Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.Ἦχος α' Τῶν οὐρανίων ΤΟ ΑΚΟΥΤΕΤῆς Ἐκκλησίας προστάτης Πάτερ γενόμενος, ὡς Εὐανθίας γόνος, τῆς θεόφρονος ὄντως, καὶ μύστης Ἀποστόλων ὡς ἀληθῶς, πρὸς τὸν Θεὸν ἐπιστρέφεις λαούς, τοὺς πρίν ἀφρόνως τὸ σέβας οἷα θεοῖς, ἀπονέμοντας τοῖς Δαίμοσιν.Στίχ. Οἱ Ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην.Τῶν ἐπιτόκων γυναίων Πάτερ κηδόμενος, ἐλευθερίαν δίδως, τῷ Ναῷ σου φοιτώσαις, εὔπλοιαν δὲ πάλιν ἄλλοις θερμῶς, ἐξαιτοῦσιν ἐπέδωκας, καὶ τοῖς νοσοῦσιν ὑγείαν σὺ χορηγεῖς, διαλάμπων ἐν τοῖς θαύμασι.Στίχ. Δίκαιος ὡς φοίνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.Τοῦ Μαρτυρίου τοὺς ἄθλους στερρῶς ὑπήνεγκας, Ἀδριανοῦ μὴ πτήξας, τὰς δριμείας κολάσεις, ἔρωτι τοῦ Κτίστου ὅλους ἁλούς, Ἐλευθέριε πάνσοφε, καὶ τὴν τεκοῦσάν σε σύναθλον προσλαβών, ἀνελήλυθας γηθόμενος.
Δοξαστικὸν
Ἦχος πλ. δ'
Τῆς ἱεραρχίας σου Ὅσιε Πάτερ, τὴν στολὴν ἐφοίνιξας, ταῖς ῥοαῖς τῶν αἱμάτων σου. Ἐν μέσῳ δὲ τοῦ σταδίου ἀνδρικῶς τελειωθέντα ἰδοῦσά σε, ἐπιπεσοῦσα ἠσπάζετο τὸ γλυκὺ τέκνον, ἡ καλῶς γεννησαμένη καὶ θρεψαμένη σε· διὸ καὶ τμηθεῖσα τῷ ξίφει, εἰς οὐρανίους θαλάμους μετὰ σοῦ συνεισῆλθεν. Ὢ μακαρίας Μητρός! ὢ μαστῶν ἱερῶν! οὓς ἐθήλασας μάκαρ Ἐλευθέριε, καὶ τῆς φύσεως τὸν Πλάστην ἐπέγνως. Σὺν αὐτῇ οὖν πρέσβευε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον
Ἦχος πλ. δ'
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Ἀπολυτίκιον
Ἦχος πλ. α'
Τὸν συνάναρχον ΤΟ ΑΚΟΥΤΕ
Ἱερέων ποδήρει κατακοσμούμενος, καὶ αἱμάτων τοῖς ῥείθροις ἐπισταζόμενος, τῷ Δεσπότῃ σου Χριστῷ μάκαρ ἀνέδραμες, Ἐλευθέριε σοφέ, καθαιρέτα τοῦ Σατᾶν. Διὸ μὴ παύσῃ πρεσβεύων, ὑπὲρ τῶν πίστει τιμώντων, τὴν μακαρίαν σου ἄθλησιν.
Θεοτοκίον, Ἦχος πλ. α'
Τὸν συνάναρχον ΤΟ ΑΚΟΥΤΕ
Χαῖρε Πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμήν, καὶ ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκί, τὸν Ποιητήν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν τόκον σου.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Ὁ Κανὼν τοῦ Ἱερομάρτυρος, οὗ ἡ Ἀκροστιχίς.Παθῶν ἐλεύθερόν με δεῖξον παμμάκαρ.Ἰωσήφ.ᾨδὴ α'
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«ᾨδὴν ἐπινίκιον, ᾄσωμεν πάντες, Θεῷ τῷ ποιήσαντι, θαυμαστὰ τέρατα, βραχίονι ὑψηλῷ, καὶ σώσαντι τὸν Ἰσραήλ, ὅτι δεδόξασται».Παθῶν ἀμαυρότησι, δεδουλωμένον, φαιδραῖς ἱκεσίαις σου, Μάρτυς Ἐλευθέριε, νῦν ἐλευθέρωσον, ὅπως ὡς δοῦλόν σε Χριστοῦ, θείαις ὑμνήσω ᾠδαῖς.Ἀθλήσεως ἔλαμψας, καθαρωτάταις, αὐγαῖς ἱερώτατε, ἐπιχρώσας αἵματι, τὴν ἱεράν σου στολήν, καὶ γέγονας φωτοειδής, διὰ τοῦ Πνεύματος.Θεῷ προσκολλώμενος, καθαρωτάτῳ νοΐ, ἐκ νεότητος, σαρκικοῦ φρονήματος, ψυχὴν ἐμάκρυνας, καὶ τῶν θαυμάτων δαψιλῆ, χάριν ἐπλούτησας.ΘεοτοκίονὩς θρόνος πυρίμορφος, τὸν Κτίστην φέρεις, ὡς ἔμψυχος θάλαμος, καὶ τερπνὸν Παλάτιον, τὸν Βασιλέα χωρεῖς, γενόμενον ὅπερ ἡμεῖς, Θεοχαρίτωτε.
Ὁ Κανὼν τοῦ Ἱερομάρτυρος, οὗ ἡ Ἀκροστιχίς.Θεῖον Ἐλευθέριον ἱερῆα τιμάω, Πάτερ.ᾨδὴ α'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ, ἐν ἀβύσσῳ ἴχνεσι, τὸν διώκτην Φαραώ, καθορῶν ποντούμενον, Θεῷ ἐπινίκιον ᾠδήν, ἐβόα ᾄσωμεν».Θρόνῳ τῆς δόξης Κυρίου παρεστηκώς, σὺν Ἀγγέλων τάγμασιν, Ἐλευθέριε σοφέ, τοὺς ὑμνοῦντας πόθῳ σε ἀεί, ἐλευθέρωσον παθῶν ταῖς ἱκεσίαις σου.Ἐκλελεγμένος ἐκ βρέφους σὺ τῷ Θεῷ, ἀνετέθης ἔνδοξε, ὥσπερ πάλαι Σαμουήλ, καὶ θείῳ Πνεύματι χρισθείς, ὡς σοφὸς Ἀρχιερεὺς λαὸν ἐποίμανας.Ἱερουργὸς μυστηρίων τῶν τοῦ Χριστοῦ, γεγονὼς ἐλάμπρυνας, τὴν στολὴν τὴν ἱεράν, μαρτυρίου αἵματι Σοφέ, ἐν σταδίῳ καρτερῶς ἀγωνισάμενος.ΘεοτοκίονὉ ἐκ μὴ ὄντων τὰ πάντα παραγαγών, Θεὸς Λόγος πάναγνε, ἐξ ἀσπόρου σου γαστρός, ὑπὲρ νοῦν σεσάρκωται· διό, Θεοτόκον σε πιστοὶ ἀεὶ δοξάζομεν.
Κανών α', ᾨδὴ γ', τοῦ Ἱερομάρτυρος
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Στερεωθήτω ἡ καρδία μου, εἰς τὸ θέλημά σου Χριστὲ ὁ Θεός, ὁ ἐφ' ὑδάτων οὐρανόν, στερεώσας τὸν δεύτερον, καὶ ἑδράσας ἐν τοῖς ὕδασι τὴν γῆν παντοδύναμε».Ὑπὲρ Χριστοῦ παθεῖν ἑλόμενος, ἀλγηδόνας φέρεις τοῦ σώματος, ἐνηδυνόμενος Σοφέ, ταῖς ὀδύναις καὶ θλίψεσι· διὰ τοῦτο τὴν ἀνώδυνον, ζωὴν νῦν ἀπείληφας.Θερμῷ τῷ πόθῳ τοῦ ποιήσαντος, Ἀθλητὰ θεόφρον κρατούμενος, τῷ πυρωθέντι σεαυτόν, ἐπιρρίπτεις τεχνάσματι, δροσιζόμενος τοῦ Πνεύματος, πυρὶ Ἐλευθέριε.Ἐν ἱερεῦσιν ἱερώτατος, καὶ ἐν Μάρτυσι Μάρτυς στερρότατος, ἀναδειχθεὶς στέφος διπλοῦν, ἐκομίσω Μακάριε, τῷ προσώπῳ τοῦ Θεοῦ, διὰ παντὸς ὀπτανόμενος.ΘεοτοκίονῬάβδον δυνάμεως ἐβλάστησας, τὸν Χριστὸν ἐν ᾧ στηριζόμεθᾳ· σὲ γὰρ ἐτύπου Ἀαρών. Ῥάβδος ποτὲ βλαστήσασα, ἀγεώργητε Ἁγνή, περιστερὰ ἀειπάρθενε.
Κανών β', ᾨδὴ γ', Ἕτερος τοῦ Ἱερομάρτυρος
Ἦχος πλ. β'
Οὐκ ἔστιν ἅγιος ὡς σὺ ΤΟ ΑΚΟΥΤΕ
Νοὸς στερρότητι Σοφέ, ὁπλισάμενος χαίρων, τὴν ὁδὸν διανύεις, τοῦ μαρτυρίου σαυτόν, ἐθελουσίως προδούς, τοῖς ζητοῦσι, Μάρτυς ἱερώτατε.Ἐκ θείου Πνεύματος λαβών, τῆς σοφίας τὸν πλοῦτον, μιμητὴς ἀνεδείχθης, τῶν Ἀποστόλων Σοφέ, σαγήνη μαρτυρική σαγηνεύων, λαοὺς πρὸς εὐσέβειαν.Λαμπρύνας θείαις ἀρεταῖς, τὴν ἀρχιερωσύνην, λαμπροτέραν εἰργάσω, τῇ πορφυρίδι τῶν σῶν, αἱμάτων καρτερικῶς, ἐναθλήσας, Μάρτυς Ἐλευθέριε.ΘεοτοκίονἘκπλήττει νοῦν καὶ ἀκοήν, τὸ μυστήριον ὄντως, τῆς λοχείας σου Κόρη· Θεὸν γὰρ ὑπερφυῶς, συνέλαβες ἐν γαστρί, καὶ τεκοῦσα, μένεις ἀειπάρθενος.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Οὐκ ἔστιν Ἅγιος ὡς σύ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου Ἀγαθέ, καὶ στερεώσας ἡμᾶς, ἐν τῇ πέτρᾳ τῆς ὁμολογίας του».
Κάθισμα
Ἦχος α'
Τὸν τάφον σου Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ
Ἐλεύθερον τὸν νοῦν, ἐκ παθῶν κεκτημένος, ἐγένου τοῦ Θεοῦ, γνησιώτατος δοῦλος, καὶ πλάνης ἠλευθέρωσας, τοὺς καλῶς σοι ποθήσαντας, ἐναθλήσας δέ, ὡς ἱερεύς τε καὶ Μάρτυς, Ἐλευθέριε, διπλοῦν ἐδέξω τὸ στέφος, πρεσβεύων σωθῆναι ἡμᾶς.Δόξα... Καὶ νῦν... ΘεοτοκίονΜαρία τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς, πεπτωκότας εἰς βάθος, δεινῆς ἀπογνώσεως, καὶ πταισμάτων καὶ θλίψεων· σὺ γὰρ πέφυκας, ἁμαρτωλῶν σωτηρία, καὶ βοήθεια, καὶ κραταιὰ προστασία, καὶ σῴζεις τοὺς δούλους σου.
Κανών α', ᾨδὴ δ', τοῦ Ἱερομάρτυρος
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐν πνεύματι προβλέπων, Προφῆτα Ἀββακούμ, τὴν τοῦ Λόγου σάρκωσιν, ἐκήρυττες βοῶν· Ἐν τῷ ἐγγίζειν τὰ ἔτη ἐπιγνωσθήσῃ, ἐν τῷ παρεῖναι τὸν καιρὸν ἀναδειχθήσῃ· Δόξα τῇ δυνάμει σου Κύριε».Οὐ χάσματα λεόντων, οὐ βράσματα πυρός, οὐ δεινῶν ἐπίτασις, τὸ εὔτονον τῆς σῆς, ἱερομύστα ἐχαύνωσε καρτερίας, ἀλλ' ὡς ἀδάμας ταῖς βασάνοις ἐνετρύφας, ζήλῳ θεϊκῷ πυρπολούμενος.Ναμάτων ζωηρύτων, τὸ στόμα σου πλησθέν, ποταμοὺς ἠρεύξατο, ἐνθέων διδαχῶν, Ἱερομάρτυς βυθίζοντας ἀνομούντων, ἐρεσχελίας καὶ ἀρδεύοντας καρδίας, τῶν ἐπεγνωκότων Χριστὸν τὸν Θεόν.Μεγάλως σε δοξάζων, ὁ σὸς Δημιουργός, ὑπὲρ οὗ προῄρησο, τὸ πάσχειν Ἀθλητά, περιστερὰν καταπέμπει κομίζουσάν σοι, τροφὴν Ἀγγέλων ἰσαγγέλῳ γεγονότι, ἄθλων φανοτάταιςλαμπρότησιν.ΘεοτοκίονἘξέστησαν ὁρῶσαι, Ἀγγέλων στρατιαί! πῶς ὁ ἀθεώρητος, μορφῇ τῇ καθ' ἡμᾶς, ἐκ σοῦ ὡράθη Παρθένε Θεοκυῆτορ· ὃν ἐκδυσώπει σωτηρίας ἀξιῶσαι, πάντας τοὺς πιστῶς σε δοξάζοντας.
Κανών β', ᾨδὴ δ', Ἕτερος τοῦ Ἱερομάρτυρος
Ἦχος πλ. β'
Χριστός μου δύναμις ΤΟ ΑΚΟΥΤΕ
Ὑπῆρξε πρότερον, κατακαυχώμενος, ὁ πανώλεθρος δράκων, ἀλλ' ἀναιδής, ἤλεγκται ὁ ἄθλιος, τοῦ ἱεράρχου τοῖς ποσίν, ἐν σταδίῳ συμπατούμενος.Θωρακισάμενος, Σταυροῦ τὴν δύναμιν, ἱερώτατε Μάρτυς ὡς νικητής, ἄριστος εἰσέδραμες ἐν πυριφλέκτῳ κραβάτῳ, ὡς ἐν δρόσῳ ἀγαλλόμενος.Ἐπὶ τοῦ σκάμματος, ἑστὼς διήλεγξας, τοῦ τυράννου τὸ θράσος εἰδωλικόν, τοῦτον τροπωσάμενος, Ἱερομάρτυς ἀθλητά, ἀνδρικῶς ἀγωνιζόμενος.ΘεοτοκίονῬημάτων ἄκουσον, ἐμῆς δεήσεως, Παναγία Παρθένε· σὺ γὰρ ἐλπίς, πάντων καὶ βοήθεια, τῶν ἐν ποικίλοις πειρασμοῖς, ἐκτενῶς προσκαλουμένων σε.
Κανών α', ᾨδὴ ε', τοῦ Ἱερομάρτυρος
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὴν σὴν εἰρήνην δὸς ἡμῖν Υἱὲ τοῦ Θεοῦ· ἄλλον γὰρ ἐκτός σου Θεὸν οὐ γινώσκομεν, τὸ ὄνομά σου ὀνομάζομεν, ὅτι Θεὸς ζώντων καὶ τῶν νεκρῶν ὑπάρχεις».Δολίαις μηχανώμενος, συλᾶν σε λαλιαῖς, Μάρτυς ἐχθρὸς ὁ παμπόνηρος, γέλως ὁρᾶται τῇ σοφίᾳ σου, ὁ σοφιστὴς κακίας κατασεσοφισμένος.Ἐν ἅρματι αἰρόμενος, τῶν θείων ἀρετῶν, Ἔνδοξε τὸ ὕψος ἐπέφθασας, τοῦ μαρτυρίου καὶ κατέρραξας, τῶν πονηρῶν δαιμόνων, τὸ ἐπηρμένον θράσος.Ἰδεῖν τὴν ὡραιότητα, παθῶν τοῦ Ἰησοῦ, Ὅσιε σαυτὸν καθωραΐσας, τοῦ μαρτυρίου ὡραιότησι, καὶ πρὸς αὐτὸν μετέβης, στεφθεὶς λαμπρῷ στεφάνῳ.ΘεοτοκίονΞενίζει πᾶσαν ἔννοιαν, τὸ θαῦμά σου Ἁγνή· τίκτεις γὰρ τὸν Θεὸν μετὰ σώματος, καὶ τὸν τροφέα τρέφεις γάλακτι, πεῖραν ἀνδρὸς μὴ γνοῦσα, αὐτὸς ὡς οἶδε μόνος.
Κανών β', ᾨδὴ ε', Ἕτερος τοῦ Ἱερομάρτυρος
Ἦχος πλ. β'
Τῷ θείῳ φέγγει σου Ἀγαθὲ ΤΟ ΑΚΟΥΤΕ
Ἰδὼν τὸ εὔτονον ὁ Χριστός, καὶ ἀκαταγώνιστον ὄντως, τῆς καρτερίας σου Πάνσοφε, σοὶ ὡς τῷ Προφήτῃ τροφὴν οὐράνιον, ἐκπέμπει δι' ὀρνέου, σὲ ἐνισχύουσαν.Οὐ δειλιάσασα ἡ σεμνὴ καὶ ἱερωτάτη σου μήτηρ, τὴν τῶν Τυράννων ὠμότητα, σοῦ περιχυθεῖσα Μάρτυς τοῖς μέλεσι, τῷ ξίφει τελειοῦται, ὡς συναθλοῦσά σοι.Νικήσας πᾶσαν τοῦ δυσμενοῦς, τὴν κεκινημένην κατὰ σοῦ, Μάρτυς παράταξιν ἔφραξας, στόματα λεόντων εἰς ἡμερότητα, αὐτῶν μεταποιήσας τὴν ἀγριότητα.ΘεοτοκίονἸδοὺ Μητέρα σε τοῦ Θεοῦ, πάντες οἱ πιστοὶ θεοπρεπῶς, ὁμολογοῦντες Θεόνυμφε, λύσιν τῶν πταισμάτων καθικετεύομεν, παράσχου τῷ λαῷ σου, μόνη Πανύμνητε.
Κανών α', ᾨδὴ ς', τοῦ Ἱερομάρτυρος
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὸν Προφήτην Ἰωνᾶν, ἐκμιμούμενος βοῶ, τὴν ζωήν μου ἀγαθέ, ἐλευθέρωσον φθορᾶς, καὶ σῶσόν με, Σωτὴρ τοῦ κόσμου, κράζοντα· Δόξα σοι».Ὁ ἐπίσημος κριός, τῶν θρεμμάτων τοῦ Χριστοῦ, ὁ Ποιμὴν ὁ λογικός, τῶν ἀγώνων ἡ τρυφή, δοξάζεται, Θεὸν δοξάσας, οἰκείοις μέλεσι.Νευρωθεὶς ταῖς πρὸς Θεὸν ἀνανεύσεσι Σοφέ, ἐξενεύρισας ἐχθρόν, πολυμήχανον στερρῶς, ἀοίδιμε, Μαρτύρων κλέος, ἱερωσύνης κανών.Πρὸς αἰκίσεις καρτερῶν, πρὸς τὸ πῦρ αὐτομολῶν, κατεκοίμισας θηρῶν τῶν ἀγρίων τὰς ὁρμάς, ἀκοίμητον, τὴν πρὸς τὸν Κτίστην, ἔχων διάθεσιν.ΘεοτοκίονἉγιάσματος Σκηνή, δεδειγμένη Μαριάμ, μιανθεῖσαν ἡδοναῖς, τὴν ἀθλίαν μου ψυχήν, ἁγίασον, καὶ θείας δόξης, μέτοχον ποίησον.
Κανών β', ᾨδὴ ς', Ἕτερος τοῦ Ἱερομάρτυρος
Ἦχος πλ. β'
Τοῦ βίου τὴν θάλασσαν ΤΟ ΑΚΟΥΤΕ
Ἐδείχθης πανάριστος, καὶ στερρὸς ἀγωνιστής, Ἱερομάρτυς ἔνδοξε, μὴ φοβηθεὶς βασάνων, τὰς προσβολάς, τὸ πῦρ δὲ ὑπεῖξέ σοι, καὶ σιδήρου ὀξύτης νῶτα δέδωκε.Ῥοαῖς τῶν αἱμάτων σου, Ἐλευθέριε Σοφέ, εἰδωλικὴν κατέκλυσας, δεισιδαίμονα πλάνην τῶν διωκτῶν, τὴν νίκην ἀράμενος, κατὰ τοῦ ἀρχεκάκου πολεμήτορος.Ἡ γῆ μὲν τοῖς αἵμασιν, ἐφοινίσσετο τοῖς σοῖς, ὁ δὲ ἀὴρ ἡγίασται, τῷ καθαρῷ σου πνεύματι ἀληθῶς, πρὸς λῆξιν οὐράνιον, ἀνιόντι, παμμάκαρ Ἐλευθέριε.ΘεοτοκίονἩ πάναγνος Δέσποινα, ἡ τεκοῦσα τοῖς βροτοῖς, τὸν κυβερνήτην Κύριον τῶν παθῶν μου τὸν ἄστατον καὶ δεινόν, κατεύνασον τάραχον, καὶ γαλήνην, παράσχου τῇ καρδίᾳ μου.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Τοῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῷ κλύδωνι, τῷ εὐδίῳ λιμένι σου προσδραμών, βοῶ σοι· ἀνάγαγε, ἐκ φθορᾶς τὴν ζωήν μου Πολυέλεε».
Κοντάκιον
Ἦχος πλ. β'
Τοὺς ἀσφαλεῖς ΤΟ ΑΚΟΥΤΕ
Ὡς καλλονὴν τῶν ἱερέων Ὅσιε, καὶ προτροπὴν τῶν Ἀθλοφόρων ἅπαντες, εὐφημοῦμεν καὶ αἰτοῦμέν σε, Ἱερομάρτυς Ἐλευθέριε· Τοὺς πόθῳ σου τὴν μνήμην ἑορτάζοντας, κινδύνων πολυτρόπων ἐλευθέρωσον, πρεσβεύων ἀπαύστως, ὑπὲρ πάντων ἡμῶν.
Ὁ Οἶκος
Ἔπιδε εὔσπλαγχνε Ζωοδότα, ὡς φιλάνθρωπος μόνος καὶ οἰκτίρμων Θεός, τὴν τῆς ψυχῆς μου σκοτόμαιναν, καὶ πανσθενεῖ δεξιᾷ σου Λόγε, τῶν παθῶν ἐλευθέρωσον τῆς αἰσχύνης, ὅπως τὸν σὸν Ἱεράρχην ὑμνήσω Ἐλευθέριον· αὐτὸς γὰρ ὄντως ἐκ μήτρας ἐγνωρίσθη σοι, καὶ καθηγίασται, καὶ ἀνετέθη σοι, ὡς Σαμουήλ, ἀπὸ μητρὸς ἱερᾶς σοι τῷ Κτίσαντι, πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΙΕ' τοῦ αὐτοῦ μηνός, Ἄθλησις τοῦ Ἁγίου Ἱερομάρτυρος Ἐλευθερίου.ΣτίχοιἘλευθέριος, ὡς ἀδουλόνους φύσει,Σπάθας θεωρῶν, οὐκ ἐδουλοῦτο πλάνῃ.Δῖον Ἐλευθέριον δεκάτῃ πέφνε φάσγανα πέμπτῃ.Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Ἀνθία, ἡ μήτηρ τοῦ Ἁγίου Ἐλευθερίου, περιχυθεῖσα τῷ τοῦ υἱοῦ νεκρῷ, ξίφει τελειοῦται.ΣτίχοιΔίδωσι μήτηρ νεκρικὸν κόσμον τέκνῳ,Αὐτὴ ἑαυτὴν συγκεκομμένην σπάθαις.Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Κορέμμων ὁ Ἔπαρχος, πιστεύσας τῷ Χριστῷ καὶ βαπτισθεὶς ξίφει τελειοῦται.ΣτίχοιἈθλήσεως οὐκ εἶχε Κορέμμων κόρον,Ἕως ἐτμήθη τὸν αὐχένα τῷ ξίφει.Τῇ αὐτῇ ἡμέρᾳ οἱ δύο Δήμιοι οἱ πιστεύσαντες τῷ Χριστῷ ξίφει τελειοῦνται.ΣτίχοιΘεὸν σε γνόντας Δημίους δύω Σῶτερ,Ἄλλοι κατακτείνουσι δήμιοι ξίφει.Τῇ αὐτῇ ἡμέρᾳ, Ἄθλησις τῆς Ἁγίας Ὁσιομάρτυρος Σωσσάνης.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἐλευθερίου τοῦ Κουβικουλαρίου (θαλαμηπόλου).ΣτίχοιἘλευθέριος οὐχ ὑπέπτηξε ξίφος.Ἐλευθέριον γὰρ εἶχε νοῦν παντὸς φόβου.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Βάκχου τοῦ νέου.ΣτίχοιΜὴ δεύτερόν τις, μηδὲ Βάκχον τὸν νέον,Ἐν τοῖς ἀθληταῖς ταττέτω διὰ ξίφους.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Παύλου τοῦ νέου, ἀσκήσαντος ἐν τοῖς χρόνοις τοῦ Πορφυρογεννήτου, ἐν τῷ ὄρει Λάτρου.Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
Κανών α', ᾨδὴ ζ', τοῦ Ἱερομάρτυρος
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τῶν ἐν καμίνῳ Παίδων σου Σωτήρ, οὐχ ἥψατο, οὐδὲ παρηνώχλησε τὸ πῦρ τότε οἱ τρεῖς ὡς ἐξ ἑνὸς στόματος, ὕμνουν καὶ εὐλόγουν λέγοντες· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν».Μεγαλυνέσθω ἔκραζες Σοφέ, στρεβλούμενος, νῦν ἐν τῇ σαρκί μου ὁ Χριστός, οὐ δειλιῶ τὰς πυρακτώσεις τῶν λεβήτων, οὐ πτοοῦμαι θάνατον, οὐ τῶν θηρῶν τὰς ὁρμὰς, διὰ τὴν πάντων ζωήν.Μόνου Θεοῦ τὸ κάλλος ἐκζητῶν, μόνης αὐτοῦ δόξης καὶ τυχεῖν ἐπιποθῶ· Στρεβλούσθω μου καὶ πυρακτούσθω μου πᾶν μέλος, ἀνεβόας Ἔνδοξε· ἐλευθερίαν ζητῶ, καταδουλοῦσαν Χριστῷ.Ἀποσκοπῶν τὴν μένουσαν ζωήν, Μακάριε, κόσμῳ ἐνεκρώθης ἀληθῶς, καὶ ὡς χρυσὸς τῶν αἰκισμῶν δοκιμασίᾳ, πυρωθεὶς ἐξέλαμψας, ἀποτεθεὶς θησαυροῖς ἐπουρανίων μονῶν.ΘεοτοκίονΚαθαρωτάτην μόνην σε εὑρών, πανάμωμε, Λόγος καθαρώτατος Θεοῦ, σοῦ ἐκ γαστρὸς ἀποτεχθείς, πιστοὺς καθαίρει, μολυσμοῦ Θεόνυμφε, προσγενομένου ἡμῖν, ἐξ ἀκρασίας παθῶν.
Κανών β', ᾨδὴ ζ', Ἕτερος τοῦ Ἱερομάρτυρος
Ἦχος πλ. β'
Οἱ Παῖδες ἐν Βαβυλώνι ΤΟ ΑΚΟΥΤΕ
Τυράννων ἤλεγξας θράσος, καὶ Βασιλέων ὠμότητα· καὶ γὰρ μέσον πυρὸς ἡπλωμένος, Παμμάκαρ ἀνέμελπες· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.Ἐξέστησαν καθορῶντες, τὰ τῶν Ἂγγέλων στρατεύματα, Ἱεράρχα τὴν σὴν καρτερίαν, δι' ἧς καταβέβληκας, στερρῶς ἀγωνιζόμενος, τὸν δεινὸν κοσμοκράτορα.Μαρτύρων χοροστασίαι, Ἀρχιερέων σύλλογος, καὶ Ἀγγέλων πληθύς, εὐφροσύνης πλησθέντες ἀγάλλεσθε, ἐπὶ τῇ θείᾳ μνήμῃ νῦν, τοῦ Ἱεράρχου καὶ Μάρτυρος.Ἁγίας ῥίζης ὡς ἄνθους, ἐλευθερίας φερώνυμε, ἀπὸ θείας Μητρός, ἐκβλαστήσας, ὡς καρπὸς ἱερώτατος, μαρτυρικοῦ δι' αἵματος, τῷ Χριστῷ προσήνεξαι.ΘεοτοκίονἉγίων Ἁγιωτέρα, ἐπουρανίων δυνάμεων, ἀσυγκρίτως πασῶν ἀνεδείχθης, Μητροπάρθενε Δέσποινα, ὡς τὸν Χριστὸν κυήσασα, τὸν Δεσπότην τῆς Κτίσεως.
Κανών α', ᾨδὴ η', τοῦ Ἱερομάρτυρος
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὃν φρίττουσιν Ἄγγελοι, καὶ πᾶσαι στρατιαί, ὡς Κτίστην καὶ Κύριον, ὑμνεῖτε Ἱερεῖς, δοξάσατε Παῖδες, εὐλογεῖτε λαοί, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».Ἀθλήσει ἠνθήσατε, φυτὰ ὡς εὐθαλῆ, βασάνοις κοσμούμενοι, Μαρτύρων καλλονή· καὶ νῦν Παραδείσου ἄνθη ὤφθητε, θείαν εὐοσμίαν, ἐκπέμποντες ἐνθέως.Ῥανίσιν αἱμάτων σου, τεχθέντος ἐξ αὐτῆς, τὸ αἷμα τὸ ἴδιον, ἡ μήτηρ προσκιρνᾷ· τῷ σῷ γὰρ λειψάνῳ συμπλακεῖσα σεμνῶς, ξίφει τελειοῦται, καὶ ζῇ εἰς τοὺς αἰῶνας.Ἰάσεων νάματα, θαυμάτων ποταμούς, προχέει τοῖς χρῄζουσιν, ἡ θήκη σου σοφέ, ἐκπλύνοντας ῥύπον, ψυχοφθόρων παθῶν, Μάρτυς ἱεράρχα· διὸ σε εὐφημοῦμεν.ΘεοτοκίονὩς ὄμβρος ἐν μήτρᾳ σου, κατῆλθεν ὁ Χριστός, καὶ πᾶσαν κατήρδευσε, τὴν κτίσιν ἀληθῶς, ξηράνας Παρθένε, θολεροὺς ποταμούς, εἰδωλομανίας, ὁ μόνος εὐεργέτης.
Κανών β', ᾨδὴ η', Ἕτερος τοῦ Ἱερομάρτυρος
Ἦχος πλ. β'
Ἐκ φλογὸς τοῖς Ὁσίοις ΤΟ ΑΚΟΥΤΕ
Ὡς δεκτὸν ἱερεῖον ὁλοκαυτούμενον, τῷ πυρὶ τῶν βασάνων, Πάτερ ἀοίδιμε, θείαν ὡς ὀσμήν, πρὸς ὕψος τὸ οὐράνιον, τὴν εὐχαριστίαν, ἀνέμελπες ἐνθέως.Πεποιθὼς ὥσπερ λέων ἀνόμους ἤλεγξας, καὶ πολλῇ παρρησίᾳ στόματα ἔφραξας, τῶν εἰς τὸν Θεόν, τῶν ἁπάντων καὶ Κύριον, πάλαι δυσφημούντων, ἐχθρῶν ἀθεωτάτων.Ἀνυψῶν Ἱεράρχα πιστῶν τὸ φρόνημα, ἐταπείνωσας θράσος καὶ καταβέβληκας, τῶν εἰς τὸν Θεόν, ἀσεβούντων καὶ ἔμελπες· Σὲ ὑπερυψοῦμεν, Χριστὲ εἰς τοὺς αἰῶνας.ΘεοτοκίονὉ καρπὸς τῆς κοιλίας τῆς σῆς πανύμνητε, τὴν τοῦ ξύλου κατάραν ὑλομανήσασαν, πρόρριζον ἐξήρανε, καὶ ἀνεβλαστησε, τὴν τῆς εὐφροσύνης, Παρθένε εὐλογίαν.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ἐκ φλογὸς τοῖς Ὁσίοις δρόσον ἐπήγασας, καὶ Δικαίου θυσίαν ὕδατι ἔφλεξας· ἅπαντα γὰρ δρὰς Χριστέ, μόνῳ τῷ βούλεσθαι· Σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας».
Κανών α', ᾨδὴ θ', τοῦ Ἱερομάρτυρος
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὴν ζωοδόχον πηγὴν τὴν ἀέναον, τὴν φωτοφόρον λυχνίαν τὴν πάγχρυσον, τὸν ναὸν τὸν ἔμψυχον, τὴν σκηνὴν τὴν ἄχραντον, τοῦ οὐρανοῦ καὶ τῆς γῆς τὴν πλατυτέραν, τὴν Θεοτόκον ἐν ὕμνοις τιμήσωμεν».Στόμα Θεοῦ γεγονὼς ἐκ τοῦ στόματος, τοῦ ἀλλοτρίου λαὸν ματαιόφρονα, ἀφαρπάσας ἔδειξας κληρονόμον χάριτος, καὶ ἐναθλήσας στερρῶς σὺν ἱερεῦσι, καὶ ἀθληταῖς κατοικεῖς Ἐλευθέριε.Ἡ καθαρὰ μυροθήκη τοῦ Πνεύματος, τῶν ἀρετῶν τὸ τερπνὸν καταγώγιον, ὁ ἀμνὸς ὁ ἄκακος, ὁ λαμπτὴρ ὁ ἄδυτος, ἱεραρχῶν ἡ κρηπὶς καὶ τῶν δογμάτων, ἀνευφημείσθω πιστῶς Ἐλευθέριος.Φῶς κατοικεῖς ἀληθῶς τὸ ἀνέσπερον, φῶς χρηματίσας ἡλίου φαιδρότερον· διὸ τοὺς τὴν μνήμην σου, τὴν φωσφόρον σήμερον, ἐπιτελοῦντας παθῶν ἀχλύος ῥῦσαι, ταῖς πρὸς Θεόν σου λιταῖς Ἐλευθέριε.ΘεοτοκίονΦεῖσαι ἡμῶν τῶν ὑμνούντων σου Κύριε, τὴν ἐκ Παρθένου ἀνέκφραστον Γέννησιν, πειρασμῶν ῥυόμενος, καὶ παθῶν καὶ θλίψεων, ταῖς ἱκεσίαις αὐτῆς τοὺς σοὺς οἰκέτας ὡς εὐεργέτης καὶ μόνος φιλάνθρωπος.
Κανών β', ᾨδὴ θ', Ἕτερος τοῦ Ἱερομάρτυρος
Ἦχος πλ. β'
Θεὸν ἀνθρώποις ΤΟ ΑΚΟΥΤΕ
Τεμὼν μαχαίρᾳ τῶν θείων λόγων σου, τὴν κεφαλὴν τοῦ ψεύδους Ἐλευθέριε Ὅσιε, τοῦ Χριστοῦ παρέσχες τὰ νικητήρια, πίστει καὶ ἀληθείᾳ· ὅθεν τιμῶμέν σε, ὡς τροπαιοφόρον οἱ πιστοί, καὶ θεῖον κήρυκα.Ἐκ γῆς ἀπάρας σοφὲ τὸ φρόνημα, τὸ τῆς ψυχῆς πρὸς μόνην τοῦ Δεσπότου τὴν ἔφεσιν, τοῦτο νοητῶς Πάτερ ἀνύψωσας· ὅθεν σαρκὸς ἠρνήσω, πᾶσαν εὐπάθειαν, καὶ ἐγκαρτερῶν ἐν τοῖς δεινοῖς, στερρῶς ἐνήθλησας.Ῥοαῖς αἱμάτων τῆς σῆς ἀθλήσεως, τὴν ἱερὰν κοσμήσας σου στολὴν Ἱερώτατε, εἰς ἐπουράνιον σκηνὴν τοῦ Χριστοῦ, μετὰ τέλος εἰσέδυς τοῦ μαρτυρίου σου, ἔνθα μνημονεύοις καὶ ἡμῶν, τῶν εὐφημούντων σε.ΘεοτοκίονὙμνεῖν τὸν τρόπον τὸν ὑπερθαύμαστον, τῆς ὑπὲρ νοῦν καὶ ξένης σου κυήσεως Πάναγνε, ἀπορεῖ ἀνθρώπων τὰ συστήματα· πάντα γὰρ ὑπερέχει νοῦν καὶ διάνοιαν, καὶ νοήσεις πάντων λογισμῶν, καὶ τὴν τῶν λόγων ἰσχύν.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον, ὃν οὐ τολμᾷ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα· διὰ σοῦ δὲ Πάναγνε, ὡράθη βροτοῖς, Λόγος σεσαρκωμένος· ὃν μεγαλύνοντες, σὺν ταῖς οὐρανίαις στρατιαῖς σε μεγαλύνομεν».
Ἐξαποστειλάριον
Ἦχος γ'
Ὁ οὐρανὸν τοῖς ἄστροις ΤΟ ΑΚΟΥΤΕ
Χριστῷ προσήγαγες Πάτερ, πιστῶν ἀγέλας ὡς ποιμήν, σοὶ δὲ προσφῦσα τῷ μόσχῳ, ὡς δάμαλις ἡ τεκοῦσα, συνανῃρέθη· μεθ' ἧς σε, νῦν Ἐλευθέριε μέλπω.
Θεοτοκίον
Ἦχος γ'
Ὁ οὐρανὸν τοῖς ἄστροις ΤΟ ΑΚΟΥΤΕ
Καὶ σὲ μεσίτριαν Κόρη, προβάλλομαι Παναγία, πρὸς τὸν ἐκ σοῦ γεννηθέντα, ὅπως κολάσεως πάσης, ἀπαλλαγῶ καὶ βασάνων, τῶν αἰωνίων ὁ τάλας.
Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν στιχηρὰ Προσόμοια.
Στιχηρὰ τοῦ Ἱερομάρτυρος
Ἦχος πλ. β'
Τριήμερος ἀνέστης Χριστὲ ΤΟ ΑΚΟΥΤΕ
Τὴν χάριν τῶν σοφῶν Μαθητῶν, λαβὼν παρὰ Χριστοῦ τοῦ Θεοῦ, Ἱεράρχα, καὶ τὸν δρόμον τὸν αὐτῶν, διήνυσας προθύμως· διὸ σε κατ᾿ ἀξίαν, ἀνευφημοῦμεν Ἐλευθέριε.
Ἦχος πλ. β'
Τὸ ψεῦδος σοῖς ἐν λόγοις σοφέ, ἐλέγξας Ἐλευθέριε, τῇ ἀθλήσει, τὸν τοῦ ψεύδους εὑρετήν, ἀπέκτεινας καὶ τοῦτον, τέθεικας ὑπὸ πόδας, τὸν πρὶν μεγάλως φρυαττόμενον.
Ἦχος πλ. β'
Τοῖς ὄμβροις τῶν αἱμάτων σου, κατάρδευσον ἡμᾶς νοητῶς, Ἱεράρχα, τοὺς τιμῶντάς σε πιστῶς, καὶ μνήμην ἐκτελοῦντας, τὴν θείαν σου ἐκ πόθου, καὶ τὸν Σωτῆρα μεγαλύνοντας.
Δοξαστικὸν
Ἦχος β'
Ὡς τῆς θείας ἐλευθερίας ἐπώνυμος, τῆς ἱερᾶς διπλοΐδος, Πάτερ κατηξίωσαι, καὶ εὐθαρσῶς τὴν εὐσέβειαν διδάσκων, τῶν πρακτέων τοὺς λόγους ἡμᾶς ἐξεπαίδευσας· Ὅθεν καὶ τὴν μαρτυρικὴν ἔνστασιν νεανικῶς ἐκτελέσας, ἐν ἀμφοτέροις διέπρεψας, καὶ διπλοῦν εἴληφας τὸ στέφος παρὰ Χριστοῦ τοῦ Θεοῦ, ὃν καθικέτευε, Ἱερομάρτυς Ἐλευθέριε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μήτηρ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Μεγάλη Δοξολογία
Εἰς Τὴν Λειτουργίαν, Τυπικὰ καὶ ἐκ τῶν Κανόνων, ᾨδὴ γ' καὶ ς' κλπ.
| TA ΜΗΝΑΙΑ | Δεκέμβριος | 15 |
Dec 16
Τῌ ΙΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΔΕΚΕΜΒΡΙΟΥΜνήμη τοῦ Ἁγίου Προφήτου Ἀγγαίου
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια Προεόρτια.
Στιχηρὰ τοῦ Προφήτου
Ἦχος πλ. δ'
Οἱ Μάρτυρές σου Κύριε ΤΟ ΑΚΟΥΤΕ
Σκήνωμα θεῖον Ἔνδοξε, καὶ ναὸς ἔμψυχος γεγενημένος, βίου λαμπρότητι καὶ πολιτείας, ἄψυχον ἤγειρας Ναόν, τὸν πάλαι πεσόντα πανσεβάσμιε, τῷ τῆς οἰκουμένης βασιλεύοντι· διὸ ταῖς σαῖς πρεσβείαις, αἴτησαι πᾶσι δοῦναι, τὸ μέγα ἔλεος.
Ἦχος πλ. δ'
Σκεῦος ὤφθης τοῦ Πνεύματος, τὰς οὐρανόθεν σοι χορηγουμένας, ὑποδεχόμενον φωτοχυσίας, καὶ λαμπηδόνων δεκτικόν· ὅθεν προφητεύεις τὴν σωτήριον, πᾶσι τοῖς ἀνθρώποις ἀπολύτρωσιν, αὐτὸν ταῖς σαῖς πρεσβείαις, αἴτησαι πᾶσι δοῦναι, τὸ μέγα ἔλεος.
Ἦχος πλ. δ'
Αἴγλῃ τῆς θείας χάριτος, περιεχόμενος καὶ θεωρίας, καταξιούμενος καθαρωτέρας, καὶ ἀνεσπέρου φωτισμοῦ, ἀναδεδειγμένος Μάκαρ ἔμπλεως, τοὺς σὲ ἀνυμνοῦντας περιφρούρησον, αἰτούμενος τὸν μόνον, Κύριον πᾶσι δοῦναι, τὸ μέγα ἔλεος.
Θεοτοκίον
Ἦχος πλ. δ'
Οἱ Μάρτυρές σου Κύριε ΤΟ ΑΚΟΥΤΕ
Οἱ λογισμοὶ ἀκάθαρτοι, τὰ χείλη δόλια, τὰ ἔργα δέ μου, εἰσὶ παμμίαρα, καὶ τὶ ποιήσω; πῶς ὑπαντήσω τῷ Κριτῇ; Δέσποινα Παρθένε καθικέτευε, τὸν Υἱὸν καὶ πλάστην σου καὶ Κύριον, ὅπως ἐν μετανοίᾳ, δέξηταί μου τὸ πνεῦμα, ὡς μόνος εὔσπλαγχνος.
Σταυροθεοτοκίον
Ἦχος πλ. δ'
Οἱ Μάρτυρές σου Κύριε ΤΟ ΑΚΟΥΤΕ
Οὐ φέρω τέκνον βλέπειν σε, τὸν τὴν ἐγρήγορσιν πᾶσι διδόντα, ξύλῳ ὑπνώσαντα, ὅπως τοῖς πάλαι, ἐν παραβάσεως καρπῷ, ὕπνῳ ὀλεθρίῳ ἀφυπνώσασι, θείαν καὶ σωτήριον ἐγρήγορσιν, παράσχῃς, ἡ Παρθένος, ἔλεγε θρηνῳδοῦσα, ἣν μεγαλύνομεν.
Ἀπολυτίκιον
Ἦχος β'
Τού Προφήτου σου Αγγαίου τήν μνήμην, Κύριε, εορτάζοντες, δι' αυτού σε δυσωπούμεν, Σώσον τάς ψυχάς ημών.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Ὁ Κανὼν τοῦ Προφήτου, οὗ ἡ Ἀκροστιχίς.Θεοσδότους ὑμνοῦμεν Ἀγγαίου λόγους.Θεοφάνους.ᾨδὴ α'
Ἦχος βαρὺς
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τῷ ἐκτινάξαντι Θεῷ, τὸν Φαραὼ ἐν θαλάσσῃ Ἐρυθρᾷ, ἐπινίκιον ᾠδὴν ᾄσωμεν, ὅτι δεδόξασται».Θεοειδέστατος Θεῷ, παρεστηκὼς ὡς Προφήτης ἀληθής, τῶν ὑμνούντων τὴν σεπτὴν μνήμην σου, Μάκαρ μνημόνευε.Ἐπὶ κρηπῖδος ἀσφαλοῦς, τῶν ἀρετῶν σεαυτὸν οἰκοδομῶν, ἀνατέθεικας ναὸν ἔμψυχον, Θεομακάριστε.Ὁ καθαρώτατός σου νοῦς, ἀεὶ Θεὸν καθορῶν ὡς ἐφικτόν, τὰς ἐκεῖθεν τηλαυγῶς, χάριτας Μάκαρ ἀπέστιλβεν.ΘεοτοκίονΣὲ τὸν ἀμήτορα τὸ πρίν, Λόγον Θεοῦ ἡ Παρθένος, ἐν γαστρὶ συλλαβοῦσα, σαρκικῶς τέτοκεν Υἱὸν ἀπάτορα
Κανών α', ᾨδὴ γ', τοῦ Προφήτου
Ἦχος βαρὺς
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐστερεώθη τῇ πίστει, Χριστοῦ ἡ Ἐκκλησία· καὶ γὰρ ἀπαύστως, ἐν ὕμνοις βοᾷ μελῳδοῦσα, ἅγιος εἶ Κύριε, ὁ σῴζων τὰς ψυχὰς ἡμῶν».Δυνάμει θείᾳ δαιμόνων, δεινῆς αἰχμαλωσίας, ἡμᾶς λυθέντας, ναούς σου σεπτοὺς Σῶτερ δεικνύεις, Ἅγιος εἶ κράζοντας· ὁ σῴζων τὰς ψυχὰς ἡμῶν.Ὁ ἐν ὑψίστοις οἰκῶν, καὶ πληρῶν τὴν οἰκουμένην, ἁγιωσύνης Προφῆτα ναὸν σε δεικνύει, Ἅγιος εἶ κράζοντα· ὁ σῴζων τὰς ψυχὰς ἡμῶν.Τὸ θεῖον Πνεῦμα τὸ πᾶσι, τὴν χάριν διανέμον, τὴν σὴν καρδίαν, οἰκῆσαν βοᾶν σε ἐκδιδάσκει· Ἁγιος εἶ Κύριε, ὁ σῴζων τὰς ψυχὰς ἡμῶν.ΘεοτοκίονὉ λόγῳ πᾶσαν τὴν κτίσιν, σοφῶς δημιουργήσας, δημιουργεῖται ἐκ σοῦ καθ' ἡμᾶς Θεομῆτορ, ἄνθρωπος γενόμενος, δι' οἶκτον ὁ φιλάνθρωπος.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ἐστερεώθη τῇ πίστει, Χριστοῦ ἡ Ἐκκλησία· καὶ γὰρ ἀπαύστως, ἐν ὕμνοις βοᾷ μελῳδοῦσα· Ἅγιος εἶ Κύριε, ὁ σῴζων τὰς ψυχὰς ἡμῶν».
Κάθισμα
Ἦχος α'
Τὸν τάφον σου Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ
Ὁ πάντα ὡς Θεός, ἐφορῶν καὶ γινώσκων, ψυχῆς τὸ καθαρόν, καταυγάσας σου ὄμμα, Προφῆτα πανεύφημε, ὁδηγὸν κόσμῳ ἔδειξεν· ὅθεν μνήμην σου, τὴν ἱερὰν ἐκτελοῦντες, πρέσβυν ἄριστον, καὶ πρὸς Θεὸν σε μεσίτην, Ἀγγαῖε προσάγομεν.Δόξα... Ἦχος γ'Θείας πίστεως ΤΟ ΑΚΟΥΤΕΘείῳ Πνεύματι πεφωτισμένην, τὴν διάνοιαν ἔχων Προφήτα, τὰ τοῦ Θεοῦ προφητεύεις μυστήρια, ἀνακαλύπτων μελλόντων τὴν δήλωσιν, καὶ σαφηνίζων πραγμάτων τήν ἔκβασιν, Ἀγγαῖε πανόλβιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.Καὶ νῦν... ΘεοτοκίονΘεία γέγονας σκηνὴ τοῦ Λόγου, μόνη Πάναγνε, Θεοκυῆτορ, τῇ καθαρότητι Ἀγγέλους ὑπεράρασα, τὸν ὑπὲρ πάντας ἐμὲ γοῦν γενόμενον, ῥερυπωμένον σαρκὸς πλημμελήμασιν, ἀποκάθαρον, πρεσβειῶν σου ἐνθέοις νάμασι, παρέχουσα σεμνὴ τὸ μέγα ἔλεος.Ἢ ΣταυροθεοτοκίονἩ ἀμίαντος Ἀμνὰς τοῦ Λόγου, ἡ ἀκήρατος Παρθενομήτωρ, ἐν τῷ Σταυρῷ θεασαμένη κρεμάμενον, τὸν ἐξ αὐτῆς ἀνωδίνως βλαστήσαντα, μητροπρεπῶς θρηνῳδοῦσα ἐκραύγαζεν· Οἴμοι τέκνον μου! πῶς πάσχεις θέλων ῥύσασθαι, παθῶν τῆς ἀτιμίας τὸν ἄνθρωπον;
Κανών α', ᾨδὴ δ', τοῦ Προφήτου
Ἦχος βαρὺς
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἀκήκοα τὴν ἀκοήν σου Κύριε, ὅτι ὤφθης ἐπὶ γῆς, διὰ τὸ σῶσαι ἡμᾶς· Διὸ βοῶ σοι· Δόξα τῇ δυνάμει σου Κύριε».Ὑπέδειξας, τὸν ἐκ Παρθένου ἔμψυχον, προσληφθέντα σοι ναόν, τῷ σῷ Προφήτῃ Χριστέ, μεθ' οὗ βοῶμεν· Δόξα τῇ δυνάμει σου Κύριε.Συνήγαγες, τοὺς ἀπωσμένους Κύριε, τῆς δουλείας τοῦ ἐχθροῦ, ἐλευθερώσας ἡμᾶς, ὡς ὁ Προφήτης λέγει ὁ θεόληπτος.Ὑπέφηνας, τὴν ἐσομένην ὕστερον, σωτηρίαν τῶν ἐθνῶν, τῷ σῷ προφήτῃ Χριστέ, τῷ σοὶ βοῶντι· Δόξα τῇ δυνάμει σου Κύριε.ΘεοτοκίονΜετήγαγες, πρὸς εὐλογίαν Δέσποινα, τὴν κατάραν τοῦ Ἀδάμ, ἡμῖν τεκοῦσα Χριστόν, πρὸς ὃν βοῶμεν· Δόξα τῇ δυνάμει σου Κύριε.
Κανών α', ᾨδὴ ε', τοῦ Προφήτου
Ἦχος βαρὺς
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Πρὸς σὲ ὀρθρίζω, τὸν τοῦ παντὸς Δημιουργόν, τὴν ὑπερέχουσαν πάντα νοῦν εἰρήνην, διότι φῶς τὰ προστάγματά σου, ἐν οἷς με καθοδήγησον».Ναοὺς γενέσθαι, Θεοῦ τοῦ ζῶντος, Μάκαρ ἀξίωσον, τοὺς τὴν φωτοφόρον σου τελοῦντας ἑορτήν, ἐπί πέτραν ἑδράσας, τῶν σῶν δογμάτων ταῖς πρεσβείαις σου.Ὡς εὐεργέτης, τὴν σὴν εἰρήνην δὸς ἡμῖν Κύριε, τὴν εἰς περιποίησιν εἰρήνης τῆς ψυχῆς, ἣν ὁ θεῖος Ἀγγαῖος, Πνεύματι θείῳ προηγόρευσε.Μεγάλη ἔσται, τῆς Ἐκκλησίας ὄντως ἡ εὔκλεια, ὑπὲρ τὴν προτέραν Ἰσραὴλ συναγωγήν, σαρκωθέντος τοῦ Λόγου, καὶ τοῖς ἀνθρώποις ὁμιλήσαντος.ΘεοτοκίονΕὐλογημένη, δεδοξασμένη Μῆτερ ἀπείρανδρε, τὴν νενεκρωμένην, ἁμαρτίαις μου ψυχήν, καὶ παθῶν κεχωσμένην, ταῖς ἀκρασίαις ζωοποίησον.
Κανών α', ᾨδὴ ς', τοῦ Προφήτου
Ἦχος βαρὺς
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ Ἰωνᾶς ἐκ κοιλίας ᾅδου ἐβόα· Ἀνάγαγε ἐκ φθορᾶς τὴν ζωήν μου, ἡμεῖς δὲ σοι βοῶμεν· Παντοδύναμε Σωτήρ, ἐλέησον ἡμᾶς».Νεανικῶς τὴν εὐσέβειαν Μάκαρ διδάσκων, ἀνήγειρας τῷ Δεσπότῃ τῶν ὅλων, Ναὸν ἡγιασμένον, ἀφθονίαν ἀγαθῶν ὑπισχνούμενος.Ἀνήγαγες τῆς μακρᾶς Σωτὴρ αἰχμαλωσίας, τὸν ἄνθρωπον ἐκ βυθοῦ κατωτάτου, καὶ πρὸς τὴν ἄνω Πόλιν, ἐπανήγαγες αὐτὸν ὡς Φιλανθρωπος.Γηθόμενος τῇ τοῦ Πνεύματος αἴγλῃ Προφῆτα, ἐθέσπισας τῶν πρακτέων τοὺς λόγους, καὶ τὰ τῆς εὐσεβείας, ἐξεπαίδευσας ἡμᾶς δικαιώματα.ΘεοτοκίονΓνώμῃ πεσῶν ἐξεβλήθη Ἀδὰμ τοῦ Παραδείσου, ὁ Λόγος δέ, σαρκωθεὶς ἐκ Παρθένου, τοῦτον ἀνακαλεῖται, καὶ πρὸς τὴν ἄνω τρυφὴν μετηγάγετο.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ὁ Ἰωνᾶς ἐκ κοιλίας ᾅδου ἐβόα· Ἀνάγαγε ἐκ φθορᾶς τὴν ζωήν μου, ἡμεῖς δὲ σοι βοῶμεν· Παντοδύναμε Σωτήρ, ἐλέησον ἡμᾶς».
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ις' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου καὶ Ἐνδόξου Προφήτου Ἀγγαίου.ΣτίχοιἈγγαῖος, ἄγγος πλῆρες ὤφθη χαρίτων.Ὡς ὑλικὸν δέ, τῷ χρόνῳ συνετρίβη.Ἕκτῃ καὶ δεκάτῃ Ἀγγαῖον γαῖα συνέσχεν.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Μαρίνου.ΣτίχοιΚάραν Μαρῖνος εὐτρεπίζει τῷ ξίφει,Ἧς ὁ στέφανος εὐπρεπὴς ἐκ Κυρίου.Τῇ αὐτῇ ἡμέρᾳ, Οἱ Ἅγιοι Πρόβος (ἢ Πρόμος) καὶ Ἱλαρίων πυρὶ τελειοῦνται.ΣτίχοιΧλόη τις ἡ φλὸξ ἐστιν, εἰπόντος Πρόβου,Ἱλάριος, Ναί, φησὶ φίλτατε Πρόβε.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Μοδέστου, Ἀρχιεπισκόπου Ἱεροσολύμων.ΣτίχοιΦέρει, Μόδεστε παμμάκαρ, καὶ σὸν τάφον,Ἡ τὸν τάφον φέρουσα γῆ τοῦ Κυρίου.Τὰ Ἐγκαίνια τοῦ Ναοῦ τοῦ Ἁγίου Μάρτυρος Χριστοφόρου, πλησίον τοῦ Ἁγίου Πολυεύκτου.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας καὶ θαυματουργοῦ Θεοφανοῦς τῆς Βασιλίσσης, συζύγου γενομένης Λέοντος τοῦ σοφωτάτου Βασιλέως.ΣτίχοιἘγγὺς Βασιλὶς Θεοφανὼ Κυρίου,ταῖς ἀρεταῖς ἕστηκεν ἐστιλβωμένη.Μνήμη τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν Νικολάου πατριάρχου Κωνσταντινουπόλεως, καὶ Μέμνονος ἀρχιεπισκόπου Ἐφέσου.Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
Κανών α', ᾨδὴ ζ', τοῦ Προφήτου
Ἦχος βαρὺς
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Οἱ ἐν καμίνῳ τοῦ πυρός, ἐμβληθέντες ὅσιοι Παῖδες, τὸ πῦρ εἰς δρόσον μετέβαλον, διὰ τῆς ὑμνῳδίας οὕτω βοῶντες· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν».Ἀνακαθάρας σου τὸν νοῦν, ὑπεδέξω τὰς λαμπηδόνας, σαφῶς Προφῆτα τοῦ Πνεύματος, ἐμφανῶς προφητεύων καὶ ἀνακράζων· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.Ἱερωτάτην σε ζωήν, μετιόντα τεθεαμένος, Θεὸς Προφήτην προβάλλεται, τῆς αὐτοῦ παρουσίας ἀναβοῶντα· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.ΘεοτοκίονὉ ἐν καμίνῳ τοῦ πυρός, τοὺς τρεῖς Παῖδας σώσας Παρθένε, αὐτὸς σκηνώσας ἐν μήτρᾳ σου, τοὺς αὐτῷ πεποιθότας σῴζει βοῶντας· Εὐλογημένος Πάναγνε, ὁ καρπὸς τῆς κοιλίας σου.
Κανών α', ᾨδὴ η', τοῦ Προφήτου
Ἦχος βαρὺς
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὸν μόνον ἄναρχον Βασιλέα τῆς δόξης, ὃν εὐλογοῦσιν οὐρανῶν αἱ δυνάμεις, καὶ φρίττουσι τῶν Ἀγγέλων αἱ τάξεις, ὑμνεῖτε Ἱερεῖς· Λαὸς ὑπερυψοῦτε, αὐτὸν εἰς τοὺς αἰῶνας».Ὑμνολογοῦμέν σε τὸν τῶν ὅλων Δεσπότην, ὃν ὁ Προφήτης ὁ θεόπτης Ἀγγαῖος, ὑπέδειξε προσκυνεῖν σε καὶ μέλπειν· Ὑμνεῖτε ἱερεῖς, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.Λόγον τὸν ἄναρχον ἐπ' ἐσχάτων τῶν χρόνων, ἐπιφανήσεσθαι θεόπτα Προφῆτα, προήγγειλας ἐμφανῶς ἀνακράζων· Ὑμνεῖτε ἱερεῖς, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τούς αἰῶνας.ΘεοτοκίονὉ πρὶν ἀθέατος καὶ ἀχώρητος φύσει, ἐν τῇ γαστρί σου χωρηθείς, ἐθεάθη Πανάχραντε, ᾧ ἐν πίστει βοῶμεν· Ὑμνεῖτε ἱερεῖς, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Τὸν μόνον ἄναρχον Βασιλέα τῆς δόξης, ὃν εὐλογοῦσιν οὐρανῶν αἱ Δυνάμεις, καὶ φρίττουσι τῶν Ἀγγέλων αἱ τάξεις· Ὑμνεῖτε ἱερεῖς, λαὸς ὑπερυψοῦτε, αὐτὸν εἰς τοὺς αἰῶνας».
Κανών α', ᾨδὴ θ', τοῦ Προφήτου
Ἦχος βαρὺς
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Πανύμνητε, τῶν οὐρανῶν ὑψηλοτέρα, ἡ τὸν ἄναρχον Λόγον, ἀσπόρως συλλαβοῦσα, καὶ σεσαρκωμένον Θεόν, τεκοῦσα τοῖς ἀνθρώποις, πιστοὶ πάντες σε ἀεὶ μεγαλύνομεν».Γευσάμενος, τῆς ὑπὲρ λόγον θεοπτίας, ἀπεσείσω Προφῆτα φροντίδας ἐπιγείους, καὶ δεδοξασμένῳ Θεῷ παρέστης ἐπαξίως· διὸ πάντες σε πιστοὶ μακαρίζομεν.Ὁ ἔνθεος, καὶ θαυμαστός σου Μάκαρ βίος, παραστάτην Θεοῦ σε ἀνέδειξε θεόφρον, καὶ σὺν ἀσωμάτων χοροῖς εὐφραίνῃ δι' αἰῶνος· διὸ πάντες σε πιστοὶ μακαρίζομεν.Ὑπῆρξέ σοι, ὡς εὐσεβείας διδασκάλῳ, τῷ Θεῷ συγγενέσθαι, καὶ τούτου συγκραθῆναι, τῷ ἀκραιφνεστάτῳ φωτί, ὃν μάκαρ νῦν δυσώπει, λυτρωθῆναι πειρασμῶν τὰς ψυχάς ἡμῶν.ΘεοτοκίονΣὺ γέγονας, ὑπερφυῶς Θεογεννῆτορ, οἰκητήριον ὄντως, τοῦ πάντων Βασιλέως, καὶ χρυσοειδὴς Κιβωτός, τὸν Νόμου νομοθέτην, ἔχουσα Χριστὸν σωματούμενον.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Πανύμνητε, τῶν οὐρανῶν ὑψηλοτέρα, ἡ τὸν ἄναρχον Λόγον ἀσπόρως συλλαβοῦσα, καὶ σεσαρκωμένον Θεόν, τεκοῦσα τοῖς ἀνθρώποις, πιστοὶ πάντες σε ἀεὶ μεγαλύνομεν».
| TA ΜΗΝΑΙΑ | Δεκέμβριος | 16 |
Dec 17
Τῌ ΙΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΔΕΚΕΜΒΡΙΟΥΜνήμη τοῦ Ἁγίου Προφήτου Δανιήλ, καὶ τῶν Ἁγίων τριῶν Παίδων, Ἀνανίου, Ἀζαρίου, ΜισαήλΜνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Διονυσίου τοῦ νέου, Ἀρχιεπισκόπου Αἰγίνης τοῦ θαυματουργοῦ, τοῦ ἐκ τῆς νήσου Ζακύνθου.
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ι' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Προφήτου.
Στιχηρὰ τοῦ Προφήτου
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσιν ΤΟ ΑΚΟΥΤΕ
Ὁ λαμπρότατος ἥλιος, Προφητῶν ὁ περίδοξος, εὐφημείσθω σήμερον θείοις ᾄσμασι, τῶν χαρισμάτων τοῦ Πνεύματος, θεῖον ἐνδιαίτημα, ἡ ἀείρυτος πηγή, ἡ διόπτρα τοῦ Πνεύματος, ὁ ὑπέρτιμος, καὶ πανάριστος στῦλος τῶν δογμάτων, ἡ κρηπὶς τῆς οἰκουμένης, τὸ ἀκατάσειστον ἔρεισμα.
Ἦχος δ'
Ὡς ἀστέρα φανότατον, ἑωσφόρον ὡς μέγιστον, ἐπιθυμιῶν τε ἄνδρα τιμῶμέν σε, τῶν ἀρετῶν ταῖς λαμπρότησι, φαιδρῶς ἀποστίλβοντα, καὶ φωτίζοντα πιστῶν, τὰς ψυχάς καὶ τὰ σώματα, καὶ βοῶμέν σοι, Δανιὴλ ὑποφῆτα τὸν Σωτῆρα, ἐκδυσώπει τοῦ σωθῆναι, τοὺς εὐσεβῶς ἀνυμνοῦντάς σε.
Ἦχος δ'
Σοῦ ἡ γλῶσσα ὡς κάλαμος, γραμματέως Πολύσοφε, ὀξυγράφου γέγονε ῥητορεύουσα· νόμος Θεοῦ γὰρ ἐγκάρδιος, ἐν σοὶ πεπολίτευται, καὶ τὸ στόμα σου λαλοῦν, κρίσιν ἔνδικον δέδεικται, ἐν οἷς ᾔσχυνας, παρανόμους πρεσβύτας καὶ Σωσάνναν, ἐκ θανάτου ἐλυτρώσω, τῶν Προφητῶν τὸ ἀγλάϊσμα.
Στιχηρὰ τῶν Ἁγίων τριῶν Παίδων
Ἦχος δ'
Ἔδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕ
Νόμων ἀντεχόμενοι, τῶν θεοσδότων Πανόλβιοι, μιαραῖς οὐκ ἐχράνθητε, τροφαῖς ἀλλ' ἀκήρατον, τῆς ψυχῆς τὸ κάλλος, διασεσωκότες, διετηρήσατε σαφῶς, ἀδιαλώβητον καὶ ἀμάραντον, τὸ ἄνθος τὸ θαυμάσιον, καὶ τὴν τερπνὴν ὡραιότητα, τοῦ Δεσπότου δοξάζοντος, τοὺς αὐτὸν θεραπεύοντας.
Ἦχος δ'
Θείῳ πυρακτούμενοι, οἱ Νεανίαι πυρσεύματι, τοῦ πυρὸς κατεφρόνησαν, ἐν ᾧ δροσιζόμενοι, οἱ σεπτοὶ χορείαν, ἐκλελαμπρυσμένην, διατυπώσαντες ᾠδήν, τὴν πολυΰμνητον ᾖδον ψάλλοντες, τὴν ὄντως ἀδιάδοχον, καὶ ἀμετάπτωτον πάνσοφοι, Βασιλείαν ποθήσαντες, τὴν οὐράνιον ἔνδοξοι.
Ἦχος δ'
Λόγον τῆς σοφίας σου, καταπλαγέντες οἱ Τύραννοι, Δανιὴλ ἀξιάγαστε, καὶ Παίδων τὴν σύνεσιν, τῆς Χαλδαίων χώρας, ἄρχειν καὶ δεσπόζειν, ὑμᾶς κατέστησαν Σεπτοί· τὴν ἀρετὴν γὰρ οἶδε σαφέστατα, θαυμάζειν καὶ πολέμιος, καὶ πολιτείας λαμπρότητα· τῶν παθῶν γὰρ κρατήσαντες, ἡγεμόνες γεγόνατε.
Στιχηρὰ τοῦ Ἁγίου
Ἦχος β'
Ὅτε, ἐκ τοῦ ξύλου σε νεκρὸν ΤΟ ΑΚΟΥΤΕ
Δεῦτε, ὁ χορὸς Αἰγινητῶν, μετὰ Ζακυνθίων συμφώνως, ἡμῶν τιμήσωμεν, γόνον ἡμεῖς ἔκλαμπρον, ὑμεῖς ποιμένα καλόν, καὶ σκιρτῶντες ἐν πνεύματι, Θεῷ δῶμεν δόξαν, τῷ καταξιώσαντι, ἄμφῳ πλουτῆσαι λαμπράν, σκέπην τοῦ κλεινοῦ Ἰεράρχου, νῦν Διονυσίου καὶ τοῦτον, θείοις ἐγκωμίοις καταστέψωμεν.
Ἦχος β'
Ἔφης, Παγκρατίῳ ἱερεῖ, πτῶσιν ἐκ χειρῶν θείου ἄρτου, ἱερουργοῦντι ποτέ, σφόδρα νουθετῶν αὐτόν, θείοις προσέχειν καλῶς· ὁ δὲ ἄγαν ἐθαύμασε, πλουσίαν ἐξ ὕψους, χάριν τὴν δοθεῖσάν σοι, ἀνακαλύψεως, χάριν ἀρετῶν σου ἐνθέων· ὅθεν καὶ τοῦ Πνεύματος ὄντως, σκεῦός σε ἡγήσατο θεόπνευστε.
Ἦχος β'
Ὅτε, σοῦ τὸ πνεῦμα τὸ σεπτόν, ἄμεμπτον τῷ κτίστῃ ἀπέδως, πρὸς οὐρανίους σκηνάς, τότε σου τὸ ἅγιον, σκῆνος κατέλιπες, ἐπὶ γῆς θαυματόβρυτον, καὶ νῦν ἐν Ζακύνθῳ, θαυμαστῶς ἀπόκειται τῷ θεοσέπτῳ Ναῷ, ἀεὶ πολιτῶν προστατεῦον, τούτων ἐκπληροῦν τὰς αἰτήσεις, πάντοτε ἐν πᾶσιν, ὦ πανθαύμαστε.
Ἦχος β'
Ὤφθης, ἡγουμένῳ Δανιήλ, ὀφθαλμοφανῶς ἐν τεμένει, ἐκτὸς σῆς λάρνακος, πάντα ἀφελῶν αὐτοῦ, τὸν δισταγμὸν τῆς ψυχῆς· αὐτοψεὶ γὰρ ἑώρακε, θυτῶν λευκοφόρων, μέσον σε ἱστάμενον καὶ διακόνων λαμπρῶν, οἷα λειτουργούντων σοι Μάκαρ, ὡς ἀρχιερεῖ ἐν τῷ βίῳ, θεοπρεπεστάτῳ Διονύσιε.
Ἦχος β'
Δόξα... Ἀνατολίου
Πνευματικῶς ἡμᾶς πιστοὶ συνήγαγε σήμερον, ὁ Προφήτης Δανιήλ, καὶ τράπεζαν προτίθησιν ἀρετῶν δαψιλῶς, πλουσίοις καὶ πένησι, καὶ ξένοις καὶ αὐτόχθοσι, καὶ κρατῆρα νοητόν, προχέοντα νᾶμα εὐσεβείας, καὶ εὐφραίνοντα καρδίας πιστῶν, καὶ Πνεύματος Ἁγίου χάριν παρέχοντα· Οὗτος γὰρ ὁ προφήτης, ὁ φανότατος λύχνος, ὁ λάμψας ἐν τῷ κόσμῳ, τὰ σεβάσματα πάντα τῶν Ἀσσυρίων καθεῖλε, καὶ θηρῶν ἀτιθάσων στόματα ἔφραξε. Σὺν τούτῳ καὶ οἱ τρεῖς Παῖδες εὐφημείσθωσαν, οὐ χρυσοῖ τῇ φύσει ὄντες, χρυσίου δὲ δοκιμώτεροι δεικνύμενοι· οὐ γὰρ ἐχώνευσεν αὐτοὺς τὸ πῦρ τῆς καμίνου, ἀλλ' ἐφύλαξεν ἀκεραίους, οὓς νάφθα καὶ πίσσα καὶ κληματίδες ἔστεψαν· Ὁ δὲ ἀγαγὼν ἡμᾶς, εἰς τὴν περίοδον τοῦ χρόνου Κύριος, ἀξιώσαι ἡμᾶς φθάσαι, καὶ ἐπὶ τὴν κυρίαν, καὶ σεβασμίαν ἡμέραν τῶν γενεθλίων Χριστοῦ, τοῦ παρέχοντος ἡμῖν ταῖς αὐτῶν ἱκεσίαις, ἱλασμὸν ἁμαρτιῶν, καὶ τὸ μέγα ἔλεος.
Ἦχος πλ. β'
Εἰ βούλει, λέγε τὸ δοξαστικὸν τοῦ Ἁγίου. Δόξα...
Τοῦ διδασκάλου Χριστοῦ, ἐν Εὐαγγελίῳ ἀκούσας λέγοντος, ἐν τούτῳ γνώσονται πάντες, ὅτι ἐμοὶ μαθηταὶ ἐστε, ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις, εὐκαίρως τῷ ἔργῳ μαθητὴς ἀνεδείχθης δόκιμος, ἁγιώτατε Πάτερ· τὸν γὰρ πικρῷ θανάτῳ τοῦ βίου στερήσαντα, Κωνσταντῖνόν σου τὸν γνήσιον σύγγονον, γλυκυτάτοις σου τρόποις ὑπεδέξω γλυκύθυμε, θυμοῦ διωκόντων τόνδε ῥυσάμενος, ἐν ἀποκρύφῳ τηρήσας, καὶ ἀντὶ θανάτου, τὸ ζῆν ἀνταπέδωκας· ἔργον ὄντως παράδοξον, καὶ ὑπὲρ φύσιν εἰργάσω μνησίθεε, τοῖς πέρασι πολυθρύλητον, καὶ ψυχῆς γενναίας καὶ φιλοθέου ἀντάξιον· διὸ παρρησίαν ἔχων πρὸς Κύριον, Ἱεράρχα πανεύφημε, ἐκτενῶς ἱκέτευε, εἰρήνην πλουσίαν δωρηθῆναι τῇ πόλει σου, τῇ ἀγλαοφανῶς ἐκτελούσῃ, τὴν λαμπρὰν καὶ πανέορτον μνήμην σου.Καὶ νῦν... Προεόρτιον ὁ αὐτὸςΣπήλαιον εὐτρεπίζου, ἡ, Ἀμνὰς γὰρ ἥκει, ἔμβρυον φέρουσα Χριστόν, Φάτνη δὲ ὑποδέχου, τὸν τῷ λόγῳ λύσαντα, τῆς ἀλόγου πράξεως, ἡμᾶς τοὺς γηγενεῖς, ποιμένες ἀγραυλοῦντες μαρτυρεῖτε θαῦμα τὸ φρικτόν, καὶ Μάγοι ἐκ Περσίδος, χρυσὸν καὶ λίβανον καὶ σμύρναν, τῷ βασιλεῖ προσάξατε, ὅτι ὤφθη Κύριος ἐκ Παρθένου μητρός· ὄνπερ καὶ κύψασα δουλικῶς ἡ Μήτηρ προσεκύνησε, καὶ προσεφθέγξατο τῷ ἐν ἀγκάλαις αὐτῆς, πῶς ἐνεσπάρης μοι ἢ πῶς μοι ἐνεφύης ὁ λυτρωτής μου καὶ Θεός.
Παροιμιῶν τὸ ἀνάγνωσμα(Κεφ. 10, 7 & 3, 1316 & ἐκλογὴ) Μνήμη δικαίου μέτ' ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς εἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς, τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν, οὐκ ἀντιτάσσεται αὐτῇ οὐδὲν πονηρόν, εὔγνωστὸς ἐστι πᾶσι τοῖς ἐγγίζουσιν αὐτήν, πᾶν δὲ τίμιον, οὐκ ἄξιον αὐτῆς ἐστιν· ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ· τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει· αἱ γὰρ ἔξοδοί μοι ἔξοδοι ζωῆς καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων, ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλὴν καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην· ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν καὶ δόξαν, νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά, ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἑβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ, μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου. Οὐδὲν ἐν αὐτοῖς σκολιὸν οὐδὲ στραγγαλιῶδες, πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν· διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν καὶ πλησθήσεσθε πνεύματος.
Παροιμιῶν τὸ ἀνάγνωσμα.(Κεφ. 10, 3132 & 11, 112) Στόμα δικαίου ἀποστάζει σοφίαν, γλῶσσα δὲ ἀδίκου ἐξολεῖται, χείλη ἀνδρῶν δικαίων ἐπίστανται χάριτας, στόμα δὲ ἀσεβῶν καταστρέφεται, ζυγοὶ δόλιοι βδέλυγμα ἐνώπιον Κυρίου, στάθμιον δὲ δίκαιον δεκτὸν αὐτῷ. Οὗ ἐὰν εἰσέλθῃ ὕβρις, ἐκεῖ καὶ ἀτιμία, στόμα δὲ ταπεινῶν μελετᾷ σοφίαν, τελειότης εὐθέων ὁδηγήσει αὐτούς, καὶ ὑποσκελισμὸς ἀθετούντων προνομεύσει αὐτούς, οὐκ ὠφελήσει ὑπάρχοντα ἐν ἡμέρᾳ θυμοῦ, δικαιοσύνη δὲ ῥύσεται ἀπὸ θανάτου. Ἀποθανὼν δίκαιος ἔλιπε μετάμελον, πρόχειρος δὲ γίνεται καὶ ἐπίχαρτος ἀσεβῶν ἀπώλεια. Δικαιοσύνη ἀμώμου ὀρθοτομεῖ ὁδούς, ἀσέβεια δὲ περιπίπτει ἀδικίᾳ. Δικαιοσύνη ἀνδρῶν ὀρθῶν ῥύσεται αὐτούς, τῇ δὲ ἀβουλίᾳ ἁλίσκονται παράνομοι. Τελευτήσαντος ἀνδρὸς δικαίου οὐκ ὄλυται ἐλπίς, τὸ δὲ καύχημα τῶν ἀσεβῶν ὄλλυται. Δίκαιος ἐκ θύρας ἐκδύνει, ἀντ' αὐτοῦ παραδίδοται ὁ ἀσεβής, ἐν στόματι ἀσεβῶν παγὶς πολίταις, αἴσθησις δὲ δικαίων εὔοδος. Ἐν ἀγαθοῖς δικαίων κατώρθωται πόλις, καὶ ἐν ἀπωλείᾳ ἀσεβῶν ἀγαλλίαμα. Ἐν εὐλογίᾳ εὐθέων ὑψωθήσεται πόλις, στόματι δὲ ἀσεβῶν κατασκαφήσεται. Μυκτηρίζει πολίτας ἐνδεὴς φρενῶν, ἀνὴρ δὲ φρόνιμος ἡσυχίαν ἄγει.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.(Κεφ. 4, 715) Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται· γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δὲ ἔστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος· εὐάρεστος Θεῷ γενόμενος ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη, ἡρπάγη μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας, μεταλλεύει νοῦν ἄκακον, τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας, οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοὶς αὐτοῦ.
Εἰς τὴν λιτὴν ψάλλομεν στιχηρὰ Ἰδιόμελα.Ἦχος α'Τῷ ματαιόφρονι βίῳ ἀποταξάμενος, τοῦ πολυπλάνου κόσμου ἔξω ἐγένου θεόληπτε, καὶ ἀπλέτῳ πὸθῳ τῷ Χριστῷ ἠκολούθησας· ὅπου γὰρ Θεὸς ὁ ποθούμενος, Κόσμος ὅλος καταπεφρόνηται· διὸ ἐρημικῶς τὸν βίον ἄγειν ᾑρέτισας, καὶ ἐν σώματι ὡς ἀσώματος πολιτεύεσθαι, ἡμῖν δὲ ἀστὴρ νεοφανὴς τυγχάνεις, μαργαρυγαῖς εὐσεβείας διαλάμπων, καὶ ψυχὰς τῶν πιστῶς σε ὑμνούντων, φωτίζων ἐν πνεύματι ἀξιΰμνητε.Ἦχος β'Ἄρσενος ἄμοιρος γυνή, τυχεῖν ποθοῦσα, εὐσεβῶς σοῦ ἐδέετο· ἧς τῆς δεήσεως ἐπακούσας, σαφῶς ἐν ὁράματι ὑπέσχου τὰ καταθύμια, εὔελπιν ἐργασάμενος· διὸ περιχαρής γενομένη, καὶ συλλαβοῦσα ταχύ, ἄρσεν χαρίεν κατ' ἔφεσιν, ἐν χάριτι τέτοκεν· ὅθεν εὐχαρίστως ἀνύμνησε, καὶ τὴν σὴν πρὸς Θεὸν παρρησίαν, παρρησίᾳ ἐκήρυξεν, Ἱεράρχα παμμακάριστε.Ἦχος γ'Πάθει ἀποπληξίας ποτέ, γυνὴ τις ἄλλη ἐκ τῶν οἰκείων σου Ὅσιε, περιπεσοῦσα δεινῷ, δι' οὗ ἄλαλος μείνασα, ἡμιθανὴς καὶ ἀκίνητος, τῇ μόνῃ ἁφῇ τοῦ τιμίου δακτύλου ἐκ τῆς ἁγίας σου σοροῦ, ἐπὶ τοῦ στόματος αὐτῆς, καὶ τῶν νεναρκωμένων μελῶν, τὴν λαλιὰν αὐτίκα, ὢ τοῦ θαύματος, σὺν τῇ τελείᾳ ῥώσει ἀνέλαβε, καὶ τὸ θαῦμα κηρύξασα, τὸν σὲ μεγαλύναντα Κύριον ἐμεγάλυνεν, ὃν ἐκτενῶς ἱκέτευε, θαυματουργὲ Διονύσιε, ὑπὲρ τῶν πίστει θαυμαζόντων, καὶ εὐφημούντων, τὰ ἀξιάγαστά σου θαυματουργήματα.Δόξα... Ἦχος πλ. α'Εἰς ἀρετῶν ἀκρώρειαν ἀνενεχθείς, πολλῶν ἠξιώθης παρὰ Θεοῦ χαρισμάτων, Πάτερ ὅσιε, ἀνθ' ὧν καὶ ἐκ πολλοῦ τεθνηκυῖαν ἀφορισμῷ δεσμευθεῖσαν ἀλύτῳ, προσευχῇ ἐκτενεῖ σου διέλυσας, καὶ τὸ πτῶμα κατέλυσας. Θράσος ἁλιέων δυσπίστων, παραδόξου ἄγρας κατεύνασας θαύματι· ποταμοῦ ῥοῦν κατέστειλας, καὶ ἀβρόχως διώδευσας, ὑετὸς καθ' ὁδὸν ἐπανελθών, οὐδαμῶς τὴν ἐσθῆτά σου ἴκμασε· τὸ διὰ λήθης πρεσβυτέρου παράπτωμα, νουθετικῶς ἀπεκάλυψας. Πολλά σου τὰ ἐν βίῳ τεράστια, πυκνὰ τὰ μετὰ θάνατον θαύματα· διὸ αἰτοῦμέν σε θαυματοφόρε Διονύσιε, μὴ διαλίπῃς δυσωπῶν τὸν εὐδιάλλακτον Θεόν, ἐκ δεξιῶν παραστῆσαι, τοὺς εἰλικρινῶς εὐφημοῦντάς σε, ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως.Καὶ νῦν... ὁ αὐτὸς ΠροεόρτιονΜὴ στύγναζε Ἰωσήφ, καθορῶν μου τὴν νηδύν· ὄψει γὰρ τὸ τικτόμενον ἐξ ἐμοῦ, καὶ χαρήσῃ, καὶ ὡς Θεὸν προσκυνήσεις, ἡ Θεοτόκος ἔλεγε, τῷ ἑαυτῆς μνηστῆρι, μολοῦσα τοῦ τεκεῖν τὸν Χριστόν. Ταύτην ἀνυμνήσωμεν λέγοντες· Χαῖρε κεχαριτωμένη, μετὰ σοῦ ὁ Κύριος, καὶ διὰ σοῦ μεθ' ἡμῶν
Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.Ἦχος δ'Ὡς γενναῖον ἐν Μάρτυσιν ΤΟ ΑΚΟΥΤΕΔανιὴλ ὁ θαυμάσιος, τὴν καρδίαν κτησάμενος, καθαρὸν τοῦ Πνεύματος καταγώγιον, καὶ παρ' αὐτοῦ φωτιζόμενος, μελλόντων τὴν δήλωσιν, προθεσπίζει προφανῶς, προφητείας λαμπρότησι, καλλυνόμενος, καὶ τρανῶς σαφηνίζων τῶν κρατούντων, παρανόμων Βασιλέων, τὰ κεκρυμμένα ἐνύπνια.Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἀγίοις αὐτοῦ ὁ Θεὸς Ἰσραὴλ αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ εὐλογητὸς ὁ ΘεὸςΠροστομώσας τὸ σῶμά σου, τῇ νηστείᾳ ἀδάμαστον, τῶν λεόντων στόμασιν ἀπετέλεσας· μέσον γὰρ τούτων ἱστάμενος, Προφῆτα θεσπέσιε, καὶ Θεῷ τῷ ἀγαθῷ, ἀτενίζων διέμεινας, ἀπαράτρωτος, ἀπορρήτῳ δυνάμει τοῦ τὰ πάντα, ἐνεργοῦντος παραδόξως, τοῦ Λυτρωτοῦ τῶν ψυχῶν ἡμῶν.Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς Ἐπὶ θρόνου καθήμενον, καὶ Ἀγγέλοις κυκλούμενον, τὸν ὑπὲρ κατάληψιν ἐθεώρησας, κριτὴν ὑπάρχοντα δίκαιον, Προφῆτα θαυμάσιε, ἐκπλαγεὶς δὲ τὸ φρικτόν, τῆς ἐμφόβου ὁράσεως διεσήμανας, τοῖς μετέπειτα πᾶσιν ὑπογράψας, τὴν δευτέραν παρουσίαν, τοῦ σαρκωθέντος Θεοῦ ἡμῶν.Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ.Καὶ τοῦ Ἁγίου δύο.Ἦχος πλ. α'Χαίροις ἀσκητικῶν ἀληθῶς ΤΟ ΑΚΟΥΤΕἌνθος ἐκ γῆς Ζακύνθου τερπνόν, ἀναβλαστῆσαν, εὐωδίας τῆς χάριτος, ἐκχέει τὰς μυριπνόους, ταῖς διανοίαις πιστῶν, ὁ κλεινὸς πατέρων Διονύσιος, Πηγή, τε ἀέναος, τῶν ἰάσεων πέφυκε, πέλαγος θεῖον, τῶν θαυμάτων ἀκένωτον, Ἐκκλησίας δέ, ὁ φωστὴρ ὁ λαμπρότατος, φέγγος φαῖνον τὸ ἄδυτον, τοῖς πέρασι σήμερον, ἐν τῇ λαμπρᾷ αὐτοῦ μνήμῃ, ἣν ἐκτελοῦντες δοξάζομεν, Χριστὸν τὸν Σωτῆρα, τὸν δοξάζοντα τοὺς τοῦτον, θερμῶς δοξάζοντας.Στίχ. Οἱ ἱερεῖς σου ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.Ἔστερξας συμπαθῶς σπλαγχνισθείς, τὸν μιαιφόνον σοῦ ὁμαίμονος δέξασθαι, καὶ τοῦτον δὴ εἰσοικίσας, μετὰ ἀδόλου στοργῆς, μυχοῖς ἐνδοτάτοις ἐγκατέκρυψας, χειρῶν ἐκρυόμενος, τῶν ζητούντων τὸν ἄνθρωπον, δεινῶς σπαράξαι, ἀπηνῆ ἀλιτήριον, ἐν οἰκήματι, ᾧ κατώκεις πανόλβιε· τοῦτο δὲ ὅλον ἔπραξας, πληρῶσαι βουλόμενος, τὴν ἐντολὴν τοῦ Δεσπότου, κακοποιοῦντας κελεύοντος, φιλεῖν ὁλοψύχως, καὶ πολλὴν ἀμνησικάκοις, χάριν παρέχοντος.
Τῶν Ἁγίων Παίδων
Δόξα... Ἦχος πλ. β'
Ἐν ψυχῇ συντετριμμένῃ, καὶ πνεύματι ταπεινώσεως, ἐν μέσῳ τῆς καμίνου τοῦ πυρός, τὸν παγκόσμιον ὕμνον ἐμελῳδήσατε, Παῖδες τρισόλβιοι, καὶ τῆς φωνῆς ὑμῶν εἰσήκουσεν, ὁ ὢν ἐγγὺς Κύριος, τοῖς συντετριμμένοις τὴν καρδίαν, καὶ τοὺς ταπεινοὺς τῷ πνεύματι σῴζων, καὶ διατηρήσας ἀσινεῖς, προσεδέξατο ὑμᾶς, ὡς θυσίαν καθαράν. Διὸ ἀπόγονοι Ἀβραὰμ τυγχάνοντες, παῖδες Θεοῦ γενέσθαι ἠξιώθητε. Παρρησίαν οὖν ἔχοντες πρὸς αὐτόν, ἐκτενῶς πρεσβεύσατε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος πλ. δ'
Εἰ βούλει, λέγε τὸ τοῦ Ἁγίου. Δόξα...
Τῶν κλεινῶν προπατόρων τὰς ἀρετὰς ἐμιμήσω κατ' ἴχνος θεσπέσιε, Ἀβραὰμ τὸ φιλόξενον, Ἰακώβ τε τὸ ἄκακον, καὶ Ἰὼβ τὸ ἄμεμπτον, Μωϋσέως τὸ ἄπλαστον, καὶ Δαβὶδ βασιλέως τὸ πρᾶον, τὸ συμπαθὲς καὶ φιλόστοργον. Διὸ Χριστὸς καὶ ζῶντα καὶ μεταστάντα σε, θεοσημείαις καὶ τέρασιν, ἀφθόνως ἐδόξασε, καὶ τῇ σεπτῇ Ἐκκλησίᾳ, ὡς ἀρετῶν ἐνθέων κειμήλιον παρέθετο. Ἐν ᾗ ἑστῶτες ψαλμικῶς βοῶμέν σοι, τὴν πόλιν σου τὴν ἐνεγκοῦσαν, καὶ πᾶσαν ἀλλοδαπὴν ὀρθοδόξων, ταῖς πρὸς Θεόν σου πρεσβείαις, ἅγιε διαφύλαττε.Καὶ νῦν... ὁ αὐτὸςΠροεόρτιονὙπόδεξαι Βηθλεέμ, τὴν τοῦ Θεοῦ μητρόπολιν· φῶς γὰρ τὸ ἄδυτον ἐπὶ σὲ γεννῆσαι ἥκει, Ἄγγελοι θαυμάσατε ἐν οὐρανῷ, ἄνθρωποι δοξάσατε ἐπὶ τῆς γῆς, μάγοι ἐκ Περσίδος, τὸ τρισόκλεον δῶρον προσκομίσατε, ποιμένες ἀγραυλοῦντες, τὸν τρισάγιον ὕμνον μελῳδήσατε· πᾶσα πνοὴ αἰνεσάτω τὸν Παντουργέτην.
Ἀπολυτίκιον τῶν Ὁσίων Παίδων καὶ Προφήτου
Ἦχος β'
Μεγάλα τὰ τῆς πίστεως κατορθώματα! ἐν τῇ πηγῇ τῆς φλογός, ὡς ἐπὶ ὕδατος ἀναπαύσεως, οἱ ἅγιοι τρεῖς παῖδες ἠγάλλοντο, καὶ ὁ Προφήτης Δανιήλ, λεόντων ποιμήν, ὡς προβάτων ἐδείκνυτο, ταῖς αὐτῶν ἱκεσίαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς.
Ἀπολυτίκιον τοῦ Ἁγίου
Ἦχος α'
Τῆς Ζακύνθου τὸν γόνον καὶ Αἰγίνης τὸν πρόεδρον, τὸν φρουρὸν μονῆς τῶν Στροφάδων, Διονύσιον ἅπαντες, τιμήσωμεν συμφώνως οἱ πιστοί, βοῶντες πρὸς αὐτὸν εἰλικρινῶς, σαῖς λιταῖς τοὺς τὴν σὴν μνήμην ἐπιτελοῦντας σῷζε καὶ βοῶντάς σοι· Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ δωρησαμένῳ σε ἡμῖν, πρέσβυν ἀκοίμητον.
Θεοτοκία, (ἕνα ἀπὸ τὰ ἑξῆς)
Ἦχος β'
Πάντα ὑπὲρ ἔννοιαν, πάντα ὑπερένδοξα, τὰ σὰ Θεοτόκε Μυστήρια, τῇ ἁγνείᾳ ἐσφραγισμένη, καὶ παρθενίᾳ φυλαττομένη, Μήτηρ ἐγνώσθης ἀψευδής, Θεὸν τεκοῦσα ἀληθινόν· Αὐτὸν ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.ἢ Ἦχος α'Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ· ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν πρώτην Στιχολογίαν. Κάθισμα
Ἦχος α'
Τὸν τάφον σου Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ
Ἀγάπης τῷ δεσμῷ, συντεθεὶς θεοφόρε, διέλυσας τρανῶς, τὴν κακίαν τῆς ἔχθρας· φονέα γὰρ συγγόνου σου, πεφευγότα τῇ σκέπῃ σου, μὴ εἰδότα σε, τὸν ἀδελφὸν αὐτοῦ εἶναι, δίκης ἔσωσας, ἐπικειμένου θανάτου, καὶ σῶον ἀπέστειλας.Δόξα... ὅμοιονΟὐκ ἔγνω τὸν Θεόν, ὃς ἀγάπη ὑπάρχει, ὁ μὴ ἐχθρὸν φιλῶν, ὃς πλησίον τυγχάνει, διόπερ καὶ ἐπλήρωσας ἐντολὴν θείαν Ὅσιε, καὶ τὸ ἔγκλημα, σοῦ ἀδελφοῦ φονοκτόνῳ, συνεχώρησας, κατὰ Θεὸν ὡς οἰκτίρμων, Θεῷ τ' εὐηρέστησας.Καὶ νῦν... ΘεοτοκίονΜεγάλως ὁ Θεός, ἀγαπήσας τὸν κόσμον, τὸν Ἄγγελον βουλῆς, ἑαυτοῦ τῆς μεγάλης, τῷ κόσμῳ μὲν ἀπέστειλεν, εἰς ἀγάπης ἐπίδειξιν, τὸν Υἱὸν αὐτοῦ, ἐκ τῆς ἁγνῆς σαρκωθέντα, τεχθησόμενον, ἐν Βηθλεὲμ τῷ σπηλαίῳ, ταχὺ ὃν δοξάσομεν.
Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα
Ἦχος δ'
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ΤΟ ΑΚΟΥΤΕ
Προσενεχθεὶς ἀπὸ παιδὸς τῷ Κυρίῳ , δι' ἀρετῶν σεβασμιώτατε Πάτερ, θυσία ὄντως γέγονας εὐπρόσδεκτος Θεῷ. Κλέος ἐχρημάτισας, τῶν ὁσίων τρισμάκαρ, θεῖον ἐγκαλλώπισμα ἱερέων ἐφάνης, καὶ νῦν πρεσβεύεις ὑπὲρ εὐσεβῶν, ἑορταζόντων ἐν πίστει τὴν μνήμην σου.Δόξα... ὍμοιονΟἱ τῶν Στροφάδων θεοφόροι Πατέρες, ἐν ταῖς ἀνάγκαις ἀρωγὸν σε καὶ ῥύστην, καὶ ἰατρὸν πανάριστον γινώσκουσιν ἀεί, πάντων τὰ νοσήματα, θεραπεύοντα τάχει, νέφος τε ἐλαύνοντα, ἐξ ἀγροῦ τῶν ἀκρίδων, καὶ οὐρανόθεν ὄμβρον ἀγαθόν, μάκαρ ἐκπέμποντα γῇ μεσιτείᾳ σου.Καὶ νῦν... ΘεοτοκίονὉ δι' ἀγάπην πατρικῆς εὐσπλαγχνίας, πρὸς ἡμᾶς πέμψας τὸν Υἱὸν ἐπ' ἐσχάτων, ἐκ τῆς πανάγνου ἄσπορον φορέσαντα ἐν γῇ, σάρκα τὴν ἀνθρώπινον, ἵνα ῥύσῃ τῆς πλάνης, πλάσμα τὸ ἀνθρώπινον, αὐτὸς πάντας ἐν πίστει, καταξιῶσαι γέννησιν υἱοῦ, τοῦ προσκυνῆσαι ἀξίως δεόμεθα.
ΠροκείμενονΤὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.Στίχ. Ἀκούσατε ταῦτα πάντα τὰ ἔθνη.
Δόξα... Ταῖς τοῦ Ἱεράρχου...Καὶ νῦν... Ταῖς τῆς Θεοτόκου... Στίχ. Ἐλεῆμον, ἐλέησόν με, ὁ Θεός...Καὶ τὸ ἸδιόμελονἮχος πλ. β'Ἀγάλλεται σήμερον ἡ Ἐκκλησία Χριστοῦ, καὶ πανηγυρίζει φαιδρῶς, καινὸν Ἱεράρχην ὁρῶσα, ἐν αὐτῇ μεγαλοπρεπῶς εἰσαχθέντα, τὸν σεπτὸν Διονύσιον, ὃς ἀδιαλείπως πρεσβεύει ὑπὲρ τῶν πίστει τιμώντων, τὴν ἱερὰν αὐτοῦ κοίμησιν.
Ὁ Κανὼν τοῦ Προφήτου, οὗ ἡ Ἀκροστιχίς.Σοφὸν Δανιὴλ ᾄσμασι περιστέφω.Θεοφάνους.ᾨδὴ α'
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«ᾎσμα ἀναπέμψωμεν λαοί, τῷ θαυμαστῷ Θεῷ ἡμῶν, τῷ ἀπαλλάξαντι τὸν Ἰσραὴλ ἐκ δουλείας, ᾠδὴν ἐπινίκιον ᾄδοντες καὶ βοῶντες· ᾌσωμέν σοι τῷ μόνῳ Δεσπότῃ».Σῶτερ εὐεργέτα τοῦ παντός, τῶν ἀγαθῶν ὁ αἴτιος, τῇ φωτοφόρῳ σου, τὴν ἔννοιάν μου αἴγλῃ, φωτίζοις φιλάνθρωπε, ὅπως τοῦ σοῦ Προφήτου, εὐφημήσω τὴν ἔνδοξον μνήμην.Ὄρθρος ὡς ἀνέτειλας σοφέ, τῆς σωφροσύνης σώφρονα, προκινδυνεύουσαν, Σωσάνναν διασώσας· Θεὸς γὰρ σε ἤγειρε, γνώστης ὁ τῶν κρυφίων, πρεσβυτέρους δεινούς κατακρῖναι.Φόβῳ στοιχειούμενοι Θεοῦ, οἱ Ἀβραὰμ ἀπόγονοι, τροφὴν παράνομον, ἀπώσαντο γενναίως, καὶ θείῳ τρεφόμενοι, πόθῳ τῆς εὐσεβείας, πρὸς μεγίστην ἐπήρθησαν δόξαν.ΘεοτοκίονὌρος ἐθεώρεις νοητόν, Δανιὴλ ἱερώτατε, τὴν μόνην ἄχραντον ἀειπάρθενον Κόρην, ἐξ ἧς περ ἐκτέτμηται, λίθος ὁ ἀκρογωνιαῖος, καὶ τὴν πλάνην συνέτριψε πᾶσαν.
Ὁ Κανὼν τῶν Ἁγίων τριῶν Παίδων, οὗ ἡ Ἀκροστιχίς.Τρεῖς Παῖδας ὑμνῶ, Δανιήλ τε τὸν μέγαν.Θεοφάνους.ᾨδὴ α'
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν Αἰγυπτίαν μοχθηρίαν διαφυγών, ὁ Ἰσραηλίτης ἀνεβόα, τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν».Τὸν ἄναρχον Λόγον τὸν ἐκ Πατρός, πρὸ πάντων αἰώνων, γεννηθέντα θεοπρεπῶς, τὸν ἐν τῇ καμίνῳ Νεανίαις, συμβολικῶς ὁραθέντα δοξάσωμεν.Ῥημάτων τοῦ τυράννου τοῦ δυσσεβοῦς, οἱ εὐγενεῖς Παῖδες, καταπτύσαντες καρτερῶς, τροφαῖς παρανόμοις μιανθῆναι, Χαλδαϊκῶς οὐ κατηξίωσαν.Ἐτρέφεσθε λόγῳ μὲν ψυχικῶς, τροφαῖς αὐτομάτοις, κεχρημένοι δὲ σαρκικῶς, τῶν ἁβροδιαίτων τὰς ἰδέας, τῷ Βασιλεῖ ὡραιότεροι δείκνυσθε.ΘεοτοκίονἸὸν τὸν τοῦ ὄφεως ἀκοαῖς, πικρῶς ἐμπαρέντα, ταῖς τῆς Εὔας ἡ ἐκ Δαυΐδ, βλαστήσασα Κόρη θεραπεύει, τὸν Λυτρωτὴν κυοφορήσασα.
Κανών γ', ᾨδὴ α', τοῦ Ἁγίου
Ἦχος α'
ᾨδὴν ἐπινίκιον ΤΟ ΑΚΟΥΤΕ
Νοός μου τὴν ζόφωσιν φωτὶ τῷ θείῳ, λαμπρύνας ἱκάνωσον, εὐφημῆσαι μέλλοντος, τὴν θείαν μνήμην σου, σαῖς Διονύσιε λιταῖς, Αἰγίνης πρόεδρε.Ἰδοὺ συνευφραίνονται τοῖς Ζακυνθίοις, Πατέρες σεβάσμιοι, τῶν Στροφάδων ἅπαντες, καὶ τῆς Αἰγίνης λαός, ἐπὶ τῇ μνήμῃ τοῦ κοινοῦ αὐτῶν, προστάτου θερμοῦ.Κλεινῶν γεννητόρων μὲν υἱὸς ἐγένου, λαμπρῶν καὶ ἐνδόξων τε, ἀλλ' αὐτὸς κατέλιπες ὡς νουνεχέστατος, πᾶσαν προσπάθειαν σοφέ, γηΐνης σχέσεως.ΘεοτοκίονΟἱ Μάγοι σκοπούμενοι ἄστρον Περσόθεν, αὐτῷ ἐφεπόμενοι, ταχυδρόμως σπεύδουσιν, εὑρεῖν τὸν Ἄνακτα, ὃν ἐν Σπηλαίῳ σαρκικῶς, τεκεῖν Παρθένος μολεῖ.
Κανών α', ᾨδὴ γ', τοῦ Προφήτου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σὺ εἶ τὸ στερέωμα, τῶν προστρεχόντων σοι Κύριε, σὺ εἶ τὸ φῶς, τῶν ἐσκοτισμένων, καὶ ὑμνεῖ σε τὸ πνεῦμά μου».Νόησιν καὶ σύνεσιν, παρὰ Θεοῦ λαβὼν ἔλυσας, φωτοφανῶς, τὰ ἐσκιασμένα, τῶν κρατούντων ἐνύπνια.Δράκοντα ἐνέκρωσας, διὰ τροφῆς βαλὼν Ἔνδοξε, τὸν αἰσθητὸν· τοὺς πρὶν ἀοράτους ἐτροπώσω γὰρ δαίμονας.Αἴγλῃ φωτιζόμενος, τὸ ἐμφανές, ὁρᾷς Ἔνδοξε, Ὄρος Θεοῦ, τὴν Εὐλογημένην, τὸ βροτῶν ἐγκαλλώπισμα.
Κανών β', ᾨδὴ γ', τῶν Ἁγίων τριῶν Παίδων
Ἦχος πλ. δ'
Σὺ εἶ τὸ στερέωμα ΤΟ ΑΚΟΥΤΕ
Σύνεσιν κτησάμενοι, τὴν θεοδίδακτον Δέσποτα, Παῖδες Δαυΐδ, Νόμους τοὺς πατρῴους, θεοφρόνως ἐτήρησαν.Πῦρ οὐ κατεφλόγισε, τὰ καθαρώτατα σώματα, τῶν εὐσεβῶν· διὰ γὰρ νηστείας, ψυχοτρόφου ἠρδεύοντο.Αἶνον τὸν παγκόσμιον, καὶ πολυΰμνητον ᾄδουσι, Παῖδες οἱ τρεῖς, μέσον τῆς καμίνου, θαυμαστῶς δροσιζόμενοι.ΘεοτοκίονἽνα τόκον Δέσποτα, ἐκ παρθενεύοντος σώματος, δείξῃς ἡμῖν, σῴζεις ἐν καμίνῳ, παρθενεύοντα σώματα.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Σὺ εἶ τὸ στερέωμα, τῶν προστρεχόντων σοι Κύριε, σὺ εἶ τὸ φῶς, τῶν ἐσκοτισμένων, καὶ ὑμνεῖ σε τὸ πνεῦμά μου».
Κανών γ', ᾨδὴ γ', τοῦ Ἁγίου
Ἦχος α'
Στερεωθήτω ἡ καρδία μου ΤΟ ΑΚΟΥΤΕ
Λαμπρύνας Πάτερ αἰσθητήρια, τῆς ψυχῆς σου ταύτην ἐτέλεσας, δοχεῖον θείων ἀρετῶν, καταγώγιον πνεύματος, καὶ ἐν σοὶ ἐπανεπαύσατο, Χριστὸς ὁ Θεὸς ἡμῶν.Ἀνεπιστρόφως τρίβον Ὅσιε, τὴν στενὴν καὶ λίαν ἐπίπονον, βαδίσας ἔφθασας αὐτό, ὀρεκτὸν τὸ ἀκρότατον, καὶ πρὸς πλάτος Παραδείσου, κατοικεῖν εἰσελήλυθας.Ὁ τὰ κρυπτὰ γινώσκων Κύριος, καὶ νεφροὺς ἐτάζων ὡς γέγραπται, προεγνωκὼς γνώμης τῆς σῆς, τὸ εὐθὲς καὶ ἀκέραιον, σὲ Ποιμένα προχειρίζεται, Αἰγίνης πανάριστον.ΘεοτοκίονὙπερνικᾷ οὐ μόνον βρότειον, ἀλλὰ καὶ νοῦν πάντα ἀγγελικόν, συγκαταβάσεως τῆς σῆς, Χριστὲ βάθος τὸ ἄπειρον·Θεὸς γὰρ ὢν σάρκα δούλου, ἔρχῃ νῦν τοῦ ἐνδύσασθαι.
Κάθισμα τοῦ αὐτοῦ
Ἦχος πλ. δ'
Τὴν Σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ
Προφητείας τὴν χάριν πεπλουτηκώς, τῆς Παρθένου τὸν Τόκον σκιαγραφεῖς, καὶ λύεις ὀνείρατα, τῶν κρατούντων σαφέστατα, ἐμβληθεὶς δὲ λάκκῳ, ὡς Μάρτυς ἐδίδαξας, παραδόξως Μάκαρ, νηστεύειν τοὺς λέοντας· ὅθεν καταστρέψας, τῶν ἀθέων τὸ σέβας, τὸν δράκοντα ἔκτεινας, ἀριστεύσας λαμπρότατα, Δανιὴλ Ἀξιάγαστε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.Κάθισμα τοῦ ἉγίουἮχος πλ. δ'Τὴν Σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕΤὴν ἀγήρω ποθήσας ὄντως ζωήν, καὶ γηΐνων τὸν βίον μεμισηκώς, ἁγίων ἐζήλωσας, πολιτείαν τὴν ἔνθεον, ἐκ νηπίου δὲ ταῦτα, συνέσει διέκρινας, καὶ σαρκὸς μέν τὰ πάθη νοῒ καθυπέταξας· ὅθεν καὶ τὸν ὄλβον, σκυβαλίσας γονέων, ἀπέβαλες ὄλβιε, Διονύσιε ὅσιε, καὶ Χριστῷ ἠκολούθησας· σπεῦσον οὖν πρεσβείαις πρὸς Θεόν, αἰωνίου πάντας πυρὸς ῥύσασθαι, τοὺς ἑορτάζοντας πόθῳ, τὴν ἁγίαν μνήμην σου.Δόξα... Τῶν τριῶν ΠαίδωνΤῆς Τριάδος εἰκόνα προφητικῶς, ἐξ ἀΰλων χρωμάτων ἐν τῇ φλογί, οἱ Παῖδες διέγραψαν, τῷ καλάμῳ τῆς πίστεως, καὶ τὴν τοῦ Λόγου ἄκραν, εἰς γῆν συγκατάβασιν, μυστικῶς κατεῖδον, καὶ πᾶσιν ἐκήρυξαν· ὅθεν καὶ τὴν δρόσον, οὐρανόθεν λαβόντες, τοῦ Πνεύματος βρύουσι, τοῖς πιστοῖς τὰ χαρίσματα· διὰ τοῦτο βοήσωμεν· Δώρησαι Χριστὲ ὁ Θεός, τῶν πταισμάτων ἄφεσιν τοῖς δούλοις σου, τοῖς ἑορταζουσι πόθῳ, τὴν ἁγίαν μνήμην αὐτῶν.Καὶ νῦν... ΘεοτοκίονΧαῖρε θρόνε πυρίμορφε τοῦ Θεοῦ, Χαῖρε Κόρη Καθέδρα βασιλική, Κλίνη πορφυρόστρωτε, χρυσοπόρφυρε θάλαμε, Χλαμὺς ἁλουργόχροε, τιμαλφέστατον Τέμενος, ἀστραπηφόρον Ἅρμα, Λυχνία πολύφωτε· Χαῖρε Θεοτόκε, δωδεκάτειχε Πόλις, καὶ Πύλη χρυσήλατε, καὶ Παστὰς ἀγλαόμορφε, ἀγλαόχρυσε Τράπεζα, θεοκόσμητον Σκήνωμα, Χαῖρε Ἔνδοξε Νύμφη ἡλιοστάλακτε, Χαῖρε μόνη ψυχῆς μου εὐπρέπεια.
Κανών α', ᾨδὴ δ', τοῦ Προφήτου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐξ ὄρους κατασκίου, Λόγε ὁ προφήτης, τῆς μόνης Θεοτόκου, μέλλοντος σαρκοῦσθαι, θεοπτικῶς κατενόησε καὶ ἐν φόβῳ, ἐδοξολόγει σου τὴν δύναμιν».Νόμον εὐσεβῶς, φυλάξας ὦ Προφῆτα, τῆς ὄντως σοφίας, ἔγνως τὸν δοτῆρα, τὰ μυστικὰ σε διδάσκοντα καὶ βαθέα, καὶ τὰ ἐν σκότει σε φωτίζοντα.Ἱερὰν ζωήν, βιώσας Θεοφάντορ, ἐπιθυμιῶν, ἀνὴρ προσηγορεύθης· ἀρρενωπῶς γὰρ τὰ πάθη καταπατήσας, πρὸς τὴν ἀγήρω μετετέθης ζωήν.Ἡ ἐνοικοῦσα ἐν σοί, τοῦ Παρακλήτου χάρις, Δανιὴλ σε δεικνύει, ὅλον φωτοφόρον, καὶ νικητὴν τῶν τυράννων καὶ Βασιλέων, καὶ τῆς σοφίας καταγώγιον.ΘεοτοκίονΛίθον σε χειρός, τμηθέντα ἄνευ Λόγε, Ὄρους προορᾷ, Παρθένου Θεοτόκου, Δανιὴλ ὁ προφήτης ἀνακραυγάζων, καὶ ἀνυμνῶν σου τὴν Θεότητα.
Κανών β', ᾨδὴ δ', τῶν Ἁγίων τριῶν Παίδων
Ἦχος πλ. δ'
Εἰσακήκοα Κύριε ΤΟ ΑΚΟΥΤΕ
Δανιὴλ ὁ σοφώτατος, ἐνθεαστικῶς τὸν νοῦν φωτιζόμενος, τὰ ἐνύπνια διέλυσε, τῶν Αὐτοκρατόρων θείᾳ χάριτι.Ἀπαστράπτει τοῖς θαύμασιν, ἡ ἐν τῇ καμίνῳ τῶν Παίδων Ἄθλησις· τὸν γὰρ τύραννον ἐζώγρησαν, πρὸς ἐπίγνωσίν σου παντοδύναμε.Συμφωνίας τὰ ὄργανα, καὶ τῆς μουσικῆς μέλη παναρμόνια, τοὺς γενναίους οὐ κατέθελξαν, καὶ χρυσῇ εἰκόνι οὐχ ὑπέκυψαν.ΘεοτοκίονὙμνῳδίαις πανύμνητε, οἱ ἐν Βαβυλῶνι Παῖδες γεραίρουσι, τὸν Υἱόν σου τὸν ὑπέρθεον, ὃν ἐν τῇ καμίνῳ ἐπεγίνωσκον.
Κανών γ', ᾨδὴ δ', τοῦ Ἁγίου
Ἦχος α'
Ἐν Πνεύματι προβλέπων ΤΟ ΑΚΟΥΤΕ
Ἱερεύσας Παμμάκαρ ἀδόλως τῷ Θεῷ, θύων τὴν ἀναίμακτον θυσίαν ἀκραιφνῶς, ψυχὴν καθάρας, μελέτῃ συνεχεῖ νόμου, καὶ τῆς σαρκὸς δουλαγωγήσας τὰς αἰσθήσεις, ὤφθης οἰκητήριον πνεύματος.Ἐπήκουσεν ὁ Κύριος δεήσεως τῆς σῆς, καὶ γυναῖκα θνήξασαν δεσμῷ ἀφορισμοῦ, εὐχῇ σου ταύτην, διέλυσε εἰς κόνιν, ὀστᾶ τε ἅμα μετεποίησεν ἀθρόως, ὢ ξενοπρεποῦς θεωρήματος!Ῥητόρων ἀτονοῦσιν εὐγλώττων αἱ φθογγαί, τῆς ἀμνησικάκου σου ψυχῆς τὸ εὐγενές, ἐγκωμιάσαι· τὸν κτείναντα γὰρ ἀδίκως, τὸν σύγγονόν σοι οὐκ ἠμύνω, ἀλλὰ μᾶλλον τοῦτον φιλοφρόνως εἰσδέδεξαι.ΘεοτοκίονἘξέστησαν ὁρῶσαι ἀγγέλων στρατιαί, ἄνθρωπον γενόμενον τὸν πάντων ποιητήν, ὃς μέτ' ὀλίγον τεχθήσεται ἐν Σπηλαίῳ, ὑπὸ μητρὸς ἀειπαρθένου καὶ ἐν φάτνῃ, νήπιον καθάπερ ὀφθήσεται.
Κανών α', ᾨδὴ ε', τοῦ Προφήτου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ ἐκ νυκτὸς ἀγνοίας, φαιδρύνας τὰ πέρατα, φώτισόν με τῷ ὄρθρῳ τῆς φιλανθρωπίας σου Κύριε».Ἀθλητικοὺς ἀγῶνας, τῆς προφητείας φαιδρύνας κηρύγματι, λάμπεις δι' ἀμφοτέρων, θείας ἐπιπνοίας ἀνάπλεως.Σοφὸς ἐδείχθης Μάκαρ, ταῖς ὑπὲρ νοῦν τῆς σοφίας ἐλλάμψεσι, μέγιστε θεορρῆμον, Δανιὴλ καὶ πάντας ἐφώτισας.ΘεοτοκίονΜυσταγωγεῖ τοὺς τύπους, τῆς ἀπορρήτου σαρκώσεως Ἄχραντε, τῆς ἐκ σοῦ τοῦ Ὑψίστου, Δανιὴλ ὁ Προφήτης ὁ Ἔνδοξος.
Κανών β', ᾨδὴ ε', τῶν Ἁγίων τριῶν Παίδων
Ἦχος πλ. δ'
Ἵνα τὶ με ἀπώσω ΤΟ ΑΚΟΥΤΕ
Μυηθέντες τὸν Νόμον, Σῶτερ οὐκ ἠρνήσαντο, οἱ σοὶ θεράποντες, Δανιὴλ ὁ μέγας, σὺν τρισὶ Νεανίαις θεόφροσιν, ἀλλ' ἰσχὺν λαβόντες, τὴν παρὰ σοῦ τοῦ εὐεργέτου, τοὺς τυράννους ἀνδρείως ἐτρέψαντο.Νοερῶς ἐμυεῖτο, Δανιὴλ φιλάνθρωπε, τὰ σὰ μυστήρια· ἐπὶ γὰρ νεφέλης, ὡς Υἱὸν σε ἀνθρώπου ἐρχόμενον, τῶν Ἐθνῶν ἁπάντων, οἷα Κριτὴν καὶ Βασιλέα, ἐθεώρει νοός καθαρότητι.Ὡραιώθη ὦ Παῖδες, ὑπὲρ λίθον σάπφειρον, ὑμῶν τὸ σύνταγμα, ὡς αὐγὴ χρυσίου, εὐσεβείας τῷ ζήλῳ πυρσεύετε, ἐμπεριπατοῦντες, χαρμονικῶς ἐν τῇ καμίνῳ, καὶ κροτοῦντες χορείαν τρισάριθμον.ΘεοτοκίονΔανιὴλ σε Παρθένε, Ὄρος προδιέγραφε σαφῶς ὁ ἔνθεος, οἱ τριττοὶ δὲ Παῖδες, καθορῶντες τὴν φλόγα δροσίζουσαν, τὸν σὸν θεῖον τόκον, μελῳδικῶς ἀνευφημοῦσιν, ὡς Σωτῆρα καὶ Κτίστην καὶ Κύριον.
Κανών γ', ᾨδὴ ε', τοῦ Ἁγίου
Ἦχος α'
Τὸ φαεινὸν ΤΟ ΑΚΟΥΤΕ
Ὡς Ἰσραὴλ ὁ πάλαι τὴν Ἐρυθράν, οὕτω καὶ σὺ διέβης Ἀοίδιμε, ἀβρόχοις ἴχνεσι ποταμοῦ ῥεῦμα· οἶδε γὰρ αἰδεῖσθαί σε, καὶ φύσις ἀναίσθητος.Σοῦ ὑετὸς οὐδόλως τετόλμηκε, Παμμάκαρ καθάψασθαι, χειμῶνος πέλοντος σφοδροῦ, καὶ πάντες οἱ παρόντες ἔκθαμβοι, ὁρῶντες ἐγένοντο.Γεραίρειν σε οὐ παύσεται Ζάκυνθος, ὡς ἄγρυπνον ὑπάρχοντα φύλακα, τῶν οἰκητῶν αὐτῆς πιστῶν, τρισμάκαρ, οὓς φρούρει δεήσεσι, ταῖς σαῖς Διονύσιε.ΘεοτοκίονἈστὴρ μηνύει μάγοις τὸν Κύριον, Σπηλαίῳ νῦν τεχθῆναι ἐρχόμενον, ὑπὸ μητρὸς Παρθένου ἀπειράνδρου, οὗ προεορτάζομεν, τὴν ἐνσαρκον γέννησιν.
Κανών α', ᾨδὴ ς', τοῦ Προφήτου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὡς τὸν Προφήτην ἐρρύσω, ἐκ βυθοῦ κατωτάτου Χριστὲ ὁ Θεός, κἀμὲ τῶν πταισμάτων μου ῥῦσαι ὡς φιλάνθρωπος, καὶ κυβέρνησον τὴν ζωήν μου δέομαι».Ἀγγελικὰς σὺ χορείας, ἐν φωτὶ λαμπροτάτῳ θεώμενος, μιμητὴς πανάριστος, τούτων ἐχρημάτισας, τοῦ παντάνακτος, ἐντρυφῶν ἐλλάμψεσι.Σωτηριώδη τοῦ Λόγου, παρουσίαν μηνύων προήγγειλας, καὶ Ναοῦ καθαίρεσιν, Νόμου τε τὴν πλήρωσιν, καὶ τῆς χάριτος ὑπὲρ νοῦν δωρήματα.ΘεοτοκίονἸδοὺ Παρθένος ἐν μήτρᾳ, ἐμφανῶς συλλαμβάνει Χριστὸν τὸν Θεόν, ἧς περ τὴν προτύπωσιν, ἐλλαμφθεὶς τῷ Πνεύματι, προεώρακε Δανιὴλ ὁ Ἔνδοξος.
Κανών β', ᾨδὴ ς', τῶν Ἁγίων τριῶν Παίδων
Ἦχος πλ. δ'
Ἄβυσσος ἁμαρτιῶν ΤΟ ΑΚΟΥΤΕ
Ἄρξαντες τῶν ψυχικῶν, παθημάτων τῇ δυνάμει τοῦ λόγου, χώρας Ἐθνῶν Χαλδαίων ἡγεμόνες γεγόνατε· οἶδε γὰρ ἡ ἀρετή, γέρα χαρίζεσθαι, κεκτημένοις, ὦ τοῦ Δαυῒδ σοφοὶ ἀπόγονοι.Νέκρωσιν ὁ Δανιήλ, ζωηφόρον ἐνδυσάμενος, πάλαι τὸν ὡς Θεὸν Χαλδαίοις, δυσσεβῶς νομιζόμενον, ἀναιρεῖ διὰ τροφῆς, δράκοντα κάκιστον, ἱερεῖς τε τοὺς δυσμενεῖς, σοφῶς ἀπέκτεινε.ΘεοτοκίονἽλεών μοι τὸν κριτήν, καὶ Υἱόν σου Θεοτόκε Παρθένε, ταῖς σαῖς λιταῖς γενέσθαι, ἐν ἡμέρᾳ τῆς κρίσεως, λυτρωτήν τε τῶν δεινῶν, Μῆτερ δυσώπησον· σοὶ γὰρ μόνη, τὰ τῆς ἐλπίδος ἀνατίθημι.Ὁ Εἱρμὸς«Ἄβυσσος ἁμαρτιῶν, καὶ πταισμάτων καταιγὶς με ταράττει, καὶ πρὸς βυθὸν βιαίως συνωθεῖ ἀπογνώσεως· ἀλλὰ σὺ τὴν κραταιάν, χεῖρά μοι ἔκτεινον, ὡς τῷ Πέτρῳ, καὶ ἐκ φθορᾶς με ἀνακάλεσαι».
Κανών γ', ᾨδὴ ς', τοῦ Ἁγίου
Ἦχος α'
Τὸν Προφήτην Ἰωνᾶν ΤΟ ΑΚΟΥΤΕ
Βεβαιοῦται ἱερεύς, ὁ Παγκράτιος Σοφέ, μύστην εἶναὶ σε Θεοῦ· πεπτωκέναι γὰρ αὐτῷ, σὺ εἴρηκας, τὸν θεῖον ἄρτον, ἱερουργοῦντι ποτέ.Ῥωμαλέως τὴν ἰσχύν, συμπατήσας τοῦ δεινοῦ, κοσμοκράτορος ἐν γῇ, νῦν τρυφᾷς ἐν οὐρανοῖς, τὰ ἔπαθλα, τῶν σῶν ἀγώνων, Μάκαρ δρεπόμενος.Ἱκετεύειν ὑπὲρ σῶν, εὐλαβῶν συμπολιτῶν, μὴ ἐλλίπῃς ἐκτενῶς, Διονύσιε Χριστόν, τὸν Κύριον· σὲ γὰρ προστάτην, πάντες κεκτήμεθα.ΘεοτοκίονἩ Παρθένος τοῦ τεκεῖν, παραγίνεται σαρκί, ἐν Σπηλαίῳ Βηθλεέμ, τὸν ἀχώρητον παντί, ὃν ἄγγελοι, μετὰ ποιμένων, δοξολογοῦσι.
Κοντάκιον
Ἦχος β'
Αὐτόμελον ΤΟ ΑΚΟΥΤΕ
Χειρόγραφον εἰκόνα μὴ σεβασθέντες, ἀλλ' ἀγράφῳ οὐσίᾳ θωρακισθέντες, τρισμακάριοι ἐν τῷ σκάμματι, τοῦ πυρὸς ἐδοξάσθητε, ἐν μέσῳ δὲ φλογός, ἀνυποστάτου ἱστάμενοι, Θεὸν ἐπεκαλεῖσθε. Τάχυνον ὁ οἰκτίρμων, καὶ σπεῦσον ὡς ἐλεήμων, εἰς τὴν βοήθειαν ἡμῶν, ὅτι δύνασαι βουλόμενος.
Ὁ Οἶκος
Ἐκτεινόν σου τὴν χεῖρα, ἧς πάλαι ἔλαβον πεῖραν Αἰγύπτιοι πολεμοῦντες, καὶ Ἑβραῖοι πολεμούμενοι, μὴ καταλίπῃς ἡμᾶς, καὶ καταπίῃ ἡμᾶς θάνατος, ὁ διψῶν ἡμᾶς, καὶ Σατᾶν ὁ μισῶν ἡμᾶς, ἀλλ' ἔγγισον ἡμῖν, καὶ φεῖσαι τῶν ψυχῶν ἡμῶν, ὡς ἐφείσω ποτὲ τῶν Παίδων σου, τῶν ἐν Βαβυλῶνι ἀπαύστως ἀνυμνούντων σε, καὶ βληθέντων ὑπὲρ σοῦ εἰς τὴν κάμινον, καὶ ἐκ ταύτης κραυγαζόντων σοι. Τάχυνον ὁ οἰκτίρμων, καὶ σπεῦσον ὡς ἐλεήμων, εἰς τὴν βοήθειαν ἡμῶν, ὅτι δύνασαι βουλόμενος.
Κοντάκιον τοῦ Ἁγίου
Ἦχος γ'
Ἡ Παρθένος σήμερον ΤΟ ΑΚΟΥΤΕ
Ἑορτάζει σήμερον, τῶν Ζακυνθίων ἡ πόλις, ἑορτὴν χαρμόσυνον, σὺν τῇ μονῇ τῶν Στροφάδων, Αἴγιναν, τὴν ἐν Κυκλάσι προσκαλουμένη, ᾄσμασιν, ἀξιοχρέως συνευφημῆσαι, καὶ φαιδρῶς πανηγυρίσαι, τὸ κοινὸν κλέος, νῦν Διονύσιον.
Ὁ Οἶκος τοῦ Ἁγίου
Σιγησάτωσαν, ἤδη σιγησάτωσαν οἱ μέχρι δεῦρο σφαλερῶς λέγοντες, μὴ εἶναι τῇ θεοσώστῳ Ζακύνθῳ τὸν οἰκεῖον προστάτην, καὶ πρὸς Θεὸν πρέσβυν θερμότατον, καθὰ καὶ ἐν πολλαῖς τῶν ἐπισήμων πόλεων καὶ χωρῶν ὀρθοδόξων. Ἔνεστι γὰρ καὶ μάλα καλῶς ὁ σεπτὸς ἐν Ἱεράρχαις Διονύσιος, ὁ θαυμαστὸς Αἰγίνης πρόεδρος, ταύτης δὲ γόνος εὐκλεὴς καὶ θρέμμα ἀξιέπαινον. Οὐκέτι λοιπὸν ζηλοῖ Ζάκυνθος ἡ εὐδαίμων Κεφαλληνίαν καὶ Κέρκυραν, τὰς φίλας γείτονας, διὰ τὸ αὐτὰς μέγα σεμνύνεσθαι ἐπὶ τοῖς θείοις καὶ ἱεροῖς λειψάνοις Γερασίμου τε καὶ Σπυρίδωνος, ἀλλοδαποῖς τυγχάνουσιν, ἀλλ' ἐκείνας μὲν προσφιλῶς συγκαλεῖται πρὸς φαιδρὰν πανήγυριν τοῦ ἰδίου αὐτόχθονος, ὥσπερ δὴ καὶ προσφόρως τὴν ἐν Κυκλάσι προσφωνεῖ Αἴγιναν, σὺν τῇ πανσέπτῳ τῶν Στροφάδων Μονῇ, τῇ τὸ θεῖον καὶ ἱερὸν αὐτοῦ σκῆνος εὐτυχῶς θησαυρισάσῃ, τοῦ ἀξίως εὐφημῆσαι καὶ φαιδρῶς πανηγυρίσαι, τὸ κοινὸν κλέος, νῦν Διονύσιον.
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΙΖ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων τριῶν Παίδων, καὶ Δανιὴλ τοῦ Προφήτου.ΣτίχοιὝπαρ, Θεέ, βλέπει σε νῦν ἐπὶ θρόνου,Τμηθεὶς Δανιήλ, οὐκ ὄναρ καθὼς πάλαι.Εἰ μὴ θανεῖν τρεῖς Παῖδες ἤρων ἐκτόπως,Ὡς τοῦ πυρὸς πρίν, ἦρχον ἂν καὶ τοῦ ξίφους.Ἑβδομάτῃ δεκάτῃ Δανιὴλ τάμον, ὃς βλέπει μέλλον.Τῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Διονυσίου τοῦ νέου, Ἀρχιεπισκόπου Αἰγίνης, τοῦ ἐκ τῆς νήσου Ζακύνθου.ΣτίχοιἜχει μὲν ἡ γῆ σῶμα ΔιονυσίουΝέου, Πόλος δὲ τοῦδε τὴν ψυχὴν φέρει.Ἑβδομάτῃ δεκάτῃ θάνεν, Διονύσιος ὁ κλεινός.Τῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τῶν Ἁγίων Μαρτύρων, Πατερμουθίου, Κόπρι καὶ Ἀλεξάνδρου, μαρτυρησάντων ἐπὶ Ἰουλιανοῦ τοῦ παραβάτου, Καὶ Μνήμη τοῦ Ὁσίου καὶ ἀειμνήστου ὁμολογητοῦ Δουναλέ, τοῦ μετονομασθέντος Στεφάνου.ΣτίχοιΣτολαῖς Στέφανος ἀρετῶν ἐστεμμένος,Λαμπρὸς τις ἥκει πρὸς στεφάνους τοὺς ἄνω.Τῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἰάχκου.ΣτίχοιἼακχε, κρατύνθητι, καὶ τμηθεὶς κάραν,Τμηθεῖσαν ἐγγράφηθι, καὶ στέφου κάραν.Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
Κανών α', ᾨδὴ ζ', τοῦ Προφήτου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Παῖδες Ἑβραίων ἐν καμίνῳ, κατεπάτησαν τὴν φλόγα θαρσαλέως, καὶ εἰς δρόσον τὸ πῦρ μετέβαλον βοῶντες· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας».Νόμῳ Προφῆτα πεφραγμένος, οὐκ ἠνέσχου τοῦ χρανθῆναι παρανόμως, ἀλλ' ἐνθέως τὸν νοῦν λαμπόμενος ἐβόας· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.Πάντας ἐκπλήττει σου τὸ θαῦμα, ὡς Προφήτῃ γὰρ Προφήτης σοι παρέστη, μεταρσίως τροφήν, κομίζων σοι καὶ μέλπων· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.Ἔνδον τοῦ λάκκου καθειργμένος, καὶ τοῖς λέουσι πρὸς βρῶσιν τεθειμένος, διεσώθης Θεοῦ, σκεπάσαντός σε Μάκαρ· Εὐλογητὸς εἶ μέλποντα, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.ΘεοτοκίονῬεῖθρα ἀφθόνως ἀναβλύζεις, ἰαμάτων ὦ Παρθένε Θεοτόκε· Δανιὴλ γὰρ τρανῶς, ἑώρακέ σε Ὄρος, ἐξ οὗ Σωτὴρ ἀνέτειλεν, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Κανών β', ᾨδὴ ζ', τῶν Ἁγίων τριῶν Παίδων
Ἦχος πλ. δ'
Παῖδες θεοσεβεῖς ἐν Βαβυλῶνι ΤΟ ΑΚΟΥΤΕ
Ἦχος θεοφιλὴς ἐμελῳδεῖτο, ἐκ μέσου πυρὸς τῷ Παντοκράτορι· Ἀζαρίας γὰρ θεῖον χορὸν συστησάμενος, τὴν ᾠδὴν σὺν τούτοις ἀνέμελπεν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.Λύρα Νεανιῶν ἐθεολόγει, τὸν πάντων Θεὸν καὶ παντοκράτορα, τὸν αὐτοῖς ἐν καμίνῳ τρανῶς ὀπτανόμενον, καὶ ᾠδὴν ἀνέμελπον λέγοντες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.Τρεῖς τοὺς ἐν τῇ καμίνῳ βεβλημένους, εἰδὼς ὁ κρατῶν ὡς ἐθεάσατο, τοῦ τετάρτου τὴν θέαν, Υἱὸν προηγόρευσε, τοῦ Θεοῦ καὶ πᾶσιν ἐτράνωσεν· Εὐλογητὸς ἐκβοῶν, ὁ τῶν Πατέρων Θεός.ΘεοτοκίονἜχων λελαμπρυσμένον θείᾳ αἴγλῃ, τὸν νοῦν Δανιὴλ Θεομακάριστε, τῆς Παρθένου τὸν τόκον, σαφῶς προτεθέασαι, μυστικαῖς εἰκόσι μορφούμενον·Εὐλογητὸς ἐκβοῶν, ὁ τῶν Πατέρων Θεός.
Κανών γ', ᾨδὴ ζ', τοῦ Ἁγίου
Ἦχος α'
Ἡ κάμινος Σωτὴρ ἐδροσίζετο ΤΟ ΑΚΟΥΤΕ
Λύει αὐχμὸν ταῖς σαῖς παρακλήσεσι, καὶ καρποφόρον ὁ Κύριος, ἐκπέμπει οὐρανόθεν, παραδόξως τῇ τῶν Στροφάδων μονῇ.Οὐ μόνον ζῶντα μάκαρ σε Κύριος, ἀλλὰ καὶ μετὰ τέλος ἐπλούτισε, θαύμασι παμποικίλοις, ὡς πιστὸν αὐτοῦ θεράποντα.Πληθὺς ἡ τῶν ἀκρίδων ἡ φθείρουσα, Στροφάδων τῆς μονῆς τὰ γεννήματα, εὐχῇ σου δραπετεύει, καὶ βυθῷ καταποντίζεται.ΘεοτοκίονΟἱ μάγοι τῷ ἀστέρι ἑπόμενοι, σὺν δώροις Περσικοῖς παραγίνονται, ἄνακτα προσκυνῆσαι, τεχθησόμενον Παρθένῳ μητρί.
Κανών α', ᾨδὴ η', τοῦ Προφήτου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Οἱ θεορρήμονες παῖδες ἐν τῇ καμίνῳ, σὺν τῷ πυρὶ καὶ τὴν πλάνην, καταπατοῦντες ὑπέψαλλον· Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον».Ἱεροφάντωρ ἐδείχθης ὦ Προφῆτα, καὶ πρακτικῇ θεωρίᾳ, τοῖς ἀσωμάτοις συνέψαλλες· Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον.Σὲ παμμακάριστε πάντες εὐφημοῦμεν, καὶ τῇ σεπτῇ πανηγύρει, σοῦ γεγηθότες κραυγάζομεν· Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον.ΘεοτοκίονΤὴν ὑπερθαύμαστον Κόρην θεηγόρε, τυπικοῖς ἐν συμβόλοις, κατανοήσας ἐκραύγαζες· Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον.
Κανών β', ᾨδὴ η', τῶν Ἁγίων τριῶν Παίδων
Ἦχος πλ. δ'
Ἑπταπλασίως κάμινον ΤΟ ΑΚΟΥΤΕ
Τὴν Ἀβραὰμ εὐγένειαν, διασώζειν σπουδάζοντες, τὴν οἰκειοτάτην, πρὸς αὐτὸν ἐκτήσασθε, κρηπῖδα τῆς πίστεως, καὶ τῆς ἐλπίδος ὅσιοι, καὶ ὑπομονήν, καὶ πειρασμῶν καρτερίαν, βοῶντες ἀνενδότως· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.Οἱ ὡς φωστῆρες λάμποντες, καὶ τὴν γῆν οὐρανώσαντες, καὶ τῆς εὐσεβείας, φωτισμῷ πυρσεύοντες, παγκόσμιον στήσαντες, χοροστασίαν ᾄδουσι, σοὶ τῷ εὐεργέτῃ καὶ Δεσπότῃ τῶν ὅλων· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.Νεανικῶς οἱ σβέσαντες, ἐπηρμένην τὴν κάμινον, καὶ τὰς τῶν λεόντων, ἀκωκὰς πεδήσαντες, Δαυῒδ οἱ ἀπόγονοι, νῦν γεγηθότες, ψάλλουσι· Τὸν ἐκ πειρασμῶν, ἐκσεσωκότα Δεσπότην· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς παντας τοὺς αἰῶνας.ΘεοτοκίονΜυσταγωγεῖται Πάναγνε, Δανιὴλ ὁ σοφώτατος, καὶ προζωγραφοῦσι, Παῖδες τρεῖς τὴν γέννησιν, τὴν σὴν οἱ θεόφρονες, διὰ συμβόλων βλέποντες, τὸν ἐκ τῆς γαστρός σου, προελθόντα, ἀφράστως, ὃν Παῖδες εὐλογοῦσιν, Ἱερεῖς ἀνυμνοῦσι, λαοὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ἑπταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν, ἐμμανῶς ἐξέκαυσε, δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών, τὸν Δημιουργὸν καὶ Λυτρωτήν ἀνεβόα· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».
Κανών γ', ᾨδὴ η', τοῦ Ἁγίου
Ἦχος α'
Ὃν φρίττουσιν Ἄγγελοι ΤΟ ΑΚΟΥΤΕ
Ὑμνοῦντές σε Ἅγιε ζεούσῃ τῇ ψυχῇ, κινδύνων ἀπάλλαξον παντοίων σαῖς λιταῖς, βραβεύων τοῖς πάσιν ἐν τῷ βίῳ τῷ νῦν, τὰ πρὸς σωτηρίαν, αἰτήματα τρισμάκαρ.Λευχείμονας θύτας μέν, ἐδόκει Δανιήλ, ὁρᾶν παριστάναι σοι καθ' ὕπαρ ἐναργῶς· ὅθεν ἀδιστάκτῳ ὡμολόγει φθογγῇ, ἅγιόν σε εἶναι, Διονύσιε μάκαρ.Ὁρᾷ ἐν ὁράματι σὲ Πάτερ τις γυνή, αὐτῇ τέξειν φάσκοντα, υἱὸν ὡς εὐλαβῶς ᾐτήσατο, συλλαβοῦσα ταχύ, ἄρσεν τέκνον τίκτει, ὡς ἡ ἐπαγγελία.ΘεοτοκίονΥἱὸν μήτηρ ἄναδρος ἐγγίζει τοῦ τεκεῖν, καὶ μάγοι πορεύονται, ἐκ χώρας τῶν Περσῶν, αὐτὸν προσκυνῆσαι ὡς Θεὸν τοῦ παντός, εἰ καὶ βροτωθέντα, ὁρῶσιν ἐν σπηλαίῳ.
Κανών α', ᾨδὴ θ', τοῦ Προφήτου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Κυρίως Θεοτόκον, σὲ ὁμολογοῦμεν, οἱ διὰ σοῦ σεσωσμένοι Παρθένε Ἁγνή, σὺν Ἀσωμάτοις χορείαις, σὲ μεγαλύνοντες».Ἐδρέψω σου τῶν πόνων, τὰς ἐπικαρπίας, ἐν οὐρανοῖς σὺν Προφήταις χορεύων ἀεί, περὶ τὸν ὕψιστον θρόνον, τοῦ Παντοκράτορος.Φωτὶ τῷ τρισηλίῳ, νῦν στεφανηφόρος, τῶν ἐφετῶν ἀκροτάτῳ παρίσταται, ταῖς ἀσωμάτων χορείαις, συναγαλλομενος.ΘεοτοκίονὩραῖόν σου τὸ κάλλος, οὗ νῦν ἀπολαύεις· τὴν γὰρ πανύμνητον Κόρην, Προφῆτα σοφέ, διὰ συμβόλων μηνύειν, πᾶσαν ἠξίωσαι.
Κανών β', ᾨδὴ θ', τῶν Ἁγίων τριῶν Παίδων
Ἦχος πλ. δ'
Κυρίως Θεοτόκον ΤΟ ΑΚΟΥΤΕ
Ἐφθάσατε τὸ τέλος, τὸ πεποθημένον, καὶ ὀρεκτῶν ἀκροτάτῳ παρέστητε, ἐν οὐρανίοις θαλάμοις, Παῖδες πανόλβιοι.Γηθόμενοι τὸ δράγμα, τῆς μετὰ δακρύων, καλῆς ὑμῶν γεωργίας κομίζεσθε, τῆς ἀφθαρσίας τὸν στάχυν, καρποφορήσαντες.Ἀνέτειλε λαμπρότης, νῦν ὑμῖν ἀξίως, καὶ εὐφροσύνῃ καρδίας ἐξήνθησεν· ἔνθεν ἀπέδρα γὰρ λύπη, κατεσκηνώσατε.ΘεοτοκίονΝομὴν τὴν τοῦ θανάτου, ἔστησας Παρθένε, τὸν ζωοδότην τεκοῦσα καὶ Κύριον, ζωοποιοῦντα τοὺς πίστει σε μεγαλύνοντας.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Κυρίως Θεοτόκον, σὲ ὁμολογοῦμεν, οἱ διὰ σοῦ σεσωσμένοι Παρθένε Ἁγνή, σὺν Ἀσωμάτοις χορείαις, σὲ μεγαλύνοντες».
Κανών γ', ᾨδὴ θ', τοῦ Ἁγίου
Ἦχος α'
Τὴν Ζωοδόχον πηγὴν ΤΟ ΑΚΟΥΤΕ
Κλέος Ζακύνθου σοφὲ Διονύσιε, φρουρεῖν ἡμᾶς μὴ ἐλλίπῃς ἀπήμονας, ταῖς πρὸς τὸν Δεσπότην σου ἱεραῖς δεήσεσιν, ἐκ πάσης νόσου, κακώσεως καὶ βλάβης· σὲ γάρ προστάτην θερμὸν πεπλουτήκαμεν.Ῥήματι σῷ ἁλιεῖς ὑπακούσαντες, πληθὺν ἰχθύων εὐθὺς ἐσαγήνευσαν, καὶ ὁρῶντες ἔφριξαν, πῶς καὶ φύσις ἄλογος, τῷ σῷ ὑπεῖξε κελεύσματι· διόπερ δοῦλον Θεοῦ σε ἐπέγνωκαν γνήσιον.Πάντων βροτῶν ἐμαυτὸν οἶδα χείρονα· καὶ γὰρ αἰσχρῶς τὴν ζωὴν ἐδαπάνησα· ὅθεν μοι, τολμήσαντι ὕμνους προσενέγκαι σοι, σύγγνωθι Πάτερ καὶ δίδου σαῖς πρεσβείαις καλῶς βιῶσαι, ζωῆς τὸ ὑπόλοιπον.ΘεοτοκίονΤὸν ἐκ πατρὸς μὲν ἀμήτορα πέλοντα, δίχα πατρὸς ἡ Παρθένος ἐπείγεται, τοῦ τεκεῖν ὡς νήπιον, οὗπερ τὴν γενέθλιον ἡμέραν πάντες εὐξωμεθα προθύμως, ἀξιωθῆναι ἰδεῖν, ἁγνοῖς ὄμμασι.
Ἐξαποστειλάριον
Ἦχος β'
Τοῖς μαθηταῖς συνέλθωμεν ΤΟ ΑΚΟΥΤΕ
Ὁ ἐν Προφήταις μέγιστος, Δανιὴλ νῦν τιμάσθω· Χριστὸν γὰρ τὸν Θεὸν ἡμῶν, εἶδε λίθον τμηθέντα, ἄνευ χειρῶν ἀπὸ Ὄρους, τῆς Ἁγνῆς Θεοτόκου, Σὺν τούτῳ εὐφημείσθωσαν, καὶ οἱ τρεῖς Παῖδες, οὓς περ, σῴζει πυρός, ἀβλαβεῖς καμίνου τύπος Παρθένου, ὁ θεῖος καὶ ἀπόρρητος, δι' οὗ σέσωσται κόσμος.
Ἐξαποστειλάριον τοῦ Ἁγίου
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Ἡ Ζάκυνθος καὶ Αἴγινα, καὶ ἡ Στροφάδων ἅπασα, ὁμήγυρις μοναζόντων, ἀξίως ἀνευφημοῦσι, τὸν θεῖον Διονύσιον, κλεινὸν κοινὸν ὑπέρμαχον, φωστῆρα τὸν ἐκλάμποντα, θαυματουργίαις τοῖς πᾶσι, θερμῶς αὐτὸν καλουμένοις.
Ἐξαποστειλάριον Προεόρτιον
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Ἡ Οἰκουμένη χόρευε, ἀκουτισθεῖσα σύμπασα, δόξασον μέτ' Ἀγγέλων, καὶ ἀγραυλούντων ποιμένων, Θεὸν τὸν τεχθησόμενον, ἐν Βηθλεὲμ ὡς νήπιον, δι' οἶκτον πρός τὸν ἄνθρωπον, ὃν ἔπλασε κατ' εἰκόνα, καὶ ἐγερεῖ πεπτωκότα.
Εἰς τοὺς Αἴνους Ἱστῶμεν Στίχους δ', καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια.
Στιχηρὰ τοῦ Ἁγίου
Ἦχος δ'
Ὡς γενναΐον ἐν Μάρτυσι. ΤΟ ΑΚΟΥΤΕ
Κατὰ χρέος συνέλθωμεν, τῆς Ζακύνθου οἱ ἔκγονοι, ἑορτὴν πανίερον ἑορτάζοντες, πνευματικῶς ἀγαλλόμενοι, ὡς ἄφθαρτον ἄσυλον, εὐσεβείας θησαυρόν, κεκτημένοι πολύτιμον, ἐν πατρῴᾳ γῇ· διὸ ὕμνους προπέμψωμεν Κυρίῳ, τῷ ἡμῖν δωρησαμένῳ, πλοῦτον πολύολβον ἄνωθεν.
Ἦχος δ'
Θησαυρὸς ὂν κεκτήμεθα, Διονύσιος πέφυκε, τῆς Ζακύνθου βλάστημα ἱερώτατον· διὸ συμφώνως Ζακύνθιοι, αὐτῷ ἐκβοήσωμεν· Χαῖρε δόξα καὶ τιμή, τῆς πατρίδος πολύδοξε, Διονύσιε· χαῖρε στήριγμα στέφος εὐπατρίδων, χαῖρε σκέπη Ὀρθοδόξων, τῶν ἐκτελούντων τὴν μνήμην σου.
Ἦχος δ'
Τῆς Αἰγίνης τὸ ποίμνιον, ἐπιστεύθης θεόληπτε, καὶ καλῶς ἐποίμανας θείῳ Πνεύματι· διὸ ποιμένα θεάρεστον, σὲ γνοὺς πιστῶν σύλλογος, πανδημεὶ Αἰγινητῶν, νῦν φαιδρῶς ἑορτάζει σου, τὸ μνημόσυνον, καὶ ἡμῖν ἐπαλληλως συγχορεύει, τοῖς γεραίρουσιν ἐκ πόθου, τὴν σεβασμίαν σου κοίμησιν.
Ἦχος δ'
Ἐντολῶν τοῦ Κυρίου σου, τὴν κυρίαν ἐλαμπρυνας, τὴν ἀγάπην ἔργοις σου καὶ γὰρ κτείνοντα, σοῦ τὸν αὐτάδελφον ἀδελφόν, ἐνόμισας ἄκακε, παρορῶν τὸ ἑαυτοῦ, ἀνομώτατον ἔγκλημα, μᾶλλον δ' εὐμενῶς, σωτηρίας τὴν τρίβον ἐκδιδάσκων, φιλανθρώπως τὰ πρὸς χρείαν, αὐτῷ παρέσχες μακάριε.
Δόξα... Ἦχος πλ. δ'
Ἑορτὴν χαρμόσυνον, ἑορτάζει σήμερον Ζάκυνθος, ὦ φιλέορτοι, Ἱεράρχου καινοῦ μνήμην τελοῦσα, Διονυσίου τοῦ ἐξ αὐτῆς ἀνατείλαντος, καὶ συγκαλεῖται τάς φίλας πόλεις καὶ νήσους, τάς γείτονας, Κεφαλληνίαν καὶ Κέρκυραν, τὴν μὲν ὡς ἐν τοῖς ἄλλοις οἷς κέκτηται, Σπυρίδωνα αὐχοῦσαν τὸν πολυθαυμαστόν, τὴν δέ, ὡς τὸν θαυματουργὸν πλουτοῦσα νέον Γεράσιμον, συνευφρανθῆναι πνευματικῶς, καὶ πανηγυρίσαι θεοπρεπῶς· μεθ' ὧν καὶ ἡμεῖς ψάλλοντες εἲπωμεν· Ὁ ἐν Ἁγίοις θαυμαστὸς Κύριος, ταῖς αὐτῶν ἱκεσίαις, τὰ ἐπὶ γῆς τῶν Ὀρθοδόξων συστήματα, ἐκ παντοίων κινδύνων λύτρωσαι, καὶ τῆς οὐρανίου βασιλείας ἀξίωσον ὡς Φιλάνθρωπος.
Προεόρτιον
Ἦχος πλ. δ'
Βηθλεὲμ ἑτοιμαζου· εὐτρεπιζέσθω ἡ φάτνη, τὸ σπήλαιον δεχέσθω· ἡ ἀλήθεια ἦλθεν, ἡ σκιὰ παρέδραμε, καὶ Θεὸς ἀνθρώποις ἐκ Παρθένου πεφανέρωται, μορφωθεὶς τὸ καθ' ἡμᾶς, καὶ θεώσας τὸ πρόσλημμα· διὸ Ἀδὰμ ἀνανεοῦται, σὺν τῇ Εὔᾳ κράζοντες· ἐπὶ γῆς εὐδοκία ἐπεφάνη, σῶσαι τὸ γένος ἡμῶν.
Μεγάλη Δοξολογία
Εἰς τὸν Στίχον τῶν Αἴνων, Στιχηρὰ Προσόμοια.Ἦχος β' Οἶκος τοῦ Εὐφραθᾶ ΤΟ ΑΚΟΥΤΕΔεῦτε τὴν Δανιήλ, τριῶν τε Παίδων μνήμην, τελέσωμεν ὑμνοῦντες, τὴν τούτων πολιτείαν, δι ἧς ἐμεγαλύνθησαν.Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἀγίοις αὐτοῦ ὁ Θεὸς Ἰσραὴλ αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ εὐλογητὸς ὁ ΘεὸςΛάκκῳ κατακλεισθείς, θηρσὶ συνῳκισμένος, Δανιὴλ ὁ Προφήτης, ἀμέτοχος τῆς τούτων, ἐδείκνυτο κακώσεως.Καὶ δύο τοῦ ἉγίουἮχος δ'Ὡς γενναῖον ἐν ΜάρτυσιΣτίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς Κατὰ χρέος συνέλθωμεν, τῆς Ζακύνθου οἱ ἔκγονοι, ἑορτὴν πανίερον ἑορτάζοντες, πνευματικῶς ἀγαλλόμενοι, ὡς ἄφθαρτον ἄσυλον, εὐσεβείας θησαυρόν, κεκτημένοι πολύτιμον, ἐν πατρῴᾳ γῇ· διὸ ὕμνους προπέμψωμεν Κυρίῳ , τῷ ἡμῖν δωρησαμένῳ, πλοῦτον πολύολβον ἄνωθεν.Στίχ. Οἱ ἱερεῖς σου ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.Θησαυρὸς ὃν κεκτήμεθα, Διονύσιος πέφυκε, τῆς Ζακύνθου βλάστημα ἱερώτατον· διὸ συμφώνως Ζακύνθιοι, αὐτῷ ἐκβοήσωμεν· χαῖρε δόξα καὶ τιμή, τῆς πατρίδος πολύδοξε, Διονύσιε, χαῖρε στήριγμα στέφος εὐπατρίδων, χαῖρε σκέπη ὀρθοδόξων, τῶν ἐκτελούντων τὴν μνήμην σου.
Δόξα... Ἦχος β'
Πνευματικῶς ἡμᾶς πιστοὶ συνήγαγε σήμερον, ὁ Προφήτης Δανιήλ, καὶ τράπεζαν προτίθησιν ἀρετῶν δαψιλῶς, πλουσίοις καὶ πένησι, καὶ ξένοις καὶ αὐτόχθοσι, καὶ κρατῆρα νοητόν, προχέοντα νᾶμα εὐσεβείας, καὶ εὐφραίνοντα καρδίας πιστῶν, καὶ Πνεύματος Ἁγίου χάριν παρέχοντα. Οὗτος γὰρ ὁ προφήτης, ὁ φανότατος λύχνος, ὁ λάμψας ἐν τῷ κόσμῳ, τὰ σεβάσματα πάντα τῶν Ἀσσυρίων καθεῖλε, καὶ θηρῶν ἀτιθάσων στόματα ἔφραξε, σὺν τούτῳ καὶ οἱ τρεῖς Παῖδες εὐφημείσθωσαν, οὗ χρυσοῖ τῇ φύσει ὄντες, χρυσίου δὲ δοκιμώτεροι δεικνύμενοι· οὐ γὰρ ἐχώνευσεν αὐτοὺς τὸ πῦρ τῆς καμίνου, ἀλλ' ἐφύλαξεν ἀκεραίους, οὓς νάφθα καὶ πίσσα καὶ κληματίδες ἔστεψαν, ὁ δὲ ἀγαγὼν ἡμᾶς, εἰς τὴν περίοδον τοῦ χρόνου Κύριος, ἀξιώσαι ἡμᾶς φθάσαι, καὶ ἐπὶ τὴν κυρίαν, καὶ σεβασμίαν ἡμέραν τῶν γενεθλίων Χριστοῦ, τοῦ παρέχοντος ἡμῖν ταῖς αὐτῶν ἱκεσίαις, ἱλασμὸν ἁμαρτιῶν, καὶ τὸ μέγα ἔλεος.
Ἦχος πλ. δ'
Εἰ δὲ βούλει, λέγε Δοξαστικὸν τοῦ Ἁγίου. Δόξα...
Ἑορτὴν χαρμόσυνον ἑορτάζει σήμερον Ζάκυνθος, ὦ φιλέορτοι, ἱεράρχου καινοῦ μνήμην τελοῦσα, Διονυσίου τοῦ ἐξ αὐτῆς ἀνατείλαντος, καὶ συγκαλεῖται τὰς φίλας πόλεις καὶ νήσους, τὰς γείτονας, Κεφαλληνίαν καὶ Κέρκυραν, τὴν μὲν ὡς ἐν τοῖς ἄλλοις οἷς κέκτηται, Σπυρίδωνα αὐχοῦσαν τὸν πολυθαύμαστον, τὴν δέ, ὡς τόν θαυματουργὸν πλουτοῦσα νέον Γεράσιμον, συνευφρανθῆναι πνευματικῶς, καὶ πανηγυρίσαι θεοπρεπῶς· μεθ' ὧν καὶ ἡμεῖς ψάλλοντες εἴπωμεν, ὁ ἐν ἁγίοις θαυμαστός Κύριος, ταῖς αὐτῶν ἱκεσίαις, τὰ ἐπὶ γῆς τῶν Ὀρθοδόξων συστήματα, ἐκ παντοίων κινδύνων λύτρωσαι, καὶ τῆς οὐρανίου βασιλείας ἀξίωσον ὡς φιλάνθρωπος.Καὶ νῦν... Ὁ αὐτὸς ΠροεόρτιονΒηθλεὲμ ἑτοιμάζου, εὐτρεπίζου ἡ φάτνη, τὸ σπήλαιον δεχέσθω, ἡ ἀλήθεια ἦλθεν, ἡ σκιὰ παρέδραμε, καὶ Θεὸς ἀνθρώποις ἐκ Παρθένου πεφανέρωται, μορφωθεὶς τὸ καθ' ἡμᾶς, καὶ θεώσας τὸ πρόσλημμα· διὸ Ἀδὰμ ἀνανεοῦται, σὺν τῇ Εὔᾳ κράζοντες ἐπὶ γῆς εὐδοκία ἐπεφάνη, σῷσαι τὸ γένος ἡμῶν.
| TA ΜΗΝΑΙΑ | Δεκέμβριος | 17 |
Dec 1924
ΚΥΡΙΑΚΗ ΠΡΟ ΤΗΣ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΕΩΣ
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Μετὰ τὸν Προοιμιακόν, στιχολογοῦμεν τοῦ, Μακάριος ἀνήρ, τὸ Κάθισμα ὅλον. Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ι' καὶ ψάλλομεν τὰ διατεταγμένα Ἀναστάσιμα, εἶτα τὰ Προεόρτια, καὶ τῶν Ἁγίων Πατέρων.
Στιχηρὰ Προσόμοια Προεόρτια
Ἦχος α'
Πανεύφημοι Μάρτυρες ὑμᾶς ΤΟ ΑΚΟΥΤΕ
Παρθένε Πανάμωμε Θεοῦ, ἔμψυχον Παλάτιον, τὸν οὐρανοῖς μὴ χωρούμενον, ἐν σοὶ ἐχώρησας, ὃν ἐν τῷ Σπηλαίω, τέξῃ ὑπὲρ ἔννοιαν, πτωχεύσαντα καὶ σάρκα γενόμενον, ἵνα θεώσῃ με, καὶ πλουτίσῃ τὸν πτωχεύσαντα, ἀκρασίᾳ, πικροτάτης βρώσεως.
Ἦχος α'
Ἐναπογραφόμενος Χριστέ, δούλοις τῷ τοῦ Καίσαρος, δι' εὐσπλαγχνίαν προστάγματι, ἔρχῃ χαρίσασθαι τὴν ἐλευθερίαν, τὴν ζωὴν καὶ λύτρωσιν, ἀγνώμοσιν οἰκέταις μακρόθυμε, τοῖς προσκυνοῦσί σου, τὰ σωτήρια Γενέθλια, τοῦ ἐλθόντος, σῶσαι τὰς ψυχὰς ἡμῶν.
Ἦχος α'
Τόκον ἀκατάληπτον θεσμούς, φύσεως καινίσαντα, ἡ Παναγία καὶ ἄμωμος, κατανοήσασα, τῷ Υἱῷ ἐβόα. Τέκνον ποθεινότατον, ἐκπλήττομαι τὸ μέγα μυστήριον, πῶς καὶ γεννήσασα, παρθενεύω τῇ δυνάμει σου, τοῦ τὰ πάντα ποιοῦντος βουλήματι!
Στιχηρὰ τῶν Ἁγίων Πατέρων
Ἦχος πλ. δ'
Ὁ ἐν Ἐδὲμ Παράδεισος ΤΟ ΑΚΟΥΤΕ
Τὰ τῶν Πατέρων σήμερον πιστοί, τελοῦντες μνημόσυνα, ἀνυμνήσωμεν Χριστὸν τὸν Λυτρωτήν, τὸν μεγαλύναντα αὐτούς, ἐν πᾶσι τοῖς Ἔθνεσι, καὶ θαυμάτων τὰ παράδοξα πιστῶς, ἐπιτελέσαντα Κύριον, ὡς κραταιὸν καὶ δυνατόν, καὶ ἐξ αὐτῶν ἀναδείξαντα, ῥάβδον δυνάμεως ἡμῖν, τὴν μόνην ἀπείρανδρον, καὶ θεόπαιδα Μαρίαν τὴν ἁγνήν, ἐξ ἧς τὸ ἄνθος προῆλθε, Χριστός, βλαστήσας πᾶσι τὴν ζωήν, καὶ ἀδάπανον τρυφήν, καὶ σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Ἦχος πλ. δ'
Ὡς ἐν ψεκάδι μέσον τῆς φλογός, τῇ δρόσῳ τοῦ Πνεύματος, ἀγαλλόμενοι οἱ Παῖδες τοῦ Θεοῦ, περιεπάτουν μυστικῶς, ἐν αὐτῇ προτυπώσαντες, τὴν Τριάδα καὶ τὴν σάρκωσιν Χριστοῦ, καὶ ὡς σοφοὶ διὰ Πίστεως, ἔσβεσαν δύναμιν πυρός, καὶ Δανιὴλ δὲ ὁ δίκαιος, λεόντων ὤφθη φιμωτής, ὧν ταῖς δεήσεσι, δυσωπούμενος φιλάνθρωπε Σωτήρ, καὶ ἡμᾶς τοῦ ἀσβέστου, καὶ αἰωνίου λύτρωσαι πυρός, καὶ ἀξίωσον τυχεῖν, τῆς οὐρανίου Βασιλείας σου.
Ἦχος πλ. δ'
Ὥσπερ ἐν δρόσῳ ὄντες οἱ πιστοί, καὶ ἅγιοι Παῖδές σου, ἐν καμίνῳ τῆς φλογὸς τῆς τοῦ πυρός, προεζωγράφουν μυστικῶς, τὴν ἐκ Παρθένου σου ἔλευσιν, τὴν ἀφλέκτως, ἀναλάμψασαν ἡμῖν. Καὶ Δανιὴλ δὲ ὁ δίκαιος, καὶ ἐν Προφήταις θαυμαστός, τρανῶς τὴν θείαν δευτέραν σου, ἔλευσιν πᾶσι προδηλῶν. Ἑώρων ἐκραύγαζεν, ἕως οὗ θρόνοι ἐτέθησαν φησί, καὶ κριτὴς ἐκαθέσθη, καὶ τοῦ πυρὸς ἐπέστη ποταμός· οὗ ῥυσθείημεν Χριστέ, ταῖς ἱκεσίαις αὐτῶν Δέσποτα.
Δοξαστικὸν
Ἦχος πλ. β'
Δανιὴλ ἀνὴρ ἐπιθυμιῶν, λίθον ἄνευ χειρὸς τμηθέντα, θεωρήσας σε Κύριε, βρέφος ἄνευ σπορᾶς, τεχθῆναι προηγόρευσε, σὲ τὸν ἐκ Παρθένου σαρκωθέντα Λόγον, τόν ἀναλλοίωτον Θεόν, καὶ Σωτῆρα τῶν ψυχῶν ἡμῶν.
Προεόρτιον
Ἦχος πλ. β'
Σπήλαιον εὐτρεπίζου· ἡ, Ἀμνὰς γὰρ ἥκει, ἔμβρυον φέρουσα Χριστόν. Φάτνη δὲ ὑποδέχου, τὸν τῷ λόγῳ λύσαντα τῆς ἀλόγου πράξεως, ἡμᾶς τοὺς γηγενεῖς. Ποιμένες ἀγραυλοῦντες, μαρτυρεῖτε θαῦμα τὸ φρικτόν, καὶ Μάγοι ἐκ Περσίδος, χρυσὸν καὶ λίβανον καὶ σμύρναν τῷ Βασιλεῖ προσάξατε, ὅτι ὤφθη Κύριος ἐκ Παρθένου μητρός· ὅνπερ καὶ κύψασα δουλικῶς, ἡ Μήτηρ προσεκύνησε, καὶ προσεφθέγξατο, τῷ ἐν ἀγκάλαις αὐτῆς· Πῶς ἐνεσπάρης μοι; ἢ πῶς μοι ἐνεφύης, ὁ λυτρωτής μου καὶ Θεός;
Γενέσεως τὸ Ἀνάγνωσμα(Κεφ. 14, 1420) Ἀκούσας Ἄβραμ, ὅτι ᾐχμαλώτευται Λὼτ ὁ ἀδελφιδοῦς αὐτοῦ, ἠρίθμησε τοὺς ἰδίους οἰκογενεῖς αὐτοῦ, τριακοσίους δέκα καὶ ὀκτώ, καὶ κατεδίωξεν ὀπίσω αὐτῶν ἕως Δάν, καὶ ἐπέπεσεν ἐπ' αὐτοὺς τὴν νύκτα αὐτός, καὶ οἱ Παῖδες αὐτοῦ μετ' αὐτοῦ καὶ ἐπάταξεν αὐτοὺς καὶ κατεδίωξεν αὐτοὺς ἕως Χοβάλ, ἣ ἐστιν ἐν ἀριστερᾷ Δαμασκοῦ. Καὶ ἀπέστρεψε πᾶσαν τὴν ἵππον Σοδόμων, καὶ Λὼτ τὸν ἀδελφιδοῦν αὐτοῦ ἀπέστρεψε, καὶ πάντα τὰ ὑπάρχοντα αὐτοῦ, καὶ τὰς γυναῖκας, καὶ τὸν λαόν. Ἐξῆλθε δὲ βασιλεὺς Σοδόμων εἰς συνάντησιν αὐτῷ μετὰ τὸ ὑποστρέψαι αὐτὸν ἀπὸ τῆς κοπῆς τοῦ Χοδολλογόμορ καὶ τῶν βασιλέων τῶν μετ' αὐτοῦ, εἰς τὴν κοιλάδα τοῦ Σαβύ· τοῦτο ἦν πεδίον Βασιλέως, καὶ Μελχισεδέκ, βασιλεὺς Σαλήμ, ἐξήνεγκεν ἄρτους καὶ οἶνον· ἦν δὲ ἱερεὺς τοῦ Θεοῦ τοῦ Ὑψίστου, καὶ εὐλόγησε τὸν Ἄβραμ, καὶ εἶπεν· Ευλογημένος Ἄβραμ τῷ Θεῷ τῷ Ὑψίστῳ, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν. Καὶ εὐλογητὸς ὁ Θεὸς ὁ Ὕψιστος, ὃς παρέδωκε τοὺς ἐχθρούς σου ὑποχειρίους σοι.
Δευτερονομίου τὸ Ἀνάγνωσμα(Κεφ. 1, 811, 1517) Εἶπε Μωσῆς πρὸς τοὺς υἱούς, Ἰσραὴλ· ἴδετε, παρέδωκα ἐνώπιον ὑμῶν τὴν γῆν, εἰσελθόντες κληρονομήσατε τὴν γῆν, ἣν ὤμοσε Κύριος τοῖς πατράσιν ὑμῶν, τῷ Ἀβραάμ καὶ τῷ Ἰσαὰκ καὶ τῷ Ἰακώβ, δοῦναι αὐτοῖς καὶ τῷ σπέρματι αὐτῶν μετ' αὐτούς. Καὶ εἶπον πρὸς ὑμᾶς ἐν τῷ καιρῷ ἐκείνῳ, λέγων· οὐ δυνήσομαι μόνος φέρειν ὑμᾶς. Κύριος ὁ Θεὸς ἡμῶν ἐπλήθυνεν ὑμᾶς, καὶ ἰδοὺ ἐστε σήμερον ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει. Κύριος ὁ Θεὸς τῶν Πατέρων ὑμῶν προσθείη ὑμῖν, ὡς ἐστὲ χιλιοπλασίως, καὶ εὐλογῆσαι ὑμᾶς, καθότι ἐλάλησεν ὑμῖν. Καὶ ἔλαβον ἐξ ὑμῶν ἄνδρας σοφούς, καὶ ἐπιστήμονας, καὶ συνετούς, καὶ κατέστησα αὐτοὺς ἡγεῖσθαι ἐφ' ἡμῶν, χιλιάρχους καὶ ἑκατοντάρχους, καὶ πεντηκοντάρχους, καὶ δεκάρχους, καὶ γραμματοεισαγωγεῖς τοῖς κριταῖς ὑμῶν. Καὶ ἐνετειλάμην τοῖς κριταῖς ὑμῶν ἐν τῷ καιρῷ ἐκείνῳ, λέγων. Διακούετε ἀναμέσον τῶν ἀδελφῶν ὑμῶν, καὶ κρίνατε δικαίως ἀναμέσον ἀνδρὸς καὶ ἀναμέσον τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ τοῦ προσηλύτου αὐτοῦ. Οὐκ ἐπιγνώσει πρόσωπον ἐν κρίσει, κατὰ τὸν μικρὸν καὶ κατὰ τὸν μέγα κρινεῖς, οὐ μὴ ὑποστείλῃ πρόσωπον ἀνθρώπου, ὅτι ἡ κρίσις τοῦ Θεοῦ ἐστι.
Δευτερονομίου τὸ Ἀνάγνωσμα(Κεφ. 10, 1421) Εἶπε Μωσῆς πρὸς τοὺς υἱοὺς Ἰσραήλ, ἰδού, Κυρίου τοῦ Θεοῦ σου ὁ οὐρανός, καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ, ἡ γῆ καὶ πάντα ὅσα ἐστὶν ἐν αὐτῇ . Πλὴν τοὺς πατέρας ὑμῶν προείλετο Κύριος ἀγαπᾶν αὐτούς, καὶ ἐξελέξατο τὸ σπέρμα αὐτῶν μετ' αὐτούς, ὑμᾶς παρὰ πάντα τὰ ἔθνη, κατὰ τὴν ἡμέραν ταύτην. Καὶ περιτεμεῖσθε τὴν σκληροκαρδίαν ὑμῶν, καὶ τὸν τράχηλον ὑμῶν οὐ σκληρυνεῖτε ἔτι· ὁ γὰρ Κύριος ὁ Θεὸς ὑμῶν, οὗτος Θεὸς τῶν Θεῶν, καὶ Κύριος τῶν Κυρίων, ὁ Θεὸς ὁ μέγας, καὶ ἰσχυρός, καὶ φοβερός, ὅς τις οὐ θαυμάζει πρόσωπον, ουδ' οὐ μὴ λάβῃ δῶρον, ποιῶν κρίσιν προσηλύτῳ καὶ ὀρφανῷ καὶ χήρᾳ, καὶ ἀγαπᾷ τὸν προσήλυτον, δοῦναι αὐτῷ ἄρτον καὶ ἱμάτιον· Κύριον τὸν Θεόν σου φοβηθήσῃ, καὶ αὐτῷ μόνῳ λατρεύσεις, καὶ πρὸς αὐτὸν κολληθήσῃ, καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ὀμῇ. Αὐτὸς καύχημά σου, καὶ αὐτὸς Θεός σου, ὅς τις ἐποίησέ σοι τὰ μεγάλα καὶ τὰ ἔνδοξα ταῦτα, ἃ εἶδον οἱ ὀφθαλμοί σου.
Εἰς τὴν Λιτήν, τὸ Ἰδιόμελον τοῦ Ἁγίου τῆς Μονῆς, ὡς σύνηθες.Δόξα... Ἦχος α'Βολίδες ἀστράπτοντες θεηγορίαις, οἱ μεγαλώνυμοι Προφῆται, εἰς ἀεὶ μακαρίζονται· καὶ τὰ ἔπη τοῦ Πνεύματος καρπούμενοι, τὴν ἀνερμήνευτον λοχείαν Χριστοῦ τοῦ Θεοῦ πᾶσιν ἐκήρυξαν, νομίμως δὲ τὸ τέλος διήνυσαν, ζήσαντες ζωὴν ὑπερθαύμαστον.Καὶ νῦν... Προεόρτιον, ὁ αὐτὸςἌκουε οὐρανέ, καὶ ἐνωτίζου ἡ γῆ· ἰδοὺ γὰρ ὁ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ καὶ Πατρός, πρόεισι τεχθῆναι, ἐκ Κόρης ἀπειράνδρου, εὐδοκίᾳ τοῦ φύσαντος αὐτὸν ἀπαθῶς, καὶ συνεργείᾳ τοῦ Ἁγίου Πνεύματος· Βηθλεὲμ εὐτρεπίζου, ἄνοιγε πύλην ἡ Ἐδέμ· ὅτι ὁ Ὢν γίνεται ὃ οὐκ ἦν, καὶ ὁ πλαστουργὸς πάσης κτίσεως διαπλάττεται, ὁ παρέχων τὸ μέγα ἔλεος.
Ἀπόστιχα
Δοξαστικὸν
Ἦχος β'
Κυπριανοῦ
Χαίρετε Προφῆται τίμιοι, οἱ τὸν νόμον Κυρίου, καλῶς διαταξάμενοι, καὶ τῇ πίστει φανέντες, ἀπόρθητοι στῦλοι ἀκλινεῖς· ὑμεῖς γὰρ καὶ μεσῖται ὤφθητε τῆς Νέας διαθήκης Χριστοῦ, καὶ μεταστάντες πρὸς οὐρανόν, αὐτὸν ἱκετεύσατε, εἰρηνεῦσαι τὸν κόσμον, καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.
Προεόρτιον
Ἦχος β'
Κυπριανοῦ
Ἰδοὺ καιρὸς ἤγγικε τῆς σωτηρίας ἡμῶν· εὐτρεπίζου Σπήλαιον, ἡ Παρθένος ἐγγίζει τοῦ τεκεῖν, Βηθλεὲμ γῆ, Ἰούδα, τέρπου καὶ ἀγάλλου, ὅτι ἐκ σοῦ ἀνατέταλκεν ὁ Κύριος ἡμῶν. Ἀκούσατε ὄρη καὶ βουνοί, καὶ τὰ περίχωρα τῆς Ἰουδαίας, ὅτι ἔρχεται Χριστός, ἵνα σώσῃ ὃν ἔπλασεν ἄνθρωπον, ὡς φιλάνθρωπος.
Ἀπολυτίκιον
Ἦχος β'
Μεγάλα τὰ τῆς Πίστεως κατορθώματα! ἐν τῇ πηγῇ τῆς φλογός, ὡς ἐπὶ ὕδατος ἀναπαύσεως, οἱ Ἅγιοι τρεῖς Παῖδες ἠγάλλοντο· καὶ ὁ Προφήτης Δανιήλ, λεόντων ποιμήν, ὡς προβάτων ἐδείκνυτο. Ταῖς αὐτῶν ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Κανών α', ᾨδὴ α', τῶν Πατέρων
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Κύματι θαλάσσης, τὸν κρύψαντα πάλαι διώκτην Τύραννον, ὑπὸ γῆν ἔκρυψαν, τῶν σεσωσμένων οἱ Παῖδες·ἀλλ' ἡμεῖς ὡς αἱ νεάνιδες, τῷ Κυρίῳ ᾄσωμεν· ἐνδόξως γάρ δεδόξασται». (Δίς)Φόβῳ σοι θανάτου, ἀνοίγονται πύλαι καὶ διαρρήσσονται, μοχλοὶ αἰώνιοι· τῇ γὰρ σεπτῇ σου καθόδῳ, ἐξανέστησαν οἱ πάλαι νεκροί, ἐν εὐφροσύνῃ ψάλλοντες, Χριστὲ τὴν σὴν Ἀνάστασιν.Σήμερον τὸ κλίτος, τῶν θείων Πατέρων, Χριστοῦ τὴν Γέννησιν, προεορτάζει φαιδρῶς, καὶ ὑπογράφεται ταύτης, τὸ παράδοξον τῆς χάριτος· Ἀβραὰμ γὰρ σύμβολον, τοῦ νόμου καὶ οἱ Παῖδές εἰσιν.Πάλαι δεξιοῦται, θεότητα μίαν, τὴν τρισυπόστατον, ὁ Ἱερὸς Ἀβραάμ· νῦν δὲ ὁ σύνθρονος Λόγος, τῷ Πατρὶ καὶ θείῳ Πνεύματι, τοῖς παισὶ προέρχεται, ἐνδόξως εὐφημούμενος.Ἀβραὰμ ἐρρύσθη, χειρὸς ἐξ ἀδίκου, φλογὸς καμίνου δέ, οἱ θεῖοι Παῖδες ποτέ, καὶ Δανιὴλ ὁ Προφήτης, ἐκ θηρῶν καὶ λάκκου σέσωσται· διὸ νῦν τὴν Γέννησιν Χριστοῦ προεορτάζουσιν.Ἀριθμῷ καὶ πίστει, τῆς θείας Τριάδος, τὴν ἀθεότητα καταστρεψάμενοι, ἐν τῇ καμίνῳ οἱ Παῖδες, ἐν συμβόλοις τὰ ἐσόμενα, τοῦ Θεοῦ μυστήρια, τῷ κόσμῳ προϋπέφηναν.ΘεοτοκίονΚεχαριτωμένη, ἀνύμφευτε Μήτηρ Παρθένε ἄφθορε, σὲ μακαρίζομεν· τοῦ Ἀβραὰμ γὰρ ἐκ γένους, καὶ φυλῆς Δαυΐδ ἐξήνθησας, τὸν Χριστὸν δὲ τέτοκας, Προφήταις κηρυχθέντα τὸ πρίν.
Κανών β', ᾨδὴ α', Προεόρτιος
Ἦχος α'
Χριστὸς γεννᾶται ΤΟ ΑΚΟΥΤΕ
Χριστὸν σαρκὶ νηπιάσαντα, Χριστὸν ἐθελουσίως πτωχεύσαντα, Χριστὸν ὁρατὸν γενόμενον, ἔρχεται ἡ Παρθένος ἐν Βηθλεέμ, νῦν ἀποκυῆσαι, οὐρανός τε καὶ ἡ γῆ ἀγαλλιάσθωσαν.Βουνοὶ καὶ ὄρη σκιρτήσατε, Προφῆται θεηγόροι χορεύσατε· Λαοὶ καὶ Ἔθνη κροτήσατε· πάντων ἡ σωτηρία, ὁ φωτισμός, ἤγγικεν ἐπέστη, ἐν τῇ πόλει Βηθλεὲμ ἀποτικτόμενος.Πτωχὸς ὁ πλούσιος γίνεται, πτωχίζων τοὺς κακίᾳ πλουτίζοντας· βροτὸς ὁ Θεὸς γνωρίζεται, Κόρης ἀπειρογάμου, δίχα τροπῆς, πάντες ἐν αἰνέσει, ἀνυμνήσωμεν αὐτόν, ὅτι δεδόξασται.Καταβασία ΤΟ ΑΚΟΥΤΕ«Χριστὸς γεννᾶται, δοξάσατε, Χριστὸς ἐξ οὐρανῶν, ἀπαντήσατε· Χριστὸς ἐπὶ γῆς, ὑψώθητε· ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί, ὅτι δεδόξασται».
Κανών α', ᾨδὴ γ', τῶν Πατέρων
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σὲ τὸν ἐπὶ ὑδάτων, κρεμάσαντα πᾶσαν τὴν γῆν ἀσχέτως, ἡ κτίσις κατιδοῦσα, ἐν τῷ κρανίῳ κρεμάμενον, θαμβητικῶς συνείχετο. Οὐκ ἔστιν Ἅγιος, πλήν σου Κύριε κραυγάζουσα».Τάφῳ τριημερεύσας, ἀνέστησας ζωαρχικῇ ἐγέρσει, θανόντας τοὺς ἀπ' αἰῶνος, καὶ καταδίκης λυόμενοι, χαρμονικῶς ἠγάλλοντο· ἰδοὺ ἡ λύτρωσις, ἦλθες Κύριε κραυγάζοντες.Τὴν κατ' εἰκόνα δόξαν, καὶ καθ' ὁμοίωσιν Θεοῦ φρονοῦντες Παῖδες, χρυσῆς εἰκόνος φλόγα, ἐν τῷ πυρὶ τῷ τοῦ Πνεύματος, ἀθλητικῶς κατέσβεσαν, ἐν πίστει ψάλλοντες· Πλήν σου Κύριον οὐκ οἴδαμεν.Σοφίας τῷ περιόντι, καὶ Πνεύματος τῇ δυνάμει οἱ Παῖδες, τοὺς σοφοὺς Βαβυλῶνος, αἰχμαλωτεύσαντες ᾔσχυναν, καὶ θαρσαλέως ἔκραζον· Οὐκ ἔστιν Ἅγιος, πλὴν σου Κύριε φιλάνθρωπε.Χαίρει καὶ συγχορεύει, τοῖς Παισὶ καὶ Προφήταις ὁ νόμος, καὶ προσκιρτᾷ τοῦ Κυρίου, τὴν θείαν ἔλλαμψιν σήμερον, καὶ Ἀβραὰμ ἀγάλλεται, ὅτι ἐκ σπέρματος αὐτοῦ, εἶδε Κύριον σαρκούμενον.ΘεοτοκίονἩ σύλληψις ἄνευ πάθους, ἡ πρόσληψις ὑπὲρ λόγον καὶ φύσιν, τοῦ τόκου σου προῆλθε· τὸ γὰρ Προφήταις θρυλλούμενον, ὑπερφυῶς Μυστήριον, ἡμῖν ἐπέφανε, Λόγος τοῦ Θεοῦ ὑπάρχων Κύριος.
Κανών β', ᾨδὴ γ', Προεόρτιος
Ἦχος α'
Τῷ πρὸ τῶν αἰώνων ΤΟ ΑΚΟΥΤΕ
Ὁ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς γεννηθεὶς ὑπὲρ ἔννοιαν, ἐκ τῆς Παρθένου ἐπ' ἐσχάτων, ἐσαρκώθη ὡς οἶδεν, αὐτὸς θέλων τὸ ἀνθρώπινον, ἀνακαινίσαι φθαρὲν πονηροῦ, συμβουλίᾳ ὄφεως.Ὁ ἐν τοῖς ὑψίστοις, συνεδρεύων Πατρὶ καὶ τῷ Πνεύματι, ταπεινωθεῖσαν τῶν ἀνθρώπων, θεωρήσας τὴν φύσιν, Υἱὸς τοῦ Θεοῦ ὁ ἄναρχος, ἀρχὴν λαμβάνει καὶ μέλλει σαρκί. τίκτεσθαι ὡς ἄνθρωπος.ΘεοτοκίονἩ Ἁγιωτέρα, τῶν Ἀγγέλων καὶ πάσης τῆς κτίσεως, βουλῆς μεγάλης τῆς πατρῴας, νῦν τὸν Ἄγγελον τίκτει, σαρκὶ πάντων εἰς ἀνάκλησιν, μελῳδούντων ἀπαύστως αὐτῷ, Ἅγιος εἶ Κύριε.Καταβασία ΤΟ ΑΚΟΥΤΕ«Τῷ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς γεννηθέντι ἀρρεύστως Υἱῷ, καὶ ἐπ' ἐσχάτων ἐκ Παρθένου, σαρκωθέντι ἀσπόρως, Χριστῷ τῷ Θεῷ βοήσωμεν· Ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν, Ἅγιος εἶ Κύριε».
Ἡ Ὑπακοὴ
Ἦχος πλ. δ'
Ἄγγελος Παίδων ἐδρόσιζε κάμινον, νῦν δὲ γυναικῶν κλαυθμὸν διεκώλυε, λέγων· Τὶ ἐπιφέρεσθε μύρα; τίνα ζητεῖτε ἐν τάφῳ; ἀνέστη ὁ Χριστὸς καὶ Θεός· ὑπάρχει γὰρ ζωὴ καὶ σωτηρία, τοῦ γένους τῶν ἀνθρώπων.
Κανών α', ᾨδὴ δ', τῶν Πατέρων
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὴν ἐν Σταυρῷ σου θείαν κένωσιν, προορῶν Ἀββακούμ, ἐξεστηκὼς ἐβόα. Σὺ δυναστῶν διέκοψας, κράτος Ἀγαθέ, ὁμιλῶν τοῖς ἐν ᾅδου ὡς παντοδύναμος». (Δίς)Ἡ ἐν τῷ ᾅδῃ θεία κάθοδος, σοῦ Χριστὲ ὁ Θεός, νεκροῖς ζωὴ ἐδείχθη· σὺ γὰρ ἐχθροὺς ἐδέσμευσας, κάτω ἀγαθέ, καὶ οὐράνιον τρίβον, ἀνθρώποις ἤνοιξας. (Δίς)Τὰ τῶν Πατέρων ἀκροθίνια, Ἀβραὰμ Ἰσαάκ, καὶ Ἰακωβ τιμῶμεν, ὅτι αὐτῶν ἐκ σπέρματος, ἔλαμψε Χριστός, σαρκωθεὶς ἐκ Παρθένου, ὡς Παντοδύναμος.Προϋπογράφων τὰ ἐσόμενα, τῇ καθόδῳ Χριστοῦ, ὁ Δανιὴλ τοὺς θῆρας ὡς πρόβατα ἀπέδειξε, πᾶσιν ἐναργῶς, ὡς προέγνω τὸ μέλλον, οἷα Προφήτης Θεοῦ.Τῆς ἁμαρτίας μὴ σπασάμενοι, τὸν ἰὸν ἐκ φλογός, ἐρρύσθησαν οἱ Παῖδες· χρυσίου γὰρ ὑπέρτιμοι, ὄντες ἀληθῶς, ἐν καμίνῳ τῆς πλάνης, οὐκ ἐχωνεύθησαν.ΘεοτοκίονΜεγαλοφώνως προκηρύττεται, προσδοκία Ἐθνῶν, καὶ σωτηρία κόσμου, ὁ ὑπὲρ φύσιν τόκος σου, ἄχραντε σεμνή, ὃν ὑμνεῖ τῶν Πατέρων, ὅμιλος σήμερον.
Κανών β', ᾨδὴ δ', Προεόρτιος
Ἦχος α'
Ῥάβδος ἐκ τῆς ῥίζης, Ἰεσσαὶ ΤΟ ΑΚΟΥΤΕ
Ῥάβδος ἐκ τῆς ῥίζης, Ἰεσσαί, Παρθένος ἀνεβλάστησας, ἄνθος ἀνθήσασα ἀμάραντον, τὸν πάντων Δημιουργόν, τὸν τὴν γῆν τοῖς ἄνθεσι, πᾶσαν ὡς Θεὸς κατακοσμοῦντα, ἀναβοῶσαν αὐτῷ· Δόξα τῇ δυνάμει σου Κύριε.Βρώσει με κλαπέντα πονηρᾷ, καὶ γνώμῃ ὀλισθαίνοντα, ὁμοιωθέντα τοῖς ἀλόγοις τε, ὁ Λόγος ὁ τοῦ Θεοῦ, ἦλθες ἀνακτώμενος, βρέφος γεγονώς, καὶ ἐπὶ φάτνης, ἀλόγων ἀνακλιθείς· Δόξα τῇ δυνάμει σου Κύριε.ΘεοτοκίονὌρους κατασκίου Ἰησοῦ, Παρθένου σε σαρκούμενον, ὁ Ἀββακοὺμ προεθεάσατο, τὰ ὄρη τὰ πονηρά, καὶ βουνοὺς συντρίβοντα, καὶ ἀφανισμῷ παραδιδόντα, ἐπάρσεις τοῦ πονηροῦ, καὶ τὰ τῶν δαιμόνων ὑψώματα.Καταβασία ΤΟ ΑΚΟΥΤΕ«Ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐξ αὐτῆς Χριστέ, ἐκ τῆς Παρθένου ἀνεβλάστησας, ἐξ ὄρους ὁ αἰνετός, κατασκίου δασέος, ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου, ὁ ἄυλος καὶ Θεός· Δόξα τῇ δυνάμει σου, Κύριε».
Κανών α', ᾨδὴ ε', τῶν Πατέρων
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θεοφανείας σου Χριστέ, τῆς πρὸς ἡμᾶς συμπαθῶς γενομένης, Ἡσαΐας φῶς ἰδὼν ἀνέσπερον, ἐκ νυκτὸς ὀρθρίσας ἐκραύγαζεν. Ἀναστήσονται οἱ νεκροί, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις, καὶ πάντες οἱ γηγενεῖς ἀγαλλιάσονται». (Δίς)Τὸ ἐξαστράπτον τῆς χαρᾶς, ὑποτυπῶν ἐμφανῶς ὁ Ἄγγελος, ἐν τῷ τάφῳ λαμπροφόρος δείκνυται, Γυναιξὶ κηρύττων ἀνάστασιν, καὶ ἀφέμεναι τοῦ κλαυθμοῦ, ἠγαλλιάσαντο, Χριστοῦ ἀναστάντος, τὸ χαίρετε Ἀποστόλοις διαγγέλλουσαι. (Δίς)Τὴν τῶν Πατέρων ἀπαρχήν, ὡς ἀρχηγὸν νόμου καὶ τῆς Χάριτος, Ἀβραὰμ τὸν Πατριάρχην σήμερον, συνελθόντες πίστει τιμήσωμεν· ὡς Προφήτης γὰρ τοῦ Θεοῦ, προκατηγγείλατο Χριστὸν ἐκ Παρθένου, καὶ τούτου προϋπαντᾷ τὴν θείαν Γέννησιν.Προϋπογράφοντες τρανῶς, τὴν πρὸς ἡμᾶς τοῦ Κυρίου ἔλευσιν, δι' Ἀγγέλου παρουσίας ἔσβεσαν, Ἀβραὰμ οἱ Παῖδες τὴν κάμινον, καὶ ἀτμίδα δρόσου τὸ πῦρ, ἀπεργασάμενοι ἐν τούτῳ τῇ πίστει, εἰκόνος χρυσῆς δόξαν ἐχώνευσαν.Ἔφραξε στόματα θηρῶν, ὁ Δανιὴλ ἐν τῷ λάκκῳ Πνεύματι, τοῦ πυρὸς δὲ τὴν ἰσχὺν κατέσβεσαν, Ἀβραὰμ οἱ Παῖδες τῇ χάριτι, καὶ σωθέντες οὗτοι φθορᾶς, προκαταγγέλλουσι Χριστὸν ἐκ Παρθένου, αἰτοῦντες ὡς λυτρωτὴν τὴν σωτηρίαν ἡμῶν.ΘεοτοκίονἘν θείῳ Πνεύματι δηλῶν, τὴν ἐξ ἡμῶν ἀπαθῶς σου πρόσληψιν, Ἡσαΐας ἀνεβόα Κύριε, γρηγορῶν τῷ νόμῳ τῆς χάριτος. Τὸν ἐκ γένους μὲν Ἀβραάμ, ἐκ τῆς Ἰούδα δὲ φυλῆς κατὰ σάρκα, Παρθένος ἄνευ σπορᾶς, ἔρχεται τίκτουσα.
Κανών β', ᾨδὴ ε', Προεόρτιος
Ἦχος α'
Θεὸς ὢν εἰρήνης ΤΟ ΑΚΟΥΤΕ
Ὁ φύσει Δεσπότης, ἐν δούλοις τελεῖς, ὁ Υἱὸς τοῦ Θεοῦ ὁ παντέλειος, εὐδόκησας δι' ἔλεος, καλεῖσθαι καὶ Υἱός, ἀνθρώπου Πανοικτίρμον· διὸ ἐν τῷ Σπηλαίῳ , ἑκουσίως πτωχεύσας, ἔρχῃ τεχθῆναι Ὑπεράγαθε.Ἀχώρητε φύσει, Χριστὲ Βασιλεῦ, πῶς μικρὸν σε εἰσδέξεται Σπήλαιον; πῶς φάτνη σε δυνήσεται, χωρῆσαι Ἰησοῦ; Μητρὸς ἐξ ἀπειράνδρου, σαρκὶ ἐπιδημοῦντα, εἰς τὰ ἴδια ὅπως, τοὺς ξενωθέντας σώσῃς Κύριε.Ἀμνὰς τὸν ποιμένα, προῆλθε τεκεῖν, εὐτρεπίζου τὸ ἅγιον Σπήλαιον. Ποιμένες ἐπισπεύσατε, Ποιμένα καὶ Ἀμνὸν τεχθέντα θεωρῆσαι, οἱ Μάγοι μετὰ δώρων, εὐτρεπίσθητε τοῦτον, ὡς Βασιλέα προσκυνῆσαι σαρκί.Καταβασία ΤΟ ΑΚΟΥΤΕ«Θεὸς ὢν εἰρήνης, Πατὴρ οἰκτιρμῶν, τῆς μεγάλης Βουλῆς σου τὸν Ἄγγελον, εἰρήνην παρεχόμενον, ἀπέστειλας ἡμῖν· ὅθεν θεογνωσίας, πρὸς φῶς ὁδηγηθέντες, ἐκ νυκτὸς ὀρθρίζοντες, δοξολογοῦμέν σε, Φιλάνθρωπε».
Κανών α', ᾨδὴ ς', τῶν Πατέρων
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τοῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῷ κλύδωνι, τῷ εὐδίῳ λιμένι σου προσδραμών, βοῶ σοι. Ἀνάγαγε, ἐκ φθορᾶς τὴν ζωήν μου Πολυέλεε». (Δίς)Θανάτου τὴν νέκρωσιν, καὶ τοῦ ᾅδου ἀγαθέ, εἰργάσω τὴν καθαὶρεσιν, τριημέρῳ ταφῇ σου θεοπρεπῶς· ζωὴν δὲ ἐπήγασας, ἀναστὰς τοῖς ἐν κόσμῳ Ἰησοῦ Βασιλεῦ. (Δίς)Ὁ τρόπος φιλόξενος, ἡ δὲ πίστις ὑψηλή, Ἀβραὰμ τοῦ προπάτορος· ὅθεν θεῖον μυστήριον τυπικῶς, δεξάμενος ἔχαιρε· τοῦ Χριστοῦ δὲ προτρέχων νῦν ἀγάλλεται.Τὴν κτίσιν ὑπέταξε, νῦν ἡ πίστις τοῖς Παισί, τῇ δωρεᾷ τοῦ Πνεύματος· τὸ γὰρ πῦρ τὸ παμφάγον καὶ ἀναιδές, ᾐδέσθη τοὺς σέβοντας, τοῦ πυρὸς τὸν ἐργάτην, Ἰησοῦν τὸν Χριστόν.Τοῦ κόσμου τὸ ἄγριον, τῇ ἐλεύσει τοῦ Χριστοῦ, ῥυθμίζεσθαι ὑπέφηνεν, εἰρήνην πρὸς τὴν θείαν θεοπρεπῶς, φιμώσας τοὺς λέοντας, Δανιὴλ ὁ Προφήτης ἐν τῷ λάκκω ποτέ.ΘεοτοκίονΝηδύος ἐκύησας, ἐκ Παρθένου τὸν Χριστόν, Μαρία Μήτηρ ἄνανδρε, ὃν εἶδον οἱ Προφῆται θεοπτικῶς, αὐτοῦ προχορεύουσιν, οἱ Πατέρες νυνὶ δὲ τὰ Γενέθλια.
Κανών β', ᾨδὴ ς', Προεόρτιος
Ἦχος α'
Σπλάγχνων Ἰωνᾶν ΤΟ ΑΚΟΥΤΕ
Νέος οὐρανός, ὑπάρχουσα Δέσποινα, ἐκ μήτρας τῆς σῆς, ὡς ἐκ νεφέλης Χριστόν, δόξης Ἥλιον, ἀνατεῖλαι ἐπείγῃ Σπηλαίῳ σαρκί, ὡς μέλλοντα ταῖς λάμψεσι, ταῖς ἑαυτοῦ σαφῶς, πάντα τὰ τῆς γῆς πληρώματα, καταυγάζειν δι' οἶκτον ἀμέτρητον.Εἶδες τὴν ἡμῶν, ὀδύνην καὶ κάκωσιν οἰκτίρμον Χριστέ, καὶ οὐ παρεῖδες ἡμᾶς· ἀλλ' ἐκένωσας, σεαυτὸν μὴ ἐκστὰς τοῦ Γεννήτορος, καὶ ἐσκήνωσας εἰς μήτραν ἀπειρόγαμον, ἥτις ἀνωδίνως τέξεσθαι; σὲ σαρκὶ ἐν Σπηλαίῳ προέρχεται.Ὄρη καὶ βουνοί, πεδία καὶ φάραγγες, λαοὶ καὶ φυλαί, ἔθνη καὶ πᾶσα πνοή, ἀλαλάξατε, εὐφροσύνης ἐνθέου πληρούμενα· ἦλθε πάντων ἐπεδήμησεν ἡ λύτρωσις, Λόγος τοῦ Θεοῦ ὁ ἄχρονος, ὑπὸ χρόνον δι' οἶκτον γενόμενος.Καταβασία ΤΟ ΑΚΟΥΤΕ«Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν, ἐνάλιος θήρ, οἷον ἐδέξατο· τῇ Παρθένῳ δέ, ἐνοικήσας ὁ Λόγος καὶ σάρκα λαβών, διελήλυθε φυλάξας ἀδιάφθορον· ἧς γάρ, οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν, κατέσχεν ἀπήμαντον».
Κοντάκιον τῶν Πατέρων
Ἦχος πλ. β' ΤΟ ΑΚΟΥΤΕ
Χειρόγραφον εἰκόνα μὴ σεβασθέντες, ἀλλ' ἀγράφῳ οὐσίᾳ θωρακισθέντες, Τρισμακάριοι ἐν τῷ σκάμματι, τοῦ πυρὸς ἐδοξάσθητε, ἐν μέσῳ δὲ φλογὸς ἀνυποστάτου ἱστάμενοι, Θεὸν ἐπεκαλεῖσθε. Τάχυνον ὁ οἰκτίρμων, καὶ σπεῦσον ὡς ἐλεήμων, εἰς τὴν βοήθειαν ἡμῶν, ὅτι δύνασαι βουλόμενος.
Ὁ Οἶκος
Ἔκτεινόν σου τὴν χεῖρα, ἧς πάλαι ἔλαβον πεῖραν Αἰγύπτιοι πολεμοῦντες, καὶ Ἑβραῖοι πολεμούμενοι, μὴ καταλίπῃς ἡμᾶς, καὶ καταπίῃ ἡμᾶς θάνατος· ὁ διψῶν ἡμᾶς, καὶ Σατᾶν ὁ μισῶν ἡμᾶς· ἀλλ' ἔγγισον ἡμῖν, καὶ φεῖσαι τῶν ψυχῶν ἡμῶν, ὡς ἐφείσω ποτὲ τῶν Παίδων σου, τῶν ἐν Βαβυλῶνι ἀπαύστως ἀνυμνούντων σε, καὶ βληθέντων ὑπὲρ σοῦ εἰς τὴν κάμινον, καὶ ἐκ ταύτης κραυγαζόντων σοι· Τάχυνον ὁ οἰκτίρμων, καὶ σπεῦσον ὡς ἐλεήμων, εἰς τὴν βοήθειαν ἡμῶν, ὅτι δύνασαι βουλόμενος.
Κοντάκιον, Προεόρτιον
Ἦχος α'
Χορὸς Ἀγγελικὸς ΤΟ ΑΚΟΥΤΕ
Εὐφραίνου Βηθλεέμ, Εὐφραθᾶ ἑτοιμάζου· ἰδοὺ γὰρ ἡ Ἀμνάς, τὸν Ποιμένα τὸν μέγαν, ἐν μήτρᾳ βαστάζουσα, τοῦ τεκεῖν κατεπείγεται, ὅνπερ βλέποντες, οἱ θεοφόροι Πατέρες, ἐπαγάλλονται, μετὰ Ποιμένων ὑμνοῦντες, Παρθένον θηλάζουσαν.
Ὁ Οἶκος
Τῆς σῆς Παρθένε κυήσεως τὴν λαμπρότητα, καθορῶντες ἐκλάμπουσαν, Ἀβραὰμ ὁ φιλόθεος, καὶ Ἰσαὰκ ὁ ἀοίδιμος, καὶ Ἰακώβ, καὶ πᾶς ὁ θεοσύλλεκτος χορὸς τῶν ἁγίων ἀγάλλεται, καὶ τὴν κτίσιν προσήγαγον, πρὸς σὴν ὑπάντησιν, ἐν χαρμοσύναις λέξεσι. Χαρᾶς γὰρ πρόξενος πᾶσιν ὤφθης, ἐν μήτρᾳ συλλαβοῦσα, τὸν ποτὲ ἐν Βαβυλῶνι ὁραθέντα, καὶ τοὺς Παῖδας, τοὺς ἐν τῇ καμίνῳ ἀδίκως βληθέντας, ἀφλέκτους συντηρήσαντα ὑπὲρ πᾶσαν ἔννοιαν. Διὸ καὶ ἀναμέλπουσι τὸν ὁρώμενον ἐν χερσὶ νεάνιδος, ὑμνοῦντες Παρθένον θηλάζουσαν.
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ αὐτῇ ἡμέρᾳ , Κυριακὴ πρὸ τῆς Χριστοῦ γεννήσεως, Μνήμην ἄγειν ἐτάχθημεν παρὰ τῶν Ἁγίων καὶ θεοφόρων Πατέρων ἡμῶν, πάντων τῶν ἀπ' αἰῶνος Θεῷ εὐαρεστησάντων, ἀπὸ Ἀδὰμ ἄχρι καὶ Ἰωσὴφ τοῦ μνήστορος τῆς Ὑπεραγίας Θεοτόκου, κατὰ γενεαλογίαν, καθὼς ὁ Εὐαγγελιστὴς Λουκᾶς ἱστορικῶς ἠριθμήσατο, ὁμοίως καὶ τῶν Προφητῶν καὶ τῶν Προφητίδων.Μνήμη τῶν πρωτοπλάστων Ἀδὰμ καὶ Εὔας.ΣτίχοιὙμνῶ θανόντας ζῶν γένους ἀρχηγέτας,Τοῦ ζῆν με καὶ θνῄσκειν με τοὺς παραιτίους.Μνήμη τοῦ δικαίου Ἄβελ, υἱοῦ τοῦ Ἀδάμ.ΣτίχοιΒοᾷ Θεῷ σὸν αἷμα καὶ ψυχῆς δίχα,Ὦ πρῶτε νεκρῶν, πρῶτε καὶ σεσωσμένων.Μνήμη τοῦ δικαίου Σήθ, υἱοῦ Ἀδάμ.ΣτίχοιΣὴθ σπέρμα καινὸν τοῖς γονεύσιν ἀντ' Ἄβελ,Ἄνθρωπος ὢν δίκαιος· οἷος ἦν Ἄβελ.Μνήμη τοῦ δικαίου Ἐνώς, υἱοῦ Σήθ.ΣτίχοιὈφθεὶς Ἐνὼς μέγιστος ἐκ τῆς ἐλπίδος,Πολλοῖς ἐνῆκε ζῆλον εἰς τὴν ἐλπίδα.Μνήμη τοῦ δικαίου Καϊνᾶν υἱοῦ, Ἐνώς.ΣτίχοιΒίβλῳ καϊνᾶν Μωσέως γεγραμμένος,Κἂν τῷ παρόντι χρὴ γραφῆναι βιβλίῳ.Μνήμη τοῦ δικαίου Μαλελεήλ, υἱοῦ Καϊνᾶν.ΣτίχοιἙξῆς προκείσθω Μαλελεὴμ τῷ λόγῳ.Υἱὸς Καϊνᾶν, οὗ προεμνήσθη λόγος.Μνήμη τοῦ δικαίου Ἰάρεδ, υἱοῦ Μελελεήλ.ΣτίχοιΔίκαιον ὄντως ἐν δικαίων πληθύϊ,Καὶ τοῦ δικαίου μνημονεύειν Ἰάρεδ.Μνήμη τοῦ δικαίου Ἐνώχ, υἱοῦ, Ἰάρεδ.ΣτίχοιΘεῷ προδήλως εὐαρεστήσας λόγῳ,Ἐνὼχ ἀδήλοις ἐγκατῳκίσθη τόποις.Μνήμη τοῦ δικαίου Μαθουσάλα, υἱοῦ Ἐνώχ.ΣτίχοιἘνὼχ σε τέκνον ἐκμαθὼν Μαθουσάλα,Ἔγραψα πρὸς μάθησιν ἄλλων ἐνθάδε.Μνήμη τοῦ δικαίου Λάμεχ, υἱοῦ Μαθουσάλα.ΣτίχοιΛάμεχ, δύο γνούς, δεῖν ἔγνων, τιμᾶν ἕνα,Οὐ τὸν φονευτήν, ἀλλ' ὁμωνύμως Λάμεχ.Μνήμη τοῦ δικαίου Νῶε, υἱοῦ Λάμεχ.ΣτίχοιἈδὰμ βροτοῖς ὄλεθρον ἐκ ξύλου φέρει·Διὰ ξύλου δὲ Νῶε πᾶν σῴζει γένος.Μνήμη τοῦ δικαίου Σήμ, υἱοῦ Νῶε.ΣτίχοιΣὴμ πατρικὴν γύμνωσιν ἐμφρόνως σκέπων,Τὰς πατρικὰς ἐφεῦρεν εὐχὰς εἰς σκέπην.Μνήμη τοῦ δικαίου Ἰάφεθ, υἱοῦ Νῶε.ΣτίχοιΜὴ θείς, Ἰάφεθ Πατρὸς αἰσχύνῃ πλάτος,Βίου πλατυσμὸν εὐχαῖς Πατρὸς λαμβάνει.Μνήμη τοῦ δικαίου Ἀρφαξάδ, υἱοῦ Σήμ.ΣτίχοιΖῇ Κύριος ζῶν, οὐ τὸν Ἀρφαξὰδ λίπω,Καὶ γὰρ χρεὼν καὶ τοῦτον ἐνταῦθα γράφειν.Μνήμη τοῦ δικαίου Καϊνᾶν, υἱοῦ Ἀρφαξάδ.ΣτίχοιΚαϊνᾶν ἡμῖν ἐξεγήγερται νέος,Τῷ πρὶν Καϊνᾶν, ἐμφερὴς ἐκ τοῦ τρόπου.Μνήμη τοῦ δικαίου Σάλα, υἱοῦ Καϊνᾶν.ΣτίχοιΣυμπατριωτῶν ὁρμαθῷ καὶ συμφύλων,Ἡ συγγένεια συνδέει καὶ τὸν Σάλα.Μνήμη τοῦ δικαίου Ἕβερ, ἀφ' οὗ καὶ οἱ Ἰουδαῖοι Ἑβραῖοι ἐκλήθησαν.ΣτίχοιΜέγας τις ὄντως τοῖς Ἰουδαίοις Ἕβερ,Δοὺς ἐξ ἑαυτοῦ κλῆσιν Ἑβραίων γένει.Μνήμη τοῦ δικαίου Φάλεκ, υἱοῦ Ἕβερ.ΣτίχοιΠανηγυρίζω καὶ τὸν ἐξ Ἕβερ τόκον.Ὡς Μωϋσῆς γὰρ φησι, τίκτει τὸν Φάλεκ.Μνήμη Ῥαγάβ, υἱοῦ Φάλεκ.ΣτίχοιΠάλιν κύησις, καὶ πάλιν νέος τόκος,Υἱὸν Ῥαγὰβ τεκόντος ἡμῖν τοῦ Φάλεκ.Μνήμη τοῦ δικαίου Σερούχ, υἱοῦ Ῥαγάβ.ΣτίχοιΓράφων παλαιῶν τοὺς ἐπ' ἀλλήλων τόκους,Ἂν ἐκλάθωμαι τὸν Σερούχ, ἁμαρτάνω.Μνήμη τοῦ δικαίου Ναχώρ, υἱοῦ Σερούχ.ΣτίχοιΓένους ὑπάρχειν τῶν ἄνω λελεγμένων,Καὶ τὸν Ναχὼρ γνοὺς οὐ διϊστῶ τοῦ γένους.Μνήμη τοῦ δικαίου Θάρρα, υἱοῦ Ναχώρ.ΣτίχοιΥἱὸς προσελθὼν ἐκ Ναχὼρ κλῆσιν Θάρρας,Πατὴρ ὑπῆρξε πατρὸς Ἐθνῶν μυρίων.Μνήμη τοῦ δικαίου Πατριάρχου,, Ἀβραάμ, υἱοῦ Θάρρα.ΣτίχοιΤὸν Ἀβραὰμ πῶς δεξιώσομαι λόγοις,Ὃς ἠξιώθη δεξιοῦσθαι καὶ Νόας;Μνήμη τοῦ Πατριάρχου Ἰσαάκ, υἱοῦ Ἀβραάμ.ΣτίχοιΔεθείς, Ἰσαάκ, εἰς σφαγήν, τύπος γίνῃ,Ἐπὶ σφαγὴν ἥξοντος ὑψίστου Λόγου.Μνήμη τοῦ Πατριάρχου Ἰακὼβ υἱοῦ Ἰσαάκ.ΣτίχοιΔιὰ κλίμακος Ἰακώβ, τῆς Παρθένου,Πρὸς γῆν Θεὸν χωροῦντα πρὶν τόκου βλέπει.Μνήμη τοῦ Πατριάρχου Ῥουβίμ, υἱοῦ Ἰσαάκ.ΣτίχοιΤῆς υἱότητος, Ἰακὼβ τοῦ τιμίου,Ῥουβὶμ ἔγνων τὸν θεῖον, ἀρχὴν τιμίαν.Μνήμη τοῦ Πατριάρχου Συμεών, υἱοῦ Ἰακώβ.ΣτίχοιΚἄν δευτερεύῃ Συμεὼν ἐκ τοῦ τόκου,Κλέος παρ' ἡμῖν οὐ τὸ δεύτερον φέρει.Μνήμη τοῦ Πατριάρχου Λευΐ, υἱοῦ Ἰακώβ.ΣτίχοιΘεοῦ μεγίστου θεῖος ὢν ὑπηρέτης,Τί, Λευΐ, μεῖζον τῆς δε τῆς δόξης θέλεις;Μνήμη τοῦ Πατριάρχου Ἰούδα, υἱοῦ Ἰακώβ, οὗ ἐκ τῆς φυλῆς ὁ Χριστός.ΣτίχοιἸούδαν αἰνέσουσιν οἱ σεσωσμένοι·Ἐξ Ἰούδα γὰρ Χριστὸς ἡ σωτηρία.Μνήμη τοῦ Πατριάρχου Ζαβουλών, υἱοῦ Ἰακώβ, οὗ ἡ φυλὴ παράλιος.ΣτίχοιἈκτὰς κατοικεῖν ὁ Ζαβουλὼν ἐκρίθη,Γῆς καὶ θαλάττης εἰς ἓν ἄκρα συνδέων.Μνήμη τοῦ Πατριάρχου Ἰσάχαρ, υἱοῦ Ἰακώβ, οὗ ἡ φυλὴ γηπόνος.ΣτίχοιΣτήσας ἑαυτὸν εἰς τὸ πονεῖν Ἰσάχαρ,Ζωὴν συνιστᾷ, γῆθεν ἄρτον ἐκφέρων.Μνήμη τοῦ Πατριάρχου Δάν, υἱοῦ Ἰακώβ, οὗ ἡ φυλὴ κριτής.ΣτίχοιΛαοῦ κριτὴς Δάν, γλῶττα τῆς ἐξουσίαςΖυγοῖς δικαίοις πᾶσιν ἐξάγων κρίσιν.Μνήμη τοῦ Πατριάρχου Γάδ, υἱοῦ Ἰακώβ, οὗ ἡ φυλὴ λῃστευομένη ἢ λῃστεύουσα.ΣτίχοιΓὰδ πειρατευθείς, πειρατεύων ἐκτρέχει,Νίκαις δὲ πάντων πειρατῶν κατισχύει.Μνήμη τοῦ Πατριάρχου Ἀσήρ, υἱοῦ Ἰακώβ, οὗ ἡ φυλὴ πλουσία ἐπὶ χώραις σιτοφόροις.ΣτίχοιἈσὴρ δέ, φησί, πίονα πλουτεῖ στάχυν,Τρέφει τε τοὺς ἄρχοντας ἄρτῳ πλουσίῳ.Μνήμη τοῦ Πατριάρχου Νεφθαλείμ, υἱοῦ Ἰακώβ, οὗ ἡ φυλὴ πολὺ πλῆθος.ΣτίχοιὩς ἔρνος ὄντως Νεφθαλεὶμ ἀνειμένονΕἰς πλῆθος αὐτῷ τῆς φυλῆς ἡπλωμένης.Μνήμη τοῦ Πατριάρχου Ἰωσήφ, υἱοῦ Ἰακώβ, οὗ ἡ φυλὴ περίδοξος καὶ περιφανής.ΣτίχοιΗὐξημένον σε, σὸς Πατὴρ εἶναι λέγων,Δόξαν φυλῆς σῆς, Ἰωσήφ, διαγράφει.Μνήμη τοῦ Πατριάρχου Βενιαμίν, υἱοῦ Ἰακώβ, οὗ ἡ φυλὴ ἀπὸ ἀγρίας πραεῖα.ΣτίχοιΦαγὼν τὸ πρωῒ Βενιαμίν, ὡς λύκος,Πρᾶος φανεῖς, δίδωσι βρῶσιν ἑσπέρας.Μνήμη Φαρὲς καὶ Ζαρὰ τῶν διδύμων, υἱῶν Ἰούδα τοῦ Πατριάρχου.ΣτίχοιΚοινῶς ἐπαινῶ σπέρμα κοινὸν ἸούδαΦαρὲς Ζαρά τε, τοὺς διδύμους συγγόνους.Μνήμη Ἐσρώμ, υἱοῦ Φαρές.ΣτίχοιἘκ Φαρὲς Ἐσρώμ, ὥσπερ ἐκ ῥίζης κλάδος,Ἄμφω δὲ ῥίζης Ἀβραὰμ θεῖοι κλάδοι.Μνήμη Ἀράμ, υἱοῦ Ἐσρώμ.ΣτίχοιΓέγηθεν Ἐσρώμ, οὐ νοσῶν ἀτεκνίαν.Ἀρὰμ γὰρ αὐτῷ τέκνον ἠγαπημένον.Μνήμη Ἀμιναδάβ, υἱοῦ Ἀράμ.ΣτίχοιΤὸν Ἀμιναδὰβ ἐξ Ἀρὰμ φῦναι λόγος.Τούτου γὰρ υἱὸν ἡ Γραφὴ τοῦτον λέγει.Μνήμη Ναασών, υἱοῦ Ἀμιναδάβ.ΣτίχοιΕἷς καὶ Ναασὼν τῆς, Ἰούδα φατρίας,Ἐξ Ἀμιναδὰβ τῆς φυλῆς ἐξ, Ἰούδα.Μνήμη Σαλμών, υἱοῦ Ναασών.ΣτίχοιΗὔξησε σειρὰν Ἀβραμιαίου γένουςΣαλμὼν προελθὼν τῆς Ναασὼν ὀσφύος.Μνήμη Βοόζ, υἱοῦ Σαλμών.ΣτίχοιΕὐαγγελιστά, τοῦδε Σαλμὼν υἱέα,Τίνα γράφεις σὺ; Τὸν Βοόζ, φησί, γράφω.Μνήμη Ὠβήδ, υἱοῦ Βοόζ, τοῦ ἐκ τῆς Ῥοὺθ γεννηθέντος.ΣτίχοιἘκ Ῥοὺθ μὲν Ὠβήδ, τὴν φυλὴν Μωαβίτης,Ἐκ τοῦ Βοὸζ δὲ δῆλος, Ἰσραηλίτης.Μνήμη Ἰεσσαί, υἱοῦ Ὠβήδ.ΣτίχοιἸεσσαὶ τίκτε, τικτέτω καὶ σὸν γένος,Ἕως ἀπ' αὐτοῦ Παῖς Θεὸς τεχθῇ μέγας.Μνήμη Δαυΐδ Βασιλέως, υἱοῦ Ἰεσσαί.ΣτίχοιἘγὼ τὶ φήσω, μαρτυροῦντος Κυρίου,Τὸν Δαυΐδ εὗρον, ὡς ἐμαυτοῦ καρδίαν;Μνήμη Σολομῶντος Βασιλέως, υἱοῦ Δαυΐδ.ΣτίχοιΣοφὸς Σολομὼν πρῶτος ἐν σοφοῖς βίου,Ἔχων τὸ πρῶτον τῶν καλῶν τῶν τοῦ βίου.Μνήμη Ῥοβοὰμ Βασιλέως, υἱοῦ Σολομῶντος.ΣτίχοιἘγκώμιόν σοι Ῥοβοάμ, πλέκω μέγα,Σὸν πάππον εἶναι τὸν μέγαν Δαυῒδ λέγων.Μνήμη Ἀβιὰ Βασιλέως, υἱοῦ Ῥοβοάμ.ΣτίχοιΒοᾷ Ῥοβοὰμ πρὸς τὸν Ἀβιὰ λέγων·Ἐγὼ Πατὴρ σός, καὶ σύ μου τὸ τεκνίον.Μνήμη Ἀσὰ Βασιλέως, υἱοῦ Ἀβιά.ΣτίχοιΕὐθῆ τὸν Ἀσὰ μηνύει Βασιλέα,Ἡ τετράτιτλος τῶν Βασιλειῶν βίβλος.Μνήμη Ἰωσαφὰτ Βασιλέως, υἱοῦ Ἀσά.ΣτίχοιἸωσαφὰτ τὰ πάντα χρηστὸς ἐν βίῳΕὑρὼν ἀφορμάς πατρόθεν χρηστοῦ βίου.Μνήμη Ἰωρὰμ Βασιλέως, υἱοῦ Ἰωσαφάτ.ΣτίχοιἸωρὰμ ἡμῖν ἐξ Ἰωσαφὰτ ἔφυ·Υιὸς Βασιλεύς, ἐκ πατρὸς Βασιλέως.Μνήμη Ὀζίου Βασιλέως, υἱοῦ Ἰωράμ.ΣτίχοιἈνῆκε καρπὸν εὐγενῆ τὸν Ὀζίαν,Ἄναξ Ἰωράμ, Ἰωσαφὰτ ὁ κλάδος.Μνήμη Ἰωάθαμ Βασιλέως, υἱοῦ Ὀζίου.ΣτίχοιΤὸν Ἰωάθαμ, ὡς νεοττὸν Ὀζίου,Τῆς βασιλείας ἡ καλιὰ λαμβάνει.Μνήμη Ἄχαζ Βασιλέως, υἱοῦ Ἰωάθαμ.ΣτίχοιΤὸ τῆς κεφαλῆς στέμμα Ἰωάθαμ,Στέφει κεφαλὴν εὐπρεπῶς καὶ τὴν Ἄχαζ.Μνήμη Ἐζεκίου Βασιλέως, υἱοῦ Ἄχαζ.ΣτίχοιΣοβεῖ τελευτὴν δακρύσας Ἐζεκίας.Τοσοῦτον ἰσχύουσι ῥεῖθρα δακρύων!Μνήμη Μανασσῆ Βασιλέως, υἱοῦ Ἐζεκίου.ΣτίχοιΣωτηριῶδες πρὸς μετάγνωσιν βάθρον,Μανασσῆς ἡμῖν τὴν προσευχὴν πηγνύει.Μνήμη Ἀμμὼν Βασιλέως, υἱοῦ Μανασσῆ.ΣτίχοιἈμμὼν κυηθεὶς τῆς ἁλουργίδος μέσον,Ἦν καὶ Βασιλεύς, καὶ Βασιλείας τέκνον.Μνήμη Ἰωσίου Βασιλέως, υἱοῦ Ἀμμών.ΣτίχοιἸωσίας ἔναντι τοῦ Θεοῦ μέγας,Ὃν γνοὺς ἐπαινεῖν, δειλιῶν μὴ σμικρύνω.Μνήμη Ἰεχονίου Βασιλέως, υἱοῦ, Ἰωσίου.ΣτίχοιἘν Βαβυλῶνος τῇ μετοικίᾳ λόγος,Ἰεχονίαν ἐμπαροικῆσαι βίῳ.Μνήμη Σαλαθιήλ, υἱοῦ Ἰεχονίου.ΣτίχοιΠρῶτον μέτ' αὐτὴν τὴν μετοικίαν τέκνονΤὸν Σαλαθιὴλ Ἰούδα φυλὴ φύει.Μνήμη Ζοροβάβελ, τοῦ τὸν Ναὸν τῶν Ἱεροσολύμων καυθέντα ἀνεγείραντος.ΣτίχοιΝαβουζαρδὰν ἔκαυσε Ναὸν Κυρίου,Οὗ καύσιν ἦρε κτίσματι Ζοροβάβελ.Μνήμη Ἀβιούδ, υἱοῦ Ζοροβάβελ.ΣτίχοιἈβιοὺδ ὅρπηξ, οὗ φυὴ Ζοροβάβελ.Ὡς τὴν φυὴν οὖν, καὶ τὸν ὅρπηκα γράφω.Μνήμη Ἐλιακείμ, υἱοῦ Ἀβιούδ.ΣτίχοιΤὸν Ἐλιακεὶμ Ἀβιοὺδ γράφει γόνον,Ματθαῖος ἡμῖν, ἀκριβὴς γονογράφος.Μνήμη Ἀζώρ, υἱοῦ Ἐλιακείμ.ΣτίχοιὉ θεῖος Ἀζὼρ ἐξ Ἐλιακεὶμ ἔφυ,Θεία Γραφὴ λέγουσα τοῦτο πεισάτω.Μνήμη Σαδώκ, υἱοῦ Ἀζώρ.ΣτίχοιἈζὼρ κυΐσκων τὸν Σαδὼκ οὐ λανθάνει,Ὃν συγγραφεὺς γνοὺς ἐκκαλύπτει τὸν τόκον.Μνήμη Ἀχείμ, υἱοῦ Σαδώκ.ΣτίχοιΤοῖς τοῦ Σαδὼκ ζητοῦσιν υἱόν, Ματθαῖος,Δείξει τὸν Ἀχείμ, ἐκβαλὼν τὸ βιβλίον.Μνήμη Ἐλιούδ, υἱοῦ Ἀχείμ.ΣτίχοιΤεχθεὶς ἀπ' Ἀχείμ, Ἐλιοὺδ ὤφθη τέκνον,Ὀφθήσεται δὲ καὶ πατὴρ τεκνοτρόφος.Μνήμη Ἐλεάζαρ, υἱοῦ Ἐλιούδ.ΣτίχοιἸδοὺ τεκόντα καὶ τὸν Ἐλιοὺδ ἔγνων,Ἐλεάζαρον τέκνον· εἰ βούλει, μάθε.Μνήμη Ματθάν, υἱοῦ Ἐλεάζαρ.ΣτίχοιἘλεάζαρ δὲ τὸν Ματθὰν γεννᾶν λέγει,Μαιευτρίας ἄκουε, Ματθαίου Βίβλου.Μνήμη Ἰακώβ, υἱοῦ Ματθάν.ΣτίχοιΚαὶ Ματθὰν εἰσήνεγκεν υἱὸν εἰς βίονΤὸν Ἰακωβ γὰρ εἰσενεγκὼν εὑρέθη.Μνήμη Ἰωσὴφ τοῦ Μνήστορος, υἱοῦ Ἰακώβ.ΣτίχοιΜνηστὴρ Ἰωσήφ· ᾧ τὸ Πνεῦμα πρὸ γάμου,Μνηστὴν ἐκείνου, συλλαβοῦσαν δεικνύει.Μνήμη τοῦ δικαίου Μελχισεδέκ.ΣτίχοιἜχει Γραφὴ πατρὸς σε καὶ μητρὸς δίχα,Χριστοῦ τυποῦντα Μελχισεδὲκ τοὺς τόκους.Μνήμη τοῦ δικαίου Ἰώβ.ΣτίχοιὝψιστον εὑρὼν ἀξίως ἐπαινέτην,Ἰὼβ ἐπαίνων οὐ δέῃ τῶν γηΐνων.Μνήμη τοῦ Προφήτου Μωσέως, καὶ Ὤρ καὶ Ἀαρὼν τῶν Ἱερέων.ΣτίχοιΣὺν Ὤρ Ἀαρὼν προγράφει Χριστοῦ πάθος,Ὑψοῦντες ἄμφω σταυρικῶς τὸν Μωσέα.Μνήμη Ἰησοῦ τοῦ Ναυῆ.ΣτίχοιὙμνεῖν Ἰησοῦν ποῖος ἀρκέσει λόγος,ᾯ συλλαλῶν ὑπῆρχε καὶ Θεὸς Λόγος;Μνήμη τοῦ Ἁγίου Προφήτου Σαμουήλ.ΣτίχοιὈφθαλμὸν ἡμῖν εὐμενῆ Θεοῦ τίθει,Ὀφθαλμὲ θεῖε, καὶ τὰ μέλλοντα βλέπων.Μνήμη τοῦ Προφήτου Νάθαν.ΣτίχοιἉμαρτιῶν ἔλεγχος ὀξὺς ὢν Νάθαν,Ἡμάρτομεν λέγουσι, συγγνώμην νέμοις.Μνήμη τοῦ Ἁγίου Προφήτου Δανιήλ.ΣτίχοιΚαὶ θηρία φρίττουσιν ἀρετῆς φίλον.Ἔργοις Δανιὴλ τοῦτο πιστοῦται μέγας.Μνήμη τῶν Ἁγίων, τριῶν Παίδων.ΣτίχοιΚαὶ πῦρ, τὸ πῦρ ἦν τῆς καμίνου, καὶ δρόσος.Πρὸς δυσσεβεῖς πῦρ, πρὸς δὲ τοὺς Παῖδας δρόσος.Μνήμη τῆς δικαίας Σάρρας, γυναικὸς Ἀβραάμ.ΣτίχοιΝεύσει Θεοῦ καὶ στεῖρα νικᾶται φύσις·Καὶ μάρτυς ὠδίνουσα Σάρρα παιδίον.Μνήμη τῆς δικαίας Ῥεβέκκας, γυναικὸς Ἰσαάκ.ΣτίχοιΚαὶ τὴν ἀρίστην τῶν γυναικῶν Ῥεβέκκαν,Ἄριστος εὗρεν ἀνδρῶν κοινὸν λέχους.Μνήμη τῆς δικαίας Λείας, πρώτης γυναικός, Ἰακώβ.ΣτίχοιΛείας προσώπῳ Κύριος μὴ δοὺς χάριν,Κυήσεως δίδωσι τῇ μήτρᾳ χάριν.Μνήμη τῆς δικαίας Ῥαχήλ, δευτέρας γυναικός, Ἰακώβ.ΣτίχοιΘεοὺς πατρῴους ἡ Ῥαχὴλ κλέπτει πόθῳ,Ἐν ἐσχάτῳ δὲ τὸν Θεὸν ποθεῖ Λόγον.Μνήμη τῆς δικαίας Ἀσινέθ, γυναικός, Ἰωσὴφ τοῦ παγκάλου.ΣτίχοιΚάλλει παρῆλθεν ἥλιος μὲν ἀστέρας,Ἡ δ' Ἀσινὲθ μοι τὰς ὑφ' ἥλιον κόρας.Μνήμη τῆς δικαίας Μαρίας, ἀδελφῆς Μωϋσέως.Στίχοιᾌσωμεν, εἰπέ, καὶ πάλιν τῷ Κυρίῳ,Ψυχῆς κροτοῦσα τύμπανον νῦν Μαρία.Μνήμη τῆς δικαίας Δεβόρρας τῆς κρινάσης τὸν Ἰσραήλ.ΣτίχοιὙπὲρ γυναῖκας ἡ Δεβόρρα τὴν φρένα,Βάθει φρενὸς κρίνουσα λαὸν Κυρίου.Μνήμη τῆς δικαίας Ῥούθ.ΣτίχοιἜθνος λιποῦσα Ῥοὺθ ἑαυτῆς καὶ σέβας,Ἔθνει προσῆλθε καὶ Θεῷ τοῦ Μωσέως.Μνήμη τῆς δικαίας Σαραφθίας, πρὸς ἣν Ἠλίας ἀπεστάλη.ΣτίχοιἌσπαρτον εἶχε τὴν τροφὴν Σαραφθία,καινὸν λαχοῦσα λήϊνον τὸν Ἠλίαν.Μνήμη τῆς δικαίας Σωμανίτιδος τῆς ξενοδοχησάσης τὸν Ἐλισαῖον.ΣτίχοιἘλισαῖος σοι κλεῖθρα νηδύος λύει,ᾯ κλεῖθρα Σωμανῖτις ἤνοιξας δρόμου.Μνήμη τῆς δικαίας Ἰουδίθ, τῆς ἀνελούσης τὸν Ὀλοφέρνην.ΣτίχοιὋν πᾶς ἀνὴρ ἔφριττε, δεινὸν ὁπλίτην,Γυνὴ καθεῖλεν, Ἰουδίθ, Ὀλοφέρνην.Μνήμη τῆς δικαίας Ἐσθήρ, τῆς λυτρωσαμένης τὸν Ἰσραὴλ ἐκ θανάτου.ΣτίχοιἜσωσεν Ἐσθὴρ ἄνδρας Ἰσραηλίτας,ᾍδου κυνὴν μέλλοντας ἐνδῦναι πάλαι.Μνήμη τῆς δικαίας Ἄννης, τῆς μητρὸς Σαμουὴλ τοῦ Προφήτου.ΣτίχοιΕὐχῆς τέκνον τεκοῦσα Σαμουὴλ μέγαν,Νικᾷ Φενάνναν, Ἄννα πολλὴν ἐν τέκνοις.Μνήμη τῆς δικαίας Σωσάννης.ΣτίχοιΚανὼν πρόκειται σωφρονούσαις ἐν βίῳ,Ὁ τῆς Σωσάννης σωφρονέστατος βίος.Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
Κανών α', ᾨδὴ ζ', τῶν Πατέρων
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἄφραστον θαῦμα! ὁ ἐν καμίνῳ ῥυσάμενος, τοὺς Ὁσίους Παίδας ἐκ φλογός, ἐν τάφῳ νεκρός, ἄπνους κατατίθεται, εἰς σωτηρίαν ἡμῶν τῶν μελῳδούντων· Λυτρωτὰ ὁ Θεὸς εὐλογητὸς εἶ». (Δίς)Ὢ ξένον θαῦμα! ὁ ἐν ὑψίστοις καθήμενος, ἐπὶ θρόνου, Κύριος αὐτός, προσλήψει σαρκός, θάνατον ὑπέμεινεν, ἀλλ' ἐξανέστη θεότητος ἰσχύϊ, συνεγείρας νεκρούς τοὺς ἀπ' αἰῶνος. (Δίς)Χριστὸν γεννήσας τὸ κατὰ σάρκα τῆς πίστεως, ἀρχηγέτα Πάτερ, Ἀβραάμ, ἐδείχθης Ἐθνῶν, Πνεύματι Πατὴρ ἐναργῶς, εἰς σωτηρίαν ἡμῶν τῶν μελῳδούντων· Λυτρωτὰ ὁ Θεὸς εὐλογητὸς εἶ.Ἀψύχων ἤχους, διακενῆς ἀλαλάζοντας, τῶν ἐμψύχων, ἤμβλυνεν ᾠδή· καμίνου γὰρ πῦρ, φλεγομένοις σώμασι, καταπατοῦντες οἱ Παῖδες ἀλωβήτως, ἀνεβόων. ὁ Θεὸς εὐλογητός εἶ.Τῇ θεωρίᾳ ἐνατενίσας τοῦ Πνεύματος, ὁ Προφήτης, πάλαι Δανιήλ, Χριστοῦ προτυποῖ, τὴν δευτέραν ἔλευσιν, καὶ τὰ ἐν ταύτῃ φρικτὰ προκαταγγέλλει, ἐκβοῶν· ὁ Θεός εὐλογητὸς εἶ.ΘεοτοκίονΤὸ ξένον θαῦμα, τὸ ἐν Προφήταις θρυλούμενον, καὶ πατράσι, πάλαι ἐμφανῶς, Παρθένος Ἁγνή, τεξομένη πάρεστιν, εἰς σωτηρίαν ἡμῶν τῶν μελῳδούντων· Λυτρωτὰ ὁ Θεὸς εὐλογητὸς εἶ.
Κανών β', ᾨδὴ ζ', Προεόρτιος
Ἦχος α'
Οἱ Παῖδες εὐσεβείᾳ ΤΟ ΑΚΟΥΤΕ
Ἡ ἄμπελος ἡ θεία, τὸν ἀκήρατον βότρυν περκάζουσα, ἐγγίζει ἥκει τοῦ τεκεῖν, εὐφροσύνης οἶνον βλύζοντα, καὶ ποτίζοντα ἡμᾶς, αὐτῷ κραυγάζοντας· ὁ τῶν Πατέρων, Θεὸς εὐλογητὸς εἶ.Ἡ θεία μυροθήκη, τὸ εὐῶδες μύρον ἔνδον φέρουσα, ἐν τῷ Σπηλαίῳ Βηθλεέμ, ἐκκενῶσαι τοῦτο ἔρχεται, εὐωδίας μυστικῆς πληροῦν τοὺς μέλποντας· ὁ τῶν Πατέρων Θεός εὐλογητὸς εἶ.Λαβὶς ἣν Ἡσαΐας, ὁ Προφήτης πάλαι ἐθεάσατο, τὸν θεῖον ἄνθρακα Χριστόν, ἐν κοιλίᾳ ἥκει φέρουσα, πᾶσαν ὕλην ἁμαρτίας καταφλέγοντα, τῶν δὲ πιστῶν τὰς ψυχάς φωταγωγοῦντα.Καταβασία ΤΟ ΑΚΟΥΤΕ«Οἱ Παῖδες εὐσεβείᾳ συντραφέντες, δυσσεβοῦς προστάγματος καταφρονήσαντες, πυρὸς ἀπειλὴν οὐκ ἐπτοήθήσαν, ἀλλ' ἐν μέσῳ τῆς φλογός, ἑστῶτες ἔψαλλον· Ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ».
Κανών α', ᾨδὴ η', τῶν Πατέρων
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἔκστηθι φρίττων οὐρανέ, καὶ σαλευθήτωσαν, τὰ θεμέλια τῆς γῆς· Ἰδοὺ γὰρ ἐν νεκροῖς λογίζεται, ὁ ἐν ὑψίστοις Θεός, καὶ τάφῳ σμικρῷ ξενοδοχεῖται· ὃν Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, Λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας». (Δίς)Ὢ τῆς ἀφάτου σου Χριστέ, συγκαταβάσεως, δι' ἡμᾶς τοὺς ταπεινούς! ἰδοὺ γὰρ θανάτου γευσάμενος, Θεὸς ἀθάνατος ὢν, ἐν τάφῳ ὡς βροτὸς κατετέθης· ἀλλ' ἐξανέστης Λόγε, συνεγείρας τοὺς κάτω, σὲ ὑπερυψοῦντας, εἰς πάντας τοὺς αἰῶνας. (Δίς)Σοῦ τὴν σφαγὴν προεκτυπών, ὁ Ἀβραὰμ Χριστέ, ὃν ἐγέννησεν υἱόν, ἐν ὄρει πειθαρχῶν σοι Δέσποτα, καθάπερ πρόβατον ἀνῆλθε θυσιάσων ἐν πίστει· ἀλλ' ἐπανῆκε χαίρων, Ἰσαὰκ καὶ πρεσβύτης, σὲ ὑπερυψοῦντες, εἰς πάντας τοὺς αἰῶνας.Φλὸξ ἡ ἀκάματος Χριστέ, ἐνδυσαμένων σε, ὡς ἱμάτιον τὸ πῦρ, τὸ θεῖον, τῶν Ἁγίων Παίδων σου, ἀπημαυρώθη σφοδρῶς, καὶ δρόσος τῇ σῇ συγκαταβάσει, τοῖς ψάλλουσιν ἠχεῖτο, Ἱερεῖς εὐλογεῖτε, Λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.Δίδοται λέουσι βορά, ἀρρήτοις κρίμασιν, ὁ Προφήτης Δανιήλ, ἀλλ' ἔσχεν ἐγκρατείας δόγμασι, συννηστευτὰς εὐσεβῶς, τοὺς θῆρας ἐν τῷ βόθρῳ τοῦ λάκκου, αὐτοῦ ταῖς ἱκεσίαις, Ἀβραὰμ καὶ τῶν Παίδων, σῶσον ἐν εἰρήνῃ, Χριστὲ τοὺς σὲ ὑμνοῦντας.ΘεοτοκίονὊν προκατήγγειλαν πιστῶς, προφητικαὶ φωναί, Ἰησοῦν Ἐμμανουήλ, ἀνθρώπου ἐν μορφῇ ἐρχόμενον, τὸν τοῦ Θεοῦ καὶ Πατρός, Υἱόν τε καὶ συνάναρχον Λόγον, ἐκ Πνεύματος Ἁγίου, ἡ Παρθένος Μαρία, τίκτει ἀπειράνδρως, ἐν Βηθλεὲμ τῇ πόλει.
Κανών β', ᾨδὴ η', Προεόρτιος
Ἦχος α'
Θαύματος ὑπερφυοῦς ΤΟ ΑΚΟΥΤΕ
Δόξα ἐν ὑψίστοις Θεῷ μετ' Ἀγγέλων, ἐκβοήσωμεν ἐν εὐφροσύνῃ· ὁ Σωτὴρ τεχθήσεται· ὁ Δεσπότης ἐπιδημεῖ, ὃν ἀστὴρ ὑποδεικνύει Μάγοις σπεύδουσιν, αὐτὸν ἐπὶ φάτνης τοῦ θεάσασθαι. Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.Δούλοις ἐπεγράφης ἑκὼν ὁ Δεσπότης, τῷ τοῦ Καίσαρος ὑπείκων νόμῳ, ὅπως τὸ ἀνθρώπινον, τῆς δουλείας τοῦ πονηροῦ, ὡς Θεὸς ἐλευθερώσης Πολυέλεε· διὸ γεγηθότες ἀναμέλπομεν. Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.ΘεοτοκίονΒρέφος νέον φέρων σε ἄναρχε Λόγε, πεῖραν δὲ ὅλως ἀνδρὸς οὐκ ἔγνων, ἡ Παρθένος ἔλεγεν, ἀποροῦσα τίνα ἐν γῇ, ὀνομάσω σου Πατέρα, οὐκ ἐπίσταμαι· διὸ μετὰ πάντων ἀναμέλπω σοι· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.Καταβασία ΤΟ ΑΚΟΥΤΕ«Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος, ἐξεικόνισε κάμινος τύπον· οὐ γὰρ οὓς ἐδέξατο φλέγει Νέους, ὡς οὐδὲ πῦρ τῆς Θεότητος, Παρθένου ἣν ὑπέδυ νηδύν· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν· Εὐλογείτω ἡ Κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας».
Κανών α', ᾨδὴ θ', τῶν Πατέρων
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Μὴ ἐποδύρου μου Μῆτερ, καθορῶσα ἐν τάφῳ, ὃν ἐν γαστρὶ ἄνευ σπορᾶς, συνέλαβες Υἱόν· ἀναστήσομαι γὰρ καὶ δοξασθήσομαι, καὶ ὑψώσω ἐν δόξῃ, ἀπαύστως ὡς Θεός, τοὺς ἐν πίστει καὶ πόθῳ, σὲ μεγαλύνοντας». (Δίς)Τὶ ἐποδύρῃ ἡ κτίσις, ἐν Σταυρῷ καθορῶσα, καὶ ἐν σορῷ τὸν τῆς ζωῆς, Δεσπότην καὶ Θεόν· ἀναστήσεται γὰρ καινοποιῶν σε φαιδρῶς, τριημέρῳ ἐγέρσει, τὸν ᾅδην καθελών, καὶ νεκροὺς συνεγείρας, ἀνευφημοῦντας αὐτόν. (Δίς)Τῶν πρὸ τοῦ νόμου Πατέρων, Ἑορτὴν ἐκτελοῦντες, τὸν ἐξ αὐτῶν θεοπρεπῶς, τιμῶμεν Ἰησοῦν· Ἀβραὰμ γὰρ ὁμοῦ, καὶ Ἰσαὰκ καί, Ἰακώβ, Προφητῶν καὶ τοῦ νόμου, ἐδείχθησαν κρηπίς, καὶ τῆς Χάριτος πίστει, πνευματικαὶ ἀπαρχαί.Ὁ ἐν πυρὶ ὑποδείξας, τῷ Μωσῇ ἐν τῇ βάτῳ, τὸ ὑπὲρ νοῦν θεοπτικῶς, μυστήριον Θεός, ἐν πυρὶ τοῖς Παισὶ συγκαταβὰς ὁ αὐτός, τῷ πυρὶ τῆς ἐμφύτου, Θεότητος αὐτοῦ, τῆς καμίνου φλόγα, δρόσον ἀπέδειξε.Τῶ Ἀβραὰμ συνελθόντες, οἱ πανάγιοι Παῖδες, καὶ Δανιὴλ ὁ θαυμαστός, Προφήτης τοῦ Θεοῦ, Ἰσαὰκ Ἰακώβ, μετὰ Μωσῆ, Ἀαρών, τοῦ Χριστοῦ πρὸ τοῦ τόκου, χορεύουσι πιστῶς, δυσωποῦντες ἀπαύστως, εἰς τὸ σωθῆναι ἡμᾶς.ΘεοτοκίονΣυγχαίρει πᾶσα ἡ κτίσις, τῷ σῷ τόκῳ Παρθένε· τὴν γὰρ Ἐδὲμ ἡ Βηθλεέμ, διήνοιξεν ἡμῖν, καὶ ἰδοὺ τῆς ζωῆς τοῦ ξύλου ἅπαντες, ἀπολαύοντες πίστει, βοῶμεν ἐκτενῶς. Τὰς ἡμῶν ἱκεσίας, Δέσποτα πλήρωσον.
Κανών β', ᾨδὴ θ', Προεόρτιος
Ἦχος α'
Μυστήριον ξένον ΤΟ ΑΚΟΥΤΕ
Μυστήρια ξένα, φρικτὰ καὶ παράδοξα! ὁ τῆς δόξης Κύριος, ἦλθεν ἐπὶ τῆς γῆς, καὶ Σπηλαίῳ πτωχεύσας ὑπέδυ σαρκί, τὸν Ἀδὰμ ἀνακαλέσασθαι ζητῶν, καὶ τὴν Εὔαν τῶν ὠδίνων ἐκλυτρώσασθαι.Σπαργάνοις σου λύεις, σειρὰς παραπτώσεων, τῇ πολλῇ πτωχείᾳ δέ, πάντας καταπλουτίζεις οἰκτίρμον, ἀλόγου κακίας τεθείς, ἐν φάτνῃ, τῶν ἀλόγων δέ, βροτοὺς ἀπαλλάττεις, τοῦ Θεοῦ Λόγε προάναρχε.ΘεοτοκίονΚηρύγματα, τῶν Προφητῶν πέρας εἴληφεν· ὃν γὰρ προεφήτευσαν, ἥξειν ἐν συντελείᾳ τῶν χρόνων, ἐπέστη ἐφάνη, Ἁγνῆς ἐκ Παρθένου σωματούμενος, αὐτὸν διανοίᾳ, καθαρᾷ ὑποδεξώμεθα.Καταβασία ΤΟ ΑΚΟΥΤΕ«Μυστήριον ξένον, ὁρῶ καὶ παράδοξον! Οὐρανὸν τὸ Σπήλαιον, Θρόνον Χερουβικόν, τὴν Παρθένον· τὴν Φάτνην χωρίον, ἐν ᾧ ἀνεκλήθη ὁ ἀχώρητος, Χριστὸς ὁ Θεός, ὃν ἀνυμνοῦντες μεγαλύνομεν».
Ἐξαποστειλάριον τῶν Πατέρων
Ἦχος β'
Τοῖς Μαθηταῖς ΤΟ ΑΚΟΥΤΕ
Πατριαρχῶν οἱ πρόκριτοι, καὶ πρὸ νόμου Πατέρες, ἐν πίστει προεξέλαμψαν, Ἀβραάμ, Ἰσαάκ τε, καὶ Ἰακὼβ ὡς φωστῆρες· ἅπαντες γὰρ Προφῆται, καὶ Δίκαιοι ἀνήφθησαν, ἐξ αὐτῶν ὡς λαμπάδες, φωτοειδεῖς, καὶ τὴν Κτίσιν, πᾶσαν ἐσκοτισμένην, ἀκτῖσι κατεφώτισαν, τῆς σεπτῆς Προφητείας.
Ἐξαποστειλάριον, Προεόρτιον
Ἦχος β'
Τοῖς Μαθηταῖς ΤΟ ΑΚΟΥΤΕ
Εὐφραίνου Βηθλεέμ, καὶ σὺ Εὐφραθᾶ ἑτοιμάζου· ἡ Θεοτόκος ἥκει γάρ, ἐν σπηλαίῳ καὶ φάτνῃ, τεκεῖν Θεὸν ἀπορρήτως. Ὢ φρικτοῦ μυστηρίου! οὗ νῦν τὴν θείαν Γέννησιν, Ἀβραὰμ Ἰσαάκ τε, καὶ Ἰακώβ, Πατριάρχαι ἅπαντες καὶ Προφῆται, φαιδρῶς προεορτάζουσι, καὶ βροτοὶ σὺν Ἀγγέλοις.
Εἰς τοὺς Αἴνους Στιχηρὰ Ἀναστάσιμα δ' καὶ τῶν Ἁγίων Πατέρων Προσόμοια δ'.
Ἁγίων Πατέρων Προσόμοια
Ἦχος πλ. α'
Χαίροις ἀσκητικῶν ΤΟ ΑΚΟΥΤΕ
Ἆρόν σου τὴν φωνὴν ἀληθῶς, Σιὼν Θεοῦ ἡ θεία Πόλις καὶ κήρυξον, Πατέρων τὴν θείαν μνήμην, σὺν Ἀβραάμ, Ἰσαάκ, Ἰακὼβ τιμῶσα τὸν ἀοίδιμον· ἰδοὺ σὺν Ἰούδᾳ τε, καὶ Λευῒ μεγαλύνομεν, Μωςῆν τὸν μέγαν, Ἀαρὼν τὸν θεσπέσιον, καὶ γεραίρομεν, σὺν Δαυΐδ Ἰησοῦν, Σαμουήλ. Πάντες τὴν προεόρτιον, Χριστοῦ θείαν αἴνεσιν, ὕμνοις ἐνθέοις κροτοῦντες, τῆς παρ' αὐτοῦ ἀγαθότητος, τυχεῖν ἐξαιτοῦμεν, τοῦ παρέχοντος τῷ κόσμῳ, τὸ μέγα ἔλεος.
Ἦχος πλ. α'
Στίχ. Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.Δεῦρο ὁ ἐν πυρίνῳ ποτέ, ἐπιδιφρεύσας Ἠλιοὺ θείῳ ἅρματι, θεόφρον Ἐλισαιέ τε, σὺν Ἐζεκίᾳ ὁμοῦ, Ἰωσίᾳ ἅμα συναγάλλεσθε· σεπτὴ δωδεκάς τε, τῶν Προφητῶν ἡ θεόπνευστος, τοῖς Γενεθλίοις τοῦ Σωτῆρος συγχόρευε, καὶ ἐν ᾄσμασι, πάντες Δίκαιοι ᾄσατε. Παῖδες οἱ παμμακάριστοι, οἱ δρόσῳ τοῦ Πνεύματος, σβέσαντες φλόγα καμίνου, ὑπέρ ἡμῶν ἱκετεύσατε, Χριστὸν δυσωποῦντες, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Ἦχος πλ. α'
Στίχ. Ὅτι δίκαιος εἶ ἐπὶ πᾶσιν, οἷς ἐποίησας ἡμῖν.Ὤφθη ἡ ἀπ' αἰῶνος ἐν γῇ, κηρυττομένη Προφητῶν ἐν τοῖς φθέγμασι, Παρθένος ἡ Θεοτόκος, ἣν Πατριάρχαι σοφοί, καὶ Δικαίων δῆμοι καταγγέλλουσι· μεθ' ὧν συγχορεύει, καὶ γυναικῶν ἡ εὐπρέπεια, Σάρρα, Ῥεβέκκα, καὶ Ῥαχὴλ σὺν τῇ Ἄννῃ τε, καὶ ἡ ἔνδοξος, Μαριὰμ ἡ Μωσέως ὁμοῦ· ταύταις συνεπαγάλλονται, καὶ κόσμου τὰ πέρατα, σύμπασα κτίσις γεραίρει, ὅτι Θεὸς παραγίνεται, σαρκὶ τοῦ τεχθῆναι, καὶ δωρήσασθαι τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Δοξαστικὸν, Τῶν Πατέρων
Ἦχος πλ. δ'
Τῶν νομικῶν διδαγμάτων ὁ σύλλογος, τὴν ἐν σαρκὶ ἐμφανίζει τοῦ Χριστοῦ θείαν Γέννησιν, τοῖς πρὸ τοῦ νόμου τὴν Χάριν εὐαγγελιζομένοις, ὡς ὑπὲρ νόμον τῇ πίστει ὑπάρξασιν· ὅθεν τῆς φθορᾶς ἀπαλλαγῆς οὔσαν πρόξενον, ταῖς ἐν ᾅδῃ κατεχομέναις ψυχαῖς προεκήρυττον, διὰ τῆς ἀναστάσεως. Κύριε δόξα σοι.Τῶν νομικῶν διδαγμάτων ὁ σύλλογος, τὴν ἐν σαρκὶ ἐμφανίζει τοῦ Χριστοῦ θείαν γέννησιν, τοὺς πρὸ νόμου πατέρας εὐαγγελιζομένους, ὡς ὑπὲρ νόμους τῇ πίστει ὑπάρξαντας· ὅθεν τῆς φθορᾶς ἀπαλλαγῆς οὔσαν πρόξενον, ταῖς ἐν ᾅδῃ κατεχομέναις ψυχαῖς προεκήρυττον, διὰ τῆς ἀναστάσεως Κύριε, δόξα σοι.
Οἱ Μακαρισμοί, καὶ ἐκ τοῦ Κανόνος τῶν Πατέρων, ᾨδὴ ς'.
| TA ΜΗΝΑΙΑ | Δεκέμβριος | 18-24 |
Dec 18
Τῌ ΙΗ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΔΕΚΕΜΒΡΙΟΥΜνήμη τοῦ Ἁγίου Μάρτυρος Σεβαστιανοῦ, καὶ τῶν σὺν αὐτῷ
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια Προεόρτια.
Στιχηρὰ τοῦ Μάρτυρος
Ἦχος α'
Πανεύφημοι Μάρτυρες ὑμᾶς ΤΟ ΑΚΟΥΤΕ
Αἱμάτων τιμίων σου βαφαῖς, Μάρτυς κατεσκεύασας, σαυτῷ πορφύραν πολύτιμον, ἣν στολισάμενος, κατοικεῖς τὰ ἄνω, ἀληθῶς βασίλεια, Θεῷ παμβασιλεῖ παριστάμενος· διὸ ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Ἦχος α'
Σεβαστιανός τε καὶ Ζωή, Μᾶρκος Μαρκελλῖνός τε, σὺν Τιβουρτίῳ συνήθλησαν, καθυπομείναντες, τρικυμίας πόνων, καὶ νῦν κατεσκήνωσαν, πρὸς ἄπονον καὶ θείαν κατάπαυσιν, ἐν ᾗ πρεσβεύουσι, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Ἦχος α'
Ἀήττητοι Μάρτυρες τῇ γῇ, τὰ τῆς γῆς ἐάσαντες, πρὸς οὐρανοὺς ἀνεδράμετε, ὑμῶν τοῖς στίγμασι, καθωραϊσμένοι, καὶ σεπτοῖς παθήμασι, λαμπρῶς πεποικιλμένοι μακάριοι· διὸ πρεσβεύσατε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Θεοτοκίον
Ἦχος α'
Πανεύφημοι Μάρτυρες ὑμᾶς ΤΟ ΑΚΟΥΤΕ
Παρθένε πανύμνητε Μωσῆς, τὸ ἐν σοὶ Μυστήριον, προφητικοῖς εἶδεν ὄμμασι, Βάτον μὴ φλέγεσθαι, καὶ περ καιομένην· πῦρ γὰρ τῆς θεότητος, την μήτραν σου Ἁγνὴ οὐ κατέφλεξε· διὸ αἰτοῦμέν σε, ὡς Μητέρα τοῦ Θεοῦ ἡμῶν, τὴν εἰρήνην, τῷ κόσμῳ σου δώρησαι.
Σταυροθεοτοκίον
Ἦχος α'
Πανεύφημοι Μάρτυρες ὑμᾶς ΤΟ ΑΚΟΥΤΕ
Σφαγήν σου τὴν ἄδικον Χριστέ, ἡ Παρθένος βλέπουσα, ὀδυρομένη ἐβόα σοι· Τέκνον γλυκύτατον, πῶς ἀδίκως θνῄσκεις; πῶς τῷ ξύλῳ κρέμασαι, ὁ πᾶσαν γῆν κρεμάσας τοῖς ὕδασι; Μὴ λίπῃς μόνην με, Εὐεργέτα πολυέλεε, τὴν Μητέρα, καὶ δούλην σου δέομαι.
Ἀπολυτίκιον
Ἦχος δ' ΤΟ ΑΚΟΥΤΕ
Οι Μάρτυρές σου, Κύριε, εν τή αθλήσει αυτών, στεφάνους εκομίσαντο τής αφθαρσίας, εκ σού τού Θεού ημών, σχόντες γάρ τήν ισχύν σου, τούς τυράννους καθείλον, έθραυσαν καί δαιμόνων, τά ανίσχυρα θράση. Αυτών ταίς ικεσίαις, Χριστέ ο Θεός, σώσον τάς ψυχάς ημών.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Ὁ Κανὼν τοῦ Μάρτυρος, οὗ ἡ Ἀκροστιχίς.Θεῖον σέβας σοι Μάρτυς ἐμφρόνως νέμω.Ἰωσήφ.ᾨδὴ α'
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σοῦ ἡ τροπαιοῦχος δεξιά, θεοπρεπῶς ἐν ἰσχὺϊ δεδόξασται· αὕτη γὰρ Ἀθάνατε, ὡς πανσθενὴς ὑπεναντίους ἔθραυσε, τοῖς Ἰσραηλίταις, ὁδὸν βυθοῦ καινουργήσασα».Θείαις φαιδρυνόμενος αὐγαῖς, τῆς σεβασμίου Τριάδος Ἀοίδιμε, πίστει τοὺς τιμῶντάς σου, τὴν φωταυγῆ καὶ ἱερὰν πανήγυριν, σοῦ ταῖς ἱκεσίαις, φωτὸς μετόχους ἀνάδειξον.Ἔχων λογισμὸν φωτοειδῆ, καὶ δεκτικὸν καθαρῶν ἐπιλάμψεων, μόνον ἐπεπόθησας, τὸ ὄντως Ὄν, ὡς νουνεχὴς καὶ φρόνιμος, Μάρτυς ἀθλοφόρε, καὶ τούτου πίστει τετύχηκας.Ἱδρῶσιν ἐνθέοις ἀληθῶς, τὰ τῆς σαρκὸς ἀμαυρώσας φρονήματα, αἵμασιν ἀθλήσεως, τοὺς θολεροὺς χειμάρρους ἀπεξήρανας, τῆς πολυθεΐας, θεόφρον Μάρτυς πολύαθλε.Ὅμιλον προσῆξας Ἀθλητῶν, διδασκαλίαις σου θείαις τῷ Κτίσαντι, πᾶσαν τὴν διάνοιαν, τῶν διωκτῶν καταβαλὼν τῇ χάριτι, Πνεύματος Ἁγίου, μεθ' ὧν πρεσβεύεις σωθῆναι ἡμᾶς.ΘεοτοκίονΝέον ἀπεκύησας Υἱόν, τὸν πρὸ αἰώνων Πατρὶ συννοούμενον, φύσεως καινίσασα, νόμους ἁγνή, Παρθενομῆτορ ἄχραντε, ἐν τῇ ὑπὲρ φύσιν, σεπτῇ καὶ θείᾳ γεννήσει σου.
Κανών α', ᾨδὴ γ', τοῦ Μάρτυρος
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ μόνος εἰδὼς τῆς τῶν βροτῶν οὐσίας τὴν ἀσθένειαν, καὶ συμπαθῶς αὐτὴν μορφωσάμενος, περίζωσόν με ἐξ ὕψους δύναμιν, τοῦ βοᾶν σοι· Ἅγιος, ὁ τῆς δόξης Κύριος, ὁ ἀνείκαστος ἐν ἀγαθότητι».Στρατὸν ἐπαγόμενος σεπτόν, τῆς θείας ὅπλοις πίστεως, ὠχυρωμένον Μάρτυς ἀήττητε, τὰς παρατάξεις τοῦ πολεμήτορος, καὶ τὰ πανουργεύματα τῶν Τυράννων ἅπαντα, καταβάλλεις τῷ σθένει τοῦ Πνεύματος.Ἐρείσας ἐν πέτρᾳ νοητή, τὰς βάσεις τῆς καρδίας σου, εὐσεβοφρόνως Μάρτυς πολύαθλε, οὐ παρετράπης τοῖς μηχανήμασι, τοῦ δολίου δράκοντος, ἀλλὰ πᾶσιν ἔρεισμα, εὐσεβείας ἐν Πνεύματι γέγονας.Βελῶν ἐκκεντήσεις χαλεπάς, ὑπέφερες δεσμούμενος, καὶ ἐπὶ ξύλου Μάρτυς τεινόμενος, Θεοῦ δὲ θείᾳ δυνάμει ἔνδοξε, ἀσινὴς ὁλόκληρος, αὖθις ἀπεδείκνυσο, καταισχύνων ἐχθροῦ μηχανήματα.ΘεοτοκίονἉγίασμα ὤφθης νοητόν, τοῦ πάντας ἁγιάζοντος, καὶ καθαρὸν Πανάμωμε σκήνωμα· ἐκ σοῦ γὰρ ὤφθη Θεὸς σαρκούμενος, καὶ διπλοῦς ταῖς φύσεσι, κόσμῳ γνωριζόμενος, ἐν μιᾷ ὑποστάσει Θεόνυμφε.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ὁ μόνος εἰδὼς τῆς τῶν βροτῶν, οὐσίας τὴν ἀσθένειαν, καὶ συμπαθῶς αὐτὴν μορφωσάμενος, περίζωσόν με ἐξ ὕψους δύναμιν, τοῦ βοᾶν σοι Ἅγιος, ὁ ναὸς ὁ ἔμψυχος, τῆς ἀχράντου σου δόξης φιλάνθρωπε».
Κάθισμα
Ἦχος α'
Τὸν τάφον σου Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ
Τῷ βίῳ τῷ φαιδρῷ, συναστρὰπτοντα ἔχων τὸν λόγον ἱερῶς, ἐφειλκύσω ἀγέλας, πιστῶν πρὸς εὐσέβειαν, μεθ' ὧν χαίρων ἐνήθλησας, πᾶσαν κάκωσιν, ὑπενεγκὼν τῶν Τυράννων· ὅθεν σήμερον τὴν παναγίαν σου μνήμην, τελοῦντες ὑμνοῦμέν σε.Δόξα... Καὶ νῦν... ΘεοτοκίονΜαρία τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς, πεπτωκότας εἰς βάθος, δεινῆς ἀπογνώσεως, καὶ πταισμάτων καὶ θλίψεων· σὺ γὰρ πέφυκας, ἁμαρτωλῶν σωτηρία, καὶ βοήθεια, καὶ κραταιὰ προστασία, καὶ σῴζεις τοὺς δούλους σου.Ἢ ΣταυροθεοτοκίονὪ θαύματος φρικτοῦ! ὢ καινοῦ μυστηρίου! ἐβόα ἡ ἁγνή, καὶ πανάμωμος Κόρη, ἐν ξύλῳ ὡς ἔβλεψε, τανυσθέντα σε Κύριε, πῶς ἀδέκαστε, Κριτὰ ἁπάντων καὶ Λόγε, ὡς κατάκριτος, ὑπὸ κριτῶν παρανόμων, Σταυρῷ κατακέκρισαι;
Κανών α', ᾨδὴ δ', τοῦ Μάρτυρος
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὄρος σε τῇ χάριτι, τῇ θεία κατάσκιον, προβλεπτικοῖς ὁ Ἀββακούμ, κατανοήσας ὀφθαλμοῖς, ἐκ σοῦ ἐξελεύσεσθαι, τοῦ Ἰσραὴλ προανεφώνει τὸν Ἅγιον, εἰς σωτηρίαν ἡμῶν καὶ ἀνάπλασιν».Σθένοις σοι Τιβούρτιε, δωρεῖται ὁ Κύριος, δι' ἀσθενείας τῆς σαρκός, καταπαλαῖσαι τὸν ἐχθρόν· πυρὶ γὰρ φλογίζοντι, νεανικῶς, ἐπέβης Μάρτυς στερρότατα, καὶ τὴν οὐράνιον δρόσον ἀντέλαβες.Συνήφθης τοῖς ἄνω, λειτουργοῖς ὦ Τιβούρτιε, ὡς λειτουργήσας τῷ Χριστῷ, καὶ ἀνενέγκας καθαράς, θυσίας ἐν πνεύματι, Ἱερουργέ, Μαρτύρων κλέος καὶ καύχημα, χαρμονικῶς· διὰ τοῦτο τιμῶμέν σε.Ὄρθιος κρεμάμενος, καὶ πλήκτροις ξεόμενος, καὶ ταῖςσφοδραῖς τῶν αἰκισμῶν, περικυκλούμενος φοραῖς, καὶ βόθρῳ χωννύμενος, καὶ ἐν αὐτῷ τὸ θεῖον τέλος δεχόμενος, ὁ γενναιόφρων ἠγάλλετο Κάστουλος.Ἰάσεις ἐν Πνεύματι Ἁγίῳ μακάριε, ἐπιτελῶν πρὸς φωτισμόν, τῶν καθορώντων εὐσεβῶς, λαοῖς τὸ σωτήριον, θεοπρεπῶς Σεβαστιανὲ κατήγγειλας, μαρτυρικῶς δὲ τόν δρόμον ἐτέλεσας.ΘεοτοκίονΜόνην σε πασῶν, ἐκ γενεῶν ἐξελέξατο, ὁ ὑπερούσιος Θεός, καὶ οὐσιώθη καθ' ἡμᾶς γενόμενος ἄνθρωπος, ὁ πλαστουργός, τῆς ἀνθρωπίνης ὑπάρξεως, Θεογεννῆτορ πανάμωμε Δέσποινα.
Κανών α', ᾨδὴ ε', τοῦ Μάρτυρος
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ φωτίσας, τῇ ἐλλάμψει τῆς σῆς παρουσίας Χριστέ, καὶ φαιδρύνας τῷ Σταυρῷ σου τοῦ κόσμου τὰ πέρατα, τὰς καρδίας φώτισον φωτί, τῆς σῆς θεογνωσίας, τῶν ὀρθοδόξως ὑμνούντων σε».Αἱ τρίβοι σου, καὶ πορεῖαι πρὸς μόνον φερόμεναι, τὸν Κύριον, ἀνοδίας ἐχθρῶν ὑπεξέκλιναν, καὶ πολλοῖς γεγόνασιν, ὁδὸς εὐθεῖα καὶ πραεῖα, Μάρτυς Χριστοῦ πανσεβάσμιε.Ῥητορεύει, Μαρκελλῖνος καὶ Μᾶρκος σοφώτατα, πρὸ βημάτων, τοῦ Χριστοῦ τὴν σωτήριον ἔλευσιν, προσδεθέντες ἄμφω δέ, κέντροις τοὺς πόδας καθηλοῦνται, μαρτυρικῶς κλεϊζόμενοι.Τὸ πάθημα, τοῦ τὰ πάθη ἡμῶν θανατώσαντος, Μαρκελλῖνος, καὶ ὁ Μᾶρκος στερρῶς εἰκονίζοντες, λόγχῃ σφαγιάζονται, καὶ στεφηφόροι ταῖς χορείαις, τῶν ἀθλοφόρων συνάπτονται.ΘεοτοκίονὙπέρφωτε, τοῦ Ἡλίου Νεφέλη πανάμωμε, ἀπέλασον, τῆς ψυχῆς μου τὰ νέφη πρεσβείαις σου, καὶ τὸν νοῦν μου φώτισον, τῇ ἀμελείᾳ σκοτισθέντα, ὅπως ὑμνῶ σε Πανύμνητε.
Κανών α', ᾨδὴ ς', τοῦ Μάρτυρος
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐκύκλωσεν ἡμᾶς ἐσχάτη ἄβυσσος, οὐκ ἔστιν ὁ ῥυόμενος, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς, σῶσον τὸν λαόν σου ὁ Θεὸς ἡμῶν· σὺ γὰρ ἰσχὺς τῶν ἀσθενούντων καὶ ἐπανόρθωσις».Στερρότητι νοὸς σεβασμιώτατε, ἐδείχθης ἀταπείνωτος, ἐν τῷ τύπτεσθαι ταῖς ῥάβδοις ἀφειδῶς, καὶ κατακεντᾶσθαι πολλοῖς τοῖς βέλεσιν· ὅθεν πρὸς φῶς, μετέβης χαίρων Μάρτυς ἀνέσπερον.Ἐνεύρου σε Χριστὸς ἀγωνιζόμενον, καὶ δαίμοσι μαχόμενον, καὶ αἰκίαις ὁμιλοῦντα χαλεπαῖς, Σεβαστιανὲ Μάρτυς ἀήττητε, καὶ πρὸς αὐτὸν ἀποσκοποῦντα καρδίας ὄμμασι.Μοχλεύσεσι στερραῖς πανσόφως λόγων σου, τὴν πλάνην ἀνεμόχλευσας, καὶ σεβάσματα κατέαξας ἐχθρῶν, καὶ εἰδωλικοὺς ναοὺς ἠδάφισας, καὶ σεαυτὸν ναὸν τοῦ θείου ἤγειρας Πνεύματος.ΘεοτοκίονΦθαρεῖσαν τὴν ἡμῶν ἐκ παραβάσεως, οὐσίαν ἀνεκαίνισας, τὸν καινίζοντα τὰ πάντα θεϊκῷ, μόνῳ τῷ βουλήματι κυήσασα, ἐν γυναιξὶν εὐλογημένη θεοχαρίτωτε.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ἐκύκλωσεν ἡμᾶς ἐσχάτη ἄβυσσος, οὐκ ἔστιν ὁ ῥυόμενος, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς, σῶσον τὸν λαόν σου ὁ Θεὸς ἡμῶν· σὺ γὰρ ἰσχὺς τῶν ἀσθενούντων καὶ ἐπανόρθωσις».
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΙΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Σεβαστιανοῦ καὶ τῶν σὺν αὐτῷ Ζωῆς, Τραγκυλίνου, Νικοστράτου, Κλαυδίου, Κάστορος, Τιβουρτίου, Καστούλου, Μαρκελλίνου καὶ Μάρκου.ΣτίχοιΣεβαστιανὸς τῶν πλάνης σεβασμάτωνΚαταφρονήσας τύπτεται τὸ σαρκίον.Ὀγδοάτῃ δεκάτῃ Σεβαστιανὸς ῥοπαλίσθη.Ζωὴ πρὸς ὕψος ἐκ κεφαλῆς ἠρμένη,Καπνῷ δυσώδει λαμβάνει ζωῆς τέλος.Ναί, βάλλετε σφοδρῶς με συχνοῖς τοῖς λίθοις,Ἐκ καρδίας ἔκραζεν ὁ Τραγκυλῖνος.Καὶ τοὺς περὶ Κλαύδιον ὧδε τακτέον.Οὕς, κἄν βυθὸς συνέσχεν, οὐρανὸς φέρει.Τιβουρτίου τέμνουσι τὴν θείαν κάραν,Σύ μου Θεὸς κράζοντος, ὦ Θεοῦ Λόγε.Κάστουλον εἷλκον εἰς ἀπωλείας βόθρον.Ὡς δ' οὐχ ὑπεῖξε, γῆς ἐνεβλήθη βόθρῳ.Ἐχθρῶν παγέντες, οἷα λόγχαι, καρδίας,Νύττεσθε λόγχαις, Μάρκε καὶ Μαρκελλῖνε.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Εὐβιότου.ΣτίχοιἬθλησεν Εὐβίοτος ἄχρις αἱμάτων,Βίου δὲ τέρμα εὗρε χωρὶς αἱμάτων.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου πατρὸς ἡμῶν Φλώρου, Ἐπισκόπου Ἀμινσοῦ.ΣτίχοιΕἴκων ὁ Φλῶρος τῇ πάλαι κατακρίσει,Εἰς γῆν ἀπῆλθε· γῆ γὰρ ἦν, καὶ τὶ ξένον;Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Φωκᾶ καὶ Ἑρμύλου, διὰ ξίφους τελειωθέντων.ΣτίχοιἜγωγε τμηθῶ πρῶτον, Ἕρμυλος λέγει.Οὔ, φησὶ Φωκᾶς, ἀλλ' ὁ Φωκᾶς Ἕρμυλε.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων, Ζακχαίου διακόνου, καὶ Ἀλφειοῦ ἀναγνώστου, ἀθλησάντων ἐν Καισαρείᾳ.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας καὶ θαυματουργοῦ Σοφίας καὶ τὰ Ἐγκαίνια τοῦ σεβασμίου Οἴκου τῆς Ὑπεραγίας Θεοτόκου, ἐν τοῖς Χαλκοπρατείοις.Καὶ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μιχαὴλ Συγκέλλου, τοῦ Ὁμολογητοῦ.ΣτίχοιΟὐκ, εἰ τελευτᾷς Μιχαήλ, τοῦτο ξένον·Ἀλλ' εἰ θανὼν ζῇς, ὥς περ οὖν ζῇς ἀξίως.Ταῖς τῶν ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Κανών α', ᾨδὴ ζ', τοῦ Μάρτυρος
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σὲ νοητήν, Θεοτόκε κάμινον, κατανοοῦμεν οἱ πιστοί· ὡς γὰρ Παῖδας ἔσωσε τρεῖς, ὁ ὑπερυψούμενος, ὅλον με τὸν ἄνθρωπον, ἐν τῇ, γαστρί σου ἀνέπλασεν, ὁ αἰνετός τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος».Ῥώμῃ τῇ σῇ, κραταιᾷ σθενούμενοι, οἱ Ἀθλοφόροι σου Χριστέ, ἐτροπώσαντο τὸν ἐχθρόν, πλάνην κατεπάτησαν, σώματα παρέδωκαν, τοῖς αἰκισμοῖς ἀναμέλποντες, ὁ αἰνετός τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.Οἱ θεαυγεῖς, Ἀθλοφόροι Μάρτυρες, ἀγωνισάμενοι καλῶς, Μαρκελλῖνος καὶ ὁ κλεινός, Μᾶρκος καὶ Τιβούρτιος, Κάστουλος ὁ πάνσοφος, πρὸς οὐρανὸν μετετέθησαν, τόν αἰνετὸν ἀνυμνοῦντες, Θεὸν τὸν ὑπερένδοξον.Νεανικῶς, ἀθλητὰ Τιβούρτιε, ὥσπερ οἱ Παῖδες τῇ πυρᾷ, ἐπιβέβηκας νοητῶς, δρόσον τὴν τοῦ Πνεύματος, ἄνωθεν δεχόμενος, καὶ μελῳδῶν ἐμμελέστατα· ὁ αἰνετὸς των Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.Ὥσπερ ἀμνάς, κρεμαμένη ἔνδοξε, ἐναπηγχόνισας ἐχθρόν, ταῖς νευραῖς τῶν μαρτυρικῶν, πόνων σου πανεύφημε, ζῇς δὲ μετὰ θάνατον, Μάρτυς Ζωὴ ἀναμέλπουσα· ὁ αἰνετός τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.ΘεοτοκίονΣτάμνον χρυσῆν, παναγίαν τράπεζαν, τοῦ θείου Ἄρτου τῆς ζωῆς, ὀνομάζομέν σε Ἁγνή. Τόπον ἁγιάσματος, θρόνον ὑψηλότατον, ἐν ᾧ Θεὸς ἀνεπαύσατο· ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Κανών α', ᾨδὴ η', τοῦ Μάρτυρος
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐν καμίνῳ Παῖδες, Ἰσραήλ, ὡς ἐν χωνευτηρίῳ, τῷ κάλλει τῆς εὐσεβείας, καθαρώτερον χρυσοῦ, ἀπέστιλβον λέγοντες· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».Νεκρωθῆναι κόσμῳ βουληθείς, καὶ τοῖς ἐν κόσμῳ πᾶσι, τῆς ὄντως κατηξιώθης, Ἀεισέβαστε ζωῆς, βοῶν προθυμότατα· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.Ἔθεντό σε ἄνομοι δεινῶς, ἐν λάκκῳ κατωτάτῳ, χωννύντες καὶ θανατοῦντες, ἀναμέλποντα τρανῶς, ἀοίδιμε Κάστουλε· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.Μακαρίας ἔτυχες ζωῆς, ὡς ἐπώνυμος ταύτης· πνιγμῷ γὰρ βιαιοτάτῳ, τὴν ἐπίκηρον ζωήν, κατέλιπες μέλπουσα· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.ΘεοτοκίονὩραιώθης τέξασα Θεόν, ὡραῖον καὶ Δεσπότην, τὸν θείαις καταφαιδρύναντα, ἀκτῖσι τοὺς βροτούς· διὸ ἀναμέλπομεν· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ἐν καμίνῳ Παῖδες, Ἰσραήλ, ὡς ἐν χωνευτηρίῳ, τῷ κάλλει τῆς εὐσεβείας, καθαρώτερον χρυσοῦ, ἀπέστιλβον λέγοντες· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».
Κανών α', ᾨδὴ θ', τοῦ Μάρτυρος
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τύπον τῆς ἁγνῆς λοχείας σου, πυρπολουμένη βάτος, ἔδειξεν ἄφλεκτος, καὶ νῦν καθ' ἡμῶν, τῶν πειρασμῶν ἀγριαίνουσαν, κατασβέσαι αἰτοῦμεν τὴν κάμινον, ἵνα σε Θεοτόκε, ἀκαταπαύστως μεγαλύνωμεν».Ἵνα θεϊκῆς λαμπρότητος, καὶ αἰωνίου δόξης καὶ ὡραιότητος, Σεβαστιανέ, ἀξιωθῇς ἀξιάγαστε, τὰς βασάνους, τοὺς πόνους, τὸν θάνατον, ὑπέμεινας ἀνδρείως· διὸ σε πάντες μακαρίζομεν.Ὤφθης μέσον ἄστρων ἥλιος, τῶν συναθλούντων Μάρτυς καὶ νῦν φωτίζεται, ἄθλων ἱερῶν, ἱερωτάταις λαμπρότησιν, Ἐκκλησίας τὸ θεῖον στερέωμα, καὶ πᾶσα διαβόλου, διασκεδάζεται ἀπόνοια.Στέργοντες Χριστὸν Τιβούρτιος, καὶ Μαρκελλῖνος, Μᾶρκος, Ζωὴ καὶ Κάστουλος, Σεβαστιανῷ, καθηγητῇ καὶ θεόφρονι, συναθλοῦσι, καὶ ἴσους κομίζονται, τῆς νίκης τοὺς στεφανους, ὑπὲρ ἡμῶν ἀεὶ πρεσβεύοντες.Ἤρθη πρὸς μονὰς σκηνούμενος, φωτοειδὴς Μαρτύρων χορὸς ὁ ἔνθεος, καὶ τοὺς οὐρανούς, περιπολεῖ ἀγαλλόμενος, ὑπὲρ πάντων ἡμῶν τὸν φιλάνθρωπον, ἀεὶ παρακαλοῦντες, μακαριζόντων αὐτοὺς πάντοτε.ΘεοτοκίονΦρίττει νοερὰ Στρατεύματα, τὸ τοῦ Πατρὸς ὁρῶντα θεῖον ἀπαύγασμα, σοῦ ἐν ταῖς χερσίν, ἀνερμηνεύτως κρατούμενον, καὶ τὸ σὸν κεκτημένον ὁμοίωμα, ἵνα βροτούς θεώσῃ, Παρθενομῆτορ ἀπειρόγαμε.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Τύπον τῆς ἁγνῆς λοχείας σου, πυρπολουμένη βάτος, ἔδειξεν ἄφλεκτος, καὶ νῦν καθ' ἡμῶν, τῶν πειρασμῶν ἀγριαίνουσαν, κατασβέσαι αἰτοῦμεν τὴν κάμινον, ἵνα σε Θεοτόκε, ἀκαταπαύστως μεγαλύνωμεν».
| TA ΜΗΝΑΙΑ | Δεκέμβριος | 18 |
Dec 19
Τῌ ΙΘ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΔΕΚΕΜΒΡΙΟΥΜνήμη τοῦ Ἁγίου Μάρτυρος Βονιφατίου.
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια Προεόρτια.
Στιχηρὰ τοῦ Μάρτυρος
Ἦχος δ'
Ἔδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕ
Εὔκλειαν ἐπόθησας, ἀποκειμένην τοῖς Μάρτυσιν, Ἀθλοφόρε πολύαθλε, καὶ πόνους ὑπήνεγκας, θαρσαλέᾳ γνώμῃ, ἄπονον πρὸς λῆξιν μετατεθῆναι προσδοκῶν, καὶ τὰ βραβεῖα ζητῶν κομίσασθαι, παμμάκαρ τὰ οὐράνια, καὶ Παραδείσου τὴν οἴκησιν, καὶ τὸ φῶς τὸ ἀνέσπερον, καὶ ζωὴν τὴν αἰώνιον.
Ἦχος δ'
Ὀνύχων σπαράγματα, καὶ χαλεπὰ ἐκκεντήματα, καὶ μολύβδου πυράκτωσιν, τῆς κάρας ἀφαίρεσιν, καὶ τοὺς δριμυτάτους, ὑπήνεγκας πόνους, καὶ προσετέθης τῷ χορῷ, τῶν Ἀθλοφόρων χαίρων Πολύαθλε· διό σου τὴν ἐτήσιον, ἐπιτελοῦμεν πανήγυριν, ἀθλητὰ Βονιφάτιε, τῶν Ἀγγέλων συμμέτοχε.
Ἦχος δ'
Δοῦλόν σε προπέμψασα, θεῖον δεσπότην ἀπέλαβεν, Ἀγλαῒς Βονιφάτιε, παθῶν κυριεύσαντα, βεβασιλευκότα, ἀθέων τυράννων, καταβαλόντα τοὺς ἐχθρούς, καὶ νίκης στέφος ἀναδησάμενον· διὸ ναὸν σοι ἅγιον, περικαλῆ τε δομήσασα, ἐν αὐτῷ ἐναπέθετο, ἱερῶς εὐφημοῦσά σε.
Θεοτοκίον
Ἦχος δ'
Ἔδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕ
Κριτὴν δικαιότατον, ἀποκυήσασα Δέσποινα, τὸν ἀσώτως βιώσαντα, δυσωπῶ ἱκέτευε, κατακεκριμένον, καὶ ἠπορημένον, ἐν τῇ μελλούσῃ φοβερᾷ, κρίσει Παρθένε μὴ κατακρῖναί με· συντάξαι δὲ τοῖς μέλλουσιν, ἐκ δεξιῶν τούτου ἵστασθαι, ἐκλεκτοῖς διὰ ἔλεος, καὶ πολλὴν ἀγαθότητα.
Σταυροθεοτοκίον
Ἦχος δ'
Ἔδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕ
Νεκρούμενον βλέπουσα, Χριστὸν ἡ πάναγνος Δέσποινα, καὶ νεκροῦντα τὸν δόλιον, ὡς Δεσπότην κλαίουσα, ὕμνει τὸν ἐκ σπλάγχνων, αὐτῆς προελθόντα, καὶ τὸ μακρόθυμον αὐτοῦ, ἀποθαυμάζουσα ἀνεκραύγαζε· Τέκνον μου ποθεινότατον, μὴ ἐπιλάθῃ τῆς δούλης σου, μὴ βραδύνῃς Φιλάνθρωπε, τὸ ἐμὸν καταθύμιον.
Ἀπολυτίκιον
Ἦχος δ' ΤΟ ΑΚΟΥΤΕ
Ο Μάρτυς σου Κύριε, έν τή αθλήσει αυτού, τό στέφος εκομίσατο τής αφθαρσίας, εκ σού τού Θεού ημών, έχων γάρ τήν ισχύν σου, τούς τυράννους καθείλεν, έθραυσε καί δαιμόνων, τά ανίσχυρα θράση, αυτού ταίς ικεσίαις Χριστέ, σώσον τάς ψυχάς ημών.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Ὁ Κανὼν τοῦ Μάρτυρος, οὗ ἡ Ἀκροστιχίς.Πιστῶς σε μέλπω Μάρτυς ἠγλαϊσμένε.Ἰωσήφ.ᾨδὴ α'
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τριστάτας κραταιούς, ὁ τεχθεὶς ἐκ Παρθένου, ἀπαθείας ἐν βυθῷ ψυχῆς τὸ τριμερές, καταπόντισον δέομαι, ὅπως σοι ὡς ἐν τυμπάνῳ, τῇ νεκρώσει τοῦ σώματος, ἐπινίκιον ᾄσω μελῴδημα».Προθύμῳ λογισμῷ, τοὺς ἀγῶνας ζηλώσας, τῶν γενναίων Ἀθλητῶν, ἐνήθλησας στερρῶς, καὶ τὸν ὄφιν ἐνέκρωσας, ἄθλοις σου τοῖς ζωηφόροις, Ἱερὲ Βονιφάτιε, τῶν Ἁγίων Ἀγγέλων συνόμιλε.Ἰδὼν ἐπὶ τῆς γῆς, τοῦ ἐχθροῦ τὴν ἀπάτην, κεχυμένην ἀληθῶς, γενναῖε Ἀθλητά, τὴν ψυχὴν πυρπολούμενος, ἔρωτι τῷ θειοτάτῳ, ὑπεισῆλθες τὸ στάδιον, ἀπτοήτῳ τρισμάκαρ φρονήματι.Σοφίᾳ θεϊκῇ, λαμπρυνόμενος Μάκαρ, τοὺς ἀσόφους δυσμενεῖς, ἐμώρανας, Χριστὸν καταγγέλλων παχύτητι, σώματος ὁμοιωθέντα, ὀφθῆναι ἠθέλησε, Βονιφάτιε οἷς Μάρτυς πολύαθλε.ΘεοτοκίονΤὸ Ὄρος τοῦ Θεοῦ, Δανιὴλ ὁ προεῖδε, τὴν Σκηνὴν τὴν νοητήν, τὴν Πλάκα τὴν σεπτήν, τὸ τῆς δόξης ἁγίασμα, Τράπεζαν τὸν θεῖον Ἄρτον, τὴν χωρήσασαν ᾄσμασι, τὴν Ἁγίαν Παρθένον ὑμνήσωμεν.
Κανών α', ᾨδὴ γ', τοῦ Μάρτυρος
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὅτι στεῖρα ἔτεκεν, ἡ ἐξ Ἐθνῶν Ἐκκλησία, καὶ ἡ πολλὴ ἐν τέκνοις, ἠσθένησε Συναγωγή, τῷ θαυμαστῷ Θεῷ ἡμῶν βοήσωμεν· Ἅγιος εἶ Κύριε».Ὡς ποθήσας Ἔνδοξε, ἐλευθερίαν τὴν ἄνω, ἀπὸ ζυγοῦ δουλείας, λυτροῦσαι πάθη τὰ σεπτά, ἐζηλωκὼς ἀοίδιμε τοῦ δι' οἶκτον, δούλου χρηματίσαντος.Σαρκικῶν ἀνώτερος, ἀποδειχθεὶς φρονημάτων, ἐν ἀλλοιώσει θείᾳ, ἀθρόον πᾶσαν προσβολήν, τῶν δυσχερῶν ὑπήνεγκας γηθόμενος, Μάρτυς Βονιφάτιε. Σεαυτὸν ἀπηρνήσω, καὶ πρὸς ἀγῶνας καὶ πάλας, τοῦ δυσμενοῦς ἐξῆλθες, Σταυροῦ τῷ ὅπλῳ κρατυνθείς, καὶ νικητὴς γενόμενος, δεδόξασαι Μάρτυς Βονιφάτιε.ΘεοτοκίονἙαυτὸν ἐκένωσε, τοὺς πατρικοὺς μὴ κενώσας, ἐν τῇ γαστρί σου κόλπους, ὑπερούσιος Θεός, καὶ σὸς Υἱὸς ἐγένετο Πανάμωμε, σῶσαι τὸ ἀνθρώπινον.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ὅτι στεῖρα ἔτεκεν, ἡ ἐξ Ἐθνῶν Ἐκκλησία, καὶ ἡ πολλὴ ἐν τέκνοις, ἠσθένησε Συναγωγή, τῷ θαυμαστῷ Θεῷ ἡμῶν βοήσωμεν· Ἅγιος εἶ Κύριε».
Κάθισμα
Ἦχος α'
Τὸν τάφον σου Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ
Τιμήσας τὸν Θεόν, παρ' αὐτοῦ ἐτιμήθης, Μαρτύρων καλλονή, Βονιφάτιε μάκαρ· διὸ καὶ στεφάνῳ σε, θείας δόξης ἐκόσμησεν· ὅθεν σήμερον, τὴν παναγίαν σου μνήμην, ἑορτάζοντες, ὑπὲρ ἡμῶν σὲ αἰτοῦμεν, πρεσβεύειν πρὸς Κύριον.Δόξα... Καὶ νῦν... ΘεοτοκίονΤὸν πάντων Ποιητήν, καὶ Θεόν σου καὶ Κτίστην, πανάμωμε ἁγνή, διὰ Πνεύματος θείου, ἐν μήτρᾳ σου ἐχώρησας, καὶ φθορᾶς δίχα τέτοκας, ὃν δοξάζοντες, σὲ ἀνυμνοῦμεν Παρθένε, ὡς Παλάτιον, τοῦ Βασιλέως τῆς δόξης, καὶ κόσμου ἀντίλυτρον.Ἢ ΣταυροθεοτοκίονΚαὶ σοῦ τῆς καθαρᾶς, καὶ πανάγνου Παρθένου, διῆλθεν ἀληθῶς, τὴν καρδίαν ῥομφαία, Σταυρῷ ὡς ἑώρακας, τὸν Υἱόν σου ὑψούμενον, παναμώμητε, εὐλογημένη Μαρία, τὸ προσφύγιον, ἁμαρτωλῶν καὶ τὸ τεῖχος, καὶ κόσμου κραταίωμα.
Κανών α', ᾨδὴ δ', τοῦ Μάρτυρος
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Δι' ἀγάπησιν Οἰκτίρμον τῆς σῆς εἰκόνος, ἐπὶ Σταυροῦ σου ἔστης, καὶ ἐτάκησαν ἔθνη· σὺ γὰρ εἶ φιλάνθρωπε, ἰσχύς μου καὶ ὕμνησις».Μακαρίζων τῶν ἀθλούντων τὴν καρτερίαν, τῇ ἐκμιμήσει Μάρτυς, τῶν σεπτῶν παθημάτων, τούτοις ἐξωμοίωσαι, θεόφρον πανόλβιε.Ἐπειγόμενος ἐν πίστει Μαρτύρων θείων, πρὸς συλλογῆν παμμάκαρ σεαυτὸν τῇ ποθούσῃ, φόρτον ἀξιάγαστον, θεόφρον ἀπέδωκας.Λιπαινόμενος καθάπερ χρυσίον Μάρτυς, τῶν αἰκισμῶν χωνείᾳ ὀβρυζότερος ὤφθης, φέρων τοῦ ποιήσαντος, παθῶν τὸ ἐκσφράγισμα.ΘεοτοκίονΠαρθενίαν μετὰ τόκον ἐσφραγισμένην, κατανοοῦσα Κόρη, τὸν ἀφράστως τεχθέντα, Λόγον ἐκ λαγόνων σου, πιστῶς ἐμεγάλυνες.
Κανών α', ᾨδὴ ε', τοῦ Μάρτυρος
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὸν φωτισμόν σου Κύριε, κατάπεμψον ἡμῖν, καὶ τῆς ἀχλύος ἡμᾶς, τῶν πταισμάτων λῦσον ἀγαθέ, τὴν σὴν εἰρήνην οὐρανόθεν δωρούμενος».Ὡς φωταυγὴς ἀνέτειλας, ἀστὴρ ἀπὸ δυσμῶν, καὶ δύνας Μάρτυς, ἀθλήσει καρτερῶς, αὖθις πρὸς δυσμὰς ἐξανατέλλεις, καταυγάζων τὰ πέρατα.Μαρτυρικῶς ἠγώνισαι, ὀνύχων σπαραγμοὺς ὀξέσι, Μάρτυς, καλάμοις ὑποφέρων, καὶ τοῦ πονηροῦ τὰ κέντρα πάντα, ἀπαμβλύνων ἐν χάριτι.Αἱ τοῦ ἐχθροῦ ἠσθένησαν, θεόφρον ἐπὶ σοὶ μηχανουργίαι· καὶ γὰρ τῇ πρὸς Θεόν, νεύσει ἀκλινεῖ σαρκὸς αἰκίσει, ὥσπερ ἄσαρκος ἔφερες.ΘεοτοκίονῬύπου παντὸς ἀπόπλυνον, Παρθένε τὴν ἐμήν, ψυχὴν βοῶ σοι, καὶ σῶσόν με, ἡ τὸν ἀληθῆ Θεὸν Σωτῆρα, ἐπὶ γῆς σωματώσασα.
Κανών α', ᾨδὴ ς', τοῦ Μάρτυρος
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐβόησε, προτυπῶν τὴν ταφὴν τὴν τριήμερον, ὁ Προφήτης, Ἰωνᾶς ἐν τῷ κήτει δεόμενος· Ἐκ φθορᾶς με ῥῦσαι, Ἰησοῦ Βασιλεῦ τῶν δυνάμεων».Τυπτόμενος, ταῖς πληγαῖς τῆς σαρκὸς κατεπλήγωσας, τοὺς ἀθέους, ἀνιάτως νοσοῦντας, τὴν ἄγνοιαν, καὶ νοσούντων ὤφθης, ἰατρὸς ἀθλητὰ Βονιφάτιε.Ὑψούμενος, πρὸς Θεὸν ἐπιδόσει Μακάριε, τῶν ἀγώνων, δυσμενεῖς ἀοράτους κατέρραξας, καὶ κατερραγμένοις, βοηθὸς Ἀθλοφόρε γεγένησαι.Συρόμενος, ἐπὶ γῆς ὥσπερ λίθος πολύτιμος, θεοφόρε, τὸ τῆς πλάνης καθεῖλες, ὀχύρωμα, καὶ πιστῶν καρδίας, ἐπὶ πλεῖον τῇ πίστει ἐστήριξας.ΘεοτοκίονἩ βάτος σε, προετύπου Πανύμνητε πρότερον, καιομένη, μηδαμῶς φλεγομένη δὲ Πάναγνε· καὶ γὰρ ὡς ἐκείνη, οὐκ ἐφλέχθης Θεὸν σωματώσασα.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ἐβόησε, προτυπῶν τὴν ταφὴν τὴν τριήμερον, ὁ Προφήτης, Ἰωνᾶς ἐν τῷ κήτει δεόμενος· Ἐκ φθορᾶς με ῥῦσαι, Ἰησοῦ Βασιλεῦ τῶν δυνάμεων».
Κοντάκιον
Ἦχος δ'
Ἐπεφάνης σήμερον ΤΟ ΑΚΟΥΤΕ
Ἱερεῖον ἄμωμον, ἐθελουσίως, σεαυτὸν προσήγαγες, τῷ ἐκ Παρθένου διὰ σέ, τεχθῆναι μέλλοντι Ἅγιε, στεφανηφόρε σοφὲ Βονιφάτιε.
Ὁ Οἶκος
Ἀνατολῆς ὥσπερ ἀστήρ, τοὺς μάγους ἐκ Περσίδος, οὕτω σε θεία νεῦσις ἐκ δυσμῶν ὡδήγησε θεόφρον, τεχθῆναι ἐν Σπηλαίῳ, τῷ εὐδοκήσαντι Χριστῷ προσκυνῆσαι ὡς Βασιλεῖ ἁπάσης τῆς κτίσεως, καὶ τούτῳ δῶρα προσαγαγεῖν, ὡς λίβανον καὶ σμύρναν καὶ χρυσόν, Πίστιν Ἀγάπην καὶ Ἐλπίδα. Ὅθεν σαυτὸν ὁλόκληρον προσήγαγες αὐτῷ ἄμωμον δῶρον, τῷ Τυράννῳ δικαστῇ, ἐν παρρησίᾳ κράζων καὶ βοῶν· Χριστοῦ μου δοῦλος ὑπάρχω, στεφανηφόρε σοφὲ Βονιφάτιε.
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΙΘ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου μάρτυρος Βονιφατίου.ΣτίχοιΖητῶν Βονιφάτιος ὀστᾶ Μαρτύρων.Ἑαυτὸν εὗρε μάρτυρα, τμηθεὶς ξίφει.Ἐννεακαιδεκάτῃ Βονιφάτιος αὐχένα τμήθη.Τῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τῶν Ἁγίων Μαρτύρων, Ἠλία, Πρόβου, καὶ Ἄρεως.ΣτίχοιἈθλήσεως τμηθέντα τῷ ξίφει κάραν,Ζηλοῖ ταχὺ Πρόβος σε, Μάρτυς Ἠλία.Ἄρης ὑπῆρξας πρὸς τὸ πῦρ ὄντως Ἄρες,Ἄρης νοητός, ὅπλα πίστεως φέρων.Τῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τῶν Ἁγίων Μαρτύρων, Τιμοθέου καὶ Πολυεύκτου.ΣτίχοιΤιμόθεον δέ, τὸν πεπυρπολημένον,Ποῦ θήσομεν, λαχόντα παντίμου τέλους;Σοῦ Πολύευκτε Καισαρεῦ ποῖον τέλος;Τὸ πῦρ ὑπελθών, εὗρον εὐκταῖον τέλος.Τῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τῶν Ἁγίων Μαρτύρων, Εὐτυχίου, καὶ Θεσσαλονίκης, καὶ τῶν σὺν αὐτοῖς Ἀνδρῶν διακοσίων, καὶ Γυναικῶν ἑβδομήκοντα, διὰ ξίφους τελειωθέντων.ΣτίχοιΣὺν Εὐτυχίῳ καὶ σὺ Θεσσαλονίκη,Νίκην ἐφεῦρες εὐτυχῶς διὰ ξίφους.Ἀνεῖλεν ἀνδρῶν εἰκάδας δέκα ξίφος,Ἀνεῖλε καὶ Γυναῖκας ἑπτάκις δέκα.Τῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Γρηγεντίου, Ἐπισκόπου Αἰθιοπίας.ΣτίχοιΣαρκὸς λιπὼν σύνδεσμον ὁ Γρηγέντιος,Ἐκεῖσε μετῆλθεν, ἔνθα σαρξὶν οὐ τόπος.Τῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τοῦ Ἁγίου Μάρτυρος Τρύφωνος.ΣτίχοιΤρύφων ἀνῆλθε σώματι πρὸς ἰτέαν,Καὶ πνεύματι πρὸς ὕψος οὐρανοῦ μέγα.Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
Κανών α', ᾨδὴ ζ', τοῦ Μάρτυρος
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἀβραμιαῖοι ποτέ, ἐν Βαβυλῶνι παῖδες, καμίνου φλόγα κατεπάτησαν, ἐν ὕμνοις κραυγάζοντες· ὁ τῶν Πατέρων, Θεὸς εὐλογητὸς εἶ».Γόνυ μὴ κλίνας γλυπτοῖς, εἰς πειρασμὸν ἐβλήθης, μεγίστην ὄντως Μάρτυς κάμινον, ἐν ᾗ δροσιζόμενος· Ὁ τῶν Πατέρων βοᾷς Θεὸς εὐλογητὸς εἶ.Λύειν τὸν τόνον τῆς σῆς, ὁμολογίας σπεύδων, ὁ δολιόφρων τοῖς ἐγκάτοις σου, κοχλάζοντα μόλυβδον, ἀνηλεῶς ἐκχέει, ἀλλ' ἐμφανῶς ᾐσχύνθη.Ἀποτμηθεὶς προθύμως, τὴν ἱεράν σου κάραν, ἐχθροῦ δολίου πολυμήχανον, κεφαλὴν διέκοψας, τῆς σῆς ἀνδρείας ξίφει, Μάρτυς Χριστοῦ θεόφρον.ΘεοτοκίονἽνα φωναῖς αἰσίαις, ὑμνολογῶ σε Κόρη, παθῶν με ῥῦσαι ταῖς πρεσβείαις σου, κινδύνων καὶ θλίψεων, καὶ πονηρῶν λογισμῶν, κακῶσαί με ζητούντων.
Κανών α', ᾨδὴ η', τοῦ Μάρτυρος
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Λυτρωτὰ τοῦ παντὸς Παντοδύναμε, τοὺς ἐν μέσῳ φλογὸς εὐσεβήσαντας, συγκαταβὰς ἐδρόσισας, καὶ ἐδίδαξας μέλπειν· Πάντα τὰ ἔργα, εὐλογεῖτε, ὑμνεῖτε τὸν Κύριον».Συμφερόντως τὴν σὴν ἐργαζόμενος, σωτηρίαν Χριστὸς Βονιφάτιε, ἀναζητοῦντα λείψανα, καλλινίκων Μαρτύρων, σὲ ἐνισχύει, ὁ πιστῶς ἐπεζήτεις γενήσεσθαι.Μακαρίᾳ δεσποίνῃ μακάριος, θησαυρὸς ἀπεδόθης Μακάριε· ᾧ πλουτισθεῖσα ἔψαλλε, γηθομένῃ καρδίᾳ· Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.Ἐν σπουδῇ τὸ ἀοίδιμον γύναιον, ἀνεγεῖρον ναὸν ἱερώτατον, σὲ ἐν αὐτῷ κατέθετο, πεφυκότα τῆς θείας, ναὸν Τριάδος, ἀθλοφόρε Χριστοῦ Βονιφάτιε.Νεκρωθεὶς δι' ἀγάπην τοῦ Κτίσαντος, τοὺς νεκρώσει παθῶν ὑποπίπτοντας, ζωοποιῷ πρεσβείᾳ σου, ἰατρεύεις βοῶντας· Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.ΘεοτοκίονἘπὶ σὲ τὴν Ἁγνὴν ὁ Ὑπέρθεος, κατελθὼν ὥσπερ οἶδε σεσάρκωται, καὶ τοὺς βροτοὺς ἐθέωσε, μελῳδοῦντας Παρθένε· Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Λυτρωτὰ τοῦ παντὸς Παντοδύναμε, τοὺς ἐν μέσῳ φλογὸς εὐσεβήσαντας, συγκαταβὰς ἐδρόσισας, καὶ ἐδίδαξας μέλπειν· Πάντα τὰ ἔργα, εὐλογεῖτε, ὑμνεῖτε τὸν Κύριον».
Κανών α', ᾨδὴ θ', τοῦ Μάρτυρος
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Εὔα μὲν τῷ τῆς παρακοῆς νοσήματι, τὴν κατάραν εἰσῳκίσατο, σὺ δὲ Παρθένε Θεοτόκε, τῷ τῆς κυοφορίας βλαστήματι, τῷ κόσμῳ τὴν εὐλογίαν ἐξήνθησας· ὅθεν σε πάντες μεγαλύνομεν».Ἰδοῦσά σε φόρτον ἱερὸν ἠγάλλετο, ἐκβοῶσα ἡ ἀείμνηστος. Δοῦλον ἐκπέμψασά σε Μάκαρ, δεσπότην ἀληθῆ ὑποδέδεγμαι, δουλείας με κακῶν ἐκλυτρούμενον, σαῖς εὐπροσδέκτοις παρακλήσεσιν.Ὡς Κρίνον κοιλάσι νοηταῖς ἐξήνθησας, τῶν μαρτύρων Βονιφάτιε, Φοίνιξ καθάπερ ἀνυψώθης· ὡς κέδρος ἐγνωρίσθης μυρίπνοος, ὡράθης ἐκλεκτὴ ὡς Κυπάρισσος, εὐωδιάζουσα ψυχὰς ἡμῶν.Σήμερον ἡ μνήμη σου ἡμῖν ἀνέτειλεν· Ἀθλοφόρε ὥσπερ ἥλιος, φέγγος ἐνθέων χαρισμάτων, φωτίζουσα ψυχὰς τῶν ὑμνούντων σε, παθῶν τε τὴν ἀχλὺν ἀπελαύνουσα, Μάρτυς θεόφρον ἀξιάγαστε.Ἥλιος καθάπερ ἐκ δυσμῶν ἀνέτειλας, καὶ Ἑῴας πόλιν ἔφθασας, ἔνθα καὶ δὺς τῷ μαρτυρίῳ, πρὸς κρείττονα ζωὴν ἀνατέταλκας, καὶ Ῥώμην τὴν περίβλεπτον ἔφθασας, ταύτην τειχίζων σαῖς δεήσεσι.ΘεοτοκίονΦωτὶ με καταύγασον τῷ σῷ Πανάμωμε, τὸν ἐν σκότει συνεχόμενον, τῆς ἁμαρτίας Θεοτόκε, καὶ δίδου ἐν ἡμέρᾳ πορεύεσθαι, ἐνθέων προσταγμάτων Θεόνυμφε, ὅπως ὑμνῶ σε τὴν Πανύμνητον.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Εὔα μὲν τῷ τῆς παρακοῆς νοσήματι, τὴν κατάραν εἰσῳκίσατο, σὺ δὲ Παρθένε Θεοτόκε, τῷ τῆς κυοφορίας βλαστήματι, τῷ κόσμῳ τὴν εὐλογίαν ἐξήνθησας· ὅθεν σε πάντες μεγαλύνομεν».
| TA ΜΗΝΑΙΑ | Δεκέμβριος | 19 |
Dec 20
Τῌ Κ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΔΕΚΕΜΒΡΙΟΥΜνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος, Ἰγνατίου τοῦ ΘεοφόρουΠροὲορτια τῶν Γενεθλίων τοῦ Σωτῆρος ἡμῶν.
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Προεόρτια Στιχηρὰ Ἰδιόμελα τρία.
Προεόρτια Στιχηρὰ Ἰδιόμελα
Ἦχος α'
Ἀνατολίου
Προεορτάσωμεν λαοί, Χριστοῦ τὰ Γενέθλια, καὶ ἐπάραντες τὸν νοῦν, ἐπὶ τὴν Βηθλεὲμ ἀναχθῶμεν τῇ διανοίᾳ, καὶ κατίδωμεν τὴν Παρθένον, τοῖς ψυχικοῖς λογισμοῖς, ἐπειγομένην τίκτειν ἐν Σπηλαίῳ, τὸν τῶν ὅλων Κύριον καὶ Θεὸν ἡμῶν, οὗ Ἰωσὴφ κατιδὼν τῶν θαυμάτων τὸ μέγεθος, ἐδόκει ἄνθρωπον θεωρεῖν, ὡς βρέφος σπαργανούμενον, ὑπενόει δὲ ἐκ τῶν πραγμάτων, Θεὸν εἶναι ἀληθινόν, τὸν παρέχοντα ταῖς ψυχαῖς ἡμῶν, τὸ μέγα ἔλεος.
Ἦχος α'
Ἀνατολίου
Προεορτάσωμεν λαοί, Χριστοῦ τὰ Γενέθλια, καὶ ἐπάραντες τὸν νοῦν, ἐπὶ τὴν Βηθλεὲμ ἀναχθῶμεν τῇ διανοίᾳ, καὶ κατίδωμεν τὸ ἐν Σπηλαίῳ μέγα μυστήριον· ἤνοικται γὰρ ἡ Ἐδέμ, ἐκ Παρθένου ἁγνῆς Θεοῦ προερχομένου, ὑπάρχοντος τελείου τοῦ αὐτοῦ, ἐν Θεότητι καὶ ἀνθρωπότητι· διὸ κράξωμεν, Ἅγιος ὁ Θεός, ὁ Πατὴρ ὁ Ἄναρχος, Ἅγιος Ἰσχυρός, ὁ Υἱὸς ὁ σαρκωθείς, Ἅγιος Ἀθάνατος, τὸ παράκλητον Πνεῦμα, Τριὰς Ἁγία δόξα σοι.
Ἦχος α'
Ἀνατολίου
Ἄκουε οὐρανέ, καὶ ἐνωτίζου ἡ γῆ· ἰδοὺ γὰρ ὁ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ καὶ Πατρός, πρόεισι τεχθῆναι, ἐκ κόρης ἀπειράνδρου, εὐδοκίᾳ τοῦ φύσαντος αὐτὸν ἀπαθῶς, καὶ συνεργείᾳ τοῦ Ἁγίου Πνεύματος. Βηθλεὲμ εὐτρεπίζου, ἄνοιγε πύλην ἡ Ἐδέμ· ὅτι ὁ ὢν, γίνεται ὃ οὐκ ἦν, καὶ ὁ πλαστουργὸς πάσης κτίσεως διαπλάττεται, ὁ παρέχων τῷ κόσμῳ, τὸ μέγα ἔλεος.
Στιχηρὰ προσόμοια τοῦ Ἁγίου
Ἦχος δ'
Ὁ ἐξ ὑψίστου ΤΟ ΑΚΟΥΤΕ
Ὁ Θεοφόρος καλούμενος ἀξίως, ὅτε ὁ Δεσπότης σε, μάκαρ, Ἰγνάτιε, ὡς συμπαθὴς ἠγκαλίσατο, φιλοσοφίας, τῆς ἀνωτάτω φαίνων τὰ δόγματα, τότε τὴν πολύφωτον αἴγλην εἰσδέδεξαι, καθάπερ σπόγγος τὰ νάματα ἐκ τῆς ἀβύσσου, τῶν φωτισμάτων ἀνιμησάμενος· ὅθεν κατ' ἴχνος ἠκολούθησας, τῷ καλοῦντι Χριστῷ τῷ Θεῷ ἡμῶν, ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.
Ἦχος δ'
Ὁ τετρωμένος ἀγάπῃ τῇ τελείᾳ, ὅτε ὁ πρηστήριος, ἔρως ἀνέφλεγε, σοῦ τὴν ψυχὴν ἱερώτατε, πρὸς τὸν Δεσπότην, σὲ κατεπείγων Πάτερ πορεύεσθαι, τότε τὸν ἀοίδιμον λόγον ἐβόησας· Σῖτος ὑπάρχω τοῦ Κτίσαντος, καὶ δι' ὀδόντων, δεῖ με θηρίων πάντως ἀλήθεσθαι, ἵνα τῷ Λόγῳ καθαρώτατος, ἄρτος φανῶ τῷ Θεῷ ἡμῶν· ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.
Ἦχος δ'
Συνεσταυρώθης Χριστῷ Ἱεροφάντορ, ὅτε τὸν θεόπνευστον λόγον ἀνέκραξας· Ὁ ἐμὸς ἔρως ἐσταύρωται, καὶ κοινωνῆσαι, τούτῳ τοῦ πάθους λίαν ἐπείγομαι· ἐντεῦθεν Ἰγνάτιε, καθάπερ ἥλιος, ἀνατολῆς ἐξορμώμενος, ἐπὶ τὴν δύσιν, καταφωτίζων μάκαρ διέδραμες, καὶ βασιλείας διαδήματι, ἐκοσμήθης Χριστῷ προσαγόμενος· ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.
Δοξαστικὸν
Ἦχος πλ. δ'
Ἀνατολίου
Θεοφόρε Ἰγνάτιε, τὸν σὸν ἔρωτα Χριστὸν ἐνστερνισάμενος, μισθὸν ἐκομίσω, τῆς ἱερουργίας τοῦ Εὐαγγελίου τοῦ Χριστοῦ, τὸ τελειωθῆναι δι' αἵματος· διὸ σῖτος γενόμενος τοῦ ἀθανάτου γεωργοῦ, δι ὀδόντων θηρίων ἠλέσθης, καὶ ἄρτος ἡδὺς αὐτῷ ἀνεδείχθης, πρέσβευε ὑπὲρ ἡμῶν, Ἀθλητὰ μακάριε.
Προεόρτιον
Ἦχος πλ. δ'
Ἀνατολίου
Ὑπόδεξαι Βηθλεέμ, τὴν τοῦ Θεοῦ Μητρόπολιν. Φῶς γὰρ τὸ ἄδυτον ἐπὶ σὲ γεννῆσαι ἥκει. Ἄγγελοι θαυμάσατε ἐν οὐρανῷ ἄνθρωποι δοξάσατε ἐπὶ τῆς γῆς, Μάγοι ἐκ Περσίδος, τὸ τρισόκλεον δῶρον προσκομίσατε. Ποιμένες ἀγραυλοῦντες, τὸν τρισάγιον ὕμνον μελῳδήσατε. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Παντουργέτην.
Εἰς τὸν Στίχον, Στιχηρὰ Ἰδιόμελα Προεόρτια.Ἦχος β' ΚυπριανοῦΒηθλεὲμ γῆ, Ἰούδα, τὸ κατὰ σάρκα πολίτευμα, φαιδρῶς εὐτρέπισον τὸ θεῖον Σπήλαιον, ἐν ᾧ Θεὸς σαρκὶ τίκτεται, ἐξ ἀπειράνδρου Ἁγίας Παρθένου, εἰς τὸ σῶσαι τὸ γένος ἡμῶν.Στίχ. Ὁ Θεὸς ἀπὸ Θαιμὰν ἥξει καὶ ὁ ἅγιος ἐξ ὄρους κατασκίου δασέος.Ἀνδρέου Πυροῦ, ὁ αὐτὸςΔεῦτε ἅπαντες, Χριστοῦ τὰ Γενέθλια, πιστῶς προεορτάσωμεν, καὶ νοητῶς τὸν ὕμνον, ὡς ἀστέρα προβαλλόμενοι, μαγικὰς δοξολογίας, μετὰ Ποιμένων βοήσωμεν· Ἦλθεν ἡ σωτηρία τῶν βροτῶν, ἐκ παρθενικῆς νηδύος, πιστοὺς ἀνακαλέσασθαι.Στίχ. Κύριε εἰσακήκοα τὴν ἀκοήν σου καὶ ἐφοβήθην. Κύριε κατενόησα τὰ ἔργα σου καὶ ἐξέστην.Κυπριανοῦ ΑὐτόμελονΟἶκος τοῦ Ἐφραθᾶ, ἡ Πόλις ἡ ἁγία, τῶν Προφητῶν ἡ δόξα, εὐτρέπισον τὸν οἶκον, ἐν ᾧ τὸ θεῖον τίκτεται.
Δοξαστικὸν, Τοῦ Ἁγίου
Ἦχος α'
Τοῦ Στουδίτου
Ὢ τῆς στερρᾶς καὶ ἀδαμαντίνου σου ψυχῆς, ἀξιομακάριστε Ἰγνάτιε! σὺ γὰρ πρὸς τὸν ὄντως σὸν ἐραστήν, ἀνένδοτον ἔχων τὴν ἔφεσιν, ἔλεγες· Οὐκ ἔστιν ἐν ἐμοὶ πῦρ φιλόϋλον, ὕδωρ δὲ μᾶλλον ζῶν, καὶ λαλοῦν ἐν ἐμοί, ἔνδοθέν μοι λέγον· Δεῦρο πρὸς τὸν Πατέρα· ὅθεν θείῳ Πνεύματι πυρπολούμενος, θῆρας ἠρέθισας κόσμου σε θᾶττον χωρίσαι, καὶ πρὸς τὸν ποθούμενον παραπέμψαι Χριστόν· ὃν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον
Ἦχος β'
Κυπριανοῦ
Ἰδοὺ καιρὸς ἤγγικε τῆς σωτηρίας ἡμῶν· εὐτρεπίζου Σπήλαιον, ἡ Παρθένος ἐγγίζει τοῦ τεκεῖν, Βηθλεὲμ γῆ Ἰούδα, τέρπου καὶ ἀγάλλου, ὅτι ἐκ σοῦ ἀνατέταλκεν ὁ Κύριος ἡμῶν. Ἀκούσατε ὄρη καὶ βουνοί, καὶ τὰ περίχωρα τῆς Ἰουδαίας, ὅτι ἔρχεται Χριστός, ἵνα σώσῃ ὃν ἔπλασεν ἄνθρωπον, ὡς φιλάνθρωπος.
Ἀπολυτίκιον, Προεόρτιον
Ἦχος δ'
Κατεπλάγη Ἰωσὴφ ΤΟ ΑΚΟΥΤΕ
Ἑτοιμάζου Βηθλεέμ, ἤνοικται πᾶσιν ἡ Ἐδέμ. Εὐτρεπίζου Ἐφραθᾶ, ὅτι τὸ ξύλον τῆς ζωῆς, ἐν τῷ Σπηλαίῳ ἐξήνθησεν ἐκ τῆς Παρθένου. Παράδεισος καὶ γάρ, ἡ ἐκείνης γαστήρ, ἐδείχθη νοητός, ἐν ᾧ τὸ θεῖον φυτόν, ἐξ οὗ φαγόντες ζήσομεν, οὐχὶ δὲ ὡς ὁ Ἀδὰμ τεθνηξόμεθα. Χριστὸς γεννᾶται, τὴν πρὶν πεσοῦσαν, ἀναστήσων εἰκόνα.
Ἀπολυτίκιον τοῦ Ἁγίου
Ἦχος δ' ΤΟ ΑΚΟΥΤΕ
Καὶ τρόπων μέτοχος, καὶ θρόνων διάδοχος, τῶν Ἀποστόλων γενόμενος, τὴν πρᾶξιν εὗρες θεόπνευστε, εἰς θεωρίας ἐπίβασιν· διὰ τοῦτο τὸν λόγον τῆς ἀληθείας ὀρθοτομῶν, καὶ τῇ πίστει ἐνήθλησας μέχρις αἵματος, Ἱερομάρτυς Ἰγνάτιε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἀπολυτίκιον, Τὸ Προεόρτιον πάλιν
Ἦχος δ'
Κατεπλάγη Ἰωσὴφ ΤΟ ΑΚΟΥΤΕ
Ἑτοιμάζου Βηθλεέμ, ἤνοικται πᾶσιν ἡ Ἐδέμ. Εὐτρεπίζου Ἐφραθᾶ, ὅτι τὸ ξύλον τῆς ζωῆς, ἐν τῷ Σπηλαίῳ ἐξήνθησεν ἐκ τῆς Παρθένου. Παράδεισος καὶ γάρ, ἡ ἐκείνης γαστήρ, ἐδείχθη νοητός, ἐν ᾧ τὸ θεῖον φυτόν, ἐξ οὗ φαγόντες ζήσομεν, οὐχὶ δὲ ὡς ὁ Ἀδὰμ τεθνηξόμεθα. Χριστὸς γεννᾶται, τὴν πρὶν πεσοῦσαν, ἀναστήσων εἰκόνα.
Τριώδιον ψαλλόμενον ἐν τοῖς Ἀποδείπνοις, οὗ ἡ Ἀκροστιχίς.ᾨδὴ α'
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τῷ τὴν ἄβατον, κυμαινομένην θάλασσαν, θείῳ αὐτοῦ προστάγματι, ἀναξηράναντι, καὶ πεζεῦσαι δι' αὐτῆς, τὸν Ἰσραηλίτην λαὸν καθοδηγήσαντι, Κυρίῳ ᾄσωμεν· ἐνδόξως γὰρ δεδόξασται».Ἡ ἀπόρρητος, Λόγου Θεοῦ κατάβασις, ὅπερ αὐτὸς θεάνθρωπος, Χριστὸς γινώσκεται, τὸ Θεὸς οὐχ ἁρπαγμόν, εἶναι ἡγησάμενος, ἔρχεται δούλου μορφήν, ἀναδεξόμενος, Κόρης ἐξ ἁγνῆς θεόπαιδος.Διακονῆσαι, Χριστὸς ἑκὼν προέρχεται, οὗ τὴν μορφὴν ὁ πλαστουργὸς νῦν ὑποδύεται, τῷ πτωχεύσαντι Ἀδάμ, ὁ πλουτῶν θεότητι, ξένην ἀνάπλασιν, καὶ ἀναγέννησιν, ὡς εὔσπλαγχνος δωρούμενος.
ᾨδὴ η'
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἔφριξε Παίδων εὐαγῶν, τὸ ὁμόστολον ψυχῆς ἄσπιλον σῶμα, καὶ εἶξε τὸ τραφέν, ἐν ἀπείρῳ ὕλῃ ἀκάματον πῦρ, ἀειζώου δὲ ἐκμαρανθείσης φλογός, διαιωνίζων ὕμνος ἀνεμέλπετο. Τὸν Κύριον, πάντα τὰ ἔργα ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».Ὑμᾶς μου πάντας συγγενεῖς, ἄρτι θήσομαι, εἰ τὰς ἐμὰς ἐντολὰς τηρήσετε, φησὶν ὁ Χριστὸς ἀνθρώποις, ἐκ μήτρας Ἁγνῆς, προερχόμενος· οἷς τὴν εἰρήνην διδούς, τὰ ταπεινὰ φρονεῖν νῦν ὑποτίθεται, καὶ Κύριον γινώσκειν τοῦτον καὶ ψάλλειν· Σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.Τάξεως ἔμπαλιν ἐν σοί, σαρκικῆς ἐστιν ὁ τόκος Λόγε Θεοῦ· οὐχ αἷμα γὰρ καὶ σάρξ, σὴν Ἁγίαν σάρκα συνίστησιν, ἀλλὰ Πνεύματος Ἁγίου παρουσία, καὶ τοῦ Ὑψίστου θεία ἐπισκίασις· καὶ Κύριον γινώσκοντές σε ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ'
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐμεγάλυνας Χριστέ, τὴν τεκοῦσάν σε Θεοτόκον, ἀφ' ἧς ὁ Πλάστης ἡμῶν, ὁμοιοπαθὲς ἡμῖν περιέθου σῶμα, τὸ τῶν ἡμετέρων λυτήριον ἀμπλακημάτων·ταύτην μακαρίζοντες, πᾶσαι γενεαὶ σὲ μεγαλύνομεν».Ῥύπον πάντα ἐμπαθῆ, ἀπωσάμενοι ἐπαξίως, τῆς παρουσίας Χριστοῦ, γνώμην ἀναλάβωμεν ἔμφρονα· καὶ γὰρ ἀρρυπάρως προέρχεται σάρκα φορέσαι, καὶ πᾶσι δωρήσασθαι, θείαν διὰ Πνεύματος ἀνάπλασιν.Ἀφορῶντες εἰς Χριστόν, ταπεινούμενον ὑψωθῶμεν, ἐκ χαμαιζήλων παθῶν, ζήλῳ δὲ καλῷ μὴ φρονεῖν ὑψηλά, πίστει παιδευθέντες, ἐν πνεύματι ταπεινωθῶμεν· ὅπως τόν τικτόμενον, ἐν ὑψοποιοῖς ἔργοις ὑψώσωμεν.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα
Ἦχος α'
Τὸν τάφον σου Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ
Ὁ κλίνας οὐρανούς, καὶ Παρθένῳ οἰκήσας, προέρχεται σαρκί, Βηθλεὲμ ἐν Σπηλαίῳ, τεχθῆναι καθὼς γέγραπται, ὁραθῆναί τε νήπιος, ὁ τὰ νήπια, ζωογονῶν ἐν τῇ μήτρᾳ τούτῳ χαίροντες, νῦν ὑπαντήσωμεν πάντες, καρδίας εὐθύτητι.Δόξα... Καὶ νῦν... τὸ αὐτὸ
Μετὰ τὴν β Στιχολογίαν, Κάθισμα
Ἦχος α'
Τὸν τάφον σου Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ
Ἀγάλλου ἡ Σιὼν· Βηθλεὲμ εὐτρεπίζου, ὁ πάντων συνοχεύς, τὸν Ἀστέρα προπέμψας, μηνύει τὴν ἄμετρον, ἑαυτοῦ συγκατάβασιν· ὃν γὰρ τρέμουσι, τῶν οὐρανῶν αἱ Δυνάμεις, ὄντως τίκτεται, ἐκ τῆς Παρθένου ἀτρέπτως, ὁ μόνος Φιλάνθρωπος.Δόξα... Καὶ νῦν... τὸ αὐτὸ
Κανὼν ὁ Προεόρτιος οὗ ἡ Ἀκροστιχίς.ᾌδει ταῦτα προεόρτια.ὁ Ἰωσήφ.ᾨδὴ α'
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«ᾨδὴν ἐπινίκιον, ᾄσωμεν πάντες, Θεῷ τῷ ποιήσαντι, θαυμαστὰ τέρατα, βραχίονι ὑψηλῷ, καὶ σώσαντι τὸν Ἰσραήλ, ὅτι δεδόξασται».Ἀρξώμεθα σήμερον, προεορτάζειν, Χριστοῦ τὰ Γενέθλια, τοῦ τεχθέντος σώματι, ἐκ τῆς Παρθένου Μητρός, ἐν τῷ Σπηλαίῳ Βηθλεέμ, δι' εὐσπλαγχνίαν πολλήν.Δεσμῶν ἀπολύων με, τῆς ἁμαρτίας, σπαργάνοις εἱλίσσεται, καὶ ἐν φάτνῃ τίθεται, βρέφος ὁρώμενος, ὁ προαιώνιος Θεός· Δόξα τῷ κράτει αὐτοῦ.Ἐδὲμ διανοίγεται, σοῦ τικτομένου, ἐκ Κόρης θεόπαιδος, ἐν τῇ πόλει Δέσποτα, τῇ Βηθλεὲμ ἐν σαρκί. Ὑμνολογοῦμεν τὴν φρικτὴν οἰκονομίαν σου.Ἰδοὺ νῦν πεπλήρωται, τοῦ Ἡσαΐου, ἡ πρόρρησις Πάναγνε· τοῦ τεκεῖν τὸν ἄχρονον· ἐν Σπηλαίῳ γὰρ Υἱόν, ἐλήλυθας, πᾶσα ἡ γῆ διὸ εὐφραίνεται.
Κανών β', ᾨδὴ α', τοῦ Ἁγίου
Ἦχος α'
ᾨδὴν ἐπινίκιον ΤΟ ΑΚΟΥΤΕ
Φαιδρῶς ἑορτάζοντες, εὐωχηθῶμεν, ὁ Μάρτυς Ἰγνάτιος, ἱερῶς προτρέπεται, τὴν Ἐκκλησίαν Χριστοῦ, ἐπὶ τὴν ἄθλησιν αὐτοῦ, τὴν πολυΰμνητον.Τὴν ἔνδοξον μνήμην σου, πάντες τιμῶμεν, παμμάκαρ Ἰγνάτιε, καὶ ψαλμοῖς γεραίρομεν, τὸν στεφανώσαντα, τὴν πάνσεπτόν σου κορυφήν, θεομακάριστε.Φωστὴρ διαυγέστατος, τῆς Ἐκκλησίας, ὑπάρχων Ἰγνάτιε, καταλάμπεις ἅπαντα, τῆς γῆς τὰ πέρατα, καὶ τὴν Ἑσπέραν δᾳδουχεῖς, ἐκ τῆς Ἑῴας ἐλθών.Τοῦ Παύλου μιμούμενος, τοὺς κατὰ τόπον, κινδύνους Ἰγνάτιε, καὶ ὑπάρχων δέσμιος, οὐ κατενάρκησας, στηρίζων γράμμασι πυκνοῖς, τὰς Ἐκκλησίας Χριστοῦ.Δόξα... Τριὰς Ὑπερούσιε, μία Θεότης, Μονὰς Τρισυπόστατε, τοὺς πιστῶς βοῶντάς σοι Ἅγιος, Ἅγιος, Ἅγιος, εἶ Δημιουργέ, σῶσον ἐλέησον.Καὶ νῦν... ΘεοτοκίονἘδὲμ εὐτρεπίσθητι· ἡ Ἐφραθᾶ γάρ, τῷ Κτίστῃ ἡτοίμασται, γεννηθῆναι μέλλοντι, ἐκ τῆς Παρθένου Μητρός, ἐν τῷ Σπηλαίῳ Βηθλεέμ, δι' εὐσπλαγχνίαν πολλήν.
Κανών α', ᾨδὴ γ', ὁ Προεόρτιος
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Λίθον ὃν ἀπεδοκίμασαν, οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη, εἰς κεφαλὴν γωνίας, αὐτὸς ἐστιν ἡ πέτρα, ἐν ᾗ ἐστερέωσε Χριστός, τὴν Ἐκκλησίαν αὐτοῦ, ἣν ἐξ Ἐθνῶν ἐξηγοράσατο».Ταύτην τοῦ Χριστοῦ τὴν σάρκωσιν, γνοὺς ὁ Ἡσαΐας, Πνεύματι Ἁγίῳ, ἐμφανῶς προλέγει, Παιδίον ἐκ Παρθένου, γεννᾶται ὁ Κύριος, εἰς ἀναγέννησιν ἡμῶν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ.Ἄστρον ἤδη ἀνατέταλκεν, ἐκ φυλῆς, Ἰούδα, ὅπερ ἐπιγνόντες, Βασιλεῖς κινήσεις, ἀνατολῶν ποιοῦνται, καὶ φθάσαι ἐπείγονται, ὅπως θεάσωνται Χριστόν, ἐν Βηθλεέμ σαρκὶ τικτόμενον.Ὕμνον πᾶσα προεόρτιον, προσαδέτω κτίσις, τῷ πρὸ ἑωσφόρου, ἐκ Πατρὸς γεννηθέντι, καὶ νῦν ἐκ τῆς Παρθένου, ἀρρήτως ἐκλάμποντι, καὶ τικτομένῳ σαρκικῶς, ἐν Βηθλεὲμ δι' εὐσπλαγχνίαν πολλήν.
Κανών β', ᾨδὴ γ', τοῦ Ἁγίου
Ἦχος α'
Λίθον ὃν ἀπεδοκίμασαν ΤΟ ΑΚΟΥΤΕ
Τύπος Ἱερᾶς ἀθλήσεως, ἀνεδείχθης Μάκαρ, στήλη καρτερίας, καὶ κανὼν ἀνδρείας, καὶ στῦλος Ἐκκλησίας, καὶ Πίστεως ἔρεισμα, καὶ ἀρετῆς ὑπογραμμός, ἄθλοις σεπτοῖς, στεφανωθεὶς ἐν Χριστῷ.Ὄντως φερωνύμως κέκλησαι, Θεοφόρος Πάτερ· νήπιος γὰρ ἔτι, κομιδῇ ὑπάρχων, εἰς χεῖρας τοῦ Κυρίου, φερόμενος ἵστασο, ἀναφωνοῦντος πρὸς ἡμᾶς· Γίνεσθέ μοι ὡς τὸ παιδίον τοῦτο.Ποῖος τόπος οὐχ ἡγίασται, τοῖς παθήμασί σου; ποία παροικία, οὐκ ἐγνώσθης Μάρτυς; ἢ ποία φυλακὴ σε, σχεδὸν οὐκ ἐδέξατο, δέσμιον Μάρτυρα Χριστοῦ; ζῆλος γάρ σε θεῖος ἠρέθιζε.Σῖτος καθαρὸς Θεῷ ἡμῶν, ἀνεβόας πέλων, σπεύδω ἀλεσθῆναι, ὑπὸ θηρῶν ἀγρίων, θλασθήτω τὰ ὀστᾶ μου, βρωθήτω τὰ μέλη μου, καὶ βρῶμα γένωμαι θηρῶν, ἵνα Χριστῷ, καθαρὸς ἄρτος ὀφθῶ.Ξένον Μαρτυρίου στάδιον, ἱερῶς ἀνύσας, ξένην παρὰ πάντας, τοὺς προηθληκότας, ἀνδρείαν ἐπεδείξω, τῷ πόθῳ πυρούμενος, τοῦ ἀνενδότου ἐραστοῦ, ὃς τις ὡς πῦρ, τὴν σὴν ἀνῆπτε ψυχήν.Ζέων εἰς ἀεὶ τῷ πνεύματι, ὁ Ἱερομάρτυς, ἔκραζε σὺν πόθῳ, ἐν μέσῳ τῶν κινδύνων· Χριστὸν διώκω χαίρων, Χριστῷ συνεσταύρωμαι· ζῶ δὲ οὐκ ἔτι μὲν ἐγώ, ζῇ δὲ φησίν, ἐν ἐμοὶ μόνος Χριστός.Δόξα... Μίαν προσκυνῶ Θεότητα, ὡς ἀρχὴν καὶ τέλος, πάντων τε τῶν ὄντων, καὶ τῶν γενησομένων, Πατέρα ἀγέννητον, Υἱὸν ἀχρόνως γεννητόν, Πνεῦμα εὐθές, ἐκπορευτὸν ἐκ Πατρός.Καὶ νῦν... ΘεοτοκίονΔεῦρο Ἡσαΐα βόησον· Ἰδοὺ ἡ Παρθένος, ἔχει ἐν κοιλίᾳ, τὸν Λυτρωτὴν τοῦ Κόσμου, καὶ τίκτει ἐν Σπηλαίῳ, καὶ ἔσται τὸ ὄνομα, τοῦ τικτομένου Ἰησοῦ, Θεὸς μεθ ἡμῶν, Ἐμμανουὴλ Σαβαώθ.
Κάθισμα τοῦ Ἁγίου
Ἦχος πλ. δ'
Τὴν Σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ
Ἐξ Ἑῴας ἐκλάμψας ὥσπερ ἀστήρ, καὶ ἀκτῖσι τῶν λόγων λαμπαδουχῶν, τὸν κόσμον ἐφώτισας, καὶ τὸ σκότος ἐμείωσας, καὶ ὡς ὁ Παῦλος τὸν δρόμον, γενναίως διήνυσας, ὑπομείνας κινδύνους, ἐν Ἔθνεσί τε καὶ πόλεσιν· ὅθεν καὶ ὡς σῖτος, τῶν θηρῶν τοῖς ὁδοῦσιν, ἠλέσθης γενόμενος, προσφορὰ τῷ Κυρίῳ σου, Θεοφόρε Ἰγνάτιε· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.Δόξα... τοῦ αὐτοῦἮχος γ' Τὴν ὡραιότητα ΤΟ ΑΚΟΥΤΕΧειροθετούμενος, ὑπὸ Χριστοῦ τοῦ Θεοῦ, ἐγκατελάμπρυνας, τὴν ἱεράν σου στολήν, καὶ μαρτυρίου ἀληθῶς, ἐπέτυχες Θεοφόρε· θῆρας γὰρ ἠρέθισας, ἐκ τοῦ κόσμου χωρίσαι σε, Παῦλον ἐκμιμούμενος, τὸν θεσπέσιον ἔνδοξε· διὸ καὶ ἐν τῇ Ῥώμῃ ἐπλήρωσας, Πάτερ ἀξίως τὸ Μαρτύριον.Καὶ νῦν... Προεόρτιον, ὅμοιονΧαρᾶς πεπλήρωνται, πάντα τὰ πέρατα· ἡ Θεοτόκος γάρ, γεννᾶν ἐπείγεται, τὸν Βασιλέα τοῦ παντός, ὢ θαύματος ἀνερμηνεύτου! ἄρχεται ὁ ἄναρχος, καὶ σαρκοῦται ὁ Ἄσαρκος, Σπήλαιον εἰσδέχεται, τὸν συνέχοντα ἅπαντα. Ἡ Βηθλεὲμ ἀγάλλου καὶ χόρευε, ἡ κτίσις ἡμέραν προεόρτιον.
Κανών α', ᾨδὴ δ', ὁ Προεόρτιος
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐν Πνεύματι προβλέπων, Προφῆτα Ἀββακούμ, τὴν τοῦ Λόγου σάρκωσιν, ἐκήρυττες βοῶν. Ἐν τῷ ἐγγίζειν τὰ ἔτη ἐπιγνωσθήσῃ, ἐν τῷ παρεῖναι τὸν καιρὸν ἀναδειχθήσῃ, Δόξα τῇ δυνάμει σου Κύριε».Τὰ ὄρη οἱ βουνοί τε, καὶ ξύλα τοῦ δρυμοῦ, ποταμοὶ καὶ θάλασσαι, καὶ ἅπασα πνοή, ἐν εὐφροσύνῃ σκιρτήσατε· νῦν ἐγγίζει, ἡ σωτηρία Ἰησοῦς ἐκ τῆς Παρθένου, πόλει Βηθλεὲμ ἀποτίκτεσθαι.Ἀνάλαβε Προφῆτα, ψαλτήριον Δαυΐδ, καὶ μελῴδει Πνεύματι, Ἁγίῳ ἐμφανῶς, ἐκ τῆς Παρθένου γεγέννηται ἀσυγχύτως, ὁ πρὸ ἑωσφόρου, ἐκ γαστρὸς Πατρὸς ἐκλάμψας, Κύριος τῆς δόξης Χριστὸς ὁ Θεός.Πῶς δέξεταί σε Λόγε, τικτόμενον σαρκί, Σπήλαιον σμικρότατον, καὶ λίαν εὐτελές; πῶς εἱληθήσῃ σπαργάνοις ὁ περιβάλλων, πόλον νεφέλαις; πῶς ἐν φάτνῃ τῶν ἀλόγων, ἐπανακλιθήσῃ ὡς νήπιον;
Κανών β', ᾨδὴ δ', τοῦ Ἁγίου
Ἦχος α'
Ἐν Πνεύματι προβλέπων ΤΟ ΑΚΟΥΤΕ
Ἐφαίδρυνας τῇ αἴγλῃ, τῶν ἄθλων σου τὴν γῆν, Ἱερὲ Ἰγνάτιε, δεσμώτης ἀπαχθείς· διαδραμὼν γὰρ ὡς ἥλιος ταῖς ἀκτῖσι, τοῦ μαρτυρίου τὴν Ἑσπέραν ἐξ Ἑῴας, πᾶσαν δᾳδουχῶν κατεφώτισας.Ὡς Παῦλος δεδεμένος, θηρίοις λογικοῖς, ἐπὶ Ῥώμην ἔτρεχες, Ἰγνάτιε σοφέ· ἀλλ' οὐκ ἐπαύσω καὶ δέσμιος ὢν στηρίζων, τὰς Ἐκκλησίας ἐπιστέλλων κατὰ πόλιν, πᾶσι τοῖς Χριστοῦ Ἱεράρχαις θαρρεῖν.Θηρίων μοι γενέσθω, τὰ στόματα σφαγή, καὶ γαστέρες μνήματα, ἐβόας Ἀθλητά· μηδεὶς ὀχλείτω, μηδείς μου θρύψει τὸν τόνον· ἐγὼ γὰρ σπεύδω ἀλεσθῆναι ὥσπερ σῖτος, καὶ ἄρτος εὑρεθῆναι Θεοῦ καθαρός.Χριστοῦ σπεύδω γενέσθαι, Χριστοῦ μόνου ἐρῶ· ὅλος γὰρ Χριστοῦ εἰμι, ἐβόας Ἀθλητά, αὐτὸν διώκω, αὐτὸν ἐπείγομαι φθάσαι· καὶ διὰ τοῦτο πῦρ καὶ ξίφος καὶ θηρία, πάντα καρτερῶ, ἵνα τύχω αὐτοῦ.Διήνυσας τὸ σκάμμα, ζεούσῃ τῇ ψυχῇ Μάρτυς καρτερόψυχε, τῷ ἔρωτι τρωθείς, τοῦ ἐραστοῦ σου· Χριστὸς γὰρ ἦν σοι ὁ ἔρως· ὃν ἀναπνέων καὶ διώκων ἐκαρτέρεις, πάντων τῶν δεινῶν τὰ ἐπίπονα.Δόξα... Τριάδα ἐν Μονάδι, δοξάσωμεν πιστοί, ἀσιγήτοις στόμασι, βοῶντες πρὸς αὐτήν· Ἡ ἐν Μονάδι Τριὰς Ἁγία προσκυνουμένη, καὶ ἐν Τριάδι ὑμνουμένη ἀσυγχύτως, δόξα σοι Τριὰς ὁμοούσιος.Καὶ νῦν... ΘεοτοκίονΣπηλαίῳ ὑπογαίῳ, τεχθῆναι δι' ἡμᾶς, Θεὸς ὢν ἠξίωσας, πτωχεύσας Ἀγαθέ, τὴν ἡμετέραν πτωχείαν δι' εὐσπλαγχνίαν, καὶ ἐκ Παρθένου προελθὼν σεσαρκωμένος, μείνας εἷς Υἱὸς ἐκ Πατρὸς καὶ Μητρός.
Κανών α', ᾨδὴ ε', ὁ Προεόρτιος
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὴν σὴν εἰρήνην δὸς ἡμῖν, Υἱὲ τοῦ Θεοῦ· ἄλλον γὰρ ἐκτός σου, Θεὸν οὐ γινώσκομεν, τὸ ὄνομά σου ὀνομάζομεν, ὅτι Θεὸς ζώντων, καὶ τῶν νεκρῶν ὑπάρχεις».Ῥανάτωσαν γηθόμενοι, νεφέλαι γλυκασμόν· ἤδη γὰρ ἐγγίζει ὁ Κύριος, ἀποτεχθῆναι ὥσπερ νήπιον, ἐκ τῆς Ἁγνῆς Παρθένου, ἐν εὐτελεῖ Σπηλαίῳ.Οἱ θεῖοι νῦν σκιρτήσατε, Προφῆται τοῦ Θεοῦ· ἥκει γὰρ Χριστὸς ἡ ἀλήθεια, ἀποκληρῶσαι τὰ κηρύγματα, ὑμῶν τῆς θείας γλώσσης, τικτόμενος ὡς βρέφος.Ἐδὲμ πάλαι κλεισθεῖσά μοι, ἀνοίχθητι λοιπόν, βλέπουσα Χριστόν, σαρκὶ νηπιάσαντα, καὶ ἐν τῇ πόλει ὡς εὐδόκησε, τῆς Βηθλεὲμ ἐκ Κόρης, τικτόμενον Παρθένου.
Κανών β', ᾨδὴ ε', τοῦ Ἁγίου
Ἦχος α'
Τὴν σὴν εἰρήνην δὸς ἡμῖν ΤΟ ΑΚΟΥΤΕ
Τοιοῦτος ἡμῖν ἔπρεπε, σοφὸς Ἀρχιερεύς, ὅσιος, πιστός, ἀμίαντος, ἄκακος, βοῶν ὁ Παῦλος προϋπέγραψε, τὴν ἱερὰν εἰκόνα, τῶν ἱερῶν σου τρόπων.Κανόνα ἀπαράτρωτον, καὶ τύπον εὐσεβῆ, ἔχοντες τὴν σὴν τοῦ βίου ἀκρόπολιν, πρὸς ταύτην Πάτερ ἀναγόμεθα, οἱ τῆς ἀρχαίας δόξης, τυχεῖν ἐπιποθοῦντες.Τὰ Παύλου κατορθώματα, ζηλώσας εὐσεβῶς, ὅλους τοὺς αὐτοῦ, κινδύνους ὑπέμεινας, Ἱερομάρτυς ἀξιάγαστε, τὸ τῆς Ἑῴας φέγγος καὶ τῆς Ἑσπέρας ἄστρον.Δεσμώτης ἀπαγόμενος, παθεῖν Ἀρχιερεῦ, δέσμιος Χριστοῦ, Ἰγνάτιε ἔγραφες, ταῖς Ἐκκλησίαις καὶ ταῖς πόλεσιν, ἐπιστηρίζων πάντας, ἐν τῇ ὁμολογίᾳ.Ὡς στῦλος καὶ ἑδραίωμα, καὶ πρόβολος ἡμῶν, Μάρτυς καὶ Ποιμήν, ἀσάλευτον φύλαττε, τῆς Ἐκκλησίας τὴν ὁμόνοιαν, ἐν τῇ ὁμολογίᾳ, τῆς Χριστοῦ ἀληθείας.Δόξα... Τριάδος τὸ ὁμότιμον, ὑμνῶ καὶ προσκυνῶ, μίαν προσφυῶς, δοξάζων Θεότητα, τρισὶ Προσώποις ἀδιαίρετον, καὶ ἐν μιᾷ οὐσίᾳ, ἀεὶ γνωριζομένην.Καὶ νῦν... ΘεοτοκίονΘεὸς ἀνθρώποις ὅμοιος, γενόμενος ἐκ σοῦ, βρέφος δι' ἡμᾶς, γεννᾶται Θεόνυμφε, καὶ μένει ὅλως ἀναλλοίωτος, καὶ ἐν σαρκὶ ὁρᾶται, Θεὸς ἐνανθρωπήσας.
Κανών α', ᾨδὴ ς', ὁ Προεόρτιος
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὸν Προφήτην Ἰωνᾶν, ἐκμιμούμενος βοῶ· Τὴν ζωήν μου ἀγαθέ, ἐλευθέρωσον φθορᾶς, καὶ σῶσόν με, Σωτὴρ τοῦ Κόσμου, κράζοντα, Δόξα σοι».Οὐρανὸς ἐπὶ τῆς γῆς, τὸν οὐράνιον δηλοῖ, Βασιλέα δι' ἡμᾶς, δι' ἀστέρος φαεινοῦ, τικτόμενον, τοῖς Ἀστρολόγοις, νῦν ἐν τῇ πόλει Δαυΐδ.Ῥητορεύει καὶ βοᾷ, ὁ Προφήτης ἐμφανῶς, Οἶκος σὺ τοῦ Ἐφραθᾶ, Βηθλεὲμ ἐν ᾗ Θεός, ὀφθήσεται, ἐκ τῆς Παρθένου, σκίρτα καὶ χόρευε.Ἐν Σπηλαίῳ Βηθλεέμ, Κόρη τίκτει ἐμφανῶς, τὸν Θεὸν τὸν τοῦ παντός, Ποιητὴν καὶ ὡς βροτόν, εἱλήσασα, σπαργάνοις φάτνῃ, ἐπανακλίνει αὐτόν.
Κανών β', ᾨδὴ ς', τοῦ Ἁγίου
Ἦχος α'
Τὸν Προφήτην Ἰωνᾶν ΤΟ ΑΚΟΥΤΕ
Ὡς τὸν ὄντως ἐραστήν, ἀγαπήσας ἀκλινῶς, καὶ τὸ πῦρ τὸ πρὸς αὐτόν, ἀναφλέξας νοερῶς, Ἰγνάτιε, τὸ ὕδωρ ἔσχες, ἐν σοὶ τὸ ζῶν καὶ λαλοῦν.Εἰ καὶ ἔπιες Χριστοῦ, τὸ ποτήριον καινόν, ἀλλ' ἐνέμεινας διψῶν, τὸ θανεῖν ὑπὲρ τὸ ζῆν, καὶ ἔκραζες· Οὐδὲν μοι ταῦτα, πρὸς τὸ τυχεῖν με τοῦ ζῆν.Τὸ μαρτύριον τῆς σῆς, συνειδήσεως πληρῶν, οὐκ ἐνάρκησας ὁρῶν, τῶν θηρίων τὰς ὁρμὰς, οὐκ ἔπτηξας, ὡς σῖτος μέλλων, μύλαις ἀλήθεσθαι.Ὑπερζέων Ἀθλητά, τῇ ἀγάπῃ τοῦ Χριστοῦ, πρὸς τὸ πῦρ τῶν πειρασμῶν, ὡς εἰς δρόσον πρωϊνήν, ἀνέτρεχες, ἐκεῖνο φθάσαι, τὸ ὄντως, Ὂν ἐραστόν.Τοὺς μακρούς σου πειρασμούς, καὶ τὰ ἄλυτα δεσμά, τοὺς ἐν Ῥώμῃ σπαραγμούς, καὶ τὸ πῦρ τῶν διωκτῶν, οὐδὲν ἡγοῦ, Ἱερομάρτυς, διὰ τὸν σὸν ἐραστήν.Δόξα... Ὑπερούσιε Τριάς, ὑπεράγαθε Μονάς, ὁ Πατὴρ καὶ ὁ Υἱός, καὶ τὸ Πνεῦμα τὸ εὐθές, ἐλέησον, τοὺς προσκυνοῦντας, τὸ θεῖον κράτος σου.Καὶ νῦν... ΘεοτοκίονΕὐτρεπίζου Βηθλεέμ, ἑτοιμάζου Ἐφραθᾶ, ὁ Ἀμήτωρ ἐκ Πατρός, καὶ Ἀπάτωρ ἐκ Μητρός, βαστάζεται, κυοφορεῖται, τίκτεται σῴζων ἡμᾶς.
Κοντάκιον τοῦ Ἁγίου
Ἦχος γ'
Ἡ Παρθένος σήμερον ΤΟ ΑΚΟΥΤΕ
Τῶν λαμπρῶν ἀγώνων σου, ἡ φωτοφόρος ἡμέρα, προκηρύττει ἅπασι, τὸν ἐκ Παρθένου τεχθέντα· τούτου γὰρ διψῶν ἐκ πόθου κατατρυφῆσαι, ἔσπευσας ὑπὸ θηρίων ἀναλωθῆναι· διὰ τοῦτο Θεοφόρος, προσηγορεύθης Ἰγνάτιε ἔνδοξε.
Ὁ Οἶκος
Ἀβραὰμ μὲν ποτε τὸν υἱὸν ἐθυσίαζε, τὴν σφαγὴν προτυπῶν τοῦ τὰ πάντα κατέχοντος, καὶ νῦν ἐν Σπηλαίῳ σπεύδοντος τεχθῆναι, σὺ δὲ θεόφρον, ὅλον προσήγαγες σαυτόν ὥσπερ σφάγιον, καὶ τῶν θηρίων βρῶμα γενόμενος, σῖτος καθαρὸς ὤφθης τῷ Κτίστῃ σου, ἐν ἀποθήκαις ἐπουρανίαις διαιωνίζων ἀληθῶς, καὶ τοῦ σοῦ ἔρωτος τρυφῶν· δι' ὃν πάντα τὸν κόσμον καταλείψας παμμάκαρ, Θεοφόρος προσηγορεύθης, Ἰγνάτιε ἔνδοξε.
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ Κ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἰγνατίου τοῦ Θεοφόρου.ΣτίχοιΛέουσιν, Ἰγνάτιε, δεῖπνον προὐτέθης,Κοινωνὲ δείπνου μυστικοῦ, θάρσους λέον.Εἰκάδι Ἰγνάτιος θάνε γαμφηλῇσι λεόντων.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Φιλογονίου, γενομένου ἀπὸ Δικολόγου Ἐπισκόπου Ἀντιοχείας.ΣτίχοιΦιλογόνιος ἐντολεὺς λείπει βίον,Δραμὼν ἀρίστην ἐντολῶν Θεοῦ τρίβον.Ὁ ἅγιος νεομάρτυς Ἰωάννης ὁ καταγόμενος ἐκ τῆς νήσου Θάσου καὶ ἐν Κωνσταντινοπόλει μαρτυρήσας κατὰ τὸ 1652, ξίφει τελειοῦται.Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Κανών α', ᾨδὴ ζ', ὁ Προεόρτιος
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τῶν ἐν καμίνῳ Παίδων σου Σωτήρ, οὐχ ἥψατο, οὐδὲ παρηνώχλησε τὸ πῦρ· τότε οἱ τρεῖς, ὡς ἐξ ἑνὸς στόματος, ὕμνουν καὶ εὐλόγουν λέγοντες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».Τὴν τοῦ Χριστοῦ ἐν σώματι δηλῶν, ἀνάδειξιν, ὁ Ἱερεμίας ἐκβοᾷ· Ἐπὶ τῆς γῆς σωματωθεὶς ὁ Θεὸς ὤφθη, ἐπιστήμης εὗρέ τε πᾶσαν ὁδόν, γεννηθεὶς ἐν Βηθλεὲμ ἐκ Μητρός.Ἰδοὺ ἐκ ῥίζης ῥάβδος, ἐβλάστησεν, ἄνθος ἀναθάλλουσα Χριστόν· καὶ ἐπ' αὐτῷ νῦν τικτομένῳ ἐν Σπηλαίῳ, Πνεῦμα ἀναπαύσεται, συνέσεως καὶ βουλῆς, καὶ θείας γνώσεως.Ἀκουτισθῶμεν λόγων ἱερῶν. ὁ Κύριος τίκτεται Παιδίον δι' ἡμᾶς, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου ἐγενήθη, καὶ καλεῖται Ἄγγελος, βουλῆς μεγάλης Πατρός, ἄρχων εἰρήνης Χριστός.
Κανών β', ᾨδὴ ζ', τοῦ Ἁγίου
Ἦχος α'
Τῶν ἐν καμίνῳ ΤΟ ΑΚΟΥΤΕ
Οὐκ ἔσχες πῦρ φιλόϋλον ἐν σοί, Ἰγνάτιε, ὕδωρ δὲ ζῶν μᾶλλον καὶ λαλοῦν, ὕδωρ καλοῦν· Δεῦρο ταχὺ πρὸς τὸν Πατέρα, ὕδωρ τὸ ἁλλόμενον, τὸ ἐκ ζωῆς εἰς ζωὴν μετοχετεῦον ἡμᾶς.Οἱ τῶν θηρῶν ὀδόντες μοι φησί, γενέσθωσαν, ξίφη καὶ ῥομφαῖαι καὶ σφαγαί· τάφος δὲ μοι τὰ τῶν λεόντων σπλάγχνα ἔστω, καὶ τὸ πῦρ νεμέσθω μου, πρὸ τῆς φθορᾶς, τῆς δορᾶς τὸ ἐγκατάλειμμα.Τὸ ζῆν ἐμοὶ οὐκ ἔστιν ἐραστόν, ἐν σώματι· πνεύματι γὰρ ζῆν ἐπιποθῶ· ἐμοὶ τὸ ζῆν Χριστὸς ὁ θεῖος ἔρως, πρὸς αὐτὸν ἐπείγομαι, αὐτὸν φησὶν ἀγαπῶ, αὐτοῦ τυχεῖν προσδοκῶ.Ἐμοὶ γλυκὺς ὁ θάνατος φησίν, ἡδέα μοι, πάντα τὰ τῶν πόνων ἀλγεινά, θῆρες τερπνοί, δρόσος τὸ πῦρ ἐστὶ μοι τοῦτο· οὐ τοῦ ζῆν ἀνθέξομαι· διὸ καὶ σπεύδω θανεῖν, ἵνα συζήσω Χριστῷ.Δόξα... Τριαδικὴν προσάξωμεν ᾠδὴν δοξάζοντες, ἄναρχον Πατέρα καὶ Υἱόν, Πνεῦμα εὐθές, μοναδικὴν μίαν οὐσίαν, ἣν τρισσῶς ὑμνήσωμεν· Ἅγιος, Ἅγιος, Ἅγιος, κράζοντες· ὁ τῶν Πατέρων Θεός.Καὶ νῦν... ΘεοτοκίονὉ τοῖς Προφήταις πάλαι προρρηθείς, ἐγγίζει μοι, βρέφος ἐκ Παρθένου κυηθείς. Χαίρει Ἀδάμ, καὶ ἡ Προμήτωρ Εὔα, τῶν ὠδίνων λέλυται· καὶ συγχορεύει Δαυΐδ, ὁ τῆς Παρθένου πατήρ.
Κανών α', ᾨδὴ η', ὁ Προεόρτιος
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὃν φρίττουσιν Ἄγγελοι, καὶ πᾶσαι Στρατιαί, ὡς Κτίστην καὶ Κύριον, ὑμνεῖτε Ἱερεῖς, δοξάσατε Παῖδες, εὐλογεῖτε Λαοί, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».Ὁ Κύριος ἔρχεται, ἐν ξένῳ τοκετῷ, σαφῶς εἰς τὰ ἴδια, δεξώμεθα αὐτόν, ὅπως ξενωθέντας Παραδείσου τρυφῆς, πάλιν οἰκειώσῃ, τικτόμενος Σπηλαίῳ.Ἰδοὺ ἡ ἀνάκλησις, ἡμῶν ἐπιδημεῖ· ἠχήσωμεν ᾄσματα, χαρμόσυνα σπουδῇ, καὶ ᾄσωμεν μέλη προεόρτια, τῷ ἐν σμικροτάτῳ, χωρουμένῳ Σπηλαίῳ.Ὡς ὤμοσε Κύριος, πεπλήρωκεν ἰδού, ἐκ σπέρματος δοὺς ἡμῖν, Δαυῒδ τὴν ἑαυτοῦ, Μητέρα Παρθένον, ἐξ ἧς βρέφος σαρκί, ἐτέχθη ἐν πόλει, Βηθλεὲμ ὑπὲρ λόγον.
Κανών β', ᾨδὴ η', τοῦ Ἁγίου
Ἦχος α'
Ὃν φρίττουσιν Ἄγγελοι ΤΟ ΑΚΟΥΤΕ
Ὑμνείσθω Ἰγνάτιος, ὁ μέγας Ἱερεύς, διττῶς στεφανούμενος, ὡς Μάρτυς καὶ Ποιμήν· ἀθλήσας γὰρ οὗτος, δι ἀγάπην Θεοῦ, ἐρῶν τοῦ ἐρᾶσθαι, παθεῖν οὐ παρῃτεῖτο.Διψῶν τὸ ποτήριον τοῦ πάθους τοῦ Χριστοῦ, δεσμώτης ἀνέτρεχες, Ἰγνάτιε σοφέ, καὶ φθάσας τὸ σκάμμα, οὐκ ἐπαύσω βοῶν· Διψῶ τοῦ διψᾶσθαι, Χριστῷ εἰς τοὺς αἰῶνας.Τοῖς δρόμοις τῆς Πίστεως, ὡς ἥλιος τὴν γῆν, γενναίως διέδραμες, ἀπ' ἄκρων οὐρανοῦ, καὶ δύνας ἀδύτως, ἀπὸ γῆς εἰς Χριστόν, τὸ φῶς συναστράπτεις, αὐτῷ τῆς ἀφθαρσίας.Δεσμοῖς κατεχόμενος, διώδευσας τὴν γῆν, μυρίσας τοῖς ἄθλοις σου, ἡμᾶς τοὺς ἐν αὐτῇ, καὶ νῦν μετὰ τέλος, ὥσπερ κρίνον ἀγροῦ, καὶ κρίνον πεδίου, ἡμᾶς εὐωδιάζεις.Δόξα... Μονὰς οὐσιότητι, ὑμνείσθω ἡ Τριάς, τριὰς ὑποστάσεσι, τιμάσθω ἡ Μονάς, ὡς μία τῇ φύσει, τοῖς προσώποις δὲ τρεῖς, οὐ διαιρουμένη, οὐ συναλειφομένη.Καὶ νῦν... ΘεοτοκίονΤὸ ἄστρον ἀνέτειλε, Χριστὸς ἐν, Ἰακώβ, καὶ Μάγοι συντρέχουσιν, ἐν πόλει Βηθλεέμ, ὑμνῆσαι, τιμῆσαι, προσκυνῆσαι αὐτῷ, τεχθέντι ἐκ μήτρας, Ἁγνῆς τῆς Θεοτόκου.
Κανών α', ᾨδὴ θ', ὁ Προεόρτιος
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὴν ζωοδόχον Πηγὴν τὴν ἀέναον, τὴν φωτοφόρον Λυχνίαν τῆς χάριτος, τὸν Ναὸν τὸν ἅγιον, τὴν Σκηνὴν τὴν πάγχρυσον, τοῦ οὐρανοῦ καὶ τῆς γῆς τὴν πλατυτέραν, τὴν Θεοτόκον οἱ πιστοὶ μεγαλύνομεν».Σὺν Πατριάρχαις, Δικαίοις τε ἅπασι, καὶ τοῖς Ἁγίοις Προφήταις σκιρτήσωμεν, ἐκ Παρθένου Κύριος, Ἰησοῦς ἡ λύτρωσις, ὁ φωτισμὸς ἡ ζωὴ ἡ σωτηρία, νῦν ἐν τῇ Πόλει, Δαυῒδ ἀποτίκτεται.Ἤδη τῆς θείας τοῦ Λόγου σαρκώσεως, πᾶσιν ἠνοίχθη σαφῶς τὰ προπύλαια, οὐρανοὶ ἀγάλλεσθε· Ἄγγελοι σκιρτήσατε, καὶ εὐφραινέσθω ἡ γῆ σὺν τοῖς ἀνθρώποις, μετὰ Ποιμένων καὶ Μάγων ἐν πνεύματι.Φέρει Χριστὸν ὥσπερ μύρον ἀκένωτον, τὸ νοητὸν ἡ Παρθένος ἀλάβαστρον, καὶ τοῦτο προέρχεται, ἐν Σπηλαίῳ πνεύματι, ἀποκενῶσαι σαφῶς, ὅπως πληρώσῃ, τῆς εὐωδίας αὐτοῦ τὰς ψυχὰς ἡμῶν.
Κανών β', ᾨδὴ θ', τοῦ Ἁγίου
Ἦχος α'
Τὴν ζωοδόχον Πηγὴν ΤΟ ΑΚΟΥΤΕ
Ὁ Θεοφόρος ἡμᾶς εἱστιάσατο, τοὺς ἱεροὺς αὐτοῦ ἄθλους προθεὶς ἡμῖν. Δεῦτε φιλομάρτυρες, ἱερῶς δρεψάμενοι, τὰ μυστικὰ τῶν τερπνῶν ᾀσμάτων ἄνθη, τὰς κορυφάς ἑαυτῶν στεφανώσωμεν.Τὴν ἱεράν σου στολὴν ἱερώτατε, ἱερωτέραν εἰργάσω τοῖς ἄθλοις σου· διὸ καὶ τὸν στέφανον, διττῶς κομισάμενος, μετὰ Μαρτύρων ὑμνεῖς καὶ τῶν Ποιμένων, Ἱερομάρτυς Χριστὸν τὸν Θεὸν ἡμῶν.Σῖτος Θεοῦ καθαρὸς εἰμι ἔλεγες, καὶ δι' ὀδόντων θηρίων ἀλήθομαι, ἵνα ἄρτος γένωμαι, ἱεροτελούμενος τῷ ἐραστῇ καὶ Θεῷ κεκαθαρμένος, ὃν καὶ ποθῶν, οὐ πτοοῦμαι τὸν θάνατον.Ὡς ὑπερόπτης τῶν κάτω Ἰγνάτιε, καὶ ὑπηρέτης τῶν ἄνω μυήσεων, ὡς λατρείαν ἄμωμον, τελῶν καὶ τελούμενος, ἱερουργεῖς σεαυτὸν τῷ μαρτυρίῳ, πρός τε θηρία καὶ πῦρ ἑτοιμαζόμενος.Σπλάγχνα θηρίων σοι τάφος γεγόνασιν· ἔχεις δὲ νῦν τὴν Σιὼν ἐνδιαίτημα, καὶ ζῇς ἐν καινότητι, ζωηφόρου Πνεύματος, ἐν οὐρανοῖς τῷ Χριστῷ συμβασιλεύων, καὶ ἐντρυφῶν τῇ αὐτοῦ ὡραιότητι.Τῷ ἀπροσίτῳ φωτὶ ἐλλαμπόμενος, καὶ ἐν ταῖς ἄνω μοναῖς αὐλιζόμενος, ἱερὲ Ἰγνάτιε, τῷ Θεῷ καὶ Κτίστῃ σου, ὑπὲρ τῆς ποίμνης σου ταύτης ἐντυγχάνων, ἀδιαλείπτως μὴ παύσῃ δεόμενος.Δόξα... Τὸ ὑπεράρχιον φῶς ἡ ζωὴ ἡμῶν, Πατὴρ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ Ἅγιον, τρισὶν ὑποστάσεσι, καὶ μιᾷ, θεότητι, ὑπερουσίως ἀεὶ θεολογείσθω, Τριὰς ἁπλὴ, συμφυὴς καὶ ὁμότιμος.Καὶ νῦν... ΘεοτοκίονΧαῖρε Ἁγνὴ τοῦ Θεοῦ Πόλις ἔμψυχε, ἐν ᾗ Θεὸς χωρηθῆναι εὐδόκησε· μὴ λιπὼν τὰ ἄνω γάρ, πρὸς σὲ καταβέβηκεν, ὡς ὑετὸς ἐπὶ γῆς Θεογεννῆτορ, καὶ ἐν τῇ πόλει Βηθλεὲμ βρέφος τίκτεται.
Ἐξαποστειλάριον προεόρτιον
Ἦχος γ'
Ἐπεσκέψατο ἡμᾶς ΤΟ ΑΚΟΥΤΕ
Ἑτοιμάζου Βηθλεέμ· Σπήλαιον εὐτρεπίσθητι· ὑπόδεξαι καὶ ἡ Φάτνη, τὸν ἀπερίγραπτον Θεόν, σαρκὶ περιγραφόμενον· ἔρχεται γὰρ τεχθῆναι, καθώσπερ εὐδόκησε.
Ἐξαποστειλάριον τοῦ Ἁγίου
Ἦχος β'
Τοῖς μαθηταῖς συνέλθωμεν ΤΟ ΑΚΟΥΤΕ
Σῖτος ὑπάρχω ἔλεγες, τοῦ Θεοῦ καὶ Σωτῆρος, καὶ δεῖ με νῦν ἀλήθεσθαι, δι' ὀδόντων θηρίων, Ἰγνάτιε Θεοφόρε, ὅπως ἄρτος ἡδύς τε, καὶ καθαρὸς ὀφθήσομαι, τῇ Ἁγίᾳ Τριάδι· ᾗ παρεστώς, μνημονεύοις πάνσοφε τῶν τελούντων, τὴν φωτοφόρον μνήμην σου, Ἱεράρχα καὶ Μάρτυς.
Ἕτερον Ἐξαποστειλάριον τοῦ Ἁγίου
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Ὡς τετρωμένος ἔρωτι, ἀγάπης τοῦ Κυρίου σου. Ὁ ἐμὸς ἔρως ἐβόας, Χριστὸς ἐσταύρωται θέλων· διὸ διψῶ τοῦ διψᾶσθαι, καὶ ζῶν ἐρῶ τοῦ ἐρᾶσθαι· οὗ κοινωνὸς γενηθῆναι, ἐπιποθῶ καὶ τοῦ πάθους, καὶ τῆς αὐτοῦ βασιλείας.
Ἕτερον Ἐξαποστειλάριον προεόρτιον
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Πιστοὶ τὰ προεόρτια, τῶν Γενεθλίων ᾄσματα, νῦν προηχήσωμεν πίστει· ἔρχεται ἥκει γὰρ Χριστός, ἐν Βηθλεὲμ τοῦ τεχθῆναι, ὡς βροτὸς ἐκ Παρθένου, καὶ ὁραθῆναι νήπιος, σπαργάνοις ἐνειλημένος, ὁ πρὸ αἰώνων ὑπάρχων.
Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια, κατὰ ἀλφάβητον.
Στιχηρὰ Προσόμοια, Ποίημα Ῥωμανοῦ τοῦ Μελῳδοῦ.
Ἦχος πλ. β'
Αὐτόμελον ΤΟ ΑΚΟΥΤΕ
Αἱ Ἀγγελικαί, προπορεύεσθε Δυνάμεις, οἱ ἐν Βηθλεέμ, ἑτοιμάσατε τὴν Φάτνην· ὁ λόγος γὰρ γεννᾶται· ἡ σοφία προέρχεται, δέχου ἀσπασμὸν ἡ Ἐκκλησία, εἰς τὴν χαράν τῆς Θεοτόκου, λαοὶ εἴπωμεν· Εὐλογημένος ὁ ἐλθών, Θεὸς ἡμῶν δόξα σοι (Δίς).
Ἦχος πλ. β'
Ἀνίσχει ὁ Ἀστήρ, Ἰακὼβ ἐν τῷ Σπηλαίῳ. Δεῦτε καὶ ἡμεῖς, προεόρτια τελοῦντες, συνδράμωμεν τοῖς Μάγοις, τοῖς Ποιμέσι συνέλθωμεν· ἴδωμεν Θεὸν ἐν τοῖς σπαργάνοις, ἴδωμεν Παρθένον γαλουχοῦσαν, φρικτὸν θέαμα! Ὁ Βασιλεὺς τοῦ, Ἰσραήλ, Χριστὸς παραγίνεται.
Ἦχος πλ. β'
Βουνοὶ γλυκασμόν, σταλαξάτωσαν· Ἰδοὺ γάρ, ἥκει ὁ Θεός, ἐκ Θαιμὰν Ἔθνη ἡττᾶσθε· ἀγάλλεσθε Προφῆται Πατριάρχαι σκιρτήσατε· ἄνθρωποι χορεύσατε ἐνθέως, ὁ ἰσχυρὸς καὶ μέγας Ἄρχων, Χριστὸς τίκτεται· ὁ Βασιλεὺς τῶν οὐρανῶν, ἐν γῇ παραγίνεται.
Ἦχος πλ. β'
Γῆθεν ἀνυψῶν, τοὺς βροτοὺς ὁ Πλάστης ἥκει, τὴν βασιλικήν, καινουργῶν αὖθις εἰκόνα· συγχάρητε τῶν ἄνω, αἱ Δυνάμεις ὑμνήσατε· ἔχθρας τὸ μεσότοιχον ἐλύθη, ἦλθεν ᾧ ἀπέκειτο· Θεὸς γάρ, βροτὸς γίνεται, ὁ Βασιλεὺς τοῦ Ἰσραήλ, Χριστὸς παραγίνεται.
Ἦχος πλ. β'
Δεῦτε οἱ πιστοί, ὑπαντήσωμεν τῷ Κτίστῃ, ἥκοντι εἰς γῆν, ἐκ Παρθένου ἀνατεῖλαι· ἁγνείᾳ λαμπρυνθῶμεν, ἀρεταῖς ἀπαστράψωμεν, τρόμῳ καὶ χαρᾷ ἑτοιμασθῶμεν, Χριστόν ἰδέσθαι βρεφωθέντα, νοὸς ὄμμασιν, ἡμᾶς θεοῦντα τοὺς βροτούς, ἄκρᾳ ἀγαθότητι.
Δοξαστικὸν, Ἦχος πλ. β'
Αἱ Ἀγγελικαί ΤΟ ΑΚΟΥΤΕ
Ἐγγίζει ὁ Χριστός, Βηθλεὲμ προετοιμάζου· ἤδη τῶν Ἐθνῶν, τὸ σωτήριον αὐγάζει. Εὐτρέπισον τὴν φάτνην, τοὺς Ποιμένας συνάγαγε, κάλεσον τους Μάγους ἐκ Περσίδος, αἱ Στρατιαὶ τῶν Ἀσωμάτων, Νοῶν κράζουσιν· ὁ Βασιλεὺς τῶν οὐρανῶν, Χριστὸς παραγίνεται.
Θεοτοκίον, Ἦχος πλ. β'
Αἱ Ἀγγελικαί ΤΟ ΑΚΟΥΤΕ
Ζῆλός τε καὶ πῦρ, καταφάγεταί σε ἄφρον, πλάνε ἀληθῶς, καὶ τοῦ νόμου συκοφάντα· ἰδοὺ γὰρ ἡ Παρθένος, Ἡσαΐας ὡς ἔφησεν, ἔσχεν ἐν γαστρὶ καὶ ἐπὶ φάτνης, ἀνακλινεῖ τὸν Βασιλέα· διὸ ἅπαντες, οἱ ἐξ Ἰούδα τῆς φυλῆς, δυνάσται ἐκλείψουσιν.
Εἰς τὸν ΣτίχονΣτιχηρὰ Ἰδιόμελα Ἦχος δ'Βηθλεὲμ εὐτρεπίζου, ὕμνησον Πόλις Σιών· ἀγάλλου ἡ ἔρημος, προμνηστευθεῖσα τὴν χαράν· ἀστὴρ γὰρ προέρχεται, ἐν Βηθλεὲμ μηνύων, μέλλοντα τίκτεσθαι Χριστόν· καὶ Σπήλαιον δέχεται, τὸν ἀχώρητον παντί· καὶ Φάτνη ἑτοιμάζεται, ὑποδέξασθαι ζωὴν τὴν αἰώνιον· αὐτῷ πάντες ᾄσωμεν καὶ βοήσωμεν· Σῶσον τὰς ψυχὰς ἡμῶν, Ἰησοῦ ὁ Θεός, ὁ σαρκωθεὶς δι' ἡμᾶς.Στίχ. Ὁ Θεὸς ἀπὸ Θαιμὰν ἥξει καὶ ὁ ἅγιος ἐξ ὄρους κατασκίου δασέος.ἈνατολίουΧριστὸς ὁ ἐρχόμενος, ἐμφανῶς Θεὸς ἡμῶν, ἥξει καὶ οὐ χρονιεῖ, ἐξ ἀπειρογάμου Νύμφης ὀφθήσεται, ἐν Σπηλαίῳ δὲ λοιπὸν προσαναπαύσεται· καὶ Φάτνη τῶν ἀλόγων, ὃν οὐκ ἐχώρει οὐρανός, ὑποδέχου, μέλλοντα σπαργανοῦσθαι ἐν σοί, τὸν τῷ λόγῳ λύσαντα, τῆς ἀλογίας ἡμᾶς. Ἀστὴρ μηνύει, Μάγοι προσκυνοῦσι, Ποιμένες ἀγραυλοῦσι, θαῦμα ὁρῶντες τὸ φρικτόν, καὶ Ἄγγελοι μέλπουσιν, ἐπὶ γῆς θεώμενοι, τὴν ἀπολύτρωσιν τοῦ γένους ἡμῶν.Στίχ. Κύριε εἰσακήκοα τὴν ἀκοήν σου καὶ ἐφοβήθην. Κύριε κατενόησα τὰ ἔργα σου καὶ ἐξέστην.Ἡσαΐα χόρευε, Λόγον Θεοῦ ὑπόδεξαι· προφήτευσον τῇ Κόρῃ Μαριάμ, Βάτον πυρὶ καίεσθαι, καὶ μὴ καταφλέγεσθαι, τῇ αἴγλῃ τῆς Θεότητος, Βηθλεὲμ εὐτρεπίζου, ἄνοιγε πύλην ἡ Ἐδέμ, καὶ Μάγοι πορεύεσθε, ἰδεῖν τὴν σωτηρίαν, ἐν φάτνῃ σπαργανούμενον, ὃν Ἀστὴρ ἐμήνυσεν, ἐπάνω τοῦ Σπηλαίου, ζωοδότην Κύριον, τὸν σῴζοντα τὸ γένος ἡμῶν.
Δοξαστικὸν, Τοῦ Ἁγίου
Ἦχος α'
Τοῦ Στουδίτου
Στήλη ἔμψυχος, καὶ ἔμπνους εἰκών, ἡ ἐτήσιός σου ἐπέστη ἑορτή, Θεοφόρε Ἰγνάτιε, τὰς μυσταγωγίας σου, καὶ τὰς ἀριστείας σου κηρύττουσα, τὴν ὑπὲρ τῆς Πίστεως μέχρις αἵματος ἀντικατάστασιν, τὴν μακαρίαν ἐκείνην, καὶ ἀοίδιμον φωνήν, τήν, Ὅτι σῖτός εἰμι Θεοῦ λέγουσαν, καὶ δι' ὀδόντων θηρίων ἀλήθομαι· διὸ μιμητής τοῦ Χριστοῦ σὺ γεγονώς, πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Προεόρτιον
Ἦχος πλ. β'
Βύζαντος
Σπήλαιον εὐτρεπίζου· ἡ Ἀμνὰς γὰρ ἥκει, ἔμβρυον φέρουσα Χριστόν, Φάτνη δὲ ὑπεδέχου, τὸν τῷ λόγῳ λύσαντα, τῆς ἀλόγου πράξεως, ἡμᾶς τοὺς γηγενεῖς. Ποιμένες ἀγραυλοῦντες, μαρτυρεῖτε θαῦμα τὸ φρικτόν· καὶ Μάγοι ἐκ Περσίδος, χρυσὸν καὶ λίβανον καὶ σμύρναν, τῷ Βασιλεῖ προσάξατε· ὅτι ὤφθη Κύριος ἐκ Παρθένου Μητρός· ὅν περ καὶ κύψασα, δουλικῶς ἡ Μήτηρ προσεκύνησε, καὶ προσεφθέγξατο τῷ ἐν ἀγκάλαις αὐτῆς· Πῶς ἐνεσπάρης μοι, ἢ πῶς μοι ἐνεφύης, ὁ Λυτρωτής μου καὶ Θεός;
| TA ΜΗΝΑΙΑ | Δεκέμβριος | 20 |
Dec 21
Τῌ ΚΑ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΔΕΚΕΜΒΡΙΟΥΜνήμη τῆς Ἁγίας Μάρτυρος Ἰουλιανῆς, τῆς ἐν Νικομηδείᾳ.
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια Προεόρτια.
Στιχηρὰ Προσόμοια Προεόρτια
Ἦχος δ'
Ἔδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕ
Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος, πρὸς αὐτὸν ἀνακέκραγε, Προφήτης ἐν πνεύματι· ὁδὸν γὰρ ἐξεῦρε, πᾶσαν ἐπιστήμης, μετὰ δὲ ταῦτα τοῖς βροτοῖς, σάρκα φορέσας ὁμοιωθήσεται· Παρθένου γὰρ θεόπαιδος, ἀποτεχθῆναι ἐπείγεται, προσιτὸς μοι γενόμενος, ὁ τῇ φύσει ἀπρόσιτος.
Ἦχος δ'
Θημωνία ἅλωνος, ἡ σὴ κοιλία Πανάμωμε, Θεοτόκε γνωρίζεται, στάχυν ἀγεώργητον, ὑπὲρ νοῦν καὶ λόγον, φέρουσα ἀφράστως· ὃν ἐν Σπηλαίῳ Βηθλεέμ, ἀποκυήσεις τήν κτίσιν ἅπασαν, ταὶς θείαις ἐπιγνώσεσι, μέλλοντα θρέψειν ἐν χάριτι, καὶ λιμοῦ τὸ ἀνθρώπινον, ψυχοφθόρου λυτρώσεσθαι.
Ἦχος δ'
Δάμαλις ἡ ἄμωμος, τὸν σιτευτὸν Μόσχον φέρουσα, ἐν κοιλίᾳ προέρχεται, εἰς ἅγιον Σπήλαιον, παραδόξῳ λόγῳ, τοῦτον ἀποτέξαι, καὶ σπαργανῶσαι ὡς βροτόν, καὶ ἀνακλῖναι φάτνῃ ὡς νήπιον. Ἡ κτίσις προεόρταζε, χαρμονικῶς μεγαλύνουσα, τὸν τοιαῦτα παράδοξα, ἐπὶ γῆς ἐργαζόμενον.
Στιχηρὰ τῆς Ἁγίας
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσιν ΤΟ ΑΚΟΥΤΕ
Ταῖς βαφαῖς ταῖς ἐξ αἵματος, σωτηρίου ἱμάτιον, σεαυτῇ πανεύφημε ἐπιχρώσασα, καὶ λαμπρυνθεῖσα τῷ πνεύματι, Κυρίῳ μεμνήστευσαι, ἀθανάτῳ Βασιλεῖ, συντηροῦντί σε ἄμωμον, ἀδιάφθορον, εἰς αἰῶνα αἰῶνος ἐν θαλάμοις, οὐρανίοις ὡς Παρθένον, περικαλῆ καὶ ἀκήρατον.
Ἦχος δ'
Αἰκισμοῖς ὁμιλήσασα, καὶ πυρὶ προσπελάσασα, καὶ σαρκὸς σπαράγματα καρτερήσασα, καὶ τῶν λεβήτων τὰ βράσματα, γενναίως ἐνέγκασα, οὐχ ἡττήθης λογισμῷ, οὐ ξοάνοις ἐπέθυσας, ἀλλὰ κλίνασα, τῷ Θεῷ τὸν αὐχένα τῇ τοῦ ξίφους, τιμωρίᾳ στεφηφόρος, πρὸς οὐρανοὺς ἀνελήλυθας.
Ἦχος δ'
Ὥσπερ προῖκα πολύτιμον, τῷ Νυμφίῳ προσήγαγες, Ἀθληφόρε ἔνδοξε δῆμον ἅγιον, τοῖς θαυμασίοις πιστεύσαντα, οἷς πίστει ἐτέλεσας, ἀνωτέρα καὶ ποινῶν, καὶ τροχοῦ καταφλέγοντος, καὶ στρεβλώσεων, ἐν Χριστῷ δεικνυμένῃ τῷ τὴν νίκην, οὐρανόθεν σοι Παρθένε, θεουργικῶς χορηγήσαντι.
Θεοτοκίον
Ἦχος πλ. β'
Σιὼν πανηγύριζε, Ἱερουσαλὴμ εὐφραίνου, Πόλις Χριστοῦ τοῦ Θεοῦ, ὑπόδεξαι τὸν Κτίστην, ἐν Σπηλαίῳ καὶ Φάτνῃ χωρούμενον· ἀνοίξατέ μοι πύλας, εἰσελθὼν ἐν αὐταῖς, ὄψομαι τὸν ὡς βρέφος σπαργανούμενον, καὶ τῇ δρακὶ συνέχοντα τὴν κτίσιν, ὃν ὑμνοῦσιν Ἄγγελοι, ἀκαταπαύστῳ φωνῇ· Ζωοδότην Κύριον, τὸν σῴζοντα τὸ γένος ἡμῶν.
Ἀπόστιχα Στιχηρὰ ΠροσόμοιαἮχος β' Οἶκος τοῦ Ἐφραθᾶ ΤΟ ΑΚΟΥΤΕΠάντων τῶν Προφητῶν, αἱ προρρήσεις πληροῦνται· ὁ Χριστὸς γὰρ γεννᾶται, ἐν Βηθλεὲμ τῇ πόλει, ἐκ τῆς ἁγνῆς θεόπαιδος.Στίχ. Ὁ Θεὸς ἀπὸ Θαιμὰν ἥξει καὶ ὁ ἅγιος ἐξ ὄρους κατασκίου δασέος.Δόξα τῶν γηγενῶν, καὶ καύχημα καὶ κλέος, Βηθλεὲμ ἡ τιμία, μητρόπολις ἡ θεία, ὑπόδεξαι τὸν Κτίστην σου.Στίχ. Κύριε εἰσακήκοα τὴν ἀκοήν σου καὶ ἐφοβήθην. Κύριε κατενόησα τὰ ἔργα σου καὶ ἐξέστην.Λόγος ὁ τοῦ Πατρός, δι' οὗ τὸ πᾶν ὑπέστη, ἀπαθῶς καὶ ἀρρεύστως, ὑπόστασις ὁρᾶται, μία ἐκ δύο φύσεων.
Θεοτοκίον
Ἦχος β'
Οἶκος τοῦ Ἐφραθᾶ ΤΟ ΑΚΟΥΤΕ
Ἡ πόλις Βηθλεέμ, εὐτρέπισον τῷ Κτίστῃ, τὸ Σπήλαιον, τὴν Φάτνην, τὰ σπάργανα· ἐν σοὶ γάρ, τεχθῆναι παραγίνεται.
Ἀπολυτίκιον, Προεόρτιον
Ἦχος δ'
Κατεπλάγη Ἰωσὴφ ΤΟ ΑΚΟΥΤΕ
Ἑτοιμάζου Βηθλεέμ, ἤνοικται πᾶσιν ἡ Ἐδέμ. Εὐτρεπίζου Ἐφραθᾶ, ὅτι τὸ ξύλον τῆς ζωῆς, ἐν τῷ Σπηλαίῳ ἐξήνθησεν ἐκ τῆς Παρθένου· Παράδεισος καὶ γάρ, ἡ ἐκείνης γαστήρ, ἐδείχθη νοητός, ἐν ᾧ τὸ θεῖον φυτόν, ἐξ οὗ φαγόντες ζήσομεν, οὐχὶ δὲ ὡς ὁ Ἀδὰμ τεθνηξόμεθα, Χριστὸς γεννᾶται, τὴν πρὶν πεσοῦσαν, ἀναστήσων εἰκόνα.
Τῆς Ἁγίας
Ἦχος δ'
Κατεπλάγη Ἰωσὴφ ΤΟ ΑΚΟΥΤΕ
Ἡ ἀμνάς σου Ἰησοῦ, κράζει μεγάλῃ τῇ φωνῇ· Σὲ Νυμφίε μου ποθῶ, καὶ σὲ ζητοῦσα ἀθλῶ, καὶ συσταυροῦμαι, καὶ συνθάπτομαι τῷ βαπτισμῷ σου, καὶ πάσχω διὰ σέ, ὡς βασιλεύσω σὺν σοί, καὶ θνῄσκω ὑπὲρ σοῦ, ἵνα καὶ ζήσω ἐν σοί· ἀλλ' ὡς θυσίαν ἄμωμον, προσδέχου τὴν μετὰ πόθου τυθεῖσάν σοι. Αὐτῆς πρεσβείαις, ὡς ἐλεήμων, σῶσον τὰς ψυχὰς ἡμῶν.
Ἀπολυτίκιον, Τὸ Προεόρτιον πάλιν
Ἦχος δ'
Κατεπλάγη Ἰωσὴφ ΤΟ ΑΚΟΥΤΕ
Ἑτοιμάζου Βηθλεέμ, ἤνοικται πᾶσιν ἡ Ἐδέμ. Εὐτρεπίζου Ἐφραθᾶ, ὅτι τὸ ξύλον τῆς ζωῆς, ἐν τῷ Σπηλαίῳ ἐξήνθησεν ἐκ τῆς Παρθένου· Παράδεισος καὶ γάρ, ἡ ἐκείνης γαστήρ, ἐδείχθη νοητός, ἐν ᾧ τὸ θεῖον φυτόν, ἐξ οὗ φαγόντες ζήσομεν, οὐχὶ δὲ ὡς ὁ Ἀδὰμ τεθνηξόμεθα, Χριστὸς γεννᾶται, τὴν πρὶν πεσοῦσαν, ἀναστήσων εἰκόνα.
Εἰς τὰ Ἀπόδειπνα ψάλλομεν τὸ Διῴδιον, οὗ ἡ Ἀκροστιχίς.Τρίτῃ τεᾨδὴ η'
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τῷ δόγματι τῷ τυραννικῷ, οἱ ὅσιοι τρεῖς Παῖδες μὴ πεισθέντες, ἐν τῇ καμίνῳ βληθέντες, Θεὸν ὡμολόγουν ψάλλοντες· Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον».Ῥαθυμίας ὕπνον ἀφ' ἡμῶν, βαλώμεθα, καὶ ψυχῶν ἐγρηγόρσει, τῷ τικτομένῳ ἐκ Κόρης ἁγνῆς, Χριστῷ ἀναμέλψωμεν· Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον.Ἱκανούσθω πρᾶξις ἀγαθή, ἡμῶν τῷ τῆς ψυχῆς ταμείῳ, ὅπως φαιδρῷ τῷ προσώπῳ, Χριστῷ τικτομένῳ ψάλλωμεν·Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον.Τὸ τάλαντον ἔργοις ἀγαθοῖς, αὐξήσαντες, ὥσπερ δῶρα τῷ δόντι, ἀντὶ χρυσοῦ καὶ λιβάνου Χριστῷ, καὶ σμύρνης προσάξωμεν, ἐρχομένῳ τεχθῆναι, ἐκ Κόρης θεόπαιδος.
ᾨδὴ θ'
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἡ τὸν ἀχώρητον Θεόν, ἐν γαστρὶ χωρήσασα, καὶ χαρὰν τῷ κόσμῳ κυήσασα, σὲ ὑμνοῦμεν, Παναγία Παρθένε».Τοῖς ἐπιγνώμοσι Χριστός, γρηγορεῖν ἐντέταλται, τὴν αὐτοῦ ἐλπίζουσιν ἔλευσιν, ἐκ Παρθένου· καὶ γὰρ ἥκει τεχθῆναι.Ἐν τῇ δευτέρᾳ σου Χριστέ, ἐνδημίᾳ σύσκηνον, δεξιοῖς με δεῖξον προβάτοις σου, σὴν τιμῶντα, ἐν σαρκὶ παρουσίαν.Ἐν τῇ προτέρᾳ σου Χριστέ, παρουσίᾳ ἔσωσας, τὸν Ἀδάμ, ἀλλ' ἐν τῇ δευτέρᾳ σου, τοὺς τιμῶντας, τὴν σὴν Γέννησιν σῷζε.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα
Ἦχος β'
Ὁ εὐσχήμων Ἰωσὴφ ΤΟ ΑΚΟΥΤΕ
Ὁ ἀπρόσιτος Θεός, δι' εὐσπλαγχνίαν προσιτός, γενόμενός μοι θέλων, προέρχεται σαρκί, γεννηθῆναι ὡς ἄνθρωπος, ἐν πόλει Βηθλεέμ, ἐκ Παρθένου νεάνιδος, ὃν ὑποδέξασθαι προθύμως σπουδάσωμεν, ἀνακράζοντες φόβῳ· Κύριε δόξα σοι.Δόξα... Καὶ νῦν ... τὸ αὐτὸ
Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα
Ἦχος γ'
Τὴν ὡραιότητα ΤΟ ΑΚΟΥΤΕ
Θαῦμα παράδοξον, ὁρᾶται σήμερον! ὁ γὰρ Σωτὴρ ἡμῶν, ἐν τῷ σπηλαίῳ σαρκί, ἐκ τῆς Παρθένου δι' ἡμᾶς, τεχθῆναι νῦν ἐπείγεται, Μάγοι μετὰ δώρων δέ, ὡς βασιλεῖ προσκυνήσουσι, Ποιμένες τε καὶ Ἄγγελοι, αὐτὸν δοξολογήσουσι, μεθ' ὧν καὶ ἡμεῖς βοῶμεν· Δόξα τῷ δι' ἡμᾶς ἐνανθρωπήσαντι.Δόξα... Καὶ νῦν ... τὸ αὐτὸ
Ὁ Κανὼν ὁ προεόρτιος, οὗ ἡ Ἀκροστιχίς, κατὰ ἀλφάβητον. Ἰωσήφ.
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τριστάτας κραταιούς, ὁ τεχθεὶς ἐκ Παρθένου, ἀπαθείας ἐν βυθῷ, ψυχῆς τὸ τριμερές, καταπόντισον δέομαι, ὅπως σοι ὡς ἐν τυμπάνῳ, τῇ νεκρώσει τοῦ σώματος, ἐπινίκιον, ᾄσω μελῴδημα».Ἀγάλλου οὐρανέ, καὶ ἡ γῆ εὐφραινέσθω· ὁ Θεὸς γὰρ μεθ' ἡμῶν, γενόμενος σαρκί, ἐκ Παρθένου νεάνιδος, τίκτεται καὶ σπαργανοῦται, τὰς σειρὰς διαλύει δέ, τῶν ἐμῶν ἐγκλημάτων ὡς εὔσπλαγχνος.Βασίλισσα ἁγνή, Βασιλέα τῶν ὅλων, ἀποτίκτει ὑπὲρ νοῦν, τὸν ἄνω τοῖς πιστοῖς, βασιλείαν ἀνοίγοντα, καὶ τὴν ἐν ἡμῖν ἀθλίως, βασιλεύουσαν πάντοτε, ἁμαρτίαν τελείως ἐξαίροντα.Γραφαὶ προφητικαί, περαιοῦνται· Ἰδοὺ γάρ, ὃν προήγγειλαν Χριστόν, ἐν πόλει Βηθλεέμ, φανεροῦται σαρκούμενος· τούτου νῦν προεορτάσαι, τα Γενέθλια σπεύσωμεν, διανοίας εὐθύτητι σήμερον.
Ὁ Κανὼν τῆς Ἁγίας, οὗ ἡ Ἀκροστιχίς.Μέλπειν σε Μάρτυς προσθέτω Θεὸς χάριν.Ἰωσήφ.ᾨδὴ α'
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θαλάσσης, τὸ ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν, ὁ παλαιὸς πεζεύσας, Ἰσραήλ, σταυροτύποις Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν τῇ ἐρήμῳ ἐτροπώσατο».Μαρτύρων, περιφανῶς λαμπρότησι, περιαστράπτουσα, περὶ Θεὸν χορεύεις ἱερῶς, θεουμένη Πανεύφημε, καὶ φωτισμὸν πρεσβείαις σου, παρεχομένη τοῖς ὑμνοῦσί σε.Ἐτρώθης, τῷ γλυκυτάτῳ ἔρωτι, Χριστοῦ πανεύφημε, καὶ σαρκικὰς λιποῦσα ἡδονάς, καὶ μνηστῆρα ἐπίκηρον, κατεγγυήθης ἄμωμος, Ἁγνὴ Παρθένος τῷ Νυμφίῳ σου.Λαμπρύνας, φωτοφανέσι κάλλεσι, τὴν σὴν διάνοιαν, ὁ Πλαστουργὸς τῶν ὅλων καὶ Θεός, οὐρανίων θαλάμων σε, παρθενικῶς χορεύουσαν, Μάρτυς θεόφρον κατηξίωσε.ΘεοτοκίονΠαρθένος, τὸν Πλαστουργὸν τῆς φύσεως, τεκεῖν ἐπείγεται, ἐν τῷ Σπηλαίῳ σάρκα ἐξ αὐτῆς, καθ' ὑπόστασιν ἄρρητον, ὑπερφυῶς φορέσαντα, ὅπως θεώσῃ τὸ ἀνθρώπινον.
Κανών α', ᾨδὴ γ', ὁ προεόρτιος
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὅτι στεῖρα ἔτεκεν, ἡ ἐξ Ἐθνῶν Ἐκκλησία, καὶ ἡ πολλὴ ἐν τέκνοις, ἠσθένησε συναγωγή, τῷ θαυμαστῷ Θεῷ ἡμῶν βοήσωμεν, Ἅγιος εἶ Κύριε».Δανιὴλ ἐξ ὄρους σε, παρθενικοῦ λίθον Λόγε, ἀποτμηθέντα βλέπει, ἐκλεπτύνοντα βωμούς, εἰδωλικοὺς τῷ κράτει σου· διὰ τοῦτο φόβῳ σε δοξάζομεν.Ἐξ Ἑῴας Μάγοι σε, τῷ Βασιλεῖ τῶν ἁπάντων, ὁδηγηθέντες ἄστρῳ, δῶρα προσάγουσι Χριστέ, σμύρναν χρυσὸν καὶ λίβανον, ἐκπλαγέντες τὴν σὴν συγκατάβασιν.Ζωηφόρον ἄσταχυν, χώρα ἀνήροτος φέρει, ἀποτεκεῖν ἐν πόλει, τῆς Βηθλεὲμ ἡ Μαριάμ, πάντων ψυχὰς ἐκτρέφοντα, τῶν βοώντων· Ἅγιος εἶ Κύριε.
Κανών β', ᾨδὴ γ', τῆς Ἁγίας
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Εὐφραίνεται ἐπὶ σοί,ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα·Σύ μου ἰσχὺς Κύριε,καὶ καταφυγὴ καὶ στερέωμα».Ἐτέλεσας τὴν ψυχήν, ναὸν πανάγιον Θεοῦ Ἔνδοξε, θείοις ναοῖς πάντοτε, ὕμνοις καὶ εὐχαῖς παρεδρεύουσα.Μεγίστων ἐπιτυχεῖν, ἐφιεμένη δωρεῶν Πάνσεμνε, πόνους σαρκὸς ἔφερες, ὡς ἐν ἀλλοτρίῳ τῷ σώματι.Αἱμάτων σου σταλαγμοῖς, τῆς ἀθεΐας τὴν πυρὰν ἔσβεσας, καὶ τῶν πιστῶν ἤρδευσας, Ἰουλιανὴ τὰ φρονήματα.ΘεοτοκίονῬυόμενος τοὺς βροτούς, ὁ συμπαθὴς ἐκ τῆς ἁγνῆς τίκτεται, ἐν Βηθλεὲμ σπάργανα, νήπιον καθάπερ δεχόμενος.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Εὐφραίνεται ἐπὶ σοί,ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα·Σύ μου ἰσχὺς Κύριε,καὶ καταφυγὴ καὶ στερέωμα».
Κάθισμα Προεόρτιον
Ἦχος γ'
Τὴν ὡραιότητα ΤΟ ΑΚΟΥΤΕ
Χαρᾶς ἐμπλήσθητε, πάντα τὰ πέρατα· ἡ Θεοτόκος γάρ, τεκεῖν ἐπείγεται, τὸν Βασιλέα τοῦ παντός, ὢ θαύματος ἀνεκφράστου! ἄρχεται ὁ Ἄναρχος, καὶ σαρκοῦται ὁ Ἄσαρκος Σπήλαιον εἰσδέχεται, τὸν συνέχοντα ἅπαντα. Ἡ Βηθλεὲμ ἀγάλλου, καὶ χόρευε ἡ κτίσις, ἡμέραν προεόρτιον.Δόξα... Τῆς ἉγίαςἮχος δ'Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ΤΟ ΑΚΟΥΤΕΠεποικιλμένη ἀρεταῖς θεοσδότοις, διηνθισμένη τῷ σεπτῷ μαρτυρίῳ, ὅλη καλὴ καὶ ἄμωμος ὡράθης σεμνή· ὅθεν σου ὁ Κύριος, νῦν ἠράσθη τοῦ κάλλους, καὶ πρὸς φωτεινότατον, σὲ νυμφῶνα εἰσῆξεν, ἐν ᾧ χορεύεις, Ἰουλιανή, μετὰ Μαρτύρων Χριστὸν μεγαλύνουσα.Καὶ νῦν ... ΠροεόρτιονΤαχὺ προκατάλαβε ΤΟ ΑΚΟΥΤΕΠαρθένοι προεξάρξατε, τῇ τῆς Παρθένου χαρᾷ, Μητέρες αἰνέσατε, τὴν προπομπὴν τῆς Μητρός, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, Μάγοι σὺν τοῖς Ἀγγέλοις, σὺν ἡμῖν οἱ Ποιμένες· ἔρχεται γὰρ ἐν πόλει, Βηθλεὲμ τοῦ γεννῆσαι, υἱὸν τὸν πρὸ αἰώνων Θεόν, σῴζοντα κόσμον φθορᾶς.
Κανών α', ᾨδὴ δ', ὁ προεόρτιος
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ καθήμενος ἐν δόξῃ, ἐπὶ θρόνου Θεότητος, ἐν νεφέλῃ κούφῃ, ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος, τῇ ἀκηράτῳ παλάμῃ καὶ διέσωσε, τοὺς κραυγάζοντας· Δόξα Χριστὲ τῇ δυνάμει σου».Ἡ ἁγία μυροθήκη, τοῦ σεπτοῦ ἁγιάσματος, Βηθλεὲμ ἐν πόλει, τοῦτο ἐκκενῶσαι προέρχεται, ἁγιασμὸν ἡμῖν πᾶσι παρεχόμενον, τοῖς κραυγάζουσι· Δόξα Χριστὲ τῇ δυνάμει σου.Θεηγόρε Ἡσαΐα, τὰ σεπτά σου κηρύγματα, γεγονότα βλέπων, πράγματα ἀγάλλου καὶ χόρευε· ἡ γὰρ Παρθένος ἀσπόρως ἀπεκύησεν, ἐν Σπηλαίῳ σαρκί, Βηθλεὲμ τὸν ἀχώρητον.Ἰησοῦς σαρκὶ γεννᾶται, καὶ ἐν χρόνῳ ὁ Ἄχρονος, καθορᾶται βρέφος, λύων μου τὰ χρόνια πταίσματα, καὶ τῇ ἀφάτῳ πτωχείᾳ νῦν πλουτίζει με, τὸν πτωχεύσαντα, φθοροποιαῖς παραβάσεσι.
Κανών β', ᾨδὴ δ', τῆς Ἁγίας
Ἦχος δ'
Ἐπαρθέντα σε ἰδοῦσα ΤΟ ΑΚΟΥΤΕ
Τεταμένην τὴν διάνοιαν κεκτημένη, πρὸς τὸν τῶν ὅλων Κύριον, σαρκὸς τεταμένης, καὶ μαστιζομένης δεινῶς, οὐδόλως ἐφρόντισας, Ἰουλιανὴ καλλιπάρθενε.Ὑπερίσχυσαν οἱ ἔρωτες τοῦ Δεσπότου, τοὺς τῆς σαρκὸς πανεύφημε, Μάρτυς ἀμαυρῶσαι· ὅθεν κατεφρόνησας, καὶ πλούτου καὶ μνήστορος, καὶ τῶν πολυτρόπων κολάσεων.Σὲ τὴν ἄσπιλον ἀμνάδα καθάπερ λύκοι, οἱ δυσμενεῖς σπαράττοντες, Μάρτυς ταῖς αἰκίαις, ἄμωμον ὁλόκληρον, Θεοῦ ἀπετέλεσαν, θεῖον ἱερεῖον καὶ σφάγιον.ΘεοτοκίονΠαρθενίαν μετὰ τόκον ἐσφραγισμένην, ἡ Θεοτόκος βλέπουσα, θάμβει συσχεθεῖσα, Τέκνον ἀνεκραύγαζε· πῶς νῦν σπαργανώσω σε, ψάμμῳ σπαργανοῦντα τὴν θάλασσαν.
Κανών α', ᾨδὴ ε', ὁ προεόρτιος
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἀσεβεῖς οὐκ ὄψονται, τὴν δόξαν σου Χριστέ, ἀλλ' ἡμεῖς σε μονογενές, Πατρικῆς ἀπαύγασμα, δόξης Θεότητος, ἐκ νυκτὸς ὀρθρίζοντες, ἀνυμνοῦμέν σε φιλάνθρωπε».Κόρης ἀποτίκτεται, Θεὸς Ἐμμανουήλ, καὶ ἐν φάτνῃ ἀνακλιθείς, τὴν ἡμῶν ἀνάκλησιν, θέλων ἐργάζεται· τούτου τὰ Γενέθλια, εὐσεβῶς προεορτάσωμεν.Λόγος ὢν προάναρχος, Πατρὸς καὶ συμφυής, ἐπὶ φάτνης ἀνακλιθείς, τῶν ἀλόγων ἔλυσας, τῆς ἀλογίας ἡμᾶς, τοὺς προεορτάζοντας, εὐσεβῶς τὰ σὰ Γενέθλια.Μακαρία πέφυκεν, ἡ ῥίζα Ἰεσσαί, ἐκβλαστήσασα τὴν ἁγνήν, ἄνθος θεῖον φέρουσαν, Χριστὸν τὸν Κύριον, οὗ προερτάσωμεν, τὰ Γενέθλια γηθόμενοι.
Κανών β', ᾨδὴ ε', τῆς Ἁγίας
Ἦχος δ'
Σὺ Κύριέ μου φῶς ΤΟ ΑΚΟΥΤΕ
Ῥοῦν μάρτυς δυσσεβοῦς, ἀθεΐας ἐξήρανας, τοῖς ῥεύμασι τῶν αἱμάτων, τῶν ἀδίκως χυθέντων, καὶ πῦρ ἁπάτης ἔσβεσας.Ὁλόκληρον σαυτήν, τῷ Θεῷ προσενήνοχας, ἐρύθημα παρθενίας, ταῖς βαφαῖς τῶν αἱμάτων, λαμπρότερον τελέσασα.Σῷ κάλλει τὴν ψυχήν, τετρωμένη παρέδραμεν, ὦ Δέσποτα ἡ Παρθένος, τὰ ὁρώμενα κάλλη, ἀθλήσει διαλάμπουσα.ΘεοτοκίονΘαῦμα καινοπρεπές! ἡ Παρθένος ἐπείγεται, ἡ Ἄχραντος ἐν Σπηλαίῳ, Βηθλεὲμ τοῦ κυῆσαι, Θεὸν ἐνανθρωπήσαντα.
Κανών α', ᾨδὴ ς', ὁ προεόρτιος
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ κατεπόντισέ με, καταιγὶς πολλῶν ἁμαρτημάτων, ἀλλ' ὡς Θεός, ἐκ βυθοῦ ἀνάγαγε, τὴν ζωήν μου Πολυέλεε».Νέον ἐπὶ γῆς ἡμῖν Παιδίον, τεχθεὶς ὁ πρὸ αἰώνων, ἐκ Πατρὸς ἀρρήτως ἀναλάμψας, τῆς παλαιᾶς, πάντας ἠλευθέρωσε, παραβάσεως ὡς εὔσπλαγχνος.Ξένα καὶ παράδοξα ἠκούσθη, ἐν Βηθλεὲμ τῇ πόλει, γεννηθέντος σου ἄναρχε Λόγε· Ποιμένες γάρ, μετ' Ἀγγέλων ὕμνον σοι, ὡς Δεσπότῃ προσεκόμιζον.Ὁ ἀστὴρ τὸν τῆς δικαιοσύνης, καταμηνύει Μάγοις, ἀπορρήτως Ἥλιον τεχθέντα, οὗ τὰ σεπτά, νῦν προεορτάσωμεν, ἀγαλλόμενοι Γενέθλια.
Κανών β', ᾨδὴ ς', τῆς Ἁγίας
Ἦχος δ'
Θύσω σοι, μετὰ φωνῆς ΤΟ ΑΚΟΥΤΕ
Ἔρωτι, τετρωμένη τῷ θείῳ ἐκραύγαζες· Χριστὸν ἐπείγομαι φθάσαι, τὸν ὡραῖον κάλλει· ὅθεν βασάνους, ὑπομένω, ἀκλινεῖ γηθομένη φρονήματι.Τείνεσθαι, ἀνηλεῶς καὶ ῥάβδοις συντρίβεσθαι, τὴν τοῦ Κυρίου ἀμνάδα, πονηρὸς διώκτης προσέταττε, τεταμένην, πρὸς Χριστὸν τὴν διάνοιαν ἔχουσαν.Ὤρθρισας, πρὸς Χριστὸν τὸν ἀνέσπερον Ἥλιον, καὶ ταῖς αὐτοῦ φρυκτωρίαις, καὶ ψυχὴν θεόφρον, καὶ τὴν καρδίαν, κατηυγάσθης, καὶ πρὸς φῶς μετετέθης ἀΐδιον.ΘεοτοκίονΘάλασσαν, σπαργανώσας ὁμίχλῃ βουλήματι, κυοφορεῖται ὁ Κτίστης, ἐκ Παρθένου Κόρης καὶ σπάργανα, ὥσπερ βρέφος, καταδέχεται κόσμον λυτρούμενος.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι' οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι».
Κοντάκιον Προεόρτιον
Ἦχος β'
Τὰ ἄνω ζητῶν ΤΟ ΑΚΟΥΤΕ
Ἐν τῇ Βηθλεέμ, ὁρῶντες σπαργανούμενον, τὸν πᾶσαν τὴν γῆν, κρατοῦντα τῇ χειρὶ αὐτοῦ, προεόρτια ᾄσματα, τῇ Τεκούσῃ τοῦτον προσενέγκωμεν· μητρικῶς γὰρ εὐφραίνεται, κρατοῦσα ἐν κόλποις τὸν Υἱὸν τοῦ Θεοῦ.
Ὁ Οἶκος
Τὸν τοῦ Θεοῦ Υἱὸν ἡ Παρθένος ἐν ἀγκάλαις κρατοῦσα, καὶ μητρικοῖς ἀσπασμοῖς καταφιλοῦσα ἐφθέγγετο· Σπορὰν οὐκ ἔγνων ἐν τῇ συλλήψει, καὶ φθορὰν οὐχ ὑπέστην ἐν τῇ γεννήσει, ἀλλ' ἁγνὴ ὥσπερ πρώην εἰμὶ καὶ μετὰ γέννησιν· διό σου προσκυνῶ Τέκνον τὴν πολλὴν εὐσπλαγχνίαν, καὶ ἄφατον μεγαλουργίαν, ἣν ἔδειξας εἰς ἐμέ· ὅθεν καὶ ἀγάλλομαι, κρατοῦσα ἐν κόλποις τὸν Υἱὸν τοῦ Θεοῦ.
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΚΑ' τοῦ αὐτοῦ μηνός, μνήμη τῆς Ἁγίας μάρτυρος Ἰουλιανῆς.ΣτίχοιἸουλιανῆς ἀγλάϊσμα τὸ ξίφος,Ὡς προξενῆσαν ἀγλαὸν ταύτῃ στέφος.Ἔκτανον εἰκάδι πρώτῃ Ἰουλιανὴν ἐρατεινήν.Τῇ αὐτῇ ἡμέρᾳ, οἱ ἅγιοι πεντακόσιοι Μάρτυρες, οἱ ἐν Νικομηδείᾳ διὰ τῆς Ἁγίας Ἰουλιανῆς πιστεύσαντες, ξίφει τελειοῦνται.ΣτίχοιΠεντακοσίους εἶδεν ἐκτετμημένους,Ἡ Νικομήδους Μάρτυρας νικηφόρους.Τῇ αὐτῇ ἡμέρᾳ, Αἱ Ἅγιαι ἑκατὸν τριάκοντα γυναῖκες αἱ ἐν Νικομηδείᾳ, ξίφει τελειοῦνται.ΣτίχοιΣὺν πενταπλῇ προὔτεινεν εἰκάδι ξίφει,Τριπλῇ γυναικῶν μαρτύρων δεκὰς κάρας.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἁγίου Μάρτυρος Θεμιστοκλέους.ΣτίχοιΤὰς ἐκ σιδηρῶν ὀξέων ἥλων ξέσεις,Ὥς τις σιδηροῦς καρτερεῖς Θεμιστόκλεις.Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
Κανών α', ᾨδὴ ζ', ὁ προεόρτιος
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Νέοι τρεῖς ἐν Βαβυλῶνι, πρόσταγμα τυραννικόν, εἰς φλήναφον θέμενοι, ἐν μέσῳ πυρὸς ἀνεβόων· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν».Πῶς σε Σπήλαιον χωρήσει, ἐρχόμενον δι' ἡμᾶς, τεχθῆναι Ἀχώρητε; πῶς σε γαλουχήσει Παρθένος, τροφέα πάντων εὔσπλαγχνε, Ἰησοῦ χρηματίζοντα;Ῥήμασιν ἀκολουθοῦντες, τοῦ Μάντεως Βαλαάμ, Μάγοι ἐπισπεύδουσι, Χριστὸν προσκυνῆσαι σὺν δώροις, ἐπεγνωκότες τοῦτον, πάσης πνοῆς βασιλεύοντα.Στειρεύουσα τῶν ἀνθρώπων, φύσις πάσης ἀρετῆς, ἀγάλλου καὶ χόρευε· ἥκει γὰρ Χριστὸς ἐκ Παρθένου, σαρκὶ τεχθῆναι, ὅπως δείξῃ καλοῖς εὐτεκνοῦσάν σε.
Κανών β', ᾨδὴ ζ', τῆς Ἁγίας
Ἦχος δ'
Ἐν τῇ καμίνῳ Ἀβραμιαῖοι ΤΟ ΑΚΟΥΤΕ
Ἐν ἀφροσύνῃ, πυρακτωθέντι σε τῷ λέβητι, Μάρτυς, δικαστὴς προσρίπτει ἀνηλεῶς, δι' Ἀγγέλου δὲ ὁ Κύριος, ἀδιαλώβητόν σε διέσωσε, τοῦτον γεραίρουσαν.Οὐ δειλιῶσα, ἀνδρειοφρόνως μᾶλλον δὲ πάνσεμνε, Μάρτυς, τῇ πυρᾷ προσέρχῃ ἀναψυχῆς, αἰσθομένη καὶ κραυγάζουσα· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε.Σοῦ τῷ Νυμφίῳ, καθάπερ προῖκα προσήγαγες, δῆμον καὶ λαὸν πιστεύσαντα εἰς αὐτὸν καὶ τῆς πλάνης ἀμαυρότητα, ταῖς φωτοβόλοις σου, θαυματουργίαις ἀποκρουσάμενον.ΘεοτοκίονΧαῖρε χωρίον, τοῦ Ἀχωρήτου Μητροπάρθενε, τοῦτον· σαρκοφόρον μέλλεις γὰρ δι᾿ ἡμᾶς, ἐν Σπηλαίῳ τίκτειν Ἄχραντε, ἐπανορθούμενον, τῶν οἰκείων χειρῶν τὸ πλαστούργημα.
Κανών α', ᾨδὴ η', ὁ προεόρτιος
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Λυτρωτὰ τοῦ παντὸς παντοδύναμε, τοὺς ἐν μέσῳ φλογὸς εὐσεβήσαντας, συγκαταβὰς ἐδρόσισας, καὶ ἐδίδαξας μέλπειν· Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον».Τὸν πολλαῖς με Χριστὲ παραβάσεσι, τῶν ληστῶν χρηματίσαντα σπήλαιον, δι' εὐσπλαγχνίαν ἄφατον, διασῴζων τεχθῆναι, ἐν τῷ Σπηλαίῳ, ἐκ Παρθένου Ἁγνῆς κατηξίωσας.Ὑπογράφων τελείαν μοι ἄφεσιν, ἀπεγράφης τῷ Καίσαρος δόγματι, ὁ Ποιητὴς τῆς κτίσεως, σὺν τοῖς δούλοις, ὑμνῶ σου τῆς εὐσπλαγχνίας, τὸ ἀμέτρητον ἔλεος Δέσποτα.Φωτεινὸν τοῦ Δεσπότου Παλάτιον, πῶς ὑπῆλθες σμικρότατον Σπήλαιον, τὸν Βασιλέα Κύριον, δι ἡμᾶς σαρκωθέντα, ἀποκυῆσαι, Παναγία Παρθένε Θεόνυμφε;
Κανών β', ᾨδὴ η', τῆς Ἁγίας
Ἦχος δ'
Χεῖρας ἐκπετάσας ΤΟ ΑΚΟΥΤΕ
Ἄνω σου τὸ ὄμμα καὶ τὸν νοῦν, πρὸς τὸν δυνάμενον, ἔχουσα σῴζειν Θεόν, λεβήτων βράσματα χάριτι, θείου Πνεύματος κατέσβεσας, ἀναβοῶσα τὴν ᾠδήν, τῶν Παίδων Μάρτυς πιστῶς· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.Ῥήμασι τυράννου δυσμενοῦς, ὑπηρετούμενοι, πυρὸς ἐπάξιοι, οἱ ματαιόφρονες ζῶσάν σε, τῇ πυρᾷ Μάρτυς ἐνέβαλον, ἀλλ' οὐκ ἐφλέχθης τῷ πυρί, τῇ τοῦ Νυμφίου στοργῇ θεοφόρε, δροσιζομένη καὶ τοῦτον γεραίρουσα.Ἵστασο πρὸ βήματος Χριστόν, ἀνακηρύττουσα, Θεὸν ἀθάνατον, καθυπομείναντα σταύρωσιν, καὶ τὴν πλάνην θανατώσαντα, καὶ τὴν ἀθάνατον ζωήν, πιστοῖς παρέχοντα, τοῖς βοῶσι· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.ΘεοτοκίονΝέφει τὴν ἐπίβασιν αὐτοῦ, τιθεὶς ὁ Κύριος διὰ νεφέλης ἡμῖν, Παρθένου τίκτεσθαι ἔρχεται, ὅπως λύσῃ τῶν ψυχῶν ἡμῶν, τῆς ἁμαρτίας ζοφερά, νέφη βοώντων αὐτῷ· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον».
Κανών α', ᾨδὴ θ', ὁ προεόρτιος
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Εὔα μὲν τῷ τῆς παρακοῆς νοσήματι, τὴν κατάραν εἰσῳκίσατο, σὺ δὲ παρθένε Θεοτόκε, τῷ τῆς κυοφορίας βλαστήματι, τῷ κόσμῳ τὴν εὐλογίαν ἐξήνθησας· ὅθεν σε πάντες μεγαλύνομεν».Χορεύσωμεν ἅπαντες πιστοί, σκιρτήσωμεν, καὶ συμφώνως ἀλαλάξωμεν, ἥκει ἡ πάντων σωτηρία, ἐγγίζει τοῦ τεχθῆναι ὁ Κύριος, καὶ σῶσαι τοὺς αὐτοῦ τὰ Γενέθλια, εὐσεβοφρόνως ἑορτάζοντας.Ψαλτήριον ἅγιε Δαυῒδ ἀνάλαβε, καὶ κιθάραν καὶ μελῴδησον· Τοῦ Ἐφραθᾶ οἶκος εὐφραίνου· Πατὴρ γὰρ ἐκ γαστρὸς ὃν ἐγέννησεν, ἐν σοὶ περιφανῶς ἀποτίκτεται, ἐκ τῆς Παρθένου σωματούμενος.ΘεοτοκίονὩς ὄμβρος, ὡς μέγας ὑετὸς ἐν μήτρᾳ σου, ὁ Δεσπότης καταβέβηκε, καὶ αὐχμηρίᾳ ἀθεΐας, τὴν γῆν κεχερσωμένην κατήρδευσε, καὶ πλάνης τὰς θαλάσσας ἐξήρανε, Θεογεννῆτορ Μητροπάρθενε.
Κανών β', ᾨδὴ θ', τῆς Ἁγίας
Ἦχος δ'
Λίθος ἀχειρότμητος ΤΟ ΑΚΟΥΤΕ
Ἰουλιανῆς ἀθληφόρου, τοὺς ὑπὲρ πίστεως ἀγῶνας, Ἄγγελοι ἐθαύμασαν ὅπως, ἐν γυναικείᾳ φύσει κατῄσχυνε, τὸν τὴν αὐτῆς προμήτορα, ἐν Παραδείσῳ θανατώσαντα.Ὡς περικαλὴς ἀθληφόρος, καὶ περιδέξιος Παρθένος, στέφος ἀνεπλέξω νομίμως, δικαιοσύνης καταπατήσασα, μετὰ σαρκὸς τὸν ἄσαρκον, καὶ νικηφόρος χρηματίσασα.Σὲ τὴν νοητὴν Χελιδόνα, καὶ ἀδιάφθορον Τρυγόνα, καὶ Περιστερὰν μαρτυρίῳ, κεχρυσωμένας ἔχουσαν πτέρυγας, καὶ πρὸς τὸν Θεὸν πετάσασαν, καὶ καταπαύσασαν γεραίρομεν.Ἤνθησας κοιλάσιν ὡς κρίνον, ταῖς τῶν Μαρτύρων ἀθλοφόρε, Ἰουλιανή, καὶ ὡς ῥόδον, τὴν παρθενίαν εὔοσμον φέρουσα, τῷ νοητῷ Νυμφίῳ σου, θεῖον ὀσφράδιον γεγένησαι.ΘεοτοκίονΦέρουσα τὸν φέροντα πάντα, πρὸς Βηθλεὲμ ἔρχῃ Παρθένε, τοῦτον καὶ κυῆσαι ἐν φάτνῃ, προσανακλῖναι καθάπερ νήπιον, τὴν τῶν βροτῶν ἀνάκλησιν, διαφερόντως ἐργαζόμενον.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας, τὰς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν».
Ἐξαποστειλάριον τῆς Ἁγίας
Ἦχος γ'
Τὸν νυμφῶνά σου βλέπω ΤΟ ΑΚΟΥΤΕ
Τὸν νυμφῶνά σου Λόγε, ἡ Μάρτυς ἐπιποθοῦσα, βασάνων ἅπασαν πεῖραν, στερρῶς ὑπέστη ῥοπῇ σου· Ἧς πρεσβείαις ὡς Θεός, δέομαί σου, τὴν ψυχήν μου οἰκτείρησον.
Ἐξαποστειλάριον Προεόρτιον
Ἦχος γ'
Τὸν νυμφῶνά σου βλέπω ΤΟ ΑΚΟΥΤΕ
Βηθλεὲμ γῆ Ἰούδα, εὐτρέπισον τὰς εἰσόδους· ἐν σοὶ γὰρ ἡ Παρθένος, καὶ Θεοτόκος ἥκει νῦν , ἐν Σπηλαίῳ τοῦ τεκεῖν, ὡς βροτόν, τὸν Θεόν μου καὶ Κύριον.
Εἰς τους Αἴνους, ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.
Στιχηρὰ Προσόμοια
Ἦχος πλ. β'
Αἱ Ἀγγελικαὶ ΤΟ ΑΚΟΥΤΕ
Ἡ δημιουργός, νῦν προέρχεται Σοφία, αἱ προφητικαί, διανίσχουσι νεφέλαι, ἡ χάρις αἰθριάζει, ἡ ἀλήθεια ἔλαμψε, παύεται αἰνίγματα σκιώδη, ἡ τῆς Ἐδὲμ ἠνοίγη πύλη, Ἀδὰμ χόρευε, ὁ πλαστουργὸς Θεὸς ἡμῶν, ἑκὼν πεπλαστούργηται.
Ἦχος πλ. β'
Θεσπίσματα πληρῶν, Προφητῶν καὶ τὰς ὁράσεις, τίκτεται σαρκί, καὶ παχύνεται ὁ Λόγος, καὶ φάτνῃ τῶν ἀλόγων, γεννηθεὶς ἀνακλίνεται. Τοῦτο συγκατάβασις ἡ ἄκρα! τοῦτο ἡ φρικτὴ οἰκονομία! δι' ἣν ψάλλομεν· Ὁ Βασιλεὺς τοῦ Ἰσραήλ, Χριστὸς παραγίνεται.
Ἦχος πλ. β'
Ἵνα τῆς φθορᾶς, τὸν ἰὸν ἀποκαθάρῃς, καὶ τὴν ἀρχικήν, ἀναπλάσῃς μοι εἰκόνα, σαρκοῦσαι καὶ θηλάζεις, καὶ σπαργάνοις ὁ νεύματι, πάντα περιάγων ἐνειλίσσῃ, τερατουργὲ ὑμνῶ σε Λόγε, βουλῆς Ἄγγελε, τῆς πατρικῆς, δι' ἧς ἐγώ, ἀπαθανατίζομαι.
Ἦχος πλ. β'
Κόλπων Πατρικῶν, οὐκ ἐκστὰς βροτὸς ὡράθης, καὶ Παρθενικαῖς, ἐποχούμενος ὠλέναις, τοὺς Μάγους ἐκ Περσίδος, δι' ἀστέρος ἐκάλεσας, ἄνακτα Θεὸν σε προσκυνοῦντας· πνεύματι χειλέων ἀσεβοῦντας, ἐθνῶν ἄρχοντας, ὃς ἀνελεῖς, καὶ ποιμανεῖς, λαὸν περιούσιον.
Δοξαστικὸν
Ἦχος πλ. β'
Αἱ Ἀγγελικαὶ ΤΟ ΑΚΟΥΤΕ
Λόγος ὁ Πατρί, ὁμοούσιος ὑπάρχων, ἐκ παρθενικῶν, φυραθεὶς ἁγνῶν αἱμάτων, καὶ πλάττεται καὶ αὔξει, χρονικῷ διαστήματι, αὖθίς τε γεννᾶται ἐν Σπηλαίῳ, ἔκπληξις! ἀλλ' Ἄγγελοι κροτοῦσι, βροτοὶ μέλπουσιν· Ὁ Βασιλεὺς τοῦ Ἰσραήλ, Χριστὸς παραγίνεται.
Θεοτοκίον
Ἦχος πλ. β'
Αἱ Ἀγγελικαὶ ΤΟ ΑΚΟΥΤΕ
Μάντεως χρησμοί, Βαλαὰμ ἀποπληροῦνται· οἱ γὰρ Περσικαῖς, τερατείαις κεχηνότες, ἀστέρος ἀσυνήθους, τῇ ἐλλάμψει τὸν ἄδυτον, Ἥλιον Χριστὸν καταυγασθέντες, ἐν Βηθλεὲμ σωματωθέντα, Θεὸν ἄνακτα, καὶ ἐθελούσιον νεκρόν, τοῖς δώροις τεκμαίρονται.
Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.Ἦχος β' Οἶκος τοῦ Ἐφραθᾶ ΤΟ ΑΚΟΥΤΕΠρολάμπει ὁ ἀστήρ, ἤδη ἐν τῷ Σπηλαίῳ· Ποιμένες μετ' Ἀγγέλων, οἱ Μάγοι μετὰ δώρων, προφθάσαι εὐτρεπίσθητε.Στίχ. Ὁ Θεὸς ἀπὸ Θαιμὰν ἥξει καὶ ὁ ἅγιος ἐξ ὄρους κατασκίου δασέος.Ἵνα τῶν Προφητῶν, πληρώσῃ τὰς προρρήσεις, ἐν Βηθλεὲμ γεννᾶται, καὶ τὴν Ἐδὲμ ἀνοίγει, τοῖς ἐξ Ἀδὰμ ὁ Κύριος.Στίχ. Κύριε εἰσακήκοα τὴν ἀκοήν σου καὶ ἐφοβήθην. Κύριε κατενόησα τὰ ἔργα σου καὶ ἐξέστην.Μύρισον Βηθλεέμ, τὴν Φάτνην τὴν ἁγίαν· ἐν σοὶ γὰρ ὁ Δεσπότης, προσεφαπλοῖ ἀκτῖνας, τῆς ἑαυτοῦ Θεότητος.
Θεοτοκίον
Ἦχος β'
Οἶκος τοῦ Ἐφραθᾶ ΤΟ ΑΚΟΥΤΕ
Δεῦτε οἱ γηγενεῖς, συμφώνως τὴν Παρθένον, Θεοτόκον Μαρίαν, ὑμνήσωμεν ἀπαύστως, ἐξ ἧς ὁ Χριστὸς τίκτεται.
| TA ΜΗΝΑΙΑ | Δεκέμβριος | 21 |
Dec 22
Τῌ ΚΒ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΔΕΚΕΜΒΡΙΟΥΜνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος Ἀναστασίας τῆς Φαρμακολυτρίας.
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια Προεόρτια.
Στιχηρὰ Προσόμοια Προεόρτια
Ἦχος πλ. β'
Ὅλην ἀποθέμενοι ΤΟ ΑΚΟΥΤΕ
Ὁ ἄδυτος Ἥλιος, Παρθενικῶν ἐκ λαγόνων, ἀνίσχειν ἐπείγεται, τοῦ φωτίσαι ἅπασαν τὴν ὑφήλιον, καθαροῖς ὄμμασι, καὶ ἁγναῖς πράξεσιν, ὑπαντῆσαι τούτῳ σπεύσωμεν, καὶ ὑποδέξασθαι, νῦν ἑτοιμασθῶμεν ἐν πνεύματι, ἐρχόμενον εἰς ἴδια, ξένῳ τοκετῷ ὡς ηὐδόκησεν, ὅπως ξενωθέντας, ἡμᾶς τῆς ἐν Ἐδὲμ διαγωγῆς, ἐπαναγάγῃ ὡς εὔσπλαγχνος, Βηθλεὲμ τικτόμενος.
Ἦχος πλ. β'
Ὁ νώτοις ὀχούμενος, χερουβικοῖς Θεὸς Λόγος, σαρκὶ καθ' ὑπόστασιν, ἑνωθεὶς πανάμωμον μήτραν ᾤκησε, καὶ βροτὸς γέγονε, καὶ εἰς γῆν ἔρχεται, τοῦ Ἰούδα ἀποτίκτεσθαι, Σπήλαιον ἅγιον, τῷ Παμβασιλεῖ εὐτρεπίσθητι, ὡς μέγιστον παλάτιον· Φάτνη δὲ ὡς θρόνος πυρίμορφος, ἐν ᾗ ὥσπερ βρέφος, Παρθένος Μαριὰμ ἀνακλινεῖ, ἐπ' ἀνακλήσει τοῦ πλάσματος, αὐτὸν ὡς ηὐδόκησεν.
Ἦχος πλ. β'
Ἀλόγων ἐν φάτνῃ σε, ἀνακλινεῖ ἡ Παρθένος, Θεοῦ Λόγε ἄναρχε, ἀρχὴν εἰσδεξάμενον ὑπὲρ ἔννοιαν· τὴν ἐμὴν λῦσαι γάρ, ἀλογίαν ἔρχῃ, ἣν ὑπέστην φθόνῳ ὄφεως· σπαργανωθήσῃ δέ, ὅπως διαρρήξῃς τὰ σπάργανα, σειράς τε τῶν πταισμάτων μου, μόνε Ἀγαθὲ καὶ φιλάνθρωπε· ὅθεν σε δοξάζω, ὑμνῶ καὶ προσκυνῶ περιχαρῶς, τὴν ἐν σαρκὶ παρουσίαν σου, δι' ἧς ἠλευθέρωμαι.
Στιχηρὰ τῆς Ἁγίας
Ἦχος α'
Πανεύφημοι Μάρτυρες ὑμᾶς ΤΟ ΑΚΟΥΤΕ
Ὡς περικαλέστατα τὰ σά, Μάρτυς προτερήματα! ὡς εὐκλεεῖς οἱ ἀγῶνές σου! ὡς περιβόητος, ἡ Ὁμολογία! ὡς πολλὰ τὰ θαύματα, καὶ ἄπειρα τὰ θεῖα τεράστια! δι' ὧν δοξάζει σε, εἰς αἰῶνας ὃν ἐδόξασας, ἐναθλοῦσα, τοῖς σεπτοῖς σου μέλεσι.
Ἦχος α'
Στέργουσα τὴν εὔκλειαν σεμνή, τῶν ἀθλούντων ἔσπευσας, τούτων τὸν ζῆλον μιμήσασθαι· ὅθεν ὑπήνεγκας, πόνους σφοδροτάτους, καὶ νῦν θεία χάριτι, κουφίζεις πάντα πόνον Πανεύφημε, ἐκ τῶν ψυχῶν ἡμῶν, καὶ σωμάτων τῶν τιμώντων σου, τοὺς ἀγῶνας, καὶ τὰ προτερήματα.
Ἦχος α'
Ἤστραψας φαιδρότερον σαφῶς, τοῦ ἡλίου ἔνδοξε, τὸν σὸν ἀγῶνα τελέσασα, καὶ ταῖς ἀκτῖσί σου, τῶν πολλῶν θαυμάτων, πάντων τὰ νοήματα, φωτίζεις τῶν πιστῶν προσιόντων σου, τῇ θείᾳ λάρνακι, πηγαζούσῃ θεῖα νάματα, Ἀναστασία, Μάρτυς μεγαλώνυμε.
Δοξαστικὸν, Τῆς Ἁγίας
Ἦχος β'
Τῆς ἀναστάσεως εἴληφας τὸ δώρημα, Ἀναστασία πανεύφημε, ἀθληφοροῦσα ἐν τῷ σταδίῳ· δαιμόνων γὰρ ἐξηφάνισας πληθύν, καὶ πόντῳ παρέδωκας ἀθληφόρε, Μάρτυς ἀξιοθαύμαστε.
Θεοτοκίον, Προεόρτιον
Ἦχος πλ. β'
Βύζαντος
Ἀνύμφευτε Παρθένε, πόθεν ἥκεις; τὶς ὁ τεκών σε, τὶς καὶ ἡ Μήτηρ σου; πῶς τὸν Κτίστην φέρεις ἐν ἀγκάλαις; πῶς οὐκ ἐφθάρης τὴν νηδύν; μεγάλων χαρισμάτων ἐπὶ σοί, φρικτῶν μυστηρίων ἐπὶ γῆς τελουμένων, ὁρῶμεν Παναγία, καὶ προευτρεπίζομεν ἐπάξιόν σοι χρέος, ἐπὶ γῆς τὸ Σπήλαιον, καὶ οὐρανὸν αἰτοῦμεν, παρασχεῖν τόν ἀστέρα, καὶ Μάγοι δὲ προέρχονται, ἀπὸ Ἀνατολῶν τῆς γῆς, εἰς Δυσμὰς θεάσασθαι, τὴν σωτηρίαν τῶν βροτῶν, ὡς βρέφος γαλουχούμενον.
Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια, Προεόρτια.Ἦχος β'Οἶκος τοῦ Ἐφραθᾶ ΤΟ ΑΚΟΥΤΕἜρχεται ὁ Χριστός, τὸν πονηρὸν συντρίψαι, τοὺς ἐν σκότει φωτίσαι, καὶ λῦσαι τοὺς δεσμίους· αὐτῷ προϋπαντήσωμεν.Στίχ. Ὁ Θεὸς ἀπὸ Θαιμὰν ἥξει καὶ ὁ ἅγιος ἐξ ὄρους κατασκίου δασέος.ᾌσατε Πατριαί, Ἐθνῶν αἶνον καὶ δόξαν, οἱ Μάγοι μετὰ δώρων, Ποιμένες ἀγραυλοῦντες, προθύμως ἐπισπεύσατε.Στίχ. Κύριε εἰσακήκοα τὴν ἀκοήν σου καὶ ἐφοβήθην. Κύριε κατενόησα τὰ ἔργα σου καὶ ἐξέστην.Ὄρη τε καὶ βουνοί, κοιλάδες καὶ πεδία, οἱ ποταμοὶ καὶ πᾶσα, ἡ κτίσις νῦν τὸν Κτίστην, τικτόμενον μεγάλυνε.
Δοξαστικὸν, Τῆς Ἁγίας
Ἦχος δ'
Τοῦ Στουδίτου
Τῆς ζωηφόρου ἀναστάσεως Χριστοῦ, ἐπώνυμος γενομένη σεμνή, πολιτεία τῇ κλήσει προσφόρως ἐξηκολούθησας, καὶ τὴν φύσιν νευρώσασα, ἀρρενωθεῖσά τε τῷ φρονήματι, ἁλουργίδα ἐξύφανας, τῇ πορφυρίδι τῶν αἱμάτων σου, καὶ βασιλικὸν ὥσπερ σκῆπτρον, τὸν Σταυρὸν κατέχουσα, τῷ Θεῷ καὶ Σωτῆρι συμβασιλεύεις, Ἀναστασία παμμακάριστε. Αὐτὸν ἱκέτευε, καὶ ἡμᾶς ἐλλαμφθῆναι, τῆς θείας δόξης αὐτοῦ.
Θεοτοκίον, Προεόρτιον
Ἦχος δ'
Ἡσαΐα χόρευε, Λόγον Θεοῦ ὑπόδεξαι, προφήτευσον τῇ Κόρῃ Μαριάμ, Βάτον πυρὶ καίεσθαι, καὶ μὴ καταφλέγεσθαι, τῇ αἴγλῃ τῆς Θεότητος, Βηθλεὲμ εὐτρεπίζου, ἄνοιγε πύλην ἡ Ἐδέμ· καὶ Μάγοι πορεύεσθε, ἰδεῖν τὴν Σωτηρίαν, ἐν φάτνῃ σπαργανούμενον, ὃν ἀστὴρ ἐμήνυσεν, ἐπάνω τοῦ Σπηλαίου, ζωοδότην Κύριον, τὸν σῴζοντα τὸ γένος ἡμῶν.
Ἀπολυτίκιον, Προεόρτιον
Ἦχος δ'
Κατεπλάγη Ἰωσὴφ ΤΟ ΑΚΟΥΤΕ
Ἑτοιμάζου Βηθλεέμ, ἤνοικται πᾶσιν ἡ Ἐδέμ, Εὐτρεπίζου Ἐφραθᾶ, ὅτι τὸ ξύλον τῆς ζωῆς, ἐν τῷ Σπηλαίῳ ἐξήνθησεν ἐκ τῆς Παρθένου· Παράδεισος καὶ γάρ, ἡ ἐκείνης γαστήρ, ἐδείχθη νοητός, ἐν ᾧ τὸ θεῖον φυτόν, ἐξ οὗ φαγόντες ζήσομεν, οὐχὶ δὲ ὡς ὁ Ἀδὰμ τεθνηξόμεθα, Χριστὸς γεννᾶται, τὴν πρὶν πεσοῦσαν, ἀναστήσων εἰκόνα.
Τῆς Ἁγίας
Ἦχος δ'
Κατεπλάγη Ἰωσὴφ ΤΟ ΑΚΟΥΤΕ
Ἡ ἀμνάς σου Ἰησοῦ, κράζει μεγάλῃ τῇ φωνῇ, Σὲ Νυμφίε μου ποθῶ, καὶ σὲ ζητοῦσα ἀθλῶ, καὶ συσταυροῦμαι, καὶ συνθάπτομαι τῷ βαπτισμῷ σου, καὶ πάσχω διὰ σέ, ὡς βασιλεύσω σὺν σοί, καὶ θνῄσκω ὑπὲρ σοῦ, ἵνα καὶ ζήσω ἐν σοί, ἀλλ' ὡς θυσίαν ἄμωμον, προσδέχου τὴν μετὰ πόθου τυθεῖσάν σοι. Αὐτῆς πρεσβείαις, ὡς ἐλεήμων, σῶσον τὰς ψυχὰς ἡμῶν.
Ἀπολυτίκιον, Τὸ Προεόρτιον πάλιν
Ἦχος δ'
Κατεπλάγη Ἰωσὴφ ΤΟ ΑΚΟΥΤΕ
Ἑτοιμάζου Βηθλεέμ, ἤνοικται πᾶσιν ἡ Ἐδέμ, Εὐτρεπίζου Ἐφραθᾶ, ὅτι τὸ ξύλον τῆς ζωῆς, ἐν τῷ Σπηλαίῳ ἐξήνθησεν ἐκ τῆς Παρθένου· Παράδεισος καὶ γάρ, ἡ ἐκείνης γαστήρ, ἐδείχθη νοητός, ἐν ᾧ τὸ θεῖον φυτόν, ἐξ οὗ φαγόντες ζήσομεν, οὐχὶ δὲ ὡς ὁ Ἀδὰμ τεθνηξόμεθα, Χριστὸς γεννᾶται, τὴν πρὶν πεσοῦσαν, ἀναστήσων εἰκόνα.
Ἐν τοῖς ἀποδείπνοις ψάλλομεν τὸ Τριῴδιον, οὗ ἡ Ἀκροστιχίς.Τετράδι ψαλῶᾨδὴ γ'
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τῆς πίστεως, ἐν πέτρᾳ με στερεώσας, ἐπλάτυνας τὸ στόμα μου ἐπ' ἐχθρούς μου· ηὐφράνθη γὰρ τὸ πνεῦμά μου ἐν τῷ ψάλλειν· Οὐκ ἔστιν ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε».Ἐν κενοῖς τὸ συνέδριον τοῦ Ἡρῴδου, καὶ γνώμῃ συναθροίζεται μιαιφόνῳ, τικτόμενον τὸν Κύριον ἀποκτεῖναι, ᾧ πάντες ψάλλομεν· Σὺ εἶ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε.Τὸ δεινὸν βουλευτήριον τοῦ Ἡρῴδου, σκέπτεται θεομάχου ψυχῆς ὑπάρχον, νηπίοις τὸν Δεσπότην συναποκτεῖναι, Χριστὸν ᾧ ψάλλομεν· Σὺ εἶ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος πλήν σου Κύριε.
ᾨδὴ η'
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ῥῆμα τυράννου, ἐπεὶ ὑπερίσχυσεν, ἑπταπλασίως κάμινος, ἐξεκαύθη ποτέ· ἐν ᾗ Παῖδες οὐκ ἐφλέχθησαν, Βασιλέως πατήσαντες δόγμα, ἀλλ' ἐβόων· Πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».Ἀποκενοῦντες, ὡς μύρα τὰ δάκρυα, τῷ δι' ἡμᾶς Χριστῷ τικτομένῳ σαρκί, σαρκὸς τὰς κηλῖδας καθαρίσωμεν, τῷ ἀχράντῳ καθαρῶς προσιόντες, καὶ βοῶντες· Πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.Δάκρυσιν οἴκτου, τὰ δάκρυα φύγωμεν, ἁμαρτωλοὶ κολάσεως, τῆς μελλούσης φρικτῆς, Χριστοῦ τῶν ἰχνῶν ἐπιλαβόμενοι, τεθειμένου ἐν σπαργάνοις ὡς βρέφος, καὶ βοῶντες· Πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.Ἱερουργεῖσθαι τὸ λύτρον γινώσκοντες, ἐκ τῶν ἰδίων σπλάγχνων τε, καὶ δακρύων πηγῆς Χριστῷ, διὰ τῆς ἐξαγορεύσεως, ἐκπλυθέντες πιστοὶ προσέλθωμεν, σαρκὶ τικτομένῳ, βοῶντες· Πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ'
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ψυχαῖς καθαραῖς, καὶ ἀρρυπώτοις χείλεσι, δεῦτε μεγαλύνωμεν τὴν ἀκηλίδωτον, καὶ ὑπέραγνον Μητέρα τοῦ Ἐμμανουήλ, δι' αὐτῆς τῷ ἐξ αὐτῆς, προσφέροντες πρεσβείαν τεχθέντι, φεῖσαι τῶν ψυχῶν ἡμῶν, Χριστὲ ὁ Θεός, καὶ σῶσον ἡμᾶς».Ἀγνώμων μηδείς, μὴ πονηρὸς ζηλότυπος, ἔστω τῶν φερόντων νῦν, δῶρα Θεῷ δεκτά, ἀντὶ σμύρνης καὶ χρυσοῦ καὶ λιβάνου, ἀρετῶν τὸν σμυρνισμόν, ψαλλόντων σε Χριστῷ τικτομένῳ, φεῖσαι τῶν ψυχῶν ἡμῶν, Χριστὲ ὁ Θεὸς καὶ σῶσον ἡμᾶς.Λέγει πωρωθείς, Ἡρῴδης Μάγοις ἔμφροσιν. Ἄπιτε ζητήσατε, τὸν γεννηθέντα νῦν Βασιλέα, καὶ εὑρόντες μηνύσατέ μοι, μελετήσας ὁ δεινός, τὸν φόνον μιαιφόνῳ καρδίᾳ. Φεῖσαι τῶν ψυχῶν ἡμῶν, Χριστὲ ὁ Θεός, καὶ σῶσον ἡμᾶς.Ὢ πηρωτικῆς, μιαιφονίας τόλμημα! λήθης ὅθεν ἔτυχες· ὅτι Θεὸν οὐδείς, ὑποχείριον ἀναιρεῖ λαμβάνων· ὑπερζέσας γὰρ θυμῷ, ὠμῶς τὰ βρέφη σφάττεις Ἡρῴδη. Φεῖσαι τῶν ψυχῶν ἡμῶν, Χριστὲ ὁ Θεός, καὶ σῶσον ἡμᾶς.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα
Ἦχος δ'
Ταχὺ προκατάλαβε ΤΟ ΑΚΟΥΤΕ
Ἐνθέως εὐφραίνεται, ἡ κτίσις σήμερον· Χριστὸς γὰρ ὁ Κύριος, ὁ τοῦ Θεοῦ μου Υἱός, ἐκ Κόρης γεννᾶται ἁγνῆς, ἅπαν τὸ τῶν ἀνθρώπων, γένος ἀθανατίζων, λύων καὶ τὴν κατάραν, τῆς προμήτορος Εὔας· διὸ ὡς εὐεργέτῃ ἡμῶν, ἆσμα προσάξωμεν.Δόξα... Καὶ νῦν ... τὸ αὐτὸ
Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα
Ἦχος γ'
Ἡ Παρθένος σήμερον ΤΟ ΑΚΟΥΤΕ
Τὴν Παρθένον κύουσαν, τὸν προαιώνιον Λόγον, Ἰωσὴφ ὁ δίκαιος, ὑμνολογῶν ἀνεβόα· Βλέπω σε γεγενημένην Ναὸν Κυρίου, φέρουσαν τὸν πάντας σῶσαι βροτοὺς ἐλθόντα, καὶ τοὺς τοῦτον ἀνυμνοῦντας, δι' οἶκτον θείου ναοὺς δεικνύοντα.Δόξα... Καὶ νῦν ... τὸ αὐτὸ
Κανὼν ὁ Προεόρτιος, οὗ ἡ Ἀκροστιχίς.Τῇ μακρᾷ πέμπτῃ μακρὸν ὕμνον ἐξᾴδω.ᾨδὴ α'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τμηθείσῃ τμᾶται, πόντος Ἐρυθρός, κυματοτρόφος δὲ ξηραίνεται βυθός, ὁ αὐτὸς ὁμοῦ, ἀόπλοις γεγονὼς βατός, καὶ πανοπλίταις τάφος· ᾠδὴ δὲ θεοτερπὴς ἀνεμέλπετο, ἐνδόξως δεδόξασται, Χριστὸς ὁ Θεὸς ἡμῶν».Ἡ πανταιτία, καὶ παρεκτικὴ ζωῆς, ἡ ἄπειρος Σοφία τοῦ Θεοῦ, ᾠκοδόμησε τὸν οἶκον ἑαυτῆς, ἁγνῆς ἐξ ἀπειράνδρου Μητρός· ναὸν γὰρ σωματικὸν περιθέμενος, ἐνδόξως δεδόξασται, Χριστὸς ὁ Θεὸς ἡμῶν.Μυσταγωγοῦσα, Μάγους συγκαλεῖ, τὴν ἀπαρχὴν Θεοῦ Σοφία τῶν Ἐθνῶν, τοὺς ἀλόγους πρὶν τραφῆναι λογικῶς, ἀλόγων ἐπὶ φάτνης τραπέζης, κειμένης τῆς μυστικῆς, πρὸς ἣν σπεύδουσι, σὺν δώροις ὁδεύοντες, ἀστέρος προλάμποντος.Ἀκουτισθῶμεν, νῦν Προφητικῶν, ἐκπληρουμένων διὰ Πνεύματος φωνῶν· ἡ Παρθένος γὰρ λαβοῦσα ἐν γαστρί, ἐπείγεται τεκεῖν τὸν προόντα, ὃν Μάγοις μὲν οὐρανὸς καθυπέδειξε, Ποιμέσι δὲ Ἄγγελοι, ὡς βρέφος φαινόμενον.
Κανὼν τῆς Ἁγίας, οὗ ἡ Ἀκροστιχίς, ἐλλιπὴς ὅμως τινῶν Τροπαρίων.Τοὺς εὐκλεεῖς σου, Μάρτυς, αἰνέσω πόνους ἐγὼ.Ὁ Ἰωσήφ.ᾨδὴ α'
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«ᾨδὴν ἐπινίκιον, ᾄσωμεν πάντες, Θεῷ τῷ ποιήσαντι, θαυμαστὰ τέρατα, βραχίονι ὑψηλῷ, καὶ σώσαντι τὸν Ἰσραήλ, ὅτι δεδόξασται».Τὴν μνήμην σου σήμερον, Ἀναστασία, πιστῶς ἑορτάζομεν, ἣν Χριστὸς ἐδόξασεν, ἀπείροις θαύμασιν, ὁ ἐν τῇ πόλει Βηθλεέμ, σαρκὶ τικτόμενος.Ὁ κόσμος ἀγάλλεται, τὰς ἀριστείας, τὰς σὰς καὶ τὰ θαύματα, καὶ τὰ κατορθώματα, ἀνακηρύττων ἀεί, Ἀναστασία, ἀθλητῶν τὸ ἐγκαλλώπισμα.Ὑμνοῦμεν τοὺς πόνους σου, Ἀναστασία, τὰ ἆθλα τὰ στίγματα τὰ φρικτὰ τεράστια, τὴν πρὸς τὸν Κύριον, θείαν ἀγάπην, καὶ πολλὴν ὄντως οἰκείωσιν.ΘεοτοκίονΣαρκοῦται ὁ ἄσαρκος, δι' εὐσπλαγχνίαν, ἐκ Κόρης τικτόμενος, Μάγοι εὐτρεπίζονται, ἀνατολῶν Βασιλεῖς, τοῦτον θεάσασθαι πιστῶς, καὶ προσκυνῆσαι σαρκί.
Ἕτερος Κανὼν τῆς Ἁγίας, οὗ ἡ Ἀκροστιχίς.Ὑμνῶ σε Μάρτυς Ἀναστασία πόθῳ.Ὁ Ἰωσήφ.ᾨδὴ α'
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«ᾎσμα ἀναπέμψωμεν λαοί, τῷ θαυμαστῷ Θεῷ ἡμῶν, τῷ ἀπαλλάξαντι τὸν Ἰσραὴλ ἐκ δουλείας, ᾠδὴν ἐπινίκιον, ᾄδοντες καὶ βοῶντες, ᾄσωμέν σοι τῷ μόνῳ Δεσπότῃ».Ὕμνον ἀναπέμψωμεν Θεῷ τῷ μέλλοντι τεχθήσεσθαι, σαρκὶ ἐκ τῆς Παρθένου, ἐν Βηθλεὲμ τῇ πόλει, καὶ φάτνῃ τεθήσεσθαι, νήπιον ὥσπερ βρέφος, ἵνα σώσῃ, ἀνθρώπων τὸ γένος.Μόνον τὸ ἐράσμιον Χριστοῦ, Ἀναστασία ἔνδοξε, κάλλος ζητήσασα, παρέδραμες τὰ κάλλη, τοῦ κόσμου στερρότητι, γνώμης καὶ ἀθανάτου, κληρουχίας, Μάρτυς ἠξιώθης.Νύκτα τοῦ τῆς πλάνης σκοτασμοῦ, τῷ φωτισμῷ τοῦ Πνεύματος, αὐγαζομένη Σεμνή, παρέδραμες ἐμφρόνως· καὶ νῦν κατεσκήνωσας, ἔνθα τὸ θεῖον φέγγος, τῆς ἀκτίστου Τριάδος ὑπάρχει.ΘεοτοκίονὬφθη ὁ ἀόρατος Θεός, ὑπερφυῶς τικτόμενος, δι' εὐσπλαγχνίαν πολλήν, ἐκ σοῦ Παρθενομῆτορ, πτωχεύσας ὁ πλούσιος, ὅπως ἀθανασίαν, τῶν ἀνθρώπων τὸ γένος πλουτίσῃ.
Κανών α', ᾨδὴ γ', ὁ Προεόρτιος
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Κύριος ὢν πάντων, καὶ Κτίστης Θεός, τὸ κτιστὸν ὁ ἀπαθής, πτωχεύσας ἑαυτῷ ἥνωσε· καὶ ὡς βρέφος φερόμενος σαρκί, ἐν φάτνῃ πενιχρᾷ προσκυνεῖται. Φάγετε βοῶν τὸ σῶμά μου, καὶ πίστει στερεωθήσεσθε».Ῥύσιον κενῶσαι, ἐρχόμενον νῦν, ὑπὲρ κόσμου τὸ οἰκεῖον αἷμα, Χριστὸν θρασύνεται, ὁ Ἡρῴδης τοῦ κτεῖναι πρὸ καιροῦ, μανεὶς πρὸ τῆς μανίας Πιλάτου· ὅθεν φονικῇ ὠμότητι, τῶν Βρεφῶν στίφη κατέσφαξεν.Ἄφρων ἀνήρ, ἔφη· οὐκ ἔστι Θεός· ὃς μανίας πληρωθεὶς ἐσχάτης, Χριστοκτονίαν νοσεῖ, τοῦ σκοποῦ δὲ τῆς τόλμης ἐκπεσών, πρὸς φόνον βρεφῶν ἀπειροκάκων, ὅλον ἑαυτὸν ἐξώπλισε, καὶ γῆν ἐμίανεν αἵμασιν.
Κανών β', ᾨδὴ γ', τῆς Ἁγίας
Ἦχος α'
Λίθον ὃν ἀπεδοκίμασαν ΤΟ ΑΚΟΥΤΕ
Ἔνδον τοῦ Σπηλαίου τίκτεται, ὁ πρὸ ἑωσφόρου, ἐκ γαστρὸς ἐκλάμψας, ὑπὲρ νοῦν καὶ λόγον, καὶ τοῦτον οὐρανόθεν, ἀστὴρ ὑποδείκνυσι, ἀστρολόγοις ἐμφανῶς, τοῦτον πιστοὶ ὑμνολογήσωμεν.Ἴδε ἱερὰ πανήγυρις, ἡμῖν ἐτησίως ἔλαμψεν ἡ μνήμη, ἡ τῆς Ἀθληφόρου, ἐν ταύτῃ φωτισθέντες, Θεὸν ἀνυμνήσωμεν, τὸν μεγαλύναντα αὐτὴν θεοπρεπῶς, θαυματουργίαις πολλαῖς.Στόμα θεολόγων ἤνοιξας, μέσον τοῦ σταδίου, καθομολογοῦσα, τοῦ Χριστοῦ τὸ πάθος, καὶ πάσχουσα προθύμως, ἐντεῦθεν γεγένησαι, πᾶσι τοῖς κάμνουσιν ἀεί, Μάρτυς σεμνή, καταφυγὴ καὶ λιμήν.ΘεοτοκίονΟὗτος μόνος ὁ Θεὸς ἡμῶν, ἐκ σοῦ Παρθένε, σάρκα ὑπὲρ λόγον, ἀληθῶς φορέσας, τεχθῆναι ἐν Σπηλαίῳ, ἐπείγεται ὅπως με, οἶκον γενόμενον ληστῶν, δείξῃ ναὸν τοῦ θείου Πνεύματος.
Κανών γ', ᾨδὴ γ', Ἕτερος τῆς Ἁγίας
Ἦχος πλ. δ'
Οὐρανίας ἁψῖδος ΤΟ ΑΚΟΥΤΕ
Σπαργανούμενον βρέφος, ὁ ἀναφὴς Κύριος, μέλλει καθορᾶσθαι, ἐν φάτνῃ ἀνακλινόμενος, ὄρη σκιρτήσατε, καὶ ἀγαλλίασιν θείαν, οἱ βουνοὶ ἐνδύσασθε, φωτὸς πληρούμενοι.Εὐσεβεῖ παρρησίᾳ, τῶν διωκτῶν ἤμβλυνας, τὰ πεπυρωμένα, ῥημάτων βέλη σωτήριον, λόγον πλουτήσασα, Ἀναστασία καὶ θείῳ πόθῳ τὰ κινήματα, ψυχῆς ἰθύνασα.Μόνον Μάρτυς ἐβόας, ἐπιζητῶ Κύριον, μόνῃ τῇ αὐτοῦ ἀγαπήσει, ψυχὴν προσέδησα· τούτου ἐλλάμπεσθαι, καθαρωτάταις πλουσίως, ἀστραπαῖς ἐπείγομαι, ἤθους ἁπλότητι.ΘεοτοκίονἈπειρόγαμε Κόρη, τὸν τῇ χειρὶ φέροντα, ἅπασαν τὴν κτίσιν, ἐν μήτρᾳ φέρεις σαρκούμενον, ὃν καὶ τικτόμενον, ἀνακλινεὶς ἐν τῇ φάτνη, βρέφος καθορώμενον, τόν προαιώνιον.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σὺ με στερέωσον, ἐν τῇ ἀγάπη τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε».
Κάθισμα τῆς Ἁγίας
Ἦχος πλ. δ'
Τὴν Σοφίαν ΤΟ ΑΚΟΥΤΕ
Τῶν Μαρτύρων ζηλοῦσα τὴν ἀρετήν, συμπαθείᾳ καρδίας τούτων θερμῶς, ταῖς χρείαις ἑκάστοτε, διηκόνεις θεόπνευστε, καὶ τοὺς ἰχῶρας πίστει, ἐξέματτες χαίρουσα, ἐν μηδενὶ θεμένη, τὰ πρόσκαιρα βάσανα· ὅθεν ἐπὶ τέλει, συσχεθεῖσα καὶ πόνους, πολλοὺς ὑπομείνασα, στερροτάτως ἐνήθλησας, Ἀναστασία πανεύφημε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.Δόξα... Καὶ νῦν ... ΠροεόρτιονἮχος δ' Τὸ προσταχθὲν μυστικῶς ΤΟ ΑΚΟΥΤΕΤῶν Γενεθλίων τοῦ Χριστοῦ τὰ προεόρτια, ἐπιτελοῦντες οἱ πιστοὶ πανηγυρίζομεν, καὶ ἀξίως ἅπαντες προϋπαντήσωμεν, ὡς οἱ Μάγοι δωροφοροῦντες τὰς ἀρετάς, καὶ ᾄδοντες τῶν Ἀγγέλων ᾆσμα καινόν, τῷ ἐκ Κόρης θεόπαιδος, ἐν Βηθλεὲμ ἄνευ σπορᾶς, τικτομένῳ Θεῷ ἡμῶν, ὃν δοξάζει τὰ σύμπαντα.
Κανών α', ᾨδὴ δ', ὁ Προεόρτιος
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Προκατιδὼν ὁ Προφήτης, τοῦ μυστηρίου σου τὸ ἀπόρρητον, Χριστὲ προανεφώνει σοι· Ἔθου κραταιάν, ἀγάπησιν ἰσχύος, Πάτερ οἰκτίρμον· τὸν Μονογενῆ Υἱὸν γάρ ἀγαθέ, ἱλασμὸν εἰς τὸν κόσμον ἀπέστειλας».Ἐπὶ τὸν τόκον ὡς ὄμβρος, συγκαταβὰς καὶ ὡς σταγών, ἐπὶ τὴν γῆν τὴν σὲ τεκοῦσαν Κύριε, ἔρχῃ συμπαθῶς τεχθῆναι, καὶ βροτοῖς συναναστραφῆναι· τὸν Μονογενῆ καὶ γὰρ σε ἱλασμόν, ὁ Πατὴρ εἰς τὸν κόσμον ἀπέστειλε.Μεταλαμβάνων βροτείας, Χριστὲ σαρκός, Ἀβραὰμ ἐκ σπέρματος, καὶ χάριν ἀντὶ χάριτος, ἔρχῃ παρασχεῖν, καὶ σῶσαι τὴν εἰκόνα καὶ ἀφθαρτίσαι· τὸν Μονογενῆ καὶ γὰρ σὲ ἱλασμόν, ὁ Πατὴρ εἰς τὸν κόσμον ἀπέστειλε.Πόμα καινὸν ὅπερ πάλαι, πιεῖν Δαυῒδ διψῶν ἐπεθύμησεν, ἐν τῷ Σπηλαίῳ πρόεισι, βλύσαι Βηθλεέμ, καὶ παῦσαι προσγενόμενον ἅπαν δίψος, τὸ κατὰ ψυχὴν Ἀδάμ τε καὶ Δαυΐδ, ἐξ ὧν τὸ κατὰ σάρκα γεννᾶται Χριστός.
Κανών β', ᾨδὴ δ', τῆς Ἁγίας
Ἦχος α'
Ἐν Πνεύματι προβλέπων ΤΟ ΑΚΟΥΤΕ
Ὑμνήσατε τὰ Ἔθνη, κροτήσατε Λαοί, ἐν Σπηλαίῳ τίκτεται, ὁ πάντων φωτισμός· οὗ ταῖς ἀκτῖσιν, Ἀναστασία ἡ Μάρτυς, καταυγασθεῖσα, σκότος ἔφυγεν ἀπάτης, λάμψασα ἡλίου φαιδρότερον.Μαρτύρων τῆς εὐκλείας, ἐπέτυχες σεμνή, τοῦ Χριστοῦ Πανεύφημε, προθύμῳ λογισμῷ· καὶ τούτων Μάρτυς, ἰχῶρας χερσὶν οἰκείαις, πόθῳ καὶ πίστει, ἀπομάττουσαν σπουδαίως, πάντες σὺν αὐτοῖς εὐφημοῦμέν σε.Ἀγῶνας πολυτρόπους, διήνυσας στερρῶς, καὶ θαυμάτων εἴληφας, τὴν χάριν δαψιλῶς, Ἀναστασία ἐντεῦθεν ἅπας ὁ κόσμος, καταφυγὴν σε καὶ ἀντίληψιν βεβαίαν, κέκτηται προστρέχων τῇ σκέπῃ σου.Ῥομφαίας ἀοράτων, συνέτριψας ἐχθρῶν, Μάρτυς μεγαλώνυμε, δυνάμει τοῦ Σταυροῦ· ὅθεν ἐδείχθης, πηγὴ ἀπείρων θαυμάτων, Ἀναστασία ἀποπλύνουσα παντοίων, Μάρτυς νοσημάτων τὸν βόρβορον.
Κανών γ', ᾨδὴ δ', Ἕτερος τῆς Ἁγίας
Ἦχος πλ. δ'
Εἰσακήκοα Κύριε ΤΟ ΑΚΟΥΤΕ
Ῥήσεις ἤδη πεπλήρωνται, τῶν προφητευόντων ἐν θείῳ Πνεύματι· ἡ Παρθένος γὰρ ἐπείγεται, ἐν Σπηλαίῳ τίκτειν τὸν Παντέλειον.Τῶν Μαρτύρων τὴν εὔκλειαν, πόθῳ ἐκζητήσασα ταύτης ἔτυχες, στερροτάτως ἐναθλήσασα, ἀδιστάκτῳ γνώμῃ καρτερόψυχε.Ὑφαντὸν ἐκ τῆς ἄνωθεν, χάριτος χιτῶνα ὄντως ἐνδέδυσαι, ἀπεκδύσει τῇ τοῦ σώματος, ἀθληφόρε Μάρτυς παναοίδιμε.ΘεοτοκίονΣαρκοφόρος προέρχεται, ἐκ σῆς φωσφόρου νηδύος Ἄχραντε, Βασιλεὺς ὁ ἐπουράνιος, ὡς ἐν θρόνῳ φάτνῃ προσκλινόμενος.
Κανών α', ᾨδὴ ε', ὁ Προεόρτιος
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τῷ συνδέσμῳ τῆς ἀγάπης, συνδεόμενοι ὡς φιλάδελφοι, τῷ δεσπόζοντι τῶν ὅλων, τῷ κόσμῳ ἄγαν ἀγαπήσαντι, καὶ δόντι λύτρον Υἱὸν τὸν ἀγαπητόν, δῶμεν δόξαν νέμοντι πᾶσιν εἰρήνην».Ἡ τὸ ἄσχετον κρατοῦσα, καὶ ὑπερῷον ἐν αἰθέρι ὕδωρ, ἡ ἀβύσσους χαλινοῦσα, καὶ θαλάσσας ἀναχαιτίζουσα, Θεοῦ Σοφία, ὡς ὑετὸς ἐν πόκῳ καταβᾶσα, μήτραν Παρθένου ᾤκησε.Μαθητὰς Μάντεως Μάγους, Βαλαὰμ καλεῖ πρὸς γνῶσιν ἀστέρι Χριστός, ὁ νεφέλαις δὲ τὸν πόλον, περιβάλλων σπαργάνοις πλέκεται· καὶ φάτνῃ κεῖται, ὃν τρέμει τὰ Χερουβίμ· Σπηλαίῳ χωρεῖται δέ, ὁ πληρῶν τὰ πάντα.
Κανών β', ᾨδὴ ε', τῆς Ἁγίας
Ἦχος α'
Τὴν σὴν εἰρήνην ΤΟ ΑΚΟΥΤΕ
Ὑμνοῦμέν σου τὴν σάρκωσιν, φιλάνθρωπε Χριστέ, πίστει προσκυνοῦμεν τὰ σπάργανα, δι' ὧν ἐλύθη κατακρίσεως, τὸ τῶν βροτῶν γένος, δοξάζον σε Σωτήρ μου.Στομώσασα τὸ φρόνημα, ἀγάπῃ θεϊκῇ, Μάρτυς ἀληθῶς μεγαλώνυμε, ξίφος ὡράθης, πάσας φάλαγγας, συγκόπτον τῶν δαιμόνων, ἐνθέῳ πεποιθήσει.Ἀγῶσι λαμπρυνθεῖσά σου, ἀπείροις ἡ ψυχή, ἔλαμψεν ἡλίου φαιδρότερον, τῇ οἰκουμένῃ καὶ κατηύγασε, πηγὰς τῶν ἰαμάτων, σεμνὴ Ἀναστασία.ΘεοτοκίονΝῦν ἦλθεν εἰς τὰ ἴδια, ἐν ξένῳ τοκετῷ, Λόγος τοῦ Πατρὸς σωματούμενος, ἐκ τῆς Παρθένου καὶ ὡς νήπιον, ὁρᾶται ἐν Σπηλαίῳ, δι' ἄκραν εὐσπλαγχνίαν.
Κανών γ', ᾨδὴ ε', Ἕτερος τῆς Ἁγίας
Ἦχος πλ. δ'
Ὀρθρίζοντες βοῶμέν σοι ΤΟ ΑΚΟΥΤΕ
Ἀνέτειλε τὸ ἄστρον Ἰούδα, ἐκ γῆς Χαλδαίων, κινοῦν εἰς προσκύνησιν, τοὺς ἀστρολόγους ὡς γέγραπται.Νομίμως ἠγωνίσω, ἀνόμους τροπωσαμένη, Μάρτυς παναοίδιμε, τῇ δυναστείᾳ τοῦ Πνεύματος.Ἀνάστασιν Χριστοῦ εἰκονίζεις, ἐπωνυμίᾳ, ἐχθροὺς καταράσσουσα, τοὺς ἀοράτους Πανεύφημε.ΘεοτοκίονΣπηλαίῳ ὑπογαίῳ τεχθῆναι, ἐκ τῆς Παρθένου, Χριστὸς κατεπείγεται, ἀγαλλιάσθω ἡ σύμπασα.
Κανών α', ᾨδὴ ς', ὁ Προεόρτιος
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἄβυσσος ἐσχάτη, ἁμαρτημάτων ἐκύκλωσέ με, καὶ τὸν κλύδωνα μηκέτι φέρων, ὡς Ἰωνᾶς, τῷ Δεσπότῃ βοῶ σοι· Ἐκ φθορᾶς με ἀνάγαγε».Κύριόν σε γνόντες, οἱ οὐρανοὶ διηγοῦνται τὴν σήν, Σῶτερ δόξαν δι' ἀστέρος Μάγους, νῦν μετὰ δώρων καλοῦντες πρὸς γνῶσίν σου, καὶ θείαν προσκύνησιν.Ῥύπον τις προστρίψας ἀπορρυφθήτω, καὶ οὕτω Χριστῷ, καθαρὸς τῷ καθαρῷ ψαυέτω, βρέφος ἐν Φάτνῃ κειμένῳ, τὰ πάθη καρδιῶν ἐκκαθαίροντι.
Κανών β', ᾨδὴ ς', τῆς Ἁγίας
Ἦχος α'
Τὸν Προφήτην Ἰωνᾶν ΤΟ ΑΚΟΥΤΕ
Ἐπιλάμψας ὁ Χριστός, ἐκ λαγόνων μητρικῶν, ἐν τῇ πόλει Βηθλεέμ, διὰ σπλάγχνα οἰκτιρμῶν, ἐδόξασε, τῆς Ἀθληφόρου τὴν μνήμην σήμερον.Συντριβεῖσα ταῖς πολλαῖς, τῶν δεινῶν ἐπιφοραῖς, καθυπέταξας ἐχθρόν, τοῖς ὡραίοις σου ποσίν, ἀοίδιμε, Ἀναστασία θεομακάριστε.Ὑποστᾶσα καρτερῶς, τῶν βασάνων τὰς δεινάς, προσβολὰς καὶ τοῦ πυρός, τὴν κατάφλεξιν σεμνή, δεδόξασαι, Ἀναστασία Μαρτύρων ἔρεισμα.ΘεοτοκίονΠόλις ἔμψυχε Θεοῦ, ἐν τῇ πόλει Βηθλεέμ, ἀποτίκτεις τὸν Χριστόν, Θεοτόκε ὑπὲρ νοῦν, γενόμενον, δι' εὐσπλαγχνίαν τέλειον ἄνθρωπον.
Κανών γ', ᾨδὴ ς', Ἕτερος τῆς Ἁγίας
Ἦχος πλ. δ'
Τὴν δέησιν ἐκχεῶ ΤΟ ΑΚΟΥΤΕ
Τὴν φύσιν τὴν ἐξ ἡμῶν ὁ Εὔσπλαγχνος, προσλαβόμενος ὁρᾶται ὡς βρέφος, ὁ βρεφουργῶν, ἐν κοιλίᾳ τὰ βρέφη, καὶ σπαργανοῦται καὶ φάτνῃ ἀνάκειται, καὶ λύει μου τὰς τῶν παθῶν, πολυπλόκους σειρὰς ἀγαθότητι.Ἁγίων ἰχνηλατοῦσα Μαρτύρων, καρτερῶς διὰ Χριστὸν τοὺς ἀγῶνας, καὶ ταῖς αὐτῶν, χρείαις διακονοῦσα, καὶ τοὺς ἰχῶρας Ὁσία ἐκμάττουσα, ἐπλούτησας περιφανῶς, τὴν αὐτοῖς ἐπιλάμπουσαν εὔκλειαν.Σταγόνας τῶν ἰαμάτων προχέεις, ἐπομβρίαις θεϊκῶν χαρισμάτων, καὶ τῶν παθῶν, ποταμοὺς ἀναστέλλεις, καὶ βοηθεῖς τοῖς δεινῶς κινδυνεύουσιν, ἀοίδιμε Μάρτυς Χριστοῦ, Ἀναστάσεως θείας ἐπώνυμε.ΘεοτοκίονἸώμενος τῶν ἀνθρώπων τὴν φύσιν, τῇ ἀρχαίᾳ παραβάσει φθαρεῖσαν, δίχα φθορᾶς, νέον τίκτεται βρέφος, καὶ σοῦ ἐν κόλποις ὡς θρόνῳ καθέζεται. Ἀνύμφευτε τῆς Πατρικῆς, μὴ ἐκστὰς συνεδρίας Θεότητι.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν, ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾅδῃ προσήγγισε, καὶ δέομαι ὡς Ἰωνᾶς· Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε».
Κοντάκιον τῆς Ἁγίας
Ἦχος β'
Τὰ ἄνω ζητῶν ΤΟ ΑΚΟΥΤΕ
Οἱ ἐν πειρασμοῖς, καὶ θλίψεσιν ὑπάρχοντες, πρὸς τὸν σὸν ναόν, προστρέχοντες λαμβάνουσι, τὰ σεπτὰ ἰάματα, τῆς ἐν σοὶ οἰκούσης θείας χάριτος· Ἀναστασία σὺ γὰρ ἀεί, τῷ κόσμῳ πηγάζεις τὰ ἰάματα.
Ὁ Οἶκος
Τῆς Ἀναστάσεως τοῦ Κυρίου συνεπώνυμος οὖσα, πεπτωκότα με νῦν ἀνάστησον ταῖς πρεσβείαις σου, ἐκ τῶν θαυμάτων τῶν σῶν, σταγόνα ἐπιστάξασα, Μάρτυς τῇ ψυχῇ μου, καὶ τὸν φλογμὸν τῆς δεινῆς ἁμαρτίας κατασβέσασα· τὸν κόσμον γὰρ διασῴζεις ἐκ παθῶν πολυτρόπων ἑκάστοτε, ὧν περ κἀγὼ πεπείραμαι· σὺ γὰρ πάντα τοῖς πᾶσι παρέχουσα, τῷ κόσμῳ πηγάζεις τὰ ἰάματα.
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΚΒ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας μεγαλομάρτυρος Ἀναστασίας, τῆς Φαρμακολυτρίας.ΣτίχοιἈναστασία φάρμακον πιστοῖς μέγα,Πᾶν φάρμακον λύουσα, καὶ κεκαυμένη.Καύθη Ἀναστασία πυρὶ δευτέρᾳ εἰκάδι λαύρῳ.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Χρυσογόνου.ΣτίχοιΔίδωσι Χρυσόγονος αὐχένα ξίφει,Ὁ πνεῦμα χρυσοῦς, χάλκεος δὲ τὸ σθένος.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Θεοδότης καὶ τῶν τέκνων αὐτῆς.ΣτίχοιἩ Θεοδότη πῦρ φέρει σὺν φιλτάτοις,Φίλτρῳ Θεοῦ ζέουσα, καὶ πυρὸς πλέον.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἁγίου Μάρτυρος Ζωΐλου.ΣτίχοιΖωὴν ῥέουσαν ἐκλιπὼν ὁ ΖωΐλοςΖωὴν μένουσαν εὗρεν ἐν ζώντων τόπῳ.Τῇ αὐτῇ ἡμέρᾳ, Τὰ θυρανοίξια τῆς τοῦ Θεοῦ μεγάλης Ἐκκλησίας.ΣτίχοιΑἴρουσιν ἄνδρες ἱεροὶ Χριστοῦ πύλαςΤοὺς Δαυῒδ ἡμῖν ἐκτυπούμενοι νόας.Τῇ αὐτῇ ἡμέρᾳ, Τὸ φωτοδρόμιον τῆς τοῦ Θεοῦ Ἐκκλησίας.ΣτίχοιΤρέχοντα φῶτα σήμερον Ναοῦ κύκλῳ,Δηλοῦσι φωτὸς εἰς τὸ πᾶν θείου δρόμον.Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
Κανών α', ᾨδὴ ζ', ὁ Προεόρτιος
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Οἱ Παῖδες ἐν Βαβυλῶνι, καμίνου φλόγα οὐκ ἔπτηξαν· ἀλλ' ἐν μέσῳ φλογὸς ἐμβληθέντες δροσιζόμενοι ἔψαλλον· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν».Νευστάζων κάραν Ἡρῴδης κακὰ προβλέπων ἐκίνησεν εὐκαιρίαν ζητῶν θανατῶσαι, τὸν ζωῆς καὶ θανάτου Χριστὸν τὴν ἐξουσίαν ἔχοντα, τὸν Θεὸν τῶν Πατέρων ἡμῶν.Ὑμῶν Χριστοῦ ὅσοι φίλοι, συμφυγαδεύθητε φεύγοντι εἰς Αἴγυπτον τούτῳ καὶ καλῶς ἐκεῖ προσκυνήσατε θεοπρεπῶς καλέσαντες καὶ συμφώνως δοξάσατε.Μεθ' ὅστις ἐμοῦ οὐκ ἔστι, κατ' ἐμοῦ πράττει Χριστὸς φησιν· ὁ δὲ μὴ συνάγων μετ' ἐμοῦ σκορπίζοντι ἔοικε· διὸ τὴν τούτου φρίξωμεν, ἐν σαρκὶ συγκατάβασιν.
Κανών β', ᾨδὴ ζ', τῆς Ἁγίας
Ἦχος α'
Τοὺς ἐν καμίνῳ Παῖδάς σου ΤΟ ΑΚΟΥΤΕ
Ὁ Βασιλεὺς τῶν ὅλων καὶ Θεός, προέρχεται πόλει γεννηθῆναι Βηθλεέμ, ὁ τὴν σεμνήν, Ἀναστασίαν μεγαλύνας, ἐν ἀπείροις θαύμασιν ὡς δι' αὐτόν, αἰκισμοὺς καθυπομείνασαν.Νεκροῖς ξοάνοις σέβας πονηρὸν οὐκ ἔνειμας μόνον σεβομένη τὸν Χριστὸν οἷα Θεὸν ζῶντα ἀεί, Ἀναστασία, καὶ τοῖς ζωηροῖς αὐτοῦ πάθεσι πάθος τὸ σὸν καταλαμπρύνουσα.Οἱ τῷ ναῷ σου πίστει δαψιλεῖ, προσφεύγοντες, νόσων ἐκλυτροῦνται χαλεπῶν καὶ ἀρρωστίας καὶ παθῶν καὶ ἀλγηδόνων, εὐρωστίαν πάντοτε παρὰ Χριστοῦ τοῦ Θεοῦ πλουσίως λαμβάνοντες.ΘεοτοκίονΣεσαρκωμένος Λόγος ἐκ τῆς σῆς, προέρχεται Ἄχραντε νηδύος ὑπὲρ νοῦν καὶ ἄρχεται ὁ προαιώνιος καὶ φάτνῃ κεῖται σπαργανούμενος καὶ διαλύει σειρὰς τῶν ἐγκλημάτων.
Κανών γ', ᾨδὴ ζ', Ἕτερος τῆς Ἁγίας
Ἦχος πλ. δ'
Παῖδες Ἑβραίων ἐν καμίνῳ ΤΟ ΑΚΟΥΤΕ
Ἄνω χοροὶ δοξολογοῦσιν, Ἀσωμάτων, ἐπὶ γῆς δὲ προσκυνοῦμεν, καθορῶντες βροτοί, ἡμῖν ὁμοιωθέντα, καὶ ἐπὶ φάτνης κείμενον, σὲ Χριστὲ Θεὲ τῶν ὅλων.Πῦρ ἀπετέφρωσας ἀπάτης· ὡς οἱ Παῖδες δέ, φλογὶ προσομιλοῦσα, παρεδήλους θερμόν, τὸν ἔρωτα Θεόφρον, ὃν πρὸς τὸν σὸν ἐκέκτησο, καὶ Δεσπότην καὶ Νυμφίον.Ὄμβρους προχέεις ἰαμάτων, καταπαύουσα φλογμὸν ἀρρωστημάτων, καὶ λαοὺς μελῳδεῖν ἀεὶ παρασκευάζεις· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.ΘεοτοκίονΘαῦμα διάνοιαν ἐκπλῆττον, τὸ τελούμενον ἐκ σοῦ Παρθενομῆτορ· τίκτειν μέλλεις Θεόν, καὶ φάτνῃ ἀνακλίνειν, τὸν Χερουβὶμ ἀπρόσιτον, καὶ ἀχώρητον τῇ φύσει.
Κανών α', ᾨδὴ η', ὁ Προεόρτιος
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Νόμων πατρώων οἱ μακαριστοί, ἐν Βαβυλῶνι Νέοι προκινδυνεύοντες, βασιλεύοντος κατέπτυσαν, προσταγῆς ἀλογίστου· καὶ συνημμένοι, ᾧ οὐκ ἐχωνεύθησαν πυρί, τοῦ κρατοῦντος ἐπάξιον, ἀνέμελπον τὸν ὕμνον· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, Καὶ ὑπερυψοῦτε, εἰς πάντας τους αἰῶνας».Οἱ δαιτυμόνες οἱ θεόφρονες, ἐν Βηθλεὲμ τῷ νοῒ προπορευόμενοι, σὺν Ἀγγέλοις κατοπτεύσωμεν, καὶ Ποιμέσι τὸ θαῦμα, τῷ ἐν ὑψίστοις, δόξαν ἀναμέλποντες Θεῷ, εὐδοκίαν βραβεύοντι, βροτοῖς καὶ τὴν εἰρήνην. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, βοῶντες εἰς αἰῶνας.Νόμου φιλίας ἀντεχόμενοι, φιλαδελφίας γνώμην ἀναλαβώμεθα, ἐν ἀλλήλοις εἰρηνεύοντες, καὶ τὸ ἓν συμφρονοῦντες· ὁ γὰρ εἰρήνης πρύτανις, προέρχεται Χριστός, εἰρηνεῦσαι τὰ σύμπαντα, καὶ σῶσαι τους βοῶντας· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.Ἐδεξιοῦτο τὸν τικτόμενον, Χριστὸν δολίοις λόγοις Ἡρῴδης ἄνομος, καὶ τοῖς Μάγοις, προσεπέσκηπτεν, ὡς αὐτὸν προσκυνήσων, ἀλλ' οὐκ ἠδεῖτο διώκειν, λανθάνοντα Θεόν· οὐ τὰ βρέφη κατώκτειρε, καὶ βοᾶν οὐ συνῆκε· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Κανών β', ᾨδὴ η', τῆς Ἁγίας
Ἦχος α'
Ὃν φρίττουσιν Ἄγγελοι ΤΟ ΑΚΟΥΤΕ
Ἐν χρόνῳ ὁ ἄχρονος, γεννᾶται ὑπὲρ νοῦν, καὶ Μάγοι προσφέρουσιν αὐτῷ ὡς Βασιλεῖ, φανέντι τὰ δῶρα, καὶ τὴν δόξαν αὐτοῦ, οὐρανὸς κηρύττει, προβολῇ τοῦ ἀστέρος.Γενναίως ἀνύειν σε, τοὺς δρόμους τοὺς μακρούς, ὁ θεῖος Χρυσόγονος, ὑπήλειψε Σεμνή, μεθ' οὗ σε τιμῶμεν, μελῳδίαις σεπταῖς, ὑπὲρ ἀληθείας, σεπτῶς ἠγωνισμένην.Ὡς ὄμβρος σωτήριος, ὑπάρχει ὁ ναός, ὁ ἔχων τὸ λείψανον, Πανεύφημε τὸ σόν, ἐν ᾧ καταφεύγει, πᾶς πιστὸς καὶ δεινῆς, ζάλης ἐκλυτροῦται, καὶ παντοίων κινδύνων.ΘεοτοκίονΝῦν ἦλθεν ὁ Κύριος, ὁ πανταχοῦ παρών, Παρθένου τικτόμενος, ἐν πόλει Βηθλεέμ, ἀγάλλου ἡ κτίσις, ὑπαντῶσα αὐτῷ, καὶ δοξολογοῦσα, εἰς πάντας τοὺς αἰῶνας.
Κανών γ', ᾨδὴ η', Ἕτερος τῆς Ἁγίας
Ἦχος πλ. δ'
Οἱ θεορρήμονες Παῖδες ΤΟ ΑΚΟΥΤΕ
ᾯ παρειστήκεισαν ἄνω χιλιάδες, καὶ μυριάδες Ἀγγέλων, Σπήλαιον φέρει τικτόμενον, ὃν ὑμνοῦμεν τὰ ἔργα, ἀπαύστως ὡς Κύριον.Οἶκος Τριάδος ἐδείχθης θείοις τόποις, ἐν προσευχαῖς καὶ νηστείαις, Ἀναστασία σχολάζουσα· Εὐλογεῖτε βοῶσα, τὰ ἔργα τὸν Κύριον.Ἰσχυροτάτοις λογίοις Χρυσογόνου, τοῦ Ἀθλοφόρου ῥωσθεῖσα, τὸ τῶν εἰδώλων ἀνίσχυρον, κατεπάτησας θράσος, γενναίως ἀθλήσασα.ΘεοτοκίονὮ θεοχώρητε Κόρη, τέξῃ βρέφος τὸν Ποιητὴν τῶν αἰώνων, καὶ ἀναλλοίωτον Κύριον, Βηθλεὲμ ἐν τῇ πόλει, δι' ἄφατον ἔλεος.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Οἱ θεορρήμονες Παῖδες ἐν τῇ καμίνῳ, σὺν τῷ πυρί, καὶ τὴν φλόγα καταπατοῦντες ὑπέψαλλον· Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον».
Κανών α', ᾨδὴ θ', ὁ Προεόρτιος
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ξενίας Δεσποτικῆς, καὶ ἀθανάτου τραπέζης, ἐν πενιχρῷ Σπηλαίῳ, ταῖς ὑψηλαῖς φρεσί, πιστοὶ δεῦτε ἀπολαύσωμεν, σεσαρκωμένον Λόγον, ἀπορρήτως μαθόντες, ὅν μεγαλύνομεν».Ἄπιτε τοῖς ἀρχηγοῖς, Ἡρῴδης ἔφη τῶν Μάγων, ζητήσατε τὸν παῖδα, ἐπὰν δὲ εὕρητε, τοῦτον τάχος μηνύσατέ μοι, τὸν δόλον ἐν καρδίᾳ τεκταίνων· ἀλλ' ἠλέγχθη ὁ πλάνος, διακενῆς ἀνομῶν.Δημιουργὸς γεννηθείς, ἐκ τοῦ Πατρὸς πρὸ αἰώνων, γεννᾶται ἐκ Παρθένου, Σοφία πεφυκώς, Λόγος τοῦ Θεοῦ καὶ δύναμις· διπλοῦν ταῖς φύσεσιν εἰδότες, τὸν Θεάνθρωπον Κύριον μεγαλύνομεν.Ὡς ἄνθρωπος ἐφάνης, οὐσίᾳ οὐ φαντασίᾳ, οὕτω Θεὸς τῷ τρόπῳ, τῆς ἀντιδόσεως, ἡ φύσις Σῶτερ ἥνπερ προσείληφας· διὸ τὴν ἐκ Παρθένου, σοῦ θείαν ἐνδημίαν, τιμῶντες σὲ μεγαλύνομεν.
Κανών β', ᾨδὴ θ', τῆς Ἁγίας
Ἦχος α'
Τὴν φωτοφόρον νεφέλην ΤΟ ΑΚΟΥΤΕ
Ἰδοὺ ἐγγίζει Παρθένος, ἀποτεκεῖν ἐν Σπηλαίῳ, τὸν Βασιλέα τοῦ παντός, σάρκα ἀνειληφότα, ὃν ὡμολόγησε στερρῶς, ἀθλοῦσα ἡ ἔνδοξος, λαμπρότατα, Μάρτυς Ἀναστασία, καὶ νικῶσα τὸν ἀόρατον ἐχθρόν.Ὡραιωθεῖσα τοῖς πόνοις, ὑπὲρ ἠλίου ἀκτῖνας, ἔλαμψας Μάρτυς τοῦ Χριστοῦ, καὶ φωτίζεις τὸν κόσμον, ἄθλων μεγάλων τῷ φωτί, θαυμάτων τε χάρισιν, ἐντεῦθέν σε, πίστει Ἀναστασία, εὐφημοῦμεν μελῳδίαις ἱεραῖς.Σὲ τὴν ὡραίαν τρυγόνα, καὶ ἀηδόνα τιμίαν, καὶ παγκαλῆ περιστεράν, χρυσαυγιζούσας Μάρτυς, πτέρυγας ἔχουσαν πιστῶς, ἀεὶ μακαρίζομεν, τελοῦντές σου, τὴν πανέορτον μνήμην, ἐν ᾗ λύσιν πᾶσιν αἴτησαι δεινῶν.Ἧς νῦν ἐπέτυχες δόξης, ἐπιτυχεῖν ἡμᾶς πάντας, ἀεὶ δυσώπει τὸν Χριστόν, Μάρτυς Ἀναστασία, τοὺς τὴν σεπτήν σου ἑορτήν, σεπτῶς ἑορτάζοντας, καὶ πίστει σου, προσκυνοῦντας τὴν θήκην, τῶν λειψάνων ὡς πηγὴν ἁγιασμοῦ.ΘεοτοκίονΦέροντα φύσιν βροτείαν, Παρθενομῆτορ ἁγία, τίκτεις ἐν πόλει Βηθλεέμ, τὸν ὑπέρθεον Λόγον, καὶ γαλουχεῖς μητροπρεπῶς, τὸν τρέφοντα ἅπαντας, ὡς δὲ πύρινος θρόνος τοῦτον φέρεις, Παναγία ἀνωτέρα Χερουβίμ.
Κανών γ', ᾨδὴ θ', Ἕτερος τῆς Ἁγίας
Ἦχος πλ. δ'
Κυρίως Θεοτόκον ΤΟ ΑΚΟΥΤΕ
Σκιρτήσατε τὰ ὄρη, ἐν ἀγαλλιάσει, καὶ εὐφροσύνην βουνοὶ περιζώσασθε· νῦν ἡ Παρθένος ἐγγίζει τεκεῖν τὸν Κύριον.Ἡμέραν εὐφροσύνης, ἄγει σου ἡ κτίσις, Ἀναστασία τὴν μνήμην δοξάζουσα, ὄνπερ ἐδόξασας Λόγον, οἰκείοις μέλεσιν.Φωτὶ καθαρωτάτῳ, νῦν ἐλλαμπομένη, τοὺς ὑμνητάς σου φωτίζοις τὴν ἄνωθεν, πᾶσιν ἡμῖν προξενοῦσα, Μάρτυς εὐμένειαν.ΘεοτοκίονΦαιδρῶς πᾶσα ἡ κτίσις, νῦν ἀγαλλιάσθω· ἡ Θεοτόκος τεκεῖν νῦν ἐπείγεται, τὸν ἐκ Θεοῦ Θεὸν Λόγον, βροτὸν γενόμενον.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Κυρίως Θεοτόκον, σὲ ὁμολογοῦμεν, οἱ διὰ σοῦ σεσωσμένοι Παρθένε ἁγνή, σὺν Ἀσωμάτοις χορείαις, σὲ μεγαλύνοντες».
Ἐξαποστειλάριον τῆς Ἁγίας
Ἦχος β'
Τοῖς μαθηταῖς συνέλθωμεν ΤΟ ΑΚΟΥΤΕ
Παρθενομάρτυς ἔνδοξε, ἀθλοφόρων τὸ κλέος, Ἀναστασία πάνσοφε, δυσωποῦσα μὴ παύσῃ, τὸν ἐκ Παρθένου νῦν Κόρης, τῆς ἁγνῆς Θεοτόκου, τεχθῆναι προερχόμενον, ἐν Σπηλαίῳ καὶ φάτνῃ, ἁμαρτιῶν, δοῦναι λύσιν πᾶσι τοῖς ἐκτελοῦσι, τὴν παναγίαν μνήμην σου, καὶ τιμῶσί σε πόθῳ.
Ἐξαποστειλάριον Προεόρτιον
Ἦχος β'
Τοῖς μαθηταῖς συνέλθωμεν ΤΟ ΑΚΟΥΤΕ
Τὴν ἐκ Παρθένου Γέννησιν, τοῦ Χριστοῦ προκηρύττει, ἡ φωτοφόρος μνήμη σου, Μάρτυς Ἀναστασία, ἐν Βηθλεὲμ συγκαλοῦσα, Μάγους μὲν ἐκ Περσίδος, σὺν δώροις, τούς Ποιμένας δέ, μετ' Ἀγγέλων πρὸς ὕμνον· σὺ γὰρ σαυτήν, ὡς χρυσὸν καὶ λίβανον καὶ ὡς σμύρναν, προσῆξας τῷ Δεσπότῃ σου, ἐναθλοῦσα Θεόφρον.
Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχ. δ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.
Στιχηρὰ Προσόμοια
Ἦχος πλ. β'
Αἱ Ἀγγελικαὶ ΤΟ ΑΚΟΥΤΕ
Νῦν αἱ παλαιαὶ διαλύονται ἐμφάσεις, ἔσχεν ἐν γαστρί· ἡ Παρθένος γὰρ καὶ λίθος, ἐξ ὄρους ἀπετμήθη, καὶ ἡ ῥάβδος ἐβλάστησεν, ἡ τοῦ Ἰεσσαί, καὶ δρόσος ἄρτι, ἡ τοῦ Γεδεὼν ἐν γῇ ἐρρύη, λαοὶ κράξωμεν· Ὁ βασιλεὺς τοῦ Ἰσραήλ, Χριστὸς παραγίνεται.
Ἦχος πλ. β'
Ξένου τοκετοῦ, ξένα πράγματα ὁρᾶται! πῶς ὁ τῷ Πατρί, ἐν ὑψίστοις συνεδρεύων, ἐν φάτνῃ τῶν ἀλόγων, γεννηθεὶς ἀνακλίνεται; πῶς ὁ ἀναφὴς ἐν τοῖς σπαργάνοις; πῶς ὁ πανταχοῦ ἐν τῷ Σπηλαίῳ; λαοὶ κράξωμεν, ὁ Βασιλεὺς τοῦ Ἰσραήλ, Χριστὸς παραγίνεται.
Ἦχος πλ. β'
Ὁ τερατουργῶν, καὶ τὴν Αἴγυπτον μαστίζων, ὕων τε λαῶ, τῷ ἀγνώμονι τὸ Μάννα, σαρκοῦται καὶ θηλάζει, καὶ παιδίον ὁρώμενος, φεύγει τὸν Ἡρῴδην, ὡς ἐπὶ νεφέλης τῇ Παρθένῳ, Μητρὶ ὀχούμενος, ὡς Ἡσαΐας προορᾷ, ὁ θεοπτικώτατος.
Ἦχος πλ. β'
Παιδίον ὁ προών, Βασιλεὺς ὁ τῶν αἰώνων, τίκτεται ἑκών, καὶ υἱὸς ἡμῖν ἐδόθη· Ἀκούσατε τὰ Ἔθνη, Ἰσραὴλ ἐνωτίσθητι, γνῶτε καὶ ἡττᾶσθε· μεθ' ἡμῶν γάρ, ὃς λεπτυνεῖ καὶ ἐκλικμήσει, ἐκ γῆς ἅπασαν, καὶ βασιλείαν καὶ ἀρχήν, αὐτῷ μὴ ὑπείκουσαν.
Δοξαστικὸν
Ἦχος πλ. β'
Αἱ Ἀγγελικαὶ ΤΟ ΑΚΟΥΤΕ
Ῥάβδῳ σιδηρᾷ, ποιμανθήσῃ Ἰουδαῖε, οἷα ἀπειθής, καὶ Προφήταις ἀντιπίπτων· Υἱῷ γὰρ γεννηθέντι, ὁ Πατὴρ κλῆρον δίδωσιν, Ἔθνη καὶ κατάσχεσιν γῆς πάσης· σὲ δὲ ἀπωθεῖται μιαιφόνε, βοᾶν οὐ πείθῃ γάρ· Ὁ Βασιλεὺς τοῦ Ἰσραήλ, Χριστὸς παραγίνεται.
Θεοτοκίον
Ἦχος πλ. β'
Αἱ Ἀγγελικαὶ ΤΟ ΑΚΟΥΤΕ
Σκίρτησον Δαυΐδ· ἐξ ὀσφύος σου Χριστὸς γάρ· χαίροις Ἰεσσαί· ἐξανθεῖ γάρ σου ἡ ῥίζα, ἐκ μηροῦ σου Ἰούδα, προελεύσεται Κύριος, κατὰ Βαλαὰμ ἔδεται Ἔθνη· κατὰ τὸν μέγαν Ἡσαΐαν, ἰδοὺ τέξεται, παιδίον τὸν Ἐμμανουήλ, Παρθένος ἡ πάνσεπτος.
Μεγάλη Δοξολογία
Ἀπόστιχα Στιχηρὰ ΠροσόμοιαἮχος β' Οἶκος τοῦ Ἐφραθᾶ ΤΟ ΑΚΟΥΤΕΠρολάμπει ὁ ἀστήρ, ἤδη ἐν τῷ Σπηλαίῳ· Ποιμένες μέτ' Ἀγγέλων, οἱ Μάγοι μετὰ δώρων, προφθάσαι εὐτρεπίσθητε.Στίχ. Κύριε εἰσακήκοα τὴν ἀκοήν σου καὶ ἐφοβήθην. Κύριε κατενόησα τὰ ἔργα σου καὶ ἐξέστην.Ἐγγίζει ὁ Χριστός· ὁ ἀστὴρ προαυγάζει, τὸ οὐράνιον πλῆθος, τῆς στρατιᾶς προκύπτει, τῶν νοερῶν δυνάμεων.Στίχ. Ὁ Θεὸς ἀπὸ Θαιμὰν ἥξει καὶ ὁ ἅγιος ἐξ ὄρους κατασκίου δασέος.Χαῖρε ἡ Βηθλεέμ· ὁ ποιμαίνων ἐπέστη, τὸν Ἰσραὴλ ὁ σῴζων· οὐκέτι ἐλαχίστη, Ἰουδαία τοῖς ἄρχουσιν.
Δοξαστικὸν, Τῆς Ἁγίας
Ἦχος πλ. α'
Βύζαντος
Προεόρτιος ἡμέρα σήμερον, τῆς ἐνανθρωπήσεως Χριστοῦ τοῦ Θεοῦ, τῇ τῆς πανευφήμου καὶ Μάρτυρος ἑορτῇ, συνεξέλαμψεν Ἀναστασίας· ἰδοὺ ἡ Παρθένος, ἐν Βηθλεέμ ἐπείγεται, Βρέφος σπαργανούμενον, ἀνακλῖναι ἐν φάτνῃ τῶν ἀλόγων, τὸν ἐλευθερώσαντα ἡμᾶς, ἐκ τῆς ἀρχαίας κατάρας, καὶ σῴζοντα τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον
Ἦχος πλ. α'
Βύζαντος
Μὴ στύγναζε Ἰωσήφ, καθορῶν μου τὴν νηδύν· ὄψει γὰρ τὸ τικτόμενον ἐξ ἐμοῦ καὶ χαρήσῃ, καὶ ὡς Θεὸν προσκυνήσεις, ἡ Θεοτόκος ἔλεγε τῷ ἑαυτῆς μνηστῆρι, μολοῦσα τοῦ τεκεῖν τὸν Χριστόν. Ταύτην ἀνυμνήσωμεν λέγοντες· Χαῖρε κεχαριτωμένη, μετὰ σοῦ ὁ Κύριος, καὶ διὰ σοῦ μεθ' ἡμῶν.
| TA ΜΗΝΑΙΑ | Δεκέμβριος | 22 |
Dec 23
Τῌ ΚΓ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΔΕΚΕΜΒΡΙΟΥΜνήμη τῶν Ἁγίων δέκα Μαρτύρων τῶν ἐν Κρήτῃ.
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια Προεόρτια.
Στιχηρὰ Προσόμοια, Προεόρτια
Ἦχος δ'
Ὁ ἐξ ὑψίστου κληθεὶς ΤΟ ΑΚΟΥΤΕ
Τοῦ Ἡσαΐου φωνὴ ἀποπληροῦται· ἰδοὺ ἡ Παρθένος γάρ, τὸν ἀπερίληπτον, περιγραφόμενον σώματι, ἐν μήτρᾳ φέρει, καὶ παραδόξως τεκεῖν ἐπείγεται, θεόδεκτον Σπήλαιον προευτρεπίσθητι, ἡ Βηθλεὲμ ἑτοιμάσθητι· ὁ Βασιλεὺς γάρ, σὲ ᾑρετίσατο εἰς κατοίκησιν. Δέχου ἡ φάτνη σπαργανούμενον, βρέφος Χριστὸν λύειν μέλλοντα, τὰς σειράς τῶν πταισμάτων, τῶν ἀνθρώπων ἀγαθότητι.
Ἦχος δ'
Ἡ φωτεινή τε καὶ ἔμψυχος νεφέλη, τὸν ὄμβρον βαστάζουσα τὸν ἐπουράνιον, τοῦτον ἐν γῇ νῦν προέρχεται, ἐναποστάξαι, ὅπως ἀρδεύσῃ ταύτης τὸ πρόσωπον. Τὸ ἔαρ τῆς χάριτος, ἡ νοητὴ χελιδών, ἔνδον ἐν σπλάγχνοις κατέχουσα, ἀρρήτῳ λόγῳ, ἐναποτίκτει χειμῶνα ἄθεον, διασκεδάζον, τὸ Παλάτιον, τὸ καθαρὸν καὶ ἀμίαντον, Βασιλέα Σπηλαίῳ, ἐπεισάγει σωματούμενον.
Ἦχος δ'
Συναπεγράφης τοῖς δούλοις ὁ Δεσπότης, πταισμάτων χειρόγραφον, σχίσαι βουλόμενος, καὶ ἀπογράψασθαι ἅπαντας, ἐν βίβλῳ ζώντων, θανατωθέντας κλοπῇ τοῦ ὄφεως· Παρθένος δὲ φέρει σε, τὸν πάντα φέροντα, σάρκα θνητὴν περικείμενον, καὶ καταλύειν, σμικρῷ Σπηλαίῳ· ἐπευδοκήσαντα· ὃν γεννηθέντα, τάξεις ἄνωθεν, Ἀγγελικαὶ ἀνυμνήσουσι, μετὰ θείων Ποιμένων, ἐκπληττόμεναι τὸ κράτος σου.
Στιχηρὰ Προσόμοια τῶν Ἁγίων
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσιν ΤΟ ΑΚΟΥΤΕ
Ἡ δεκὰς ἡ θεόλεκτος, καὶ λαμπὰς ἡ δεκάπυρσος, ἡ ταῖς θείαις λάμψεσι καταυγάζουσα, τῆς Ἐκκλησίας τὸ πλήρωμα, οἱ στῦλοι οἱ ἄσειστοι, οἱ ἀστέρες οἱ φαιδροί, οἱ τὴν γῆν οὐρανώσαντες, ταῖς λαμπρότησι, τῶν μεγίστων ἀγώνων ἐγκωμίοις, ἱεροῖς μεγαλοφώνως, ἀνευφημείσθωσαν σήμερον.
Ἦχος δ'
Εὐφημείσθω Θεόδουλος, Ζωτικός τε καὶ Πόμπιος, Βασιλείδης Εὔπορος, Ἀγαθόπους τε, καὶ Σατορνῖνος Γελάσιος, καὶ θεῖος Εὐάρεστος, μεθ' ὧν Εὐνικιανός, νῦν τιμάσθωσαν ᾄσμασιν· οἱ πανεύδιοι, τῶν ἐν ζάλῃ λιμένες, οἱ τὴν πλάνην, στηλιτεύσαντες καὶ στέφος, νικητικὸν κομισάμενοι.
Ἦχος δ'
Τὰ τῆς Κρήτης βλαστήματα, Ἐκκλησίας ἐρείσματα, καὶ πιστῶν ἀμάραντα ὡραΐσματα, τοῦ Παραδείσου ἡδύπνοα, τὰ ἄνθη τὰ τίμια, τὰ εὐπρόσδεκτα Χριστοῦ, καὶ τερπνότατα σφάγια, ἀναθήματα, οὐρανίου ναοῦ τε τὴν δεκάδα, τῆς Τριάδος τὴν Ἁγίαν, τοὺς Ἀθλοφόρους ὑμνήσωμεν.
Δοξαστικὸν, Τῶν Ἁγίων
Ἦχος β'
Κυπριανοῦ
Κρήτη προεορτάζει σήμερον, τὰ Γενέθλια Χριστοῦ, ἐν τῇ μνήμῃ τῶν Ἀθλοφόρων· διὸ εὐχαῖς αὐτῶν Κύριε, σῶσον τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον, Προεόρτιον
Ἦχος β'
Κυπριανοῦ
Βηθλεὲμ γῆ Ἰούδα, τὸ κατὰ σάρκα πολίτευμα, φαιδρῶς εὐτρέπισον τὸ θεῖον Σπήλαιον, ἐν ᾧ Χριστὸς σαρκὶ τίκτεται, ἐξ ἀπειράνδρου ἁγίας Παρθένου, εἰς τὸ σῶσαι τὸ γένος ἡμῶν.
Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια Προεόρτια.Ἦχος πλ. β'Τριήμερος ἀνέστης Χριστὲ ΤΟ ΑΚΟΥΤΕἩ ἄπειρος σοφία Θεοῦ, τὸν οἶκον ἑαυτῆς ὑπὲρ νοῦν, ἐκ Παρθένου, ᾠκοδόμησε Χριστός, καὶ ἔρχεται ἐν φάτνῃ ἀλόγων καὶ Σπηλαίῳ, σαρκὶ τεχθῆναι ὑπὲρ ἔννοιαν.Στίχ. Ὁ Θεὸς ἀπὸ Θαιμὰν ἥξει καὶ ὁ ἅγιος ἐξ ὄρους κατασκίου δασέος.Ὡράθης τοῖς Προφήταις Χριστέ, ὡς θέμις ἦν θεάσασθαι, σὲ τὸν Κτίστην· ἐν ἐσχάτοις δὲ καιροῖς, τοῖς πᾶσιν ἐπεφάνης, ἀνθρώποις ἐν τῇ πόλει, τῇ Βηθλεὲμ βροτός γενόμενος.Στίχ. Κύριε εἰσακήκοα τὴν ἀκοήν σου καὶ ἐφοβήθην. Κύριε κατενόησα τὰ ἔργα σου καὶ ἐξέστην.Διέδραμε μηνύων ἀστήρ, τὸν Ἥλιον τῆς δόξης Χριστόν, Ἀστρολόγους ἐν τῇ πόλει Βηθλεέμ· καὶ Ἄγγελοι Ποιμένας, νῦν εὐαγγελιοῦνται· μεθ' ὧν συνδράμωμεν θεόφρονες.
Δοξαστικὸν, Τῶν Ἁγίων
Ἦχος γ'
Προεόρτιος σήμερον, ἡ τῶν Μαρτύρων ἐπέστη ἑορτή, τὴν Γενέθλιον ἡμῖν, προϋπογράφουσα ἡμέραν, τὸν ἐξ Ἡλίου Ἥλιον, τὸν ἐκ τῆς Παρθένου, Θεὸν ἐπιφανέντα, σαρκὶ ἀνακηρύττουσα. Δεκὰς Μαρτύρων ἐν Κρήτῃ, στερρῶς ἀθλήσασα, τοὺς στεφάνους τῆς νίκης ἐξ οὐρανοῦ ἐδέξαντο· πρὸς οὓς βοήσωμεν· Χορὸς ἁγιόλεκτος ἱκετεύσατε Χριστόν, Ἅγιοι Μάρτυρες, ὑπὲρ τῶν πίστει τελούντων, τὴν πάνσεπτον μνήμην ὑμῶν.
Θεοτοκίον, Προεόρτιον
Ἦχος γ'
Ἀνατολίου
Εὐτρεπίζου Βηθλεέμ· ἤνοικται γὰρ ἡ Ἐδέμ, ἑτοιμάζου Ἐφραθᾶ· ἀνανεοῦται γὰρ ὁ Ἀδάμ, καὶ ἡ Εὔα σὺν αὐτῷ· ἡ κατάρα γὰρ λέλυται, ἡ σωτηρία ἐν κόσμῳ ἐξήνθησε, καὶ ψυχαὶ τῶν Δικαίων εὐτρεπίζονται, ὡς προῖκα δωροφορίας, ἀντὶ μύρου τὸν ὕμνον προσάγουσαι, σωτηρίαν ψυχῆς, καὶ ἀφθαρσίαν κομιζόμεναι. Ἰδοὺ γὰρ ἐν φάτνῃ ἀνακείμενος, προτρέπει ὑμνῳδίαν πνευματικὴν ἐπιτελέσαι, τοὺς βοῶντας ἀπαύστως· Κύριε δόξα σοι.
Ἀπολυτίκιον, Προεόρτιον
Ἦχος δ'
Κατεπλάγη Ἰωσὴφ ΤΟ ΑΚΟΥΤΕ
Ἑτοιμάζου Βηθλεέμ, ἤνοικται πᾶσιν ἡ Ἐδέμ. Εὐτρεπίζου Ἐφραθᾶ, ὅτι τὸ ξύλον τῆς ζωῆς, ἐν τῷ Σπηλαίῳ ἐξήνθησεν ἐκ τῆς Παρθένου· Παράδεισος καὶ γάρ, ἡ ἐκείνης γαστήρ, ἐδείχθη νοητός, ἐν ᾧ τὸ θεῖον φυτόν, ἐξ οὗ φαγόντες ζήσομεν, οὐχὶ δὲ ὡς ὁ Ἀδὰμ τεθνηξόμεθα· Χριστὸς γεννᾶται, τὴν πρὶν πεσοῦσαν, ἀναστήσων εἰκόνα.
Ἀπολυτίκιον, Τῶν Ἁγίων
Ἦχος γ'
Τὴν ὡραιότητα ΤΟ ΑΚΟΥΤΕ
Τὴν πολυθαύμαστον Κρήτην τιμήσωμεν, τὴν ἐξανθήσασαν ἄνθη τὰ τίμια, τοὺς μαργαρίτας τοῦ Χριστοῦ, Μαρτύρων τοὺς ἀκρέμονας. Δέκα γὰρ ὑπάρχοντες, ἀριθμῷ οἱ μακάριοι, δύναμιν μυρίοπλον τῶν δαιμόνων κατῄσχυναν· διὸ καὶ τοὺς στεφάνους ἐδέξαντο, Μάρτυρες Χριστοῦ οἱ καρτερόψυχοι.
Ἀπολυτίκιον, Τὸ Προεόρτιον πάλιν
Ἦχος δ'
Κατεπλάγη Ἰωσὴφ ΤΟ ΑΚΟΥΤΕ
Ἑτοιμάζου Βηθλεέμ, ἤνοικται πᾶσιν ἡ Ἐδέμ. Εὐτρεπίζου Ἐφραθᾶ, ὅτι τὸ ξύλον τῆς ζωῆς, ἐν τῷ Σπηλαίῳ ἐξήνθησεν ἐκ τῆς Παρθένου· Παράδεισος καὶ γάρ, ἡ ἐκείνης γαστήρ, ἐδείχθη νοητός, ἐν ᾧ τὸ θεῖον φυτόν, ἐξ οὗ φαγόντες ζήσομεν, οὐχὶ δὲ ὡς ὁ Ἀδὰμ τεθνηξόμεθα· Χριστὸς γεννᾶται, τὴν πρὶν πεσοῦσαν, ἀναστήσων εἰκόνα.
Ἐν δὲ τοῖς ἀποδείπνοις ψάλλομεν τὸ Τριῴδιον, οὗ ἡ Ἀκροστιχίς.Προσάββατόν τεᾨδὴ ε'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Πρὸς σὲ ὀρθρίζω, τὸν δι' εὐσπλαγχνίαν, σεαυτὸν τῷ πεσόντι, κενώσαντα ἀτρέπτως, καὶ δούλου μορφήν, ἐκ Παρθένου φορέσαντα. Λόγε Θεοῦ, τὴν εἰρήνην παράσχου μοι φιλάνθρωπε».Ῥυφθέντες φρένας, καὶ προκαθαρθέντες, μυστηρίου μεθέξει, φρικτῆς οἰκονομίας, σῶμα καὶ ψυχήν, Βηθλεὲμ πρὸς τὴν πόλιν ἀνέλθωμεν, τὸν Δεσπότην τικτόμενον ὀψόμενοι.Ὁρᾶτε φίλοι, μάτην μὴ θροεῖσθε· ὁ γὰρ ἄφρων Ἡρῴδης, θρασύνεται τὸν Κτίστην, κτεῖναι τεχθέντα· ἀλλ' αὐτὸς ὡς ζωῆς καὶ θανάτου κρατῶν, ζῇ καὶ σῴζει, τὸν κόσμον ὡς φιλάνθρωπος.
ᾨδὴ η'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Στήλην κακίας ἀντιθέου, Παῖδες θεῖοι παρεδειγμάτισαν· κατὰ Χριστοῦ δὲ φρυαττόμενος, Ἡρῴδης θρασύνεται, βουλεύεται κενά, κτεῖναι μελετᾷ, τὸν ζωῆς κρατοῦντα παλάμῃ· ὃν πᾶσα Κτίσις εὐλογεῖ, δοξάζουσα εἰς τοὺς αἰῶνας».Ἀπὸ βλεφάρων ῥαθυμίας, ὕπνον πάντα πιστοὶ τινάξωμεν· ἐν προσευχῇ δὲ γρηγορῶμεν, πειρασμοὺς ἀποτρέποντες τοὺς ἐκ τοῦ πονηροῦ, καὶ σὺν Ποιμέσι, θεαταὶ τῆς δόξης δειχθῶμεν, Χριστοῦ τεχθέντος· ὃν ὑμνεῖ δοξάζουσα πᾶσα ἡ κτίσις.Βέβηλον ἔπος ἐκ χειλέων, προϊέναι πιστοὶ κωλύσωμεν, λόγους εὐφήμους μελετήσαντες·Χριστῷ δὲ προσάξωμεν, τῷ λύσαντι ἡμᾶς τῆς ἀλογίας, ἐν ἀλόγοις κειμένῳ φάτνῃ· ὃν πᾶσα κτίσις εὐλογεῖ, δοξάζουσα εἰς τοὺς αἰῶνας.Βάθος σοφίας, καὶ τῆς γνώσεως τοῦ Κτίστου, τὶς ἐρευνήσει βροτῶν; Θεοῦ κριμάτων τὶς τὴν ἄβυσσον, σοφὸς καταλήψεται; δι' ὧν τοὺς οὐρανοὺς κλίνας, τοῖς βροτοῖς σαρκοφόρος συνανεστράφη· ὃν πᾶσα κτίσις εὐλογεῖ, δοξάζουσα εἰς τοὺς αἰῶνας.Ἀπαγορεύειν σαρκικῶν παθῶν, καὶ κόσμου τερπνῶν σπουδάσωμεν, πνευματικῶν δὲ ἀντισχώμεθα, φροντίδων θεόφρονες, ἀξίους ἑαυτοὺς τῷ τικτομένῳ, παριστῶντες ἐξ ἔργων Δεσπότῃ· ὃν πᾶσα κτίσις εὐλογεῖ, δοξάζουσα εἰς τοὺς αἰῶνας.
ᾨδὴ θ'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὴν τιμιωτέραν τῶν Χερουβίμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν».Ὀλέθριον δόγμα τοῦ δυσμενοῦς, συνταραττομένου, τῇ Γεννήσει τοῦ Ἰησοῦ, Νηπίων ἀκάκων, ἀπειργάσατο φόνον, ἡμεῖς δὲ τὸν τεχθέντα, πιστοὶ τιμήσωμεν.Νόμους τοὺς τῆς φύσεως ἀδικῶν, καὶ θεσμοὺς τοὺς θείους, ἀθετῶν Ἡρῴδης δεινός, μητέρας ἀνόμως, ἠτέκνωσε καὶ βρέφη, ἀνεῖλεν ἀναιτίως, διὰ τὴν πάντων Ζωήν.Τοῖς ἔθνεσιν ἤνοικται τῆς Ἐδέμ, πύλη τικτομένου, ἐν Σπηλαίῳ τοῦ Λυτρωτοῦ· πηγή τε διψῶσιν, ἀθανασίας βλύζει, ὁ Κύριος τῆς δόξης, ὃν μεγαλύνομεν.Ἐκύκλουν ὡς Θρόνον χερουβικόν, Ἄγγελοι τὴν φάτνην· τὸ γὰρ Σπήλαιον οὐρανόν, ἑώρων κειμένου, ἐν αὐτῷ τοῦ Δεσπότου, καί, Δόξα ἐν ὑψίστοις, Θεῷ ἐκραύγαζον.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα
Ἦχος πλ. α'
Τὸν συνάναρχον Λόγον ΤΟ ΑΚΟΥΤΕ
Βηθλεὲμ ἑτοιμάζου τὰ πρὸς ὑπάντησιν, τῆς Παρθένου Μαρίας καὶ Θεομήτορος· ἰδοὺ γὰρ ἔρχεται πρὸς σέ, ἔμβρυον φέρουσα, τὸν συνάναρχον Πατρί, καὶ τῷ Πνεύματι ἀεί, Χριστὸν ὃν ἐν τῷ Σπηλαίῳ, γεννήσει καὶ μετὰ τόκον, ἀεὶ Παρθένος ὀφθήσεται.Δόξα... Καὶ νῦν ... τὸ αὐτὸ
Κάθισμα
Ἦχος πλ. β'
Ἐλπὶς τοῦ κόσμου ἀγαθὴ ΤΟ ΑΚΟΥΤΕ
Ἐκ τῆς Περσίδος Βασιλεῖς, χρυσὸν σμύρναν καὶ λίβανον, τῷ κυηθέντι Βασιλεῖ, καὶ Θεῷ προσῆξαν πάλαι· ἡμεῖς δὲ νῦν προεορτάζοντες αὐτοῦ τὴν Γέννησιν, εὐσεβοφρόνως ἐκ ψυχῆς, πίστιν ἐλπίδα ἀγάπην, προσφέρωμεν αὐτῷ, τὴν Παρθένον ὑμνοῦντες.Δόξα... Καὶ νῦν ... τὸ αὐτὸ
Κανὼν Προεόρτιος, οὗ ἡ ἀκροστιχίς, κατὰ Ἀλφάβητον.Ποίημα Ἰωσὴφ.ᾨδὴ α'
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἄτριπτον ἀσυνήθη, ἀβρόχως θαλαττίαν ἀνύσας τρίβον, ὁ ἐκλεκτὸς ἐβόα Ἰσραήλ· Τῷ Κυρίῳ ᾄσωμεν, ὅτι δεδόξασται».Ἄναρχος ὢν τῇ φύσει, ἀρχὴν ὁ πρὸ αἰώνων λαμβάνει Λόγος, ἐν Βηθλεὲμ τικτόμενος σαρκί, τούτου τὰ Γενέθλια προεορτάσωμεν.Βλέψωμεν διανοίας, τοῖς ὄμμασι πρὸς πόλιν τῆς Ἰουδαίας, πορευομένην τέξαι τὴν Ἁγνήν, ἧς τὸν τόκον πόρρωθεν ἀστὴρ ἐμήνυσε.Γνόντες σε Βασιλέα, ἐν γῇ ἀποτικτόμενον ἐκ Παρθένου, οἱ Βασιλεῖς Περσῶν Λόγε Θεοῦ, μετὰ δώρων σπεύδουσι τοῦ προσκυνῆσαί σε.
Κανών β', ᾨδὴ α', Ἕτερος Προεόρτιος
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ, ἐν ἀβύσσῳ ἴχνεσι τὸν διώκτην Φαραώ, καθορῶν ποντούμενον·Θεῷ ἐπινίκιον ᾠδὴν ἐβόα ᾄσωμεν».Παρθενικῆς ἐκ Νεφέλης μέγας ἡμῖν, ἀνατέλλει Ἥλιος, Ἰησοῦς ὁ φωτισμός, οἱ ἐν σκότει ᾄσωμεν αὐτῷ, αὐγαζόμενοι φαιδρῶς, ταῖς τούτου λάμψεσιν.Ἡ τῶν ἐθνῶν προσδοκία, ὁ Βασιλεύς, τῆς εἰρήνης ἔρχεται, τὸν πολέμιον ἑλεῖν· Ὑπαντῆσαι σπεύσωμεν αὐτῷ, τικτομένῳ Βηθλεέμ, εἰς σωτηρίαν ἡμῶν.Προφητικαὶ περαιοῦνται θεῖαι φωναί, τὴν φρικτὴν ἀνάδειξιν, προσημαίνουσαι Χριστοῦ· ἡ Ἀμνὰς ἐγγίζει γὰρ τεκεῖν, τὸν Ἀμνὸν καὶ Λυτρωτήν, καὶ πάντων Κύριον.ΘεοτοκίονΣὲ τὴν Ἁγνὴν τοῦ Δεσπότου Περιστεράν, τὴν σεμνὴν καὶ ἄμωμον, καὶ καλὴν ἐν γυναιξίν, ὡς τῶν ὅλων τέξασαν Θεόν, μακαρίζομεν πιστῶς, Θεομακάριστε.
Κανών γ', ᾨδὴ α', τῶν Ἁγίων
Ἦχος γ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«ᾌσωμεν τῷ Κυρίῳ, τῷ ποιήσαντι θαυμαστὰ τέρατα, ἐν ἐρυθρᾷ θαλάσσῃ· πόντῳ γὰρ ἐκάλυψε τοὺς ὑπεναντίους, καὶ ἔσωσε τὸν Ἰσραήλ· αὐτῷ μόνῳ ᾄσωμεν, ὅτι δεδόξασται».ᾌσωμεν τῷ Κυρίῳ, τῷ συνάψαντι τοὺς ἁγίους Μάρτυρας, τῇ ἀμωμήτῳ πίστει, καὶ τούτους ὁπλίσαντι, ἐν μιᾷ τῇ ἐλπίδι, κατὰ τοῦ ἀρχεκάκου ἐχθροῦ, καὶ τῷ συνδέσμῳ πάντας αὐτούς, τῆς ἀγάπης ἑνώσαντι.Οἱ ἀπλανεῖς ἀστέρες, τοῦ νοητοῦ Ἡλίου, ὡς ἐξ Ἑῴας λάμψαντες, τὸν τοῦ ἀστέρος δρόμον, πιστῶς προηγήσαντο, τοῦ Χριστοῦ γεννηθέντος, ἑορτὴν προεισόδιον, τήν μνήμην τῆς αὐτῶν τελευτῆς, φαιδρῶς προσενέγκαντες.Οἱ ἐκ Περσίδος Μάγοι, ἐν Βηθλεὲμ τεχθέντι, δῶρα Χριστῷ προσήγαγον, νῦν δὲ οἱ Ἀθλοφόροι, ὡς σμύρναν τὰ αἵματα, ὡς χρυσὸν δὲ τὴν πίστιν, ὡς λίβανον τὰ πνεύματα, θυσίαν προεόρτιον, τῷ τεχθέντι προσήνεγκαν.Τῇ Θεοδούλου πίστει, καὶ Ζωτικοῦ ἀγάπῃ, συνεκράθη Πόμπιος, καὶ Σατορνῖνος ἅμα, καὶ συνεστεφάνωται Εὔπορος, Ἀγαθόπους, Γελάσιος, Εὐάρεστος καὶ Εὐνικιανός, σὺν αὐτοῖς καὶ Βασιλείδης ὁ σύναθλος.ΤριαδικὸνἩ ὑπὲρ νοῦν οὐσία, καὶ ἀμέριστος τρισὶν Ὑποστάσεσι, διαιρετῶς ὑμνεῖται, μιᾷ δὲ θεότητι, ἁπλῶς ἀδιαιρέτως· Τριὰς γὰρ ἡ αὐτὴ καὶ Μονάς, ἁπλὴ καὶ ἀδιαίρετος, ἐστὶ καὶ ὀνομάζεται.ΘεοτοκίονἘν Βηθλεὲμ γεννᾶται, καὶ τὴν Ἐδὲμ ἀνοίγει, ὁ ἐκ Παρθένου Κύριος, τεχθεὶς ἀνερμηνεύτως. Φάτνη ἑτοιμάζεται, καὶ Σπήλαιον τῷ Κτίστῃ, Μάγοι εὐτρεπίζουσι τὰ δῶρα, τῷ Δεσπότῃ Θεῷ, καὶ Ἀστὴρ προκηρύττει τὸ φῶς.
Κανών α', ᾨδὴ γ', Προεόρτιος
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τόξον συνετρίβη δυναστῶν, τῷ κράτει σου Χριστέ, καὶ δύναμιν ἀσθενεῖς, σὲ περιεζώσαντο».Δεῦτε διανοίᾳ καθαρᾷ, ἠχήσωμεν φαιδρῶς, τῶν Γενεθλίων Χριστοῦ, νῦν τὰ Προεόρτια.Ἔρχῃ καταλῦσαι ἐν σμικρῷ, Σπηλαίῳ Βασιλεῦ, πλουτίζων με Ἰησοῦ, τῇ πολλῇ πτωχείᾳ σου.Ζόφου ἐξαιρούμενος ἡμᾶς, κακίας ὁ Χριστός, προέρχεται σαρκί, τεχθῆναι ὡς ἄνθρωπος.
Κανών β', ᾨδὴ γ', Ἕτερος Προεόρτιος
Ἦχος πλ. β'
Οὐκ ἔστιν Ἅγιος ὡς σὺ ΤΟ ΑΚΟΥΤΕ
Ὁ λόγῳ τείνας οὐρανόν, ὑπεισέρχῃ Σπηλαίῳ, καὶ ἀλόγων ἐν φάτνῃ, ἀνακέκλισαι Χριστέ, τῆς ἀλογίας ἡμᾶς, διὰ σπλάγχνα, θέλων ἐκλυτρώσασθαι.Βοᾷ Προφήτης ἐμφανῶς· ὁ Θεὸς ἡμῶν οὗτος, λογισθήσεται οὐδείς, ἕτερός τις πρὸς αὐτόν, ἐξεῦρε πᾶσαν ὁδόν, ἐπιστήμης, τοῖς βροτοῖς ἑνούμενος.Οὐ φέρει βλέπειν Χερουβίμ· καὶ πῶς φέρει σε φάτνη, τὸν ἀχώρητον φύσει, διὰ ἔλεος πολύ, τικτόμενον δι' ἡμᾶς, ἐκ Παρθένου, Κύριε φιλάνθρωπε;ΘεοτοκίονΠροεῖδεν Ὄρος σὲ ποτέ, Δανιὴλ ὁ Προφήτης, ἐξ οὗ λίθος ἐτμήθη, Θεοτόκε τοὺς βωμούς, λεπτύνας καὶ καθελών, τῶν εἰδώλων, πάναγνε Θεόνυμφε.
Κανών γ', ᾨδὴ γ', τῶν Ἁγίων
Ἦχος γ'
Ἐστερεώθη ἡ καρδία μου ΤΟ ΑΚΟΥΤΕ
Ἀθλητικὸν παγκράτιον οἱ γενναῖοι, τοῦ Χριστοῦ διήνυσαν Ἀθλοφόροι, τῶν διωκτῶν τὴν ἀπόνοιαν καταπαλαίσαντες.Οἱ νοεροὶ φωστῆρες τῆς Ἐκκλησίας, λογικὰς ἀστράπτοντες λαμπηδόνας, τὴν ἀβλεψίαν φωτίζουσι τῶν καρδιῶν ἡμῶν.Ὁ στερεώσας Κύριε τοὺς Ἁγίους, ἐνεγκεῖν ἀφόβως τὰς ἀλγηδόνας, ῥῦσαι κινδύνων καὶ θλίψεων τοὺς ὑμνοῦντάς σε.ΤριαδικὸνΣεραφικῶς ὑμνήσωμεν τὴν Τριάδα, σὺν Ἀγγέλοις κράζοντες ἀσιγήτως· Ἅγιος, Ἅγιος, Ἅγιος, ἡ Τριὰς καὶ Μονὰς ὁ Θεός.ΘεοτοκίονΤὸν τῆς Τριάδος ἕνα τῇ γαστρί σου, δεξαμένη Ἄχραντε Θεοτόκε, ἀνερμηνεύτως ἐκύησας, ὡς οἶδε μόνος αὐτός.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ἐστερεώθη ἡ καρδία μου ἐν Κυρίῳ, ὑψώθη κέρας μου ἐν Θεῷ μου, ἐπλατύνθη ἐπ' ἐχθρούς μου τὸ στόμα μου».
Κάθισμα
Ἦχος α'
Τὸν τάφον σου Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ
Τῆς Κρήτης οἱ λαμπροί, καὶ σεπτοὶ πολιοῦχοι, ἀθλήσαντες στερρῶς, ἐτροπώσαντο πίστει, τὸν ὄφιν τὸν ἀρχέκακον, καὶ νομίμως ἐστέφθησαν, τούτων σήμερον, τήν ἀξιέπαινον μνήμην, ἑορτάζοντες, μεγαλοφώνως τὸν πάντων, δοξάζομεν Κύριον.Δόξα... Καὶ νῦν ... Προεόρτιον, ὅμοιονἈγάλλου ἡ Σιών, Βηθλεὲμ εὐτρεπίζου, ὁ πάντων συνοχεύς, τὸν ἀστέρα προπέμψας, ἐμήνυσε τὴν ἄμετρον, ἑαυτοῦ συγκατάβασιν· ὃν γὰρ τρέμουσι, τῶν οὐρανῶν αἱ Δυνάμεις, ὄντως τίκτεται, ἐκ τῆς Παρθένου ἀτρέπτως, ὁ μόνος Θεὸς ἡμῶν.
Κανών α', ᾨδὴ δ', Προεόρτιος
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὑμνῶ σε· ἀκοῇ γὰρ Κύριε εἰσακήκοα καὶ ἐξέστην· ἕως ἐμοῦ ἥκεις γάρ, ἐμὲ ζητῶν τὸν πλανηθέντα· διὸ τὴν πολλήν σου συγκατάβασιν, τὴν εἰς ἐμὲ δοξάζω Πολυέλεε».Ἡ Κτίσις εὐφραινέσθω ἅπασα· ὁ γὰρ Κτίστης ἰδοὺ γεννᾶται, ἐν Βηθλεὲμ νήπιος, ὁρώμενος ὁ πρὸ αἰώνων σαρκί, καὶ σπαργάνοις ἐνειλίσσεται, σειρὰς πταισμάτων λύων ὡς φιλάνθρωπος.Θαμβεῖται ἐννοῶν πᾷς ἄνθρωπος, πῶς ὁ πλούσιος ἐν ἐλέει, πτωχεῦσαι νῦν ἔρχεται, καὶ καταλῦσαι ἐν Σπηλαίῳ, ἡμᾶς τοὺς κλοπῇ δεινῶς πτωχεύσαντας, καταπλουτίσαι θέλων ἀγαθότητι.Ἰλὺϊ ἐμπαγέντας Κύριε, ἁμαρτίας κακοφροσύνῃ, ἠλέησας, ᾤκτειρας, καὶ ἐπεσκέψω, καὶ εἰσέδυς Ἁγνῆς, Παναγίας μήτραν Ἅγιε, ἥτις σε ἐν Σπηλαίῳ τίκτειν ἔρχεται.ΘεοτοκίονΚατάρας παλαιὰς λυτρούμενος, τὸ ἀνθρώπινον ὁ Δεσπότης, ἐκ σοῦ σαρκὶ τίκτεται, Πανάχραντε εὐλογημένη· διὸ ἐν αἰνέσει σε δοξάζομεν, δόξαν ἡμῶν, καὶ καύχημα τυγχάνουσαν.
Κανών β', ᾨδὴ δ', Ἕτερος Προεόρτιος
Ἦχος πλ. β'
Χριστός μου δύναμις ΤΟ ΑΚΟΥΤΕ
Ἰδοὺ ἀνέτειλε, τὸ ἄστρον πόρρωθεν, ὃ προήγγελται πάλαι ἐξ Ἰακώβ· ἄνθρωπος γενόμενος, ὁ ἀπερίληπτος Θεός, καὶ ὁρᾶται σπαργανούμενος.Ὁ πάντων Κύριος, ἡ ἀπολύτρωσις, ὁραθήσεται βρέφος, Παρθενικοῖς, κόλποις καθεζόμενος, ὁ ἐν τοῖς κόλποις τοῦ Πατρός, ὡς Υἱὸς ἀναπαυόμενος.Ἐδὲμ κλεισθεῖσά μοι, κλαπέντι βρώσει ποτέ, διανοίχθητι· νῦν γὰρ ἐν Βηθλεέμ, τίκτεται φορέσας με, ὁ ἀφορίσας με τῆς σῆς, ἀνωδύνου ἀπολαύσεως.ΘεοτοκίονΠροφήτης Πνεύματι, προεθεάσατο, Ἀββακοὺμ σε Παρθένε, Ὄρος Θεοῦ, ἀρεταῖς κατάσκιον, ἐξ οὗ ἐπέφανεν ἡμῖν, ὁ φωτίζων τὰς ψυχὰς ἡμῶν.
Κανών γ', ᾨδὴ δ', τῶν Ἁγίων
Ἦχος γ'
Εἰσακήκοα τὴν ἀκοὴν ΤΟ ΑΚΟΥΤΕ
Προεόρτιος, τῶν Μαρτύρων ἐπέστη μνήμη, τὴν Γενέθλιον προγράφουσα, ἑορτὴν τοῦ Σωτῆρος.Τὰ προαύλια, τῆς τοῦ Σωτῆρος ἐπιφανείας, τῶν Μαρτύρων ἡ ἐτήσιος, προανέῳξε μνήμη.Ἡ δεκάπυρσος, τῶν Ἀθλοφόρων λαμπὰς ἀνήφθη, τὸν ἀστέρα προμηνύουσα, τοῦ Χριστοῦ γεννηθέντος.Ὑπερόβρυζοι, ἐν τῇ χωνείᾳ τῶν ἀλγηδόνων, ἀνεδείχθησαν οἱ Ἅγιοι, ὡς χρυσὸς ἐν καμίνῳ.ΘεοτοκίονΜήτηρ Ἄχραντε, εὐλογημένη Ἁγνὴ Παρθένε, τοὺς ὑμνοῦντάς σε περίσῳζε, ἀπὸ πάσης ἀνάγκης.
Κανών α', ᾨδὴ ε', Προεόρτιος
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ ἄνθραξ τῷ Ἡσαΐα προοφθείς, Ἥλιος παρθενικῆς ἀπὸ γαστρὸς ἀνέτειλε, τοῖς ἐν σκότει πεπλανημένοις, θεογνωσίας φωτισμὸν δωρούμενος».Λυτροῦσαι τῶν ἀμετρήτων με κακῶν Κύριε, ὑπερβολῇ ὡς ἀγαθὸς χρηστότητος, ἐν Σπηλαίῳ ἐκ τῆς Παρθένου ἐν Βηθλεέμ, ἀποτεχθεὶς ὡς ἄνθρωπος.Μετὰ σαρκὸς νῦν προελθὼν ὁ Κύριος, δι' εὐσπλαγχνίαν τοὺς βροτοὺς ῥυσάμενος, δυναστείας τοῦ ἀρχεκάκου, εἰς οὐρανοὺς ἀναγαγὼν ἐθέωσε.Νῦν ἥκει ἐν ἀλλοτρίῳ, ὁ Χριστὸς σώματι, ἐν τοῖς ἰδίοις, ξενωθῶμεν ἅπαντες, τῶν ἀτίμων παθῶν, καὶ τοῦτον δεξώμεθα, σαρκὶ τικτόμενον.
Κανών β', ᾨδὴ ε', Ἕτερος Προεόρτιος
Ἦχος πλ. β'
Τῷ θείῳ φέγγει σου Ἀγαθὲ ΤΟ ΑΚΟΥΤΕ
Τοῦ Ἐφραθᾶ οἶκος Βηθλεέμ, Ἄρχων ἐξελεύσεται ἐκ σοῦ, ἐν Ἰσραὴλ προσκαλούμενος, Ἔθνη ἀπωσμένα, ὡς προηγόρευσεν, ἐν Πνεύματι Μιχαίας, καταυγαζόμενος.Ποιμᾶναι ποίμνιον ἑαυτοῦ, μόνος ἐν ἰσχὺϊ Ἰησοῦς, ἐκ τῆς Παρθένου τεχθήσεται, ἄκρων ἕως γῆς δὲ μεγαλυνθήσεται, Προφήτης θεηγόρος, πάλαι προήγγειλε.Θεὸς ἀνθρώποις ὁμοιωθείς, πτωχεύει σαρκί, ἵνα ἡμᾶς, καταπλουτίσῃ τῇ δόξῃ αὐτοῦ, καὶ Σπηλαίῳ τίκτεται ὁ ἀχώρητος, τοῦτον εὐθείᾳ γνώμῃ ὑποδεξώμεθα.ΘεοτοκίονῬομφαῖαι πᾶσαι τοῦ δυσμενοῦς, ἄχραντε πανάμωμε Ἁγνή, ὄντως εἰς τέλος ἐξέλιπον· Σὺ γὰρ τὸν ἁπάντων Θεὸν ἐκύησας, τὸν λόγχῃ καθελόντα τούτου τὸ φρύαγμα.
Κανών γ', ᾨδὴ ε', τῶν Ἁγίων
Ἦχος γ'
Τὴν σὴν εἰρήνην ΤΟ ΑΚΟΥΤΕ
Τὸν ἐξ Ἡλίου Ἥλιον, Χριστὸν οἱ Μάρτυρες, ἐκ τῆς Παρθένου ἡμῖν ἐπιφανέντα σαρκί, κηρύττουσι τῷ κόσμῳ, τῇ ἀθλήσει τῆς σεπτῆς ὁμολογίας αὐτῶν.Τίτου καὶ Κάρπου κλήματα, ὤφθητε Μάρτυρες, ὡς ἐκ τῆς Παύλου φυτείας ἀναθάλλοντες, καρποὺς ὁμολογίας, ἐκ χειλέων τῷ Χριστῷ προσενέγκαντες.Οἱ τῆς εἰρήνης τρόφιμοι, καὶ πολεμίων ἐχθροί, ταῖς ἱκεσίαις ὑμῶν, ἅγιοι Μάρτυρες, πρεσβεύσατε εἰρήνην, καὶ κακῶν ἀπαλλαγὴν δοθῆναι πᾶσιν ἡμῖν.Νυκτομαχούσης ἅγιοι, τῆς Ἐκκλησίας Χριστοῦ, ὡς φαεινοὶ τοῖς ἐν γῇ, φωστῆρες ὤφθητε, τὴν νύκτα τῆς ἀγνοίας, ἀπελαύνοντες τῇ αἴγλῃ τῶν θαυμάτων ὑμῶν.ΘεοτοκίονἘν Βηθλεὲμ ἀνέτειλε, Χριστὸς ἡ πάντων αὐγή, ἐκ τῆς Παρθένου Μητρός, λάμψας τῷ κόσμῳ τὸ φῶς, καὶ ὥσπερ ἐν ἡμέρᾳ, καταλάμπει τοῖς πιστοῖς, ὡς τοῖς Μάγοις ἀστήρ.
Κανών α', ᾨδὴ ς', Προεόρτιος
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Πρὸς Κύριον, ἐκ κήτους ὁ Ἰωνᾶς ἐβόησε· Σὺ με ἀνάγαγε, ἐκ πυθμένος ᾅδου δέομαι, ἵνα ὡς Λυτρωτῇ, ἐν φωνῇ αἰνέσεως, ἀληθείας τε πνεύματι θύσω σοι».Ξενίζεται ἀκοὴ τοῦ πράγματος τὸ μέγεθος, πῶς ὁ ἀχώρητος, χωρηθεὶς ἐν μήτρᾳ ἔρχεται, τεχθῆναι δι' ἡμᾶς, ἐκ Μητρὸς νεάνιδος, οὗ τὸν τόκον ἀνύμνησαν Ἄγγελοι.Ὁ Ἥλιος, φωτεινῇ ἐν Νεφέλῃ κρυπτόμενος, τεχθῆναι ἔρχεται, ἐν Σπηλαίῳ φανερούμενος· ἀστὴρ γὰρ φαεινός, εἰς αὐτοῦ προσκύνησιν, Βασιλεῖς ἐκ Περσίδος συνήγαγε.Πῶς δέξεται, Βασιλεῦ σε σμικρότατον Σπήλαιον, γνώμῃ πτωχεύσαντα, τὸν πλουτίζοντα τὰ σύμπαντα; πῶς βλέψει σε βροτῶν, φύσις σωματούμενον; Προσκυνοῦμεν τήν σὴν συγκατάβασιν.
Κανών β', ᾨδὴ ς', Ἕτερος Προεόρτιος
Ἦχος πλ. β'
Τοῦ βίου τὴν θάλασσαν ΤΟ ΑΚΟΥΤΕ
Ἰδοὺ εἰς τὰ ἴδια, παραγίνεται Χριστός· οἰκειωθῶμεν χάριτι, δι' ἀρετῶν ἐνθέων αὐτῷ πιστοί, καὶ τοῦτον δεξώμεθα, καὶ ψυχῇ καὶ καρδίᾳ φωτιζόμενοι.Ἡ ῥίζα ἐβλάστησεν, Ἰεσσαὶ καὶ ἐξ αὐτῆς, ὁ προελθὼν Θεὸς ἡμῶν, ἐλπὶς ἐθνῶν ἀνάπαυσις καὶ τιμή, ὡς πάλαι προέφησεν, Ἡσαΐας ἐνθέως φωτιζόμενος.Σειρᾶς διαλύων μου, τῶν πολλῶν ἁμαρτιῶν, ἐγκατειλίσσῃ σπάργανα, καταπλουτίζων δὲ με τὸν χαλεπῶς, κακίᾳ πτωχεύσαντα, Ἰησοῦ μου πτωχεύεις σωματούμενος.ΘεοτοκίονΧειμάζει κλυδώνιον, ἐναντίων λογισμῶν, τὴν ταπεινὴν καρδίαν μου, τῶν πονηρῶν πνευμάτων ἐπιβουλαῖς, φιλάγαθε Δέσποινα, καταπράϋνον τοῦτο μεσιτείαις σου.
Κανών γ', ᾨδὴ ς', τῶν Ἁγίων
Ἦχος γ'
Τοὺς εἰς τὰ τέλη τῶν αἰώνων ΤΟ ΑΚΟΥΤΕ
Μάγοι τὰ δώρά σοι προσῆγον, οἱ δὲ Μάρτυρες τὰ αἵματα, τῷ γεννηθέντι ἐπὶ γῆς ἐκ Παρθένου, ἐν τῇ πόλει Δαυΐδ, καὶ πάσχοντες ἐβόων· Σῶσον Σωτήρ, ὡς ἔσωσας, τοῦ θηρὸς τὸν Προφήτην.Κυμαινομένης ὡς θαλάσσης, κατὰ τῆς ὁμολογίας Χριστοῦ, τῆς τυραννίδος τοῦ ἐχθροῦ, ὡς φιλεύδιοι λιμένες αὐτῇ, ἐπέστησαν ἀθρόως οἱ Ἀθληταί, ὡς ναῦν τὴν πίστιν αὐτῶν συναιροῦντες.Ἡ Θεοδούλου παρρησία, τὴν ὁμόζηλον ἀνδρείαν, τῶν συνομίλων Ἀθλητῶν, στερροτέραν ἀπειργάσατο· διὸ καὶ ἀνεβόων, Σῶσον Σωτήρ, ὡς ἔσωσας, τοῦ θηρὸς τὸν Προφήτην.ΘεοτοκίονἘν Βηθλεὲμ ἀστὴρ ἐφάνη, ὁδηγῶν τοὺς ἐκ Περσίδος, δῶρα κομίζοντας Χριστῷ, τῷ τεχθέντι ἐκ Παρθένου Μητρός, αὐτῷ πᾶσα ἡ κτίσις, καὶ προσκυνεῖ καὶ ὡς Θεόν, ἀνυμνεῖ καὶ δοξάζει.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Τοὺς εἰς τὰ τέλη τῶν αἰώνων, καταντήσαντας Φιλάνθρωπε, καὶ τρικυμίαις πειρασμῶν, ἀπολέσθαι κινδυνεύοντας, βοῶντας μὴ παρίδῃς· Σῶσον Σωτήρ, ὡς ἔσωσας, τοῦ θηρὸς τὸν Προφήτην».
Κοντάκιον τῶν Ἁγίων
Ἦχος δ'
Ἐπεφάνης σήμερον ΤΟ ΑΚΟΥΤΕ
Ἑωσφόρος ἔλαμψεν, ἡ τῶν Μαρτύρων, σεβασμία ἄθλησις, προκαταυγάζουσα ἡμῖν, τὸν ἐν Σπηλαίῳ τικτόμενον, ὃν ἡ Παρθένος ἀσπόρως ἐκύησεν.
Ὁ Οἶκος
Τὸν ἐν Σπηλαίῳ δι' ἡμᾶς τεχθέντα ἐκ Παρθένου, Χριστὸν τὸν ζωοδότην, ποθοῦντες οἱ ὁπλῖται, χορείαν ἤγειραν φαιδρὰν κατὰ τοῦ Βελίαρ, καὶ νικήσαντες σαφῶς, εἰς γῆν αὐτὸν κατέρραξαν, ἄμετρα πάλαι τοῦτον καυχώμενον· ὅθεν δᾳδουχοῦσι τοῖς ἐν σκότει, ὡς φωστῆρες ὑπάρχοντες τοῦ νοητοῦ Ἡλίου· ἀστὴρ μὲν γὰρ τὸ πρίν τοῖς Μάγοις ἐπέστη, ὁδηγῶν ἐν Βηθλεέμ, πόλει Ἰούδα, οὗτοι δὲ ἡμῖν κηρύττουσιν ἐν βασάνοις· ὃν ἡ Παρθένος ἀσπόρως ἐκύησεν.
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΚΓ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων δέκα Μαρτύρων, τῶν ἐν Κρήτῃ μαρτυρησάντων.ΣτίχοιΤοῦ ποιμενάρχου θρέμματα Χριστοῦ δέκα,Εἰσηλάθη τμηθέντα μάνδρᾳ Μαρτύρων.Εἰκάδι τῇ τριτάτῃ δέκα ἐν Κρήτῃ τάμον ἄνδρας.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη του Ὁσίου Πατρὸς ἡμῶν Παύλου, Ἀρχιεπισκόπου Νεοκαισαρείας, ἑνὸς τῶν τριακοσίων δέκα καὶ ὀκτὼ Ἁγίων Πατέρων τῶν ἐν Νικαίᾳ.Τῇ αὐτῇ ἡμέρᾳ, Τὰ ἐγκαίνια τῆς Ἁγίας τοῦ Θεοῦ μεγάλης Ἐκκλησίας.ΣτίχοιἘγκαινίοις καλοῖς σε τοῖς ἐγκωμίοις,Τιμῶ καλῶν κάλλιστε γῆς Ναῶν ὅλων.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου καὶ Θεοφόρου πατρὸς ἡμῶν Ναοὺμ τοῦ θαυματουργοῦ, τοῦ φωτιστοῦ καὶ ἱεροκήρυκος Βουλγαρίας.Ὁ Ἅγιος Μάρτυς Σχίνων ξίφει τελειοῦται.Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Κανών α', ᾨδὴ ζ', Προεόρτιος
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ῥήτορες ἀνεδείχθησαν Παῖδες, φιλοσοφώτατοι ποτέ· ἐκ θεολήπτου ψυχῆς γάρ, θεολογοῦντες χείλεσιν ἔμελπον· Ὁ ὑπέρθεος τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητός εἶ».Ῥήματα ἐκπληρῶν Θεοῦ Λόγε, ἱερωτάτων Προφητῶν, ἔρχῃ τεχθῆναι Σπηλαίῳ σπαργανωθῆναί τε ὥσπερ νήπιον, ὅπως λύσῃ μου, τὰς σειρὰς ὡς ἀγαθός, τῶν πολλῶν ἐγκλημάτων.Στόματι οὐρανὸς κεχρημένος, ἄστρῳ μεγίστῳ ἐκβοᾷ, τὴν ἐπὶ γῆς παρουσίαν, τοῦ δι' ἡμᾶς ἀρρήτως πτωχεύσαντος· ᾧ χρησάμενοι ὁδηγῷ οἱ ἐκ Περσῶν, ἀφίκοντο σπουδαίως.Τάγματα τῶν Ἀγγέλων ὑμνῆσαι, μέλλοντα τίκτεσθαι Χριστόν, νῦν εὐτρεπίζονται φόβῳ· ἀπὸ μακρὰν δὲ Μάγοι, ἀφικέσθαι τοῦ θεάσασθαι, ξένον θέαμα ἐν γῇ, Θεὸν σωματωθέντα.ΘεοτοκίονὙμνοῦμέν σε τὴν πάντων αἰτίαν, τῶν ἀγαθῶν μόνη Ἁγνή· σωματοφόρον γὰρ Λόγον ὑπερβολῇ χρηστότητος τέτοκας, οὗ τὴν γέννησιν προεμήνυσεν ἀστήρ, ἐν Βηθλεὲμ τῇ πόλει.
Κανών β', ᾨδὴ ζ', Ἕτερος Προεόρτιος
Ἦχος πλ. β'
Δροσοβόλον μὲν τὴν κάμινον ΤΟ ΑΚΟΥΤΕ
Ὁ παντέλειος τεχθήσεται ὡς νήπιον, σπαργάνοις ἐνειλούμενος, καὶ ὁ ἄναρχος, ἐκ Παρθένου λήψεται ἀρχήν, θεῶσαι τὸ πρόσλημμα ζητῶν· ἀγαλλιάσθω οὐρανός, καὶ εὐφραινέσθω ἡ γῆ.Μεθ' ἡμῶν Θεὸς ὀφθήσεται σαρκούμενος, γνῶτε ἔθνη τὰ πολέμια, καὶ ἡττηθέντα, τῆς ἡμῶν μακρύνθητε ζωῆς· ἰδοὺ ἡ ἀνάκλησις ἡμῶν, βρέφος ἐν φάτνῃ Βηθλεὲμ προσανακλίνεται.Ὡς βασίλειον πορφύραν περικείμενος, τὴν σάρκα νῦν προέρχεται, ἐκ λαγόνων σου, τῆς εἰρήνης Κόρη Βασιλεύς, συντρῖψαι ἐχθροὺς ὡς δυνατός, καὶ εἰρηνεῦσαι τήν ἡμῶν, πολεμηθεῖσαν ζωήν.ΘεοτοκίονΓενεῶν ἀπὸ πασῶν σε ἐξελέξατο, παλάτιον ἀμόλυντον, ὁ οἰκήσας σου, τὴν γαστέρα Κόρη Βασιλεύς, ᾧ νῦν μελῳδοῦμεν εὐσεβῶς· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Κανών γ', ᾨδὴ ζ', τῶν Ἁγίων
Ἦχος γ'
Τρεῖς Παῖδες ἐν καμίνῳ ΤΟ ΑΚΟΥΤΕ
Ἐφέστηκεν ἡ μνήμη, τῶν Μαρτύρων κηρύττουσα, τὴν Γενέθλιον ἡμέραν τοῦ Σωτῆρος· καὶ τῇ τούτων ἀθλήσει, προοιμιάζεται ἡμῖν, Δεσποτικὴ ἑορτή.Μὴ κάμψαντες τὸ γόνυ, τοῖς ξοάνοις οἱ Μάρτυρες, τῶν βασάνων τῷ πυρὶ ἐπειράθησαν, εὐσεβῶς ἐκβοῶντες· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.Ἐν μέσῳ τοῦ σταδίου, ἐναθλοῦντες οἱ Μάρτυρες, στεφηφόροι ὁμαδὸν συγχορεύοντες, ὡς οἱ Παῖδες ἐβόων· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.ΘεοτοκίονΠοιμένες μετὰ Μάγων, τὸν ἀστέρα θεώμενοι, μετ' Ἀγγέλων ἐπὶ γῆς ἀνεκήρυττον, τὸν ἐκ σοῦ γεννηθέντα, Θεογεννῆτορ Μαριάμ, διὰ τὸ σῶσαι ἡμᾶς.
Κανών α', ᾨδὴ η', Προεόρτιος
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἰνδάλματος χρυσοῦ, καταπτύσαντες τρισόλβιοι Νεανίαι, τὴν ἀπαράλλακτον καὶ ζῶσαν Θεοῦ εἰκόνα τεθεαμένοι, μέσον τοῦ πυρὸς ἀνέμελπον· Ἡ οὐσιωθεῖσα ὑμνείτω τὸν Κύριον πᾶσα κτίσις, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας».Φορέσας με Χριστέ, ὃν ἐγύμνωσεν ἀπάτῃ ἡ ἁμαρτία, φανερωθῆναι σὺ καὶ νήπιος, ἐπὶ φάτνης ἔρχῃ τεχθῆναι, ἄστρου σε φαιδρῶς κηρύττοντος, τοῖς ἀναβοῶσιν· Ὑμνείτω τὸν Κύριον πᾶσα κτίσις, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.Χορεύσωμεν πιστοί, καὶ σκιρτήσωμεν τῷ πνεύματι, ὁ Δεσπότης, καταπλουτῶν ἡμᾶς, ἐν πάσῃ δικαιοσύνῃ, ἤδη πτωχεύει καθάπερ νήπιον, τεχθεὶς καὶ ἀνακλιθεὶς ἐν τῇ φάτνῃ· ὃν ἀνυμνοῦμεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.Ψαλτήριον τερπνόν, ἀνάλαβε Προφῆτα Δαυῒδ καὶ λέγε· ἰδοὺ ἠκούσαμεν, Παρθένον Σιὼν ἐν πόλει, μέλλουσαν τίκτειν, Θεὸν Βασιλέα Κύριον, ᾧ καὶ μελῳδοῦμεν· Ὑμνείτω τὸν Κύριον πᾶσα κτίσις, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.Ὡραῖος ἐκ γαστρός, σοῦ προέρχεται τεχθῆναι, ἀρρήτῳ λόγῳ καθωραΐσαι, τὸ ἀνθρώπινον ἀφθαρσίᾳ, Παρθένε θέλων, ὁ ἀγαθοδότης Κύριος· ᾧ νῦν μελῳδοῦμεν· Ὑμνείτω τὸν Κύριον πᾶσα κτίσις, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.
Κανών β', ᾨδὴ η', Ἕτερος Προεόρτιος
Ἦχος πλ. β'
Ἐκ φλογὸς τοῖς Ὁσίοις ΤΟ ΑΚΟΥΤΕ
Προφητῶν θεηγόρων, ῥήσεις πεπλήρωνται, ἡ Παρθένος ἐγγίζει, τεκεῖν τὸν Κύριον, ἅπασα ἡ γῆ, εὐφραινέσθω χορεύουσα, καὶ ἀγαλλιάσθω, εἰς πάντας τοὺς αἰῶνας.Τὰς αὐγὰς ὑποφαίνων, τῆς θείας Χάριτος, τὸ τοῦ Νόμου σκιῶδες, καταπαυόμενος ὁ φωταγωγός, Ἰησοῦς ἀνατέταλκεν, οἱ ἐσκοτισμένοι, θεάσασθε φῶς μέγα.Γεγονότα λῃστῶν με, σπήλαιον Κύριε, ὁ τεχθεὶς ἐν Σπηλαίῳ, ναὸν ἀνάδειξον, σοῦ καὶ τοῦ Πατρός, καὶ θείου σου Πνεύματος, ἵνα σε δοξάζω, εἰς πάντας τοὺς αἰῶνας.ΘεοτοκίονΟὐρανοῦ ἐκ γαστρός σου, Ἄστρον ἀνέτειλεν, Ἀστρολόγους κινῆσαν, τοῦτο θεάσασθαι, γνώσει τῇ αὐτοῦ, φωτισθέντας ἐν Πνεύματι, Ἄχραντε Παρθένε, ἀεὶ εὐλογημένη.
Κανών γ', ᾨδὴ η', τῶν Ἁγίων
Ἦχος γ'
Τὸν ἐν φλογὶ τοῖς Παισὶ ΤΟ ΑΚΟΥΤΕ
Κατὰ ξιφῶν καὶ πυρὸς καὶ θανάτου, ἀντικατέστη ἡ δεκὰς τῶν Μαρτύρων, καὶ τὴν νίκην ἤρατο κατὰ τῆς ἀσεβείας, καὶ συμβασιλεύει, τῇ Χριστοῦ βασιλείᾳ.Νεανικῶς τὴν Χριστοῦ πανοπλίαν, ἀναλαβόντες κατὰ τῶν ἀοράτων, καὶ τοῦ κοσμοκράτορος, οἱ γενναῖοι ὁπλῖται, τοὺς ἐπινικίους, ἐπεδείξαντο ἄθλους.Οἱ ἀρραγεῖς πύργοι τῆς εὐσεβείας, καὶ τῶν ἐν ζάλῃ φερομένων λιμένες, ὑπὲρ πάσης κτίσεως ἐκτενῶς δυσωπεῖτε, ὑπὲρ τῶν Βασιλέων, καὶ εἰρήνης τοῦ κόσμου.ΤριαδικὸνΣὺν τῷ Πατρὶ τὸν Υἱὸν προσκυνοῦμεν, καὶ Πνεῦμα Ἅγιον ἐν Τριάδι Μονάδα, σὺν Ἀγγέλοις κράζοντες, στόμασι τοῖς πηλίνοις· Δόξα ἐν ὑψίστοις, Θεῷ τῷ ἐν Τριάδι.ΘεοτοκίονὍλον ἐκ σοῦ τῆς Τριάδος τὸν ἕνα, Θεογεννῆτορ θεϊκῶς συλλαβοῦσα, ἐξ Ἁγίου Πνεύματος, σαρκωθέντα τέτοκας, μείνασα Παρθένος, ὥσπερ ἦς πρὸ τοῦ τόκου.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Τὸν ἐν φλογὶ τοῖς Παισὶ τῶν Ἑβραίων, συγκαταβάντα θεϊκῇ δυναστείᾳ, καὶ ὀφθέντα Κύριον· ἱερεῖς εὐλογεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».
Κανών α', ᾨδὴ θ', Προεόρτιος
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἀπορεῖ πᾶσα γλῶσσα, εὐφημεῖν πρὸς ἀξίαν, ἰλιγγιᾷ δὲ νοῦς, καὶ ὑπερκόσμιος, ὑμνεῖν σε Θεοτόκε. Ὅμως ἀγαθὴ ὑπάρχουσα, τὴν πίστιν δέχου· καὶ γὰρ τὸν πόθον οἶδας, τὸν ἔνθεον ἡμῶν· σὺ γὰρ Χριστιανῶν εἶ προστάτις, σὲ μεγαλύνομεν».Ἰδοὺ τοῖς δούλοις μόνε, Βασιλεῦ ἀπεγράφης, Καίσαρος γνώμῃ, θέλων με δουλείας, ἀπαλλάξαι ψυχοφθόρου· πόλει Βηθλεὲμ προφθάσας δέ, σαρκὶ τεχθῆναι, βροτοὺς εἰς οὐρανούς, φέρεις τοὺς ἀνυμνοῦντας ἐν πίστει, τὰ σὰ Γενέθλια.Ὡραῖος κάλλει, παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων, ὁ σὸς Παρθένε πέφυκεν, Υἱός τε καὶ Δεσπότης τῶν ἁπάντων, ὃν ὥσπερ ὡραία δάμαλις ἐν τῷ Σπηλαίῳ, τῆς Βηθλεέμ προέρχῃ, τεκεῖν ὑπερφυῶς, ὅπως εὐεργετήσῃ καὶ σώσῃ, τοὺς προσκυνοῦντας αὐτόν.Σὲ φωτοδότα, Ἥλιε τῆς δικαιοσύνης, καθυποδύντα μήτραν, καὶ τεχθῆναι ὑπὲρ λόγον βουληθέντα, πόρρωθεν Ἀστὴρ ἐμήνυσε, τοῖς Ἀστρολόγοις νυκτὶ κεκρατημένοις, καὶ πλάνης σκοτασμῷ οὖσι, καὶ προσκυνήσαντες πίστει, δῶρα κομίζουσιν.Ἡ γῆ χορεύει, ὥσπερ αἰσθομένη τὴν θείαν ἐπιδημίαν, τοῦ δι' εὐσπλαγχνίαν ἀπορρήτως ἐκ Παρθένου, ἤδη ἀνατέλλειν μέλλοντος, ὁ οὐρανὸς δὲ ἀνακηρύττει τοῦτον, ὡς φθόγγῳ μυστικῷ, Ἄστρου ἀνατολῇ φαινομένου, τοῖς Μάγοις πόρρωθεν.Φέρεις Υἱέ μου, ὅλην τοῦ Πνεύματος τὴν ἰδέαν, καὶ πῶς σε φέρω, ὅμοιον ἐμοὶ κατὰ πάντα γεγονότα; ἔλεγεν ἡ Ἀπειρόγαμος ἐκπληττομένη· ἣν ὡς Θεοῦ Μητέρα, τιμήσωμεν πιστοί, πάντες καὶ ἐν αἰνέσει, συμφώνως δοξολογήσωμεν.
Κανών β', ᾨδὴ θ', Ἕτερος Προεόρτιος
Ἦχος πλ. β'
Θεὸν ἀνθρώποις ΤΟ ΑΚΟΥΤΕ
Ἰδοὺ ἡ πάντων ἦλθεν ἀνάκλησις, ὁ ἱλασμὸς τὸ φῶς, ἡ παντελὴς ἀπολύτρωσις, θησαυρὸς ὁ πολύτιμος κρύπτεται, ἔνδον ἐν τῷ Σπηλαίῳ· ᾧ πλουτιζόμενοι, Μάγοι τόν χρυσόν, ὡς Βασιλεῖ ἐπικομίζουσιν.Χριστοῦ ποιμένες ἐπαγρυπνήσατε, καὶ νοητῶς ἐν πόλει, Βηθλεὲμ ἐπισπεύσατε, καὶ Θεῷ ἐν ὑψίστοις βοήσατε· Δόξα μεγαλωσύνη, τῷ εὐδοκήσαντι, βρέφος ὁραθῆναι καθ' ἡμᾶς, δι' ἀγαθότητα.Σαρκὶ σπαργάνοις ἐνειλισσόμενος, ὁ σπαργανῶν ὁμίχλῃ, Ἰησοῦ μου τὴν θάλασσαν, τὸν δεσμὸν τῆς κακίας διέῤῥηξας, καὶ ἐν δικαιοσύνῃ, πάντας συνέδησας, τούς διαλυθέντας προσβολαῖς, τοῦ πολεμήτορος.ΘεοτοκίονΠαστὰς καὶ θρόνε τοῦ Βασιλεύοντος, Ὄρος Θεοῦ, καὶ Πόλις ἐκλεκτή, καὶ Παράδεισε, τοῦ Ἡλίου Νεφέλη ὁλόφωτε, φώτισον τὴν ψυχήν μου, νέφη διώκουσα, τῶν ἀνομιῶν μου τῶν πολλῶν, Θεοχαρίτωτε.
Κανών γ', ᾨδὴ θ', τῶν Ἁγίων
Ἦχος γ'
Σὲ τὴν ἀθάνατον Κύριε πηγὴν ΤΟ ΑΚΟΥΤΕ
Οἱ νοητοὶ τοῦ Κυρίου θησαυροί, ἀνευφημείσθωσαν σήμερον, οἱ πολλοὺς ὀλβιοῦντες, καὶ βλύζοντες πιστοῖς τὰ ἰάματα, καὶ τὰ πλήθη τῶν θαυμάτων αὐτῶν.Οἱ ἀσφαλεῖς τῶν Πιστῶν προασπισταί, καὶ τῆς Τριάδος ὑπέρμαχοι, καὶ ἀπόρθητοι πύργοι τῆς Πίστεως, Χριστὸν ἱκετεύσατε, Ἀθλοφόροι τοῦ σωθῆναι ἡμᾶς.Ὁ ἱερὸς τῶν Μαρτύρων σου χορός, ὑπὲρ ἡμῶν ἱκετεύει σε, τὴν Ἁγίαν Τριάδα δωρήσασθαι, ἡμῖν τὴν εἰρήνην σου, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.ΘεοτοκίονἩ Βηθλεὲμ προανοίγει τὴν Ἐδέμ, καὶ ὁ ἐκ σοῦ προερχόμενος, τὸν Ἀδὰμ ἀναπλάττει σαρκούμενος, ὑπερφυῶς· ὃν ἱκέτευε, Θεοτόκε τοῦ σωθῆναι ἡμᾶς.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Σὲ τὴν ἀθάνατον Κύριε πηγήν, τὴν δι' Ἁγίων ἰάματα, τῶν ἀνθρώπων τῷ γένει παρέχουσαν, ἀεὶ μεγαλύνομεν, ὅτι σῴζεις τὰς ψυχὰς ἡμῶν».
Ἐξαποστειλάριον τῶν Ἁγίων
Ἦχος β'
Τοῖς Μαθηταῖς ΤΟ ΑΚΟΥΤΕ
Σὺν Θεοδούλῳ στέψωμεν, Ζωτικὸν Ἀγαθόπουν, καὶ Σατορνῖνον Πόμπιον, ἅμα Εὐνικιανῷ, τὸν ἔνδοξον Βασιλείδην, Εὔπορόν τε τὸν θεῖον, καὶ τὸν κλεινὸν Γελάσιον, καὶ Εὐάρεστον ὕμνοις, χαρμονικῶς, ταῖς πρεσβείαις τούτων, ὅπως ῥυσθῶμεν, πταισμάτων καὶ στεφθείημεν, πρὸς Χριστοῦ τοῦ Σωτῆρος.
Ἐξαποστειλάριον, Προεόρτιον
Ἦχος β'
Τοῖς Μαθηταῖς ΤΟ ΑΚΟΥΤΕ
Οἱ ἀρετὴν ἀσκήσαντες, καὶ νεκρῶσαι τὰ πάθη, ἐν ἐγκρατείᾳ σπεύσαντες, ὥσπερ τρίϋλον δῶρον, μετὰ ποιμένων καὶ Μάγων, πρᾶξιν ἐπαινουμένην, καὶ θεωρίαν εὔστοχον, νῦν προσάξωμεν πίστει, τῷ ἐν σαρκί, γεννηθῆναι ἥκοντι ἐκ Παρθένου, Θεῷ τῷ εὐδοκήσαντι, τὴν ἡμῶν σωτηρίαν.
Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια Προεόρτια.
Ἦχος πλ. β'
Αἱ Ἀγγελικαὶ ΤΟ ΑΚΟΥΤΕ
Τὸ προορισθέν, τῷ Πατρὶ πρὸ τῶν αἰώνων, καὶ προκηρυχθέν, τοῖς Προφήταις ἐπ' ἐσχάτων. Μυστήριον ἐφάνη, καὶ Θεὸς ἐνηνθρώπησε, σὰρκα προσλαβὼν ἐκ τῆς Παρθένου, κτίζεται ὁ Ἄκτιστος βουλήσει· ὁ Ὢν γίνεται, ὁ Βασιλεὺς τοῦ Ἰσραήλ, Χριστὸς παραγίνεται.
Ἦχος πλ. β'
Ὑμνῶ σε Βασιλεῦ, τὸν σπαργάνοις εἱληθέντα· λύεις γὰρ σειράς, τῶν ἐμῶν παραπτωμάτων· καὶ δόξῃ ἀκηράτῳ, καὶ ἀφθάρτῳ τιμήσας με, ὅλον τῷ Πατρὶ προσῳκειώσω, δημιουργῶν καὶ ἀναπλάττων· διὸ κράζομεν· Ὁ Βασιλεὺς τοῦ Ἰσραήλ, Χριστὸς παραγίνεται.
Ἦχος πλ. β'
Φῶς τὸ ἐκ φωτός, προϊὸν καὶ ἐκ Παρθένου, λάμψαν τοῖς ἐν γῇ, δι' Ἀστέρος κατιδόντες, οἱ Ἀστρολόγοι Μάγοι, Περσικὸν ἀπετίθεντο, σκότος καὶ ἀστρῷαν πᾶσαν πλάνην, καὶ ἐν χαρᾷ τῷ γεννηθέντι, Θεῷ ἔψαλλον· Εὐλογημένος ὁ τεχθείς, Θεὸς ἡμῶν δόξα σοι.
Ἦχος πλ. β'
Χλόην ἐμμανῶς, τῶν Νηπίων ἐκθερίζει, ὑπὸ τῶν σοφῶν, ἐμπαιχθεὶς Ἡρῴδης Μάγων· καὶ χεῖρα μιαιφόνον, κατὰ σοῦ αἴρειν ᾤετο· ἀλλ' ἐπιδημεῖς τοῖς Αἰγυπτίοις, σκότος τὸ βαθύτατον διώκων, μεθ' ὧν ψάλλομεν· Εὐλογημένος ὁ τεχθείς, Θεὸς ἡμῶν δόξα σοι.
Δοξαστικὸν, Ἦχος πλ. β'
Αἱ Ἀγγελικαὶ ΤΟ ΑΚΟΥΤΕ
Ψάλλων ὁ καινός, Ἰσραὴλ τὸ καινὸν ᾄσμα, ᾄδων, τὴν ᾠδήν, τὴν οὐράνιον ἐκείνην, εὐφράνθητι καὶ τέρπου, καὶ ἀγάλλου καὶ χόρευε· ἄγε δὴ φαιδρῶς τὰς Ἑορτάς σου, ὁ ἐκ Θαιμὰν Θεὸς σαρκὶ ἐφάνη, αὐτὸς μέλλει δέ, ἐν Ἰορδάνου ταῖς ῥοαῖς, ὡς ἄνθρωπος λούσεσθαι.
Θεοτοκίον, Ἦχος πλ. β'
Αἱ Ἀγγελικαὶ ΤΟ ΑΚΟΥΤΕ
Ὤφθης ἐπὶ γῆς, καὶ βροτοῖς συνανεστράφης, Καίσαρος θεσμοῖς, σὺν τοῖς δούλοις ἐπεγράφης· ἐπλάσθης, οὐκ ἐτράπης, ἀναλλοίωτος ἔμεινας, ὅλος ὢν Θεός, κἂν ἐσαρκώθης· Δόξα τῇ σοὶ οἰκονομίᾳ, τιμὴ αἴνεσις, μεγαλοπρέπεια καὶ νῦν, καὶ εἰς τοὺς αἰῶνας. Ἀμήν.
Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια Προεόρτια.Ἦχος α' Πανεύφημοι Μάρτυρες ὑμᾶς ΤΟ ΑΚΟΥΤΕἩ γῆ πᾶσα βλέπουσα Θεοῦ, κάθοδον εὐφραίνεται, Μάγοι τὰ δῶρά μοι φέρουσιν. Οὐρανὸς φθέγγεται, διὰ τοῦ Ἀστέρος, Ἄγγελοι δοξάζουσι, Ποιμένες ἀγραυλοῦντες θαυμάζουσι, Φάτνη εἰσδέχεται, ὥσπερ θρόνος με πυρίμορφος. Ἐπαγάλλου, ταῦτα Μῆτερ βλέπουσα.Στίχ. Ὁ Θεὸς ἀπὸ Θαιμὰν ἥξει καὶ ὁ ἅγιος ἐξ ὄρους κατασκίου δασέος.Φῶς εἰς ἀποκάλυψιν Ἐθνῶν, ἦλθες περικείμενος, ἐμῆς μορφῆς τὸ ὁμοίωμα, Υἱέ μου ἄναρχε, Πατρὸς προανάρχου, ἀπόρρητον Γέννημα· πλουτίσαι γὰρ προείλου πτωχεύσασαν, τὴν ἀνθρωπότητα, τῇ πτωχείᾳ ἣν περίκεισαι. Ἀνυμνῶ σου, Κύριε τὸ εὔσπλαγχνον.Στίχ. Κύριε εἰσακήκοα τὴν ἀκοήν σου καὶ ἐφοβήθην. Κύριε κατενόησα τὰ ἔργα σου καὶ ἐξέστην.Ὡς βρέφος με βλέπουσα ταῖς σαῖς, ἐπαναπαυόμενον, Μῆτερ ἀγκάλαις εὐφράνθητι· ἦλθον τὸν πόνον γάρ, ὅλον ἀφελέσθαι, τοῦ, Ἀδὰμ ὃν ἔπαθε, κακίστῃ συμβουλίᾳ τοῦ ὄφεως, ξύλου γευσάμενος, καὶ τρυφῆς ἔξω γενόμενος, Παραδείσου, καὶ καταφθειρόμενος.
Δοξαστικὸν, Τῶν Ἁγίων
Ἦχος γ'
Τοῦ Στουδίτου
Γενναῖοι Μάρτυρες ἀληθείας, ὑμᾶς οὐ βία τυραννική, οὐ θωπεία ἀπατηλή, οὐ μελῶν ἐκκοπαί, οὐδὲ θανάτου ἀπειλαί, τῆς πρὸς τὸ θεῖον ἀγάπης, χωρίσαι δεδύνηνται· διὸ παρρησίαν ἔχοντες, πρὸς Χριστὸν τὸν ἐπὶ πάντων Θεόν, ταύτην ἀμοιβὴν τῶν ἀλγεινῶν βασάνων αἰτήσασθε, παρὰ Χριστοῦ, λαβεῖν εὐχαῖς ὑμῶν, τὸ μέγα ἔλεος.
Θεοτοκίον, Προεόρτιον
Ἦχος πλ. δ'
Ἀνατολίου
Ἐν Βηθλεὲμ γεννᾶται, ὁ τοῦ παντὸς Ποιητής, καὶ τὴν Ἐδὲμ ἀνοίγει, ὁ πρὸ αἰώνων Βασιλεύς, ἡ φλογίνη ῥομφαία, τὰ νῶτα δίδωσιν, τὸ μεσότοιχον τοῦ φραγμοῦ διαλέλυται, αἱ οὐράνιαι δυνάμεις, σὺν τοῖς ἐπὶ γῆς ἀναμίγνυνται, Ἄγγελοι σὺν τοῖς ἀνθρώποις, κραταιὰν πανήγυριν συγκροτοῦσιν. Οἱ καθαροὶ τῷ καθαρῷ προσενεχθέντες, ἴδωμεν τὴν Παρθένον, ὡς θρόνον δόξης Χερουβικόν, χωρήσασαν τὸν μηδαμοῦ χωρούμενον Θεόν, καὶ βαστάζουσαν, ὃν τὰ Χερουβὶμ μετὰ φόβου βαστάζουσιν· ὅπως παράσχῃ τῷ κόσμῳ τὸ μέγα ἔλεος.
| TA ΜΗΝΑΙΑ | Δεκέμβριος | 23 |
Dec 24
Τῌ ΚΔ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΔΕΚΕΜΒΡΙΟΥΜνήμη τῆς Ἁγίας Ὁσιομάρτυρος Εὐγενίας
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια Προεόρτια.
Προσόμοια Προεόρτια
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσιν ΤΟ ΑΚΟΥΤΕ
Ἐν κυμβάλοις ἠχήσωμεν, ἐν ᾠδαῖς ἀλαλάξωμεν, ἡ Χριστοῦ ἀνάδειξις πεφανέρωται, τῶν Προφητῶν τὰ κηρύγματα, τὸ πέρας ἐδέξαντο· ὃν γὰρ ἔφησαν σαρκί, τοῖς βροτοῖς ἐμφανίζεσθαι, ἀποτίκτεται, ἐν ἁγίῳ Σπηλαίῳ, καὶ ἐν φάτνῃ, ἀνακλίνεται ὡς βρέφος, καὶ σπαργανοῦται ὡς νήπιον.
Ἦχος δ'
Προεόρτια ᾄσματα, διανοίας εὐθύτητι, τῆς Χριστοῦ Γεννήσεως προηχήσωμεν· ὁ γὰρ Πατρὶ καὶ τῷ Πνεύματι, ὑπάρχων ὁμότιμος, διὰ σπλάγχνα τὸ ἡμῶν, ἐνδυσάμενος φύραμα, μέλλει τίκτεσθαι, Βηθλεὲμ ἐν τῇ πόλει, οὗ τὸν τόκον, τὸν ἀπόρρητον Ποιμένες, μετὰ Ἀγγέλων ἀνύμνησαν.
Ἦχος δ'
Ἀνερμήνευτον Σύλληψιν, καὶ ἀνέκφραστον Γέννησιν, ἡ Παρθένος βλέπουσα, κατεπλήττετο, καὶ προσεφθέγγετο χαίρουσα, ὁμοῦ καὶ δακρύουσα· Ἐπιδώσω σοι μαζόν, τῷ τὰ σύμπαντα τρέφοντι, ἢ ὑμνήσω σε, ὡς Υἱὸν καὶ Θεόν μου; ποίαν εὕρω, ἐπὶ σοὶ προσηγορίαν, ἀκατονόμαστε Κύριε;
Στιχηρὰ Προσόμοια τῆς Ἁγίας
Ἦχος β'
Ὅτε, ἐκ τοῦ ξύλου σε νεκρὸν ΤΟ ΑΚΟΥΤΕ
Ὅτε, προμηθείᾳ θεϊκῇ, προγινωσκομένη προῆλθες, ἔξω τῆς πόλεως, κόσμου τὴν τερπνότητα, σαφῶς κατέλιπες, καὶ ψαλμῶν ἐπακούσασα τερπνῆς μελῳδίας, θείας ἐπιγνώσεως, φωτὶ κατηύγασαι· φόβον ἐν γαστρὶ δὲ λαβοῦσα, θεῖον καὶ σωτήριον Πνεῦμα, τοῖς συνοδοιπόροις σου ἀπέτεκες.
Ἦχος β'
Ὅτε, ἐνυμφεύθης τῷ Χριστῷ, τοὺς σοὺς ὑπηρέτας προθύμως, αὐτῷ προσήγαγες, προῖκα τούτους ἔμψυχον, ὥσπερ ἐνέγκασα, μιμουμένους στερρότητα, τὴν σὴν Εὐγενία, πίστει τε καὶ χάριτι, σαφῶς ἐκλάμποντας, πᾶσαν ἀρετὴν ἀσκουμένους, Μάρτυρας θεόφρονας ὄντως, πᾶσι τὴν εὐσέβειαν κηρύττοντας.
Ἦχος β'
Αἴγλῃ, τῇ τοῦ Πνεύματος σαφῶς, καταλαμπομένη παρθένων, Χριστῷ προσάγεις χορόν, λόγῳ τῆς σοφίας σου, ταύτας ζωγρήσασα, καὶ τὸν δρόμον δεικνύουσα, τῆς ἄνω πορείας, αἵμασι λαμπρύνεσθαι, Μαρτύρων ἔπεισας. Ταύταις, συγχορεύουσα Μάρτυς, πόθον νῦν κατάλληλον εὗρες, ὄντως τὴν ἀπόλαυσιν Πανεύφημε.
Θεοτοκίον
Ἦχος β'
Ὅτε, ἐκ τοῦ ξύλου σε νεκρὸν ΤΟ ΑΚΟΥΤΕ
Ἰδοὺ καιρὸς ἤγγικε τῆς σωτηρίας ἡμῶν, εὐτρεπίζου Σπήλαιον, ἡ Παρθένος ἐγγίζει τοῦ τεκεῖν, Βηθλεὲμ γῆ, Ἰούδα, τέρπου καὶ ἀγάλλου, ὅτι ἐκ σοῦ ἀνατέταλκεν ὁ Κύριος ἡμῶν. Ἀκούσατε ὄρη καὶ βουνοί, καὶ τὰ περίχωρα τῆς, Ἰουδαίας, ὅτι ἔρχεται Χριστός, ἵνα σώσῃ, ὃν ἔπλασεν ἄνθρωπον, ὡς φιλάνθρωπος.
Εἰς τὸν Στίχον, Στιχηρὰ Ἰδιόμελα.Ἦχος α'Προεορτάσωμεν λαοί, Χριστοῦ τὰ Γενέθλια, καὶ ἐπάραντες τὸν νοῦν, ἐπὶ τὴν Βηθλεὲμ ἀναχθῶμεν τῇ διανοίᾳ, καὶ κατίδωμεν τὴν Παρθένον, τοῖς ψυχικοῖς ὀφθαλμοῖς, ἐπειγομένην τίκτειν ἐν Σπηλαίῳ, τὸν τῶν ὅλων Κύριον καὶ Θεὸν ἡμῶν· οὗ Ἰωσὴφ κατιδών, τῶν θαυμάτων τὸ μέγεθος, ἐδόκει ἄνθρωπον θεωρεῖν, ὡς βρέφος σπαργανούμενον, ὑπενόει δὲ ἐκ τῶν πραγμάτων, Θεὸν εἶναι ἀληθινόν, τὸν παρέχοντα ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος. Στίχ. Ὁ Θεὸς ἀπὸ Θαιμὰν ἥξει καὶ ὁ ἅγιος ἐξ ὄρους κατασκίου δασέος.Προεορτάσωμεν λαοί, Χριστοῦ τὰ Γενέθλια καὶ ἐπάραντες τὸν νοῦν ἐπὶ τὴν Βηθλεὲμ ἀναχθῶμεν τῇ διανοίᾳ, καὶ κατίδωμεν τὸ ἐν Σπηλαίῳ μέγα μυστήριον· ἤνοικται γὰρ ἡ Ἐδέμ, ἐκ Παρθένου Ἁγνῆς Θεοῦ προερχομένου, ὑπάρχοντος τελείου τοῦ αὐτοῦ, ἐν Θεότητι καὶ ἀνθρωπότητι, διὸ κράξωμεν· Ἅγιος ὁ Θεός, ὁ Πατὴρ ὁ ἄναρχος, Ἅγιος Ἰσχυρός, ὁ Υἱὸς ὁ σαρκωθείς, Ἅγιος Ἀθάνατος, τὸ Πανάγιον Πνεῦμα· Τριὰς Ἁγία, δόξα σοι. Στίχ. Κύριε εἰσακήκοα τὴν ἀκοήν σου καὶ ἐφοβήθην. Κύριε κατενόησα τὰ ἔργα σου καὶ ἐξέστην.Ἄκουε οὐρανέ, καὶ ἐνωτίζου ἡ γῆ· ἰδοὺ γὰρ ὁ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ καὶ Πατρός, πρόεισι τεχθῆναι ἐκ Κόρης ἀπειράνδρου, εὐδοκίᾳ τοῦ φύσαντος αὐτὸν ἀπαθῶς, καὶ συνεργείᾳ τοῦ Ἁγίου Πνεύματος, Βηθλεὲμ εὐτρεπίζου· ἄνοιγε πύλην ἡ Ἐδέμ· ὅτι ὁ Ὢν γίνεται ὃ οὐκ ἦν, καὶ ὁ Πλαστουργὸς πάσης κτίσεως διαπλάττεται, ὁ παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Θεοτοκίον
Ἦχος πλ. β'
Σπήλαιον εὐτρεπίζου· ἡ Ἀμνὰς γὰρ ἥκει, ἔμβρυον φέρουσα Χριστόν. Φάτνη δὲ ὑποδέχου, τὸν τῷ λόγῳ λύσαντα, τῆς ἀλόγου πράξεως ἡμᾶς τοὺς γηγενεῖς· Ποιμένες ἀγραυλοῦντες, μαρτυρεῖτε θαῦμα τὸ φρικτόν· καὶ Μάγοι ἐκ Περσίδος, χρυσὸν καὶ λίβανον καὶ σμύρναν, τῷ Βασιλεῖ προσάξατε, ὅτι ὤφθη Κύριος ἐκ Παρθένου Μητρός· ὃν περ καὶ κύψασα δουλικῶς, ἡ Μήτηρ προσεκύνησε, καὶ προσεφθέγξατο τῷ ἐν ἀγκάλαις αὐτῆς· Πῶς ἐνεσπάρης μοι; ἢ πῶς μοι ἐνεφύης, ὁ λυτρωτής μου καὶ Θεός;
Ἀπολυτίκιον
Ἦχος δ'
Κατεπλάγη Ἰωσὴφ ΤΟ ΑΚΟΥΤΕ, Ἐκ τρίτου
Ἀπεγράφετο ποτέ, σὺν τῷ πρεσβύτῃ Ἰωσήφ, ὡς ἐκ σπέρματος Δαυΐδ, ἐν Βηθλεὲμ ἡ Μαριάμ, κυοφοροῦσα τὴν ἄσπορον κυοφορίαν. Ἐπέστη δὲ καιρὸς ὁ τῆς Γεννήσεως, καὶ τόπος ἦν οὐδεὶς τῷ καταλύματι· ἀλλ' ὡς τερπνὸν παλάτιον τὸ Σπήλαιον, τῇ Βασιλίδι ἐδείκνυτο. Χριστὸς γεννᾶται τὴν πρὶν πεσοῦσαν, ἀναστήσων εἰκόνα.
Ἐν τοῖς ἀποδείπνοις ψάλλομεν τὸν παρόντα.Προεόρτιον Κανόνα, οὗ ἡ Ἀκροστιχίς.Κατὰ Ἀλφάβητον, ἄνευ τῶν Εἱρμῶν.ᾨδὴ α'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Κύματι θαλάσσης, τὸν κρύψαντα πάλαι διώκτην τύραννον, φάτνῃ κρυπτόμενον, κτεῖναι ζητεῖ ὁ Ἡρῴδης, ἀλλ' ἡμεῖς σὺν Μάγοις μέλψωμεν· τῷ Κυρίῳ ᾄσωμεν· ἐνδόξως γὰρ δεδόξασται».Ἄρχων ἐξ Ἰούδα, ἐξέλιπεν ἤδη· ᾧ γὰρ ἀπέκειτο, καθὼς προγέγραπται, ἡ τῶν ἐθνῶν προσδοκία, Ἰησοῦς Χριστὸς ἐλήλυθε, καὶ Σπηλαίῳ τίκτεται, δι' ἄκραν ἀγαθότητα.Βηθλεὲμ εὐφραίνου, ἡ πόλις Ἰούδα· ἐν σοὶ γὰρ τίκτεται, Χριστὸς ὁ Κύριος, ἡ οἰκουμένη σκιρτάτω, δεχομένη ἀπολύτρωσιν, χορευέτω ἅπασα, ἡ κτίσις ἑορτάζουσα.Γένος τῶν ἀνθρώπων, βουλόμενος σῶσαι ὁ Ὑπεράγαθος, μήτρᾳ ἐσκήνωσεν, ἀπειρογάμου Παρθένου, καὶ ἰδοὺ τεχθῆναι ἔρχεται. Τοῦτον προσκυνήσωμεν· ἐνδόξως γὰρ δεδόξασται.
ᾨδὴ γ'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σὲ τὸν ἐπὶ ὑδάτων, κρεμάσαντα πᾶσαν τὴν γῆν ἀσχέτως, ἡ κτίσις κατιδοῦσα, ἐν τῷ Σπηλαίῳ τικτόμενον, θαμβητικῶς συνείχετο. Οὐκ ἔστιν Ἅγιος, πλήν σου Κύριε κραυγάζουσα».Δούλου φορέσαι σχῆμα, ἠθέλησας, ὅπως με τῆς δουλείας, τοῦ πονηροῦ λυτρώσῃ, ὑμνολογῶ σου τὸ εὔσπλαγχνον, Λόγε Πατρὸς συνάναρχε, καὶ συναΐδιε. Δόξα τῇ οἰκονομίᾳ σου.Ἔρχεται ἡ Παρθένος, τὸν Κύριον ἀποτεκεῖν Σπηλαίῳ, προφθάσατε οἱ Μάγοι. Ποιμένες νῦν παραγίνεσθε, ὕμνον ἐξ ὕψους Ἄγγελοι, ἐπανακράξατε, ὤφθη τῶν βροτῶν ἡ λύτρωσις.Ζητῶν με τὸν πλανηθέντα, φιλάνθρωπε, καὶ σπήλαιον δειχθέντα, λῃστῶν ἔργοις ἀκάρποις, Σπηλαίῳ νῦν παραγέγονας, ἐκ τῆς Παρθένου σήμερον, τεχθῆναι Δέσποτα. Δόξα Λόγε τῇ ἐλεύσει σου.
ᾨδὴ δ'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ (πρὸς τὸ Τὴν ἐν Σταυρῷ σου θείαν κένωσιν)
«Τὴν ἐκ Παρθένου παρουσίαν σου, προορῶν Ἀββακούμ, ἐξεστηκῶς ἐβόα· Σὺ ἐκ Θαιμὰν σαρκούμενος, ἥκεις Λυτρωτά, τὸν Ἀδὰμ ἀπωσμένον, ἀνακαλέσασθαι».Ἡ φωταυγὴς Νεφέλη ἔρχεται, ἀνατεῖλαι Χριστέ, ἐκ μητρικῶν λαγόνων, δικαιοσύνης Ἥλιον, ἅπασαν τὴν γῆν, φρυκτωρίαις ἐνθέοις, καταλαμπρύνοντα.Θεὸς ἀνθρώποις ὤφθη ὅμοιος, καὶ πτωχεύει σαρκί, ἵνα ἡμᾶς πλουτίσῃ, καὶ ἐν Σπηλαίῳ τίκτεται, τοῦτον οἱ πιστοί, καθαρᾷ διανοίᾳ, ὑποδεξώμεθα.Ἰδοὺ Χριστὸς ἐν πόλει τίκτεται, Βηθλεὲμ τὴν Ἐδέμ, ὅπως ἡμῖν ἀνοίξῃ, παρακοῇ τὸ πρότερον, ὄφεως κλοπῇ, κεκλεισμένην· ἐνθέως πανηγυρίσωμεν.
ᾨδὴ ε'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Πρὸς σὲ ὀρθρίζω, τὸν δι' εὐσπλαγχνίαν, σεαυτὸν τῷ πεσὸντι, κενώσαντα ἀτρέπτως, καὶ δούλου μορφήν, ἐκ Παρθένου φορέσαντα, Λόγε Θεοῦ, τὴν εἰρήνην παράσχου μοι φιλάνθρωπε».Καρδία πᾶσα, γηγενῶν σκιρτάτω· εὐφραινέσθω ἡ κτίσις, ὁ Κύριος γεννᾶται, ἐκ Κόρης Ἁγνῆς, Βηθλεὲμ ἐν Σπηλαίῳ, καὶ Μάγοι αὐτῷ, προσκομίζουσι δῶρα, νῦν ἐπάξια.Λαὸς ὁ πάλαι, ἐν σκιᾷ θανάτου, καθεζόμενος βλέψον, τὸ φῶς σοι ἀνατεῖλαν, ἐκ τῆς Παρθένου, καὶ πολλῆς θυμηδίας ἐμπλήσθητι, τὸν πτωχεύσαντα Λόγον, μεγαλύνων ἀεί.Μικρῷ Σπηλαίῳ, ἔρχῃ χωρηθῆναι, ὀ ἀχώρητος φύσει, ὅπως με σμικρυνθέντα τῇ παραβάσει, μεγαλύνῃς δι' οἶκτον ἀμέτρητον· προσκυνῶ σου, τὸ εὔσπλαγχνον Μακρόθυμε.
ᾨδὴ ς'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἄβυσσος ἐσχάτη, ἁμαρτημάτων ἐκύκλωσέ με· καὶ τὸν κλύδωνα μηκέτι φέρων, ὡς, Ἰωνᾶς, τῷ Δεσπότῃ βοῶ σοι· Ἐκ φθορᾶς με ἀνάγαγε».Νόμων σε ἡ Παρθένος, τῶν τῆς σαρκὸς δίχα Κύριε, παραγίνεται ἀποκυῆσαι, ἐν τῷ Σπηλαίῳ καὶ φάτνη σαρκί, προσανακλινεῖ σε ὡς νήπιον.Ξένον γεγενημένον, παραβάσει με ὁ Ὑπέρθεος, τεχθεὶς ἐκ Κόρης ἀπειρογάμου, δι' οἶκτον πολίτην, οὐρανοῦ ἀποδείκνυσιν.Ὄρη τε καὶ νάπαι, καὶ κοιλάδες εὐφράνθητε· ὁ γὰρ Χριστὸς σαρκὶ γεννᾶται, ἀνακαινίζων τὴν κτίσιν, φθαρεῖσαν πονηραῖς παραβάσεσιν.
ᾨδὴ ζ'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Οἱ Παῖδες ἐν Βαβυλῶνι, καμίνου φλόγα οὐκ ἔπτηξαν, ἀλλ' ἐν μέσῳ φλογὸς ἐμβληθέντες, δροσιζόμενοι ἔψαλλον· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν».Πῶς σε σμικρότατον Λόγε, καθυποδέξεται Σπήλαιον, τὸν πτωχείᾳ πολλῇ, τὴν πτωχείαν τοῦ Ἀδὰμ ἀφελόμενον, καὶ πλούτῳ θείας χάριτος, τοὺς ἀνθρώπους πλουτίσαντα.Ῥήματα ξένα Ποιμένες, ἀκηκοότες κατέσπευσαν, Βηθλεὲμ κατιδεῖν, καὶ ἐν φάτνῃ τῶν ἀλόγων τὸν λύσαντα, τῆς ἀλογίας ἅπαντας, εὐσεβῶς προσεκύνησαν.Στόματι καὶ καρδία, τὸν ἐν σαρκὶ ἀφικόμενον, γεννηθῆναι Χριστὸν ἐν Σπηλαίῳ, ἐκ Παρθένου νεάνιδος, ὑμνολογῆσαι σπεύσωμεν, καὶ πιστῶς προσκυνήσωμεν.
ᾨδὴ η'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Νόμων Πατρῴων οἱ μακαριστοί, ἐν Βαβυλῶνι νέοι προκινδυνεύοντες, βασιλεύοντος κατέπτυσαν, προσταγῆς ἀλογίστου· καὶ συνημμένοι, ᾧ οὐκ ἐχωνεύθησαν πυρί, τοῦ κρατοῦντος ἐπάξιον, ἀνέμελπον τὸν ὕμνον· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».Τὸν ὑπὲρ λόγον μόνον Κύριον, σεσαρκωμένον Κόρη καὶ περικείμενον, τῶν ἀνθρώπων τὸ ὁμοίωμα, κατέχουσα ἀγκάλαις, καὶ προσκυνοῦσα, καὶ ἀσπαζομένη μητρικῶς. Τέκνον ἔφης γλυκύτατον, πῶς σε οὕτω κατέχω, κατέχοντα χειρί σου τὴν κτίσιν, καὶ χειρὸς δουλείας, αὐτὴν ἐλευθεροῦντα;Ὑμνολογῆσαι θεῖοι Ἄγγελοι, τὸν ἐπὶ γῆς τεχθέντα, διευτρεπίσθητε. Μάγοι δῶρα ὁδηγούμενοι, προσάξατε ἀστέρι. Ποιμένες τοῦτον σπεύσατε, ἰδεῖν ταῖς μητρικαῖς, ὥσπερ νήπιον κράζοντες, καθήμενον ἀγκάλαις. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.Φωτὸς Νεφέλη Παναμώμητε, πῶς σπαργανώσεις νέφει τὸν ἐπενδύοντα, οὐρανοὺς ἀρρήτῳ νεύματι; πῶς ἀλόγων ἐν φάτνῃ ἐπανακλινεῖς, τὸν τῆς ἀλογίας τοὺς βροτούς, διὰ ἔλεος ἄμετρον, ῥυσάμενον Δεσπότην; ὃν πᾶσα προσκυνεῖ φόβῳ κτίσις, ἀνυμνολογοῦσα, αὐτὸν εἰς τοὺς αἰῶνας.
ᾨδὴ θ'
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἀπορεῖ πᾶσα γλῶσσα, εὐφημεῖν πρὸς ἀξίαν, ἰλιγγιᾷ δὲ νοῦς, καὶ ὑπερκόσμιος, ὑμνεῖν σε Θεοτόκε· ὅμως ἀγαθὴ ὑπάρχουσα, τὴν πίστιν δέχου· καὶ γὰρ τὸν πόθον οἶδας, τὸν ἔνθεον ἡμῶν·σὺ γὰρ Χριστιανῶν εἶ προστάτις, Σὲ μεγαλύνομεν».Χαῖρε δοχεῖον ἄχραντε, χαρᾶς ἀνεκφράστου· ἰδοὺ γὰρ ἔρχῃ τέξεσθαι ἐν Σπηλαίῳ, ἀπορρήτως τὸν Δεσπότην, θέλοντα τὴν κτίσιν ἅπασαν, καταφθαρεῖσαν τῇ παραβάσει πρώην, καινίσαι ἀληθῶς, τοῦτον ὑμνολογοῦντες ἐν πίστει, Σὲ μεγαλύνομεν.Ψυχαὶ δικαίων πᾶσαι, ὑποχθόνιοι ἅμα ἀγαλλιᾶσθε· ἡ πάντων ἀπολύτρωσις. Ἰδοὺ γὰρ ἐπεφάνη, πόλει Βηθλεὲμ τικτόμενος· ἀστὴρ δὲ τοῦτον καταμηνύει, Μάγοις ζητοῦσιν εὐσεβῶς· ὃν περ καὶ κατιδόντες Σπηλαίῳ, θάμβους ἐπλήσθησαν.Ὡς οὐρανὸν σε ἄλλον, ἀνυμνοῦμεν Παρθένε δικαιοσύνης Ἥλιον ἡμῖν, ἐκ λαγόνων παναγίων, μέλλουσαν ἀνίσχειν αὔριον, φωταγωγοῦντα τοὺς ἐν σκότει ὄντας, θανάτου καὶ φθορᾶς· ὅθεν χρεωστικῶς ἐν αἰνέσει, σὲ μεγαλύνομεν.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα
Ἦχος πλ. β'
Ἀγγελικαὶ δυνάμεις ΤΟ ΑΚΟΥΤΕ
Τῶν Προφητῶν αἱ ῥήσεις, νυνὶ πεπλήρωνται· ὁ γὰρ Θεὸς ἡμῶν, αὔριον τίκτεται, ἐκ Παρθένου Μαρίας ὑπὲρ λόγον, καὶ μένει ὥσπερ ἦν πρὸ τοῦ τόκου· ἀθροίζονται οἱ Μάγοι, δῶρα κομίζοντες· ἀγραυλοῦσι Ποιμένες, ἐπᾴδομεν καὶ ἡμεῖς· ὁ ἐκ Παρθένου τεχθείς, Κύριε δόξα σοι.Δόξα... Καὶ νῦν ... Τὸ αὐτὸ
Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα
Ἦχος πλ. δ'
Αὐτόμελον ΤΟ ΑΚΟΥΤΕ
Αὐλῶν Ποιμενικῶν, καταπαύων ᾆσμα, στρατὸς Ἀγγελικός, ἐπεφώνει λέγων· Παύσασθε ἀγραυλοῦντες, οἱ τῶν θρεμμάτων ἡγεμονεύοντες· κράξατε ἀνυμνοῦντες· Ὅτι ἐτέχθη Χριστὸς ὁ Κύριος, ὁ εὐδοκήσας σῶσαι ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων.
Ὁ Κανὼν Προεόρτιος, οὗ ἡ Ἀκροστιχίς.Καὶ σήμερον δὲ Σάββατον μέλπω μέγα.Ἄνευ τῶν Εἱρμῶν τῶν τεσσάρων πρώτων ᾠδῶν.ᾨδὴ α'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Κύματι θαλάσσης, τὸν κρύψαντα πάλαι διώκτην τύραννον, Φάτνῃ κρυπτόμενον, κτεῖναι ζητεῖ ὁ Ἡρῴδης· ἀλλ' ἡμεῖς σὺν Μάγοις μέλψωμεν· τῷ Κυρίῳ ᾄσωμεν· ἐνδόξως γὰρ δεδόξασται».Κύριε Θεέ μου, Γενέθλιον ὕμνον καὶ προεόρτιον, ᾠδήν σοι ᾄσομαι, τῷ τῇ Γεννήσει σου θείαν, ἀναγέννησιν διδόντι μοι, καὶ εἰς τὴν προτέραν με, εὐγένειαν ἀνάγοντι.Ἄνω σε ἐν θρόνῳ, καὶ κάτω ἐν φάτνῃ, τὰ ὑπερκόσμια, καὶ τὰ περίγεια, κατανοοῦντα Σωτήρ μου, κατεπλήττοντο τὸ κράτος σου· ὑπὲρ νοῦν ὡράθης γάρ, διπλοῦς φύσει Θεάνθρωπος.Ἵνα σου τῆς δόξης, τὰ πάντα πληρώσῃς, κλίνας ἐλήλυθας, τοὺς οὐρανοὺς ἕως γῆς· ὡς γὰρ ἐν πόκῳ κατέβης, ὑετὸς ἐν μήτρᾳ Παρθενικῇ, ἐξ ἧς νῦν τεχθήσεσθαι, διπλοῦς ἔρχῃ Θεάνθρωπε.
Ἕτερος Κανὼν Προεόρτιος, οὗ ἡ Ἀκροστιχὶς κατὰ Ἀλφάβητον.Ἰωσήφ.ᾨδὴ α'
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐν βυθῷ κατέστρωσε ποτέ, τὴν Φαραωνίτιδα, πανστρατιὰν ἡ ὑπέροπλος δύναμις σαρκωθεὶς ὁ Λόγος δέ, τὴν παμμόχθηρον ἁμαρτίαν ἐξήλειψεν, ὁ δεδοξασμένος Κύριος· ἐνδόξως γὰρ δεδόξασται».Ἀπεγράφης Καίσαρος θεσμῷ, θέλων ἀπογράψασθαι, βίβλῳ ζωῆς παμβασιλεῦ τὸν ἄνθρωπον, ξένος εἰς τὰ ἴδια παραγέγονας, τὸν δεινῶς ξενιτεύσαντα, ἐκ τοῦ Παραδείσου, εἰς τὸν οὐρανὸν ἀνακαλούμενος.Βηθλεὲμ ὑπόδεξαι Χριστόν· σοὶ γὰρ σωματούμενος, ἐπιδημεῖ τὴν Ἐδὲμ ἐξανοίγων μοι, εὐτρεπίζου Σπήλαιον, τὸν ἀχώρητον θεωρῆσαι χωρούμενον, ἐν σοὶ παραδόξως, πλούτῳ εὐσπλαγχνίας νῦν πτωχεύσαντα.Γεννηθῆναι ἔρχεται Χριστός, ξένην ἀναγέννησιν, τοῖς ἐξ Ἀδάμ, ὡς ἀγαθὸς δωρούμενος, εὐφράνθητι ἔρημος, ἡ οὐ τίκτουσα, τῶν βροτῶν φύσις ἅπασα, ἦλθεν ὁ Δεσπότης, σὲ πολυτεκνοῦσαν ἀπεργάσασθαι.
Κανὼν τῆς Ἁγίας, οὗ ἡ Ἀκροστιχίς.Εὐγενίης μέγα κῦδος ἐν ᾄσμασιν ἔξοχα μέλπω.Θεοφάνους.ᾨδὴ α'
Ἦχος β'
Ἐν βυθῷ κατέστρωσε ποτέ ΤΟ ΑΚΟΥΤΕ
Εὐγενία Μάρτυς τοῦ Χριστοῦ, νῦν περιχορεύουσα, χαρμονικῶς σὺν Ἀγγέλων στρατεύμασιν, ὡς Παρθένος ἄμωμος, καὶ ὡς Μάρτυς στεφανηφόρος πανόλβιε, χάριν δωρηθῆναι, πρέσβευε τοῖς πόθῳ ἀνυμνοῦσί σε.Ὑμνῳδίας Νύμφη τοῦ Χριστοῦ, θείας ἐπακούσασα, πρὸς ὑψηλὴν ἐπτερώθης εὐγένειαν· ὡς γὰρ φῶς ἐνήστραψε, τῇ καρδίᾳ σου τῶν ᾀσμάτων τοῦ Πνεύματος, ἡ θεολογία, πᾶσαν ἀθεότητα διώκουσα.Γυναικείας φύσεως ὁ σός, νοῦς ἐπιλαθόμενος, πρὸς ἀνδρικὰς ἐνεργείας ἀνέδραμεν, ἀνδρωθεὶς τῇ χάριτι, καὶ Θεῷ προνοητικῶς εὐθυνόμενος. Μάρτυς Εὐγενία, θείας εὐγενείας ἡ ἐπώνυμος.Ἐλλαμφθεῖσα φέγγει νοητῷ, πλείστους τῆς ἐλλάμψεως, συμμετασχεῖν ἀπειργάσω θεόσοφε· ἧς νῦν τοὺς ὑμνοῦντάς σε, λυτρουμένη τῆς ἁμαρτίας ἀξίωσον, ταῖς σαῖς ἱκεσίαις, Μάρτυς Εὐγενία παμμακάριστε.ΘεοτοκίονΝεκρωθέντες γνώσεως φυτῷ, ξύλῳ τῆς ζωῆς Ἁγνή, πρὸς τὴν ζωὴν οἱ πιστοὶ ἀνεκλήθημεν, τῷ ἐκ σοῦ βλαστήσαντι, ὑπὲρ ἔννοιαν, Θεοτόκε, Χριστῷ τῷ Θεῷ· ᾧ σὺν παρρησίᾳ, πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Κανών α', ᾨδὴ γ', Προεόρτιος
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σὲ τὸν ἐπὶ ὑδάτων, κρεμάσαντα πᾶσαν τὴν γῆν ἀσχέτως, ἡ κτίσις κατιδοῦσα, ἐν τῷ Σπηλαίῳ τικτόμενον, θαμβητικῶς συνείχετο· Οὐκ ἔστιν Ἅγιος πλήν σου Κύριε κραυγάζουσα».Σύμβολα τῆς ἀρρήτου, σαρκώσεως, παραδεικνὺς Οἰκτίρμον, ἐπλήθυνας ὁράσεις, καὶ προφητείας ἐνέπνευσας· ἃς νῦν ἐλθὼν ἐπλήρωσας, σαρκὶ τικτόμενος, Κόρης ἐξ ἁγνῆς ἐν πόλει Δαυΐδ.Ἥπλωσε γῆ τὰ νῶτα, καὶ δέχεται δεχόμενον τὸν Κτίστην, τὴν δόξαν ἐξ Ἀγγέλων, ἐξ οὐρανοῦ τὸν ἀστέρα δέ, ἐκ τῶν Ποιμένων αἴνεσιν, ἐκ Μάγων δῶρά τε, κόσμου τε παντὸς ἐπίγνωσιν.Μάντεως χρησμολόγου, προβλήματα Βαλαὰμ νῦν πληροῦνται· ἀνέτειλε γὰρ ἄστρον, ἐξ, Ἰακὼβ καὶ ὡδήγησε, πρὸς τὸν τῆς δόξης Ἥλιον, δῶρα κομίζοντας, Μάγους ἐκ Περσίδος ἄνακτας.
Κανών β', ᾨδὴ γ', Ἕτερος Προεόρτιος
Ἦχος β'
Ἐξήνθησεν ἡ ἔρημος ΤΟ ΑΚΟΥΤΕ
Δεσμῶν ἀπολυτρούμενος, τῶν κακῶν με Κύριε, ἐνειληθῆναι σπάργανα, ὥσπερ βρέφος, ἔρχῃ φιλάνθρωπε· προσκυνῶ σου τὴν θείαν συγκατάβασιν.Ἐν χρόνῳ γεγονότα σε, τὸν ἀχρόνως λάμψαντα, ἐκ τοῦ Πατρὸς προέρχεται, ἡ Παρθένος τεκεῖν τὰ χρόνια, διαλύοντα πάθη τῶν ψυχῶν ἡμῶν.Ζητῶν με τὸν πλανώμενον, παραβάσει Σπήλαιον, ὡς οὐρανὸν κατῴκησας, τὰς μονὰς μοι εὐτρεπιζόμενος, τὰς ἐκεῖθεν οἰκτίρμον Πολυέλεε.
Κανών γ', ᾨδὴ γ', τῆς Ἁγίας
Ἦχος β'
Ἐν πέτρᾳ με τῆς πίστεως ΤΟ ΑΚΟΥΤΕ
Ἱερεῖον ὥσπερ ἄμωμον τῷ Δεσπότῃ, προσήχθης διανοίᾳ τελειοτάτῃ, τὸν πλοῦτον τὸν φθειρόμενον ἀπεσείσω, βοῶσα Πάνσοφε· Σὺ εἶ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν Ἅγιος πλήν σου Κύριε.Ἡ Πάναγνος ἐγνώσθη σου καθαρότης· διέλαμψε τῶν ἄθλων σου ἡ στερρότης· τὴν πρᾶξιν γὰρ ἐπίβασιν θεωρίας, εἰργάσω κράζουσα· Σὺ εἶ ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν Ἅγιος πλήν σου Κύριε.Σωφροσύνης τῷ ἔρωτι κατεθέλχθης, ἐτήρησας τὸ καύχημα τῆς ἁγνείας, ἐγένου περιδέξιος τῇ σοφίᾳ, Χριστῷ κραυγάζουσα· Σὺ εἶ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν Ἅγιος πλήν σου Κύριε.ΘεοτοκίονΜαρίαν τὴν πανάχραντον Θεοτόκον, ὑμνήσωμεν ὡς πρόξενον σωτηρίας, φανεῖσαν οἱ θεόφρονες, ἐκβοῶντες· Οὐκ ἔστιν ἄμωμος, ὡς σὺ Πανάχραντε, καὶ οὐκ ἔστιν ἄμεμπτος, πλήν σου Δέσποινα.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ἐν πέτρᾳ με τῆς πίστεως στερεώσας, ἐπλάτυνας τὸ στόμα μου ἐπ' ἐχθρούς μου· ηὐφράνθη γὰρ τὸ πνεῦμά μου ἐν τῷ ψάλλειν. Οὐκ ἔστιν Ἅγιος ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε».
Κάθισμα Προεόρτιον
Ἦχος α'
Τὸν τάφον σου Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ
Ἀγάλλου ἡ Σιών, Βηθλεὲμ εὐτρεπίζου, ὁ πάντων συνοχεύς, τὸν ἀστέρα προπέμψας, ἐμήνυσε τὴν ἄμετρον, ἑαυτοῦ συγκατάβασιν· ὃν γὰρ τρέμουσι, τῶν οὐρανῶν αἱ Δυνάμεις, ὄντως τίκτεται, ἐκ τῆς Παρθένου ἀτρέπτως, ὁ μόνος Θεὸς ἡμῶν.Δόξα... Τῆς ἉγίαςἮχος πλ. δ'Τὴν Σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕἘνασκήσασα πόνοις ἀθλητικοῖς, ἐδοξάσθης ἀγῶσι μαρτυρικοῖς, πολλοὺς προσενέγκασα, σῳζομένους τῷ Κτίστη σου· τῷ γὰρ θείῳ πόθῳ, λιποῦσα τὰ πρόσκαιρα, ἀνδρικούς ἀγῶνας, ἐτέλεσας ἔνδοξε· ὅθεν μετὰ τέλος, ἀτελεύτητον εὗρες, ζωὴν συνυπάρχουσα, τῷ Νυμφίῳ σου πάντοτε, Εὐγενία ἰσάγγελε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν Μνήμην σου.Καὶ νῦν ... ΠροεόρτιονἮχος ὁ αὐτὸςΤὸ προσταχθὲν μυστικῶς ΤΟ ΑΚΟΥΤΕΤῶν Γενεθλίων τοῦ Χριστοῦ τὰ προεόρτια, ἐπιτελοῦντες οἱ πιστοὶ πανηγυρίσωμεν, καὶ ἀξίως ἅπαντες προϋπαντήσωμεν, ὡς Μάγοι δωροφοροῦντες τὰς ἀρετάς, καὶ ᾄδοντες τῶν Ἀγγέλων ᾆσμα καινόν, τῷ ἐκ Κόρης θεόπαιδος, ἐν Βηθλεὲμ ἄνευ σπορᾶς, τικτομένῳ Θεῷ ἡμῶν, ὃν δοξάζει τὰ σύμπαντα.
Κανών α', ᾨδὴ δ', Προεόρτιος
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὴν ἐκ Παρθένου παρουσίαν σου, προορῶν Ἀββακούμ, ἐξεστηκὼς ἐβόα. Σὺ ἐκ Θαιμὰν σαρκούμενος, ἥκεις Λυτρωτά, τὸν Ἀδὰμ ἀπωσμένον, ἀνακαλέσασθαι».Ἐγγίζει ἥκει νῦν ὁ Κύριος, προσδοκία Ἐθνῶν, καὶ σωτηρία κόσμου· εὐτρέπιζε τὸ Σπήλαιον, πόλις Βηθλεέμ, καὶ σὺν Μάγοις Ποιμένες, δρόμῳ προφθάσατε.Ῥωμαλεότητι Θεότητος, συγκραθεὶς τοῖς βροτοῖς, ἑνώσει ἀσυγχύτῳ, σαρκὸς ἐν ὁμοιώματι, Σῶτερ τὸν Ἀδάμ, ἀφθαρτίζεις καὶ σῴζεις, ἐν τῷ προσλήμματι.Ὁ Λόγος σάρξ ὀφθεὶς παχύνεται, καὶ σκηνοῖ ἐν ἡμῖν, ἀρρήτῳ προμηθείᾳ· δεῦτε πιστοὶ κατίδωμεν, δόξαν τὴν αὐτοῦ, δόξαν ὡς Μονογενοῦς, παρὰ Θεοῦ καὶ Πατρός.
Κανών β', ᾨδὴ δ', Ἕτερος Προεόρτιος
Ἦχος β'
Ἐλήλυθας ἐκ Παρθένου ΤΟ ΑΚΟΥΤΕ
Ἡ κτίσις νῦν, τὴν παλαίωσιν πᾶσαν ἀπόρριψον, τὸν Κτίστην κτιζόμενον, καὶ καινουργοῦντά σε βλέπουσα, νήπιον γενόμενον, καὶ πρὸς τὸ πρώην σε, κάλλος ἐπανάγοντα.Θαυμάζοντες, τὸν παράδοξον τόκον ἐφίστανται, Μάγοι ὁδηγούμενοι, θείῳ ἀστέρι, καὶ βλέπουσιν, Ἥλιον ἀνίσχοντα, Παρθενικῆς ἐκ Νεφέλης, δῶρα φέροντες.Ἰδοὺ ἥκει, ἡ Παρθένος ὡς δάμαλις φέρουσα, τὸν μόσχον ἐγγάστριον, τὸν σιτευτὸν ἀφαιρούμενον, κόσμου ἁμαρτήματα, ἀγαλλιάσθω, ἡ κτίσις ἑορτάζουσα.Κηρύγματα, Προφητῶν τοῦ Χριστοῦ τὴν ἀνάδειξιν, μηνύοντα εἴληφε, σήμερον πέρας σωτήριον· ἦλθε γὰρ ἐπέφανε, διὰ σαρκός, τοῖς ἐν σκότει κινδυνεύουσιν.
Κανών γ', ᾨδὴ δ', τῆς Ἁγίας
Ἦχος β'
Ἐλήλυθας ἐκ Παρθένου ΤΟ ΑΚΟΥΤΕ
Ἐλήλυθας, σαρκωθεὶς ἐκ Παρθένου ὁ Ὕψιστος, σαυτῷ μνηστευσάμενος, τὰ τῶν Παρθένων συστήματα, σὲ μόνον ποθήσαντα, τὸν τῶν Παρθένων, Νυμφίον γνωριζόμενον.Γενέσεως, σαρκικῆς ἐξεδύσω τὸ κάλυμμα, παλιγγενεσίας δέ, τὸ μὴ φθειρόμενον ἔνδυμα, Μάρτυς παναοίδιμε, φωτοειδῶς, ἠμφιάσω τῷ βαπτίσματι.Ἀνέτειλεν, ἡ φωσφόρος αὐγὴ τῇ καρδίᾳ σου, τῆς πλάνης διώκουσα, τὴν κεχυμένην σκοτόμαιναν, φέγγει τῷ τῆς χάριτος, Μάρτυς Χριστοῦ, Εὐγενία καλλιπάρθενε.Κοσμίως σου, καὶ ὡραίως τὸν βίον ἐφαίδρυνας, ἀσκήσει τὸ πρότερον, σαρκὸς τὰ πάθη μαράνασα, ὕστερον ἀθλήσει δέ, περιφανῶς, Εὐγενία διαλάμψασα.ΘεοτοκίονὙπερτέρα, τῶν Ἀγγέλων ἐγένου Πανύμνητε, τοῦ Πατρὸς γεννήσασα, βουλῆς μεγάλης τὸν Ἄγγελον, ἄνθρωπον γενόμενον, διὰ πολλήν, εὐσπλαγχνίαν τὸν φιλάνθρωπον.
Κανών α', ᾨδὴ ε', Προεόρτιος
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θεοφανείας σου Χριστέ, τῆς πρὸς ἡμᾶς συμπαθῶς γενομένης, Ἡσαΐας φῶς ἰδὼν ἀνέσπερον, ἐκ νυκτὸς ὀρθρίσας ἐκραύγαζεν. Ἡ Παρθένος ἰδοὺ γαστρὶ ἕξει, καὶ τέξεται σαρκούμενον Λόγον, καὶ πάντες οἱ γηγενεῖς ἀγαλλιάσονται».Νεοποιεῖς τοὺς γηγενεῖς, ὁ Πλαστουργὸς χοϊκὸς χρηματίσας· Φάτνη γὰρ καὶ σπάργανα καὶ σπήλαιον, τῆς σῆς ταπεινώσεως σύμβολα, ὁ δὲ Μνήστωρ τῆς σῆς Μητρός, σὸς δὲ νομιζόμενος Πατὴρ κατὰ σάρκα, τοῦ φύσαντός σε Πατρός, νῦν σχηματίζει βουλήν.Διὰ τῆς σμύρνης τὸ θνητόν, διὰ χρυσοῦ τὸ βασίλειον κράτος, διὰ λιβάνου τῆς Θεότητος, τὴν ὑπεροχὴν ὑπεμφαίνουσι, Βασιλεῖς Ἐθνῶν, ἀπαρχὰς δωροφοροῦντές σε, τὸν ἐν τῷ Σπηλαίῳ τικτόμενον, Βηθλεὲμ ἐξ ἀλοχεύτου Μητρός.Ἐξ ἀλοχεύτου προελθών, ὁ τοῦ Πατρὸς συναΐδιος Λόγος, σαρκωθεὶς κατῴκησας τὸ Σπήλαιον, ὡς θρόνῳ τῇ φάτνῃ χρησάμενος. Καταπλήττεις δέ, τῇ φρικτῇ οἰκονομίᾳ σου, Μάγους καὶ Ποιμένας, Ἀγγέλους τε ἐξιστᾷς, Δόξα κραυγάζοντας.
Κανών β', ᾨδὴ ε', Ἕτερος Προεόρτιος
Ἦχος β'
Μεσίτης Θεοῦ ΤΟ ΑΚΟΥΤΕ
Λαὸς ὁ ποτέ, σκότει καθεζόμενος, ἰδέτω τὸ φῶς, λάμψαν τὸ ἀνέσπερον· ὅπερ ὁ ἀστὴρ πάλαι ἐμήνυσε, τοῖς τὸ πῦρ σεβομένοις, ἐκ τῆς Περσίδος ἄναξιν.Μικρὸν ὑπελθεῖν, Βασιλεὺς ὁ Μέγας σπεύδει Σπήλαιον, κατασμικρυνθέντα με, ὅπως μεγαλύνῃ καὶ πτωχεύσαντα, τῇ ἀμέτρῳ πτωχείᾳ, πλουτίσῃ ὁ ὑπέρθεος.Νῦν ἐξ, Ἰακώβ, Βαλαὰμ ὡς ἔφησε γεννᾶται Χριστός, Ἐθνῶν κυριεύσει τε, καὶ ἀνυψωθήσεται ἐν χάριτι, ἡ αὐτοῦ βασιλεία, μένουσα ἀδιάδοχος.
Κανών γ', ᾨδὴ ε', τῆς Ἁγίας
Ἦχος β'
Ὁ φωτισμὸς ΤΟ ΑΚΟΥΤΕ
Δρόμον τὸν σόν, εὐθυνούμενον βλέπων πρὸς σωτηρίαν, ὄφις ὁ ψυχόλεθρος Ἀθληφόρε, ἀναρριπίζει πειρασμοὺς σοι ποικίλους, τὸν σὸν τόνον λύειν πειρώμενος, τοῦτον δὲ θεόφρον, ἁγνὴ κατεπάτησας.Ὅλη καλή, τῶν καλῶν τῷ δοτῆρι καὶ εὐεργέτῃ, καὶ ψυχῶν Νυμφίῳ Χριστῷ ἐφάνης, ἠγλαϊσμένη Ἀσκητῶν ἐν ἀσκήσει, καὶ Μαρτύρων ἀθλήσει λάμπουσα, Μάρτυς Εὐγενία, Χριστοῦ καλλιπάρθενε.Στεφος τῇ σῇ, κορυφῇ ἐπετέθη τὸ τῶν χαρίτων· τὴν θείαν ἐτίμησας γὰρ σοφίαν, πλοῦτον καὶ δόξαν, πατρικὴν παριδοῦσα, καὶ συντόνως ἀκολουθήσασα, τῷ πεποθημένῳ, Νυμφίῳ σου Πάνσοφε.ΘεοτοκίονἘκ σοῦ ζωή, ἀνατείλασα κόσμῳ Θεογεννῆτορ, τοὺς πρὶν τῷ θανάτῳ κεκρατημένους, ἀνακαλεῖται, πρὸς ζωῆς ἀϊδίου μετουσίαν, τοὺς πίστει κράζοντας· Ἕτερον ἐκτός σου, Θεὸν οὐ γινώσκομεν.
Κανών α', ᾨδὴ ς', Προεόρτιος
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Συνεσχέθη, ἀλλ' οὐ κατεσχέθη, στέρνοις κητῴοις Ἰωνᾶς· σοῦ γὰρ τὸν τύπον φέρων, τοῦ τεχθέντος καὶ σαρκὶ φανέντος, ὡς ἐκ θαλάμου τοῦ θηρὸς ἀνέθορε· γεννηθείς γὰρ νῦν τὸ κατὰ σάρκα, καὶ ταφὴν καὶ θάνατον σαρκὶ ὑπελθών, μέλλεις ἀναστήσεσθαι τριήμερος».Ἀνῃρέθη, νῦν καὶ διῃρέθη, ἔχθρας τῆς ἀρχαίας τῇ σῇ, ἐνσάρκῳ παρουσίᾳ, τὸ μεσότοιχον Χριστὲ καὶ νῶτα, ῥομφαία πᾶσιν, ἡ φλογίνη δίδωσι, ζωηφόρου τῆς Ἐδέμ δὲ ξύλου, μεταλαμβάνω πιστῶς, ἀθανάτων φυτῶν, αὖθις γεωργὸς ἀναδεικνύμενος.Βασιλεύει, σὺν τῇ ἁμαρτίᾳ ᾍδης ἐν Ἀδὰμ μέχρι σοῦ, ἀλλ' ἀναιρεῖται τούτου, ἡ ἀναίδεια τῆς τυραννίδος, τὸ κατὰ σάρκα τικτομένου σου Λυτρωτά, ἐκ φυλῆς Δαυΐδ, καὶ ἐπὶ θρόνου βασιλείας αὐτοῦ, τεθειμένου σου φῶς, καὶ εἰς τοὺς αἰῶνας βασιλεύοντος.Βρεφοκτόνος ἀλλ' οὐ χριστοκτόνος, ἔφυ Ἡρῴδης ὁ δεινός· εἰ γὰρ καὶ τῶν νηπίων, ἐξεθέρισε πικρῶς τὴν χλόην, ἀλλὰ τὸν στάχυν, τῆς ζωῆς οὐκ ἴσχυσε, καταλήψεσθαι καὶ θανατῶσαι· ζωῆς γὰρ ὢν χορηγός, ἔλαβεν ὡς Θεός, θείᾳ δυναστείᾳ τὸν διώκοντα.
Κανών β', ᾨδὴ ς', Ἕτερος Προεόρτιος
Ἦχος β'
Ἐν ἀβύσσῳ πταισμάτων ΤΟ ΑΚΟΥΤΕ
Ξενοτρόπος Χριστὸς εἰς τὰ ἴδια, ἔρχεται, ξενώσωμεν, ἁμαρτιῶν ἑαυτούς, καὶ τοῦτον εἰσδεξώμεθα, ταῖς πραέων ψυχαῖς οἰκιζόμενον.Οὐδαμῶς ἐλαχίστη ἐν πόλεσι, Βηθλεὲμ γεγένησαι· ἐν σοὶ γεννᾶται γάρ, ὁ Βασιλεὺς καὶ Κύριος, τοῦ ποιμᾶναι λαὸν περιούσιον.Πῶς σμικρὸν σε εἰσδέξεται Σπήλαιον, κόσμῳ μὴ χωρούμενον, Ἀπερινόητε; πῶς ὁραθήσῃ νήπιος, ὁ Πατρὶ συννοούμενος ἄναρχος;
Κανών γ', ᾨδὴ ς', τῆς Ἁγίας
Ἦχος β'
Ἐν ἀβύσσῳ πταισμάτων ΤΟ ΑΚΟΥΤΕ
Νυσταγμὸν τοῖς βλεφάροις οὐκ ἔδωκας, ἕως ἡδυπάθειαν, πᾶσαν ἐνέκρωσας, καὶ καθαρὸν τῷ Κτίστῃ σου, σεαυτὴν ἀπετέλεσας σκήνωμα.Αἰγυπτίας τοὺς τρόπους ζηλώσασα, ἡ μεμελασμένη, καὶ πρᾶγμα καὶ ὄνομα, συκοφαντεῖν θρασύνεται, τὴν σεπτὴν πολιτείαν σου Πάνσοφε.Σταθηρὰν ἐπεδείξω τὴν ἔνστασιν, καὶ τῶν ἰαμάτων τὴν χάριν πλουτήσασα, περιουσίᾳ πίστεως, Μοναστῶν καθηγήσω συστήματος.ΘεοτοκίονΜυστικῶς ἐμυοῦντο τὴν ἄφραστον, πάντες οἱ Προφῆταί σου, Πάναγνε γέννησιν, πνευματικῶς τυπούμενοι, καὶ προλέγοντες πᾶσι τὰ μέλλοντα.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον· Ἐκ φθορᾶς, ὁ Θεὸς με ἀνάγαγε».
Κοντάκιον Προεόρτιον
Ἦχος γ' ΤΟ ΑΚΟΥΤΕ
Ἡ Παρθένος σήμερον, τὸν προαιώνιον Λόγον, ἐν Σπηλαίῳ ἔρχεται, ἀποτεκεῖν ἀπορρήτως. Χόρευε ἡ οἰκουμένη ἀκουτισθεῖσα, δόξασον μετὰ Ἀγγέλων καὶ τῶν Ποιμένων, βουληθέντα ἐποφθῆναι, παιδίον νέον, τὸν πρὸ αἰώνων Θεόν.Ἕτερον τῆς ἉγίαςἮχος δ' Ἐπεφάνης σήμερον ΤΟ ΑΚΟΥΤΕΤὴν τοῦ κόσμου πρόσκαιρον, φυγοῦσα δόξαν, τὸν Χριστὸν ἐπόθησας, τὸ εὐγενές σου τῆς ψυχῆς, ἀδιαλώβητον σῴζουσα, Μάρτυς θεόφρον, Εὐγενία πανεύφημε.
Ὁ Οἶκος
Βίῳ καὶ λόγῳ καθαρῷ, καὶ χάριτι Παρθένε, ἀεὶ κεκοσμημένη, σαυτὴν θῦμα προσήγαγες, τῷ ἐκ Παρθένου δι' ἡμᾶς σάρκα ἀνειληφότι, καὶ τεχθέντι ἐπὶ γῆς, δι' εὐσπλαγχνίαν ἄφατον· καὶ διπλοῖς ἐκόσμησε δόξης ἐν στεφάνοις, εὐπρεπῶς σε ὁ Δεσπότης· ἁγνείαν γὰρ ὡς ἄσαρκος τηρήσασα σεμνή, ὡς ἄμωμος Νύμφη, συνεισῆλθες αὐτῷ εἰς τόν οὐράνιον νυμφῶνα, ὅλη φαεινή, τοῖς ἄθλοις πεποικιλμένη, Μάρτυς θεόφρον, Εὐγενία πανεύφημε.
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΚΔ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Ὁσιοπαρθενομάρτυρος Εὐγενίας καὶ τῶν σὺν αὐτῇ.ΣτίχοιΣτεφθεῖσα πρῶτον τοῖς πόνοις Εὐγενία,Βαφὴν ἐβάψω δευσοποιὸν ἐκ ξίφους.Τέτλαθι Εὐγενίη ξίφος εἰκάδι ἀμφὶ τετάρτῃ.Τῇ αὐτῇ ἡμέρᾳ, Ἡ Ἁγία Μάρτυς Βασίλλα, ἡ συμμαρτυρήσασα τῇ Ἁγίᾳ Εὐγενίᾳ, ξίφει τελειοῦται.ΣτίχοιΤὶς ἂν παραδράμῃ σε τμηθεῖσαν ξίφει,Μάρτυς Βασίλλα, πίστεως θείας βάσις;Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Φίλιππος, ὁ πατὴρ τῆς Ἁγίας Εὐγενίας, ξίφει τελειοῦται.ΣτίχοιΜάχαιραν ὄντως δίστομον κατὰ πλάνης,Κτείνει Φίλιππον τῆς μαχαίρας τὸ στόμα.Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι, Πρωτᾶς καὶ Ὑάκινθος, οἱ εὐνοῦχοι καὶ συνασκηταὶ τῆς Ἁγίας Εὐγενίας, ξίφει τελειοῦνται.ΣτίχοιΤμηθέντες, Ὑάκινθε καὶ Πρωτᾶ ξίφει,Κληροῦσθε πρῶτα Μαρτύρων Θεοῦ γέρα.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Νικολάου μοναχοῦ, τοῦ ἀπὸ στρατιωτῶν, καὶ διήγησις ὠφέλιμος.Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Ἀχαϊκὸς ξίφει τελειοῦται.ΣτίχοιΠᾶν Ἀχαϊκὸς ἐκβαλὼν ψυχῆς ἄχος,Ὅλῃ χαρᾷ δέδωκε τὴν κάραν ξίφει.Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Ἀντίοχος ἐν εἰρήνῃ τελειοῦται.ΣτίχοιἈντιόχῳ βδέλυγμα τύρβαι τοῦ βίου,Καὶ βίος ἅπας, ὃν παρῆλθεν ἡδέως.Οἱ Ὅσιοι Βιτιμίων καὶ Ἀφροδίσιος, ἐν εἰρήνῃ τελειοῦνται.Ὁ ἅγιος νεομάρτυς Ἀχμὲτ ὁ μαρτυρήσας ἐν Κωνσταντινουπόλει κατὰ τὸ 1682, ξίφει τελειοῦται.Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Κανών α', ᾨδὴ ζ', Προεόρτιος
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἄφραστον θαῦμα! ὁ ἐν καμίνῳ ῥυσάμενος, τοὺς Ὁσίους Παῖδας ἐκ φλογός, φάτνῃ πενιχρᾷ, βρέφος ἀνακέκλιται, εἰς σωτηρίαν ἡμῶν τῶν μελῳδούντων· Λυτρωτὰ ὁ Θεός, εὐλογητὸς εἶ».Τέτρωται πλάνος, ἐχθρὸς Θεὸν βρέφος κείμενον, ἐπὶ φάτνης, βλέπων πενιχρᾶς, καὶ στένει χειρί, θείᾳ καθαιρούμενος, εἰς σωτηρίαν ἡμῶν τῶν μελῳδούντων· Λυτρωτὰ ὁ Θεός, εὐλογητὸς εἶ.Ὄλβιος φάτνη! ἐν ἑαυτῇ δεξαμένη γάρ, ὥσπερ βρέφος, τὸν Δημιουργόν, ὡς χερουβικὸς θρόνος ἀναδείκνυται, εἰς σωτηρίαν ἡμῶν τῶν μελῳδούντων· Λυτρωτὰ ὁ Θεός, εὐλογητὸς εἶ.Νόμῳ βροτείῳ, τὴν ἐν σπαργάνοις κατάθεσιν, καταδέχῃ, βρέφος πεφηνώς, δι' ὧν τοὺς δεσμούς, λύεις τῶν πταισμάτων μου, ἐλευθερίαν βραβεύων τοῖς βοῶσι· Λυτρωτὰ ὁ Θεός, εὐλογητὸς εἶ.Μία ὑπῆρχεν, ἡ ἐν ἀνάρχῳ γεννήσει σου, καὶ ἐν τόκῳ, τῷ μετὰ σαρκός, Θεότης Χριστέ, σὺν Πατρὶ καὶ Πνεύματι, εἰς σωτηρίαν ἡμῶν τῶν μελῳδούντων· Λυτρωτὰ ὁ Θεός, εὐλογητὸς εἶ.
Κανών β', ᾨδὴ ζ', Ἕτερος Προεόρτιος
Ἦχος β'
Ἀντίθεον πρόσταγμα ΤΟ ΑΚΟΥΤΕ
Ῥανάτωσαν ἄνωθεν ὕδωρ νεφέλαι, ὁ νέφη τιθέμενος, αὐτοῦ σεπτῶς ἐπίβασιν, Νεφέλη ὀχούμενος, Παρθένῳ ἔρχεται, λάμψαι φῶς ἀνέσπερον, τοῖς πρὶν ἐσκοτισμένοις, καὶ κινδυνεύουσι.Στρατὸς εὐτρεπίσθητι θείων Ἀγγέλων, ὑμνῆσαι τὴν ἄφατον, Κυρίου συγκατάβασιν, Μάγοι ἐπιφθάσατε. Ποιμένες σπεύσατε, ἦλθεν ᾧ ἀπέκειτο, Χριστὸς ἡ προσδοκία, Ἐθνῶν καὶ λύτρωσις.Τὶ τοῦτο τὸ μέγιστον καὶ ξένον θαῦμα; πῶς φέρω σε φέροντα, τῷ ῥήματι τὰ σύμπαντα, ἀπόρρητον γέννημα, Υἱέ μου Ἄναρχε; ἔλεγεν ἡ Πάναγνος, Χριστὸν ἐν ταῖς ἀγκάλαις, φρικτῶς κατέχουσα.
Κανών γ', ᾨδὴ ζ', τῆς Ἁγίας
Ἦχος β'
Ἀντίθεον πρόσταγμα ΤΟ ΑΚΟΥΤΕ
Ἀνέπτυξας ἅπασι, τῶν θεοπνεύστων, Γραφῶν τὴν ἀλήθειαν, τὸ θῆλυ ἀρρενώσασα, καὶ πάντας κατέπληξας, τῷ παραδόξῳ σεμνή, οὗσπερ καὶ προσήγαγες, λαμπρῶς, πεπιστευκότας Χριστῷ Πανόλβιε.Σοφῶς ἐστηλίτευσας, τὴν τῶν Εἰδώλων, μανίαν Πανεύφημε, τοῖς θείοις σου διδάγμασι, Παρθένων ἀμέτρητον, μνηστευσαμένη πληθύν, πάντων βασιλεύοντι Χριστῷ, λαμπρυνομένην Μαρτύρων αἵμασιν.Ἰδοῦσα τὸν βίον σου, τὸν θεοφόρον, Βασίλλα ἡ ἔνδοξος, σὲ πόθῳ ἐμιμήσατο· Χριστῷ γὰρ μνηστεύεται, καταλιποῦσα σαρκός, πᾶσαν τὴν εὐπάθειαν· καὶ νῦν τῆς τῶν Μαρτύρων χαρᾶς ἠξίωται.ΘεοτοκίονΝομὴν ἐθεράπευσας, τὴν τοῦ θανάτου, ἀσπόρως κυήσασα, Ζωὴν τὴν ἐνυπόστατον, Παρθένε πανάμωμε, Θεογεννῆτορ Ἁγνή· ὅθεν σε γηθόμενοι, πηγὴν ἀθανασίας κατονομάζομεν.
Κανών α', ᾨδὴ η', Προεόρτιος
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἔκστηθι φρίττων οὐρανέ, καὶ σαλευθήτωσαν, τὰ θεμέλια τῆς γῆς· ἰδοὺ γὰρ σπαργάνοις συμπλέκεται, ὁ πάντα φέρων δρακί, καὶ φάτνῃ σμικρᾷ ξενοδοχεῖται· ὅν Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, Λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».Λέλυται δέσμιος Ἀδάμ, ἐλευθερία τε, πᾶσι δέδοται πιστοῖς, σπαργάνοις Σωτὴρ ἐμπλακέντος σου, καὶ ἐν Σπηλαίῳ σμικρῶ, καὶ φάτνῃ τῶν ἀλόγων τεθέντος· διὸ σοι γεγηθότες, προεόρτιον ὕμνον, ἐν τῇ σῇ γεννήσει, προσφέρομεν ἐν πίστει.Πέπαυται πλάνη Περσική· Ἀστεροσκόποι γάρ, Βασιλεῖς ἀνατολῶν, τεχθέντι δῶρα προσκομίζουσι, Χριστῷ τῷ παμβασιλεῖ, χρυσόν τε καὶ σμύρναν σὺν λιβάνῳ· ὃν Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, Λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.Ὢ τῶν θαυμάτων τῶν καινῶν! ὢ ἀγαθότητος, καὶ ἀπείρου ἀνοχῆς! ἰδοὺ γὰρ ὡς βρέφος λογίζεται, ὁ ἐν ὑψίστοις οἰκῶν, καὶ φεύγει Θεός, θέλων Ἡρῴδην· ὃν Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, Λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Κανών β', ᾨδὴ η', Ἕτερος Προεόρτιος
Ἦχος β'
Κάμινος ποτέ ΤΟ ΑΚΟΥΤΕ
Ὕψος ἀληθῶς, ἀρρήτου μυστηρίου, τοὺς οὐρανοὺς γνώσει καλύψαντος, ἡ ἄμεμπτος Δέσποινα, κατεπλήττετο, καὶ ἔλεγεν· Ὁ θρόνος ὁ οὐράνιος, φλέγεται σε κατέχων, καὶ πῶς Υἱέ μου βαστάζω σε;Φέρεις Πατρικήν, ὁμοίωσιν Υἱέ μου, καὶ πῶς τοῦ δούλου τὸ ὁμοίωμα, πτωχεύσας ἀνέλαβες; πῶς ἐν φάτνῃ ἀνακλίνω σε, ἀλόγως τὸν ῥυόμενον, ἅπαντας ἀλογίας, ὑμνολογῶ σου τὸ εὔσπλαγχνον.Χαῖρε πᾶσα γῆ· ἰδοὺ Χριστὸς ἐγγίζει, ἐν Βηθλεὲμ ἀποτικτόμενος, θάλασσα εὐφράνθητι, Προφητῶν ὅμιλε σκίρτησον, τὴν ἔκβασιν θεώμενος, σήμερον τῶν σῶν λόγων, πάντες ἀγάλλεσθε Δίκαιοι.
Κανών γ', ᾨδὴ η', τῆς Ἁγίας
Ἦχος β'
Τὸν ἐν καμίνῳ τοῦ πυρὸς ΤΟ ΑΚΟΥΤΕ
Ἐν ποταμῷ νεανικῶς, ἐν πυρὶ καρτερικῶς ἐδοκιμάσθης· ἐναντίας γὰρ φύσεις, στερρῶς διῆλθες, Χριστὸν ὑμνοῦσα καὶ πίστει κραυγάζουσα· Ὑπερευλογῶ σε, Χριστὲ εἰς τοὺς αἰῶνας.Ξενοπρεπῶς ἐπιφανείς, ὁ Χριστὸς σοι ἐν φρουρᾷ κατεχομένῃ, διατρέφει πλουσίως, καὶ τῇ Γεννήσει αὐτοῦ, συνάπτει τοῖς ἄνω στρατεύμασιν, αὐτὸν εἰς αἰῶνας, δοξάζουσαν Ὁσία.Ὁ σὸς Νυμφίος εὐπρεπῶς, ἐν στεφάνοις σε διπλοῖς καθωραΐζει, Εὐγενία θεόφρον, καὶ σοὶ νυμφῶνα λαμπρόν, ἐνδίκως ὁ δίκαιος δίδωσιν· ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.Χάρις Θεοῦ φωτοειδής, ἐπιλάμπουσα σὲ νῦν καταγλαΐζει, ἐν μοναῖς οὐρανίαις· ἧς ἐμπλησθῆναι ταῖς σαῖς, πρεσβείαις ἀπαύστως δυσώπησον, τοὺς ἐπιτελοῦντας, τήν σὴν μνήμην θεόφρον.ΘεοτοκίονἈθανασίας διαυγῆ, ἐπιστάμεθα πηγὴν σε Θεοτόκε, ὡς τεκοῦσαν τὸν Λόγον, τοῦ ἀθανάτου Πατρός, τὸν πάντας θανάτου λυτρούμενον, τοὺς ὑπερυψοῦντας αὐτὸν εἰς τούς αἰῶνας.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Τὸν ἐν καμίνῳ τοῦ πυρός, τῶν Ἑβραίων τοῖς Παισὶ συγκαταβάντα, καὶ τὴν φλόγα εἰς δρόσον μεταβαλόντα Θεόν, ὑμνεῖτε τὰ ἔργα ὡς Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».
Κανών α', ᾨδὴ θ', Προεόρτιος
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Μὴ ἐκθαμβῇ νῦν ὦ Μῆτερ, καθορῶσα ὡς βρέφος, ὃν ἐκ γαστρὸς πρὸ Ἑωσφόρου, τέτοκε Πατήρ· ἀναστῆσαι γὰρ καὶ συνδοξάσαι βροτῶν, πεπτωκυῖαν τὴν φύσιν, ἐλήλυθα σαφῶς, τὴν ἐν πίστει καὶ πόθῳ, σὲ μεγαλύνουσαν».Ἐπὶ τῷ ξένῳ σου τόκῳ, τὰς ὠδῖνας φυγοῦσα, ὑπερφυῶς ἐμακαρίσθην, Ἄναρχε Υἱέ· σὲ δὲ νῦν ὁρῶσα, Ἡρῴδην φεύγοντα, τῇ ῥομφαίᾳ τῆς λύπης, σπαράττομαι ψυχήν· ἀλλὰ ζῆθι καὶ σῷζε τοὺς σὲ γεραίροντας.Γῆς μὲν ἐπέβην Αἰγύπτου, ἀλλ' Αἰγύπτου ὦ Μῆτερ, τὰ χειροποίητα κατέβαλον σεισμῷ, τὴν ψυχὴν δέ μου μάτην, ἐπιζητούντων ἐχθρῶν, πεμπομένων εἰς ᾍδην, ὡς μόνος κραταιός, ἐπανήξω, καὶ σώσω, τοὺς σὲ γεραίροντας.Ἀγαλλιάσθω ἡ κτίσις· κτίζεται γὰρ ὁ Κτίστης, καὶ ὁ προὼν νῦν πρόσφατος, γνωρίζεται Θεός, μετὰ δώρων Μάγοι προσυπαντάτωσαν, οἱ Ποιμένες τὸ θαῦμα, κροτείτωσαν πιστῶς, καὶ βροτοὶ τοῖς, Ἀγγέλοις, συνευφραινέσθωσαν.
Κανών β', ᾨδὴ θ', Ἕτερος Προεόρτιος
Ἦχος β'
Ἀνάρχου Γεννήτορος ΤΟ ΑΚΟΥΤΕ
Ψαλάτωσαν χαίρουσαι, αἱ βασιλεῖαι πάσης γῆς, πατριαὶ τῶν Ἐθνῶν τε ἀγαλλιάσθωσαν, ὄρη καὶ βουνοὶ καὶ κοιλάδες οἱ ποταμοί, θάλασσα καὶ ὅλη, ἡ κτίσις τὸν Κύριον, νῦν τικτόμενον μεγάλυνε.Ὡράθης ὡς θέμις ἦν, Προφήταις σὲ θεάσασθαι· ἐν ἐσχάτοις καιροῖς δέ, βροτὸς γενόμενος, πᾶσιν ἐπεφάνης ἀνθρώποις, ἐν Βηθλεὲμ πόλει Ἰουδαίας, ἀστέρος δεικνῦντός σε, ἀστρολόγοις Ἀνερμήνευτε.Ἰδοὺ εἰς τὰ ἴδια, ἐν ἀλλοτρίῳ ἔρχεται, ὁ Πανάγιος Λόγος, Ἁγίῳ Σώματι, ξένῳ τοκετῷ, ξενωθέντα προσοικειῶν, ἑαυτῷ τὸν κόσμον, αὐτὸν ἀνυμνήσωμεν, δι' ἡμᾶς πτωχὸν γενόμενον.Ὦ τέκνον γλυκύτατον, πῶς τρέφω σε τὸν τρέφοντα; πῶς κρατῶ σε κρατοῦντα τὰ πάντα νεύματι; πῶς δὲ σπαργανῶ σπαργανοῦντα, πᾶσαν τὴν γῆν ὁμίχλῃ; ἐβόα, ἡ Πάναγνος Δέσποινα, ἣν ἐν πίστει μεγαλύνομεν.
Κανών γ', ᾨδὴ θ', τῆς Ἁγίας
Ἦχος β'
Ἀνάρχου Γεννήτορος ΤΟ ΑΚΟΥΤΕ
Μονὰς κατοικήσασα, τὰς οὐρανίους ἔνδοξε, νῦν τρυφῆς Παραδείσου, κατηξιώθης σαφῶς, μετὰ τῶν Παρθένων ὡς Μάρτυς, παναληθής, καὶ μετὰ Μαρτύρων, Παρθένος πανάμωμος, Εὐγενία παμμακάριστε.Ἐφέσεως ἔτυχες, τῆς ὑπὲρ νοῦν καὶ ἔννοιαν, ὀρεκτῶν ἀκροτάτῳ, παρισταμένη φαιδρῶς, καὶ ταῖς φωτοβόλοις ἀκτῖσι, τῆς ἀρχικῆς, Τριάδος θεόφρον, σαφῶς διαλάμπουσα, Εὐγενία παμμακάριστε.Λαμπάδα κατέχουσα, τῆς παρθενίας ἔνδοξε, τῶν Μαρτύρων στεφάνῳ, κατακεκόσμησαι, καὶ νῦν δυσωποῦσα μὴ παύσῃ, τοὺς εὐσεβῶς, πόθῳ σε τιμῶντας, σωθῆναι πρεσβείαις σου, Εὐγενία παναοίδιμε.Πρὸς θείαν ἐξῆλθες νῦν, ἀναψυχὴν πανάριστε, αἰκισμῶν διελθοῦσα, τὸ πῦρ τὸ ἄστεκτον, καὶ τὸ ἀνυπόστατον ὕδωρ, τῶν πειρασμῶν, Μάρτυς Εὐγενία, Χριστὸν οὖν δυσώπησον, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.ΘεοτοκίονὩς πόκος Πανάμωμε, τὸν ὄμβρον τὸν οὐράνιον, ἐν γαστρὶ συλλαβοῦσα, ἡμῖν ἐκτέτοκας, τὸν τὴν ἀμβροσίαν διδόντα, τοῖς εὐσεβῶς, αὐτὸν ἀνυμνοῦσι, καὶ σὲ τὴν Πανάμωμον, Θεοτόκον καταγγέλλουσιν.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ἀνάρχου Γεννήτορος, Υἱὸς Θεὸς καὶ Κύριος, σαρκωθεὶς ἐκ Παρθένου, ἡμῖν ἐπέφανε, τὰ ἐσκοτισμένα φωτίσαι, συναγαγεῖν τὰ ἐσκορπισμένα· διὸ τὴν πανύμνητον, Θεοτόκον μεγαλύνομεν».
Ἐξαποστειλάριον Προεόρτιον
Ἦχος β'
Τοῖς Μαθηταῖς συνέλθωμεν ΤΟ ΑΚΟΥΤΕ
Ὁ φῶς οἰκῶν ἀπρόσιτον, καὶ συνέχων τὰ πάντα, δι' εὐσπλαγχνίαν ἄφατον, ἐκ Παρθένου γεννᾶται, καὶ σπαργανοῦται ὡς βρέφος, ἐν Σπηλαίῳ καὶ φάτνῃ, ἀλόγων ἀνακλίνεται· σπεύσωμεν ἐπιστῆναι, ἐν Βηθλεέμ, εἰς αὐτοῦ προσκύνησιν μετὰ Μάγων, καρποὺς ἀρίστων πράξεων, κομιοῦντες ὡς δῶρα.
Ἐξαποστειλάριον, τῆς Ἁγίας
Ἦχος β'
Τοῖς Μαθηταῖς συνέλθωμεν ΤΟ ΑΚΟΥΤΕ
Οὐδὲν ἐδείχθη κώλυμα, πρὸς τελείους ἀγῶνας, τὸ ἀσθενὲς τοῦ θήλεος ἀοράτῳ σου σθένει, Χριστὲ ῥωννύμενον· ὅθεν, Εὐγενία ἡ Μάρτυς, γενναίως ὑπερήθλησεν, ἧς τὴν ἔνδοξον μνήμην, συνῆψας νῦν, τῇ σεπτῇ Γεννήσει σου καὶ φωσφόρῳ, ἣν κατεδέξω Δέσποτα, ἐκ Παρθένου Ἁγίας
Ἕτερον Ἐξαποστειλάριον Προεόρτιον
Ἦχος β'
Τοῖς Μαθηταῖς συνέλθωμεν ΤΟ ΑΚΟΥΤΕ
Ὕμνον πιστοὶ προσάξωμεν, τῇ Παρθένῳ Μαρίᾳ· ἰδοὺ γὰρ νῦν προέρχεται, Βηθλεὲμ ἐν τῇ πολει, τεκεῖν Χριστὸν τὸν Σωτῆρα· ὅθεν Μάγοι σὺν δώροις, μετὰ ἀστέρος δράμετε, σὺν ἡμῖν προσκυνῆσαι, Ποιμένες δέ, ἐκβοῆσαι σπεύσατε σὺν Ἀγγέλοις, τῷ τικτομένῳ· Δόξα σοι, ἐν σπηλαίῳ καὶ φάτνῃ.
Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια Προεόρτια.
Στιχηρὰ Προσόμοια Προεόρτια
Ἦχος πλ. β'
Αἱ Ἀγγελικαὶ ΤΟ ΑΚΟΥΤΕ
Ὢ τῶν ὑπὲρ νοῦν, καὶ ἀρρήτων μυστηρίων! τίκτεται Θεός, ἐπὶ γῆς δι' εὐσπλαγχνίαν, τὴν δουλικὴν εἰκόνα, ἑαυτῷ περιθέμενος, ὅπως τῆς δουλείας ἀφαρπάσῃ, τῆς τοῦ ἀλλοτρίου τοὺς βοῶντας, πόθῳ ζέοντι· Εὐλογημένος εἶ Σωτήρ, ὁ μόνος Φιλάνθρωπος.
Ἦχος πλ. β'
Δεῦρο Ἰσραήλ, βαρυκάρδιε ἀπόθου, τὸ ἐν τῇ ψυχῇ, ἐπικείμενόν σοι νέφος, ἐπίγνωθι τὸν Πλάστην, ἐν Σπηλαίῳ τικτόμενον, οὗτος τῶν Ἐθνῶν ἡ προσδοκία, οὗτος καθελεῖ τὰς ἑορτάς σου, βοᾶν· οὐ πείθῃ γάρ, ὁ Βασιλεὺς τοῦ Ἰσραήλ, Χριστὸς παραγίνεται.
Ἦχος πλ. β'
Ἥλιε Υἱέ, πῶς σε κρύψω τοῖς σπαργάνοις; πῶς σε γαλουχῶ, πάσης φύσεως τροφέα; πῶς σε χερσὶ κατέχω, τὸν κρατοῦντα τὰ σύμπαντα; πῶς σοι ἀδεῶς ἐνατενίζω, ᾧ οὐ τολμᾷ ἐνατενίζειν, τὰ πολυόμματα; ἡ Ἀπειρόγαμος Χριστόν, κρατοῦσα ἐφθέγγετο.
Ἦχος πλ. β'
ᾌσμασι καινοῖς, ἀλαλάξατε Ποιμένες, λόγους μαγικούς, ἀπορρίψατε οἱ Μάγοι, σταλάξατε τὰ ὄρη, καὶ βουνοὶ ἀγαλλίασιν, δεῦτε θυγατέρες Βασιλέων, εἰς τὴν χαράν τῆς Θεοτόκου, λαοὶ εἴπωμεν· Εὐλογημένος ὁ τεχθείς, Θεὸς ἡμῶν δόξα σοι.
Δοξαστικὸν
Ἦχος πλ. β'
Αἱ Ἀγγελικαὶ ΤΟ ΑΚΟΥΤΕ
Δεῦρο Βηθλεέμ, ἑτοιμάζου τὰ τοῦ τόκου, ἴθι Ἰωσήφ, ἀπογράφου σὺν Μαρίᾳ, σεπτοτάτη ἡ φάτνη! θεοφόρα τὰ σπάργανα! ἔνθα ἡ ζωὴ ἐνειληθεῖσα, σειρὰς θανάτου διαρρήξει, ἐπισφίγγουσα, πρὸς ἀφθαρσίαν τοὺς βροτούς, Χριστὲ ὁ Θεὸς ἡμῶν.
Θεοτοκίον
Ἦχος πλ. β'
Ὢ μακαριστή, τῆς θεόπαιδος κοιλία, ἥτις νοητῶς, οὐρανοῦ μείζων ἐδείχθη! ὃν οὐ χωρεῖ γὰρ οὗτος, σὺ κατέχεις βαστάζουσα. Ὢ μακαριστοὶ μαστοὶ Παρθένου, οὕσπερ θηλάσειεν ὁ τρέφων, πνοὴν ἅπασαν, Χριστὸς ὁ μήτρᾳ σάρξ παγείς, ἀνάνδρου Νεάνιδος.
Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.Ἦχος β' Οἶκος τοῦ Ἐφραθᾶ ΤΟ ΑΚΟΥΤΕΟἶκος τοῦ Παντουργοῦ, ἐδείχθης ὦ Παρθένε· ἐν σοὶ γὰρ ἐνοικήσας, ὁ Κύριος τῆς δόξης, τεχθῆναι νῦν προέρχεται. Στίχ. Ὁ Θεὸς ἀπὸ Θαιμὰν ἥξει καὶ ὁ ἅγιος ἐξ ὄρους κατασκίου δασέος.Νέον ἐν Βηθλεέμ, παιδίον ἐκ Παρθένου, Θεὸς ὁ πρὸ αἰώνων, ἐν φάτνῃ τῶν ἀλόγων, γεννᾶται, ὢ τοῦ θαύματος!Στίχ. Κύριε εἰσακήκοα τὴν ἀκοήν σου καὶ ἐφοβήθην. Κύριε κατενόησα τὰ ἔργα σου καὶ ἐξέστην.Τάξεις αἱ νοεραί, Ἀγγέλων ἐν ὑψίστοις, Θεῷ μετὰ Ποιμένων, βοήσατε καὶ Μάγων, τῷ τικτομένῳ δόξα σοι.
Θεοτοκίον
Ἦχος πλ. δ'
Ὑπόδεξαι Βηθλεέμ, τὴν τοῦ Θεοῦ Μητρόπολιν· φῶς γὰρ τὸ ἄδυτον, ἐπὶ σὲ γεννῆσαι ἥκει, Ἄγγελοι θαυμάσατε ἐν οὐρανῷ, ἄνθρωποι δοξάσατε ἐπὶ τῆς γῆς, Μάγοι ἐκ Περσίδος, τὸ τρισόκλεον δῶρον προσκομίσατε· Ποιμένες ἀγραυλοῦντες, τὸν τρισάγιον ὕμνον μελῳδήσατε. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Παντουργέρτην.
| TA ΜΗΝΑΙΑ | Δεκέμβριος | 24 |
ΑΚΟΛΟΥΘΙΑ ΤΩΝ ΩΡΩΝ
ΑΚΟΛΟΥΘΙΑ ΤΩΝ ΩΡΩΝ
ΩΡΑ ΠΡΩΤΗ
Ἱερεὺς Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα της ἀληθείας ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν ὁ θησαυρός τῶν ἀγαθῶν καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος καὶ σῶσον ἀγαθέ, τὰς ψυχὰς ἡμῶν. Ἀμήν.
Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς (ἐκ τρίτου).
Δόξα... Καὶ νῦν...
Παναγία Τριάς, ἐλέησον ἡμᾶς.
Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν.
Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν.
Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν,
ἕνεκεν του ὀνόματός σου.
Κύριε ἐλέησον (ἐκ τρίτου)
Δόξα... Καὶ νῦν...
Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ἱερεὺς Ὅτι σοῦ ἐστιν ἡ βασιλεία...
Κύριε ἐλέησον ιβ'
Δόξα... Καὶ νῦν...
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, Χριστῷ τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.
καὶ τοὺς ἑπομένους ψαλμούς.
Ψαλμὸς Ε' (5)
Τὰ ῥήματά μου ἐνώτισαι, Κύριε, σύνες τῆς κραυγῆς μου. Πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ὁ Βασιλεύς μου καὶ ὁ Θεός μου. Ὅτι πρὸς σὲ προσεύξομαι, Κύριε, τὸ πρωῒ εἰσακούσῃ τῆς φωνῆς μου. Τὸ πρωῒ παραστήσομαί σοι, καὶ ἐπόψει με, ὅτι οὐχὶ Θεὸς θέλων ἀνομίαν σὺ εἶ, οὐ παροικήσει σοι πονηρευόμενος, οὐδὲ διαμενοῦσι παράνομοι κατέναντι τῶν ὀφθαλμῶν σου. Ἐμίσησας πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν, ἀπολεῖς πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος. Ἄνδρα αἱμάτων καὶ δόλιον βδελύσσεται Κύριος. Ἐγὼ δὲ ἐν τῷ πλήθει τοῦ ἐλέους σου εἰσελεύσομαι εἰς τὸν οἶκόν σου, προσκυνήσω πρὸς ναὸν ἅγιόν σου ἐν φόβῳ σου. Κύριε, ὁδήγησόν με ἐν τῇ δικαιοσύνῃ σου ἕνεκα τῶν ἐχθρῶν μου, κατεύθυνον ἐνώπιόν σου τὴν ὁδόν μου. Ὅτι οὐκ ἔστιν ἐν τῷ στόματι αὐτῶν ἀλήθεια, ἡ καρδία αὐτῶν ματαία. Τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν, ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν· κρῖνον αὐτούς, ὁ Θεός. Ἀποπεσάτωσαν ἀπὸ τῶν διαβουλιῶν αὐτῶν, κατὰ τὸ πλῆθος τῶν ἀσεβειῶν αὐτῶν ἔξωσον αὐτούς, ὅτι παρεπίκρανάν σε, Κύριε. Καὶ εὐφρανθείησαν πάντες οἱ ἐλπίζοντες ἐπὶ σέ, εἰς αἰῶνα ἀγαλλιάσονται, καὶ κατασκηνώσεις ἐν αὐτοῖς, καὶ καυχήσονται ἐν σοὶ πάντες οἱ ἀγαπῶντες τὸ ὄνομά σου. Ὅτι σὺ εὐλογήσεις δίκαιον. Κύριε, ὡς ὅπλῳ εὐδοκίας ἐστεφάνωσας ἡμᾶς.
Ψαλμὸς ΜΔ' (44)
Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθὸν· λέγω ἐγὼ τὰ ἔργα μου τῷ Βασιλεῖ ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου. Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων· ἐξεχύθη ἡ χάρις ἐν χείλεσίν σου· διὰ τοῦτο εὐλόγησέ σε ὁ Θεὸς εἰς τὸν αἰῶνα. Περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, Δυνατὲ. Τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου· καὶ ἔντεινε, καὶ κατευοδοῦ καὶ βασίλευε ἕνεκεν ἀληθείας καὶ πραότητος καὶ δικαιοσύνης· καὶ ὁδηγήσει σε θαυμαστῶς ἡ δεξιά σου. Τὰ βέλη σου ἠκονημένα, Δυνατὲ, λαοὶ ὑποκάτω σου πεσοῦνται ἐν καρδίᾳ τῶν ἐχθρῶν τοῦ βασιλέως. Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. Ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. Σμύρνα καὶ στακτὴ καὶ κασία ἀπὸ τῶν ἱματίων σου, ἀπὸ βάρεων ἐλεφαντίνων ἐξ ὧν εὔφρανάν σε θυγατέρες βασιλέων ἐν τῇ τιμῇ σου·Παρέστη ἡ Βασίλισσα ἐκ δεξιῶν σου ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποικιλμένη. Ἄκουσον Θύγατερ καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου· καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου, ὅτι αὐτὸς ἐστι Κύριός σου καὶ προσκυνήσεις αὐτῷ. Καὶ θυγάτηρ Τύρου ἐν δώροις· τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ. Πᾶσα ἡ δόξα αὐτῆς τῆς θυγατρὸς βασιλέως ἔσωθεν ἐν κροσσωτοῖς χρυσοῖς, περιβεβλημένη, πεποικιλμένη. Ἀπενεχθήσονται τῷ βασιλεῖ Παρθένοι ὀπίσω αὐτῆς αἱ πλησίον αὐτῆς ἀπενεχθήσονταί σοι. Ἀπενεχθήσονται ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει· ἀχθήσονται εἰς ναὸν Βασιλέως. Ἀντὶ τῶν πατέρων σου ἐγενήθησάν σοι οἱ υἱοὶ σου, καταστήσεις αὐτοὺς ἄρχοντας ἐπὶ πᾶσαν τὴν γῆν. Μνησθήσονται τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. Διὰ τοῦτο λαοὶ ἐξομολογήσονταί σοι εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Ψαλμὸς ΜΕ' (45)
Ὁ Θεὸς ἡμῶν καταφυγὴ καὶ δύναμις, βοηθὸς ἐν θλίψεσιν ταῖς εὑρούσαις ἡμᾶς σφόδρα. Διὰ τοῦτο οὐ φοβηθησόμεθα ἐν τῷ ταράσσεσθαι τὴν γῆν, καὶ μετατίθεσθαι ὄρη ἐν καρδίαις θαλασσῶν. Ἤχησαν καὶ ἐταράχθησαν τὰ ὕδατα αὐτῶν, ἐταράχθησαν τὰ ὄρη ἐν τῇ κραταιότητι αὐτοῦ. Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσιν τὴν Πόλιν τοῦ Θεοῦ. Ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ ὕψιστος. Ὁ Θεὸς ἐν μέσῳ αὐτῆς καὶ οὐ σαλευθήσεται· βοηθήσει αὐτῇ ὁ Θεὸς τὸ πρὸς πρωῒ πρωΐ. Ἐταράχθησαν ἔθνη, ἔκλιναν βασιλεῖαι, ἔδωκε φωνὴν αὐτοῦ ὁ ὕψιστος, ἐσαλεύθη ἡ γῆ. Κύριος τῶν δυνάμεων μεθ' ἡμῶν ἀντιλήπτωρ ἡμῶν ὁ Θεὸς Ἰακὼβ. Δεῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ Θεοῦ, ἃ ἔθετο τέρατα ἐπὶ τῆς γῆς ἀνταναιρῶν πολέμους μέχρι τῶν περάτων τῆς γῆς. Τόξον συντρίψει καὶ συνθλάσει ὅπλον, καὶ θυρεοὺς κατακαύσει ἐν πυρὶ. Σχολάσατε καὶ γνῶτε, ὅτι ἐγὼ εἰμι ὁ Θεὸς· ὑψωθήσομαι ἐν τοῖς ἔθνεσιν ὑψωθήσομαι ἐν τῇ γῇ. Κύριος τῶν δυνάμεων μεθ' ἡμῶν ἀντιλήπτωρ ἡμῶν ὁ Θεὸς Ἰακὼβ.
Δόξα... Καὶ νῦν... Ἀλληλούϊα, γ' Κύριε ἐλέησον, γ'
Δόξα...
Τροπάριον
Ἀπεγράφετο ποτέ, σὺν τῷ πρεσβύτῃ Ἰωσήφ, ὡς ἐκ σπέρματος Δαυΐδ, ἐν Βηθλεὲμ ἡ Μαριάμ, κυοφοροῦσα τὴν ἄσπορον κυοφορίαν. Ἐπέστη δὲ καιρὸς ὁ τῆς γεννήσεως, καὶ τόπος ἦν οὐδεὶς τῷ καταλύματι· ἀλλ' ὡς τερπνὸν παλάτιον, τὸ Σπήλαιον τῇ Βασιλίδι ἐδείκνυτο. Χριστὸς γεννᾶται, τὴν πρὶν πεσοῦσαν,ἀναστήσων εἰκόνα.
Καὶ νῦν... Θεοτοκίον
Τὶ σε καλέσωμεν, ὦ Κεχαριτωμένη; Οὐρανόν, ὅτι ἀνέτειλας τὸν Ἥλιον τῆς δικαιοσύνης· Παράδεισον, ὅτι ἐβλάστησας τὸ ἄνθος τῆς ἀφθαρσίας· Παρθένον, ὅτι ἔμεινας ἄφθορος· ἁγνὴν Μητέρα, ὅτι ἔσχες σαῖς ἁγίαις ἀγκάλαις υἱόν, τὸν πάντων Θεόν. Αὐτὸν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἶτα ψάλλομεν τὰ ἑπόμενα τρία Ἰδιόμελα, δευτεροῦντες αὐτά, τὸ πρῶτον χωρὶς Στίχων, τὸ δεύτερον μετὰ τῶν Στίχων, καὶ τὸ τρίτον εἰς τό, Δόξα, Καὶ νῦν, οὕτω ποιοῦντες καὶ εἰς τὰ ἐν ταῖς λοιπαῖς Ὥραις τοιαῦτα Τροπάρια.
Στιχηρὰ Ἰδιόμελα
Ἦχος πλ. δ', Ποίημα Σωφρονίου Πατριάρχου Ἱεροσολύμων
Βηθλεὲμ ἑτοιμάζου· εὐτρεπιζέσθω ἡ φάτνη· τὸ Σπήλαιον δεχέσθω, ἡ ἀλήθεια ἦλθεν· ἡ σκιὰ παρέδραμε· καὶ Θεὸς ἀνθρώποις, ἐκ Παρθένου πεφανέρωται, μορφωθείς τὸ καθ' ἡμᾶς, καὶ θεώσας τὸ πρόσλημμα. Διὸ Ἀδὰμ ἀνανεοῦται σὺν τῇ Εὔᾳ, κράζοντες· Ἐπὶ γῆς εὐδοκία ἐπεφάνη, σῶσαι τὸ γένος ἡμῶν.
Καὶ πάλιν τὸ αὐτὸ
Στίχ. Ὁ Θεὸς ἀπὸ Θαιμὰν ἥξει καὶ ὁ ἅγιος ἐξ ὄρους κατασκίου δασέος.
Ἦχος γ'
Νῦν προφητικὴ πρόρρησις, πληρωθῆναι ἐπείγεται, μυστικῶς ἡ φάσκουσα· Καὶ σὺ Βηθλεὲμ γῆ Ἰούδα, οὐδαμῶς ὑπάρχεις ἐλαχίστη ἐν τοῖς Ἡγεμόσι, προευτρεπίζουσα τὸ σπήλαιον· ἐκ σοῦ γὰρ μοι ἐξελεύσεται, ἡγούμενος τῶν Ἐθνῶν διὰ σαρκός, ἐκ Παρθένου Κόρης Χριστὸς ὁ Θεός, ὃς ποιμανεῖ τὸν λαὸν αὐτοῦ, τὸν νέον Ἰσραήλ. Δῶμεν αὐτῷ ἅπαντες μεγαλωσύνην.
Στίχ. Κύριε εἰσακήκοα τὴν ἀκοήν σου καὶ ἐφοβήθην· Κύριε κατενόησα τὰ ἔργα σου καὶ ἐξέστην.
Καὶ πάλιν τὸ αὐτὸ
Δόξα...Ἦχος πλ. δ'
Τάδε λέγει Ἰωσὴφ πρὸς τὴν Παρθένον· Μαρία, τὶ τὸ δρᾶμα τοῦτο, ὃ ἐν σοὶ τεθέαμαι; ἀπορῶ καὶ ἐξίσταμαι, καὶ τὸν νοῦν καταπλήττομαι! Λάθρα τοίνυν ἀπ' ἐμοῦ, γενοῦ ἐν τάχει. Μαρία, τὶ τὸ δρᾶμα τοῦτο, ὃ ἐν σοὶ τεθέαμαι; ἀντὶ τιμῆς αἰσχύνην, ἀντ' εὐφροσύνης, τὴν λύπην, ἀντὶ τοῦ ἐπαινεῖσθαι, τὸν ψόγον μοι προσήγαγες. Οὐκ ἔτι φέρω λοιπόν, τὸ ὄνειδος ἀνθρώπων· ὑπὸ γὰρ Ἱερέων ἐκ τοῦ ναοῦ, ὡς ἄμεμπτον Κυρίου σὲ παρέλαβον· καὶ τὶ τὸ ὁρώμενον;
Καὶ νῦν... Πάλιν τὸ αὐτὸ
Προκείμενον Ἦχος δ'
Κύριος εἶπε πρὸς με· Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε.
Στίχ. Αἴτησαι παρ' ἐμοῦ καὶ δώσω σοι Ἔθνη τὴν κληρονομίαν σου.
Προφητείας Μιχαίου τὸ Ἀνάγνωσμα
(Κεφ. 5,13)
Τάδε λέγει Κύριος· Καὶ σὺ Βηθλεὲμ οἶκος τοῦ Ἐφραθᾶ μὴ ὀλιγοστὸς εἶ ἐν χιλιάσιν Ἰούδα· ἐκ σοῦ γάρ μοι ἐξελεύσεται τοῦ εἶναι εἰς ἄρχοντα ἐν τῷ Ἰσραὴλ, καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ' ἀρχῆς, ἐξ ἡμερῶν αἰῶνος. Διὰ τοῦτο δώσει αὐτοὺς ἕως καιροῦ τικτούσης, τέξεται· καὶ οἱ ἐπίλοιποι τῶν ἀδελφῶν αὐτοῦ ἐπιστρέψουσιν ἐπὶ τοὺς υἱοὺς Ἰσραὴλ. Καὶ στήσεται, καὶ ὄψεται, καὶ ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ ἐν ἰσχύϊ Κύριος, καὶ ἐν τῇ δόξῃ τοῦ ὀνόματος Κυρίου τοῦ Θεοῦ αὐτοῦ ὑπάρξουσι· διότι νῦν μεγαλυνθήσονται ἕως ἄκρων τῆς γῆς.
Ὁ Ἀπόστολος
Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα, (Κεφ. 1,112)
Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς Προφήταις, ἐπ' ἐσχάτων τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ· ὃν ἔθηκε κληρονόμον πάντων, δι' οὗ καὶ τοὺς αἰῶνας ἐποίησεν. Ὃς ὢν ἀπαύγασμα τῆς δόξης, καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, δι' ἑαυτοῦ καθαρισμὸν ποιησάμενος τῶν ἁμαρτιῶν ἡμῶν, ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς. Τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων, ὄσῳ διαφορώτερον παρ' αὐτοὺς κεκληρονόμηκεν ὄνομα. Τίνι γὰρ εἶπὲ ποτε τῶν Ἀγγέλων· Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε; Καὶ πάλιν· Ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν; Ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει· καὶ προσκυνησάτωσαν αὐτῷ πάντες Ἄγγελοι Θεοῦ. Καὶ πρὸς μὲν τοὺς Ἀγγέλους λέγει· Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα. Πρὸς δὲ τὸν Υἱόν· Ὁ θρόνος σου, ὁ Θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. Καί, Σὺ κατ' ἀρχάς, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σου εἰσιν οἱ οὐρανοί. Αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτούς, καὶ ἀλλαγήσονται· σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι.
Εὐαγγέλιον, Κατὰ Ματθαῖον, (Κεφ. 1,1825)
Τοῦ Ἰησοῦ Χριστοῦ ἡ γέννησις οὕτως ἦν· μνηστευθείσης γὰρ τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ Ἰωσήφ, πρὶν ἢ συνελθεῖν αὐτούς, εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος Ἁγίου. Ἰωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς δίκαιος ὤν, καὶ μὴ θέλων αὐτὴν παραδειγματίσαι, ἐβουλήθη λάθρα ἀπολῦσαι αὐτήν. Ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος, ἰδού, ἄγγελος Κυρίου κατ' ὄναρ ἐφάνη αὐτῷ, λέγων· Ἰωσήφ, υἱὸς Δαβίδ, μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου· τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ Πνεύματός ἐστιν Ἁγίου,τέξεται δὲ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν. Τοῦτο δὲ ὅλον γέγονεν, ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ Κυρίου διὰ τοῦ προφήτου λέγοντος· Ἰδού, ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ὃ ἐστι μεθερμηνευόμενον· Μεθ' ἡμῶν ὁ Θεός. Διεγερθεὶς δὲ ὁ Ἰωσὴφ ἀπὸ τοῦ ὕπνου ἐποίησεν ὡς προσέταξεν αὐτῷ ὁ ἄγγελος Κυρίου, καὶ παρέλαβε τὴν γυναίκα αὐτοῦ, καὶ οὐκ ἐγίνωσκεν αὐτὴν ἕως οὗ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον· καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ ΙΗΣΟΥΝ.
Μετὰ ταῦτα λέγει ὁ Ἀναγνώστης
Τὰ διαβήματά μου κατεύθυνον κατὰ τὸ λόγιόν σου, καὶ μὴ κατακυριευσάτω μου πᾶσα ἀνομία.
Λύτρωσαί με ἀπὸ συκοφαντίας ἀνθρώπων, καὶ φυλάξω τὰς ἐντολάς σου.
Τὸ πρόσωπόν σου ἐπίφανον ἐπὶ τὸν δοῦλόν σου, καὶ δίδαξόν με τὰ δικαιώματά σου.
Πληρωθήτω τὸ στόμα μου αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσω τὴν δόξαν σου, ὅλην τὴν ἡμέραν τὴν μεγαλοπρέπειάν σου.
Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς (ἐκ τρίτου).
Δόξα... Καὶ νῦν...
Παναγία Τριάς, ἐλέησον ἡμᾶς.
Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν.
Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν.
Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν,
ἕνεκεν του ὀνόματός σου.
Κύριε ἐλέησον (ἐκ τρίτου)
Δόξα... Καὶ νῦν...
Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ἱερεὺς Ὅτι σοῦ ἐστιν ἡ βασιλεία...
Κοντάκιον, Ἦχος γ' ΤΟ ΑΚΟΥΤΕ
Η παρθένος σήμερον, τὸν προαιώνιον Λόγον, ἐν σπηλαίῳ ἔρχεται, ἀποτεκεῖν ἀπορρήτως. Χόρευε ἡ οἰκουμένη ἀκουτισθεῖσα· δόξασον μετὰ Ἀγγέλων καὶ τῶν Ποιμένων, βουληθέντα ἐποφθῆναι, παιδίον νέον, τὸν πρὸ αἰώνων Θεόν.
Κύριε ἐλέησον μ'
Ὁ ἐν παντὶ καιρῷ καὶ πάσῃ ὥρᾳ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς προσκυνούμενος καὶ δοξαζόμενος Χριστὸς ὁ Θεός, ὁ μακρόθυμος, ὁ πολυέλεος, ὁ πολυεύσπλαγχνος, ὁ τοὺς δικαίους ἀγαπῶν καί τοὺς ἁμαρτωλοὺς ἐλεῶν, ὁ πάντας καλῶν πρὸς σωτηρίαν διά τῆς ἐπαγγελίας τῶν μελλόντων ἀγαθῶν , αὐτός Κύριε, πρόσδεξαι καὶ ἡμῶν ἐν τῇ ὥρᾳ ταύτῃ τὰς ἐντεύξεις καὶ ἴθυνον τὴν ζωὴν ἡμῶν πρὸς τὰς ἐντολάς σου. Τὰς ψυχὰς ἡμῶν ἁγίασον, τὰ σώματα ἅγνισον , τοὺς λογισμοὺς διόρθωσον, τὰς ἐννοίας κάθαρον καὶ ῥῦσαι ἡμᾶς ἀπὸ πάσης θλίψεως, κακῶν καὶ ὀδύνης. Τείχισον ἡμᾶς ἁγίοις σου Ἀγγέλοις, ἵνα τῇ παρεμβολῇ αὐτῶν φρουρούμενοι καὶ ὁδηγούμενοι καταντήσωμεν εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ εἰς τὴν ἐπίγνωσιν τῆς ἀπροσίτου σου δόξης, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Κύριε ἐλέησον γ'
Δόξα... Καὶ νῦν...
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Ἐν ὀνόματι Κυρίου εὐλόγησον, Πάτερ. ὁ Ἱερεύς. ὁ Θεός οἰκτειρήσαι ἡμᾶς..., καὶ τὴν παροῦσαν.
Εὐχὴν
Χριστέ, τὸ φῶς τὸ ἀληθινόν, τὸ φωτίζον καὶ ἁγιάζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον, σημειωθήτω ἐφ' ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, ἵνα ἐν αὐτῷ ὀψώμεθα φῶς τὸ ἀπρόσιτον, καὶ κατεύθυνον τὰ διαβήματα ἡμῶν πρὸς ἐργασίαν τῶν ἐντολῶν σου, πρεσβείαις τῆς παναχράντου σου Μητρός, καὶ πάντων σου τῶν Ἁγίων. Ἀμὴν.
ΩΡΑ ΤΡΙΤΗ
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, Χριστῷ τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.
Εἶτα τοὺς ἑπομένους Ψαλμούς.
Ψαλμὸς ΞΣΤ' (66)
Ὁ Θεὸς οἰκτιρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς· ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἐλεήσαι ἡμᾶς. Τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου ἐν πᾶσιν ἔθνεσιν τὸ σωτήριόν σου. Ἐξομολογησάσθωσάν σοι λαοὶ, ὁ Θεὸς, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες. Εὐφρανθήτωσαν καὶ ἀγαλλιάσθωσαν Ἔθνη ὅτι κρινεῖς λαοὺς ἐν εὐθύτητι καὶ Ἔθνη ἐν τῇ γῇ ὁδηγήσεις. Ἐξομολογησάσθωσάν σοι λαοὶ, ὁ Θεὸς, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες· γῆ ἔδωκεν τὸν καρπὸν αὐτῆς. Εὐλογήσαι ἡμᾶς ὁ Θεὸς, ὁ Θεὸς ἡμῶν· εὐλογήσαι ἡμᾶς, ὁ Θεὸς, καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς.
Ψαλμὸς ΠΣΤ' (86)
Οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσιν τοῖς ἁγίοις· ἀγαπᾷ Κύριος τὰς πύλας Σιὼν ὑπὲρ πάντα τὰ σκηνώματα Ἰακὼβ. Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ ἡ Πόλις τοῦ Θεοῦ. Μνησθήσομαι Ῥαὰβ καὶ Βαβυλῶνος τοῖς γινώσκουσί με. Καὶ ἰδοὺ ἀλλόφυλοι καὶ Τύρος καὶ λαὸς Αἰθιόπων οὗτοι ἐγενήθησαν ἐκεῖ. Μήτηρ Σιὼν ἐρεῖ ἄνθρωπος· καὶ ἄνθρωπος ἐγενήθη ἐν αὐτῇ καὶ αὐτὸς ἐθεμελίωσεν αὐτὴν ὁ Ὕψιστος. Κύριος διηγήσεται ἐν γραφῇ λαῶν καὶ ἀρχόντων τούτων τῶν γεγενημένων ἐν αὐτῇ. Ὡς εὐφραινομένων πάντων ἡ κατοικία ἐν σοὶ.
Ψαλμὸς Ν' (50)
Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεός σου καὶ
κατὰ τὸ πλῆθος των οἰκτιρμῶν σου
ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ
πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας
μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν
με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω
καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι
διὰ παντὸς Σοὶ μόνῳ ἥμαρτον καὶ
τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως
ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ
νικήσῃς ἐν τῷ κρίνεσθαί σε.Ἰδοὺ
γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν
ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ
μου.Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας
τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας
σου ἐδήλωσάς μοι.Ῥαντιεῖς με ὑσσώπῳ
καὶ καθαρισθήσομαι πλυνεῖς με καὶ
ὑπὲρ χιόνα λευκανθήσομαι.Ἀκουτιεῖς
με ἀγαλλίασιν καὶ εὐφροσύνην
ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.Ἀπόστρεψον
τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν
μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ
Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον
ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψῃς
με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμα
τὸ ἅγιόν μὴ ἀντανέλῃς ἀπ' ἐμοῦἈπόδος
μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου
καὶ πνεύματι ἡγεμονικῷ στήριξόν
με.Διδάξω ἀνόμους τὰς ὁδούς σου
καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν.Ῥῦσαί
με ἐξ αἱμάτων ὁ Θεὸς ὁ Θεὸς τῆς
σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά
μου τὴν δικαιοσύνην σου. Κύριε τὰ
χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου
ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ
ἠθέλησας θυσίαν ἔδωκα ἂν ὁλοκαυτώματα
οὐκ εὐδοκήσεις Θυσία τῷ Θεῷ πνεῦμα
συντετριμμένον καρδίαν συντετριμμένην
καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ
ἐξουθενώσει Ἀγάθυνον Κύριε ἐν τῇ
εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω
τὰ τείχη Ἱερουσαλημ. Τότε εὐδοκήσεις
θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ
ὁλοκαυτώματα, τότε ἀνοίσουσιν ἐπὶ
τὸ θυσιαστήριόν σου μόσχους.
Δόξα... Καὶ νῦν... Ἀλληλούϊα, γ' Κύριε ἐλέησον, γ'
Δόξα...
Τροπάριον
Ἀπεγράφετο ποτέ, σὺν τῷ πρεσβύτῃ Ἰωσήφ, ὡς ἐκ σπέρματος Δαυΐδ, ἐν Βηθλεὲμ ἡ Μαριάμ, κυοφοροῦσα τὴν ἄσπορον κυοφορίαν. Ἐπέστη δὲ καιρὸς ὁ τῆς γεννήσεως, καὶ τόπος ἦν οὐδεὶς τῷ καταλύματι· ἀλλ' ὡς τερπνὸν παλάτιον, τὸ Σπήλαιον τῇ Βασιλίδι ἐδείκνυτο. Χριστὸς γεννᾶται, τὴν πρὶν πεσοῦσαν,ἀναστήσων εἰκόνα.
Καὶ νῦν... Θεοτοκίον
Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς. Σὲ ἱκετεύομεν, πρέσβευε, Δέσποινα, μετὰ τῶν Ἀποστόλων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἶτα ψάλλομεν τὰ ἑπόμενα τρία Ἰδιόμελα, δευτεροῦντες αὐτά, τὸ πρῶτον χωρὶς Στίχων, τὸ δεύτερον μετὰ τῶν Στίχων, καὶ τὸ τρίτον εἰς τό, Δόξα, Καὶ νῦν, οὕτω ποιοῦντες καὶ εἰς τὰ ἐν ταῖς λοιπαῖς Ὥραις τοιαῦτα Τροπάρια.
Στιχηρὰ Ἰδιόμελα
Ἦχος πλ. β'
Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν, ὁ τεχθεὶς ἐκ Παρθένου, καὶ τοῖς ἀνθρώποις συναναστραφείς. Φάτνῃ πενιχρᾷ Υἱὸς μονογενής, κείμενος ὁρᾶται βροτός· καὶ σπαργάνοις πλέκεται, ὁ τῆς δόξης Κύριος, καὶ Μάγους ἀστὴρ μηνύει, εἰς αὐτοῦ προσκύνησιν, καὶ ἡμεῖς μελῳδοῦμεν·Τριὰς Ἁγία, σῶσον τὰς ψυχὰς ἠμών.
Καὶ πάλιν τὸ αὐτὸ
Στίχ. Ὁ Θεὸς ἀπὸ Θαιμὰν ἥξει καὶ ὁ ἅγιος ἐξ ὄρους κατασκίου δασέος.
Ἦχος πλ. δ'
Πρὸ τῆς Γεννήσεως τῆς σῆς, τρόμῳ ὁρῶσαι τὸ μυστήριον Κύριε, αἱ νοεραὶ στρατιαὶ κατεπλήττοντο· ὡς γὰρ βρέφος νηπιάσαι ηὐδόκησας, ὁ τὸν πόλον κοσμήσας τοῖς ἄστρασι· καὶ φάτνῃ τὼν ἀλόγων ἀνακέκλισαι, ὁ δρακὶ συνέχων πάντα γῆς τὰ πέρατα· τοιαύτῃ γὰρ οἰκονομίᾳ, ἐγνώσθη σου ἡ εὐσπλαγχνία. Χριστέ, τὸ μέγα ἔλεος, δόξα σοι.
Στίχ. Κύριε εἰσακήκοα τὴν ἀκοήν σου καὶ ἐφοβήθην· Κύριε κατενόησα τὰ ἔργα σου καὶ ἐξέστην.
Καὶ πάλιν τὸ αὐτὸ
Δόξα...Ἦχος γ'
Ἰωσήφ, εἰπὲ ἡμῖν, πῶς ἐκ τὼν ἁγίων ἣν παρέλαβες Κόρην, ἔγκυον φέρεις ἐν Βηθλεέμ; Ἐγὼ φησι, τοὺς Προφήτας ἐρευνήσας, καὶ χρηματισθεὶς ὑπὸ Ἀγγέλου, πέπεισμαι, ὅτι Θεὸν γεννήσει ἡ Μαρία ἀνερμηνεύτως· οὗ εἰς προσκύνησιν, Μάγοι ἐξ Ἀνατολῶν ἥξουσι, σὺν δώροις τιμίοις λατρεύοντες. Ὁ σαρκωθεὶς δι' ἡμᾶς, Κύριε, δόξα σοι.
Καὶ νῦν... Πάλιν τὸ αὐτὸ
Προκείμενον Ἦχος δ'
Ὅτι παιδίον ἐγεννήθη ἡμῖν, Υἱὸς καὶ ἐδόθη ἡμῖν.
Στίχ. Οὗ ἡ ἀρχὴ ἐγενήθη ἐπὶ τοῦ ὤμου αὐτοῦ.
Προφητείας Ἱερεμίου τὸ Ἀνάγνωσμα
(Βαροὺχ 3,3638 & 4,14)
Οὗτος ὁ Θεὸς ἡμῶν οὐ λογισθήσεται ἕτερος πρὸς αὐτὸν. Ἐξεῦρεν πᾶσαν ὁδὸν ἐπιστήμης καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ' αὐτοῦ. Μετὰ δὲ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη. Αὕτη ἡ βίβλος τῶν προσταγμάτων τοῦ Θεοῦ καὶ ὁ νόμος ὁ ὑπάρχων εἰς τὸν αἰῶνα· πάντες οἱ κρατοῦντες αὐτήν, εἰς ζωὴν· οἱ δὲ καταλείποντες αὐτὴν ἀποθανοῦνται. Ἐπιστρέφου Ἰακὼβ καὶ ἐπιλαβοῦ αὐτῆς· διόδευσον πρὸς τὴν λάμψιν κατέναντι τοῦ φωτὸς αὐτῆς.Μὴ δῷς ἑτέρῳ τὴν δόξαν σου καὶ τὰ συμφέροντά σοι ἔθνει ἀλλοτρίῳ. Μακάριοί ἐσμεν Ἰσραὴλ· ὅτι τὰ ἀρεστὰ τῷ Θεῷ ἡμῖν γνωστὰ ἐστιν.
Ὁ Ἀπόστολος
Πρὸς Γαλάτας ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα, (Κεφ. 3,2329)
Ἀδελφοί, πρὸ τοῦ ἐλθεῖν τὴν πίστιν, ὑπὸ νόμον ἐφρουρούμεθα συγκεκλεισμένοι εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυφθῆναι. Ὥστε ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστόν, ἵνα ἐκ πίστεως δικαιωθῶμεν. Ἐλθούσης δὲ τῆς Πίστεως, οὐκ ἔτι ὑπὸ παιδαγωγὸν ἐσμεν. Πάντες γὰρ υἱοὶ Θεοῦ ἐστε διὰ τῆς πίστεως ἐν Χριστῷ Ἰησοῦ. Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Οὐκ ἔνι Ἰουδαῖος οὐδὲ Ἕλλην· οὐκ ἔνι δοῦλος, οὐδὲ ἐλεύθερος· οὐκ ἔνι ἄρσεν καὶ θῆλυ· πάντες γὰρ ὑμεῖς εἷς ἐστε ἐν Χριστῷ Ἰησοῦ. Εἰ δὲ ὑμεῖς Χριστοῦ, ἄρα τοῦ Ἀβραὰμ σπέρμα ἐστέ, καὶ κατ' ἐπαγγελίαν κληρονόμοι.
Εὐαγγέλιον, Κατὰ Λουκᾶν, (Κεφ. 2,120)
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἐξῆλθε δόγμα παρὰ Καίσαρος Αὐγούστου, ἀπογράφεσθαι πᾶσαν τὴν οἰκουμένην. Αὕτη ἡ ἀπογραφὴ πρώτη ἐγένετο ἡγεμονεύοντος τῆς Συρίας Κυρηνίου. Καὶ ἐπορεύοντο πάντες ἀπογράφεσθαι, ἕκαστος εἰς τὴν ἰδίαν πόλιν. Ἀνέβη δὲ καὶ Ἰωσὴφ ἀπὸ τῆς Γαλιλαίας, ἐκ πόλεως Ναζαρέθ, εἰς τὴν Ἰουδαίαν, εἰς πόλιν Δαβίδ, ἥτις καλεῖται Βηθλεέμ, διὰ τὸ εἶναι αὐτὸν ἐξ οἴκου καὶ πατριᾶς Δαβίδ, ἀπογράψασθαι σὺν Μαριὰμ τῇ μεμνηστευμένῃ αὐτῷ γυναικί, οὔσῃ ἐγκύῳ. Ἐγένετο δὲ ἐν τῷ εἶναι αὐτοὺς ἐκεῖ, ἐπλήσθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτήν, καὶ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον, καὶ ἐσπαργάνωσεν αὐτόν, καὶ ἀνέκλινεν αὐτὸν ἐν τῇ φάτνῃ, διότι οὐκ ἦν αὐτοῖς τόπος ἐν τῷ καταλύματι. Καὶ ποιμένες ἦσαν ἐν τῇ χώρᾳ τῇ αὐτῇ ἀγραυλοῦντες καὶ φυλάσσοντες φυλακὰς τῆς νυκτὸς ἐπὶ τὴν ποίμνην αὐτῶν. Καὶ ἰδοὺ ἄγγελος Κυρίου ἐπέστη αὐτοῖς, καὶ δόξα Κυρίου περιέλαμψεν αὐτούς. Καὶ ἐφοβήθησαν φόβον μέγαν. Καὶ εἶπεν αὐτοῖς ὁ ἄγγελος· Μὴ φοβεῖσθε· ἰδοὺ γάρ, εὐαγγελίζομαι ὑμῖν χαρὰν μεγάλην, ἥτις ἔσται παντὶ τῷ λαῷ. Ὄτι ἐτέχθη ὑμῖν σήμερον Σωτήρ, ὃς ἐστι Χριστὸς Κύριος, ἐν πόλει Δαβίδ. Καὶ τοῦτο ὑμῖν τὸ σημεῖον, εὑρήσετε βρέφος ἐσπαργανωμένον, κείμενον ἐν τῇ φάτνῃ. Καὶ ἐξαίφνης ἐγένετο σὺν τῷ ἀγγέλῳ πλῆθος στρατιᾶς οὐρανίου, αἰνούντων τὸν Θεόν, καὶ λεγόντων· Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Καὶ ἐγένετο ὡς ἀπῆλθον ἀπ' αὐτῶν εἰς τὸν οὐρανὸν οἱ ἄγγελοι, καὶ οἱ ἄνθρωποι οἱ ποιμένες εἶπον πρὸς ἀλλήλους· Διέλθωμεν δὴ ἕως Βηθλεέμ, καὶ ἴδωμεν τὸ ῥῆμα τοῦτο τὸ γεγονὸς ὃ ὁ Κύριος ἐγνώρισεν ἡμῖν. Καὶ ἦλθον σπεύσαντες, καὶ ἀνεῦρον, τήν τε Μαριὰμ καὶ τὸν Ἰωσήφ, καὶ τὸ βρέφος κείμενον ἐν τῇ φάτνῃ. Ἰδόντες δὲ διεγνώρισαν περὶ τοῦ ῥήματος τοῦ λαληθέντος αὐτοῖς περὶ τοῦ παιδίου τούτου. Καὶ πάντες οἱ ἀκούσαντες ἐθαύμασαν περὶ τῶν λαληθέντων ὑπὸ τῶν Ποιμένων πρὸς αὐτούς, ἡ δὲ Μαριὰμ πάντα συνετήρει τὰ ῥήματα ταῦτα, συμβάλλουσα ἐν τῇ καρδίᾳ αὐτῆς. Καὶ ἐπέστρεψαν οἱ ποιμένες, δοξάζοντες καὶ αἰνοῦντες τὸν Θεὸν ἐπὶ πᾶσιν οἷς ἤκουσαν καὶ εἶδον, καθὼς ἐλαλήθη πρὸς αὐτούς.
Μετὰ ταῦτα λέγει ὁ Ἀναγνώστης
Κύριος ὁ Θεὸς εὐλογητός, εὐλογητὸς Κύριος ἡμέραν καθ' ἡμέραν· κατευοδώσαι ἡμῖν ὁ Θεὸς τῶν σωτηρίων ἡμῶν, ὁ Θεὸς ἡμῶν, ὁ Θεὸς τοῦ σῴζειν.
Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς (ἐκ τρίτου).
Δόξα... Καὶ νῦν...
Παναγία Τριάς, ἐλέησον ἡμᾶς.
Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν.
Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν.
Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν,
ἕνεκεν του ὀνόματός σου.
Κύριε ἐλέησον (ἐκ τρίτου)
Δόξα... Καὶ νῦν...
Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ἱερεὺς Ὅτι σοῦ ἐστιν ἡ βασιλεία...
Κοντάκιον, Ἦχος γ' ΤΟ ΑΚΟΥΤΕ
Η παρθένος σήμερον, τὸν προαιώνιον Λόγον, ἐν σπηλαίῳ ἔρχεται, ἀποτεκεῖν ἀπορρήτως. Χόρευε ἡ οἰκουμένη ἀκουτισθεῖσα· δόξασον μετὰ Ἀγγέλων καὶ τῶν Ποιμένων, βουληθέντα ἐποφθῆναι, παιδίον νέον, τὸν πρὸ αἰώνων Θεόν.
Κύριε ἐλέησον μ'
Ὁ ἐν παντὶ καιρῷ καὶ πάσῃ ὥρᾳ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς προσκυνούμενος καὶ δοξαζόμενος Χριστὸς ὁ Θεός, ὁ μακρόθυμος, ὁ πολυέλεος, ὁ πολυεύσπλαγχνος, ὁ τοὺς δικαίους ἀγαπῶν καί τοὺς ἁμαρτωλοὺς ἐλεῶν, ὁ πάντας καλῶν πρὸς σωτηρίαν διά τῆς ἐπαγγελίας τῶν μελλόντων ἀγαθῶν , αὐτός Κύριε, πρόσδεξαι καὶ ἡμῶν ἐν τῇ ὥρᾳ ταύτῃ τὰς ἐντεύξεις καὶ ἴθυνον τὴν ζωὴν ἡμῶν πρὸς τὰς ἐντολάς σου. Τὰς ψυχὰς ἡμῶν ἁγίασον, τὰ σώματα ἅγνισον , τοὺς λογισμοὺς διόρθωσον, τὰς ἐννοίας κάθαρον καὶ ῥῦσαι ἡμᾶς ἀπὸ πάσης θλίψεως, κακῶν καὶ ὀδύνης. Τείχισον ἡμᾶς ἁγίοις σου Ἀγγέλοις, ἵνα τῇ παρεμβολῇ αὐτῶν φρουρούμενοι καὶ ὁδηγούμενοι καταντήσωμεν εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ εἰς τὴν ἐπίγνωσιν τῆς ἀπροσίτου σου δόξης, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Κύριε ἐλέησον γ'
Δόξα... Καὶ νῦν...
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Ἐν ὀνόματι Κυρίου εὐλόγησον, Πάτερ. ὁ Ἱερεύς. ὁ Θεός οἰκτειρήσαι ἡμᾶς..., καὶ τὴν παροῦσαν.
Εὐχὴν
Δέσποτα Θεέ, Πάτερ Παντοκράτορ, Κύριε, Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα, μία Θεότης, μία Δύναμις, ἐλέησόν με τὸν ἁμαρτωλόν· καὶ οἷς ἐπίστασαι κρίμασι, σῶσόν με τὸν ἀνάξιον δοῦλόν σου, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΩΡΑ ΕΚΤΗ
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, Χριστῷ τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.
Εἶτα τοὺς ἑπομένους Ψαλμούς.
Ψαλμὸς ΟΑ' (71)
Ὁ Θεὸς τὸ κρῖμά σου τῷ βασιλεῖ δὸς καὶ τὴν δικαιοσύνην σου τῷ υἱῶ τοῦ Βασιλέως. Κρίνειν τὸν λαόν σου ἐν δικαιοσύνῃ καὶ τοὺς πτωχούς σου ἐν κρίσει. Ἀναλαβέτω τὰ ὄρη εἰρήνην τῷ λαῷ καὶ οἱ βουνοὶ δικαιοσύνην. Κρινεῖ τοὺς πτωχοὺς τοῦ λαοῦ καὶ σώσει τοὺς υἱοὺς τῶν πενήτων καὶ ταπεινώσει συκοφάντην. Καὶ συμπαραμενεῖ τῷ ἡλίῳ καὶ πρὸ τῆς σελήνης γενεᾶς γενεῶν. Καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον καὶ ὡσεὶ σταγὼν ἡ στάζουσα ἐπὶ τὴν γῆν. Ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη καὶ πλῆθος εἰρήνης ἕως οὐ ἀνταναιρεθῇ ἡ σελήνη. Καὶ κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης καὶ ἀπὸ ποταμῶν ἕως περάτων τῆς οἰκουμένης. Ἐνώπιον αὐτοῦ προπεσοῦνται Αἰθίοπες καὶ οἱ ἐχθροὶ αὐτοῦ χοῦν λείξουσι. Βασιλεῖς Θαρσεῖς καὶ νῆσοι δῶρα προσοίσουσι· Βασιλεῖς Ἀράβων καὶ Σαβᾶ δῶρα προσάξουσι· Καὶ προσκυνήσουσιν αὐτῷ πάντες οἱ Βασιλεῖς τῆς γῆς, πάντα τὰ Ἔθνη δουλεύσουσιν αὐτῷ. Ὅτι ἐρρύσατο πτωχὸν ἐκ δυνάστου καὶ πένητα ᾧ οὐχ ὑπῆρχε βοηθὸς. Φείσεται πτωχοῦ καὶ πένητος καὶ ψυχὰς πενήτων σώσει. Ἐκ τόκου καὶ ἐξ ἀδικίας λυτρώσεται τὰς ψυχὰς αὐτῶν καὶ ἔντιμον τὸ ὄνομα αὐτοῦ ἐνώπιον αὐτῶν. Καὶ ζήσεται, καὶ δοθήσεται αὐτῷ ἐκ τοῦ χρυσίου τῆς Ἀραβίας, καὶ προσεύξονται περὶ αὐτοῦ διὰ παντὸς· ὅλην τὴν ἡμέραν εὐλογήσουσιν αὐτὸν. Ἔσται στήριγμα ἐν τῇ γῇ ἐπ' ἄκρων τῶν ὀρέων· ὑπεραρθήσεται ὑπὲρ τὸν Λίβανον ὁ καρπὸς αὐτοῦ, καὶ ἐξανθήσουσιν ἐκ πόλεως ὡσεὶ χόρτος τῆς γῆς. Ἔσται τὸ ὄνομα αὐτοῦ εὐλογημένον εἰς τοὺς αἰῶνας· πρὸ τοῦ ἡλίου διαμενεῖ τὸ ὄνομα αὐτοῦ. Καὶ ἐνευλογηθήσονται ἐν αὐτῷ πᾶσαι αἱ φυλαὶ τῆς γῆς· πάντα τὰ Ἔθνη μακαριοῦσιν αὐτὸν. Εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Ἰσραὴλ, ὁ ποιῶν θαυμάσια μόνος. Καὶ εὐλογημένον τὸ ὄνομα τῆς δόξης αὐτοῦ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Καὶ πληρωθήσεται τῆς δόξης αὐτοῦ πᾶσα ἡ γῆ. Γένοιτο, γένοιτο.
Ψαλμὸς ΡΛΑ' (131)
Μνήσθητι Κύριε τοῦ Δαυῒδ καὶ πάσης τῆς πραότητος αὐτοῦ. Ὡς ὤμοσε τῷ Κυρίῳ ηὔξατο τῷ Θεῷ Ἰακὼβ. Εἰ εἰσελεύσομαι εἰς σκήνωμα οἴκου μου, εἰ ἀναβήσομαι ἐπὶ κλίνης στρωμνῆς μου, εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου καὶ τοῖς βλεφάροις μου νυσταγμὸν, καὶ ἀνάπαυσιν τοῖς κροτάφοις μου, ἕως οὗ εὕρω τόπον τῷ Κυρίῳ, σκήνωμα τῷ Θεῷ Ἰακὼβ. Ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Ἐφραθᾶ, εὕρομεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ. Εἰσελευσόμεθα εἰς τὰ σκηνώματα αὐτοῦ, προσκυνήσομεν εἰς τὸν τόπον οὗ ἔστησαν οἱ πόδες αὐτοῦ. Ἀνάστηθι Κύριε εἰς τὴν ἀνάπαυσίν σου, σὺ εἶ καὶ ἡ Κιβωτὸς τοῦ ἁγιάσματός σου. Οἱ ἱερεῖς σου ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται. Ἕνεκεν Δαυΐδ τοῦ δούλου σου, μὴ ἀποστρέψῃς τὸ πρόσωπον τοῦ Χριστοῦ σου. Ὤμοσεν Κύριος τῷ Δαυῒδ ἀλήθειαν καὶ οὐ μὴ ἀθετήσῃ αὐτὴν. Ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τοῦ θρόνου σου. Ἐὰν φυλάξωνται οἱ υἱοί σου τὴν διαθήκην μου καὶ τὰ μαρτύριά μου ταῦτα ἃ διδάξω αὐτοὺς καὶ οἱ υἱοὶ αὐτῶν ἕως τοῦ αἰῶνος καθιοῦνται ἐπὶ τοῦ θρόνου σου. Ὅτι ἐξελέξατο Κύριος τὴν Σιὼν, ᾑρετίσατο αὐτὴν εἰς κατοικίαν ἑαυτῷ. Αὕτη ἡ κατάπαυσίς μου εἰς αἰῶνα αἰῶνος ὧδε κατοικήσω ὅτι ᾑρετισάμην αὐτὴν. Τὴν θύραν αὐτῆς εὐλογῶν εὐλογήσω, τοὺς πτωχοὺς αὐτῆς χορτάσω ἄρτων. Τοὺς ἱερεῖς αὐτῆς ἐνδύσω σωτηρίαν, καὶ οἱ ὅσιοι αὐτῆς ἀγαλλιάσει ἀγαλλιάσονται. Ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαυΐδ, ἡτοίμασα λύχνον τῷ Χριστῷ μου. Τοὺς ἐχθροὺς αὐτοῦ ἐνδύσω αἰσχύνην ἐπὶ δὲ αὐτὸν ἐξανθήσει τὸ ἁγίασμά μου.
Ψαλμός (90)
Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ Ὑψίστου ἐν σκέπῃ τοῦ Θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται. Ἐρεῖ τῷ Κυρίῳ· Ἀντιλήπτωρ μου εἶ, καὶ καταφυγή μου ὁ Θεός μου, καὶ ἐλπιῶ ἐπ' αὐτὸν. Ὅτι αὐτὸς ῥύσεταί με ἐκ παγίδος θηρευτῶν, καὶ ἀπὸ λόγου ταραχώδους. Ἐν τοῖς μεταφρένοις αὐτοῦ ἐπισκιάσει σοι καὶ ὑπὸ τὰς πτέρυγας αὐτοῦ ἐλπιεῖς· ὅπλῳ κυκλώσει σε ἡ ἀλήθεια αὐτοῦ. Οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ, ἀπὸ βέλους πετομένου ἡμέρας, ἀπὸ πράγματος ἐν σκότει διαπορευομένου, ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινοῦ. Πεσεῖται ἐκ τοῦ κλίτους σου χιλιὰς καὶ μυριὰς ἐκ δεξιῶν σου, πρὸς σὲ δὲ οὐκ ἐγγιεῖ. Πλὴν τοῖς ὀφθαλμοῖς σου κατανοήσεις καὶ ἀνταπόδοσιν ἁμαρτωλῶν ὄψει. Ὅτι σὺ Κύριε ἡ ἐλπίς μου· τὸν Ὕψιστον ἔθου καταφυγήν σου. Οὐ προσελεύσεται πρὸς σὲ κακὰ καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου. Ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου. Ἐπὶ χειρῶν ἀροῦσί σε μή ποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου. Ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα. Ὅτι ἐπ' ἐμὲ ἤλπισεν καὶ ῥύσομαι αὐτὸν· σκεπάσω αὐτὸν ὅτι ἔγνω τὸ ὄνομά μου. Κεκράξεται πρός με, καὶ ἐπακούσομαι αὐτοῦ· μετ' αὐτοῦ εἰμι ἐν θλίψει, ἐξελοῦμαι αὐτὸν καὶ δοξάσω αὐτὸν.
Μακρότητα ἡμερῶν ἐμπλήσω αὐτὸν, καὶ δείξω αὐτῷ τὸ σωτήριόν μου.
Δόξα... Καὶ νῦν... Ἀλληλούϊα, γ' Κύριε ἐλέησον, γ'
Δόξα...
Τροπάριον
Ἀπεγράφετο ποτέ, σὺν τῷ πρεσβύτῃ Ἰωσήφ, ὡς ἐκ σπέρματος Δαυΐδ, ἐν Βηθλεὲμ ἡ Μαριάμ, κυοφοροῦσα τὴν ἄσπορον κυοφορίαν. Ἐπέστη δὲ καιρὸς ὁ τῆς γεννήσεως, καὶ τόπος ἦν οὐδεὶς τῷ καταλύματι· ἀλλ' ὡς τερπνὸν παλάτιον, τὸ Σπήλαιον τῇ Βασιλίδι ἐδείκνυτο. Χριστὸς γεννᾶται, τὴν πρὶν πεσοῦσαν,ἀναστήσων εἰκόνα.
Καὶ νῦν... Θεοτοκίον
Ὅτι οὐκ ἔχομεν παρρησίαν διὰ τὰ πολλὰ ἠμῶν ἁμαρτήματα, σὺ τὸν ἐκ σοῦ γεννηθέντα δυσώπησον, Θεοτόκε Παρθένε· πολλὰ γὰρ ἰσχύει δέησις Μητρὸς πρὸς εὐμένειαν Δεσπότου. Μὴ παρίδῃς ἁμαρτωλὼν ἱκεσίας ἡ πάνσεμνος, ὅτι ἐλεήμων ἐστί, καὶ σῴζειν δυνάμενος, ὁ καὶ παθεῖν ὑπὲρ ἡμῶν καταδεξάμενος.
Εἶτα ψάλλομεν τὰ ἑπόμενα τρία Ἰδιόμελα, δευτεροῦντες αὐτά, τὸ πρῶτον χωρὶς Στίχων, τὸ δεύτερον μετὰ τῶν Στίχων, καὶ τὸ τρίτον εἰς τό, Δόξα, Καὶ νῦν, οὕτω ποιοῦντες καὶ εἰς τὰ ἐν ταῖς λοιπαῖς Ὥραις τοιαῦτα Τροπάρια.
Στιχηρὰ Ἰδιόμελα
Ἦχος α'
Δεῦτε πιστοὶ ἐπαρθῶμεν ἐνθέως, καὶ κατίδωμεν συγκατάβασιν θεϊκὴν ἄνωθεν, ἐν Βηθλεὲμ πρὸς ἡμᾶς ἐμφανῶς· καὶ νοῦν καθαρθέντες, τῷ βίῳ προσενέγκωμεν, ἀρετάς ἀντὶ μύρου, προευτρεπίζοντες πιστῶς, τῶν Γενεθλίων τὰς εἰσόδους, ἐπὶ τῶν ψυχικῶν θησαυρισμάτων, κράζοντες· Ἐν ὑψίστοις δόξα, Θεῷ τῷ ἐν Τριάδι, δι' οὗ ἐν ἀνθρώποις εὐδοκία ἐπεφάνη, τὸν Ἀδὰμ ἐκλυτρώσασθαι, τῆς ἀρχεγόνου ἀρᾶς ὡς Φιλάνθρωπος.
Καὶ πάλιν τὸ αὐτὸ
Στίχ. Ὁ Θεὸς ἀπὸ Θαιμὰν ἥξει καὶ ὁ ἅγιος ἐξ ὄρους κατασκίου δασέος.
Ἦχος δ'
Ἄκουε οὐρανέ, καὶ ἐνωτίζου ἡ γῆ· σαλευθήτω τὰ θεμέλια, ἐπιλαβέτω τρόμος τὰ καταχθόνια· ὅτι ὁ Θεός τε καὶ Κτίστης, σαρκὸς εἰσέδυ πλάσιν· καὶ ὁ κραταιᾷ κτίσας χειρὶ τὴν κτίσιν, σπλάγχνον ὁρᾶται πλάσματος. Ὢ βάθος πλούτου, καὶ σοφίας καὶ γνώσεως Θεοῦ! ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ.
Στίχ. Κύριε εἰσακήκοα τὴν ἀκοήν σου καὶ ἐφοβήθην· Κύριε κατενόησα τὰ ἔργα σου καὶ ἐξέστην.
Καὶ πάλιν τὸ αὐτὸ
Δόξα...Ἦχος πλ. α'
Δεῦτε χριστοφόροι λαοὶ κατίδωμεν, θαῦμα πᾶσαν ἔννοιαν, ἐκπλῆττον καὶ συνέχον καὶ εὐσεβῶς προσκυνοῦντες, πίστει ἀνυμνήσωμεν. Σήμερον πρὸς Βηθλεέμ, ἐγκυμονοῦσα Κόρη παραγίνεται, τοῦ γεννῆσαι τὸν Κύριον· χοροὶ δέ, Ἀγγέλων προτρέχουσι. Καὶ ταῦτα βλέπων ἐβόα, Ἰωσὴφ ὁ Μνήστωρ· Τὶ τὸ ἐν σοὶ ξένον μυστήριον Παρθένε; καὶ πῶς μέλλεις λοχεῦσαι, ἡ ἀπειρόζυγος Δάμαλις;
Καὶ νῦν... Πάλιν τὸ αὐτὸ
Προκείμενον Ἦχος πλ. δ'
Ἐκ γαστρὸς πρὸ Ἑωσφόρου ἐγέννησά σε. Ὤμοσε Κύριος καὶ οὐ μεταμεληθήσεται
Στίχ. Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου. Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα
(Κεφ. 7,1016, & 8,14, 810)
Προσέθετο Κύριος λαλῆσαι τῷ Ἄχαζ λέγων· Αἴτησαι σεαυτῷ σημεῖον παρὰ Κυρίου τοῦ Θεοῦ σου εἰς βάθος ἢ εἰς ὕψος. Καὶ εἶπεν Ἄχαζ· Οὐ μὴ αἰτήσω ουδ' οὐ μὴ πειράσω Κύριον· Καὶ εἶπεν(Ἡσαΐας)· Ἀκούσατε δὴ οἶκος Δαυΐδ· μὴ μικρὸν ὑμῖν ἀγῶνα παρέχειν ἀνθρώποις; καὶ πῶς Κυρίῳ παρέχετε ἀγῶνα; Διὰ τοῦτο δώσει Κύριος αὐτὸς ἡμῖν σημεῖον. Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουὴλ. Βούτυρον καὶ μέλι φάγεται πρὶν ἢ γνῶναι αὐτὸν ἢ προελέσθαι πονηρὰ, ἐκλέξεται τὸ ἀγαθὸν. Διότι πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακὸν ἀπειθεῖ πονηρίᾳ τοῦ ἐκλέξασθαι τὸ ἀγαθὸν. Καὶ εἶπεν Κύριος πρὸς με· Λάβε σεαυτῷ τόμον καινόν μέγαν, καὶ γράψον εἰς αὐτὸν γραφίδι ἀνθρώπου. Τοῦ ὀξέως προνομὴν ποιῆσαι σκύλων. Πάρεστι γὰρ· Καὶ μάρτυράς μοι ποίησον πιστοὺς ἀνθρώπους, τὸν Οὐρίαν τὸν ἱερέα, καὶ Ζαχαρίαν υἱὸν Βαραχίου· Καὶ προσῆλθον πρὸς τὴν προφῆτιν καὶ ἐν γαστρὶ ἔλαβε, καὶ ἔτεκεν υἱὸν· καὶ εἶπέ μοι Κύριος· Κάλεσον τὸ ὄνομα αὐτοῦ. Ταχέως σκύλευσον, ὀξέως προνόμευσον. Διότι πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα λήψεται δύναμιν Δαμασκοῦ καὶ τὰ σκῦλα Σαμαρείας ἔναντι Βασιλέως Ἀσσυρίων. Μεθ' ἡμῶν ὁ Θεὸς. Γνῶτε Ἔθνη καὶ ἡττᾶσθε· ἐπακούσατε ἕως ἐσχάτου τῆς γῆς· ἰσχυκότες ἡττᾶσθε. Ἐὰν γὰρ πάλιν ἰσχύσητε καὶ πάλιν ἡττηθήσεσθε. Καὶ ἣν ἂν βουλὴν βουλεύσησθε διασκεδάσει Κύριος· καὶ λόγον ὃν ἐὰν λαλήσητε οὐ μὴ ἐμμείνῃ ἐν ὑμῖν ὅτι μεθ' ἡμῶν ὁ Θεὸς.
Ὁ Ἀπόστολος
Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα, (Κεφ.1,1014 & 2,13)
Κατ' ἀρχὰς σύ, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί. Αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτούς, καὶ ἀλλαγήσονται· σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι. Πρὸς τίνα δὲ τῶν ἀγγέλων εἴρηκέ ποτε· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου; Οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν; Διὰ τοῦτο δεῖ περισσοτέρως ἡμᾶς προσέχειν τοῖς ἀκουσθεῖσι, μὴ ποτε παραρρυῶμεν. Εἰ γὰρ ὁ δι᾽ Ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος, καὶ πᾶσα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν, πῶς ἡμεῖς ἐκφευξόμεθα τηλικαύτης ἀμελήσαντες σωτηρίας; ἥτις, ἀρχὴν λαβοῦσα λαλεῖσθαι διὰ τοῦ Κυρίου, ὑπὸ τῶν ἀκουσάντων εἰς ἡμᾶς ἐβεβαιώθη.
Εὐαγγέλιον, Κατὰ Ματθαῖον, (Κεφ. 2,112)
Τοῦ Ἰησοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας, ἐν ἡμέραις Ἡρῴδου τοῦ Βασιλέως· Ἰδού, μάγοι ἀπὸ ἀνατολῶν παρεγένοντο εἰς Ἱεροσόλυμα, λέγοντες· Ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων; Εἴδομεν γὰρ αὐτοῦ τόν ἀστέρα ἐν τῇ ἀνατολῇ, καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ. Ἀκούσας δὲ Ἡρῴδης ὁ Βασιλεὺς ἐταράχθη, καὶ πᾶσα Ἱεροσόλυμα μετ' αὐτοῦ. Καὶ συναγαγὼν πάντας τοὺς ἀρχιερεῖς καὶ γραμματεῖς τοῦ λαοῦ, ἐπυνθάνετο παρ' αὐτῶν ποῦ ὁ Χριστὸς γεννᾶται. Οἱ δὲ εἶπον αὐτῷ· Ἐν Βηθλεὲμ τῆς Ἰουδαίας· οὕτω γὰρ γέγραπται διὰ τοῦ προφήτου. Καὶ σύ, Βηθλεὲμ γῆ Ἰούδα, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα· ἐκ σοῦ γὰρ ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ. Τότε Ἡρῴδης, λάθρα καλέσας τοὺς μάγους, ἠκρίβωσε παρ' αὐτῶν τὸν χρόνον τοῦ φαινομένου ἀστέρος. Καὶ πέμψας αὐτοὺς εἰς Βηθλεὲμ εἶπε· Πορευθέντες ἀκριβῶς ἐξετάσατε περὶ τοῦ παιδίου, ἐπὰν δὲ εὕρητε, ἀπαγγείλατέ μοι, ὅπως κἀγὼ ἐλθὼν προσκυνήσω αὐτῷ. Οἱ δὲ ἀκούσαντες τοῦ Βασιλέως ἐπορεύθησαν· καὶ ἰδού, ὁ ἀστήρ, ὃν εἶδον ἐν τῇ ἀνατολῇ, προῆγεν αὐτούς, ἕως ἐλθὼν ἔστη ἐπάνω οὗ ἦν τὸ παιδίον. Ἰδόντες δὲ τὸν ἀστέρα ἐχάρησαν χαρὰν μεγάλην σφόδρα. Καὶ ἐλθόντες εἰς τὴν οἰκίαν, εἶδον τὸ παιδίον μετὰ Μαρίας τῆς μητρὸς αὐτοῦ, καὶ πεσόντες προσεκύνησαν αὐτῷ, καὶ ἀνοίξαντες τοὺς θησαυροὺς αὐτῶν προσήνεγκαν αὐτῷ δῶρα, χρυσὸν καὶ λίβανον καὶ σμύρναν. Καὶ χρηματισθέντες κατ' ὄναρ μὴ ἀνακάμψαι πρὸς Ἡρῴδην, δι' ἄλλης ὁδοῦ ἀνεχώρησαν εἰς τὴν χώραν αὐτῶν.
Μετὰ ταῦτα λέγει ὁ Ἀναγνώστης
Ταχὺ προκαταλαβέτωσαν ἡμᾶς οἱ οἰκτιρμοί σου, Κύριε, ὅτι ἐπτωχεύσαμεν σφόδρα· βοήθησον ἡμῖν, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ἔνεκεν τῆς δόξης τοῦ ὀνόματός σου. Κύριε, ῥῦσαι ἡμᾶς, καὶ ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς (ἐκ τρίτου).
Δόξα... Καὶ νῦν...
Παναγία Τριάς, ἐλέησον ἡμᾶς.
Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν.
Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν.
Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν,
ἕνεκεν του ὀνόματός σου.
Κύριε ἐλέησον (ἐκ τρίτου)
Δόξα... Καὶ νῦν...
Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ἱερεὺς Ὅτι σοῦ ἐστιν ἡ βασιλεία...
Κοντάκιον, Ἦχος γ' ΤΟ ΑΚΟΥΤΕ
Η παρθένος σήμερον, τὸν προαιώνιον Λόγον, ἐν σπηλαίῳ ἔρχεται, ἀποτεκεῖν ἀπορρήτως. Χόρευε ἡ οἰκουμένη ἀκουτισθεῖσα· δόξασον μετὰ Ἀγγέλων καὶ τῶν Ποιμένων, βουληθέντα ἐποφθῆναι, παιδίον νέον, τὸν πρὸ αἰώνων Θεόν.
Κύριε ἐλέησον μ'
Ὁ ἐν παντὶ καιρῷ καὶ πάσῃ ὥρᾳ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς προσκυνούμενος καὶ δοξαζόμενος Χριστὸς ὁ Θεός, ὁ μακρόθυμος, ὁ πολυέλεος, ὁ πολυεύσπλαγχνος, ὁ τοὺς δικαίους ἀγαπῶν καί τοὺς ἁμαρτωλοὺς ἐλεῶν, ὁ πάντας καλῶν πρὸς σωτηρίαν διά τῆς ἐπαγγελίας τῶν μελλόντων ἀγαθῶν , αὐτός Κύριε, πρόσδεξαι καὶ ἡμῶν ἐν τῇ ὥρᾳ ταύτῃ τὰς ἐντεύξεις καὶ ἴθυνον τὴν ζωὴν ἡμῶν πρὸς τὰς ἐντολάς σου. Τὰς ψυχὰς ἡμῶν ἁγίασον, τὰ σώματα ἅγνισον , τοὺς λογισμοὺς διόρθωσον, τὰς ἐννοίας κάθαρον καὶ ῥῦσαι ἡμᾶς ἀπὸ πάσης θλίψεως, κακῶν καὶ ὀδύνης. Τείχισον ἡμᾶς ἁγίοις σου Ἀγγέλοις, ἵνα τῇ παρεμβολῇ αὐτῶν φρουρούμενοι καὶ ὁδηγούμενοι καταντήσωμεν εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ εἰς τὴν ἐπίγνωσιν τῆς ἀπροσίτου σου δόξης, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Κύριε ἐλέησον γ'
Δόξα... Καὶ νῦν...
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Ἐν ὀνόματι Κυρίου εὐλόγησον, Πάτερ. ὁ Ἱερεύς. ὁ Θεός οἰκτειρήσαι ἡμᾶς..., καὶ τὴν παροῦσαν.
Εὐχὴν
Θεέ, καὶ Κύριε τῶν δυνάμεων καὶ πάσης κτίσεως Δημιουργέ, ὁ διὰ σπλάγχνα ἀνεικάστου ἐλέους σου τὸν μονογενῆ σου Υἱόν, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, καταπέμψας ἐπὶ σωτηρίᾳ τοῦ γένους ἡμῶν, καὶ διὰ τοῦ τιμίου αὐτοῦ Σταυροῦ τὸ χειρόγραφον τῶν ἁμαρτιῶν ἡμῶν διαρρήξας, καὶ θριαμβεύσας ἐν αὐτῷ τὰς ἀρχὰς καὶ ἐξουσίας τοῦ σκότους. Αὐτὸς Δέσποτα φιλάνθρωπε, πρόσδεξαι καὶ ἡμῶν τῶν ἁμαρτωλῶν τὰς εὐχαριστηρίους ταύτας, καὶ ἱκετηρίους ἐντεύξεις· καὶ ῥῦσαι ἡμᾶς ἀπὸ παντὸς ὀλεθρίου καὶ σκοτεινοῦ παραπτώματος, καὶ πάντων τῶν κακῶσαι ἡμᾶς ζητούντων ὁρατῶν καὶ ἀοράτων ἐχθρῶν. Καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας ἡμῶν, καὶ μὴ ἐκκλίνῃς τὰς καρδίας ἡμῶν εἰς λόγους, ἢ εἰς λογισμοὺς πονηρίας· ἀλλὰ τῷ πόθῳ σου τρῶσον ἡμῶν τὰς ψυχάς. Ἵνα διὰ παντὸς πρὸς σὲ ἀτενίζοντες, καὶ τῷ παρὰ σοῦ φωτὶ ὁδηγούμενοι, σὲ τὸ ἀπρόσιτον καὶ ἀΐδιον κατοπτεύοντες φῶς, ἀκατάπαυστόν σοι τὴν ἐξομολόγησιν, καὶ εὐχαριστίαν ἀναπέμπωμεν, τῷ ἀνάρχῳ Πατρί, σὺν τῷ μονογενεῖ σου Υἱῷ, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΩΡΑ ΕΝΑΤΗ
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, Χριστῷ τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.
Εἶτα τοὺς ἑπομένους Ψαλμούς.
Ψαλμὸς ΡΘ' (109)
Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Ῥάβδον δυνάμεώς σου ἐξαποστελεῖ Κύριος ἐκ Σιὼν καὶ κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου. Μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου ἐν ταῖς λαμπρότησιν τῶν ἁγίων σου. Ἐκ γαστρὸς πρὸ Ἑωσφόρου ἐγέννησά σε. Ὤμοσε Κύριος καὶ οὐ μεταμεληθήσεται· σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ. Κύριος ἐκ δεξιῶν σου συνέθλασεν ἐν ἡμέρᾳ ὀργῆς αὐτοῦ Βασιλεῖς. Κρινεῖ ἐν τοῖς ἔθνεσιν, πληρώσει πτώματα, συνθλάσει κεφαλὰς ἐπὶ γῆς πολλῶν. Ἐκ χειμάρρου ἐν ὁδῷ πίεται· διὰ τοῦτο ὑψώσει κεφαλὴν.
Ψαλμὸς ΡΙ' (110)
Ἐξομολογήσομαί σοι Κύριε ἐν ὅλῃ καρδίᾳ μου, ἐν βουλῇ εὐθέων καὶ συναγωγῇ. Μεγάλα τὰ ἔργα Κυρίου ἐξεζητημένα εἰς πάντα τὰ θελήματα αὐτοῦ. Ἐξομολόγησις καὶ μεγαλοπρέπεια τὸ ἔργον αὐτοῦ καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Μνείαν ἐποιήσατο τῶν θαυμασίων αὐτοῦ· ἐλεήμων καὶ οἰκτίρμων ὁ Κύριος· τροφὴν ἔδωκε τοῖς φοβουμένοις αὐτὸν. Μνησθήσεται εἰς τὸν αἰῶνα διαθήκης αὐτοῦ· ἰσχὺν ἔργων αὐτοῦ ἀνήγγειλεν τῷ λαῷ αὐτοῦ τοῦ δοῦναι αὐτοῖς κληρονομίαν Ἐθνῶν· Ἔργα χειρῶν αὐτοῦ ἀλήθεια καὶ κρίσις. Πισταὶ πᾶσαι αἱ ἐντολαὶ αὐτοῦ ἐστηριγμέναι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος πεποιημέναι ἐν ἀληθείᾳ καὶ εὐθύτητι. Λύτρωσιν ἀπέστειλεν τῷ λαῷ αὐτοῦ, ἐνετείλατο εἰς τὸν αἰῶνα διαθήκην αὐτοῦ· ἅγιον καὶ φοβερὸν τὸ ὄνομα αὐτοῦ· Ἀρχὴ Σοφίας φόβος Κυρίου· σύνεσις δὲ, ἀγαθὴ πᾶσι τοῖς ποιοῦσιν αὐτὴν· ἡ αἴνεσις αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Ψαλμὸς ΠΕ' (85)
Κλῖνον Κύριε τὸ οὖς σου καὶ ἐπάκουσόν μου ὅτι πτωχὸς καὶ πένης εἰμὶ ἐγὼ. Φύλαξον τὴν ψυχήν μου ὅτι ὅσιός εἰμι· σῶσον τὸν δοῦλόν σου ὁ Θεός μου τὸν ἐλπίζοντα ἐπὶ σὲ. Ἐλέησόν με Κύριε, ὅτι πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν· εὔφρανον τὴν ψυχὴν τοῦ δούλου σου ὅτι πρὸς σὲ Κύριε ἦρα τὴν ψυχήν μου. Ὅτι σὺ, Κύριε, χρηστὸς καὶ ἐπιεικὴς καὶ πολυέλεος πᾶσι τοῖς ἐπικαλουμένοις σε. Ἐνώτισαι Κύριε τὴν προσευχήν μου καὶ πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου. Ἐν ἡμέρᾳ θλίψεώς μου ἐκέκραξα πρὸς σὲ, ὅτι επήκουσάς μου. Οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, Κύριε, καὶ οὐκ ἔστι κατὰ τὰ ἔργα σου. Πάντα τὰ Ἔθνη ὅσα ἐποίησας ἥξουσιν καὶ προσκυνήσουσιν ἐνώπιόν σου, Κύριε, καὶ δοξάσουσι τὸ ὄνομά σου. Ὅτι μέγας εἶ σὺ καὶ ποιῶν θαυμάσια, σὺ εἶ Θεὸς μόνος. Ὁδήγησόν με, Κύριε, ἐν τῇ ὁδῷ σου καὶ πορεύσομαι ἐν τῇ ἀληθείᾳ σου· εὐφρανθήτω ἡ καρδία μου τοῦ φοβεῖσθαι τὸ ὄνομά σου. Ἐξομολογήσομαί σοι, Κύριε ὁ Θεός μου, ἐν ὅλῃ καρδίᾳ μου καὶ δοξάσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα. Ὅτι τὸ ἔλεός σου μέγα ἐπ' ἐμὲ, καὶ ἐρρύσω τὴν ψυχήν μου ἐξ ᾅδου κατωτάτου. Ὁ Θεὸς, παράνομοι ἐπανέστησαν ἐπ' ἐμὲ καὶ συναγωγὴ κραταιῶν ἐζήτησαν τὴν ψυχήν μου καὶ οὐ προέθεντό σε ἐνώπιον αὐτῶν. Καὶ σὺ, Κύριε, ὁ Θεὸς μου, οἰκτίρμων καὶ ἐλεήμων, μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινός. Ἐπίβλεψον ἐπ' ἐμὲ καὶ ἐλέησόν με· δὸς τὸ κράτος σου τῷ παιδί σου καὶ σῶσον τὸν υἱὸν τῆς παιδίσκης σου. Ποίησον μετ' ἐμοῦ σημεῖον εἰς ἀγαθὸν καὶ ἰδέτωσαν οἱ μισοῦντές με καὶ αἰσχυνθήτωσαν· ὅτι σὺ Κύριε ἐβοήθησάς μοι καὶ παρεκάλεσάς με.
Δόξα... Καὶ νῦν... Ἀλληλούϊα, γ' Κύριε ἐλέησον, γ'
Δόξα...
Τροπάριον
Ἀπεγράφετο ποτέ, σὺν τῷ πρεσβύτῃ Ἰωσήφ, ὡς ἐκ σπέρματος Δαυΐδ, ἐν Βηθλεὲμ ἡ Μαριάμ, κυοφοροῦσα τὴν ἄσπορον κυοφορίαν. Ἐπέστη δὲ καιρὸς ὁ τῆς γεννήσεως, καὶ τόπος ἦν οὐδεὶς τῷ καταλύματι· ἀλλ' ὡς τερπνὸν παλάτιον, τὸ Σπήλαιον τῇ Βασιλίδι ἐδείκνυτο. Χριστὸς γεννᾶται, τὴν πρὶν πεσοῦσαν,ἀναστήσων εἰκόνα.
Καὶ νῦν... Θεοτοκίον
Ὁ δι' ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας Ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρὶ σου· δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον· δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον, πρεσβεύουσαν ὑπὲρ ἡμῶν, καὶ σῶσον, Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.
Εἶτα ψάλλομεν τὰ ἑπόμενα τρία Ἰδιόμελα, δευτεροῦντες αὐτά, τὸ πρῶτον χωρὶς Στίχων, τὸ δεύτερον μετὰ τῶν Στίχων, καὶ τὸ τρίτον εἰς τό, Δόξα, Καὶ νῦν, οὕτω ποιοῦντες καὶ εἰς τὰ ἐν ταῖς λοιπαῖς Ὥραις τοιαῦτα Τροπάρια.
Στιχηρὰ Ἰδιόμελα
Ἦχος βαρὺς
Ἐξεπλήττετο ὁ Ἡρῴδης, ὁρῶν τῶν Μάγων τὴν εὐσέβειαν, καὶ τῷ θυμῷ νικώμενος, τοῦ ἔτους ἠκριβολόγει τὸ διάστημα. Μητέρες ἠτεκνοῦντο, καὶ ἡ ἄωρος ἡλικία τών βρεφῶν, πικρῶς κατεθερίζετο· μαζοὶ ἐξηραίνοντο, καὶ πόροι γάλακτος συνεστέλλοντο. Μέγα ἦν τὸ δεινόν! διὸ εὐσεβῶς πιστοὶ συνελθόντες, προσκυνήσωμεν τοῦ Χριστοῦ τὴν γέννησιν.
Καὶ πάλιν τὸ αὐτὸ
Στίχ. Ὁ Θεὸς ἀπὸ Θαιμὰν ἥξει καὶ ὁ ἅγιος ἐξ ὄρους κατασκίου δασέος.
Ἦχος β'
Ὅτε Ἰωσήφ, Παρθένε, λύπῃ ἐτιτρώσκετο, πρὸς Βηθλεὲμ ἀπαίρων, ἐβόας πρὸς αὐτόν· Τί ὁρῶν με ἔγκυον, στυγνάζεις καὶ ταράσσεσαι, ἀγνοῶν ὅλως, τὸ ἐν ἐμοὶ φρικτόν μυστήριον; Λοιπὸν ἀπόθου φόβον ἅπαντα, τὸ παράδοξον ἐννοῶν· Θεὸς κάτεισι γὰρ ἐπὶ γῆς δι' ἔλεον, ἐν τῇ ἐμῇ μήτρᾳ νῦν, καὶ σάρκα προσελάβετο· ὅνπερ τικτόμενον, ὄψει ὡς ηὐδόκησε· καὶ τῆς χαρᾶς πλησθείς, προσκυνήσεις ὡς Κτίστην σου, ὃν Ἄγγελοι ὑμνοῦσιν ἀπαύστως, καὶ δοξάζουσι, σὺν Πατρὶ καὶ Ἁγίῳ Πνεύματι.
Στίχ. Κύριε εἰσακήκοα τὴν ἀκοήν σου καὶ ἐφοβήθην· Κύριε κατενόησα τὰ ἔργα σου καὶ ἐξέστην.
Καὶ πάλιν τὸ αὐτὸ
Δόξα... Καὶ νῦν... Ἦχος πλ. β'
Ἱστέον ὅτι τὸ ἑξῆς Ἰδιόμελον "Σήμερον γεννᾶται ἐκ Παρθένου" ἀναγινώσκεται πρότερον εὐλαβῶς καὶ μετὰ μέλους ὑπὸ τοῦ Κανονάρχου ἐν τῷ μέσῳ τοῦ Ναοῦ.
Εἶτα ψάλλεται μελῳδικώτερον ὑπὸ τῶν δύο χορῶν.
Σήμερον γεννᾶται ἐκ Παρθένου, ὁ δρακὶ τὴν πᾶσαν ἔχων κτίσιν (ἐκ τρίτου).
Ῥάκει καθάπερ βροτὸς σπαργανοῦται, ὁ τῇ οὐσίᾳ ἀναφής.
Θεὸς ἐν φάτνῃ ἀνακλίνεται, ὁ στερεώσας τοὺς οὐρανούς πάλαι κατ' ἀρχάς.
Ἐκ μαζῶν γάλα τρέφεται, ὁ ἐν τῇ ἐρήμῳ Μάννα ὀμβρίσας τῷ Λαῷ.
Μάγους προσκαλεῖται, ὁ Νυμφίος τῆς Ἐκκλησίας.
Δῶρα τούτων αἴρει, ὁ Υἱὸς τῆς Παρθένου.
Προσκυνοῦμέν σου τὴν Γένναν Χριστέ (ἐκ γ').
Δεῖξον ἡμῖν καὶ τὰ θεῖά σου Θεοφάνεια.
Προκείμενον Ἦχος δ'
Μήτηρ Σιὼν ἐρεῖ ἄνθρωπος, καὶ ἄνθρωπος, ἐγεννήθη ἐν αὐτῇ.
Στίχ. Οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα
(Κεφ. 9,67)
Παιδίον ἐγεννήθη ἡμῖν υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐγενήθη ἐπὶ τοῦ ὤμου αὐτοῦ· καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ Μεγάλης βουλῆς Ἄγγελος, θαυμαστὸς σύμβουλος, Θεὸς ἰσχυρός, ἐξουσιαστής, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος· ἄξω γὰρ εἰρήνην ἐπὶ τοὺς ἄρχοντας εἰρήνην καὶ ὑγείαν αὐτῷ. Μεγάλη ἡ ἀρχὴ αὐτοῦ καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον· ἐπὶ τὸν θρόνον Δαυῒδ καὶ ἐπὶ τὴν Βασιλείαν αὐτοῦ κατορθῶσαι αὐτὴν, καὶ ἀντιλαβέσθαι αὐτῆς ἐν κρίματι καὶ δικαιοσύνῃ, ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα. Ὁ ζῆλος Κυρίου Σαβαὼθ ποιήσει ταῦτα.
Ὁ Ἀπόστολος
Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα, (Κεφ. 2,1118)
Ἀδελφοί, ὁ ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι, ἐξ ἑνὸς πάντες· δι' ἣν αἰτίαν οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖν, λέγων· Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε. Καὶ πάλιν· Ἐγὼ ἔσομαι πεποιθὼς ἐπ' αὐτῷ. Καὶ πάλιν·Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἃ μοι ἔδωκεν ὁ Θεός· Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκε σαρκὸς καὶ αἵματος, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν· ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν διάβολον· καὶ ἀπαλλάξῃ τούτους, ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῆν ἔνοχοι ἦσαν δουλείας. Οὐ γὰρ δήπου Ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται. Ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι, ἵνα ἐλεήμων, γένηται καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς τὸν Θεόν, εἰς τὸ ἱλάσκεσθαι τὰς ἁμαρτίας τοῦ λαοῦ. Ἐν ᾧ γὰρ πέπονθεν αὐτὸς πειρασθείς, δύναται τοῖς πειραζομένοις βοηθῆσαι.
Εὐαγγέλιον, Κατὰ Ματθαῖον, (Κεφ. 2,1323)
Ἀναχωρησάντων τῶν Μάγων, ἰδού, Ἄγγελος Κυρίου φαίνεται κατ' ὄναρ τῷ Ἰωσήφ, λέγων· Ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ, καὶ φεῦγε εἰς Αἴγυπτον, καὶ ἴσθι ἐκεῖ ἕως ἂν εἴπω σοι· μέλλει γὰρ Ἡρῴδης ζητεῖν τὸ παιδίον, τοῦ ἀπολέσαι αὐτό. Ὁ δὲ ἐγερθεὶς παρέλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ νυκτὸς καὶ ἀνεχώρησεν εἰς Αἴγυπτον, καὶ ἦν ἐκεῖ ἕως τῆς τελευτῆς Ἡρῴδου, ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ Κυρίου διὰ τοῦ προφήτου, λέγοντος· ἐξ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου. Τότε Ἡρῴδης, ἰδὼν ὅτι ἐνεπαίχθη ὑπὸ τῶν μάγων, ἐθυμώθη λίαν, καὶ ἀποστείλας ἀνεῖλε πάντας τοὺς παῖδας τοὺς ἐν Βηθλεὲμ καὶ ἐν πᾶσι τοῖς ὁρίοις αὐτῆς, ἀπὸ διετοῦς καὶ κατωτέρω, κατὰ τὸν χρόνον ὃν ἠκρίβωσε παρὰ τῶν μάγων. Τότε ἐπληρώθη τὸ ῥηθὲν διὰ Ἱερεμίου τοῦ προφήτου, λέγοντος· Φωνὴ ἐν Ῥαμᾷ ἠκούσθη, θρῆνος καὶ κλαυθμὸς καὶ ὀδυρμὸς πολύς, Ῥαχὴλ κλαίουσα τὰ τέκνα αὐτῆς, καὶ οὐκ ἤθελε παρακληθῆναι, ὅτι οὐκ εἰσί. Τελευτήσαντος δὲ τοῦ Ἡρῴδου, ἰδοὺ ἄγγελος Κυρίου κατ' ὄναρ φαίνεται τῷ Ἰωσὴφ ἐν Αἰγύπτῳ, λέγων· Ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ, καὶ πορεύου εἰς γῆν Ἰσραήλ· τεθνήκασι γὰρ οἱ ζητοῦντες τὴν ψυχὴν τοῦ παιδίου. Ὁ δὲ ἐγερθεὶς παρέλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ ἦλθεν εἰς γῆν Ἰσραήλ. Ἀκούσας δὲ ὅτι Ἀρχέλαος βασιλεύει ἐπὶ τῆς Ἰουδαίας ἀντὶ Ἡρῴδου τοῦ πατρὸς αὐτοῦ, ἐφοβήθη ἐκεῖ ἀπελθεῖν, χρηματισθεὶς δὲ κατ' ὄναρ, ἀνεχώρησεν εἰς τὰ μέρη τῆς Γαλιλαίας, καὶ ἐλθὼν κατῴκησεν εἰς πόλιν λεγομένην Ναζαρέθ, ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τῶν προφητῶν ὅτι Ναζωραῖος κληθήσεται.
Μετὰ ταῦτα λέγει ὁ Ἀναγνώστης
Μὴ δὴ παραδῴης ἡμᾶς εἰς τέλος, διὰ τὸ ὄνομά σου τὸ Ἅγιον· καὶ μὴ διασκεδάσῃς τὴν διαθήκην σου, καὶ μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφ' ἡμῶν, διὰ Ἀβραὰμ τὸν ἠγαπημένον ὑπὸ σοῦ, καὶ διὰ Ἰσαὰκ τὸν δοῦλόν σου καὶ Ἰσραὴλ τὸν Ἅγιόν σου.
Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς (ἐκ τρίτου).
Δόξα... Καὶ νῦν...
Παναγία Τριάς, ἐλέησον ἡμᾶς.
Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν.
Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν.
Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν,
ἕνεκεν του ὀνόματός σου.
Κύριε ἐλέησον (ἐκ τρίτου)
Δόξα... Καὶ νῦν...
Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ἱερεὺς Ὅτι σοῦ ἐστιν ἡ βασιλεία...
Κοντάκιον, Ἦχος γ' ΤΟ ΑΚΟΥΤΕ
Η παρθένος σήμερον, τὸν προαιώνιον Λόγον, ἐν σπηλαίῳ ἔρχεται, ἀποτεκεῖν ἀπορρήτως. Χόρευε ἡ οἰκουμένη ἀκουτισθεῖσα· δόξασον μετὰ Ἀγγέλων καὶ τῶν Ποιμένων, βουληθέντα ἐποφθῆναι, παιδίον νέον, τὸν πρὸ αἰώνων Θεόν.
Κύριε ἐλέησον μ'
Ὁ ἐν παντὶ καιρῷ καὶ πάσῃ ὥρᾳ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς προσκυνούμενος καὶ δοξαζόμενος Χριστὸς ὁ Θεός, ὁ μακρόθυμος, ὁ πολυέλεος, ὁ πολυεύσπλαγχνος, ὁ τοὺς δικαίους ἀγαπῶν καί τοὺς ἁμαρτωλοὺς ἐλεῶν, ὁ πάντας καλῶν πρὸς σωτηρίαν διά τῆς ἐπαγγελίας τῶν μελλόντων ἀγαθῶν , αὐτός Κύριε, πρόσδεξαι καὶ ἡμῶν ἐν τῇ ὥρᾳ ταύτῃ τὰς ἐντεύξεις καὶ ἴθυνον τὴν ζωὴν ἡμῶν πρὸς τὰς ἐντολάς σου. Τὰς ψυχὰς ἡμῶν ἁγίασον, τὰ σώματα ἅγνισον , τοὺς λογισμοὺς διόρθωσον, τὰς ἐννοίας κάθαρον καὶ ῥῦσαι ἡμᾶς ἀπὸ πάσης θλίψεως, κακῶν καὶ ὀδύνης. Τείχισον ἡμᾶς ἁγίοις σου Ἀγγέλοις, ἵνα τῇ παρεμβολῇ αὐτῶν φρουρούμενοι καὶ ὁδηγούμενοι καταντήσωμεν εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ εἰς τὴν ἐπίγνωσιν τῆς ἀπροσίτου σου δόξης, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Κύριε ἐλέησον γ'
Δόξα... Καὶ νῦν...
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Ἐν ὀνόματι Κυρίου εὐλόγησον, Πάτερ. ὁ Ἱερεύς. ὁ Θεός οἰκτειρήσαι ἡμᾶς..., καὶ τὴν παροῦσαν.
Εὐχὴν
Δέσποτα Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ὁ μακροθυμήσας ἐπὶ τοῖς ἡμῶν πλημμελήμασι, καὶ ἄχρι τῆς παρούσης ὥρας ἀγαγὼν ἡμᾶς, ἐν ᾗ ἐπὶ τοῦ ζωοποιοῦ ξύλου κρεμάμενος, τῷ εὐγνώμονι ληστῇ τὴν εἰς τὸν Παράδεισον ὡδοποίησας εἴσοδον, καὶ θανάτῳ τὸν θάνατον ὤλεσας, ἱλάσθητι ἡμῖν τοῖς ἁμαρτωλοῖς καὶ ἀναξίοις δούλοις σου. Ἡμάρτομεν γὰρ καὶ ἠνομήσαμεν, καὶ οὐκ ἐσμὲν ἄξιοι ἆραι τὰ ὄμματα ἡμῶν, καὶ βλέψαι εἰς τὸ ὕψος τοῦ οὐρανοῦ, διότι κατελίπομεν τὴν ὁδόν τῆς δικαιοσύνης σου καὶ ἐπορεύθημεν ἐν τοῖς θελήμασι τὼν καρδιὼν ἡμῶν. Ἀλλ' ἱκετεύομεν τὴν σὴν ἀνείκαστον ἀγαθότητα· Φεῖσαι ἡμῶν, Κύριε κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου, καὶ σῶσον ἡμᾶς διὰ τὸ ὄνομά σου τὸ Ἅγιον, ὅτι ἐξέλιπον ἐν ματαιότητι αἱ ἡμέραι ἡμῶν. Ἐξελοῦ ἡμᾶς τῆς τοῦ ἀντικειμένου χειρός,καὶ ἄφες ἡμῖν τὰ ἁμαρτήματα, καὶ νέκρωσον τὸ σαρκικὸν ἡμῶν φρόνημα· ἵνα τὸν παλαιὸν ἀποθέμενοι ἄνθρωπον, τὸν νέον ἐνδυσώμεθα, καὶ σοὶ ζήσωμεν τῷ ἡμετέρῳ Δεσπότῃ καὶ κηδεμόνι. Καὶ οὕτω τοῖς σοῖς ἀκολουθοῦντες προστάγμασιν, εἰς τὴν αἰώνιον ἀνάπαυσιν καταντήσωμεν, ἔνθα πάντων ἐστὶ τῶν εὐφραινομένων ἡ κατοικία. Σὺ γὰρ εἶ ἡ ὄντως ἀληθινὴ εὐφροσύνη καὶ ἀγαλλίασις τῶν ἀγαπώντων σε, Χριστὲ ὁ Θεὸς ἡμῶν· καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ Παναγίῳ, καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Εἶτα τὰ Τυπικά, χῦμα
ΨΑΛΜΟΣ ΡΒ' (102)
Ἦχος πλ. δ'
Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ.
Τὸν εὐϊλατεύοντα πάσας τὰς ἀνομίας σου, τὸν ἰώμενον πάσας τὰς νόσους σου.
Τὸν λυτρούμενον ἐκ φθορᾶς τὴν ζωήν σου, τὸν στεφανοῦντά σε ἐν ἐλέει καὶ οἰκτιρμοῖς.
Τὸν ἐμπιπλῶντα ἐν ἀγαθοῖς τὴν ἐπιθυμίαν σου, ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου.
Ποιῶν ἐλεημοσύνας ὁ Κύριος, καὶ κρῖμα πᾶσι τοῖς ἀδικουμένοις.
Ἐγνώρισε τὰς ὁδοὺς αὐτοῦ τῷ Μωϋσῇ, τοῖς υἱοῖς Ἰσραὴλ τὰ θελήματα αὐτοῦ.
Οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, μακρόθυμος καὶ πολυέλεος, οὐκ εἰς τέλος ὀργισθήσεται, οὐδὲ εἰς τὸν αἰῶνα μηνιεῖ.
Οὐ κατὰ τὰς ἀνομίας ἡμῶν ἐποίησεν ἡμῖν, οὐδὲ κατὰ τὰς ἁμαρτίας ἡμῶν ἀνταπέδωκεν ἡμῖν.
Ὅτι κατὰ τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ τῆς γῆς, ἐκραταίωσε Κύριος τὸ ἔλεος αὐτοῦ ἐπὶ τοὺς φοβουμένους αὐτόν.
Καθόσον ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν, ἐμάκρυνεν ἀφ' ἡμῶν τὰς ἀνομίας ἡμῶν.
Καθὼς οἰκτείρει πατὴρ υἱούς, ὠκτείρησε Κύριος τοὺς φοβουμένους αὐτόν, ὅτι αὐτὸς ἔγνω τὸ πλάσμα ἡμῶν, ἐμνήσθη ὅτι χοῦς ἑσμεν.
Ἄνθρωπος, ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ, ὡσεὶ ἄνθος τοῦ ἀγροῦ, οὕτως ἐξανθήσει.
Ὅτι πνεῦμα διῆλθεν ἐν αὐτῷ, καὶ οὐχ ὑπάρξει, καὶ οὐκ ἐπιγνώσεται ἔτι τὸν τόπον αὐτοῦ.
Τὸ δὲ ἔλεος τοῦ Κυρίου ἀπὸ τοῦ αἰῶνος, καὶ ἕως τοῦ αἰῶνος ἐπὶ τοὺς φοβουμένους αὐτόν.
Καὶ ἡ δικαιοσύνη αὐτοῦ ἐπὶ υἱοῖς υἱῶν, τοῖς φυλάσσουσι τὴν διαθήκην αὐτοῦ, καὶ μεμνημένοις τῶν ἐντολῶν αὐτοῦ τοῦ ποιῆσαι αὐτάς.
Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει.
Εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ Ἄγγελοι αὐτοῦ, δυνατοὶ ἰσχύϊ, ποιοῦντες τὸν λόγον αὐτοῦ, τοῦ ἀκοῦσαι τῆς φωνῆς τῶν λόγων αὐτοῦ.
Εὐλογεῖτε τὸν Κύριον, πᾶσαι αἱ δυνάμεις αὐτοῦ, λειτουργοὶ αὐτοῦ, οἱ ποιοῦντες τὸ θέλημα αὐτοῦ.
Εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ, εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.
Ἦχος β'
Δόξα...
ΨΑΛΜΟΣ ΡΜΕ' (145)
Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον, αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.
Μὴ πεποίθατε ἐπ' ἄρχοντας, ἐπὶ υἱοὺς ἀνθρώπων, οἷς οὐκ ἔστι σωτηρία.
Ἐξελεύσεται τὸ πνεῦμα αὐτοῦ, καὶ ἐπιστρέψει εἰς τὴν γῆν αὐτοῦ.
Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπολοῦνται πάντες οἱ διαλογισμοὶ αὐτοῦ.
Μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ.
Τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς.
Τὸν φυλάσσοντα ἀλήθειαν εἰς τὸν αἰῶνα, ποιοῦντα κρῖμα τοῖς ἀδικουμένοις, διδόντα τροφὴν τοῖς πεινῶσι.
Κύριος λύει πεπεδημένους, Κύριος σοφοὶ τυφλούς, Κύριος ἀνορθοῖ κατερραγμένους, Κύριος ἀγαπᾷ δικαίους, Κύριος φυλάσσει τοὺς προσηλύτους.
Ὀρφανὸν καὶ χήραν ἀναλήψεται, καὶ ὁδόν ἁμαρτωλῶν ἀφανιεῖ.
Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν.
Καὶ νῦν...
Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας. Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.
Ἐν τῇ Βασιλείᾳ σου μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ σου.
Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεια τῶν οὐρανῶν.
Μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται.
Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν.
Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται.
Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται.
Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.
Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται.
Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.
Μακάριοί ἐστε, ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ' ὑμῶν, ψευδόμενοι ἕνεκεν ἐμοῦ.
Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς.
Δόξα... Καὶ νῦν...
Μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ σου.
Μνήσθητι ἡμῶν, Δέσποτα, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ σου.
Μνήσθητι ἡμῶν, Ἅγιε, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ σου.
Χορὸς ὁ ἐπουράνιος ὑμνεῖ σε καὶ λέγει· Ἅγιος, Ἅγιος, Ἅγιος, Κύριος Σαβαώθ, πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης σου.
Στίχ. Προσέλθετε πρὸς αὐτόν, καὶ φωτίσθητε καὶ τὰ πρόσωπα ἡμῶν οὐ μὴ καταισχυνθῇ.
Χορὸς ὁ ἐπουράνιος ὑμνεῖ σε καὶ λέγει· Ἅγιος, Ἅγιος, Ἅγιος, Κύριος Σαβαώθ, πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης σου.
Δόξα...
Χορὸς Ἁγίων Ἀγγέλων καὶ Ἀρχαγγέλων, μετὰ πασῶν τῶν ἐπουρανίων Δυνάμεων ὑμνεῖ σε καὶ λέγει· Ἅγιος, Ἅγιος, Ἅγιος, Κύριος Σαβαώθ, πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης σου.
Καὶ νῦν...
Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα, Παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων.
Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱόν τοῦ Θεοῦ τὸν Μονογενῆ, τὸ ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων. Φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι' οὗ τὰ πάντα ἐγένετο. Τὸν δι' ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος Ἁγίου καὶ Μαρίας τῆς Παρθένου καὶ ἐνανθρωπήσαντα. Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου καὶ παθόντα καὶ ταφέντα. Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς Γραφάς. Καὶ ἀνελθόντα εἰς τοὺς Οὐρανοὺς καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός. Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος.
Καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ Κύριον, τὸ Ζωοποιόν , τὸ ἐκ του Πατρὸς ἐκπορευόμενον, τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διά τῶν Προφητῶν.
Εἰς Μίαν, Ἁγίαν, Καθολικὴν καὶ Ἀποστολικὴν Ἐκκλησίαν. Ὁμολογῶ ἕν Βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν. Προσδοκῶ ἀνάστασιν νεκρῶν. Καὶ ζωήν τοῦ μέλλοντος αἰῶνος, Ἀμήν.
Ἄνες, ἄφες, συγχώρησον, ὁ Θεός, τὰ παραπτώματα ἡμῶν, τὰ ἑκούσια καὶ τὰ ἀκούσια, τὰ ἐν ἔργῳ καὶ λόγῳ, τὰ ἐν γνώσει καὶ ἀγνοίᾳ, τα ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ, τὰ κατὰ νοῦν καὶ διάνοιαν· τὰ πάντα ἡμῖν συγχώρησον, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.
Πάτερ ἡμῶν... Ὅτι σοῦ ἐστιν...
Κοντάκιον, Ἦχος γ' ΤΟ ΑΚΟΥΤΕ
Η παρθένος σήμερον, τὸν προαιώνιον Λόγον, ἐν σπηλαίῳ ἔρχεται, ἀποτεκεῖν ἀπορρήτως. Χόρευε ἡ οἰκουμένη ἀκουτισθεῖσα· δόξασον μετὰ Ἀγγέλων καὶ τῶν Ποιμένων, βουληθέντα ἐποφθῆναι, παιδίον νέον, τὸν πρὸ αἰώνων Θεόν.
Τό, Κύριε ἐλέησον, ιβ'. Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον... ἐκ γ'.
Δόξα... Καὶ νῦν... Τό, Εὐλογήσω τὸν Κύριον...
Καὶ Ἀπόλυσις
| TA ΜΗΝΑΙΑ | Δεκέμβριος | Ώρες |
Dec 25
Τῌ ΚΕ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΔΕΚΕΜΒΡΙΟΥἩ κατὰ Σάρκα Γέννησις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ιησοῦ Χριστοῦ.
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Ἰδιόμελα.
Στιχηρὰ Ἰδιόμελα
Ἦχος β'
Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, τὸ παρὸν μυστήριον ἐκδιηγούμενοι, τὸ μεσότοιχον τοῦ φραγμοῦ διαλέλυται, ἡ φλογίνη ῥομφαία τὰ νῶτα δίδωσι, καὶ τὰ Χερουβίμ παραχωρεῖ τοῦ ξύλου τῆς ζωῆς, κἀγὼ τοῦ παραδείσου τῆς τρυφῆς μεταλαμβάνω, οὗ προεξεβλήθην διὰ τῆς παρακοῆς. Ἡ γὰρ ἀπαράλλακτος εἰκὼν τοῦ Πατρός, ὁ χαρακτήρ τῆς ἀϊδιότητος αὐτοῦ, μορφὴν δούλου λαμβάνει, ἐξ ἀπειρογάμου Μητρὸς προελθών, οὐ τροπὴν ὑπομείνας· ὃ γὰρ ἦν διέμεινε, Θεὸς ὢν ἀληθινός· καὶ ὃ οὐκ ἦν προσέλαβεν, ἄνθρωπος γενόμενος διὰ φιλανθρωπίαν· αὐτῷ βοήσωμεν· ὁ τεχθεὶς ἐκ Παρθένου Θεός, ἐλέησον ἡμᾶς. (Δίς)
Ἦχος β'
Ἀνατολίου
Τοῦ Κυρίου Ἰησοῦ γεννηθέντος ἐκ τῆς ἁγίας Παρθένου, πεφώτισται τὰ σύμπαντα· Ποιμένων γὰρ ἀγραυλούντων, καὶ Μάγων προσκυνούντων, Ἀγγέλων ἀνυμνούντων, Ἡρῴδης ἐταράττετο, ὅτι Θεὸς ἐν σαρκὶ ἐφάνη, Σωτὴρ τῶν ψυχῶν ἡμῶν. (Δίς)
Ἦχος β'
Ἡ Βασιλεία σου, Χριστὲ ὁ Θεός, βασιλεία πάντων τῶν αἰώνων, καὶ ἡ Δεσποτεία σου, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. Ὁ σαρκωθεὶς ἐκ Πνεύματος Ἁγίου, καὶ ἐκ τῆς ἀειπαρθένου Μαρίας ἐνανθρωπήσας, φῶς ἡμῖν ἔλαμψας, Χριστὲ ὁ Θεός, τῇ σῇ παρουσίᾳ· φῶς ἐκ φωτός, τοῦ Πατρὸς τὸ ἀπαύγασμα, πᾶσαν κτίσιν ἐφαίδρυνας. Πᾶσα πνοὴ αἰνεῖ σε, τὸν χαρακτῆρα τῆς δόξης τοῦ Πατρός. Ὁ ὢν καὶ προών, καὶ ἐκλάμψας ἐκ Παρθένου Θεός, ἐλέησον ἡμᾶς.
Ἦχος β'
Τὶ σοι προσενέγκωμεν Χριστέ, ὅτι ὤφθης ἐπὶ γῆς ὡς ἄνθρωπος δι' ἡμᾶς; ἕκαστον γὰρ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, τὴν εὐχαριστίαν σοι προσάγει· οἱ Ἄγγελοι τὸν ὕμνον, οἱ οὐρανοὶ τὸν Ἀστέρα, οἱ Μάγοι τὰ δῶρα, οἱ Ποιμένες τὸ θαῦμα, ἡ γῆ τὸ σπήλαιον, ἡ ἔρημος τὴν φάτνην· ἡμεῖς δὲ Μητέρα Παρθένον. Ὁ πρὸ αἰώνων Θεὸς ἐλέησον ἡμᾶς.
Δόξα... Καὶ νῦν... Ἦχος β'
Κασίας
Αὐγούστου μοναρχήσαντος ἐπὶ τῆς γῆς, ἡ πολυαρχία τῶν ἀνθρώπων ἐπαύσατο, καὶ σοῦ ἐνανθρωπήσαντος ἐκ τῆς Ἁγνῆς, ἡ πολυθεΐα τῶν εἰδώλων κατήργηται. Ὑπὸ μίαν βασιλείαν ἐγκόσμιον, αἱ πόλεις γεγένηνται· καὶ εἰς μίαν Δεσποτείαν Θεότητος, τὰ Ἔθνη ἐπίστευσαν. Ἀπεγράφησαν οἱ λαοί, τῷ δόγματι τοῦ Καίσαρος, ἐπεγράφημεν οἱ πιστοί, ὀνόματι Θεότητος, σοῦ τοῦ ἐνανθρωπήσαντος Θεοῦ ἡμῶν. Μέγα σου τὸ ἔλεος, δόξα σοι.
Α' Γενέσεως τὸ Ἀνάγνωσμα(Κεφ. 1, 113) Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος καὶ σκότος ἐπάνω τῆς ἀβύσσου· καὶ πνεῦμα Θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος. Καὶ εἶπεν ὁ Θεὸς· Γενηθήτω φῶς καὶ ἐγένετο φῶς. Καὶ εἶδεν ὁ Θεὸς τὸ φῶς ὅτι καλὸν καὶ διεχώρισεν ὁ Θεὸς ἀνὰ μέσον τοῦ φωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότους. Καὶ ἐκάλεσεν ὁ Θεὸς τὸ φῶς Ἡ μ έ ρ α ν καὶ τὸ σκότος ἐκάλεσεν Ν ύ κ τ α· καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωΐ, ἡμέρα μία. Καὶ εἶπεν ὁ Θεὸς· Γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος καὶ ἔστω διαχωρίζον ἀνὰ μέσον ὕδατος καὶ ὕδατος· καὶ ἐγένετο οὕτω. Καὶ ἐποίησεν ὁ Θεὸς τὸ στερέωμα· καὶ διεχώρισεν ὁ Θεὸς ἀνὰ μέσον τοῦ ὕδατος τοῦ ἐπάνω τοῦ στερεώματος καὶ ἀνὰ μέσον τοῦ ὕδατος, τοῦ ὑποκάτω τοῦ στερεώματος. Καὶ ἐκάλεσεν ὁ Θεὸς τὸ στερέωμα Ο ὐ ρ α ν ὸ ν, καὶ εἶδεν ὁ Θεὸς ὅτι καλὸν· καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωΐ, ἡμέρα δευτέρα. Καὶ εἶπεν ὁ Θεὸς· Συναχθήτω τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς συναγωγὴν μίαν καὶ ὀφθήτω ἡ ξηρὰ· καὶ ἐγένετο οὕτω· καὶ συνήχθη τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ Οὐρανοῦ εἰς τὰς συναγωγὰς αὐτῶν καὶ ὤφθη ἡ ξηρὰ. Καὶ ἐκάλεσεν ὁ Θεὸς τὴν ξηρὰν Γ ῆ ν· καὶ τὰ συστήματα τῶν ὑδάτων ἐκάλεσεν Θ α λ ά σ σ α ς. Καὶ εἶδεν ὁ Θεὸς ὅτι καλὸν. Καὶ εἶπεν ὁ Θεὸς· Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ' ὁμοιότητα καὶ ξύλον κάρπιμον ποιοῦν καρπὸν οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ κατὰ γένος ἐπὶ τῆς γῆς καὶ ἐγένετο οὕτω. Καὶ ἐξήνεγκεν ἡ γῆ βοτάνην χόρτου σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ' ὁμοιότητα καὶ ξύλον κάρπιμον ποιοῦν καρπὸν οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ κατὰ γένος ἐπὶ τῆς γῆς· καὶ εἶδεν ὁ Θεὸς ὅτι καλὸν· καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωΐ, ἡμέρα τρίτη.Β' Ἀριθμῶν τὸ Ἀνάγνωσμα(Κεφ. 24, 23, 59, 1718) Ἐγένετο πνεῦμα Θεοῦ ἐπὶ Βαλαάμ· καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν· ὡς καλοί σου οἱ οἴκοι Ἰακὼβ, αἱ σκηναί σου Ἰσραὴλ ὡσεὶ νάπαι σκιάζουσαι, καὶ ὡσεὶ παράδεισοι ἐπὶ ποταμῶν καὶ ὡς σκηναὶ ἃς ἔπηξεν Κύριος ὡσεὶ κέδροι παρ' ὕδατα. Ἐξελεύσεται ἄνθρωπος ἐκ τοῦ σπέρματος αὐτοῦ καὶ κυριεύσει ἐθνῶν πολλῶν, καὶ ὑψωθήσεται ἡ βασιλεία αὐτοῦ καὶ αὐξηθήσεται. Ὁ Θεὸς ὡδήγησεν αὐτὸν ἐξ Αἰγύπτου ὡς δόξα μονοκέρωτος αὐτῷ· ἔδεται ἔθνη ἐχθρῶν αὐτοῦ καὶ τὰ πάχη αὐτῶν ἐκμυελιεῖ καὶ ταῖς βολίσιν αὐτοῦ κατατοξεύσει ἐχθροὺς. Κατακλιθεὶς ἀνεπαύσατο ὡς λέων καὶ ὡς σκύμνος· τὶς ἀναστήσει αὐτὸν; οἱ εὐλογοῦντές σε εὐλογημένοι· καὶ οἱ καταρώμενοί σε κεκατήρανται. Ἀνατελεῖ ἄστρον ἐξ Ἰακὼβ καὶ ἀναστήσεται ἄνθρωπος ἐξ Ἰσραὴλ, καὶ θραύσει τοὺς ἀρχηγοὺς Μωάβ, καὶ προνομεύσει πάντας υἱοὺς Σὴθ. Καὶ ἔσται Ἐδὼμ κληρονομία, καὶ ἔσται κληρονομία Ἡσαῦ ὁ ἐχθρὸς αὐτοῦ καὶ Ἰσραὴλ ἐποίησεν Ἰσχὺν.Γ' Προφητείας Μιχαίου τὸ Ἀνάγνωσμα(Κεφ. 4, 67 & 5, 13) Ἐν ταῖς ἡμέραις ἐκείναις, λέγει Κύριος, συνάξω τὴν συντετριμμένην καὶ τὴν ἀπωσμένην εἰσδέξομαι καὶ οὓς ἀπωσάμην. Καὶ θήσομαι τὴν συντετριμμένην εἰς ὑπόλειμμα, καὶ τὴν ἀπωσμένην εἰς ἔθνος ἰσχυρὸν, καὶ βασιλεύσει Κύριος ἐπ' αὐτοὺς ἐν ὄρει Σιὼν ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα. Καὶ σὺ Βηθλεὲμ, οἶκος τοῦ Ἐφραθᾶ, μὴ ὀλιγοστὸς εἶ τοῦ εἶναι ἐν χιλιάσιν Ἰούδα· ἐκ σοῦ γάρ μοι ἐξελεύσεται τοῦ εἶναι εἰς ἄρχοντα ἐν τῷ Ἰσραήλ, καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ' ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος. Διὰ τοῦτο δώσει αὐτοὺς ἕως καιροῦ τικτούσης· τέξεται, καὶ οἱ ἐπίλοιποι τῶν ἀδελφῶν αὐτῶν ἐπιστρέψουσιν ἐπὶ τοὺς υἱοὺς Ἰσραὴλ. Καὶ στήσεται καὶ ὄψεται καὶ ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ ἐν ἰσχύϊ Κύριος καὶ ἐν τῇ δόξῃ τοῦ ὀνόματος Κυρίου τοῦ Θεοῦ αὐτῶν ὑπάρξουσιν· διότι νῦν μεγαλυνθήσονται, ἕως ἄκρων τῆς γῆς.Εἶτα ἀνιστάμενοι λέγομενΤροπάριον Ἦχος πλ. β'Λαθὼν ἐτέχθης ὑπὸ τὸ Σπήλαιον, ἀλλ' οὐρανὸς σε πᾶσιν ἐκήρυξεν, ὥσπερ στόμα, τὸν Ἀστέρα προβαλλόμενος Σωτήρ· Καὶ Μάγους σοι προσήνεγκεν, ἐν πίστει προσκυνοῦντάς σε· μεθ' ὧν ἐλέησον ἡμᾶς.Στίχος α' Οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις· ἀγαπᾷ Κύριος τὰς πύλας Σιών, ὑπὲρ πάντα τὰ σκηνώματα Ἰακώβ.Καὶ Μάγους σοι προσήνεγκεν, ἐν πίστει προσκυνοῦντάς σε· μεθ' ὧν ἐλέησον ἡμᾶς.Στίχος β' Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ Πόλις τοῦ Θεοῦ· μνησθήσομαι Ῥαὰβ καὶ Βαβυλῶνος, τοῖς γινώσκουσί με.Καὶ Μάγους σοι προσήνεγκεν, ἐν πίστει προσκυνοῦντάς σε· μεθ' ὧν ἐλέησον ἡμᾶς.Στίχος γ' Καὶ ἰδοὺ ἀλλόφυλοι, καὶ Τύρος, καὶ λαὸς τῶν Αἰθιόπων.Καὶ Μάγους σοι προσήνεγκεν, ἐν πίστει προσκυνοῦντάς σε, μεθ' ὧν ἐλέησον ἡμᾶς.Στίχος δ' Οὗτοι ἐγεννήθησαν ἐκεῖ, Μήτηρ Σιών, ἐρεῖ ἄνθρωπος καὶ ἄνθρωπος ἐγεννήθη ἐν αὐτῇ, καὶ αὐτὸς ἐθεμελίωσεν αὐτὴν ὁ Ὕψιστος.Καὶ Μάγους σοι προσήνεγκεν, ἐν πίστει προσκυνοῦντάς σε, μεθ' ὧν ἐλέησον ἡμᾶς.Στίχος ε' Κύριος διηγήσεται ἐν γραφῇ λαῶν, καὶ Ἀρχόντων τούτων τῶν γεγεννημένων ἐν αὐτῇ, Ὡς εὐφραινομένων πάντων ἡ κατοικία ἐν σοί.Καὶ Μάγους σοι προσήνεγκεν, ἐν πίστει προσκυνοῦντάς σε, μεθ' ὧν ἐλέησον ἡμᾶς.Δόξα... Καὶ νῦν...Λαθὼν ἐτέχθης ὑπὸ τὸ Σπήλαιον, ἀλλ' οὐρανὸς σε πᾶσιν ἐκήρυξεν, ὥσπερ στόμα, τὸν Ἀστέρα προβαλλόμενος Σωτήρ. Καὶ Μάγους σοι προσήνεγκεν, ἐν πίστει προσκυνοῦντάς σε, μεθ' ὧν ἐλέησον ἡμᾶς.
Δ' Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα(Κεφ. 11, 110) Τάδε λέγει Κύριος· ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται καὶ ἀναπαύσεται ἐπ' αὐτῷ πνεῦμα Θεοῦ· πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος πνεῦμα γνώσεως καὶ εὐσεβείας, Πνεῦμα φόβου Θεοῦ ἐμπλήσει αὐτὸν. Οὐ κατὰ τὴν δόξαν κρινεῖ, οὐδὲ κατὰ τὴν λαλιὰν ἐλέγξει ἀλλὰ κρινεῖ ἐν δικαοσύνῃ ταπεινῶν κρίσιν, καὶ ἐλέγξει ἐν εὐθύτητι τοὺς ταπεινοὺς τῆς γῆς· καὶ πατάξει τὴν γῆν τῷ λόγῳ τοῦ στόματος αὐτοῦ καὶ ἐν πνεύματι διὰ χειλέων ἀνελεῖ ἀσεβεῖς. Καὶ ἔσται δικαιοσύνῃ ἐζωσμένος τὴν ὀσφὺν αὐτοῦ καὶ ἀληθείᾳ εἱλημένος τὰς πλευρὰς αὐτοῦ. Τότε συμβοσκηθήσεται λύκος μετὰ ἀρνῶν, καὶ πάρδαλις συναναπαύσεται ἐρίφῳ· καὶ μοσχάριον καὶ λέων καὶ ταῦρος ἅμα βοσκηθήσονται καὶ ἅμα τὰ παιδία αὐτῶν ἔσονται· καὶ λέων ὡς βοῦς φάγεται ἄχυρα. Καὶ παιδίον νήπιον ἐπὶ τρώγλην ἀσπίδων καὶ ἀπογεγαλακτισμένον ἐπὶ κοὶτης ἐκγόνων ἀσπίδων τὴν χεῖρα ἐπιβαλεῖ καὶ οὐ μὴ κακοποιήσουσιν, οὐδ᾿οὐ μὴ δυνήσονται ἀπολέσαι οὐδένα ἐπὶ τὸ Ὄρος τὸ ἅγιόν μου· ὅτι ἐνεπλήσθη ἡ σύμπασα γῆ τοῦ γνῶναι τὸν Κύριον ὡς ὕδωρ πολὺ κατακαλύψαι θαλάσσας. Καὶ ἔσται ἐν τῇ ἡμέρα ἐκείνῃ ἡ ῥίζα τοῦ Ἰεσσαὶ καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν· ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσιν, καὶ ἔσται ἡ ἀνάπαυσις αὐτοῦ τιμή.Ε' Προφητείας Ἱερεμίου τὸ Ἀνάγνωσμα(Βαροὺχ 3, 3638 & 4, 14) Οὗτος ὁ Θεὸς ἡμῶν· οὐ λογισθήσεται ἕτερος πρὸς αὐτὸν. Ἐξεῦρεν πᾶσαν ὁδὸν ἐπιστήμης καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ' αὐτοῦ. Μετὰ τοῦτο ἐπὶ τῆς γῆς ὤφθη καὶ ἐν τοῖς ἀνθρώποις συνανεστράφη. Αὕτη ἡ βίβλος τῶν προσταγμάτων τοῦ Θεοῦ καὶ ὁ νόμος ὁ ὑπάρχων εἰς τὸν αἰῶνα· πάντες οἱ κρατοῦντες αὐτῆς εἰς ζωὴν· οἱ δὲ καταλείποντες αὐτὴν ἀποθανοῦνται. Ἐπιστράφου Ἰακὼβ καὶ ἐπιλαβοῦ αὐτῆς· διόδευσον πρὸς τὴν λάμψιν κατέναντι τοῦ φωτὸς αὐτῆς. Μὴ δῷς ἑτέρῳ τὴν δόξαν σου καὶ τὰ συμφέροντά σοι ἔθνει ἀλλοτρίῳ. Μακάριοί ἐσμεν Ἰσραὴλ ὅτι τὰ ἀρεστὰ τῷ Θεῷ ἡμῖν γνωστὰ ἐστι.ΣΤ' Προφητείας Δανιὴλ τὸ Ἀνάγνωσμα(Κεφ. 2, 3136, 4445) Εἶπε Δανιήλ, τῷ Ναβουχοδονόσορ· Σὺ Βασιλεῦ ἐθεώρεις, καὶ ἰδοὺ εἰκὼν μία· μεγάλη ἡ εἰκὼν ἐκείνη, καὶ ἡ πρόσοψις αὐτῆς ὑπερφερής, ἑστῶσα πρὸ προσώπου σου ἡ ὅρασις αὐτῆς, φοβερά. Εἰκών, ἧς ἡ κεφαλὴ χρυσίου καθαροῦ· αἱ χεῖρες καὶ τὸ στῆθος καὶ οἱ βραχίονες αὐτῆς, ἀργυροῖ· ἡ κοιλία καὶ οἱ μηροί, χαλκοῖ· αἱ κνῆμαι, σιδηραῖ, οἱ πόδες μέρος μὲν τι σιδηροῦν, μέρος δὲ τι ὀστράκινον. Ἐθεώρεις, ἕως ὅτου ἀπετμήθη λίθος ἀπὸ ὄρους ἄνευ χειρός, καὶ ἐπάταξε τὴν εἰκόνα ἐπὶ τούς πόδας τοὺς σιδηροῦς καὶ ὀστρακίνους, καὶ ἐλέπτυνεν αὐτοὺς εἰς τέλος. Τότε ἐλεπτύνθησαν εἰς ἅπαξ, τὸ ὄστρακον ὁ σίδηρος, ὁ χαλκός, ὁ ἄργυρος, ὁ χρυσός, καὶ ἐγένοντο ὡσεὶ κονιορτὸς ἀπὸ ἅλωνος θερινῆς· καὶ ἐξῆρεν αὐτὰ τὸ πλῆθος τοῦ πνεύματος, καὶ τόπος οὐχ εὑρέθη ἐν αὐτοῖς, καὶ ὁ λίθος, ὁ πατάξας τὴν εἰκόνα, ἐγένετο εἰς ὄρος μέγα καὶ ἐπλήρωσε πᾶσαν τὴν γῆν. Τοῦτό ἐστι τὸ ἐνύπνιον· καὶ τὴν σύγκρισιν αὐτοῦ, ἐροῦμεν ἐνώπιον τοῦ Βασιλέως. Ἀναστήσει ὁ Θεὸς τοῦ οὐρανοῦ βασιλείαν, ἥτις εἰς τὸν αἰῶνα οὐ διαφθαρήσεται, καὶ ἡ βασιλεία αὐτοῦ λαῷ ἑτέρῳ οὐχ ὑπολειφθήσεται· καὶ λεπτυνεῖ καὶ ἐκλικμήσει πάσας τὰς βασιλείας· καὶ αὐτὴ ἀναστήσεται εἰς τοὺς αἰῶνας, ὃν τρόπον εἶδες, ὅτι ἀπὸ ὄρους ἐτμήθη λίθος ἄνευ χειρῶν. Καὶ ἐλέπτυνε τὸ ὄστρακον, τὸν σίδηρον, τὸν χαλκόν, τὸν ἄργυρον, τὸν χρυσόν. Ὁ Θεὸς ὁ μέγας ἐγνώρισε τῷ βασιλεῖ, ἃ δεῖ γενέσθαι μετὰ ταῦτα· καὶ ἀληθινὸν τὸ ἐνύπνιον· καὶ πιστὴ ἡ σύγκρισις αὐτοῦ.Τροπάριον Ἦχος πλ. β'Ἀνέτειλας Χριστὲ ἐκ Παρθένου, νοητὲ Ἥλιε τῆς Δικαιοσύνης· καὶ Ἀστὴρ σε ὑπέδειξεν, ἐν Σπηλαίῳ χωρούμενον τὸν ἀχώρητον.Μάγους ὁδηγήσας εἰς προσκύνησίν σου· μεθ' ὧν σε μεγαλύνομεν, Ζωοδότα δόξα σοι.Στίχος α' Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο Κύριος δύναμιν καὶ περιεζώσατο.Μάγους ὁδηγήσας εἰς προσκύνησίν σου· μεθ' ὧν σε μεγαλύνομεν, Ζωοδότα δόξα σοι.Στίχος β' Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται· ἕτοιμος ὁ θρόνος ἀπὸ τότε.Μάγους ὁδηγήσας εἰς προσκύνησίν σου· μεθ' ὧν σε μεγαλύνομεν, Ζωοδότα δόξα σοι.Στίχος γ' Ἐπῆραν οἱ ποταμοὶ Κύριε, ἐπῆραν οἱ ποταμοὶ φωνὰς αὐτῶν· ἀροῦσιν οἱ ποταμοὶ ἐπιτρίψεις αὐτῶν, ἀπὸ φωνῶν ὑδάτων πολλῶν.Μάγους ὁδηγήσας εἰς προσκύνησίν σου· μεθ' ὧν σε μεγαλύνομεν, Ζωοδότα δόξα σοι.Στίχος δ' Θαυμαστοὶ οἱ μετεωρισμοὶ τῆς θαλάσσης, θαυμαστὸς ἐν ὑψηλοῖς ὁ Κύριος· τὰ μαρτύριά σου ἐπιστώθησαν σφόδρα.Μάγους ὁδηγήσας εἰς προσκύνησίν σου· μεθ' ὧν σε μεγαλύνομεν, Ζωοδότα δόξα σοι.Στίχος ε' Τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν.Μάγους ὁδηγήσας εἰς προσκύνησίν σου· μεθ' ὧν σε μεγαλύνομεν, Ζωοδότα δόξα σοι.Δόξα... Καὶ νῦν...Ἀνέτειλας Χριστὲ ἐκ Παρθένου, νοητὲ Ἥλιε τῆς Δικαιοσύνης, καὶ Ἀστὴρ σε ὑπέδειξεν, ἐν Σπηλαίῳ χωρούμενον τὸν ἀχώρητον.Μάγους ὁδηγήσας εἰς προσκύνησίν σου, μεθ' ὧν σε μεγαλύνομεν, Ζωοδότα δόξα σοι.
Ζ' Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα(Κεφ, 9, 67) Παιδίον ἐγεννήθη ἡμῖν υἱὸς καὶ ἐδόθη ἡμῖν οὗ ἡ ἀρχὴ ἐγενήθη ἐπὶ τοῦ ὤμου αὐτοῦ· καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ, Μεγάλης βουλῆς ἄγγελος,θαυμαστὸς σύμβουλος, Θεὸς ἰσχυρός, ἐξουσιαστής, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος. Ἄξω γὰρ εἰρήνην ἐπὶ τοὺς ἄρχοντας, εἰρήνην καὶ ὑγείαν αὐτῷ. Μεγάλη ἡ ἀρχὴ αὐτοῦ καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον· ἐπὶ τὸν θρόνον Δαυΐδ, καὶ ἐπὶ τὴν βασιλείαν αὐτοῦ κατορθῶσαι αὐτὴν καὶ ἀντιλαβέσθαι αὐτῆς ἐν κρίματι καὶ δικαιοσύνῃ, ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα. Ο ζῆλος Κυρίου Σαβαὼθ ποιήσει ταῦτα.Η' Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα(Κεφ. 7, 1016 & 8, 14, 810) Προσέθετο Κύριος λαλῆσαι τῷ Ἄχαζ λέγων· Αἴτησαι σεαυτῷ σημεῖον παρὰ Κυρίου Θεοῦ σου εἰς βάθος ἢ εἰς ὕψος. Καὶ εἶπεν Ἄχαζ· Οὐ μὴ αἰτήσω ουδ' οὐ μὴ πειράσω Κύριον. Καὶ εἶπεν(Ἡσαΐας)· Ἀκούσατε δὴ οἶκος Δαυΐδ· μὴ μικρὸν ὑμῖν ἀγῶνα παρέχειν ἀνθρώποις καὶ πῶς Κυρίῳ παρέχετε ἀγῶνα; Διὰ τοῦτο δώσει Κύριος αὐτὸς ὑμῖν σημεῖον· Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱὸν καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐ μ μ α ν ο υ ὴ λ. Βούτυρον καὶ μέλι φάγεται πρὶν ἢ γνῶναι αὐτὸν ἢ προελέσθαι πονηρὰ ἐκλέξεται τὸ ἀγαθὸν· διότι πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακὸν ἀπειθεῖ πονηρίᾳ τοῦ ἐκλέξασθαι τὸ ἀγαθὸν. Καὶ εἶπεν Κύριος πρὸς με· Λάβε σεαυτῷ τόμον καινὸν μέγαν, καὶ γράψον εἰς αὐτὸν γραφίδι ἀνθρώπου. Τοῦ ὀξέως προνομὴν ποιῆσαι σκύλων. Πάρεστι γὰρ· καὶ μάρτυρὰς μοι ποίησον πιστοὺς ἀνθρώπους, τὸν Οὐρίαν τὸν Ἱερέα καὶ τὸν Ζαχαρίαν υἱὸν Βαραχίου. Καὶ προσῆλθον πρὸς τὴν προφῆτιν καὶ ἐν γαστρὶ ἔλαβε καὶ ἔτεκεν υἱὸν· καὶ εἶπέ μοι Κύριος· Κάλεσον τὸ ὄνομα αὐτοῦ. Ταχέως σκύλευσον, ὀξέως προνόμευσον. Διότι πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα λήψεται δύναμιν Δαμασκοῦ καὶ τὰ σκῦλα Σαμαρείας ἔναντι βασιλέως Ἀσσυρίων. Μεθ' ἡμῶν ὁ Θεὸς. Γνῶτε ἔθνη καὶ ἡττᾶσθε· ἐπακούσατε ἕως ἐσχάτου τῆς γῆς· ἰσχυκότες ἡττᾶσθε. Ἐὰν γὰρ πάλιν ἰσχύσητε, καὶ πάλιν ἡττηθήσεσθε. Καὶ ἣν ἂν βουλὴν βουλεύσησθε διασκεδάσει Κύριος· καὶ λόγον ὃν ἐὰν λαλήσητε οὐ μὴ ἐμμείνῃ ἐν ὑμῖν, ὅτι μεθ' ἡμῶν Κύριος ὁ Θεὸς.Εἶτα Προκείμενον τοῦ Ἀποστόλου.Ἦχος α'. Κύριος εἶπε πρὸς με· Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε.Στίχ. Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου.Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλουτὸ Ἀνάγνωσμα (Κεφ. 1, 114 & 2, 13) Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς Πατράσιν ἐν τοῖς Προφήταις, ἐπ' ἐσχάτων τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ· ὃν ἔθηκε κληρονόμον πάντων, δι' οὗ καὶ τοὺς αἰῶνας ἐποίησεν. Ὅς ὢν ἀπαύγασμα τῆς δόξης, καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, δι' ἑαυτοῦ καθαρισμὸν ποιησάμενος τῶν ἁμαρτιῶν ἡμῶν, ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς.Τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων, ὅσῳ διαφορώτερον παρ' αὐτοὺς κεκληρονόμηκεν ὄνομα. Τίνι γὰρ εἶπέ ποτε τῶν ἀγγέλων· Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε; Καὶ πάλιν· Ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν; Ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει· Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες Ἄγγελοι Θεοῦ. Καὶ πρὸς μὲν τοὺς ἀγγέλους λέγει· Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα· πρὸς δὲ τὸν Υἱόν· Ὁ θρόνος σου, ὁ Θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς Βασιλείας σου. Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. Καί, Σὺ κατ' ἀρχάς, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί. Αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτούς, καὶ ἀλλαγήσονται. Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι. Πρὸς τίνα δὲ τῶν ἀγγέλων εἴρηκέ ποτε. Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου; Οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν; Διὰ τοῦτο δεῖ περισσοτέρως ἡμᾶς προσέχειν τοῖς ἀκουσθεῖσι, μὴ ποτε παραρρυῶμεν. Εἰ γὰρ ὁ δι᾿ ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος, καὶ πᾶσα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν, πῶς ἡμεῖς ἐκφευξόμεθα τηλικαύτης ἀμελήσαντες σωτηρίας; ἥτις, ἀρχὴν λαβοῦσα λαλεῖσθαι διὰ τοῦ Κυρίου, ὑπὸ τῶν ἀκουσάντων εἰς ἡμᾶς ἐβεβαιώθη. Ἀλληλούϊα Ἦχος πλ. δ'Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου, ὑποπόδιον τῶν ποδῶν σου.Στίχ. Ῥάβδον δυνάμεως ἐξαποστελεῖ σοι Κύριος. Ἐκ γαστρὸς πρὸ Ἑωσφόρου ἐγέννησά σε.Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν(Κεφ. 2, 120) Ἐν ταῖς ἡμέραις ἐκείναις, ἐξῆλθε δόγμα παρὰ Καίσαρος Αὐγούστου, ἀπογράφεσθαι πᾶσαν τὴν οἰκουμένην.Αὕτη ἡ ἀπογραφὴ πρώτη ἐγένετο ἡγεμονεύοντος τῆς Συρίας Κυρηνίου. Καὶ ἐπορεύοντο πάντες ἀπογράφεσθαι, ἕκαστος εἰς τὴν ἰδίαν πόλιν. Ἀνέβη δὲ καὶ Ἰωσὴφ ἀπὸ τῆς Γαλιλαίας, ἐκ πόλεως Ναζαρέτ, εἰς τὴν Ἰουδαίαν, εἰς πόλιν Δαβίδ, ἥτις καλεῖται Βηθλεέμ, διὰ τὸ εἶναι αὐτὸν ἐξ οἴκου καὶ πατριᾶς Δαβίδ, ἀπογράψασθαι σὺν Μαριὰμ τῇ μεμνηστευμένῃ αὐτῷ γυναικί, οὔσῃ ἐγκύῳ. Ἐγένετο δὲ ἐν τῷ εἶναι αὐτοὺς ἐκεῖ, ἐπλήσθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτήν, καὶ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον, καὶ ἐσπαργάνωσεν αὐτόν, καὶ ἀνέκλινεν αὐτὸν ἐν τῇ φάτνῃ, διότι οὐκ ἦν αὐτοῖς τόπος ἐν τῷ καταλύματι. Καὶ ποιμένες ἦσαν ἐν τῇ χώρᾳ τῇ αὐτῇ ἀγραυλοῦντες καὶ φυλάσσοντες φυλακὰς τῆς νυκτὸς ἐπὶ τὴν ποίμνην αὐτῶν. Καὶ ἰδοὺ ἄγγελος Κυρίου ἐπέστη αὐτοῖς, καὶ δόξα Κυρίου περιέλαμψεν αὐτούς, καὶ ἐφοβήθησαν φόβον μέγαν, καὶ εἶπεν αὐτοῖς ὁ ἄγγελος. Μὴ φοβεῖσθε· Ἰδοὺ γάρ, εὐαγγελίζομαι ὑμῖν χαρὰν μεγάλην, ἥτις ἔσται παντὶ τῷ λαῷ· ὅτι ἐτέχθη ὑμῖν σήμερον Σωτήρ, ὃς ἐστι Χριστὸς Κύριος, ἐν πόλει Δαβίδ. Καὶ τοῦτο ὑμῖν τὸ σημεῖον, εὑρήσετε βρέφος ἐσπαργανωμένον, κείμενον ἐν τῇ φάτνῃ. Καὶ ἐξαίφνης ἐγένετο σὺν τῷ ἀγγέλῳ πλῆθος στρατιᾶς οὐρανίου, αἰνούντων τὸν Θεόν, καὶ λεγόντων. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Καὶ ἐγένετο ὡς ἀπῆλθον ἀπ' αὐτῶν εἰς τὸν οὐρανὸν οἱ ἄγγελοι, καὶ οἱ ἄνθρωποι οἱ ποιμένες εἶπον πρὸς ἀλλήλους· Διέλθωμεν δὴ ἕως Βηθλεέμ, καὶ ἴδωμεν τὸ ῥῆμα τοῦτο τὸ γεγονὸς ὃ Κύριος ἐγνώρισεν ἡμῖν. Καὶ ἦλθον σπεύσαντες, καὶ ἀνεῦρον, τήν τε Μαριὰμ καὶ τὸν Ἰωσήφ, καὶ τὸ βρέφος κείμενον ἐν τῇ φάτνῃ. Ἰδόντες δὲ διεγνώρισαν περὶ τοῦ ῥήματος τοῦ λαληθέντος αὐτοῖς περὶ τοῦ παιδίου τούτου, καὶ πάντες οἱ ἀκούσαντες ἐθαύμασαν περὶ τῶν λαληθέντων ὑπὸ τῶν Ποιμένων πρὸς αὐτούς, ἡ δὲ Μαριὰμ πάντα συνετήρει τὰ ῥήματα ταῦτα, συμβάλλουσα ἐν τῇ καρδίᾳ αὐτῆς. Καὶ ἐπέστρεψαν οἱ ποιμένες, δοξάζοντες καὶ αἰνοῦντες τὸν Θεὸν ἐπὶ πᾶσιν οἷς ἤκουσαν καὶ εἶδον, καθὼς ἐλαλήθη πρὸς αὐτούς.Καὶ καθ' ἑξῆς, ἡ Θεία Λειτουργία τοῦ Μεγάλου Βασιλείου.ΚοινωνικὸνΑἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, Αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Ἀλληλούϊα.
Εἰς τὴν Λιτήν, Στιχηρά, Ἰδιόμελα,Ἦχος α'Ἰωάννου ΜοναχοῦὉ οὐρανὸς καὶ ἡ γῆ, σήμερον προφητικῶς ἐφραινέσθωσαν. Ἄγγελοι καὶ ἄνθρωποι, πνευματικῶς πανηγυρίσωμεν, ὅτι Θεὸς ἐν σαρκὶ ἐπέφανε, τοῖς ἐν σκότει καὶ σκιᾷ καθημένοις, γεννηθεὶς ἐκ γυναικός. Σπήλαιον καὶ φάτνη ὑπεδέξαντο αὐτόν. Ποιμένες τὸ θαῦμα ἀνακηρύττουσι. Μάγοι ἐξ Ἀνατολῶν, ἐν Βηθλεὲμ δῶρα προσάγουσιν· ἡμεῖς δὲ τὸν αἶνον ἀναξίοις χείλεσιν, ἀγγελικῶς αὐτῷ προσάξωμεν. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη· ἦλθε γὰρ ἡ προσδοκία τῶν ἐθνῶν· ἦλθεν, ἔσωσεν ἡμᾶς, ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ.Ὁ αὐτός, τοῦ αὐτοῦὉ οὐρανὸς καὶ ἡ γῆ, σήμερον ἡνώθησαν, τεχθέντος τοῦ Χριστοῦ. Σήμερον Θεὸς ἐπὶ γῆς παραγέγονε, καὶ ἄνθρωπος εἰς οὐρανοὺς ἀναβέβηκε. Σήμερον ὁρᾶται σαρκί, ὁ φύσει ἀόρατος, διὰ τὸν ἄνθρωπον· διὰ τοῦτο καὶ ἡμεῖς δοξολογοῦντες, βοήσωμεν αὐτῷ· Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη· ἣν ἡμῖν ἑβράβευσεν, ἡ παρουσία σου, Σωτὴρ ἡμῶν δόξα σοι.Ὁ αὐτός, τοῦ αὐτοῦΔόξα ἐν ὑψίστοις Θεῷ, ἐν Βηθλεὲμ ἀκούω, ὑπὸ Ἀσωμάτων σήμερον, τῷ ἐπὶ γῆς εἰρήνην, εὐδοκήσαντι γενέσθαι. Νῦν ἡ Παρθένος οὐρανῶν πλατυτέρα· ἐξανέτειλε γάρ φῶς τοῖς ἐσκοτισμένοις, καὶ ταπεινοὺς ὕψωσε, τοὺς ἀγγελικῶς μελῳδοῦντας· Δόξα ἐν ὑψίστοις Θεῷ.Ὁ αὐτὸςΤὸν κατ' εἰκόνα καὶ ὁμοίωσιν, ῥεύσαντα ἐκ παραβάσεως, ἰδὼν ὁ Ἰησοῦς, κλίνας οὐρανοὺς κατέβη, καὶ ᾤκησεν ἐν μήτρᾳ παρθενικῇ ἀναλλοιώτως, ἵνα ἐν αὐτῇ, τόν φθαρέντα Ἀδάμ, ἀναπλάσῃ κράζοντα· Δόξα τῇ ἐπιφανείᾳ σου, ὁ λυτρωτής μου καὶ Θεός.Δόξα... Ἦχος πλ. α'Ἰωάννου ΜοναχοῦΜάγοι Περσῶν Βασιλεῖς, ἐπιγνόντες σαφῶς, τὸν ἐπὶ γῆς τεχθέντα, Βασιλέα οὐράνιον, ὑπὸ λαμπροῦ ἀστέρος ἑλκόμενοι, ἔφθασαν ἐν Βηθλεέμ, δῶρα προσφέροντες ἔγκριτα, χρυσὸν καὶ λίβανον καὶ σμύρναν, καὶ πεσόντες προσεκύνησαν· εἶδον γὰρ ἐν τῷ Σπηλαίῳ, βρέφος κείμενον τὸν Ἄχρονον.Καὶ νῦν... Ἦχος πλ. β'ΓερμανοῦΧορεύουσιν Ἄγγελοι πάντες ἐν οὐρανῷ, καὶ ἀγάλλονται σήμερον· σκιρτᾷ δὲ πᾶσα ἡ κτίσις, διὰ τὸν γεννηθέντα ἐν Βηθλεέμ, Σωτῆρα Κύριον, ὅτι πᾶσα πλάνη τῶν εἰδώλων πέπαυται, καὶ βασιλεύει Χριστὸς εἰς τοὺς αἰῶνας.
Εἰς τὸν Στίχον, Στιχηρὰ ἸδιόμελαἮχος β' ΓερμανοῦΜέγα καὶ παράδοξον θαῦμα, τετέλεσται σὴμερον! Παρθένος τίκτει καὶ μήτρα οὐ φθείρεται, ὁ Λόγος σαρκοῦται, καὶ τοῦ Πατρὸς οὐ κεχώρισται, Ἄγγελοι μετὰ Ποιμένων δοξάζουσι, καὶ ἡμεῖς σὺν αὐτοῖς ἐκβοῶμεν· Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη.Στίχ. Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.Ἦχος γ' τοῦ αὐτοῦΣήμερον τίκτει ἡ Παρθένος, τὸν Ποιητὴν τοῦ παντός, Ἐδὲμ προσφέρει σπήλαιον, καὶ ἀστὴρ μηνύει Χριστόν, τὸν Ἥλιον τοῖς ἐν σκότει. Μετὰ δώρων Μάγοι προσεκύνησαν, πίστει φωτιζόμενοι, καὶ Ποιμένες εἶδον τὸ θαῦμα, Ἀγγέλων ἀνυμνούντων, καὶ λεγόντων· Δόξα ἐν ὑψίστοις Θεῷ.Στίχ. Ἐκ γαστρὸς πρὸ Ἑωσφόρου ἐγέννησά σε, ὤμοσε Κύριος, καὶ οὐ μεταμεληθήσεται. Σὺ Ἱερεὺς εἰς τὸν αἰῶνα, κατὰ τὴν τάξιν Μελχισεδέκ.Ὁ αὐτός, ἈνατολίουΤοῦ Κυρίου Ἰησοῦ γεννηθέντος, ἐν Βηθλεὲμ τῆς Ἰουδαίας, ἐξ Ἀνατολῶν ἐλθόντες Μάγοι, προσεκύνησαν Θεὸν ἐνανθρωπήσαντα, καὶ τοὺς θησαυροὺς αὐτῶν προθύμως ἀνοίξαντες, δῶρα τίμια προσέφερον, δόκιμον χρυσόν, ὡς Βασιλεῖ τῶν αἰώνων, καὶ λίβανον, ὡς Θεῷ τῶν ὅλων, ὡς τριημέρῳ δὲ νεκρῷ, σμύρναν τῷ Ἀθανάτῳ. Πάντα τὰ ἔθνη, δεῦτε προσκυνήσωμεν, τῷ τεχθέντι σῶσαι τὰς ψυχὰς ἡμῶν.
Δοξαστικὸν
Ἦχος δ'
Ἰωάννου Μοναχοῦ
Εὐφράνθητι Ἱερουσαλήμ, καὶ πανηγυρίσατε πάντες, οἱ ἀγαπῶντες Σιών. Σήμερον ὁ χρόνιος ἐλύθη δεσμός, τῆς καταδίκης τοῦ, Ἀδάμ, ὁ Παράδεισος ἡμῖν ἠνεῴχθη, ὁ ὄφις κατηργήθη· ἣν γὰρ ἠπάτησε πρώην, νῦν ἐθεάσατο, τοῦ Δημιουργοῦ γενομένην Μητέρα. Ὢ βάθος πλούτου, καὶ σοφίας, καὶ γνώσεως Θεοῦ, ἡ προξενήσασα τὸν θάνατον πάσῃ σαρκί, τῆς ἁμαρτίας τὸ ὄργανον, σωτηρίας ἀπαρχὴ ἐγένετο τῷ κόσμῳ παντί, διὰ τῆς Θεοτόκου· βρέφος γὰρ τίκτεται ἐξ αὐτῆς, ὁ παντέλειος Θεός, καὶ διὰ τοῦ τόκου, Παρθενίαν σφραγίζει, σειρὰς ἁμαρτημάτων, λύων διὰ σπαργάνων· καὶ διὰ νηπιότητος, τῆς Εὔας θεραπεύει, τὰς ἐν λύπαις ὠδῖνας. Χορευέτω τοίνυν πᾶσα ἡ κτίσις καὶ σκιρτάτω· ἀνακαλέσαι γὰρ αὐτήν, παραγέγονε Χριστός, καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον
Ἦχος δ'
Ἀνατολίου
Σπηλαίῳ παρῴκησας, Χριστὲ ὁ Θεός, φάτνη ὑπεδέξατο. Ποιμένες δὲ καὶ Μάγοι προσεκύνησαν. Τότε δὴ τῶν Προφητῶν ἐπληροῦτο τὸ κήρυγμα· καὶ Ἀγγέλων αἱ Δυνάμεις ἐθαύμαζον, βοῶσαι καὶ λέγουσαι· Δόξα τῇ συγκαταβάσει σου, μόνε φιλάνθρωπε
Ἀπολυτίκιον
Ἦχος δ'
ἐκ γ'
Ἡ γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως· ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο· σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν, Κύριε δόξα σοι.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα
Ἦχος δ'
Κατεπλάγη Ἰωσὴφ ΤΟ ΑΚΟΥΤΕ
Δεῦτε ἴδωμεν πιστοί, ποῦ ἐγεννήθη ὁ Χριστός, ἀκολουθήσωμεν λοιπὸν ἔνθα ὁδεύει ὁ ἀστήρ, μετὰ τῶν Μάγων Ἀνατολῆς τῶν Βασιλέων. Ἄγγελοι ὑμνοῦσιν, ἀκαταπαύστως ἐκεῖ. Ποιμένες ἀγραυλοῦσιν, ᾠδὴν ἐπάξιον. Δόξα ἐν ὑψίστοις λέγοντες, τῷ σήμερον ἐν Σπηλαίῳ τεχθέντι, ἐκ τῆς Παρθένου, καὶ Θεοτόκου, ἐν Βηθλεὲμ τῆς Ἰουδαίας. (Δίς)
Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα
Ἦχος δ'
Κατεπλάγη Ἰωσὴφ ΤΟ ΑΚΟΥΤΕ
Τὶ θαυμάζεις Μαριάμ; τὶ ἐκθαμβεῖσαι τῷ ἐν σοὶ; Ὅτι ἄχρονον Υἱόν, χρόνῳ ἐγέννησα φησί, τοῦ τικτομένου τὴν σύλληψιν μὴ διδαχθεῖσα. Ἄνανδρος εἰμί, καὶ πῶς τέξω Υἱόν; ἄσπορον γονὴν τὶς ἑώρακεν; ὅπου Θεὸς δὲ βούλεται, νικᾶται φύσεως τάξις, ὡς γέγραπται. Χριστὸς ἐτέχθη, ἐκ τῆς Παρθένου, ἐν Βηθλεὲμ τῆς Ἰουδαίας. (Δίς)
Μετὰ δὲ τὸν Πολυέλεον, Κάθισμα
Ἦχος δ'
Κατεπλάγη Ἰωσὴφ ΤΟ ΑΚΟΥΤΕ
Ὁ ἀχώρητος παντί, πῶς ἐχωρήθη ἐν γαστρὶ; ὁ ἐν κόλποις τοῦ Πατρός, πῶς ἐν ἀγκάλαις τῆς Μητρός; πάντως ὡς οἶδεν ὡς ἠθέλησε καὶ ὡς ηὐδόκησεν· ἄσαρκος γὰρ ὢν, ἐσαρκώθη ἑκών· καὶ γέγονεν ὁ Ὢν ὃ οὐκ ἦν δι' ἡμᾶς· καὶ μὴ ἐκστὰς τῆς φύσεως, μετέσχε τοῦ ἡμετέρου φυράματος. Διπλοῦς ἐτέχθη, Χριστὸς τὸν ἄνω, κόσμον θέλων ἀναπληρῶσαι. (Δίς)
Προκείμενον Ἦχος δ'Ἐκ γαστρὸς πρὸ Ἑωσφόρου ἐγέννησά σε, ὤμοσε Κύριος, καὶ οὐ μεταμεληθήσεται.Στίχ. Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.
Δόξα... Ἦχος β'Τὰ σύμπαντα σήμερον, χαρᾶς πληροῦνται. Χριστὸς ἐτέχθη ἐκ τῆς Παρθένου.Καὶ νῦν... Τὸ αὐτό. ΕἶταΣτίχ. Ἐλέησόν με ὁ Θεός... Καὶ ψάλλομεν τὸ παρὸν ἸδιόμελονἮχος πλ. β'Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη. Σήμερον δέχεται ἡ Βηθλεέμ, τὸν καθήμερον διὰ παντὸς σὺν Πατρί. Σήμερον Ἄγγελοι τὸ βρέφος τὸ τεχθέν, θεοπρεπῶς δοξολογοῦσι. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.
Ὁ Κανὼν τῆς Ἑορτῆς. Ὁ Παρὼν τοῦ κυρίου Κοσμᾶ, φέρων ἀκροστιχίδα τήνδε.Χριστὸς βροτωθεὶς ἦν ὅπερ Θεὸς μένῃ.ᾨδὴ α'
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Χριστὸς γεννᾶται, δοξάσατε. Χριστὸς ἐξ οὐρανῶν ἀπαντήσατε. Χριστὸς ἐπὶ γῆς, ὑψώθητε, ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί, ὅτι δεδόξασται».Ῥεύσαντα ἐκ παραβάσεως, Θεοῦ τὸν κατ' εἰκόνα γενόμενον, ὅλον τῆς φθορᾶς ὑπάρξαντα, κρείττονος ἑπταικότα θείας ζωῆς, αὖθις ἀναπλάττει, ὁ σοφὸς Δημιουργός, ὅτι δεδόξασται.Ἰδὼν ὁ Κτίστης ὀλλύμενον, τὸν ἄνθρωπον χερσίν, ὃν ἐποίησε, κλίνας οὐρανοὺς κατέρχεται, τοῦτον δὲ ἐκ Παρθένου θείας Ἁγνῆς, ὅλον οὐσιοῦται, ἀληθείᾳ σαρκωθείς, ὅτι δεδόξασται.Σοφία λόγος καὶ δύναμις, Υἱὸς ὢν τοῦ Πατρός, καὶ ἀπαύγασμα, Χριστὸς ὁ Θεός, δυνάμεις λαθών, ὅσας ὑπερκοσμίους, ὅσας ἐν γῇ, καὶ ἐνανθρωπήσας, ἀνεκτήσατο ἡμᾶς, ὅτι δεδόξασται.
Ὁ Ἕτερος Κανὼν Ἰαμβικός, Ἰωάννου Μοναχοῦ, φέρων ἀκροστιχίδα τήνδε διὰ στίχων Ἡρωελεγείων.Εὐεπίης μελέεσσιν ἐφύμνια ταῦτα λιγαίνειΥἷα Θεοῦ μερόπων ἕνεκα τικτόμενονἘν χθονί, καὶ λύοντα πολύστονα πήματα κόσμου.Ἀλλ' Ἄνα ῥητῆρας ῥύεο τῶνδε πόνων.ᾨδὴ α'
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἔσωσε λαόν, θαυματουργῶν Δεσπότης,Ὑγρὸν θαλάσσης κῦμα χερσώσας πάλαι·Ἑκὼν δὲ τεχθεὶς ἐκ Κόρης, τρίβον βατήν,Πόλου τίθησιν ἡμῖν· ὃν κατ οὐσίαν,Ἶσόν τε Πατρί, καὶ βροτοῖς δοξάζομεν».Ἤνεγκε γαστὴρ ἡγιασμένη Λόγον,Σαφῶς ἀφλέκτῳ ζωγραφουμένη βάτῳ,Μιγέντα μορφῇ, τῇ βροτησίᾳ Θεόν,Εὔας τάλαιναν, νηδὺν ἀρᾶς τῆς πάλαι,Λύοντα πικρᾶς, ὃν βροτοὶ δοξάζομεν.Ἔδειξεν ἀστὴρ τὸν πρὸ ἡλίου Λόγον,Ἐλθόντα παῦσαι τὴν ἁμαρτίαν Μάγοις,Σαφῶς πενιχρὸν εἰς σπέος τὸν συμπαθῆ,Σὲ σπαργάνοις ἑλικτόν· ὃν γεγηθότες,Ἶδον τὸν αὐτόν, καὶ βροτὸν καὶ Κύριον.
Κανών α', ᾨδὴ γ'
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τῶ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς γεννηθέντι ἀρρεύστως Υἱῷ, καὶ ἐπ' ἐσχάτων ἐκ Παρθένου, σαρκωθέντι ἀσπόρως, Χριστῷ τῷ Θεῷ βοήσωμεν· ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν, ἅγιος εἶ Κύριε».Ὁ τῆς ἐπιπνοίας, μετασχὼν τῆς ἀμείνω Ἀδὰμ χοϊκός, καὶ πρὸς φθορὰν κατολισθήσας, γυναικείᾳ ἀπάτῃ, Χριστὸν γυναικὸς βοᾷ ἐξορῶν, ὁ δι' ἐμὲ κατ᾿ ἐμὲ γεγονώς, ἅγιος εἶ Κύριε.Σύμμορφος πηλίνης, εὐτελοῦς διαρτίας Χριστὲ γεγονώς, καὶ μετοχῇ σαρκὸς τῆς χείρω, μεταδοὺς θείας φύτλης, βροτὸς πεφυκώς, καὶ μείνας Θεός, καὶ ἀνυψώσας τὸ κέρας ἡμῶν, Ἅγιος εἶ Κύριε.Βηθλεὲμ εὐφραίνου, Ἡγεμόνων Ἰούδα βασίλεια· τὸν Ἰσραὴλ γὰρ ὁ ποιμαίνων, Χερουβὶμ ὁ ἐπ' ὤμων, ἐκ σοῦ προελθὼν Χριστὸς ἐμφανῶς, καὶ ἀνυψώσας τὸ κέρας ἡμῶν, πάντων ἐβασίλευσεν.
Κανών β', ᾨδὴ γ', Ἰαμβικός
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Νεῦσον πρὸς ὕμνους οἰκετῶν Εὐεργέτα,Ἐχθροῦ ταπεινῶν τὴν ἐπηρμένην ὀφρύν,Φέρων τε Παντεπόπτα τῆς ἁμαρτίας,Ὕπερθεν ἀκλόνητον, ἐστηριγμένους,Μάκαρ, μελῳδοὺς τῇ βάσει τῆς πίστεως».Νύμφης πανάγνου τὸν πανόλβιον τόκονἸδεῖν ὑπὲρ νοῦν ἠξιωμένος χορός,Ἄγραυλος ἐκλονεῖτο, τῷ ξένῳ τρόπῳ.Τάξιν μελῳδοῦσάν τε τῶν Ἀσωμάτων,Ἄνακτα Χριστόν, ἀσπόρως σαρκούμενον.Ὕψους ἀνάσσων οὐρανῶν εὐσπλαγχνίᾳ,Τελεῖ καθ' ἡμᾶς ἐξ ἀνυμφεύτου Κόρης,Ἄϋλος ὢν τὸ πρόσθεν· ἀλλ' ἐπ' ἐσχάτωνΛόγος παχυνθεὶς σαρκί, τὸν πεπτωκότα,Ἵνα πρὸς αὐτὸν ἑλκύσῃ πρωτόκτιστον.
Ἡ Ὑπακοὴ
Ἦχος πλ. δ'
Τὴν ἀπαρχὴν τῶν Ἐθνῶν, ὁ οὐρανὸς σοι προσεκόμισε, τῷ κειμένῳ νηπίῳ ἐν φάτνῃ, δι᾿ ἀστέρος τοὺς Μάγους καλέσας· οὓς καὶ κατέπληττεν, οὐ σκῆπτρα καὶ θρόνοι, ἀλλ' ἐσχάτη πτωχεία· τὶ γάρ εὐτελέστερον σπηλαίου; τὶ δὲ ταπεινότερον σπαργάνων; ἐν οἷς διέλαμψεν ὁ τῆς Θεότητός σου πλοῦτος. Κύριε δόξα σοι.
Κάθισμα
Ἦχος πλ. δ'
Τὸ προσταχθὲν μυστικῶς ΤΟ ΑΚΟΥΤΕ
Ἀγαλλιάσθω οὐρανός, γῆ εὐφραινέσθω· ὅτι ἐτέχθη ἐπὶ γῆς, ὁ Ἀμνὸς τοῦ Θεοῦ, παρέχων τῷ κόσμῳ τὴν ἀπολύτρωσιν. Ὁ Λόγος ὁ ἐν τοῖς κόλποις ὢν τοῦ Πατρός, προῆλθεν ἐκ τῆς Παρθένου ἄνευ σπορᾶς· ὃν οἱ Μάγοι ἐξίσταντο, ὁρῶντες ἐν Βηθλεέμ, τικτόμενον ὡς νήπιον· ὃν δοξάζει τὰ σύμπαντα.Δόξα... Καὶ νῦν... τὸ αὐτὸ
Κανών α', ᾨδὴ δ'
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐξ αὐτῆς Χριστέ, ἐκ τῆς Παρθένου ἀνεβλάστησας· ἐξ ὄρους ὁ αἰνετὸς κατασκίου δασέος ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου, ὁ ἄϋλος καὶ Θεός. Δόξα τῇ δυνάμει σου Κύριε».Ὃν πάλαι προεῖπεν Ἰακώβ, ἐθνῶν ἀπεκδοχὴν Χριστέ, φυλῆς Ἰούδα ἐξανέτειλας, καὶ δύναμιν Δαμασκοῦ, Σαμαρείας σκῦλά τε, ἦλθες προνομεύσων πλάνην τρέπων, εἰς πίστιν θεοτερπῆ. Δόξα τῇ δυνάμει σου Κύριε.Τοῦ Μάντεως πάλαι Βαλαάμ, τῶν λόγων μυητὰς σοφούς, ἀστεροσκόπους χαρᾶς ἔπλησας, ἀστὴρ ἐκ τοῦ Ἰακώβ, ἀνατείλας Δέσποτα, Ἐθνῶν ἀπαρχὴν εἰσαγομένους· ἐδέξω δὲ προφανῶς, δῶρά σοι δεκτὰ προσκομίζοντας.Ὡς πόκῳ γαστρὶ Παρθενικῇ, κατέβης ὑετὸς Χριστέ, καὶ ὡς σταγόνες ἐν γῇ στάζουσαι. Αἰθίοπες καὶ θαρσεῖς, καὶ Ἀράβων νῆσοί τε, Σαβᾶ Μήδων, πάσης γῆς κρατοῦντες, προσέπεσόν σοι Σωτήρ. Δόξα τῇ δυνάμει σου Κύριε.
Κανών β', ᾨδὴ δ', Ἰαμβικός
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Γένους βροτείου τὴν ἀνάπλασιν πάλαι,ᾌδων Προφήτης Ἀββακούμ, προμηνύει,Ἰδεῖν ἀφράστως ἀξιωθεὶς τὸν τύπον.Νέον βρέφος γάρ, ἐξ ὄρους τῆς Παρθένου,Ἐξῆλθε λαῶν, εἰς ἀνάπλασιν Λόγος».Ἶσος προῆλθες τοῖς βροτοῖς ἑκουσίως,Ὕψιστε, σάρκα προσλαβὼν ἐκ Παρθένου,Ἰὸν καθᾶραι τῆς δρακοντείας κάρας,Ἄγων ἅπαντας πρὸς σέλας ζωηφόρον,Θεὸς πεφυκώς, ἐκ πυλῶν ἀνηλίων.Ἔθνη τὰ πρόσθεν τῇ φθορᾷ βεβυσμένα.Ὄλεθρον ἄρδην δυσμενοῦς πεφευγότα,Ὑψοῦτε χεῖρας, σὺν κρότοις ἐφυμνίοις,Μόνον σέβοντα Χριστόν, ὡς εὐεργέτην,Ἐν τοῖς καθ ἡμᾶς συμπαθῶς ἀφιγμένον.Ῥίζης φυεῖσα τοῦ Ἰεσσαὶ Παρθένε,Ὅρους παρῆλθες, τῶν βροτῶν τῆς οὐσίας,Πατρὸς τεκοῦσα τὸν πρὸ αἰώνων Λόγον.Ὡς ηὐδόκησεν αὐτός, ἐσφραγισμένην,Νηδὺν διελθεῖν τῇ κενώσει τῇ ξένῃ.
Κανών α', ᾨδὴ ε'
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θεὸς ὢν εἰρήνης, Πατὴρ οἰκτιρμῶν, τῆς μεγάλης Βουλῆς σου τὸν Ἄγγελον, εἰρήνην παρεχόμενον ἀπέστειλας ἡμῖν· ὅθεν θεογνωσίας, πρὸς φῶς ὁδηγηθέντες, ἐκ νυκτός ὀρθρίζοντες, δοξολογοῦμέν σε Φιλάνθρωπε».Ἐν δούλοις τῷ Καίσαρος δόγματι, ἀπεγράφης πειθήσας, καὶ δούλους ἡμᾶς, ἐχθροῦ καὶ ἁμαρτίας, ἠλευθέρωσας Χριστέ, ὅλον τὸ καθ᾿ ἡμᾶς δὲ πτωχεύσας, καὶ χοϊκόν ἐξ αὐτῆς ἑνώσεως, καὶ κοινωνίας ἐθεούργησας.Ἰδοὺ ἡ Παρθένος, ὡς πάλαι φησίν, ἐν γαστρὶ συλλαβοῦσα ἐκύησε, Θεὸν ἐνανθρωπήσαντα, καὶ μένει Παρθένος· δι ἧς καταλλαγέντες Θεῷ οἱ ἁμαρτωλοί, Θεοτόκον κυρίως οὖσαν, ἐν πίστει ἀνυμνήσωμεν.
Κανών β', ᾨδὴ ε', Ἰαμβικός
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐκ νυκτὸς ἔργων, ἐσκοτισμένης πλάνηςἹλασμὸν ἡμῖν Χριστὲ τοῖς ἐγρηγόρως,Νῦν σοι τελοῦσιν ὕμνον, ὡς εὐεργέτῃ,Ἔλθοις πορίζων εὐχερῆ τε τὴν τρίβον,Καθ' ἣν ἀνατρέχοντες, εὕροιμεν κλέος».Ἀπηνὲς ἔχθος, τὸ πρὸς αὐτὸν Δεσπότης,Τεμὼν διαμπάξ, σαρκὸς ἐν παρουσίᾳ,Ἵνα κρατοῦντος ὤλεσε ψυχοφθόρου,Κόσμον συνάπτων, ταῖς ἀΰλοις οὐσίαις,Τιθεὶς προσηνῆ, τὸν Τεκόντα τῇ κτίσει.Ὁ λαὸς εἶδεν, ὁ πρὶν ἠμαυρωμένος,Μεθ' ἡμέραν φῶς, τῆς ἄνω φρυκτωρίας·Ἔθνη Θεῷ δέ, κλῆρον Υἱὸς προσφέρει,Νέμων ἐκεῖσε τὴν ἀπόρρητον χάριν,Οὗ πλεῖον ἐξήνθησεν ἡ ἁμαρτία.
Κανών α', ᾨδὴ ς'
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν ἐνάλιος θήρ οἷον ἐδέξατο· τῇ Παρθένῳ δέ, ἐνοικήσας ὁ Λόγος, καὶ σάρκα λαβὼν διελήλυθε φυλάξας ἀδιάφθορον· ἧς γὰρ οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν κατέσχεν ἀπήμαντον».Ἦλθε σαρκωθείς, Χριστὸς ὁ Θεὸς ἡμῶν, γαστρὸς ὃν Πατήρ, πρὸ Ἑωσφόρου γεννᾷ, τὰς ἡνίας δέ, ὁ κρατῶν τῶν ἀχράντων Δυνάμεων, ἐν φάτνῃ τῶν ἀλόγων ἀνακλίνεται, ῥάκει σπαργανοῦται, λύει δέ, πολυπλόκους σειρὰς παραπτώσεων.Νέον ἐξ Ἀδάμ, παιδίον φυράματος ἐτέχθη Υἱός, καὶ πιστοῖς δέδοται, τοῦ δὲ μέλλοντος, οὗτός ἐστιν αἰῶνος, Πατὴρ καὶ Ἄρχων, καὶ καλεῖται τῆς μεγάλης Βουλῆς Ἄγγελος· οὗτος ἰσχυρὸς Θεὸς ἐστι, καὶ κρατῶν ἐξουσίᾳ τῆς κτίσεως.
Κανών β', ᾨδὴ ς', Ἰαμβικός
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ναίων Ἰωνᾶς, ἐν μυχοῖς θαλαττίοις,Ἐλθεῖν ἐδεῖτο, καὶ ζάλην ἀπαρκέσαι.Νυγεὶς ἐγὼ δέ, τῷ τυραννοῦντος βέλει,Χριστὲ προσαυδῶ, τὸν κακῶν ἀναιρέτην,Θᾶττον μολεῖν σε τῆς ἐμῆς ῥαθυμίας».Ὃς ἦν ἐν ἀρχῇ, πρὸς Θεὸν Θεὸς Λόγος,Νυνὶ κρατύνει, μὴ σθένουσαν τὴν πάλαι,Ἰδὼν φυλάξαι, τὴν καθ ἡμᾶς οὐσίαν,Καθεὶς ἑαυτὸν δευτέρᾳ κοινωνίᾳΑὖθις προφαίνων, τῶν παθῶν ἐλευθέραν.Ἷκται δι' ἡμᾶς, Ἀβραὰμ ἐξ ὀσφύος,Λυγρῶς πεσόντας, ἐν σκότει τῶν πταισμάτων,Υἱοὺς ἐγεῖραι, τῶν κάτω νενευκότων,Ὁ φῶς κατοικῶν, καὶ φάτνην παρ' ἀξίαν.Νῦν εὐδοκήσας, εἰς βροτῶν σωτηρίαν.
Κοντάκιον
Ἦχος γ'
Αὐτόμελον ΤΟ ΑΚΟΥΤΕ
Ἡ Παρθένος σήμερον, τὸν ὑπερούσιον τίκτει, καὶ ἡ γῆ τὸ Σπήλαιον, τῷ ἀπροσίτῳ προσάγει. Ἄγγελοι μετὰ Ποιμένων δοξολογοῦσι. Μάγοι δὲ μετὰ ἀστέρος ὁδοιποροῦσι· δι' ἡμᾶς γὰρ ἐγεννήθη, Παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός.
Ὁ Οἶκος
Τὴν Ἐδὲμ Βηθλεὲμ ἤνοιξε, δεῦτε ἴδωμεν· τὴν τρυφὴν ἐν κρυφῇ εὕρομεν, δεῦτε λάβωμεν, τὰ τοῦ Παραδείσου ἔνδον τοῦ Σπηλαίου. Ἐκεῖ ἐφάνη ῥίζα ἀπότιστος, βλαστάνουσα ἄφεσιν· ἐκεῖ εὑρέθη φρέαρ ἀνώρυκτον, οὗ πιεῖν Δαυῒδ πρὶν ἐπεθύμησεν· ἐκεῖ Παρθένος τεκοῦσα βρέφος, τὴν δίψαν ἔπαυσεν εὐθύς, τὴν τοῦ Ἀδὰμ καὶ τοῦ Δαυΐδ· διὰ τοῦτο πρὸς τοῦτο ἐπειχθῶμεν, οὗ ἐτέχθη, Παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός.
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΚΕ' τοῦ αὐτοῦ μηνός, Ἡ κατὰ σάρκα Γέννησις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.ΣτίχοιΘεὸς τὸ τεχθέν, ἡ δὲ Μήτηρ Παρθένος.Τὶ μεῖζον ἄλλο καινὸν εἶδεν ἡ κτίσις;Παρθενικὴ Μαρίη Θεὸν εἰκάδι γείνατο πέμπτη.Τῇ αὐτῇ ἡμέρᾳ, Ἡ προσκύνησις τῶν Μάγων.ΣτίχοιΣὲ προσκυνοῦσα τάξις ἐθνική, Λόγε,Τὸ πρὸς σὲ δηλοῖ τῶν Ἐθνῶν μέλλον σέβας.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν θεασαμένων Ποιμένων τὸν Κύριον.ΣτίχοιΠοίμνην ἀφέντες τὴν ἑαυτῶν Ποιμένες,Ἰδεῖν καλὸν σπεύδουσι Χριστὸν ποιμένα.Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Κανών α', ᾨδὴ ζ'
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Οἱ Παῖδες εὐσεβείᾳ συντραφέντες, δυσσεβοῦς προστάγματος καταφρονήσαντες, πυρὸς ἀπειλὴν οὐκ ἐκπτοήθησαν, ἀλλ' ἐν μέσῳ τῆς φλογὸς ἑστῶτες ἔψαλλον· Ὁ τῶν Πατέρων Θεός, εὐλογητὸς εἶ».Ποιμένες ἀγραυλοῦντες, ἐκπλαγοῦς φωτοφανείας ἔτυχον· δόξα Κυρίου γὰρ αὐτούς, περιέλαμψε καὶ Ἄγγελος. Ἀνυμνήσατε βοῶν, ὅτι ἐτέχθη Χριστός, ὁ τῶν Πατέρων Θεός, εὐλογητὸς εἶ.Ἐξαίφνης σὺν τῷ λόγῳ τοῦ Ἀγγέλου, οὐρανῶν στρατεύματα, Δόξα ἐκραύγαζον Θεῷ, ἐν ὑψίστοις, ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία, Χριστὸς ἔλαμψεν. Ὁ τῶν Πατέρων Θεός, εὐλογητὸς εἶ.Ῥῆμα τὶ τοῦτο; εἶπον οἱ Ποιμένες· διελθόντες ἴδωμεν τὸ γεγονός, θεῖον Χριστόν· Βηθλεὲμ καταλαβόντες δέ, σὺν τῇ τεκούσῃ προσεκύνουν ἀναμέλποντες· ὁ τῶν Πατέρων Θεός, εὐλογητὸς εἶ.
Κανών β', ᾨδὴ ζ', Ἰαμβικός
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τῷ παντάνακτος ἐξεφαύλισαν πόθῳ,Ἄπλητα θυμαίνοντος ἠγκιστρωμένοι,Παῖδες τυράννου δύσθεον γλωσσαλγίαν,Οἷς εἴκαθε πῦρ ἄσπετον, τῷ Δεσπότῃ,Λέγουσιν· Εἰς αἰῶνας εὐλογητὸς εἶ».Ὑπηρέτας μὲν ἐμμανῶς καταφλέγει,Σῴζει δὲ παφλάζουσα ῥοιζηδὸν νέους,Ταῖς ἑπταμέτροις καύσεσι πυργουμένη,Οὓς ἔστεφε φλόξ, ἄφθονον τοῦ Κυρίου,Νέμοντος, εὐσεβείας ἕνεκα, δρόσον.Ἀρωγὲ Χριστέ, τὸν βροτοῖς ἐναντίον,Πρόβλημα τὴν σάρκωσιν ἀρρήτως ἔχων,ᾜσχυνας, ὄλβον τῆς θεώσεως φέρων,Μορφούμενος νῦν· ἧς τινος δι' ἐλπίδα,Ἄνωθεν εἰς κευθμῶνας ἤλθομεν ζόφου.Τὴν ἀγριωπόν, ἀκρατῶς γαυρουμένην,Ἄσεμνα βακχεύουσαν ἐξοιστρουμένου,Κόσμου καθεῖλες πανσθενῶς ἁμαρτίαν·Οὓς εἵλκυσε πρίν, σήμερον τῶν ἀρκύων,Σῴζεις δέ, σαρκωθεὶς ἑκὼν Εὐεργέτα.
Κανών α', ᾨδὴ η'
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος, ἐξεικόνισε κάμινος τύπον· οὐ γὰρ οὓς ἐδέξατο φλέγει νέους, ὡς οὐδὲ πῦρ τῆς Θεότητος, Παρθένου ἣν ὑπέδυ νηδύν· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν. Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας».Ἕλκει Βαβυλῶνος ἡ θυγάτηρ παῖδας, δορυκτήτους Δαυΐδ, ἐκ Σιὼν ἐν αὐτῇ, δωροφόρους πέμπει δέ, Μάγους παῖδας, τὴν τοῦ Δαυΐδ θεοδόχον θυγατέρα λιτανεύσοντα· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν. Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.Ὄργανα παρέκλινε τὸ πένθος ᾠδῆς· οὐ γὰρ ᾗδον ἐν νόθοις οἱ παῖδες Σιών, Βαβυλῶνος λύει δέ, πλάνην πᾶσαν καὶ μουσικῶν, ἁρμονίαν Βηθλεὲμ ἐξανατείλας Χριστός· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν. Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.Σκῦλα Βαβυλὼν τῆς Βασιλίδος Σιών, καὶ δορύκτητον ὄλβον ἐδέξατο, θησαυροὺς Χριστός, ἐν Σιὼν δὲ ταύτης, καὶ Βασιλεῖς σὺν ἀστέρι ὁδηγῷ, ἀστροπολοῦντας ἕλκει· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.
Κανών β', ᾨδὴ η', Ἰαμβικός
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Μήτραν ἀφλέκτως εἰκονίζουσι Κόρης,Οἱ τῆς παλαιᾶς πυρπολούμενοι νέοι,Ὑπερφυῶς κύουσαν, ἐσφραγισμένην.Ἄμφω δὲ δρῶσα, θαυματουργίᾳ μιᾷ,Λαοὺς πρὸς ὕμνον ἐξανίστησι χάρις».Λύμην φυγοῦσα τοῦ θεοῦσθαι τῇ πλάνῃ,Ἄληκτον ὑμνεῖ τὸν κενούμενον Λόγον.Νεανικῶς ἅπασα σὺν τρόμῳ κτίσις,Ἄδοξον εὖχος δειματουμένη φέρειν,Ῥευστὴ γεγῶσα, κἂν σοφῶς ἐκαρτέρει.Ἥκεις πλανῆτιν πρὸς νομὴν ἐπιστρέφων,Τὴν ἀνθοποιὸν ἐξ ἐρημαίων λόφων,Ἡ τῶν ἐθνῶν ἔγερσις, ἀνθρώπων φύσιν·Ῥώμην βιαίαν τοῦ βροτοκτόνου σβέσαι,Ἀνὴρ φανείς τε, καὶ Θεὸς προμηθείᾳ.
Κανών α', ᾨδὴ θ'
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Μεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν, καὶ ἐνδοξοτέραν τῶν ἄνω στρατευμάτων.«Μυστήριον ξένον, ὁρῶ καὶ παράδοξον! οὐρανὸν τὸ Σπήλαιον· θρόνον Χερουβικόν, τὴν Παρθένον· τὴν φάτνην χωρίον· ἐν ᾧ ἀνεκλίθη ὁ ἀχώρητος, Χριστὸς ὁ Θεός· ὃν ἀνυμνοῦντες μεγαλύνομεν».Μεγάλυνον ψυχή μου, τὸν ἐκ τῆς Παρθένου, Θεὸν σαρκὶ τεχθέντα.Ἐξαίσιον δρόμον, ὁρῶντες οἱ Μάγοι, ἀσυνήθους νέου ἀστέρος ἀρτιφαοῦς, οὐρανίου ὑπερλάμποντος, Χριστὸν Βασιλέα ἐτεκμήραντο, ἐν γῇ γεννηθέντα Βηθλεέμ, εἰς σωτηρίαν ἡμῶν.Μεγάλυνον ψυχή μου, τὸν ἐν τῷ Σπηλαίῳ, τεχθέντα Βασιλέα.Νεηγενὲς Μάγων λεγόντων, παιδίον Ἄναξ, οὗ ἀστὴρ ἐφάνη, ποῦ ἐστίν; εἰς γὰρ ἐκείνου προσκύνησιν ἥκομεν· μανεὶς ὁ Ἡρῴδης ἐταράττετο, Χριστὸν ἀνελεῖν, ὁ θεομάχος φρυαττόμενος.Μεγάλυνον ψυχή μου, τῶν ὑπὸ τῶν Μάγων, Θεὸν προσκυνηθέντα.Ἠκρίβωσε χρόνον Ἡρῴδης ἀστέρος, οὗ ταῖς ἡγεσίαις οἱ Μάγοι ἐν Βηθλεέμ, προσκυνοῦσι Χριστῷ σὺν δώροις· ὑφ' οὗ πρὸς Πατρίδα ὁδηγούμενοι, δεινὸν παιδοκτόνον, ἐγκατέλιπον παιζόμενον.
Κανών β', ᾨδὴ θ', Ἰαμβικός
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Σήμερον ἡ Παρθένος, τίκτει τὸν Δεσπότην, ἔνδον ἐν τῷ Σπηλαίῳ. «Στέργειν μὲν ἡμᾶς, ὡς ἀκίνδυνον φόβῳ,Ῥᾷον σιωπήν, τῷ πόθῳ δὲ Παρθένε,Ὕμνους ὑφαίνειν, συντόνως τεθηγμένους,Ἐργῶδές ἐστιν, ἀλλὰ καὶ Μήτηρ σθένος,Ὅση πέφυκεν ἡ προαίρεσις δίδου».Σήμερον ὁ Δεσπότης, τίκτεται ὡς βρέφος, ὑπὸ Μητρὸς Παρθένου. «Στέργειν μὲν ἡμᾶς, ὡς ἀκίνδυνον φόβῳ,Ῥᾷον σιωπήν, τῷ πόθῳ δὲ Παρθένε,Ὕμνους ὑφαίνειν, συντόνως τεθηγμένους,Ἐργῶδές ἐστιν, ἀλλὰ καὶ Μήτηρ σθένος,Ὅση πέφυκεν ἡ προαίρεσις δίδου».Δόξα...Μεγάλυνον ψυχή μου, τῆς τρισυποστάτου, καὶ ἀδιαιρέτου, Θεότητος τὸ κράτος. Τύπους ἀφεγγεῖς καὶ σκιὰς παρηγμένας,Ὦ Μῆτερ ἁγνή, τοῦ Λόγου δεδορκότες,Νέου φανέντος, ἐκ πύλης κεκλεισμένης,Δοξούμενοί τε, τῆς ἀληθείας φάος,Ἐπαξίως σὴν εὐλογοῦμεν γαστέρα.Καὶ νῦν...Μεγάλυνον ψυχή μου, τὴν λυτρωσαμένην, ἡμᾶς ἐκ τῆς κατάρας. Πόθου τετευχώς, καὶ Θεοῦ παρουσίας,Ὁ χριστοτερπὴς λαὸς ἠξιωμένος,Νῦν ποτνιᾶται τῆς παλιγγενεσίας.Ὡς ζωοποιοῦ· τὴν χάριν δὲ Παρθένε,Νέμοις ἄχραντε, προσκυνῆσαι τὸ κλέος.ΚαταβασίαεΜεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν, καὶ ἐνδοξοτέραν τῶν ἄνω στρατευμάτων.«Μυστήριον ξένον, ὁρῶ καὶ παράδοξον! οὐρανὸν τὸ Σπήλαιον· θρόνον Χερουβικόν, τὴν Παρθένον· τὴν φάτνην χωρίον· ἐν ᾧ ἀνεκλίθη ὁ ἀχώρητος, Χριστὸς ὁ Θεός· ὃν ἀνυμνοῦντες μεγαλύνομεν».Μεγάλυνον ψυχή μου, τὴν λυτρωσαμένην, ἡμᾶς ἐκ τῆς κατάρας. «Στέργειν μὲν ἡμᾶς, ὡς ἀκίνδυνον φόβῳ,Ῥᾷον σιωπήν, τῷ πόθῳ δὲ Παρθένε,Ὕμνους ὑφαίνειν, συντόνως τεθηγμένους,Ἐργῶδές ἐστιν, ἀλλὰ καὶ Μήτηρ σθένος,Ὅση πέφυκεν ἡ προαίρεσις δίδου».
Ἐξαποστειλάριον
Ἦχος γ'
Αὐτόμελον ΤΟ ΑΚΟΥΤΕ, Ἐκ γ'
Ἐπεσκέψατο ἡμᾶς, ἐξ ὕψους ὁ Σωτὴρ ἡμῶν, ἀνατολὴ ἀνατολῶν, καὶ οἱ ἐν σκότει καὶ σκιᾷ, εὕρομεν τὴν ἀλήθειαν· καὶ γὰρ ἐκ τῆς Παρθένου ἐτέχθη ὁ Κύριος.
Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν Στιχηρά. Ἰδιόμελα.
Στιχηρά. Ἰδιόμελα
Ἦχος δ'
Ἀνδρέου Ἱεροσολυμίτου
Εὐφραίνεσθε Δίκαιοι, οὐρανοὶ ἀγαλλιᾶσθε, σκιρτήσατε τὰ ὄρη, Χριστοῦ γεννηθέντος, Παρθένος καθέζεται, τὰ Χερουβὶμ μιμουμένη, βαστάζουσα ἐν κόλποις, Θεόν Λόγον σαρκωθέντα. Ποιμένες τὸν τεχθέντα δοξάζουσι. Μάγοι τῷ Δεσπότῃ δῶρα προσφέρουσιν. Ἄγγελοι ἀνυμνοῦντες λέγουσιν· Ἀκατάληπτε Κύριε, δόξα σοι.
Ἦχος δ'
Ὁ Πατὴρ εὐδόκησεν, ὁ Λόγος σάρξ ἐγένετο, καὶ ἡ Παρθένος ἔτεκε, Θεὸν ἐνανθρωπήσαντα, Ἀστὴρ μηνύει· Μάγοι προσκυνοῦσι· Ποιμένες θαυμάζουσι, καὶ ἡ κτίσις ἀγάλλεται.
Ἦχος δ'
Θεοτόκε Παρθένε, ἡ τεκοῦσα τὸν Σωτῆρα, ἀνέτρεψας τὴν πρώτην κατάραν τῆς Εὔας, ὅτι Μήτηρ γέγονας, τῆς εὐδοκίας τοῦ Πατρός, βαστάζουσα ἐν κόλποις, Θεὸν Λόγον σαρκωθέντα. Οὐ φέρει το μυστήριον ἔρευναν· πίστει μόνῃ τοῦτο πάντες δοξάζομεν, κράζοντες μετὰ σοῦ καὶ λέγοντες· Ἀνερμήνευτε Κύριε, Δόξα σοι.
Ἦχος δ'
Δεῦτε ἀνυμνήσωμεν, τὴν Μητέρα τοῦ Σωτῆρος, τὴν μετὰ τόκον πάλιν ὀφθεῖσαν Παρθένον· Χαίροις Πόλις ἔμψυχε, τοῦ Βασιλέως καὶ Θεοῦ, ἐν ᾗ Χριστὸς οἰκήσας, σωτηρίαν εἰργάσατο. Μετὰ τοῦ Γαβριὴλ ἀνυμνοῦμέν σε, μετὰ τῶν Ποιμένων δοξάζομεν κράζοντες· Θεοτόκε πρέσβευε, τῷ ἐκ σοῦ σαρκωθέντι, σωθῆναι ἡμᾶς.
Δοξαστικὸν
Ἦχος πλ. β'
Γερμανοῦ
Ὅτε καιρός, τῆς ἐπὶ γῆς παρουσίας σου, πρώτη ἀπογραφὴ τῇ οἰκουμένῃ ἐγένετο, τότε ἔμελλες τῶν ἀνθρώπων ἀπογράφεσθαι τὰ ὀνόματα, τῶν πιστευόντων τῷ τόκῳ σου· διὰ τοῦτο τὸ τοιοῦτον δόγμα, ὑπὸ Καίσαρος ἐξεφωνήθη· τῆς γὰρ αἰωνίου σου βασιλείας, τὸ ἄναρχον ἐκαινουργήθη. Διὸ σοι προσφέρομεν καὶ ἡμεῖς, ὑπὲρ τήν χρηματικὴν φορολογίαν, ὀρθοδόξου πλουτισμὸν θεολογίας, τῷ Θεῷ καὶ Σωτῆρι τῶν ψυχῶν ἡμῶν.
Θεοτοκίον
Ἦχος β'
Ἰωάννου Μοναχοῦ
Σήμερον ὁ Χριστός, ἐν Βηθλεὲμ γεννᾶται ἐκ Παρθένου. Σήμερον ὁ ἄναρχος ἄρχεται, καὶ ὁ Λόγος σαρκοῦται. Αἱ δυνάμεις τῶν οὐρανῶν ἀγάλλονται, καὶ ἡ γῆ σὺν τοῖς ἀνθρώποις εὐφραίνεται. Οἱ Μάγοι τὰ δῶρα προσφέρουσιν, οἱ Ποιμένες τὸ θαῦμα κηρύττουσιν, ἡμεῖς δὲ ἀκαταπαύστως βοῶμεν· Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.
Μεγάλη Δοξολογία
Εἰς τὴν Λειτουργίαν, Ἀντίφωνα
Ἀντίφωνον Α', Ἦχος β'Στίχ. Ἐξομολογήσομαί σοι Κύριε ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου.Στίχ. Ἐν βουλῇ εὐθέων καὶ συναγωγῇ, μεγάλα τὰ ἔργα Κυρίου.Στίχ. Ἐξεζητημένα εἰς πάντα τὰ θελήματα αὐτοῦ.Στίχ. Ἐξομολόγησις καὶ μεγαλοπρέπεια τὸ ἔργον αὐτοῦ, καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἀντίφωνον Β', Ἦχος β'Στίχ. Μακάριος ἀνήρ, ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα.Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐκ Παρθένου τεχθείς, ψάλλοντάς σοι· Ἀλληλούϊα.Στίχ. Δυνατὸν ἐν τῇ γῇ ἔσται τὸ σπέρμα αὐτοῦ.Στίχ. Δόξα καὶ πλοῦτος ἐν τῷ οἴκῳ αὐτοῦ, καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.Στίχ. Ἐξανέτειλεν ἐν σκότει φῶς τοῖς εὐθέσιν.Ἀντίφωνον Γ', Ἦχος δ'Στίχ. Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.Ἀπολυτίκιον, Ἦχος δ'Ἡ γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως· ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν, Κύριε δόξα σοι.Στίχ. Ῥάβδον δυνάμεως ἐξαποστελεῖ σοι Κύριος ἐκ Σιών.Στίχ. Μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου, ἐν ταῖς λαμπρότησι τῶν Ἁγίων σου.ΕἰσοδικὸνἘκ γαστρὸς πρὸ Ἑωσφόρου ἐγέννησά σε· ὤμοσε Κύριος, καὶ οὐ μεταμεληθήσεται. Σὺ Ἱερεὺς εἰς τὸν αἰῶνα, κατὰ τὴν τάξιν Μελχισεδέκ.Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐκ Παρθένου τεχθείς, ψάλλοντάς σοι· Ἀλληλούϊα.Εἶτα γεγονωτέρᾳ τῇ φωνῇἩ γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως· ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν, Κύριε δόξα σοι.Καὶ τὸ Κοντάκιον Ἦχος γ'Ἡ Παρθένος σήμερον, τὸν ὑπερούσιον τίκτει, καὶ ἡ γῆ τὸ Σπήλαιον, τῷ ἀπροσίτῳ προσάγει. Ἄγγελοι μετὰ Ποιμένων δοξολογοῦσι. Μάγοι δὲ μετὰ ἀστέρος ὁδοιποροῦσι· δι' ἡμᾶς γὰρ ἐγεννήθη, Παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός.Ἀντὶ δὲ τοῦ ΤρισαγίουὍσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Ἀλληλούΐα.
Εἰς τό, ἘξαιρέτωςΚανών α', ᾨδὴ θ', τῆς Ἑορτῆς
Ἦχος α'
Καταβασία ΤΟ ΑΚΟΥΤΕ
Μεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν, καὶ ἐνδοξοτέραν τῶν ἄνω στρατευμάτων.«Μυστήριον ξένον, ὁρῶ καὶ παράδοξον! οὐρανὸν τὸ Σπήλαιον· θρόνον Χερουβικόν, τὴν Παρθένον· τὴν φάτνην χωρίον· ἐν ᾧ ἀνεκλίθη ὁ ἀχώρητος, Χριστὸς ὁ Θεός· ὃν ἀνυμνοῦντες μεγαλύνομεν».
ΚοινωνικὸνΛύτρωσιν ἀπέστειλε Κύριος τῷ λαῷ αὐτοῦ. Ἀλληλούϊα.
| TA ΜΗΝΑΙΑ | Δεκέμβριος | 25 |
Dec 2631
ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΟΥ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΙΝΜνήμην ἐπιτελοῦμεν τῶν Ἁγίων καὶ δικαίων, Ἰωσὴφ τοῦ Μνήστορος, Δαυῒδ τοῦ Βασιλέως, καὶ Ἰακώβου τοῦ Ἀδελφοθέου.
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Μετὰ τὸν Προιμιακόν, καὶ τὴν συνήθη Στιχολογίαν. Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ι' καὶ ψάλλομεν Στιχηρὰ Ἀναστάσιμα δ' τῆς Ἑορτῆς γ' καί των Ἁγίων γ'.
Στιχηρὰ των Ἁγίων
Ἦχος α'
Τῶν οὐρανίων ταγμάτων ΤΟ ΑΚΟΥΤΕ
Τὸν Θεοπάτορα πάντες ἀνευφημήσωμεν, Δαυῒδ τὸν Βασιλέα· ἐκ γὰρ τούτου προῆλθε, ῥάβδος ἡ παρθένος, καὶ ἐξ αὐτῆς, ἀνατέταλκεν ἄνθος Χριστός, καὶ τὸν Ἀδὰμ σύν τῇ Εὔᾳ ἐκ τῆς φθορᾶς, ἀνεπλάσατο ὡς εὔσπλαγχνος.
Ἦχος α'
Τῶν Προφητῶν τὰς προρρήσεις εἶδεν ἐν γήρᾳ σαφῶς, ὁ Ἰωσὴφ ὁ Μνήστωρ, ἐμφανῶς πληρουμένας, μνηστείας λαχὼν ξένης, χρηματισμούς, τῶν Ἀγγέλων δεξάμενος, Δόξα Θεῷ ἐκβοώντων, ὅτι ἐν γῇ, τὴν εἰρήνην ἐδωρήσατο.
Ἦχος α'
Τὸν Ἀδελφόθεον πάντες ἀνευφημήσωμεν, ὡς Ἱεράρχην ὄντα· μαρτυρίῳ δὲ πάλιν, ἐμπρέψαντα γενναίως· οὗ ταῖς εὐχαῖς, Ἰησοῦ ὁ Θεὸς ἡμῶν, ὁ ἐν σπηλαίῳ καὶ φάτνῃ, σπαργανωθείς, σῶσον πάντας τοὺς ὑμνοῦντάς σε.
Δοξαστικὸν
Ἦχος πλ. β'
Μνήμην ἐπιτελοῦμεν, Δαυῒδ καὶ Ἰακώβου, εὐσεβοῦς Βασιλέως Προφήτου, καὶ Ἀποστόλου πρώτου Ἐπισκόπου· αὐτῶν γὰρ τοῖς διδάγμασι, πλάνης ἀπαλλαγέντες, Χριστόν δοξολογοῦμεν, τὸν ἐκ Παρθένου ἀνατείλαντα, τὸν καὶ σαρκωθέντα, σῶσαι τὰς ψυχὰς ἡμῶν.
Ἀπόστιχα
Δοξαστικὸν, Τῶν Ἁγίων
Ἦχος πλ. β'
Ἱερέων μνήμη καὶ Βασιλέων κράτος τε, καὶ εὐφροσύνη, γέγονεν ὁ τόκος σου, καὶ ἐν αὐτῷ καυχώμενοι, λέγομεν· Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου φιλάνθρωπε.
Τῆς Ἑορτῆς
Ἦχος πλ. β'
Χορεύουσιν Ἄγγελοι πάντες ἐν οὐρανῷ, καὶ ἀγάλλονται σήμερον· σκιρτᾷ δὲ πᾶσα ἡ κτίσις, διὰ τὸν γεννηθέντα ἐν Βηθλεὲμ Σωτῆρα Κύριον, ὅτι πᾶσα πλάνη τῶν εἰδώλων πέπαυται, καὶ βασιλεύει Χριστὸς εἰς τοὺς αἰῶνας.
Ἀπολυτίκιον τῶν Ἁγίων
Ἦχος β'
Εὐαγγελίζου Ἰωσήφ, τῷ Δαυῒδ τὰ θαύματα τῷ Θεοπάτορι· Παρθένον εἶδες κυοφορήσασαν, μετὰ Μάγων προσεκύνησας, μετὰ Ποιμένων ἐδοξολόγησας, δι' Ἀγγέλου χρηματισθείς. Ἱκέτευε Χριστὸν τὸν Θεόν, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Τῆς Ἑορτῆς
Ἦχος δ'
Ἡ γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως· ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν, Κύριε δόξα σοι.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Ὁ Κανὼν τοῦ Μνήστορος, οὗ ἡ Ἀκροστιχίς.Χριστοῦ σε μέλπω δεξιὸν παραστάτην.Ἰωσήφ.ᾨδὴ α'
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Χριστὸς γεννᾶται, δοξάσατε, Χριστὸς ἐξ οὐρανῶν ἀπαντήσατε, Χριστὸς ἐπὶ γῆς, ὑψώθητε. ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί, ὅτι δεδόξασται».Χριστοῦ θεράπον μακάριε, Χριστοῦ τοῦ σαρκωθέντος διάκονε, Χριστοῦ πατὴρ νομιζόμενος, τούτῳ σὺν παρρησίᾳ, παρεστηκώς, αἴτησαι εἰρήνην, καὶ δεινῶν ἀπαλλαγήν, τοῖς εὐφημοῦσί σε.Ῥημάτων θείων ὑπήκοος, πραγμάτων παραδόξων διάκονος, Παρθένου Μνήστωρ θεόπαιδος, δίκαιος κατὰ πάντα καὶ ἀληθής, Ἰωσὴφ ἐδείχθης, καὶ δικαίων, ἐν σκηναῖς ἐπαναπέπαυσαι.Ἰδεῖν Χριστὸν κατηξίωσαι, μορφῇ τῇ καθ' ἡμᾶς νηπιάσαντα, καὶ τούτου Πατὴρ ὠνόμασαι· μεγίστη σου ἡ δόξα, ὡς ἀληθῶς! μέγα ὑπὲρ πάντας, τὸ ἀξίωμα! διὸ ἀνευφημοῦμέν σε.ΘεοτοκίονΣαρκὶ Χριστὸν ἀπεκύησας, ἁγνὴ ἐν Βηθλεὲμ Ἀπειρόγαμε, σπαργάνοις αὐτὸν εἱλήσασα· οὗ τὴν ἐπιδημίαν καταπλαγείς, Ἰωσὴφ σὺν φόβῳ, μεγαλύνει προσκυνεῖ τὴν τούτου δύναμιν.
Ὁ Κανὼν τῶν Ἁγίων Δαυῒδ καὶ Ιακώβου.Ποίημα Κοσμᾶ Μοναχοῦ.ᾨδὴ α'
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«ᾌσομαὶ σοι Κύριε ὁ Θεός μου, ὅτι ἐξήγαγες λαόν, δουλείας Αἰγύπτου, ἐκάλυψας δὲ ἅρματα, Φαραὼ καὶ τὴν δύναμιν».ᾌσομαί σοι Κύριε ὁ Θεός μου, ὅτι ἐκ μήτρας Ἁγίας Παρθένου, τὸν ἄνθρωπον ἀφράστως ἐνδυσάμενος, ἀνέπλασας ὡς εὔσπλαγχνος.Σήμερον Ποιμένες θεολογοῦσι, σὺν Ἀσωμάτοις τὸν ὕμνον, λαμπρῶς ἀναμέλποντες, καὶ Μάγοι δῶρα φέρουσι, τῷ σαρκὶ νηπιάσαντι.Δόξα ἐν ὑψίστοις χοροὶ Ἀγγέλων, ἐν Βηθλεὲμ τοῖς Ποιμέσιν, ἐπέστησαν λέγοντες· μεθ' ὧν τὸν εὐδοκήσαντα, σαρκωθῆναι ὑμνήσωμεν.Ὅσοι τὸ Γενέθλιον ἐκτελοῦμεν, τοῦ σαρκωθέντος δι' ἡμᾶς, χαρᾷ ἀνυμνήσωμεν, Ἰάκωβον θεάδελφον, καὶ Δαυῒδ Θεοπάτορα.Δαυῒδ Θεοπάτορ σὺν τῇ κινύρᾳ, τὸν ἐκ τῆς ῥίζης Ἰεσσαί, σαρκούμενον Λόγον, Ἰάκωβον τὸν δίκαιον, ἐφελκόμενος ὕμνησον.
Κανών α', ᾨδὴ γ', τοῦ Μνήστορος
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τῷ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς γεννηθέντι ἀρρεύστως Υιῷ, καὶ ἐπ' ἐσχάτων ἐκ Παρθένου, σαρκωθέντι ἀσπόρως, Χριστῷ τῷ Θεῷ βοήσωμεν· ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν, ἅγιος εἶ Κύριε».Τοῦ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς ἀπορρήτως ἐκλάμψαντος, καὶ ἐκ Παρθένου ἐπ' ἐσχάτων, σαρκωθέντος ἀφράστως, Πατὴρ ὠνομάσθης ἔνδοξε, καὶ μυστηρίου φρικτοῦ θεωρός, Μάκαρ ἐχρημάτισας.Ὂν αἱ ἄνω τάξεις, ὡς Θεὸν ἀπερίγραπτον τρέμουσι, τοῦτον τεχθέντα ἐκ Παρθένου, Ἰωσὴφ ταῖς χερσί σου, κρατεῖς καθαγιαζόμενος, τῇ ἐπαφῇ τῇ φρικώδει σοφέ· ὅθεν σε γεραίρομεν.Ὕψος μυστηρίου, γενεαῖς μὴ γνωσθέντος ταῖς πρώην Σοφέ, κατεπιστεύθης τῇ καρδίᾳ, καθαρὸς δεδειγμένος· δι' οὗ ἅπαντες ἐσώθημεν, οἱ τὴν φωσφόρον καὶ θείαν πιστῶς, μνήμην σου δοξάζοντες.ΘεοτοκίονΣάρκα εἰληφότα, ἐξ ἁγνῶν σου αἱμάτων Παρθένε Ἁγνή, καὶ ἐν σπηλαίῳ γεννηθέντα, καὶ ἐν φάτνῃ τεθέντα, ἰδὼν Ἰωσὴφ ὁ δίκαιος, τὸν καθ' ἡμᾶς ὁραθέντα Θεόν, ὕμνοις ἐμεγάλυνε.
Κανών β', ᾨδὴ γ', τῶν Ἁγίων Δαυῒδ καὶ Ιακώβου
Ἦχος δ'
Τὸ στερέωμα τῶν ἐπὶ σοὶ ΤΟ ΑΚΟΥΤΕ
Τὸν τεχθέντα σαρκί, ἐκ τῆς Παρθένου Μαρίας, ἀσπόρως Χριστόν, σὺν Ἀγγέλοις πάντες ὑμνήσωμεν· Δόξα ἐν ὑψίστοις κραυγάζοντες.Ἀγραυλοῦντες πιστοί, τὸν ἀληθῆ οἱ Ποιμένες, Ποιμένα Χριστόν, ὑπ' Ἀγγέλων εὐηγγελίσθησαν· Δόξα ἐν ὑψίστοις κραυγάζοντες.Εὐφραινέσθωσαν οἱ οὐρανοί, χορευέτω δὲ πᾶσα ἡ γῆ, τῷ τεχθέντι σήμερον ᾄδοντες· Δόξα ἐν ὑψίστοις Χριστῷ τῷ Θεῷ.Τὴν πανέορτον τοῦ δι' ἡμᾶς, κενωθέντος πιστοὶ ἑορτήν, σὺν Δαυΐδ τε καὶ Ἰακώβῳ, ὕμνοις ἐπαξίως τιμήσωμεν.Ὡς Νυμφίον Δαυῒδ ἐκ παστοῦ, τῆς μητρῴας νηδύος φησί, νῦν τὸν Κύριον πορεύσεσθαι· ὃν σὺν Ἰακώβῳ ὑμνήσωμεν.
Κάθισμα
Ἦχος α'
Χορὸς Ἀγγελικὸς ΤΟ ΑΚΟΥΤΕ
Πατρὸς ὡς ἀληθῶς, οὐρανίου θεράπων, ἐγένου Ἰωσήφ, καὶ Πατὴρ τοῦ ἀνάρχου, Υἱοῦ σὺ νενόμισαι, τοῦ σαρκὶ νηπιάσαντος· ὅθεν σήμερον, τὴν παναγίαν σου μνήμην, ἑορτάζομεν, ἐν εὐφροσύνῃ καρδίας, πιστῶς ἀνυμνοῦντές σε.Δόξα... Καὶ νῦν... ὅμοιονΧορὸς τῶν Προφητῶν, ἑορτάζει ἐνθέως, τὸ θαῦμα τὸ ἐν σοί, γεγονὸς ὦ Παρθένε· Θεὸν σεσαρκωμένον γάρ, ἐπὶ γῆς ἀπεκύησας, Μάγοι πίστει δέ, σὺν Ἰωσὴφ ἐκβοῶσι, τῷ Δαυῒδ τὰ θαύματα τῷ Θεοπάτορι.
Κανών α', ᾨδὴ δ', τοῦ Μνήστορος
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐξ αὐτῆς Χριστέ, ἐκ τῆς Παρθένου ἀνεβλάστησας, ἐξ ὄρους ὁ αἰνετός, κατασκίου δασέος, ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου, ὁ ἄϋλος καὶ Θεός· Δόξα τῇ δυνάμει σου Κύριε».Ἔχων λογισμὸν ταῖς θεϊκαῖς, ὑπείκοντα προστάξεσι, καὶ καθαρὸς ὅλος γενόμενος, τὴν μόνην ἐν γυναιξί, καθαρὰν καὶ ἄμωμον, μάκαρ Ἰωσὴφ σὺ ἐμνηστεύσω, τηρῶν Παρθένον ἁγνήν, πρὸς ὑποδοχὴν τοῦ Ποιήσαντος.Μόνῳ Γαβριὴλ ἐν οὐρανῷ, καὶ μόνῳ σοι ἀοίδιμε, μετὰ τὴν μόνην Ἀπειρόγαμον, τὸ μόνον ὑπερβολῇ, φοβερὸν μυστήριον, μάκαρ Ἰωσὴφ ἐνεπιστεύθη, τὸν μόνον φθοροποιόν, ἄρχοντα τοῦ σκότος τροπούμενον.Ἔμψυχος ναὸς φωτοειδής, ὑπάρχων τοῦ Ποιήσαντος, ἐπιμελείᾳ θείων πράξεων, ἐκ τοῦ ἁγίου Ναοῦ, τὸν Ναὸν τὸν ἅγιον, σὺ παραλαβεῖν κατηξιώθης, τὴν μόνην ἐν γυναιξί, μάκαρ Ἰωσὴφ Ἀειπάρθενον.ΘεοτοκίονΛύων τοῦ νοός σου προφανῶς, ἐπέστη ὁ ἀόρατος, ἀμφιβολίαν πᾶσαν, λέγων σοι· Μὴ φοβηθῇς Ἰωσήφ, Μαριὰμ τὴν Ἄχραντον, νῦν παραλαβεῖν· γαστρὶ γὰρ φέρει, τόν φέροντα τῇ αὐτοῦ, θεϊκῇ δυνάμει τὰ σύμπαντα.
Κανών β', ᾨδὴ δ', τῶν Ἁγίων Δαυῒδ καὶ Ιακώβου
Ἦχος δ'
Τοὺς οὐρανοὺς ἡ ἀρετή σου ΤΟ ΑΚΟΥΤΕ
Τὴν ἄφραστον, τοῦ Θεοῦ Λόγου συγκατάβασιν, νοητοῖς προθεωρήσας Ἀββακοὺμ ὀφθαλμοῖς. Ἀπὸ Θαιμὰν ἐκραύγαζεν, ἥξει ὁ Θεὸς ὁ Σωτὴρ ἡμῶν.Τῇ φάτνῃ σου, τῇ θεοδόχῳ περιέστησαν, στρατιαὶ τῶν Ἀσωμάτων, Υἱὲ τοῦ Θεοῦ, τὸν ὑπὲρ λόγον τόκον σου, τρόμῳ καὶ ἐκπλήξει δοξάζουσαι.Μετὰ τῶν Μάγων, τὸν Δεσπότην προσκυνήσωμεν, καὶ μετ' Ἀγγέλων καὶ Ποιμένων χορεύσωμεν, θεοπρεπῶς κραυγάζοντες· Δόξα ἐν ὑψίστοις Χριστῷ τῷ Θεῷ.Ὁ βασιλεύων, τῶν ἁπάντων Βασιλέων Χριστός, κατὰ σάρκα ἐκ σπέρματος Δαυῒδ γεννηθείς, τὸν ἐκλεκτὸν Ἰάκωβον προσήκατο, ἀδελφὸν ὡς ηὐδοκησεν.ΘεοτοκίονὉ ἐκ Παρθένου, Θεὸς Κύριος φανεὶς ἐν σαρκί, συνεδόξασε τὴν μνήμην ὑμῶν Ἅγιοι, τῶν Ἀποστολων πρόκριτε Ἰάκωβε, καὶ Δαυῒδ παμμακάριστε.
Κανών α', ᾨδὴ ε', τοῦ Μνήστορος
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θεὸς ὢν εἰρήνης, πατὴρ οἰκτιρμῶν, τῆς μεγάλης βουλῆς σου τὸν Ἄγγελον, εἰρήνην παρεχόμενον, ἀπέστειλας ἡμῖν· ὅθεν θεογνωσίας, πρὸς φῶς ὁδηγηθέντες, ἐκ νυκτὸς ὀρθρίζοντες, δοξολογοῦμέν σε φιλάνθρωπε».Πραότητι λάμπων, σοφὲ Ἰωσήφ, ἐν τῇ γῇ τῶν πραέων ἐσκήνωσας, Χριστοῦ τοῦ πράου ῥήματι, Πατὴρ ὀνομασθείς, ὃν ἐν ταῖς σαῖς ἀγκάλαις, κρατήσας ἡγιάσθης, καὶ ἰδὼν ἐδοξάσθης, σάρκα βροτείαν περικείμενον.Ὡς θείαν Νεφέλην, τὴν μόνην Ἁγνήν, ἐν τοῖς κόλποις τὸν Ἥλιον κρύπτουσαν, εἰς Αἴγυπτον μετήγαγες, ἐκ πόλεως Δαυΐδ, τὸ ταύτης λῦσαι σκότος, τῆς εἰδωλομανίας, Ἰωσὴφ μυστηρίου, ὑπὲρ κατάληψιν διάκονε.Δίκαιος ὑπάρχων, δικαίαις ὁδοῖς, τοῦ δικαίου Δεσπότου πεπόρευσαι, τοῦ κρίναντος δικαίως σε, τοιούτῳ φοβερῷ, Παμμάκαρ μυστηρίῳ, πιστῶς καθυπουργῆσαι, τῆς ἀρρήτου λοχείας, δι' ἧς βροτοὶ ἐδικαιώθημεν.ΘεοτοκίονΕὑρέθη ὡς ἔφη, Προφήτης Δαυΐδ, ἐν γαστρὶ ἡ Παρθένος χωρήσασα, τὸν φύσει ἀπερίγραπτον, Θεὸν Ἐμμανουήλ· ὅπερ μὴ ἐννοήσας, ὁ θεῖος ἐδιδάχθη, Ἰωσὴφ ὑπ' Ἀγγέλου, νυκτὶ καθεύδων ὁ ἀοίδιμος.
Κανών β', ᾨδὴ ε', τῶν Ἁγίων Δαυῒδ καὶ Ιακώβου
Ἦχος δ'
Ὁ ἀνατείλας ΤΟ ΑΚΟΥΤΕ
Ὁ ἀνατείλας ἡμῖν, τοῖς ἐν σκότει τὸ φέγγος, τῆς σῆς θεοφανείας, δόξα σοι δόξα σοι, Ἰησοῦ Υἱὲ τοῦ Θεοῦ.Ὁ ἐκ Παρθένου Ἁγνῆς, εὐδοκήσας τεχθῆναι, Θεὸς σεσαρκωμένος, δόξα σοι δόξα σοι, Ἰησοῦ Υἱὲ τοῦ Θεοῦ.Ὁ ἐκ Παρθένου τεχθείς, καὶ τὴν μνήμην φαιδρύνας, Δαυῒδ καὶ Ἰακώβου, δόξα σοι, δόξα σοι Ἰησοῦ Υἱὲ τοῦ Θεοῦ.Ὃν ὁ Προφήτης Δαυΐδ, ὑετὸν ἐπὶ πόκον, ἐκάλει θεοπνεύστως, Ἰάκωβος ἐκήρυξεν, Ἰησοῦν τὸν Υιὸν τοῦ Θεοῦ.Ὁ τὴν τοῦ δούλου μορφήν, ἐνδυσάμενος Λόγε, ἐκ μήτρας παναγίας, δόξα σοι, δόξα σοι, Υἱὲ τοῦ Θεοῦ.ΘεοτοκίονΤὴν τοῦ Ἀγγέλου φωνήν, ἀσιγήτως ἡ Κτίσις, προσφέρει σοι Παρθένε, Χαῖρε Μήτηρ Ἄχραντε, Ἰησοῦ Υἱοῦ τοῦ Θεοῦ.
Κανών α', ᾨδὴ ς', τοῦ Μνήστορος
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν, ἐνάλιος θήρ οἷον ἐδέξατο· τῇ Παρθένῳ δέ, ἐνοικήσας ὁ Λόγος καὶ σάρκα λαβών, διελήλυθε φυλάξας ἀδιάφθορον· ἧς γὰρ οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν κατέσχεν ἀπήμαντον».Ξένῳ τοκετῷ, ἐκ Κόρης θεόπαιδος, τοῖς ξένοις ἡμῖν ἐπιδημήσαντα, τὸν ἀΐδιον τοῦ Πατρὸς Θεὸν λόγον, λαβὼν Ἰωσήφ, τὴν πρὸς Αἴγυπτον παμμάκαρ ξένην κάθοδον, χαίρων, σὺν αὐτῷ πεποίησαι, καθυπείκων τοῖς θείοις προστάγμασιν.Ἵστασο Θεῷ, σαρκὶ νηπιάσαντι, σοφὲ Ἰωσὴφ διακονούμενος, ὥσπερ Ἄγγελος· καὶ ἀμέσως πρός τούτου ηὐγάσθης σαφῶς, τὰς ἀκτῖνας τὰς ἀΰλους εἰσδεχόμενος, μάκαρ, καὶ φωτοειδέστατος, καὶ ψυχῇ καὶ καρδίᾳ δεικνύμενος.Ὅλος ἐπαφῇ, τῇ θείᾳ πανεύφημε, καθαγιασθεὶς ψυχῇ καὶ σώματι, μεταβέβηκας, πρὸς ἀΰλους μονὰς ἁγιάζων νυνί, τοὺς τελοῦντάς σου τὴν μνήμην Δίκαιε, ὄντως, Ἰωσὴφ πανάγιε, παναγίας μνηστὴρ Θεομήτορος.ΘεοτοκίονΝέον ἐπὶ γῆς, παιδίον ἑώρακας, Παρθένου Ἁγνῆς ἀποτικτόμενον, τὸν προτέλειον, καὶ πρὸ πάντων αἰώνων ἐκφύντα Πατρός· καὶ Ἀγγέλων ἀνυμνούντων τοῦτον ἤκουσας, ἔνδον τοῦ σπηλαίου κείμενον, Ἰωσὴφ ἐπὶ φάτνης πανεύφημε.
Κανών β', ᾨδὴ ς', τῶν Ἁγίων Δαυῒδ καὶ Ιακώβου
Ἦχος δ'
Ἐβόησε, προτυπῶν ΤΟ ΑΚΟΥΤΕ
Ἐβόησαν, παραδόξως τοῦ τόκου σου Κύριε, τὸ φρικῶδες μυστήριον, οἱ χοροὶ τῶν Ἀγγέλων θεώμενοι· Ἐν ὑψίστοις δόξα τῷ Θεῷ· ἐπὶ γῆς νῦν γὰρ τίκτεται.Εὐδόκησας, ἐκ Παρθένου τεχθῆναι ὡς ἄνθρωπος, ἐπ' ἐσχάτων, ἐκ Πατρὸς πρὸ αἰώνων τεχθεὶς ὡς Θεός, ἵνα τὸν φθαρέντα, ἀναπλάσῃς Ἀδὰμ ὡς φιλάνθρωπος.Ἐκάθισας, ἐπὶ θρόνου ὡς ὤμοσας Κύριε, τοῦ Προφήτου σου Δαυΐδ, ἐκ καρποῦ τῆς κοιλίας αὐτοῦ προελθών, Ἰακώβῳ δέ, τῆς Ἐκκλησίας τὸν θρόνον παρέθου Χριστέ.Ἐπέστησαν, ἐκπληττόμεναι τάξεις οὐράνιαι, ἐν σπηλαίῳ, καὶ τὸν τόκον τὸν ἄχραντον ὕμνησαν, ἀσιγήτως· Δόξα, ἐν ὑψίστοις Θεῷ ἀναμέλπουσαι.Βασιλεὺς μέν, ὁ Δαυῒδ καὶ Προφήτης θεσπέσιος, καὶ Προπάτωρ, ἀνεδείχθη τῆς θείας σαρκώσεως, Πρωτεπίσκοπος δέ, μαθητὴς ὁ Ἰάκωβος δείκνυται.ΘεοτοκίονΔεόμεθα, ὑπὲρ τῶν οἰκετῶν σου ἀλόχευτε, Θεοτόκε, τὸν ἐκ σοῦ σαρκωθέντα δυσώπησον, ὅτι σὲ καὶ μόνην, προστασίαν ἡμῶν ἐπιστάμεθα.
Κοντάκιον
Ἦχος γ'
Ἡ Παρθένος σήμερον ΤΟ ΑΚΟΥΤΕ
Εὐφροσύνης σήμερον, Δαυῒδ πληροῦται ὁ θεῖος, Ἰωσήφ τε αἴνεσιν, σὺν Ἰακώβῳ προσφέρει· στέφος γὰρ τῇ συγγενείᾳ Χριστοῦ λαβόντες, χαίρουσι, καὶ τὸν ἀφράστως ἐν γῇ τεχθέντᾳ, ἀνυμνοῦσι καὶ βοῶσιν· Οἰκτίρμον σῷζε τοὺς σὲ γεραίροντας.
Ὁ Οἶκος
Ἀπορρήτῳ βουλῇ, τίκτεται σαρκὶ ὁ ἄσαρκος, περιγράφεται νῦν σώματι, ὁ ἀπερίγραπτος, καὶ σῴζει ἀτρέπτως τὰς ἄμφω οὐσίας, ἀρχὴν λαμβάνει ὁ φύσει ἄναρχος, καὶ μόνος ὑπέρχρονος, ὁρᾶται βρέφος, ὁ ὑπερτέλειος, φέρεται χερσίν, ὁ φέρων τὰ σύμπαντα. Διὸ τοὺς τούτου συγγενείᾳ σεμνυνομένους, ὡς Θεὸς στέφει τῷ ἑαυτοῦ τοκετῷ, οὓς δοξάζοντες πίστει, ἀσιγήτως ἐκβοῶμεν· Οἰκτίρμον σῷζε τοὺς σὲ γεραίροντας.
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Κυριακὴ Μετὰ τὴν Χριστοῦ ΓέννησινΜνήμη τῶν Ἁγίων καὶ δικαίων Θεοπατόρων, Ἰωσὴφ τοῦ Μνήστορος τῆς Ἁγίας Παρθένου Δεσποίνης ἡμῶν Θεοτόκου, Ἰακώβου τοῦ Ἀδελφοῦ τοῦ Κυρίου, καὶ Δαυῒδ τοῦ Προφήτου καὶ Βασιλέως.ΣτίχοιΤιμῶ Ἰωσὴφ Μνήστορα τῆς Παρθένου,Ὡς ἐκλεγέντα φύλακα ταύτης μόνον.Σὺ τέκτονος παῖς, ἀλλ' ἀδελφὸς Κυρίου,Τοῦ πάντα τεκτήναντος ἐν λόγῳ Μάκαρ.Ἐγὼ τὶ φήσω, μαρτυροῦντος Κυρίου,Τὸν Δαυῒδ εὗρον, ὡς ἐμαυτοῦ καρδίαν.Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
Κανών α', ᾨδὴ ζ', τοῦ Μνήστορος
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Οἱ Παῖδες εὐσεβείᾳ συντραφέντες, δυσσεβοῦς, προστάγματος καταφρονήσαντες, πυρὸς ἀπειλὴν οὐκ ἐπτοήθησαν, ἀλλ' ἐν μέσῳ τῆς φλογός, ἑστῶτες ἔψαλλον· Ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ».Προρρήσεων τὸ πέρας τῶν ἐνθέων Προφητῶν, ἑώρακας· ὃν γὰρ ἐκήρυξαν Χριστόν, ἐλευσόμενον ἐκ Κόρης ἁγνῆς, ἐψηλάφησας, καὶ βρέφος κατενόησας, ὡς καθαρὸς τήν ψυχήν, Χριστοῦ θεράπων.Ἀμέμπτῳ πολιτείᾳ, Ἰωσὴφ κεκοσμημένος ἔνδοξε, φύλαξ ἀμέμπτου ἀληθῶς, παρθενίας ἐχρημάτισας, καὶ Πατὴρ τοῦ τικτομένου Παιδὸς κέκλησαι, μεγαλυνθεὶς τῇ σεπτῇ προσηγορίᾳ.Ῥήματι ὁ τεκταίνων οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν, κέκληται τέκτονος Υἱός, σοῦ Παμμάκαρ ἀξιάγαστε, τοῦ ἀνάρχου σε, πατρὸς ὄντως δοξάσαντος, ὡς ἱερόν ὑπουργὸν τῶν ὑπὲρ λόγον.Ἁγίως σου τὸν βίον, διανύσας Ἰωσὴφ πανάριστε, ἐν ταῖς λαμπρότησι νυνὶ τῶν Ἁγίων κατεσκήνωσας, ἁγιάζων τοὺς πιστῶς τὴν παναγίαν σου, ἐκτελοῦντας ἀεὶ καὶ θείαν μνήμην.ΘεοτοκίονΣυμβόλοις ἱεροῖς σε, τυπουμένην Ἰωσὴφ ὁ δίκαιος, θεοχαρίτωτε ἁγνή, ἐγνωκώς ῥάβδῳ κληροῦταί σου, τὴν μνηστείαν τὴν σεπτήν, ἐπιμνησθεὶς Ἀαρών, τῆς βλαστησάσης ποτὲ ἁγίας Ῥάβδου.
Κανών β', ᾨδὴ ζ', τῶν Ἁγίων Δαυῒδ καὶ Ιακώβου
Ἦχος δ'
Ἀβραμιαῖοι ποτέ ΤΟ ΑΚΟΥΤΕ
Ἐν Βηθλεὲμ Ποιμένες, τὸν τῆς Παρθένου τόκον, δοξολογοῦντες κατεμήνυον, Σωτῆρα καὶ Κύριον, τὸν ἐπὶ γῆς ὀφθέντα, ἀνθρώπων σῶσαι γένος.Τὸν ὑπὲρ λόγον τόκον, τῆς Θεοτόκου Μαρίας, χοροὶ Ἀγγέλων ἐκπληττόμενοι· Ἐν τοῖς ὑψίστοις ἐκραύγαζον, τῷ Θεῷ ἡμῶν δόξα, καὶ ἐπὶ γῆς εἰρήνη.Τῶν Χερουβὶμ ἐδείχθης, ὑψηλοτέρα Παρθένε, ἐν ταῖς ἀγκάλαις σου βαστάσασα, τὸν τούτοις ὀχούμενον· ὃν δυσωποῦσα σῶσαι, ἡμᾶς ἀεὶ μὴ παύσῃ.Νυμφαγωγὸς μὲν Δαυΐδ, θαλαμηπόλος δὲ θεῖος, τῆς Ἐκκλησίας ὁ Ἰάκωβος, γενόμενοι ἔλεγον· ὁ σαρκωθεὶς δι' ἡμᾶς, Χριστὲ εὐλογητὸς εἶ.Ὁ ἐν Προφήταις Ἄναξ, καὶ ἐν Βασιλεῦσι Προφήτης, σὺν Ἰακώβῳ τῷ θεόφρονι, ἡμῖν ἐμελῴδησαν· Ὁ σαρκωθεὶς δι' ἡμᾶς, Χριστὲ εὐλογητὸς εἶ.ΘεοτοκίονἘν τῇ ἀφλέκτῳ βάτῳ, καὶ δροσοβόλῳ καμίνῳ σὺ προγραφεῖσα Μήτηρ Ἄχραντε, ἀσπόρως ἐκύησας, σεσαρκωμένον Θεόν, Ἁγνὴ εὐλογημένη.
Κανών α', ᾨδὴ η', τοῦ Μνήστορος
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος, ἐξεικόνισε κάμινος τύπον· οὐ γὰρ οὓς ἐδέξατο φλέγει Νέους, ὡς οὐδὲ πῦρ τῆς Θεότητος Παρθένου ἣν ὑπέδυ νηδύν. Διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας».Τίμιος ὡς ἀληθῶς ὁ θάνατός σου, κατενώπιον ὤφθη Κυρίου, Ἰωσὴφ πανόλβιε· σὺ γὰρ ὅλως ὁσιωθείς, ἀπὸ βρέφους ἱερὸς φύλαξ γεγένησαι, τῆς εὐλογημένης, μεθ' ἧς ἔμελπες· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.Ἅπαντες χοροὶ τῶν Ἀσωμάτων ὄνπερ τρέμουσι Θεὸν καὶ Κτίστην Ἰωσὴφ ὁ δίκαιος, παρρησίᾳ πανευλαβῶς, περιπτύσσεται ὡς βρέφος καὶ ἀσπάζεται, καὶ φῶς νοητόν βοῶν κομίζεται· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.Τέτρωσαι τῷ γλυκυτάτῳ Μάκαρ πόθῳ, καὶ ὡς Ἄγγελος τῷ σαρκωθέντι, παρεστὼς προστάξεσι, καθυπείκεις ταῖς θεϊκαῖς, δι' Ἀγγέλου ἐξ Αἰγύπτου μηνυόμενος, πρός γῆν Ἰσραὴλ ἐπανελεύσεσθαι, μέτ' αὐτοῦ τοῦ Παιδίου καὶ τῆς Μητρὸς αὐτοῦ, οἷς συνεπανῆλθες, τὸν Κύριον δοξάζων.ΘεοτοκίονΝόμου τὰς σκιὰς εἶδες λυθείσας, τῇ τῆς χάριτος φωτοχυσίᾳ, φωτεινὴν νεφέλην τε τὴν Παρθένον τὸν νοητόν, ἀνατέλλουσαν σαρκί, Ἥλιον ἔβλεψας, καὶ ὥσπερ ἀστήρ πάντας ἐφώτισας, τοὺς βοῶντας σοφὲ Ἰωσὴφ ἑκάστοτε· Σὲ ὑπερυψοῦμεν, Χριστὲ εἰς τοὺς αἰῶνας.
Κανών β', ᾨδὴ η', τῶν Ἁγίων Δαυῒδ καὶ Ιακώβου
Ἦχος δ'
Τὸν βασιλέα Χριστὸν ΤΟ ΑΚΟΥΤΕ
Τὸν Βασιλέα Χριστόν, ὃν κατεμήνυσαν ἐν Βηθλεὲμ οἱ Ποιμένες, καὶ ἀστὴρ ἐφανέρωσεν, ἐν δούλου μορφῇ· πάντα τὰ ἔργα ὑμνεῖτε καὶ ὑπερυψοῦτε, εἰς πάντας τούς αἰῶνας.Τὸν γεννηθέντα Χριστόν, ὃν προσεκύτησαν μετὰ δώρων οἱ Μάγοι, καὶ ἐθεολόγησαν τῶν Ἀγγέλων αἱ στρατιαί· πάντα τὰ ἔργα ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.Τὸν σαρκωθέντα Χριστόν, ὃν ἐδοξολόγησαν οὐρανῶν αἱ Δυνάμεις, καὶ τὰ Πολυόμματα ἀπαύστως ἀνυμνεῖ· πάντα τὰ ἔργα ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τούς αἰῶνας.Τὸν σαρκωθέντα Χριστόν, ὃν προεφήτευσε Δαυῒδ ὁ Θεοπάτωρ, καὶ τοῖς λαοῖς ἐκήρυξεν Ἰάκωβος· πάντα τὰ ἔργα ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.ΘεοτοκίονΤὸν Βασιλέα Χριστόν, ὃν ἡμῖν ἔτεκεν, ἡ Παρθένος Μαρία, καὶ μετὰ τόκον ἔμεινε Παρθένος Ἁγνή· πάντα τὰ ἔργα ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Κανών α', ᾨδὴ θ', τοῦ Μνήστορος
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Μυστήριον ξένον, ὁρῶ καὶ παράδοξον, οὐρανὸν τὸ σπήλαιον, θρόνον χερουβικόν, τὴν Παρθένον, τὴν φάτνην χωρίον· ἐν ᾧ ἀνεκλίθῃ ὁ ἀχώρητος, Χριστὸς ὁ Θεός· ὃν ἀνυμνοῦντες μεγαλύνομεν».Ἰσότιμος πάντων, Ἀγγέλων γεγένησαι, Προφητῶν Μαρτύρων τε, Μάκαρ καὶ τῶν σοφῶν, Ἀποστόλων συνόμιλος ὄντως· διὸ σὺν αὐτοῖς σε μακαρίζοντες, σοφὲ Ἰωσήφ, τήν ἱεράν σου μνήμην σέβομεν.Ὡς ἐκ γένους, βασιλικοῦ καταγόμενος, τὴν Ἁγνὴν Βασίλισσαν, μέλλουσαν Ἰησοῦν Βασιλέα, τίκτειν ἀπορρήτως, σοφὲ ἐμνηστεύσω, ὑπὲρ ἅπαντας ἐν γῇ προκριθείς, τοὺς γηγενεῖς μακαριώτατε.Σθενούμενος, τῇ δυναστείᾳ τοῦ Πνεύματος, ἀρεταῖς κεκόσμησαι μάκαρ, ἐν βαθυτάτῳ τε γήρᾳ, πρὸς τοὺς σοὺς μετέβης λαμπρῶς Ἰωσὴφ πατέρας, μέγιστος πατὴρ νομισθείς, τοῦ ἐκ Θεοῦ Πατρὸς ἐκλάμψαντος.Ἡ μνήμη σου, πρὸς εὐφροσύνην τὰ πέρατα, συγκαλεῖ καὶ αἴνεσιν, Λόγου τοῦ σὲ δοξάσαντος Μάκαρ, ᾧ σὺν παρρησίᾳ ἀεὶ παρεστώς, ἀπαύστως πρέσβευε, ἡμᾶς λυτρωθῆναι, πειρασμῶν τοὺς εὐφημοῦντάς σε.ΘεοτοκίονΦυλάττουσαν, τὴν παρθενίαν ἀκήρατον, τὴν Ἁγνὴν ἐφύλαξας, Λόγος ἐξ ἧς Θεὸς ἐσαρκώθη, φυλάξας Παρθένον αὐτήν, μετὰ γέννησιν ἀπόρρητον, μεθ' ἧς θεοφορε, Ἰωσὴφ ἡμῶν μνημόνευε.
Κανών β', ᾨδὴ θ', τῶν Ἁγίων Δαυῒδ καὶ Ιακώβου
Ἦχος δ'
Μωϋσῆς ἐν τῷ ὄρει ΤΟ ΑΚΟΥΤΕ
Τὸν ἀρρήτως πρὸ αἰώνων, φύντα Λόγον, καὶ Υἱὸν ἐκ Πατρός, τὸν αὐτὸν ἐπ' ἐσχάτων σαρκί, σήμερον Παρθένος ἐκύησεν, ὃν ὑμνοῦσι Ποιμένες, Ἀγγέλων βοώντων· Δόξα ἐν ὑψίστοις Χριστῷ τῷ Θεῷ.Τὸν Ἀστέρα οἱ Μάγοι ἰδόντες, τρόπῳ ξένῳ, τούτῳ παρείποντο, τὸν τεχθέντα ἐπιζητοῦντες, ὃν εὑρόντες δώροις ἐτίμησαν, χρυσῷ καὶ λιβάνῳ, καὶ σμύρνῃ βοῶντες· Δόξα ἐν ὑψίστοις τῷ τεχθέντι Θεῷ.Βηθλεὲμ νῦν εὐφραίνου, Πόλις γενομένη τοῦ Νέου Δαυΐδ, καὶ Σιὼν ἐπαγάλλου, τῶν Ἐκκλησιῶν ἡ ἀκρόπολις, κοινὴν εὐωχίαν τοῦ Παμβασιλέως, καὶ τῶν αὐτοῦ θεραπόντων νῦν δεξάμεναι.Τῷ τεχθέντι ἐκ Παρθένου Θεῷ, πᾶσα ἡ Κτίσις τρόμῳ ὑπούργησεν· οὐρανοὶ μὲν τὸν Ἀστέρα, ἡ γῆ τὴν φάτνην, ὄρος τὸ σπήλαιον, οἱ Μάγοι τὰ δῶρα, Ποιμένες τὸ θαῦμα, Ἄγγελοι τὸν ὕμνον αὐτῷ προσφέροντες.Βασιλεὺς ἐκ ποιμένων, πάλαι μὲν Δαυῒδ ἐχρημάτισεν· ἐκ φυλῆς δὲ Ἰούδα, σὺ τῆς Βασιλίδος Ἰάκωβε, Ποιμὴν ἀνεδείχθης, τῆς τοῦ σαρκωθέντος ποίμνης, Ἀμνοῦ τοῦ ὑψίστου καὶ Υἱοῦ τοῦ Θεοῦ.ΘεοτοκίονΤῶν Ἀγγέλων οἱ δῆμοι, σὲ Θεοκυῆτορ δοξάζουσι, καὶ ἀνθρώπων τὸ γένος, σὲ ἀκαταπαύστως ἐν ὕμνοις τιμᾷ· σὺ γὰρ τῷ θείῳ τόκῳ, βροτοὺς οὐρανίοις ἥνωσας·ὅθεν σε γεραίρομεν.
Ἐξαποστειλάριον τῶν Ἁγίων
Ἦχος β'
Τοῖς Μαθηταῖς συνέλθωμεν ΤΟ ΑΚΟΥΤΕ
Σὺν Ἰακώβῳ μέλψωμεν, τῷ κλεινῷ θεαδέλφῳ, Δαυῒδ τὸν Θεοπάτορα, Ἰωσήφ τε τὸν θεῖον, τῆς Θεοτόκου Μνήστορα· τοῦ Χριστοῦ γὰρ τῇ θείᾳ γεννήσει καθυπούργησαν, Βηθλεὲμ ἐν τῇ πόλει, θεοπρεπῶς, μετ' Ἀγγέλων Μάγων τε καὶ ποιμένων, αὐτῷ τὸν ὕμνον ᾄδοντες, ὡς Θεῷ καὶ Δεσπότῃ.
Ἐξαποστειλάριον
Ἦχος γ'
Αὐτόμελον ΤΟ ΑΚΟΥΤΕ
Ἐπεσκέψατο ἡμᾶς, ἐξ ὕψους ὁ Σωτὴρ ἡμῶν, ἀνατολὴ ἀνατολῶν, καὶ οἱ ἐν σκότει καὶ σκιᾷ, εὕρομεν τὴν ἀλήθειαν· καὶ γὰρ ἐκ τῆς Παρθένου ἐτέχθη ὁ Κύριος.
Εἰς τοὺς Αἴνους, Στιχηρὰ Ἀναστάσιμα δ'.
Στιχηρά. Ἰδιόμελα τῆς Ἑορτῆς
Ἦχος δ'
Ἀνδρέου Ἱεροσολυμίτου
Εὐφραίνεσθε Δίκαιοι, οὐρανοὶ ἀγαλλιᾶσθε, σκιρτήσατε τὰ ὄρη, Χριστοῦ γεννηθέντος, Παρθένος καθέζεται, τὰ Χερουβὶμ μιμουμένη, βαστάζουσα ἐν κόλποις, Θεόν Λόγον σαρκωθέντα. Ποιμένες τὸν τεχθέντα δοξάζουσι. Μάγοι τῷ Δεσπότῃ δῶρα προσφέρουσιν. Ἄγγελοι ἀνυμνοῦντες λέγουσιν· Ἀκατάληπτε Κύριε, δόξα σοι.
Ἦχος δ'
Θεοτόκε Παρθένε, ἡ τεκοῦσα τὸν Σωτῆρα, ἀνέτρεψας τὴν πρώτην κατάραν τῆς Εὔας, ὅτι Μήτηρ γέγονας, τῆς εὐδοκίας τοῦ Πατρός, βαστάζουσα ἐν κόλποις, Θεὸν Λόγον σαρκωθέντα. Οὐ φέρει τὸ μυστήριον ἔρευναν, πίστει μόνῃ τοῦτο πάντες δοξάζομεν, κράζοντες μετὰ σοῦ καὶ λέγοντες· Ἀνερμήνευτε Κύριε δόξα σοι.
Ἦχος δ'
Στίχ. Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.Δεῦτε ἀνυμνήσωμεν, τὴν Μητέρα τοῦ Σωτῆρος, τὴν μετὰ τόκον πάλιν ὀφθεῖσαν Παρθένον. Χαίροις Πόλις ἔμψυχε, τοῦ Βασιλέως καὶ Θεοῦ, ἐν ᾗ Χριστὸς οἰκήσας, σωτηρίαν εἰργάσατο. Μετὰ τοῦ Γαβριὴλ ἀνυμνοῦμέν σε, μετὰ τῶν ποιμένων δοξάζομεν κράζοντες· Θεοτόκε πρέσβευε, τῷ ἐκ σοῦ σαρκωθέντι, σωθῆναι ἡμᾶς.
Ἦχος δ'
Στίχ. Ἐκ γαστρὸς πρὸ Ἑωσφόρου ἐγέννησά σε, ὤμοσε Κύριος, καὶ οὐ μεταμεληθήσεται· Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα, κατὰ τὴν τάξιν Μελχισεδέκ.Ὁ πατὴρ εὐδόκησεν, ὁ Λόγος σάρξ ἐγένετο, καὶ ἡ Παρθένος ἔτεκε, Θεὸν ἐνανθρωπήσαντα. Ἀστὴρ μηνύει, Μάγοι προσκυνοῦσι, Ποιμένες θαυμάζουσι, καὶ ἡ κτίσις ἀγάλλεται.
Δοξαστικὸν
Ἦχος πλ. δ'
Ἀνατολίου
Αἷμα καὶ πῦρ, καὶ ἀτμίδα Καπνοῦ, τέρατα γῆς, ἃ προεῖδεν Ἰωήλ, αἷμα τὴν Σάρκωσιν· πῦρ τὴν Θεότητα· ἀτμίδα δὲ καπνοῦ, τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ ἐπελθὸν τῇ Παρθένῳ, καὶ κόσμον εὐωδιάσαν. Μέγα τὸ μυστήριον, τῆς σῆς ἐνανθρωπήσεως, Κύριε δόξα σοι.
Εἰς τὴν Λειτουργίαν, Ἀντίφωνα
Ἀντίφωνον Α', Ἦχος β'Στίχ. Ἐξομολογήσομαί σοι Κύριε ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου.Στίχ. Ἐν βουλῇ εὐθέων καὶ συναγωγῇ, μεγάλα τὰ ἔργα Κυρίου.Στίχ. Ἐξεζητημένα εἰς πάντα τὰ θελήματα αὐτοῦ.Στίχ. Ἐξομολόγησις καὶ μεγαλοπρέπεια τὸ ἔργον αὐτοῦ, καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἀντίφωνον Β', Ἦχος β'Στίχ. Μακάριος ἀνήρ, ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα.Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐκ Παρθένου τεχθείς, ψάλλοντάς σοι· Ἀλληλούϊα.Στίχ. Δυνατὸν ἐν τῇ γῇ ἔσται τὸ σπέρμα αὐτοῦ.Στίχ. Δόξα καὶ πλοῦτος ἐν τῷ οἴκῳ αὐτοῦ, καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.Στίχ. Ἐξανέτειλεν ἐν σκότει φῶς τοῖς εὐθέσιν.Ἀντίφωνον Γ', Ἦχος δ'Στίχ. Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.Ἀπολυτίκιον, Ἦχος δ'Ἡ γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως· ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν, Κύριε δόξα σοι.Στίχ. Ῥάβδον δυνάμεως ἐξαποστελεῖ σοι Κύριος ἐκ Σιών.Στίχ. Μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου, ἐν ταῖς λαμπρότησι τῶν Ἁγίων σου.
Εἰς τό, ἘξαιρέτωςΚανών β', ᾨδὴ θ', τῆς Ἑορτῆς
Ἦχος α'
Καταβασία ΤΟ ΑΚΟΥΤΕ
Μεγάλυνον ψυχή μου, τὴν λυτρωσαμένην, ἡμᾶς ἐκ τῆς κατάρας.«Στέργειν μὲν ἡμᾶς, ὡς ἀκίνδυνον φόβῳ,Ῥᾷον σιωπήν, τῷ πόθῳ δὲ Παρθένε,Ὕμνους ὑφαίνειν, συντόνως τεθηγμένους,Ἐργῶδές ἐστιν, ἀλλὰ καὶ Μήτηρ σθένος,Ὅση πέφυκεν ἡ προαίρεσις δίδου».
ΚοινωνικὸνΛύτρωσιν ἀπέστειλε Κύριος τῷ λαῷ αὐτοῦ. Ἀλληλούϊα.
| TA ΜΗΝΑΙΑ | Δεκέμβριος | 26-31 |
Dec 26
Τῌ ΚΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΔΕΚΕΜΒΡΙΟΥἩ σύναξις τῆς Ὑπεραγίας Θεοτόκου.
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Στιχολογία οὐ γίνεται. Εἰς δὲ τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' Καὶ ψάλλομεν τῆς Ἑορτῆς Στιχηρὰ Ἰδιόμελα δευτεροῦντες τὰ δύο.
Στιχηρὰ Ἰδιόμελα
Ἦχος β'
Γερμανοῦ
Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, τὸ παρὸν μυστήριον ἐκδιηγούμενοι, τὸ μεσότοιχον τοῦ φραγμοῦ διαλέλυται, ἡ φλογίνη ῥομφαία τὰ νῶτα δίδωσι, καὶ τὰ Χερουβίμ παραχωρεῖ τοῦ ξύλου τῆς ζωῆς, κἀγὼ τοῦ παραδείσου τῆς τρυφῆς μεταλαμβάνω, οὗ προεξεβλήθην διὰ τῆς παρακοῆς. Ἡ γὰρ ἀπαράλλακτος εἰκὼν τοῦ Πατρός, ὁ χαρακτήρ τῆς ἀϊδιότητος αὐτοῦ, μορφὴν δούλου λαμβάνει, ἐξ ἀπειρογάμου Μητρὸς προελθών, οὐ τροπὴν ὑπομείνας· ὃ γὰρ ἦν διέμεινε, Θεὸς ὢν ἀληθινός· καὶ ὃ οὐκ ἦν προσέλαβεν, ἄνθρωπος γενόμενος διὰ φιλανθρωπίαν· αὐτῷ βοήσωμεν· ὁ τεχθεὶς ἐκ Παρθένου Θεός, ἐλέησον ἡμᾶς.
Ἦχος β'
Ἀνατολίου
Τοῦ Κυρίου Ἰησοῦ γεννηθέντος ἐκ τῆς ἁγίας Παρθένου, πεφώτισται τὰ σύμπαντα· Ποιμένων γὰρ ἀγραυλούντων, καὶ Μάγων προσκυνούντων, Ἀγγέλων ἀνυμνούντων, Ἡρῴδης ἐταράττετο, ὅτι Θεὸς ἐν σαρκὶ ἐφάνη, Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος β'
Ἡ Βασιλεία σου, Χριστὲ ὁ Θεός, βασιλεία πάντων τῶν αἰώνων, καὶ ἡ Δεσποτεία σου, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. Ὁ σαρκωθεὶς ἐκ Πνεύματος Ἁγίου, καὶ ἐκ τῆς ἀειπαρθένου Μαρίας ἐνανθρωπήσας, φῶς ἡμῖν ἔλαμψας, Χριστὲ ὁ Θεός, τῇ σῇ παρουσίᾳ· φῶς ἐκ φωτός, τοῦ Πατρὸς τὸ ἀπαύγασμα, πᾶσαν κτίσιν ἐφαίδρυνας. Πᾶσα πνοὴ αἰνεῖ σε, τὸν χαρακτῆρα τῆς δόξης τοῦ Πατρός. Ὁ ὢν καὶ προών, καὶ ἐκλάμψας ἐκ Παρθένου Θεός, ἐλέησον ἡμᾶς.
Ἦχος β'
Τὶ σοι προσενέγκωμεν Χριστέ, ὅτι ὤφθης ἐπὶ γῆς ὡς ἄνθρωπος δι' ἡμᾶς; ἕκαστον γὰρ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, τὴν εὐχαριστίαν σοι προσάγει· οἱ Ἄγγελοι τὸν ὕμνον, οἱ οὐρανοὶ τὸν Ἀστέρα, οἱ Μάγοι τὰ δῶρα, οἱ Ποιμένες τὸ θαῦμα, ἡ γῆ τὸ σπήλαιον, ἡ ἔρημος τὴν φάτνην· ἡμεῖς δὲ Μητέρα Παρθένον. Ὁ πρὸ αἰώνων Θεὸς ἐλέησον ἡμᾶς.
Θεοτοκίον
Ἦχος πλ. β'
Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη. Σήμερον δέχεται ἡ Βηθλεέμ, τὸν καθήμενον διὰ παντὸς σὺν Πατρί. Σήμερον Ἄγγελοι τὸ βρέφος τὸ τεχθέν, θεοπρεπῶς δοξολογοῦσι. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.
Προκείμενον Ἦχος βαρὺςΤὶς Θεὸς μέγας, ὡς ὁ Θεὸς ἡμῶν; σὺ εἶ ὁ Θεός, ὁ ποιῶν θαυμάσια μόνος. Στίχ. Ἐγνώρισας ἐν τοῖς λαοῖς τὴν δύναμίν σου. Τὶς Θεὸς μέγας, ὡς ὁ Θεὸς ἡμῶν... Στίχ. Καὶ εἶπα· Νῦν ἠρξάμην· αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου. Τὶς Θεὸς μέγας, ὡς ὁ Θεὸς ἡμῶν...
Εἰς τὸν Στίχον, Στιχηρὰ ἸδιόμελαἮχος πλ. δ' Ἰωάννου ΜοναχοῦΠαράδοξον Μυστήριον, οἰκονομεῖται σήμερον! καινοτομοῦνται φύσεις, καὶ Θεὸς ἄνθρωπος γίνεται· ὅπερ ἦν μεμένηκε, καὶ ὃ οὐκ ἦν προσέλαβεν, οὐ φυρμὸν ὑπομείνας, οὐδὲ διαίρεσιν.Στίχ. Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.Κύριε, ἐν Βηθλεὲμ παραγέγονας, ἐν τῷ Σπηλαίῳ παρῴκησας, ὁ οὐρανὸν τὸν θρόνον ἔχων, ἐν φάτνῃ ἀνεκλίθης, ὃν στρατιαὶ κυκλοῦσιν Ἀγγέλων, Ποιμέσι συγκατέβης, ἵνα σώσῃς ὡς εὔσπλαγχνος τὸ γένος ἡμῶν, δόξα σοι.Στίχ. Ἐκ γαστρὸς πρὸ Ἑωσφόρου ἐγέννησά σε, ὤμοσε Κύριος, καὶ οὐ μεταμεληθήσεται. Σὺ Ἱερεὺς εἰς τὸν αἰῶνα, κατὰ τὴν τάξιν Μελχισεδέκ.Πῶς ἐξείπω τὸ μέγα Μυστήριον; ὁ ἄσαρκος σαρκοῦται, ὁ Λόγος παχύνεται, ὁ ἀόρατος ὁρᾶται καὶ ὁ ἀναφὴς ψηλαφᾶται· καὶ ὁ ἄναρχος ἄρχεται. Ὁ Υἱὸς τοῦ Θεοῦ, ἀνθρώπου Υἱὸς γίνεται, Ἰησοῦς Χριστός, χθὲς καὶ σήμερον ὁ αὐτός, καὶ εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Ἦχος πλ. δ'
Ἰωάννου Μοναχοῦ
Ἐν Βηθλεὲμ συνέδραμον Ποιμένες, τὸν ἀληθῆ μηνύοντες Ποιμένα, τὸν καθήμενον ἐπὶ τῶν Χερουβίμ, καὶ ἀνακείμενον ἐν φάτνῃ, Νηπίου μορφὴν δι' ἡμᾶς ἀνειληφότα, Κύριε δόξα σοι.
Ἀπολυτίκιον
Ἦχος δ', ἐκ γ'
Ἡ γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως· ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο· σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν, Κύριε δόξα σοι.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα
Ἦχος δ'
Κατεπλάγη Ἰωσὴφ ΤΟ ΑΚΟΥΤΕ
Δεῦτε ἴδωμεν πιστοί, ποῦ ἐγεννήθη ὁ Χριστός, ἀκολουθήσωμεν λοιπὸν ἔνθα ὁδεύει ὁ ἀστήρ, μετὰ τῶν Μάγων Ἀνατολῆς τῶν Βασιλέων. Ἄγγελοι ὑμνοῦσιν, ἀκαταπαύστως ἐκεῖ. Ποιμένες ἀγραυλοῦσιν, ᾠδὴν ἐπάξιον. Δόξα ἐν ὑψίστοις λέγοντες, τῷ σήμερον ἐν Σπηλαίῳ τεχθέντι, ἐκ τῆς Παρθένου, καὶ Θεοτόκου, ἐν Βηθλεὲμ τῆς Ἰουδαίας. (Δίς)
Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα
Ἦχος δ'
Κατεπλάγη Ἰωσὴφ ΤΟ ΑΚΟΥΤΕ
Τὶ θαυμάζεις Μαριάμ; τὶ ἐκθαμβεῖσαι τῷ ἐν σοὶ; Ὅτι ἄχρονον Υἱόν, χρόνῳ ἐγέννησα φησί, τοῦ τικτομένου τὴν σύλληψιν μὴ διδαχθεῖσα. Ἄνανδρος εἰμί, καὶ πῶς τέξω Υἱόν; ἄσπορον γονὴν τὶς ἑώρακεν; ὅπου Θεὸς δὲ βούλεται, νικᾶται φύσεως τάξις, ὡς γέγραπται. Χριστὸς ἐτέχθη, ἐκ τῆς Παρθένου, ἐν Βηθλεὲμ τῆς Ἰουδαίας. (Δίς)
Ὁ Κανὼν τῆς Ἑορτῆς. Ὁ Παρὼν τοῦ κυρίου Κοσμᾶ, φέρων ἀκροστιχίδα τήνδε..Χριστὸς βροτωθεὶς ἦν ὅπερ Θεὸς μένῃ.ᾨδὴ α'
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Χριστὸς γεννᾶται, δοξάσατε. Χριστὸς ἐξ οὐρανῶν ἀπαντήσατε. Χριστὸς ἐπὶ γῆς, ὑψώθητε, ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί, ὅτι δεδόξασται».Ῥεύσαντα ἐκ παραβάσεως, Θεοῦ τὸν κατ' εἰκόνα γενόμενον, ὅλον τῆς φθορᾶς ὑπάρξαντα, κρείττονος ἑπταικότα θείας ζωῆς, αὖθις ἀναπλάττει, ὁ σοφὸς Δημιουργός, ὅτι δεδόξασται.Ἰδὼν ὁ Κτίστης ὀλλύμενον, τὸν ἄνθρωπον χερσίν, ὃν ἐποίησε, κλίνας οὐρανοὺς κατέρχεται, τοῦτον δὲ ἐκ Παρθένου θείας Ἁγνῆς, ὅλον οὐσιοῦται, ἀληθείᾳ σαρκωθείς, ὅτι δεδόξασται.Σοφία λόγος καὶ δύναμις, Υἱὸς ὢν τοῦ Πατρός, καὶ ἀπαύγασμα, Χριστὸς ὁ Θεός, δυνάμεις λαθών, ὅσας ὑπερκοσμίους, ὅσας ἐν γῇ, καὶ ἐνανθρωπήσας, ἀνεκτήσατο ἡμᾶς, ὅτι δεδόξασται.
Ὁ Ἕτερος Κανὼν Ἰαμβικός, Ἰωάννου Μοναχοῦ, φέρων ἀκροστιχίδα τήνδε διὰ στίχων Ἡρωελεγείων.Εὐεπίης μελέεσσιν ἐφύμνια ταῦτα λιγαίνειΥἷα Θεοῦ μερόπων ἕνεκα τικτόμενονἘν χθονί, καὶ λύοντα πολύστονα πήματα κόσμου.Ἀλλ' Ἄνα ῥητῆρας ῥύεο τῶνδε πόνων.ᾨδὴ α'
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἔσωσε λαόν, θαυματουργῶν Δεσπότης,Ὑγρὸν θαλάσσης κῦμα χερσώσας πάλαι·Ἑκὼν δὲ τεχθεὶς ἐκ Κόρης, τρίβον βατήν,Πόλου τίθησιν ἡμῖν· ὃν κατ οὐσίαν,Ἶσόν τε Πατρί, καὶ βροτοῖς δοξάζομεν».Ἤνεγκε γαστὴρ ἡγιασμένη Λόγον,Σαφῶς ἀφλέκτῳ ζωγραφουμένη βάτῳ,Μιγέντα μορφῇ, τῇ βροτησίᾳ Θεόν,Εὔας τάλαιναν, νηδὺν ἀρᾶς τῆς πάλαι,Λύοντα πικρᾶς, ὃν βροτοὶ δοξάζομεν.Ἔδειξεν ἀστὴρ τὸν πρὸ ἡλίου Λόγον,Ἐλθόντα παῦσαι τὴν ἁμαρτίαν Μάγοις,Σαφῶς πενιχρὸν εἰς σπέος τὸν συμπαθῆ,Σὲ σπαργάνοις ἑλικτόν· ὃν γεγηθότες,Ἶδον τὸν αὐτόν, καὶ βροτὸν καὶ Κύριον.
Κανών α', ᾨδὴ γ', τῆς Ἑορτῆς
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τῶ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς γεννηθέντι ἀρρεύστως Υἱῷ, καὶ ἐπ' ἐσχάτων ἐκ Παρθένου, σαρκωθέντι ἀσπόρως, Χριστῷ τῷ Θεῷ βοήσωμεν· ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν, ἅγιος εἶ Κύριε».Ὁ τῆς ἐπιπνοίας, μετασχὼν τῆς ἀμείνω Ἀδὰμ χοϊκός, καὶ πρὸς φθορὰν κατολισθήσας, γυναικείᾳ ἀπάτῃ, Χριστὸν γυναικὸς βοᾷ ἐξορῶν, ὁ δι' ἐμὲ κατ᾿ ἐμὲ γεγονώς, ἅγιος εἶ Κύριε.Σύμμορφος πηλίνης, εὐτελοῦς διαρτίας Χριστὲ γεγονώς, καὶ μετοχῇ σαρκὸς τῆς χείρω, μεταδοὺς θείας φύτλης, βροτὸς πεφυκώς, καὶ μείνας Θεός, καὶ ἀνυψώσας τὸ κέρας ἡμῶν, Ἅγιος εἶ Κύριε.Βηθλεὲμ εὐφραίνου, Ἡγεμόνων Ἰούδα βασίλεια· τὸν Ἰσραὴλ γὰρ ὁ ποιμαίνων, Χερουβὶμ ὁ ἐπ' ὤμων, ἐκ σοῦ προελθὼν Χριστὸς ἐμφανῶς, καὶ ἀνυψώσας τὸ κέρας ἡμῶν, πάντων ἐβασίλευσεν.
Κανών β', ᾨδὴ γ', Ἰαμβικός, τῆς Ἑορτῆς
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Νεῦσον πρὸς ὕμνους οἰκετῶν Εὐεργέτα,Ἐχθροῦ ταπεινῶν τὴν ἐπηρμένην ὀφρύν,Φέρων τε Παντεπόπτα τῆς ἁμαρτίας,Ὕπερθεν ἀκλόνητον, ἐστηριγμένους,Μάκαρ, μελῳδοὺς τῇ βάσει τῆς πίστεως».Νύμφης πανάγνου τὸν πανόλβιον τόκονἸδεῖν ὑπὲρ νοῦν ἠξιωμένος χορός,Ἄγραυλος ἐκλονεῖτο, τῷ ξένῳ τρόπῳ.Τάξιν μελῳδοῦσάν τε τῶν Ἀσωμάτων,Ἄνακτα Χριστόν, ἀσπόρως σαρκούμενον.Ὕψους ἀνάσσων οὐρανῶν εὐσπλαγχνίᾳ,Τελεῖ καθ' ἡμᾶς ἐξ ἀνυμφεύτου Κόρης,Ἄϋλος ὢν τὸ πρόσθεν· ἀλλ' ἐπ' ἐσχάτωνΛόγος παχυνθεὶς σαρκί, τὸν πεπτωκότα,Ἵνα πρὸς αὐτὸν ἑλκύσῃ πρωτόκτιστον.
Κοντάκιον τῆς Ἑορτῆς
Ἡ Παρθένος σήμερον, τὸν ὑπερούσιον τίκτει, καὶ ἡ γῆ τὸ Σπήλαιον, τῷ ἀπροσίτῳ προσάγει. Ἄγγελοι μετὰ Ποιμένων δοξολογοῦσι. Μάγοι δὲ μετὰ ἀστέρος ὁδοιποροῦσι· δι' ἡμᾶς γὰρ ἐγεννήθη, Παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός.
Κάθισμα
Ἦχος πλ. δ'
Τὸ προσταχθὲν μυστικῶς ΤΟ ΑΚΟΥΤΕ
Ἀγαλλιάσθω οὐρανός, γῆ εὐφραινέσθω· ὅτι ἐτέχθη ἐπὶ γῆς, ὁ Ἀμνὸς τοῦ Θεοῦ, παρέχων τῷ κόσμῳ τὴν ἀπολύτρωσιν. Ὁ Λόγος ὁ ἐν τοῖς κόλποις ὢν τοῦ Πατρός, προῆλθεν ἐκ τῆς Παρθένου ἄνευ σπορᾶς· ὃν οἱ Μάγοι ἐξίσταντο, ὁρῶντες ἐν Βηθλεέμ, τικτόμενον ὡς νήπιον· ὃν δοξάζει τὰ σύμπαντα.Δόξα... Καὶ νῦν... τὸ αὐτὸ
Κανών α', ᾨδὴ δ', τῆς Ἑορτῆς
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐξ αὐτῆς Χριστέ, ἐκ τῆς Παρθένου ἀνεβλάστησας· ἐξ ὄρους ὁ αἰνετὸς κατασκίου δασέος ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου, ὁ ἄϋλος καὶ Θεός. Δόξα τῇ δυνάμει σου Κύριε».Ὃν πάλαι προεῖπεν Ἰακώβ, ἐθνῶν ἀπεκδοχὴν Χριστέ, φυλῆς Ἰούδα ἐξανέτειλας, καὶ δύναμιν Δαμασκοῦ, Σαμαρείας σκῦλά τε, ἦλθες προνομεύσων πλάνην τρέπων, εἰς πίστιν θεοτερπῆ. Δόξα τῇ δυνάμει σου Κύριε.Τοῦ Μάντεως πάλαι Βαλαάμ, τῶν λόγων μυητὰς σοφούς, ἀστεροσκόπους χαρᾶς ἔπλησας, ἀστὴρ ἐκ τοῦ Ἰακώβ, ἀνατείλας Δέσποτα, Ἐθνῶν ἀπαρχὴν εἰσαγομένους· ἐδέξω δὲ προφανῶς, δῶρά σοι δεκτὰ προσκομίζοντας.Ὡς πόκῳ γαστρὶ Παρθενικῇ, κατέβης ὑετὸς Χριστέ, καὶ ὡς σταγόνες ἐν γῇ στάζουσαι. Αἰθίοπες καὶ θαρσεῖς, καὶ Ἀράβων νῆσοί τε, Σαβᾶ Μήδων, πάσης γῆς κρατοῦντες, προσέπεσόν σοι Σωτήρ. Δόξα τῇ δυνάμει σου Κύριε.
Κανών α', ᾨδὴ ε', τῆς Ἑορτῆς
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θεὸς ὢν εἰρήνης, Πατὴρ οἰκτιρμῶν, τῆς μεγάλης Βουλῆς σου τὸν Ἄγγελον, εἰρήνην παρεχόμενον ἀπέστειλας ἡμῖν· ὅθεν θεογνωσίας, πρὸς φῶς ὁδηγηθέντες, ἐκ νυκτός ὀρθρίζοντες, δοξολογοῦμέν σε Φιλάνθρωπε».Ἐν δούλοις τῷ Καίσαρος δόγματι, ἀπεγράφης πειθήσας, καὶ δούλους ἡμᾶς, ἐχθροῦ καὶ ἁμαρτίας, ἠλευθέρωσας Χριστέ, ὅλον τὸ καθ᾿ ἡμᾶς δὲ πτωχεύσας, καὶ χοϊκόν ἐξ αὐτῆς ἑνώσεως, καὶ κοινωνίας ἐθεούργησας.Ἰδοὺ ἡ Παρθένος, ὡς πάλαι φησίν, ἐν γαστρὶ συλλαβοῦσα ἐκύησε, Θεὸν ἐνανθρωπήσαντα, καὶ μένει Παρθένος· δι ἧς καταλλαγέντες Θεῷ οἱ ἁμαρτωλοί, Θεοτόκον κυρίως οὖσαν, ἐν πίστει ἀνυμνήσωμεν.
Κανών β', ᾨδὴ ε', Ἰαμβικός, τῆς Ἑορτῆς
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐκ νυκτὸς ἔργων, ἐσκοτισμένης πλάνηςἹλασμὸν ἡμῖν Χριστὲ τοῖς ἐγρηγόρως,Νῦν σοι τελοῦσιν ὕμνον, ὡς εὐεργέτῃ,Ἔλθοις πορίζων εὐχερῆ τε τὴν τρίβον,Καθ' ἣν ἀνατρέχοντες, εὕροιμεν κλέος».Ἀπηνὲς ἔχθος, τὸ πρὸς αὐτὸν Δεσπότης,Τεμὼν διαμπάξ, σαρκὸς ἐν παρουσίᾳ,Ἵνα κρατοῦντος ὤλεσε ψυχοφθόρου,Κόσμον συνάπτων, ταῖς ἀΰλοις οὐσίαις,Τιθεὶς προσηνῆ, τὸν Τεκόντα τῇ κτίσει.Ὁ λαὸς εἶδεν, ὁ πρὶν ἠμαυρωμένος,Μεθ' ἡμέραν φῶς, τῆς ἄνω φρυκτωρίας·Ἔθνη Θεῷ δέ, κλῆρον Υἱὸς προσφέρει,Νέμων ἐκεῖσε τὴν ἀπόρρητον χάριν,Οὗ πλεῖον ἐξήνθησεν ἡ ἁμαρτία.
Κανών α', ᾨδὴ ς', τῆς Ἑορτῆς
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν ἐνάλιος θήρ οἷον ἐδέξατο· τῇ Παρθένῳ δέ, ἐνοικήσας ὁ Λόγος, καὶ σάρκα λαβὼν διελήλυθε φυλάξας ἀδιάφθορον· ἧς γὰρ οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν κατέσχεν ἀπήμαντον».Ἦλθε σαρκωθείς, Χριστὸς ὁ Θεὸς ἡμῶν, γαστρὸς ὃν Πατήρ, πρὸ Ἑωσφόρου γεννᾷ, τὰς ἡνίας δέ, ὁ κρατῶν τῶν ἀχράντων Δυνάμεων, ἐν φάτνῃ τῶν ἀλόγων ἀνακλίνεται, ῥάκει σπαργανοῦται, λύει δέ, πολυπλόκους σειρὰς παραπτώσεων.Νέον ἐξ Ἀδάμ, παιδίον φυράματος ἐτέχθη Υἱός, καὶ πιστοῖς δέδοται, τοῦ δὲ μέλλοντος, οὗτός ἐστιν αἰῶνος, Πατὴρ καὶ Ἄρχων, καὶ καλεῖται τῆς μεγάλης Βουλῆς Ἄγγελος· οὗτος ἰσχυρὸς Θεὸς ἐστι, καὶ κρατῶν ἐξουσίᾳ τῆς κτίσεως.
Κανών β', ᾨδὴ ς', Ἰαμβικός, τῆς Ἑορτῆς
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ναίων Ἰωνᾶς, ἐν μυχοῖς θαλαττίοις,Ἐλθεῖν ἐδεῖτο, καὶ ζάλην ἀπαρκέσαι.Νυγεὶς ἐγὼ δέ, τῷ τυραννοῦντος βέλει,Χριστὲ προσαυδῶ, τὸν κακῶν ἀναιρέτην,Θᾶττον μολεῖν σε τῆς ἐμῆς ῥαθυμίας».Ὃς ἦν ἐν ἀρχῇ, πρὸς Θεὸν Θεὸς Λόγος,Νυνὶ κρατύνει, μὴ σθένουσαν τὴν πάλαι,Ἰδὼν φυλάξαι, τὴν καθ ἡμᾶς οὐσίαν,Καθεὶς ἑαυτὸν δευτέρᾳ κοινωνίᾳΑὖθις προφαίνων, τῶν παθῶν ἐλευθέραν.Ἷκται δι' ἡμᾶς, Ἀβραὰμ ἐξ ὀσφύος,Λυγρῶς πεσόντας, ἐν σκότει τῶν πταισμάτων,Υἱοὺς ἐγεῖραι, τῶν κάτω νενευκότων,Ὁ φῶς κατοικῶν, καὶ φάτνην παρ' ἀξίαν.Νῦν εὐδοκήσας, εἰς βροτῶν σωτηρίαν.
Κοντάκιον
Ἦχος πλ. β'
Ὁ πρὸ Ἑωσφόρου ἐκ Πατρὸς ἀμήτωρ γεννηθείς, ἐπὶ τῆς γῆς ἀπάτωρ ἐσαρκώθη σήμερον ἐκ σοῦ· ὅθεν Ἀστὴρ εὐαγγελίζεται Μάγοις, Ἄγγελοι δὲ μετὰ Ποιμένων ὑμνοῦσι, τὸν ἄχραντον Τόκον σου, ἡ Κεχαριτωμένη.
Ὁ Οἶκος
Τὸν ἀγεώργητον βότρυν βλαστήσασα, ἡ μυστικὴ ἄμπελος ὡς ἐπὶ κλάδων, ἀγκάλαις ἐβάσταζε, καὶ ἔλεγε. Σὺ εἶ καρπός μου, σὺ εἶ ἡ ζωή μου. Ἀφ' οὗ ἔγνων, ὅτι καὶ ὃ ἤμην εἰμί, σύ μου Θεός· τὴν γὰρ σφραγῖδα τῆς Παρθενίας μου ὁρῶσα ἀκατάλυτον, κηρύττω σε ἄτρεπτον Λόγον, σάρκα γενόμενον. Οὐκ οἶδα σποράν, οἶδά σε λύτην τῆς φθορᾶς· Ἁγνὴ γὰρ εἰμι, σοῦ προελθόντος ἐξ ἐμοῦ· ὡς γὰρ εὗρες, ἔλιπες μήτραν ἐμήν. Διὰ τοῦτο συγχορεύει πᾶσα κτίσις βοῶσά μοι· Χαῖρε ἡ Κεχαριτωμένη.
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΚΣΤ' τοῦ αὐτοῦ μηνός, Η Σύναξις τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου. ΣτίχοιΛεχὼ ἄμωμον ἀνδρὸς μὴ γνοῦσαν λέχος, Δώροις ἀμώμοις δεξιοῦμαι τοῖς λόγοις. Μολπὴν ἁγνοτάτῃ λεχοῖ εἰκάδι ἕκτῃ ἀείδω. Περὶ τῆς εἰς Αἴγυπτον φυγῆς τῆς Ὑπεραγίας Θεοτόκου. ΣτίχοιἭκοντα πρὸς σέ, τὸν πάλαι πλήξαντά σε, Αἴγυπτε φρίττε, καὶ Θεὸν τοῦτον φρόνει. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Εὐθυμίου, Ἐπισκόπου Σάρδεων τοῦ Ὁμολογητοῦ. ΣτίχοιΧριστῷ παραστάς, Εὐθύμιε τρισμάκαρ, Πλήρης ἀλήκτου τυγχάνεις εὐθυμίας. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Κωνσταντίνου τοῦ ἐξ' Ἰουδαίων. ΣτίχοιὩς ἐξ ἀκανθῶν τῶν Ἰουδαίων ῥόδον, Ὁ θεῖος ἀνθεῖ καὶ θανών, Κωνσταντῖνος. Καὶ Μνήμη τοῦ Ὁσίου πατρὸς ἡμῶν Εὐαρέστου. ΣτίχοιἜσπευδεν Εὐάρεστος ἔργῳ καὶ λόγῳ, Ἕως τελευτῆς εὐαρεστεῖν σοι Λόγε. Μνήμη τοῦ ἁγίου νέου ἱερομάρτυρος Κωνσταντίνου τοῦ Ῥώσου, ἀθλήσαντος ἐν Κωνσταντινοπόλει κατὰ τὸ 1743 ἔτος. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον, καὶ σῶσον ἡμᾶς. Ἀμήν.
Κανών α', ᾨδὴ ζ', τῆς Ἑορτῆς
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Οἱ Παῖδες εὐσεβείᾳ συντραφέντες, δυσσεβοῦς προστάγματος καταφρονήσαντες, πυρὸς ἀπειλὴν οὐκ ἐκπτοήθησαν, ἀλλ' ἐν μέσῳ τῆς φλογὸς ἑστῶτες ἔψαλλον· Ὁ τῶν Πατέρων Θεός, εὐλογητὸς εἶ».Ποιμένες ἀγραυλοῦντες, ἐκπλαγοῦς φωτοφανείας ἔτυχον· δόξα Κυρίου γὰρ αὐτούς, περιέλαμψε καὶ Ἄγγελος. Ἀνυμνήσατε βοῶν, ὅτι ἐτέχθη Χριστός, ὁ τῶν Πατέρων Θεός, εὐλογητὸς εἶ.Ἐξαίφνης σὺν τῷ λόγῳ τοῦ Ἀγγέλου, οὐρανῶν στρατεύματα, Δόξα ἐκραύγαζον Θεῷ, ἐν ὑψίστοις, ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία, Χριστὸς ἔλαμψεν. Ὁ τῶν Πατέρων Θεός, εὐλογητὸς εἶ.Ῥῆμα τὶ τοῦτο; εἶπον οἱ Ποιμένες· διελθόντες ἴδωμεν τὸ γεγονός, θεῖον Χριστόν· Βηθλεὲμ καταλαβόντες δέ, σὺν τῇ τεκούσῃ προσεκύνουν ἀναμέλποντες· ὁ τῶν Πατέρων Θεός, εὐλογητὸς εἶ.
Κανών β', ᾨδὴ ζ', Ἰαμβικός, τῆς Ἑορτῆς
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τῷ παντάνακτος ἐξεφαύλισαν πόθῳ,Ἄπλητα θυμαίνοντος ἠγκιστρωμένοι,Παῖδες τυράννου δύσθεον γλωσσαλγίαν,Οἷς εἴκαθε πῦρ ἄσπετον, τῷ Δεσπότῃ,Λέγουσιν· Εἰς αἰῶνας εὐλογητὸς εἶ».Ὑπηρέτας μὲν ἐμμανῶς καταφλέγει,Σῴζει δὲ παφλάζουσα ῥοιζηδὸν νέους,Ταῖς ἑπταμέτροις καύσεσι πυργουμένη,Οὓς ἔστεφε φλόξ, ἄφθονον τοῦ Κυρίου,Νέμοντος, εὐσεβείας ἕνεκα, δρόσον.Ἀρωγὲ Χριστέ, τὸν βροτοῖς ἐναντίον,Πρόβλημα τὴν σάρκωσιν ἀρρήτως ἔχων,ᾜσχυνας, ὄλβον τῆς θεώσεως φέρων,Μορφούμενος νῦν· ἧς τινος δι' ἐλπίδα,Ἄνωθεν εἰς κευθμῶνας ἤλθομεν ζόφου.Τὴν ἀγριωπόν, ἀκρατῶς γαυρουμένην,Ἄσεμνα βακχεύουσαν ἐξοιστρουμένου,Κόσμου καθεῖλες πανσθενῶς ἁμαρτίαν·Οὓς εἵλκυσε πρίν, σήμερον τῶν ἀρκύων,Σῴζεις δέ, σαρκωθεὶς ἑκὼν Εὐεργέτα.
Κανών α', ᾨδὴ η', τῆς Ἑορτῆς
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος, ἐξεικόνισε κάμινος τύπον· οὐ γὰρ οὓς ἐδέξατο φλέγει νέους, ὡς οὐδὲ πῦρ τῆς Θεότητος, Παρθένου ἣν ὑπέδυ νηδύν· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν. Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας».Ἕλκει Βαβυλῶνος ἡ θυγάτηρ παῖδας, δορυκτήτους Δαυΐδ, ἐκ Σιὼν ἐν αὐτῇ, δωροφόρους πέμπει δέ, Μάγους παῖδας, τὴν τοῦ Δαυΐδ θεοδόχον θυγατέρα λιτανεύσοντα· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν. Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.Ὄργανα παρέκλινε τὸ πένθος ᾠδῆς· οὐ γὰρ ᾗδον ἐν νόθοις οἱ παῖδες Σιών, Βαβυλῶνος λύει δέ, πλάνην πᾶσαν καὶ μουσικῶν, ἁρμονίαν Βηθλεὲμ ἐξανατείλας Χριστός· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν. Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.Σκῦλα Βαβυλὼν τῆς Βασιλίδος Σιών, καὶ δορύκτητον ὄλβον ἐδέξατο, θησαυροὺς Χριστός, ἐν Σιὼν δὲ ταύτης, καὶ Βασιλεῖς σὺν ἀστέρι ὁδηγῷ, ἀστροπολοῦντας ἕλκει· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.
Κανών β', ᾨδὴ η', Ἰαμβικός, τῆς Ἑορτῆς
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Μήτραν ἀφλέκτως εἰκονίζουσι Κόρης,Οἱ τῆς παλαιᾶς πυρπολούμενοι νέοι,Ὑπερφυῶς κύουσαν, ἐσφραγισμένην.Ἄμφω δὲ δρῶσα, θαυματουργίᾳ μιᾷ,Λαοὺς πρὸς ὕμνον ἐξανίστησι χάρις».Λύμην φυγοῦσα τοῦ θεοῦσθαι τῇ πλάνῃ,Ἄληκτον ὑμνεῖ τὸν κενούμενον Λόγον.Νεανικῶς ἅπασα σὺν τρόμῳ κτίσις,Ἄδοξον εὖχος δειματουμένη φέρειν,Ῥευστὴ γεγῶσα, κἂν σοφῶς ἐκαρτέρει.Ἥκεις πλανῆτιν πρὸς νομὴν ἐπιστρέφων,Τὴν ἀνθοποιὸν ἐξ ἐρημαίων λόφων,Ἡ τῶν ἐθνῶν ἔγερσις, ἀνθρώπων φύσιν·Ῥώμην βιαίαν τοῦ βροτοκτόνου σβέσαι,Ἀνὴρ φανείς τε, καὶ Θεὸς προμηθείᾳ.
Κανών α', ᾨδὴ θ', τῆς Ἑορτῆς
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Μεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν, καὶ ἐνδοξοτέραν τῶν ἄνω στρατευμάτων.«Μυστήριον ξένον, ὁρῶ καὶ παράδοξον! οὐρανὸν τὸ Σπήλαιον· θρόνον Χερουβικόν, τὴν Παρθένον· τὴν φάτνην χωρίον· ἐν ᾧ ἀνεκλίθη ὁ ἀχώρητος, Χριστὸς ὁ Θεός· ὃν ἀνυμνοῦντες μεγαλύνομεν».Μεγάλυνον ψυχή μου, τὸν ἐκ τῆς Παρθένου, Θεὸν σαρκὶ τεχθέντα.Ἐξαίσιον δρόμον, ὁρῶντες οἱ Μάγοι, ἀσυνήθους νέου ἀστέρος ἀρτιφαοῦς, οὐρανίου ὑπερλάμποντος, Χριστὸν Βασιλέα ἐτεκμήραντο, ἐν γῇ γεννηθέντα Βηθλεέμ, εἰς σωτηρίαν ἡμῶν.Μεγάλυνον ψυχή μου, τὸν ἐν τῷ Σπηλαίῳ, τεχθέντα Βασιλέα.Νεηγενὲς Μάγων λεγόντων, παιδίον Ἄναξ, οὗ ἀστὴρ ἐφάνη, ποῦ ἐστίν; εἰς γὰρ ἐκείνου προσκύνησιν ἥκομεν· μανεὶς ὁ Ἡρῴδης ἐταράττετο, Χριστὸν ἀνελεῖν, ὁ θεομάχος φρυαττόμενος.Μεγάλυνον ψυχή μου, τῶν ὑπὸ τῶν Μάγων, Θεὸν προσκυνηθέντα.Ἠκρίβωσε χρόνον Ἡρῴδης ἀστέρος, οὗ ταῖς ἡγεσίαις οἱ Μάγοι ἐν Βηθλεέμ, προσκυνοῦσι Χριστῷ σὺν δώροις· ὑφ' οὗ πρὸς Πατρίδα ὁδηγούμενοι, δεινὸν παιδοκτόνον, ἐγκατέλιπον παιζόμενον.
Κανών β', ᾨδὴ θ', Ἰαμβικός, τῆς Ἑορτῆς
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Σήμερον ἡ Παρθένος, τίκτει τὸν Δεσπότην, ἔνδον ἐν τῷ Σπηλαίῳ. «Στέργειν μὲν ἡμᾶς, ὡς ἀκίνδυνον φόβῳ,Ῥᾷον σιωπήν, τῷ πόθῳ δὲ Παρθένε,Ὕμνους ὑφαίνειν, συντόνως τεθηγμένους,Ἐργῶδές ἐστιν, ἀλλὰ καὶ Μήτηρ σθένος,Ὅση πέφυκεν ἡ προαίρεσις δίδου».Σήμερον ὁ Δεσπότης, τίκτεται ὡς βρέφος, ὑπὸ Μητρὸς Παρθένου. «Στέργειν μὲν ἡμᾶς, ὡς ἀκίνδυνον φόβῳ,Ῥᾷον σιωπήν, τῷ πόθῳ δὲ Παρθένε,Ὕμνους ὑφαίνειν, συντόνως τεθηγμένους,Ἐργῶδές ἐστιν, ἀλλὰ καὶ Μήτηρ σθένος,Ὅση πέφυκεν ἡ προαίρεσις δίδου».Δόξα...Μεγάλυνον ψυχή μου, τῆς τρισυποστάτου, καὶ ἀδιαιρέτου, Θεότητος τὸ κράτος. Τύπους ἀφεγγεῖς καὶ σκιὰς παρηγμένας,Ὦ Μῆτερ ἁγνή, τοῦ Λόγου δεδορκότες,Νέου φανέντος, ἐκ πύλης κεκλεισμένης,Δοξούμενοί τε, τῆς ἀληθείας φάος,Ἐπαξίως σὴν εὐλογοῦμεν γαστέρα.Καὶ νῦν...Μεγάλυνον ψυχή μου, τὴν λυτρωσαμένην, ἡμᾶς ἐκ τῆς κατάρας. Πόθου τετευχώς, καὶ Θεοῦ παρουσίας,Ὁ χριστοτερπὴς λαὸς ἠξιωμένος,Νῦν ποτνιᾶται τῆς παλιγγενεσίας.Ὡς ζωοποιοῦ· τὴν χάριν δὲ Παρθένε,Νέμοις ἄχραντε, προσκυνῆσαι τὸ κλέος.ΚαταβασίαεΜεγάλυνον ψυχή μου, τῆς τρισυποστάτου, καὶ ἀδιαιρέτου, Θεότητος τὸ κράτος. «Μυστήριον ξένον, ὁρῶ καὶ παράδοξον! οὐρανὸν τὸ Σπήλαιον· θρόνον Χερουβικόν, τὴν Παρθένον· τὴν φάτνην χωρίον· ἐν ᾧ ἀνεκλίθη ὁ ἀχώρητος, Χριστὸς ὁ Θεός· ὃν ἀνυμνοῦντες μεγαλύνομεν».Μεγάλυνον ψυχή μου, τὴν λυτρωσαμένην, ἡμᾶς ἐκ τῆς κατάρας. «Στέργειν μὲν ἡμᾶς, ὡς ἀκίνδυνον φόβῳ,Ῥᾷον σιωπήν, τῷ πόθῳ δὲ Παρθένε,Ὕμνους ὑφαίνειν, συντόνως τεθηγμένους,Ἐργῶδές ἐστιν, ἀλλὰ καὶ Μήτηρ σθένος,Ὅση πέφυκεν ἡ προαίρεσις δίδου».
Ἐξαποστειλάριον
Ἦχος γ'
Αὐτόμελον ΤΟ ΑΚΟΥΤΕ
Ἐπεσκέψατο ἡμᾶς, ἐξ ὕψους ὁ Σωτὴρ ἡμῶν, ἀνατολὴ ἀνατολῶν, καὶ οἱ ἐν σκότει καὶ σκιᾷ, εὕρομεν τὴν ἀλήθειαν· καὶ γὰρ ἐκ τῆς Παρθένου ἐτέχθη ὁ Κύριος.
Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν Στιχηρά. Ἰδιόμελα.
Στιχηρά. Ἰδιόμελα
Ἦχος δ'
Ἀνδρέου Ἱεροσολυμίτου
Εὐφραίνεσθε Δίκαιοι, οὐρανοὶ ἀγαλλιᾶσθε, σκιρτήσατε τὰ ὄρη, Χριστοῦ γεννηθέντος, Παρθένος καθέζεται, τὰ Χερουβὶμ μιμουμένη, βαστάζουσα ἐν κόλποις, Θεόν Λόγον σαρκωθέντα. Ποιμένες τὸν τεχθέντα δοξάζουσι. Μάγοι τῷ Δεσπότῃ δῶρα προσφέρουσιν. Ἄγγελοι ἀνυμνοῦντες λέγουσιν· Ἀκατάληπτε Κύριε, δόξα σοι.
Ἦχος δ'
Ὁ Πατὴρ εὐδόκησεν, ὁ Λόγος σάρξ ἐγένετο, καὶ ἡ Παρθένος ἔτεκε, Θεὸν ἐνανθρωπήσαντα, Ἀστὴρ μηνύει· Μάγοι προσκυνοῦσι· Ποιμένες θαυμάζουσι, καὶ ἡ κτίσις ἀγάλλεται.
Ἦχος δ'
Θεοτόκε Παρθένε, ἡ τεκοῦσα τὸν Σωτῆρα, ἀνέτρεψας τὴν πρώτην κατάραν τῆς Εὔας, ὅτι Μήτηρ γέγονας, τῆς εὐδοκίας τοῦ Πατρός, βαστάζουσα ἐν κόλποις, Θεὸν Λόγον σαρκωθέντα. Οὐ φέρει το μυστήριον ἔρευναν· πίστει μόνῃ τοῦτο πάντες δοξάζομεν, κράζοντες μετὰ σοῦ καὶ λέγοντες· Ἀνερμήνευτε Κύριε, Δόξα σοι.
Ἦχος δ'
Δεῦτε ἀνυμνήσωμεν, τὴν Μητέρα τοῦ Σωτῆρος, τὴν μετὰ τόκον πάλιν ὀφθεῖσαν Παρθένον· Χαίροις Πόλις ἔμψυχε, τοῦ Βασιλέως καὶ Θεοῦ, ἐν ᾗ Χριστὸς οἰκήσας, σωτηρίαν εἰργάσατο. Μετὰ τοῦ Γαβριὴλ ἀνυμνοῦμέν σε, μετὰ τῶν Ποιμένων δοξάζομεν κράζοντες· Θεοτόκε πρέσβευε, τῷ ἐκ σοῦ σαρκωθέντι, σωθῆναι ἡμᾶς.
Δοξαστικὸν
Ἦχος πλ. β'
Γερμανοῦ
Σήμερον ἡ ἀόρατος φύσις, τοῖς βροτοῖς ἐκ Παρθένου συνάπτεται.Σήμερον ἡ ἄπειρος οὐσία, ἐν Βηθλεὲμ σπαργάνοις ἐνειλίσσεται.Σήμερον ὁ Θεὸς δι᾿ ἀστέρος Μάγους εἰς προσκύνησιν ἄγει,προμηνύοντας αὐτοῦ τὴν τριήμερον ταφήν, ὡς ἐν χρυσῷ καὶ σμύρνῃ καὶ λιβάνῳ·διὸ ψάλλομεν. Ὁ σαρκωθεὶς ἐκ Παρθένου, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον
Ἦχος β'
Ἰωάννου Μοναχοῦ
Σήμερον ὁ Χριστός, ἐν Βηθλεὲμ γεννᾶται ἐκ Παρθένου. Σήμερον ὁ ἄναρχος ἄρχεται, καὶ ὁ Λόγος σαρκοῦται. Αἱ δυνάμεις τῶν οὐρανῶν ἀγάλλονται, καὶ ἡ γῆ σὺν τοῖς ἀνθρώποις εὐφραίνεται. Οἱ Μάγοι τὰ δῶρα προσφέρουσιν, οἱ Ποιμένες τὸ θαῦμα κηρύττουσιν, ἡμεῖς δὲ ἀκαταπαύστως βοῶμεν· Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.
Μεγάλη Δοξολογία
Εἰς τὴν Λειτουργίαν, Ἀντίφωνα
Ἀντίφωνον Α', Ἦχος β'Στίχ. Ἐξομολογήσομαί σοι Κύριε ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου.Στίχ. Ἐν βουλῇ εὐθέων καὶ συναγωγῇ, μεγάλα τὰ ἔργα Κυρίου.Στίχ. Ἐξεζητημένα εἰς πάντα τὰ θελήματα αὐτοῦ.Στίχ. Ἐξομολόγησις καὶ μεγαλοπρέπεια τὸ ἔργον αὐτοῦ, καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἀντίφωνον Β', Ἦχος β'Στίχ. Μακάριος ἀνήρ, ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα.Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐκ Παρθένου τεχθείς, ψάλλοντάς σοι· Ἀλληλούϊα.Στίχ. Δυνατὸν ἐν τῇ γῇ ἔσται τὸ σπέρμα αὐτοῦ.Στίχ. Δόξα καὶ πλοῦτος ἐν τῷ οἴκῳ αὐτοῦ, καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.Στίχ. Ἐξανέτειλεν ἐν σκότει φῶς τοῖς εὐθέσιν.Ἀντίφωνον Γ', Ἦχος δ'Στίχ. Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.Ἀπολυτίκιον, Ἦχος δ'Ἡ γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως· ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν, Κύριε δόξα σοι.Στίχ. Ῥάβδον δυνάμεως ἐξαποστελεῖ σοι Κύριος ἐκ Σιών.Στίχ. Μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου, ἐν ταῖς λαμπρότησι τῶν Ἁγίων σου.
Εἰς τό, ἘξαιρέτωςΚανών β', ᾨδὴ θ', τῆς Ἑορτῆς
Ἦχος α'
Καταβασία ΤΟ ΑΚΟΥΤΕ
Μεγάλυνον ψυχή μου, τὴν λυτρωσαμένην, ἡμᾶς ἐκ τῆς κατάρας.«Στέργειν μὲν ἡμᾶς, ὡς ἀκίνδυνον φόβῳ,Ῥᾷον σιωπήν, τῷ πόθῳ δὲ Παρθένε,Ὕμνους ὑφαίνειν, συντόνως τεθηγμένους,Ἐργῶδές ἐστιν, ἀλλὰ καὶ Μήτηρ σθένος,Ὅση πέφυκεν ἡ προαίρεσις δίδου».
ΚοινωνικὸνΛύτρωσιν ἀπέστειλε Κύριος τῷ λαῷ αὐτοῦ. Ἀλληλούϊα.
Τῌ ΑΥΤῌ ΗΜΕΡᾼΨάλλομεν ἐν τοῖς, Ἀποδείπνοις τὴν Ἀκολουθίαν τοῦ ἁγίου Ἱερομάρτυρος Εὐθυμίου.Ὁ Κανὼν οὗ ἡ Ἀκροστιχίς.Τεχθεὶς σε Χριστὸς σπαργάνοις στέφει, Πάτερ.Θεοφάνους.ᾨδὴ α'
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θαλάσσης τὸ ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν, ὁ παλαιὸς πεζεύσας Ἰσραήλ, σταυροτύποις Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν τῇ ἐρήμῳ ἐτροπώσατο».Τεχθέντα τὸν ἀεὶ ὄντα Κύριον, καὶ σπαργανούμενον, σπαργανωθεὶς μαστίγων αἰκισμοῖς, εὐσεβῶς προσεκύνησας, καὶ πρὸς αὐτὸν Εὐθύμιε, μέτ' εὐθυμίας προσεχώρησας.Ἐν φάτνῃ ἀνακλιθεὶς ὁ Κύριος, δῶρον γενέθλιον, τῶν σῶν αἱμάτων Μάκαρ τοὺς κρουνούς, καὶ πληγῶν σου τοὺς μώλωπας, ὑπὲρ χρυσὸν καὶ λίβανον, καὶ ὑπὲρ σμύρναν προσεδέξατο.Χρυσὸν μὲν παρὰ τῶν Μάγων δέχεται, τεχθεὶς ὁ Κύριος, τῆς πρὸς αὐτὸν ἀγάπης δὲ τῆς σῆς, Ἱεράρχα τὸ γνήσιον, καὶ τὸ στερρὸν καὶ εὔτονον, τῆς ἀνενδότου καρτερίας σου.Θανάτῳ τὸν τοῦ Δεσπότου θάνατον, ἐκμιμησάμενος, δεσποτικὰς ἐβόησας φωνάς, ὑπὲρ τῶν ἀναιρούντων σε, εἰλικρινῶς εὐχόμενος, Ἱεροφάντα πανσεβάσμιε.ΘεοτοκίονἘκ σοῦ τῆς Ὑπεραγίας σήμερον, ὁ τοῦ παντὸς Ποιητής, σωματικῶς γεννᾶται καθ' ἡμᾶς, καὶ σπαργάνοις εἱλίσσεται, ὁ σπαργανώσας θάλασσαν, ὁμίχλῃ Μήτηρ ἀειπάρθενε.
ᾨδὴ γ'
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ευφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα· Σύ μου Ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα».Ἰχῶρας μαρτυρικοῦς, ἀντὶ λιβάνου καὶ χρυσοῦ σμύρνης τε, ὡς Ἱερεὺς προσήνεγκας, τῷ ἐν Βηθλεὲμ γεννηθέντι Χριστῷ.Στερρότητι λογισμοῦ, καὶ γενναιότητι ψυχῆς ἤλεγξας, τὸν δυσσεβῆ Λέοντα, κατὰ τοῦ Σωτῆρος λυττήσαντα.Στεφάνου ἐκμιμητής, τοῦ πρωτομάρτυρος Χριστοῦ γέγονας, τῶν φονευτῶν Εὐθύμιε, ὑπὲρ σωτηρίας εὐχόμενος.Ἐτήρησας ἐμμελῶς, τὴν τοῦ Σωτῆρος ἐντολὴν Ὅσιε, καὶ τὴν ψυχὴν τέθεικας, ὑπὲρ τῶν σῶν φίλων Πατὴρ ἡμῶν.ΘεοτοκίονΧωρίον χωρητικόν, τοῦ ἀχωρήτου πλαστουργοῦ γέγονας, τοῦτον σαρκὶ χωρήσασα, Κεχαριτωμένη πανάχραντε.
ᾨδὴ δ'
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐπαρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία, ἐπὶ σταυροῦ τὸν Ἥλιον τῆς δικαιοσύνης, ἔστη ἐν τῇ τάξει αὐτῆς, εἰκότως κραυγάζουσα· Δόξα τῇ δυνάμει σου Κύριε».Ῥαπιζόμενος τὸ πρόσωπον τὸ τῇ θείᾳ, χαριτωθὲν λαμπρότητι, τῆς ἄνω σοφίας, γέγονας συμμέτοχος, Χριστοῦ παμμακάριστε, τοῦ ὑπὲρ ἡμῶν ῥαπισθέντος σαρκί.Ἱερωσύνης τὸ σέβας οὐκ αἰδεσθέντες, οἱ ἀσεβεῖς καὶ πρόμαχοι, κακίας ἐργάται, γῆρας οὐ τιμήσαντες, τὸ σὸν οἱ παράνομοι, ἀνελεημόνως ἐμάστιζον.Σπαργανουμένῳ καὶ φάτνη ἀνακειμένῳ, τῷ Λυτρωτῇ Εὐθύμιε, πολύτιμον δῶρον, Πάτερ προσενήνοχας, τὸ τίμιον αἴμά σου, πόθῳ δι' αὐτὸν ἐκχυνόμενον.Τοῖς τοῦ Σωτῆρος σπαργάνοις ἐνειλημένος, καὶ τὴν αὐτοῦ ἀγάπησιν, περιεζωσμένος, τούτῳ πρεσεπέλασας, τῷ λύθρῳ σπαζόμενος, τῷ ἐκ μιαιφόνου χυθέντι χειρός.ΘεοτοκίονὉ τὰς αὔλους οὐσίας δημιουργήσας, σωματικῶς ὡς ἄνθρωπος, ἐκ σοῦ Θεομῆτορ, σήμερον γεγέννηται, αὐτῷ μελῳδήσωμεν· Δόξα ἐν ὑψίστοις Χριστῷ τῷ Θεῷ.
ᾨδὴ ε'
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σὺ Κύριέ μου φῶς, εἰς τὸν κόσμον ἐλήλυθας, φῶς ἅγιον ἐπιστρέφον ἐκ ζοφώδους ἀγνοίας, τοὺς πίστει ἀνυμνοῦντάς σε».Σοὶ ἔμψυχος εἰκών, τῷ Σωτῆρι προσάγεται, τιμήσασα τὴν εἰκόνα, τῆς ἀχράντου σαρκός σου, καὶ τύπον τὸν τοῦ σώματος.Σοὶ Δέσποτα Ποιμήν, εὐθυμίας φερώνυμος, τὰ στίγματα τῆς σαρκός σου, περιφέρων οἰκείῳ, ἐν σώματι προσφέρεται.Πῦρ ἔσβεσας θυμοῦ, τῶν ἀνόμων Εὐθύμιε, τοῖς χεύμασι τῶν ἀδίκως, χυθέντων σου αἱμάτων, Παμμάκαρ Ἱερώτατε.Ἀνέστειλας ὁρμήν, τῶν ἀθέων Μακάριε, τῇ ῥώμῃ τῶν διδαχῶν σου, καὶ τοῦ Κτίστου εἰκόνα, σχετικῶς σὺ τετίμηκας.ΘεοτοκίονῬοῦς ἔστη τῆς φθορᾶς ἡ Παρθένος· ἀφθόρως γάρ, γεγέννηκε τὸν τὴν φύσιν, τῶν ἀνθρώπων φθαρεῖσαν, φθορᾶς ἐλευθερώσαντα.
ᾨδὴ ς'
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι' οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι».Γυμνώσει, τοῦ τῶν πάντων Σωτῆρος τὴν γύμνωσιν, ἐκμιμησάμενος Πάτερ, καὶ μαστίγων πόνους ἐγκαρτερήσας, τὸ σὸν αἷμα, τῷ ἐκείνου ἐπέχεας αἵματι.Ἀγάπην, καὶ ἐλπίδα καὶ πίστιν θεόφρονα, τὰς δι' αἰῶνος μενούσας, ἀρετὰς πλουτήσας τῷ γεννηθέντι, ἐκ Παρθένου, δωροφορεῖς παμμάκαρ Εὐθύμιε.Νομίμως, τῷ Χριστῷ λειτουργήσας τὴν ἔνθεον, ἱερουργίαν τοῦ λόγου, μισθὸν τούτου Πάτερ ἀντεκομίσω, θεορρῆμον, τὸ σὲ τελειωθῆναι δι' αἵματος.ΘεοτοκίονὉ πλάσας, κατ' εἰκόνα ἰδίαν τὸν ἄνθρωπον, διὰ πολλὴν εὐσπλαγχνίαν, ἀναπλάττει τοῦτον ἐκ σοῦ Παρθένε, Θεομῆτορ, ὁλοκλήρως αὐτὸν ἐνδυσάμενος.Κάθισμα Ἦχος α'Τὸν τάφον σου Σωτὴρ ΤΟ ΑΚΟΥΤΕΠροσήνεγκας Χριστῷ, ἐκ Παρθένου τεχθέντι, Εὐθύμιε σοφέ, ὡς οἱ Μάγοι τὰ δῶρα, ἀθλήσας καρτερώτατα, Ἱεράρχα τὸ αἷμά σου· ὅθεν εἴληφας, διπλοῦν τὸ στέφος τῆς νίκης, καὶ παρίστασαι, τῇ Παναγίᾳ Τριάδι, πρεσβεύων σωθῆναι ἡμᾶς.
ᾨδὴ ζ'
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐν τῇ καμίνῳ, Ἀβραμιαῖοι Παῖδες τῇ Περσικῇ, πόθῳ εὐσεβείας μᾶλλον ἢ τῇ φλογί, πυρπολούμενοι ἐκραύγαζον· Εὐλογημένος εἶ ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε».Ἱερωσύνης, ἱερωτάτης τὸ θεόσδοτον, χρῖσμα, συγκεράσας αἵματι τῷ ἐκ σοῦ, Ἱερώτατον ἀπέδειξας· Εὐλογημένος εἶ, ὁ Θεός μου κραυγάζων καὶ Κύριος.Σὺ ἐφειλκύσω, χάριν τοῦ θείου Πρωτομάρτυρος, οὗπερ ἀνεδείχθης ἄριστος μιμητής, εὐλογίαις ἀμειβόμενος, τοὺς ἀναιροῦντάς σε, ἀνηλεῶς παμμάκαρ Εὐθύμιε.Στήσας τοὺς πόδας, ἐπὶ πέτραν τῆς πίστεως ἀσφαλῶς, πάσαις προσβολαῖς Παμμάκαρ τῶν πειρασμῶν, ἀπερίτρεπτος διέμεινας· Εὐλογημένος εἶ, ὁ Θεός μου κραυγάζων καὶ Κύριος.ΘεοτοκίονΤὸ τοῦ Ὑψίστου, ἡγιασμένον θεῖον σκήνωμα, χαῖρε· διὰ σοῦ γὰρ δέδοται ἡ χαρά, Θεοτόκε τοῖς κραυγάζουσιν· Εὐλογημένη σύ, ἐν γυναιξὶν ὑπάρχεις, Πανάμωμε.
ᾨδὴ η'
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον».Ἔστης ἐπὶ βήματος στερρῶς, ἀγωνιζόμενος, Πάτερ Εὐθύμιε· τὸν τελειότατον ὅρον γάρ, τῆς ἀγάπης ἐμελέτησας θεόληπτε, ὥσπερ ἑλόμενος θανεῖν, ὑπὲρ τῶν φίλων σου, τῶν βοώντων· Πάντα τὰ ἔργα, ὑμνεῖτε τὸν Κύριον.Φαιδρὸς καὶ τὸν λόγον καὶ τὸν νοῦν, φαιδρὰν ἐκέκτησο, ψυχὴν καὶ πρόσωπον, νῦν δὲ φαιδρότερος γέγονας, μέχρις αἵματος Εὐθύμιε, πρὸς Βασιλεῖς θεοστυγεῖς ἀντιταξάμενος, καὶ κραυγάζων· Πάντα τὰ ἔργα, ὑμνεῖτε τὸν Κύριον.Ἐπέθεντο Μάκαρ ἐπὶ σέ, οἱ ἐπὶ γῆς κραταιοὶ τοῦ θανατῶσαί σε, παρανομώτατα πράττοντες, ἀλλ' αὐτὸς ἀνατεινόμενος, πρὸς τὸν τεχθέντα Λυτρωτήν, ἐξ ἀπειράνδρου Μητρος, ἀνεβόας· Πάντα τὰ ἔργα, ὑμνεῖτε τὸν Κύριον.ΘεοτοκίονἸδοὺ νῦν ἐξέλιπε σαφῶς, ἐκ τῆς Ἰούδα φυλῆς, ἄρχων ἡγούμενος· σὺ γὰρ Πανάμωμε τέτοκας, ᾧ τὸ πρὶν ἦν ἀποκείμενον, τὴν προσδοκίαν τῶν ἐθνῶν, Χριστὸν ᾧ ψάλλομεν· Εὐλογεῖτε, πάντα τὰ ἔργα, Κυρίου τὸν Κύριον.
ᾨδὴ θ'
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη Χριστός, συνάψας, τὰς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλυνομεν».Πρὸς τὸν γαληνότατον ὅρμον, μετέστης Πάτερ τῶν ἐντεῦθεν· ὥσπερ γὰρ στρουθίον ἐρρύσθης, ἐκ τῆς παγίδος τῶν θηρευόντων σε, εὐλογῶν τὸν ῥυσάμενον, Ἱερομάρτυς εὐθυμότατα.Αἴγλῃ τῆς ἐξ ὕφους φανείσης, ἀνατολῆς πεφωτισμένος, καὶ φωτοφανείαις ἀστέρος, τοῦ ἐξ Ἰούδα νῦν ἀνατείλαντος, ὑπερφυῶς λαμπόμενος, πρὸς τὸν Δεσπότην ἐξεδήμησας.Τὰ τοῦ Παραδείσου νῦν πλάτη, χωροβατεῖν κατηξιώθης· οὗ τῶν Μακαρίων λαμπρότης, καὶ τῶν ἁγίων ἡ ἀγαλλίασις, ὡς Ἀθλητὴν Εὐθύμιε, σὲ νικηφόρον ὑπεδέξαντο.Ἔχων πρὸς Θεὸν παρρησίαν, ὡς Ἱεράρχης τε καὶ Μάρτυς, τοῦ νῦν ἐνεστῶτος χειμῶνος, τῆς Ἐκκλησίας γαλήνην αἴτησαι, καὶ τῶν πταισμάτων ἄφεσιν, τοῖς σὲ ὑμνοῦσι Παμμακάριστε.ΘεοτοκίονῬάβδος ἀνεβλάστησας ῥίζης, τοῦ Ἰεσσαὶ ἡμῖν τεκοῦσα, ἄνθος τῆς Θεότητος Χριστόν, Θεογεννῆτορ Πάναγνε σήμερον, τὸν ὡς Θεὸν ἀχώρητον, καὶ νῦν ὡς βρέφος σπαργανούμενον.Στιχηρὰ Ἦχος πλ. δ'Ὢ τοῦ παραδόξου θαύματος! ΤΟ ΑΚΟΥΤΕἜτι τῷ λύθρῳ σταζόμενον, καὶ πεφυρμένος θερμῷ, καὶ ἀτμίζοντι αἵματι, τῷ Χριστῷ παρέστηκας, θεορρῆμον Εὐθύμιε. Τῶν σῶν πληγῶν οὖν, Πάτερ τοὺς μώλωπας, ἀνθ' ἱκεσίας νῦν προτεινόμενος, τοῦτον δυσώπησον, ὑπὲρ τῶν ὑμνούντων σε, καὶ ἐκτενῶς, μάκαρ ἐξιλέωσαι, ὑπὲρ τῆς ποίμνης σου.Δῶρα προσήνεγκας Ὅσιε, τῷ γεννηθέντι Χριστῷ, καὶ σαρκὶ νηπιάσαντι, πολιὰν αἰδέσιμον, κοσμουμένην χαρίσμασιν, Ἱεραρχίας, Πάτερ καὶ αἵματι, πεφοινιγμένην τῆς σῆς ἀθλήσεως, πίστιν ὀρθόδοξον, καὶ ἐλπίδα πρόθυμον, καὶ ἀρραγῆ, ὄντως καὶ ἀσάλευτον, ἀγάπην πάνσοφε.Γλῶσσα κινουμένη Πνεύματι, καὶ φθεγγομένη σαφῶς, ἀληθείας διδάγματα, θεοσδότου χάριτος, τηλαυγῶς ἀποστάζουσα, τῆς εὐσεβείας λύρα θεόφθογγος· ὀρθοδοξίας κρηπὶς ἀκράδαντος, στόμα μελίρρυτον, θησαυρὸς φρονήσεως, Ἐκκλησιῶν, σάλπιγξ μεγαλόφωνος, ἐδείχθης Ὁσιε.Δόξα... Καὶ νῦν... Ἦχος δ'Σπηλαίῳ παρῴκησας, Χριστὲ ὁ Θεός, φάτνη ὑπεδέξατο, Ποιμένες καὶ Μάγοι προσεκύνησαν. Τότε δὴ τῶν Προφητῶν ἐπληροῦτο τὸ κήρυγμα· καὶ Ἀγγέλων αἱ δυνάμεις, ἐθαύμαζον βοῶσαι, καὶ λέγουσαι. Δόξα, τῇ συγκαταβάσει σου, μόνε φιλάνθρωπε.
| TA ΜΗΝΑΙΑ | Δεκέμβριος | 26 |
Dec 27
Τῌ ΚΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣΜνήμη τοῦ Ἁγίου Πρωτομάρτυρος, καὶ Ἀρχιδιακόνου ΣτεφάνουΜνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ Θεοδώρου τοῦ Γραπτοῦ, αὐταδέλφου Θεοφάνους τοῦ Ποιητοῦ.
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Πρωτομάρτυρος.
Στιχηρὰ Προσόμοια τοῦ Πρωτομάρτυρος
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσιν ΤΟ ΑΚΟΥΤΕ
Τῇ τοῦ Πνεύματος χάριτι, λαμπρυνθεὶς τὴν διάνοιαν, τῇ μορφὴ ὡς Ἀγγελος, ὤφθης Στέφανε, διαδοθείσης τῷ σώματι, τῆς ἔνδον λαμπρότητος, καὶ τὴν αἴγλην τῆς ψυχῆς, φανερούσης τοῖς βλέπουσι, δι' ἧς ἔτυχες, καὶ φωτὸς θεωρίας, οὐρανῶν σοι, παραδόξως ἀνοιγέντων, ἀρχὴ Μαρτύρων καὶ καύχημα.
Ἦχος δ'
Ὡς βαθμίδες καὶ κλίμακες, πρὸς οὐράνιον ἄνοδον, αἱ τῶν λίθων νιφάδες, σοὶ γεγόνασιν· ὧν ἐπιβαίνων τεθέασαι, ἑστῶτα τὸν Κύριον, τοῦ Πατρὸς ἐκ δεξιῶν, σοὶ ὁμώνυμον Στέφανον, προτεινόμενον, δεξιᾷ ζωηφόρῳ· οὗ πλησίον, ὡς καλλίνικος παρέστης, καὶ Ἀθλητῶν ἀκροθίνιον.
Ἦχος δ'
Ἐν σημείοις καὶ τέρασιν, ἀπαστράπτων καὶ δόγμασι, παρανόμων ἔσβεσας τὸ συνέδριον, καὶ ὑπ' αὐτῶν ἀναιρούμενος, καὶ λίθοις βαλλόμενος, ὑπὲρ τῆς τῶν φονευτῶν, σὺ προσηύχου ἀφέσεως, ἐκμιμούμενος, τὴν φωνὴν τοῦ Σωτῆρος, οὗ εἰς χεῖρας ἐναπέθου σου τὸ πνεῦμα, τὸ ἱερώτατον Στέφανε.
Στιχηρὰ τοῦ Ὁσίου
Ἦχος δ'
Ξενιτείας τοῖς τραύμασι, προσετέθη σοι τραύματα, ἐξορίας Ὅσιε, χαλεπότητι, τοῦ παρανόμως διέποντος, τὸν θρόνον τὸν ἔννομον, καὶ συγχέοντος δεινῶς, τούς θεσμοὺς τοὺς τῆς πίστεως, καὶ τήν, Ἄχραντον, τοῦ Σωτῆρος Εἰκόνα καθελόντος, ὃν τῇ χάριτι τῇ θείᾳ Χριστοῦ θεράπον κατῄσχυνας.
Ἦχος δ'
Οὐ φρουρὰ σὲ οὐ στένωσις, οὐδὲ σκότος ἀνήμερον, οὐ πληγαὶ καὶ μάστιγες, περιίσχυσαν, τῆς πρὸς Χριστὸν ἀγαπήσεως, χωρίσαι Θεόδωρε, οὐδὲ νόσος χαλεπή, καὶ μακρὰ καὶ δυσφόρητος· οὐδὲ ἔνδεια, τῆς τροφῆς θεορρῆμον· ἀλλ' ἀτρέπτως, ἐκαρτέρησας προβλέπων, τὴν τῶν σῶν πόνων ἀντίδοσιν.
Ἦχος δ'
Ἀντὶ θλίψεως αἴνεσιν, ἀντὶ πόνων ἀπόλαυσιν, ἀντὶ σκότους ἔλλαμψιν, σοὶ δεδώρηται, ὁ Ἀθλοθέτης ὁ δίκαιος· ἀντὶ δὲ θεσπέσιε, τῆς ἐν ὄψει σου γραφῆς, ζωῆς βίβλῳ ἐγγέγραψαι· Ἐκκλησία δέ, πρωτοτόκων ἐτάγης, ἐν ὑψίστοις, καὶ Ἀγγέλων πανηγύρει, περιχαρῶς προσελήλυθας.
Δοξαστικὸν, Τοῦ Πρωτομάρτυρος
Ἦχος β'
Ἀνατολίου
Τῷ Βασιλεῖ καὶ Δεσπότῃ τοῦ παντός, τεχθέντι ἐπὶ γῆς, Στέφανος ὑπέρλαμπρος προσφέρεται, οὐκ ἐκ λίθων τιμίων κατεσκευασμένος, ἀλλ' ἐξ οἰκείων αἱμάτων διηνθισμένος. Ἀλλ' ὦ φιλομάρτυρες δεῦτε, τὰ τῶν ᾀσμάτων ἄνθη δρεψάμενοι, τὰς κεφαλὰς ἀναδησώμεθα, καὶ τοῖς ὕμνοις ἀναμέλποντες, εἴπωμεν· Ὁ σοφίᾳ καταγλαϊσθείς, καὶ χάριτι τὴν ψυχήν, Πρωτομάρτυς Χριστοῦ τοῦ Θεοῦ, αἴτησαι ἡμῖν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Τῆς Ἑορτῆς
Ἦχος β'
Μέγα καὶ παράδοξον θαῦμα, τετέλεσται σήμερον! Παρθένος τίκτει, καὶ μήτρα οὐ φθείρεται, ὁ Λόγος σαρκοῦται, καὶ τοῦ Πατρὸς οὐ κεχώρισται· Ἄγγελοι μετὰ Ποιμένων δοξάζουσι, καὶ ἡμεῖς σὺν αὐτοῖς ἐκβοῶμεν· Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη.
Εἰς τὸν Στίχον Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς.Ἦχος α'Τῶν οὐρανίων ταγμάτων ΤΟ ΑΚΟΥΤΕΤὸν ἐκ Πατρὸς πρὸ αἰώνων ἐξανατείλαντα, καὶ ὡς Υἱὸν ἐν κόλπῳ Πατρικῷ ἀεὶ ὄντα· αὖθις δὲ ἐπ' ἐσχάτων, ἀγκάλαις Μητρός, ὡς ἐν θρόνῳ καθήμενον, καὶ ὑπ Ἀγγέλων Ποιμένων, Μάγων τε νῦν , προσκυνούμενον ὑμνήσωμεν.Στίχ. Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.Ἐν Βηθλεὲμ συνελθόντες, πιστοὶ κατίδωμεν, τὸν τῶν ἁπάντων Κτίστην, κείμενον ἐν τῇ φάτνῃ, καὶ τοὺς ἐκ Χαλδαίων δῶρον καλόν, προσκομίζοντας τρίϋλον, ὡς Βασιλεῖ, ὡς Θεῷ τε καὶ δι' ἡμᾶς, τριημέρῳ ἐσομένῳ νεκρῷ.Στίχ. Ἐκ γαστρὸς πρὸ Ἑωσφόρου ἐγέννησά σε, ὤμοσε Κύριος, καὶ οὐ μεταμεληθήσεται. Σὺ Ἱερεὺς εἰς τὸν αἰῶνα, κατὰ τὴν τάξιν Μελχισεδέκ.Ἐκ τῆς Παρθένου ἐτέχθης, ὑπὸ τὸ Σπήλαιον· καὶ στρατιαὶ Ἀγγέλων, ἐπιστᾶσαι ἐβόων· Δόξα ἐν ὑψίστοις σοὶ τῷ Θεῷ, τῷ τεχθέντι ἐν δούλου μορφῇ, καὶ ἀναπλάσαντι κόσμον ἐν τῇ γαστρί, τῆς Παρθένου καὶ ἀνάνδρου Μητρός.
Δοξαστικὸν, Τοῦ Ἁγίου
Ἦχος πλ. β'
Ἀνατολίου
Πρῶτος ἐν Μάρτυσιν ἐδείχθης, καὶ ἐν Διακόνοις Στέφανε μακάριε, τῶν ἀθλητῶν τὸ ἐγκαλλώπισμα, τῶν πιστῶν τὸ καύχημα, ἡ δόξα τῶν δικαίων. Τοὺς τὴν σεπτὴν σου ἑορτάζοντας μνήμην αἴτησαι, ὡς παριστάμενος τῷ θρόνῳ, Χριστοῦ τοῦ παντάνακτος, τῶν πταισμάτων ἱλασμὸν λαβεῖν, καὶ βασιλείας οὐρανῶν ἀξιωθῆναι.
Τῆς Ἑορτῆς
Ἦχος πλ. β'
Χορεύουσιν Ἄγγελοι πάντες ἐν οὐρανῷ , καὶ ἀγάλλονται σήμερον· σκιρτᾷ δὲ πᾶσα ἡ Κτίσις, διὰ τὸν γεννηθέντα ἐν Βηθλεὲμ Σωτῆρα καὶ Κύριον, ὅτι πᾶσα πλάνη, τῶν εἰδώλων πέπαυται, βασιλεύει Χριστὸς εἰς τοὺς αἰῶνας.
Ἀπολυτίκιον τοῦ Ἁγίου
Ἦχος δ'
Ταχὺ προκατάλαβε ΤΟ ΑΚΟΥΤΕ
Βασίλειον διάδημα, ἐστέφθη σὴ κορυφή, ἐξ ἄθλων ὧν ὑπέμεινας, ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ, Μαρτύρων πρωτόαθλε· σὺ γὰρ τὴν Ἰουδαίων, ἀπελέγξας μανίαν, εἶδές σου τὸν Σωτῆρα, τοῦ Πατρὸς δεξιόθεν. Αὐτὸν οὖν ἐκδυσώπει ἀεί, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἀπολυτίκιον τοῦ Ὁσίου
Ἦχος πλ. δ' ΤΟ ΑΚΟΥΤΕ
Ὀρθοδοξίας ὁδηγέ, εὐσεβείας Διδάσκαλε καὶ σεμνότητος, τῆς Ἐκκλησίας ὁ φωστήρ, Ἀρχιερέων θεόπνευστον ἐγκαλλώπισμα,Θεόφανες σοφέ, ταῖς διδαχαῖς σου πάντας ἐφώτισας, λύρα τοῦ Πνεύματος. Πρέσβευε Χριστῷ τῶ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἀπολυτίκιον τῆς Ἑορτῆς
Ἦχος δ'
Ἡ γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως· ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν, Κύριε δόξα σοι.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα τῆς Ἑορτῆς
Ἦχος α'
Τοῦ λίθου σφραγισθέντος ΤΟ ΑΚΟΥΤΕ
Ὁ θρόνῳ πυριμόρφῳ, ἐν ὑψίστοις καθήμενος, σὺν Πατρὶ τῷ Ἀνάρχῳ, καὶ τῷ θείῳ σου Πνεύματι, εὐδόκησας τεχθῆναι ἐν σαρκί, ἐκ Κόρης ἀπειράνδρου Ἰησοῦ· διὰ τοῦτο καὶ ἀστὴρ σε, τοῖς ἐκ Περσίδος Μάγοις καθυπέδειξε. Δόξα τῇ παναγάθῳ σου βουλῇ, δόξα τῇ ἐπιφανείᾳ σου, δόξα τῇ πρὸς ἡμᾶς ἄκρᾳ συγκαταβάσει σου.Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ
Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα τοῦ Ἁγίου
Ἦχος δ'
Κατεπλάγη Ἰωσὴφ ΤΟ ΑΚΟΥΤΕ
Τὴν τοῦ Πνεύματος πηγήν, ἐν τῇ καρδίᾳ μυστικῶς, κεκτημένος τοῦ Χριστοῦ, ὁ Πρωτομάρτυς ἀληθῶς, τῶν Ἰουδαίων ἀπήλεγξε τὴν αὐθάδειαν, καὶ ἔδειξεν αὐτοῖς, τόν Υἱὸν τοῦ Θεοῦ, ἐκ σπέρματος Δαυΐδ, ἀναβλαστήσαντα, τῷ τῆς σοφίας καὶ χάριτος πληρώματι, πεπληρωμένος ὁ ἔνδοξος. Ἀλλ' ὦ Τρισμάκαρ, τοὺς σὲ τιμῶντας, σῷζε θείαις πρεσβείαις σου.Δόξα... Καὶ νῦν... Τῆς Ἑορτῆς ὍμοιονὉ ἀχώρητος παντί, πῶς ἐχωρήθη ἐν γαστρὶ; ὁ ἐν κόλποις τοῦ Πατρός, πῶς ἐν ἀγκάλαις τῆς Μητρός; πάντως ὡς οἶδεν, ὡς ἠθέλησε καὶ ὡς ηὐδόκησεν· ἄσαρκος γάρ ὢν, ἐσαρκώθη ἑκών· καὶ γέγονεν ὁ Ὤν, ὃ οὐκ ἦν δι' ἡμᾶς· καὶ μὴ ἐκστὰς τῆς φύσεως, μετέσχε τοῦ ἡμετέρου φυράματος. Διπλοῦς ἐτέχθη, Χριστὸς τὸν ἄνω, κόσμον θέλων ἀναπληρῶσαι.
Ὁ Κανὼν τῆς Ἑορτῆς. Ὁ Παρὼν τοῦ κυρίου Κοσμᾶ, φέρων ἀκροστιχίδα τήνδε..Χριστὸς βροτωθεὶς ἦν ὅπερ Θεὸς μένῃ.ᾨδὴ α'
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Χριστὸς γεννᾶται, δοξάσατε. Χριστὸς ἐξ οὐρανῶν ἀπαντήσατε. Χριστὸς ἐπὶ γῆς, ὑψώθητε, ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί, ὅτι δεδόξασται».Ῥεύσαντα ἐκ παραβάσεως, Θεοῦ τὸν κατ' εἰκόνα γενόμενον, ὅλον τῆς φθορᾶς ὑπάρξαντα, κρείττονος ἑπταικότα θείας ζωῆς, αὖθις ἀναπλάττει, ὁ σοφὸς Δημιουργός, ὅτι δεδόξασται.Ἰδὼν ὁ Κτίστης ὀλλύμενον, τὸν ἄνθρωπον χερσίν, ὃν ἐποίησε, κλίνας οὐρανοὺς κατέρχεται, τοῦτον δὲ ἐκ Παρθένου θείας Ἁγνῆς, ὅλον οὐσιοῦται, ἀληθείᾳ σαρκωθείς, ὅτι δεδόξασται.Σοφία λόγος καὶ δύναμις, Υἱὸς ὢν τοῦ Πατρός, καὶ ἀπαύγασμα, Χριστὸς ὁ Θεός, δυνάμεις λαθών, ὅσας ὑπερκοσμίους, ὅσας ἐν γῇ, καὶ ἐνανθρωπήσας, ἀνεκτήσατο ἡμᾶς, ὅτι δεδόξασται.
Ὁ Κανὼν τοῦ Πρωτομάρτυρος.Ἰωάννου Μοναχοῦ.ᾨδὴ α'
Ἦχος πλ. α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἵππον καὶ ἀναβάτην, εἰς θάλασσαν Ἐρυθράν, ὁ συντρίβων πολέμους, ἐν ὑψηλῷ βραχίονι, Χριστὸς ἐξετίναξεν· Ἰσραὴλ δὲ ἔσωσεν, ἐπινίκιον ὕμνον ᾄδοντα».Δεῦτε Στέφανον ὕμνοις, τὸν πρωτομάρτυρα, τῆς Χριστοῦ Ἐκκλησίας, ἐνδόξως στεφανώσωμεν, καὶ θείᾳ στεφόμενοι, τοῦ Στεφάνου χάριτι, ἐπινίκιον ὕμνον ᾄσωμεν.Φέρων τοῦ Διδασκάλου, τὸ πρᾶον φρόνημα, καὶ τὴν ἐκ τῆς ἀγάπης, ὑψοποιὸν ταπείνωσιν, ἀξίως ὁ Στέφανος, Διακόνων πρόκριτος, καὶ προστάτης χηρῶν γεγένηται.Σὺ πρὸς ἐπικουρίαν, τῶν Ἀποστόλων Χριστοῦ, ἐπαξίως ἐκλήθης, καὶ ὡς πιστὸς Διάκονος, φερώνυμε Στέφανε, χρηματίσας ἔνθα Χριστός, δι' αἵματος μεταβέβηκας.ΘεοτοκίονΣὺ μὲν ὑπὲρ ἀνθρώπων, Χριστὲ τὸν ἄνθρωπον, ἐκ Παρθένου φορέσας, ὡς βρέφος ἐσπαργάνωσαι· ὁ σὸς δὲ χωννύμενος, Πρωτομάρτυς λίθων βολαῖς, τὸν ἄνθρωπον ἀποδύεται.
Ὁ Κανὼν τοῦ Ὁσίου, οὗ ἡ Ἀκροστιχίς.Τοὺς σούς, ἀδελφέ, γνησίους πλέκω κρότους.Θεοφάνους.ᾨδὴ α'
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θαλάσσης τὸ ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν, ὁ παλαιὸς πεζεύσας Ἰσραήλ, σταυροτύποις Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν τῇ ἐρήμῳ ἐτροπώσατο».Τὸν τίτλον τῆς σῆς τιμίας ὄψεως, ἰδόντα παραχωρεῖ, τὰ Χερουβὶμ τοῦ ξύλου τῆς ζωῆς· ἡ φλογίνη ῥομφαία δέ, πανευλαβῶς τὰ νῶτά σοι, δίδωσι πάνσοφε Θεόδωρε.Ὁ τίτλος τῇ κορυφῇ ἐπέκειτο, τοῦ Βασιλέως Χριστοῦ, ἐγεγγραμμένος ξύλῳ τοῦ Σταυροῦ, ὁ σὸς τίτλος δὲ Πάνσοφε, ὄψει τῇ σῇ κεκόλαπται, κεχαραγμένος εὐπρεπέστατα.Ὑψώθη ἐπὶ Σταυροῦ μὲν Κύριος, καὶ διενύγη πλευράν, σὺ δὲ ταθεὶς ἐν σκάμνῳ καρτερῶς, τὰς κεντήσεις ὑπέμεινας, ὥσπερ κριὸς ἐπίσημος, Ἱερομύστα σφραγιζόμενος.Σοφίᾳ παντοδαπῇ κοσμούμενος, Πάτερ Θεόδωρε, τὸν πρωτοστάτην ἤλεγξας σαφῶς, τῆς κακίστης αἱρέσεως, ὑπομονῇ τῶν ἔργων δέ, τούτου τὰς φρένας κατεπάτησας.ΘεοτοκίονΣοφίας τῆς ὑπερσόφου γέγονας, δοχεῖον Πάναγνε, Θεογεννῆτορ μόνη τῶν πιστῶν, σωτηρία καὶ ὕμνησις· σὺ γὰρ ἡμῖν γεγέννηκας, τὴν πάντων θείαν ἀπολύτρωσιν.
Κανών α', ᾨδὴ γ', τῆς Ἑορτῆς
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τῶ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς γεννηθέντι ἀρρεύστως Υἱῷ, καὶ ἐπ' ἐσχάτων ἐκ Παρθένου, σαρκωθέντι ἀσπόρως, Χριστῷ τῷ Θεῷ βοήσωμεν· ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν, ἅγιος εἶ Κύριε».Ὁ τῆς ἐπιπνοίας, μετασχὼν τῆς ἀμείνω Ἀδὰμ χοϊκός, καὶ πρὸς φθορὰν κατολισθήσας, γυναικείᾳ ἀπάτῃ, Χριστὸν γυναικὸς βοᾷ ἐξορῶν, ὁ δι' ἐμὲ κατ᾿ ἐμὲ γεγονώς, ἅγιος εἶ Κύριε.Σύμμορφος πηλίνης, εὐτελοῦς διαρτίας Χριστὲ γεγονώς, καὶ μετοχῇ σαρκὸς τῆς χείρω, μεταδοὺς θείας φύτλης, βροτὸς πεφυκώς, καὶ μείνας Θεός, καὶ ἀνυψώσας τὸ κέρας ἡμῶν, Ἅγιος εἶ Κύριε.Βηθλεὲμ εὐφραίνου, Ἡγεμόνων Ἰούδα βασίλεια· τὸν Ἰσραὴλ γὰρ ὁ ποιμαίνων, Χερουβὶμ ὁ ἐπ' ὤμων, ἐκ σοῦ προελθὼν Χριστὸς ἐμφανῶς, καὶ ἀνυψώσας τὸ κέρας ἡμῶν, πάντων ἐβασίλευσεν.
Κανών β', ᾨδὴ γ', τοῦ Πρωτομάρτυρος
Ἦχος πλ. α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ πήξας ἐπ οὐδενός, τὴν γῆν τῇ προστάξει σου, καὶ μετεωρίσας ἀσχέτως βρίθουσαν, ἐπὶ τὴν ἀσάλευτον Χριστέ, πέτραν τῶν ἐντολῶν σου, τὴν Ἐκκλησίαν σου στερέωσον, μόνε ἀγαθὲ καὶ φιλάνθρωπε».Νομίμως ὡς Χριστοῦ, στρατιώτης ὁ Στέφανος, πρὸς τοὺς θεοκτόνους παραταξάμενος, τὸ ἀκαταγώνιστον αὐτοῦ, σθένος ἐνδεδυμένος, τῶν παρανόμων ἐθριάμβευσεν, ἅπασαν τὴν βλάσφημον αἵρεσιν.Τῷ ζήλῳ τῆς Χριστοῦ, πυρωθεὶς ἀγαπήσεως, καὶ πρὸς τοὺς ἀγῶνας ἀποδυσάμενος, πίστεως καὶ Πνεύματος πλησθείς, θείου ὁ Πρωτομάρτυς, τῶν Ἁλιέων ἐβεβαίωσε, πᾶσι τὸ θεόκριτον κήρυγμα.Ὡς κήρυξ τῆς κεκρυμμένης, ὄντως καὶ θείας ζωῆς, τῆς παρούσης ὥς περ ἐπιλαθόμενος, ἔργῳ διαδείκνυσι σαφῶς, πᾶσιν ὁ Πρωτομάρτυς, τροπαιοφόρον τὴν ἀλήθειαν, ἄριστα προκρίνας τὸν θάνατον.ΘεοτοκίονΤοῦ βίου δι' ἡμᾶς, ὁ Δεσπότης τὸ σπήλαιον, ὑπεισῆλθε τρόπῳ συγκαταβάσεως, ὁ δὲ τῶν Μαρτύρων ἀρχηγός, Στέφανος τὴν σπιλάδα, τὴν ἀνθρωπίνην ὑπεξέρχεται, πόθῳ τοῦ Δεσπότου βαλλόμενος.
Κανών γ', ᾨδὴ γ', τοῦ Ὁσίου
Ἦχος δ'
Εὐφραίνεται ἐπὶ σοὶ ΤΟ ΑΚΟΥΤΕ
Οὐκ ἔχων ὅ,τι ταῖς σαῖς, διδασκαλίαις ἀντειπεῖν Ὅσιε, ἐπ᾿ αἰκισμοὺς στρέφεται, ὁ βαρβαρικῆς βίας ἔμπλεως.Ὑπέστης καρτερικῶς, τὰς ἐπὶ νῶτον καὶ στηθῶν μάστιγας, διὰ Χριστὸν θεόπνευστε, καὶ τὰ ἐπὶ κόρρης ῥαπίσματα.Σοφίᾳ πνευματικῇ, καὶ προθυμίᾳ λογισμοῦ ᾔσχυνας, τὸν δυσσεβῆ Λέοντα, τοῖς ἱερωτάτοις σου δόγμασιν.Ἀθραύστοις ὑπομοναῖς, καὶ καρτερίᾳ τῶν δεινῶν ἔθραυσας, τὴν μανικὴν Ὅσιε, βδέλλαν τῇ μαχαίρᾳ τοῦ Πνεύματος.ΘεοτοκίονΔαυῒδ καθὰ κιβωτόν, ἐν Βηθλεὲμ προφητικοῖς ὄμμασι, Μήτηρ Θεοῦ βλέπει σε, βρέφος τὸν ὑπέρθεον φέρουσαν.
Κάθισμα
Ἦχος α'
Τὸν τάφον σου Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ
Ἀπόστολε Χριστοῦ, Διακόνων ὁ πρῶτος, Πρωτόαθλε σοφέ, τῶν Μαρτύρων ἀκρότης, ὁ κόσμου τὰ πέρατα, ἁγιάσας τοῖς ἄθλοις σου, καὶ τοῖς θαύμασι, ψυχὰς ἀνθρώπων λαμπρύνας, τους τιμῶντάς σε, ῥῦσαι παντοίων κινδύνων, πανεύφημε Στέφανε.Δόξα... Τοῦ Ὁσίου Ἦχος γ'Θείας πίστεως ΤΟ ΑΚΟΥΤΕΣτόμα πέφηνας τῆς παρρησίας, θράσος τύραννον, μεγαλοφρόνως, καταισχύνας καρτερίᾳ τῶν ἄθλων σου· ἐκκεντηθεὶς γὰρ τὰς ὄψεις Θεόδωρε, διὰ Χριστοῦ τὴν εἰκόνα τὴν πάνσεπτον, ἐβεβαίωσας, τιμᾶν καὶ δοξάζειν ἅπαντας, αἰτούμενος ἡμῖν τὸ μέγα ἔλεος.Καὶ νῦν... Τῆς ἙορτῆςἮχος ὁ αὐτὸςΤὴν ὡραιότητα ΤΟ ΑΚΟΥΤΕΘαῦμα παράδοξον, γέγονε σήμερον· ὁ γὰρ Σωτὴρ ἡμῶν, ἐν τῷ Σπηλαίῳ σαρκί, ὤφθη ἐκ Παρθένου δι' ἡμᾶς, καθὼς αὐτὸς ἐπίσταται. Μάγοι μετὰ δώρων δέ, ὡς Βασιλεῖ προσεκύνησαν. Ποιμένες μέτ' Ἀγγέλων τε, ἐδοξολόγουν αὐτόν· μεθ' ὧν καὶ ἡμεῖς βοῶμεν αὐτῷ. Δόξα τῷ δι' ἡμᾶς ἐνανθρωπήσαντι.
Κανών α', ᾨδὴ δ', τῆς Ἑορτῆς
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐξ αὐτῆς Χριστέ, ἐκ τῆς Παρθένου ἀνεβλάστησας· ἐξ ὄρους ὁ αἰνετὸς κατασκίου δασέος ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου, ὁ ἄϋλος καὶ Θεός. Δόξα τῇ δυνάμει σου Κύριε».Ὃν πάλαι προεῖπεν Ἰακώβ, ἐθνῶν ἀπεκδοχὴν Χριστέ, φυλῆς Ἰούδα ἐξανέτειλας, καὶ δύναμιν Δαμασκοῦ, Σαμαρείας σκῦλά τε, ἦλθες προνομεύσων πλάνην τρέπων, εἰς πίστιν θεοτερπῆ. Δόξα τῇ δυνάμει σου Κύριε.Τοῦ Μάντεως πάλαι Βαλαάμ, τῶν λόγων μυητὰς σοφούς, ἀστεροσκόπους χαρᾶς ἔπλησας, ἀστὴρ ἐκ τοῦ Ἰακώβ, ἀνατείλας Δέσποτα, Ἐθνῶν ἀπαρχὴν εἰσαγομένους· ἐδέξω δὲ προφανῶς, δῶρά σοι δεκτὰ προσκομίζοντας.Ὡς πόκῳ γαστρὶ Παρθενικῇ, κατέβης ὑετὸς Χριστέ, καὶ ὡς σταγόνες ἐν γῇ στάζουσαι. Αἰθίοπες καὶ θαρσεῖς, καὶ Ἀράβων νῆσοί τε, Σαβᾶ Μήδων, πάσης γῆς κρατοῦντες, προσέπεσόν σοι Σωτήρ. Δόξα τῇ δυνάμει σου Κύριε.
Κανών β', ᾨδὴ δ', τοῦ Πρωτομάρτυρος
Ἦχος πλ. α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὴν θείαν ἐννοήσας σου κένωσιν, προβλεπτικῶς ὁ Ἀββακούμ, Χριστὲ ἐν τρόμῳ ἐβόα σοι· Εἰς σωτηρίαν λαοῦ σου, τοῦ σῶσαι τοὺς χριστούς σου ἐλήλυθας».Κατήγορος κριτής τε καὶ ἄδικος, ὁ βροτοκτόνος καὶ πατήρ, τοῦ ψεύδους Στέφανε δείκνυται, ἀλλ' ἑαυτὸν ἀνατρέπει, τοὺς βρόχους καθ' ἑαυτοῦ τεκτηνάμενος.Ὁ μέγας τῆς ἀθλήσεως πρόβολος, ἀντ᾽ οὐδενὸς τοῦ δυσμενοῦς, τυράννου κρίνας τὴν ἔφοδον, καταπαλαίει ἀνδρείως, ἐντέχνως ὑποβὰς τὸν ἀντίπαλον.Ὡς πρῶτος τῶν Μαρτύρων ὁ Στέφανος, ὁδοποιήσας ἐν ἡμῖν, τοῦ Μαρτυρίου τὴν εἴσοδον, στεφανηφόρος χορεύει, τῷ στέφει τῶν Μαρτύρων στεφόμενος.ΘεοτοκίονἘκλάμψας ἐκ Παρθένου ὡς Ἥλιος, συνανατέλλουσαν Χριστέ, ὡς Ἑωσφόρον τὴν ἔνδοξον, τοῦ Πρωτομάρτυρος μνήμην, τῇ σῇ καταγλαΐζεις φαιδρότητι.
Κανών γ', ᾨδὴ δ', τοῦ Ὁσίου
Ἦχος δ'
Ἐπαρθέντα σε ἰδοῦσα ΤΟ ΑΚΟΥΤΕ
Ἐφηπλωμένος σανίδι κατεκεντήθης, ὡς προσκυνῶν Θεόδωρε, Χριστοῦ τὴν εἰκόνα, καὶ τῆς Θεομήτορος, Θρᾳκὸς ἀγριότητι, καὶ βαρβαρικῇ ἰταμότητι.Λειτουργήσας ἐκ νεότητος τῷ Δεσπότῃ, καὶ πρὸς αὐτὸν ἀνένδοτον τὴν ἔφεσιν ἔχων, Μάκαρ δι' ἀσκήσεως, Μαρτύρων ἐν αἵματι, αὖθις ἐκοσμήθης φαιδρότατα.Φαεινότατος ὡς ἥλιος Θεοφόρε, ἀνατολῆς ἐξώρμησας, ἀκτῖνας ἐκπέμπων, τῆς ὁμολογίας σου, καὶ τῆς μεγαλόφρονος, καὶ γενναιοτάτης ἐνστάσεως.ΘεοτοκίονΕὐλογημένος ὁ ἐρχόμενος Θεὸς Λόγος, ἐν Βηθλεὲμ ὡς εὔσπλαγχνος, ἐξ ἀπειρογάμου, Πάναγνε κοιλίας σου, ὃν νῦν ἐκδυσώπησον, σῶσαι τοὺς πρὸς σὲ καταφεύγοντας.
Κανών α', ᾨδὴ ε', τῆς Ἑορτῆς
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θεὸς ὢν εἰρήνης, Πατὴρ οἰκτιρμῶν, τῆς μεγάλης Βουλῆς σου τὸν Ἄγγελον, εἰρήνην παρεχόμενον ἀπέστειλας ἡμῖν· ὅθεν θεογνωσίας, πρὸς φῶς ὁδηγηθέντες, ἐκ νυκτός ὀρθρίζοντες, δοξολογοῦμέν σε Φιλάνθρωπε».Ἐν δούλοις τῷ Καίσαρος δόγματι, ἀπεγράφης πειθήσας, καὶ δούλους ἡμᾶς, ἐχθροῦ καὶ ἁμαρτίας, ἠλευθέρωσας Χριστέ, ὅλον τὸ καθ᾿ ἡμᾶς δὲ πτωχεύσας, καὶ χοϊκόν ἐξ αὐτῆς ἑνώσεως, καὶ κοινωνίας ἐθεούργησας.Ἰδοὺ ἡ Παρθένος, ὡς πάλαι φησίν, ἐν γαστρὶ συλλαβοῦσα ἐκύησε, Θεὸν ἐνανθρωπήσαντα, καὶ μένει Παρθένος· δι ἧς καταλλαγέντες Θεῷ οἱ ἁμαρτωλοί, Θεοτόκον κυρίως οὖσαν, ἐν πίστει ἀνυμνήσωμεν.
Κανών β', ᾨδὴ ε', τοῦ Πρωτομάρτυρος
Ἦχος πλ. α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον, πρὸς σὲ ὀρθρίζω, καὶ σοὶ κραυγάζω· Τὴν ψυχήν μου φώτισον, τὴν ἐσκοτισμένην Χριστέ, ὡς μόνος εὔσπλαγχνος».Ἔλαμψεν ὡς Ἄγγελος, ὁ Πρωτομάρτυς σου, τῶν οὐρανίων Χριστὲ ἁψίδων, γεγονὼς ὑπέρτερος, καὶ δόξης ἀρρήτου, ἐμφορηθεὶς Φιλάνθρωπε.Ὡς ἀκαταγώνιστος, τοῦ Πρωτομάρτυρος, τοῦ θείου ζήλου ἡ παρρησία· καὶ γὰρ μέχρις αἵματος, πρὸς τοὺς θεοκτόνους, ἀνδρείως παρετάξατο,Θεηγόρου στόματος, νιφάσιν ἔβαλε, τοὺς μιαιφόνους ὁ Πρωτομάρτυς, ὑπ' αὐτῶν ἀπείροις δέ, τῶν λίθων νιφάσιν, ὡς νικητὴς ἐστέφετο.ΘεοτοκίονΤὸν ἐπιδημήσαντα, ἐξ ἄπειράνδρου Μητρός, ὁ Πρωτομάρτυς ἐν ἀκινήτῳ, τοῦ Πατρὸς Θεότητι, ἑστῶτα καὶ δόξῃ, ἐν οὐρανοῖς τεθέαται.
Κανών γ', ᾨδὴ ε', τοῦ Ὁσίου
Ἦχος δ'
Σὺ Κύριέ μου φῶς ΤΟ ΑΚΟΥΤΕ
Γῆν ξένην κατοικῶν, ξενιτείας ἐπ' ἄλγεσιν, ἀλγήματα ἐξορίας, καὶ φρουρὰς ὠμοτάτας, ὑπέστης καρτερόψυχε.Νῦν χαίρεις ἀληθῶς, νικηφόρον στεφάνωμα, δεξάμενος ἐν ἡμέρᾳ τῇ φαιδρᾷ καὶ φωσφόρῳ τοῦ θείου Πρωτομάρτυρος.Ἣν ἔσχες ἐκ παιδός, εὐσεβείας ὑπόθεσιν, ἐτήρησας μέχρι τέλους, ἀπερίτρεπτος μείνας, ἀήττητε Θεόδωρε.ΘεοτοκίονΣὲ ὅπλον ἀρραγές, κατ' ἐχθρῶν προβαλλόμεθα, σὲ ἄγκυραν καὶ ἐλπίδα, τῆς ἡμῶν σωτηρίας, Θεόνυμφε κεκτήμεθα.
Κανών α', ᾨδὴ ς', τῆς Ἑορτῆς
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν ἐνάλιος θήρ οἷον ἐδέξατο· τῇ Παρθένῳ δέ, ἐνοικήσας ὁ Λόγος, καὶ σάρκα λαβὼν διελήλυθε φυλάξας ἀδιάφθορον· ἧς γὰρ οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν κατέσχεν ἀπήμαντον».Ἦλθε σαρκωθείς, Χριστὸς ὁ Θεὸς ἡμῶν, γαστρὸς ὃν Πατήρ, πρὸ Ἑωσφόρου γεννᾷ, τὰς ἡνίας δέ, ὁ κρατῶν τῶν ἀχράντων Δυνάμεων, ἐν φάτνῃ τῶν ἀλόγων ἀνακλίνεται, ῥάκει σπαργανοῦται, λύει δέ, πολυπλόκους σειρὰς παραπτώσεων.Νέον ἐξ Ἀδάμ, παιδίον φυράματος ἐτέχθη Υἱός, καὶ πιστοῖς δέδοται, τοῦ δὲ μέλλοντος, οὗτός ἐστιν αἰῶνος, Πατὴρ καὶ Ἄρχων, καὶ καλεῖται τῆς μεγάλης Βουλῆς Ἄγγελος· οὗτος ἰσχυρὸς Θεὸς ἐστι, καὶ κρατῶν ἐξουσίᾳ τῆς κτίσεως.
Κανών β', ᾨδὴ ς', τοῦ Πρωτομάρτυρος
Ἦχος πλ. α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Μαινομένην κλύδωνι ψυχοφθόρῳ, Δέσποτα Χριστέ, τῶν παθῶν τὴν θάλασσαν κατεύνασον, καὶ ἐκ φθορᾶς, ἀνάγαγέ με ὡς εὔσπλαγχνος».Ὁ κλεινὸς ταξίαρχος τῶν Μαρτύρων, Στέφανος πιστοί, τοὺς θεσμοὺς τῆς φύσεως τῇ χάριτι, ἐκβεβηκώς, τῇ θείᾳ δόξῃ αὐγάζεται.Μιμητὴς πανάριστος χρηματίσας, Δέσποτα Χριστέ, τοῦ τιμίου πάθους σου ὁ Στέφανος, τοὺς φονευτάς, δι' εὐλογίας ἀμύνεται.Μιαιφόνου πράξεως, ἀμετόχους, φύλαττε Χριστέ, καὶ τοῦ Πρωτομάρτυρος ἀξίωσον, τοὺς ὑμνητάς, τῆς κληρουχίας ὡς εὔσπλαγχνος.ΘεοτοκίονΠαγκοσμίου γέγονε σωτηρίας, Δέσποτα Χριστέ, ἀπαρχὴ ὁ τόκος σου, καὶ Μάρτυσι, θεοπρεποῦς, ὁμολογίας ὑπόθεσις.
Κανών γ', ᾨδὴ ς', τοῦ Ὁσίου
Ἦχος δ'
Θύσω σοι, μετὰ φωνῆς ΤΟ ΑΚΟΥΤΕ
Ἱδρῶτι, τῶν ἀγώνων εἰσέτι σταζόμενος, Ἀγωνοθέτῃ παρέστης, τῷ δικαίᾳ κρίσει, πᾶσαν τὴν Κτίσιν, κυβερνῶντι, θεοφόρε παμμάκαρ Θεόδωρε.Οὐδὲν σε, τῆς εἰς Χριστὸν ἀγάπης ἐχώρισεν, οὐκ αἰκιζόμενον σῶμα, οὐ θανάτου ψῆφος ἀπειλουμένη, οὐ ζημία, τῶν προσόντων θεόφρον Θεόδωρε.Υἱὸς ὤν, καὶ φωτὸς τῆς ἡμέρας Θεόδωρε, πλήρης φωτὸς μετετέθης, πρὸς τὸ φῶς τὸ θεῖον αὐξανομένης, τῆς ἡμέρας, καὶ νυκτὸς μειουμένης θεόληπτε.ΘεοτοκίονΣὲ μόνην, τῶν ἀκανθῶν ἐν μέσῳ εὑράμενος ὡς καθαρώτατον κρίνον, καὶ κοιλάδων ἄνθος ὦ Θεομῆτορ, ὁ νυμφίος, ἐκ τῆς γαστρός σου Λόγος προέρχεται.
Κοντάκιον τοῦ Πρωτομάρτυρος
Ἦχος γ'
Ἡ Παρθένος σήμερον ΤΟ ΑΚΟΥΤΕ
Ὁ Δεσπότης χθὲς ἡμῖν, διὰ σαρκὸς ἐπεδήμει, καὶ ὁ δοῦλος σήμερον, ἀπὸ σαρκὸς ἐξεδήμει· χθὲς μὲν γάρ, ὁ Βασιλεύων σαρκὶ ἐτέχθη, σήμερον δέ, ὁ οἰκέτης λιθοβολεῖται, δι' αὐτὸν καὶ τελειοῦται, ὁ Πρωτομάρτυς καὶ θεῖος Στέφανος.
Ὁ Οἶκος
Ὡς ἀστὴρ φαεινὸς σήμερον συνεξέλαμψε, τῇ Γεννήσει Χριστοῦ, ὁ Πρωτομάρτυς Στέφανος, ἀστράπτων καὶ φωτίζων τὰ πέρατα ἅπαντα, τῶν Ἰουδαίων μόνον ἠμαύρωσε τὴν πᾶσαν δυσσέβειαν, σοφίας λόγοις τούτους διελέγξας, ἀπὸ τῶν Γραφῶν διαλεγόμενος, καὶ πείθων τούτους, τὸν γεννηθέντα ἐκ τῆς Παρθένου Ἰησοῦν, Υἱὸν αὐτόν εἶναι Θεοῦ, κατῄσχυνε τούτων τὴν ἀσεβῆ κακουργίαν, ὁ Πρωτομάρτυς καὶ θεῖος Στέφανος.
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΚΖ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Πρωτομάρτυρος καὶ Ἀρχιδιακόνου Στεφάνου, ἑνὸς τῶν ἑπτὰ Διακόνων.ΣτίχοιΛόγων στεφάνοις, οἷα τιμίοις λίθοις,Στέφω Στέφανον, ὃν προέστεψαν λίθοι.Εἰκάδι λαΐνεος Στέφανον μόρος ἑβδόμῃ εἷλεν.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοδώρου τοῦ Γραπτοῦ, ἀδελφοῦ Θεοφάνους τοῦ Ποιητοῦ.ΣτίχοιΑὐχεῖν ἔχει τι καὶ Θεόδωρος μέγα,Ἐκ γῆς ἀπαίρων· ὡς μέγα, στίξις θέας.Στίχοι Ἰαμβικοί, γραφέντες τῷ προσώπῳ τοῦ Ἁγίου Θεοδώρου, καὶ Ἀδελφοῦ αὐτοῦ Θεοφάνους, παρὰ Θεοφίλου Βασιλέως, ἐν σιδήρῳ πυρωθέντι. Πάντων ποθούντων προστρέχειν πρὸς τὴν πόλιν,Ὅπου πάναγνοι τοῦ Θεοῦ Λόγου πόδεςἜστησαν, εἰς σύστασιν τῆς οἰκουμένης,Ὤφθησαν οὗτοι τῷ σεβασμίῳ τόπῳ,Σκεύη πονηρὰ δεισιδαίμονος πλάνης.Ἐκεῖσε πολλὰ λοιπὸν ἐξ ἀπιστίας,Πράξαντες δεινὰ αἰσχρὰ δυσσεβοφρόνως,Ἐκεῖθεν ἠλάθησαν ὡς ἀποστάται.Πρὸς τὴν πόλιν δὲ τοῦ κράτους πεφευγότες,Οὐκ ἐξαφῆκαν τὰς ἀθέσμους μωρίας.Ὅθεν γραφέντες ὡς κακοῦργοι, τὴν θέαν,Κατακρίνονται καὶ διώκονται πάλιν.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοδώρου Ἀρχιεπισκόπου Κωνσταντινοπόλεως.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Μαυρικίου, καὶ τῶν σὺν αὐτῷ ἑβδομήκοντα Μαρτύρων.Ὁ Ὅσιος πατὴρ ἡμῶν Λουκᾶς ὁ Τριγλινός, ἤτοι ὁ ἐκ Μουδανίων, ἐν εἰρήνῃ τελειοῦται.Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον, καὶ σῶσον ἡμᾶς. Ἀμήν.
Κανών α', ᾨδὴ ζ', τῆς Ἑορτῆς
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Οἱ Παῖδες εὐσεβείᾳ συντραφέντες, δυσσεβοῦς προστάγματος καταφρονήσαντες, πυρὸς ἀπειλὴν οὐκ ἐκπτοήθησαν, ἀλλ' ἐν μέσῳ τῆς φλογὸς ἑστῶτες ἔψαλλον· Ὁ τῶν Πατέρων Θεός, εὐλογητὸς εἶ».Ποιμένες ἀγραυλοῦντες, ἐκπλαγοῦς φωτοφανείας ἔτυχον· δόξα Κυρίου γὰρ αὐτούς, περιέλαμψε καὶ Ἄγγελος. Ἀνυμνήσατε βοῶν, ὅτι ἐτέχθη Χριστός, ὁ τῶν Πατέρων Θεός, εὐλογητὸς εἶ.Ἐξαίφνης σὺν τῷ λόγῳ τοῦ Ἀγγέλου, οὐρανῶν στρατεύματα, Δόξα ἐκραύγαζον Θεῷ, ἐν ὑψίστοις, ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία, Χριστὸς ἔλαμψεν. Ὁ τῶν Πατέρων Θεός, εὐλογητὸς εἶ.Ῥῆμα τὶ τοῦτο; εἶπον οἱ Ποιμένες· διελθόντες ἴδωμεν τὸ γεγονός, θεῖον Χριστόν· Βηθλεὲμ καταλαβόντες δέ, σὺν τῇ τεκούσῃ προσεκύνουν ἀναμέλποντες· ὁ τῶν Πατέρων Θεός, εὐλογητὸς εἶ.
Κανών β', ᾨδὴ ζ', τοῦ Πρωτομάρτυρος
Ἦχος πλ. α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ ὑπερυψούμενος, τῶν Πατέρων Κύριος, τὴν φλόγα κατέσβεσε, τοὺς Παῖδας ἐδρόσισε, συμφώνως μελῳδοῦντας· Ὁ Θεὸς εὐλογητὸς εἶ».Ὡς ποικίλοις ἄνθεσι, καὶ ὡραίοις Στέφανε, τοῖς λίθοις κοσμούμενος, σαυτὸν προσενήνοχας, Χριστῷ τῷ Ζωοδότῃ, μελῳδῶν· Εὐλογητὸς εἶ.Ὡς ἀκαταγώνιστος, ἡ τοῦ Σαύλου ἔνστασις, πορθοῦντος τὸ πρότερον, Χριστοῦ τοὺς θεράποντας, προσάγοντος δὲ ἔθνη, νῦν Χριστῷ εἰς τοὺς αἰῶνας.Τοὺς ὀδόντας βρύχοντες, φονικῶς οἱ ἄνομοι, ὡς θῆρες ἁρπάσαντες, ἀνήρουν τὸν Στέφανον, ἐνθέως μελῳδοῦντα· Ὁ Θεὸς εὐλογητὸς εἶ.Ἐπαρθεὶς τῷ Πνεύματι, τῷ ἁγίῳ Στέφανε, ἀρρήτως τεθέασαι, Υἱὸν σὺν Γεννήτορι, κραυγάζων τῇ Τριάδι· Ὁ Θεὸς εὐλογητὸς εἶ.ΘεοτοκίονΣοὶ τῷ ἀνατείλαντι, ἐκ Παρθένου θείας ἁγνῆς, προσήνεκται ἔμψυχος, ὡς Βασιλεῖ Στέφανος, ἐνθέως μελῳδῶν σοι· ὁ Θεὸς εὐλογητὸς εἶ.
Κανών γ', ᾨδὴ ζ', τοῦ Ὁσίου
Ἦχος δ'
Ἐν τῇ καμίνῳ ΤΟ ΑΚΟΥΤΕ
Πεπυρσευμένος, τῷ ὀρθοδόξῳ ζήλῳ Πάνσοφε, πλάνην μιαρᾶς αἱρέσεως καὶ δεινῆς, θαρσαλέως ἐξηκόντισας· Εὐλογημένος εἶ, ὁ Θεός μου κραυγάζων καὶ Κύριος.Λόγον σοφίας, λόγον δογμάτων, λόγον γνώσεως, λόγον διδαγμάτων, Πάτερ πανευσεβῶν, Θεὸς Λόγος σοι δεδώρηται· Εὐλογημένος εἶ, ὁ Θεός μου βοῶντι καὶ Κύριος.Ἐξανατείλας, ἐκ τῆς Ἑῴας ὥσπερ ἥλιος, αἴγλην εὐσεβείας ἔσπειρας ἐπὶ γῆς, τῆς εἰκόνος τὴν προσκύνησιν, Χριστοῦ φωτίζουσαν, καὶ διδάσκουσαν Πάτερ Θεόδωρε.ΘεοτοκίονΚεκοσμημένη, δεδοξασμένη ὑπερλάμπουσα, φέγγει Παρθενίας Μήτηρ Θεοῦ, μετὰ σώματος ἐγέννησας, καὶ ἐσπαργάνωσας, τὸν ὁμίχλῃ τὴν γῆν σπαργανώσαντα.
Κανών α', ᾨδὴ η', τῆς Ἑορτῆς
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος, ἐξεικόνισε κάμινος τύπον· οὐ γὰρ οὓς ἐδέξατο φλέγει νέους, ὡς οὐδὲ πῦρ τῆς Θεότητος, Παρθένου ἣν ὑπέδυ νηδύν· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν. Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας».Ἕλκει Βαβυλῶνος ἡ θυγάτηρ παῖδας, δορυκτήτους Δαυΐδ, ἐκ Σιὼν ἐν αὐτῇ, δωροφόρους πέμπει δέ, Μάγους παῖδας, τὴν τοῦ Δαυΐδ θεοδόχον θυγατέρα λιτανεύσοντα· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν. Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.Ὄργανα παρέκλινε τὸ πένθος ᾠδῆς· οὐ γὰρ ᾗδον ἐν νόθοις οἱ παῖδες Σιών, Βαβυλῶνος λύει δέ, πλάνην πᾶσαν καὶ μουσικῶν, ἁρμονίαν Βηθλεὲμ ἐξανατείλας Χριστός· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν. Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.Σκῦλα Βαβυλὼν τῆς Βασιλίδος Σιών, καὶ δορύκτητον ὄλβον ἐδέξατο, θησαυροὺς Χριστός, ἐν Σιὼν δὲ ταύτης, καὶ Βασιλεῖς σὺν ἀστέρι ὁδηγῷ, ἀστροπολοῦντας ἕλκει· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.
Κανών β', ᾨδὴ η', τοῦ Πρωτομάρτυρος
Ἦχος πλ. α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σοὶ τῷ παντουργῷ, ἐν τῇ καμίνῳ Παῖδες, παγκόσμιον πλέξαντες χορείαν ἔμελπον· Πάντα τὰ ἔργα τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».Δεῦτε νοητῶς, τῇ τοῦ Στεφάνου δόξῃ, λαμπόμενοι μέλψωμεν, τῷ σαρκωθέντι Θεῷ. Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.Ὤφθη σοι Χριστός, ἐν τῇ Πατρῴα δόξῃ, τῶν ἄθλων μηνύων σοι, σαφῶς τὰ ἔπαθλα· ὅθεν ἐβόας· Τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.Σοὶ ὡς νικητῇ, τῆς παρανόμου πλάνης, ἀθλήσεως στέφανος, ἐπλάκη Στέφανε· ὅθεν ἐβόας· Τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.Ἔπλεξεν ἡμῖν, ὁ τοῦ Δεσπότου τόκος, χορείαν ἡ μνήμη τε, τοῦ Πρωτομάρτυρος· ὅθεν ἀπαύστως, τὸν Κύριον ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τους αἰῶνας.ΘεοτοκίονΣὲ τὴν ὑπὲρ νοῦν, θεανδρικῶς τῷ λόγῳ, τεκοῦσαν τὸν Κύριον, καὶ παρθενεύουσαν, πάντα τὰ ἔργα· Παρθένε εὐλογοῦμεν, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
Κανών γ', ᾨδὴ η', τοῦ Ὁσίου
Ἦχος δ'
Χεῖρας ἐκπετάσας Δανιὴλ ΤΟ ΑΚΟΥΤΕ
Ὡς λέων Παμμάκαρ πεποιθώς, ψυχῆς στερρότητι, οὐκ ἐδειλίασας, τὸν τῆς αἱρέσεως πρόβολον, τῆς μανίας τὸν ἐπώνυμον, ὃν καταπτήξας τοῖς λαοῖς, χαίρων ἐκραύγαζες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.Κοσμήσας ἀνδρείᾳ τὸν θυμόν, τῇ σωφροσύνῃ δέ, Μάκαρ τὴν ἔφεσιν, τὸν νοῦν φρονήσεως ἔμπλεων, κεκτημένος διετέλεσας, δικαιοσύνῃ δὲ τὰς σὰς φρένας ἐρρύθμισας, ἀνακράζων· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.Ῥαγδαίως φερόμενον τὸν ῥοῦν, τὸν τῆς αἱρέσεως Πάτερ ἐξήρανας, τοῖς σοῖς συντάγμασιν Ὅσιε, καὶ πανσόφοις ἀποδείξεσι, τὰς μηχανὰς τῶν ἀσεβῶν, καταστρεψάμενος, καὶ κραυγάζων· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.ΘεοτοκίονὉ πλάσας τὴν φύσιν κατ' ἀρχάς, τὴν τῶν ἀνθρώπων Θεός, ταύτην ἐνδύεται, ἐκ τῆς ἀχράντου σου Πάναγνε, καὶ ἁγίας γαστρὸς σήμερον, ἐν Βηθλεὲμ προφητικῶς, ἀποτικτόμενος· ὅθεν πάντες, σὲ εὐλογοῦμεν Μαρία Θεόνυμφε.
Κανών α', ᾨδὴ θ', τῆς Ἑορτῆς
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Μεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν, καὶ ἐνδοξοτέραν τῶν ἄνω στρατευμάτων.«Μυστήριον ξένον, ὁρῶ καὶ παράδοξον! οὐρανὸν τὸ Σπήλαιον· θρόνον Χερουβικόν, τὴν Παρθένον· τὴν φάτνην χωρίον· ἐν ᾧ ἀνεκλίθη ὁ ἀχώρητος, Χριστὸς ὁ Θεός· ὃν ἀνυμνοῦντες μεγαλύνομεν».Μεγάλυνον ψυχή μου, τὸν ἐκ τῆς Παρθένου, Θεὸν σαρκὶ τεχθέντα.Ἐξαίσιον δρόμον, ὁρῶντες οἱ Μάγοι, ἀσυνήθους νέου ἀστέρος ἀρτιφαοῦς, οὐρανίου ὑπερλάμποντος, Χριστὸν Βασιλέα ἐτεκμήραντο, ἐν γῇ γεννηθέντα Βηθλεέμ, εἰς σωτηρίαν ἡμῶν.Μεγάλυνον ψυχή μου, τὸν ἐν τῷ Σπηλαίῳ, τεχθέντα Βασιλέα.Νεηγενὲς Μάγων λεγόντων, παιδίον Ἄναξ, οὗ ἀστὴρ ἐφάνη, ποῦ ἐστίν; εἰς γὰρ ἐκείνου προσκύνησιν ἥκομεν· μανεὶς ὁ Ἡρῴδης ἐταράττετο, Χριστὸν ἀνελεῖν, ὁ θεομάχος φρυαττόμενος.Μεγάλυνον ψυχή μου, τῶν ὑπὸ τῶν Μάγων, Θεὸν προσκυνηθέντα.Ἠκρίβωσε χρόνον Ἡρῴδης ἀστέρος, οὗ ταῖς ἡγεσίαις οἱ Μάγοι ἐν Βηθλεέμ, προσκυνοῦσι Χριστῷ σὺν δώροις· ὑφ' οὗ πρὸς Πατρίδα ὁδηγούμενοι, δεινὸν παιδοκτόνον, ἐγκατέλιπον παιζόμενον.
Κανών β', ᾨδὴ θ', τοῦ Πρωτομάρτυρος
Ἦχος πλ. α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἡσαΐα χόρευε, ἡ Παρθένος ἔσχεν ἐν γαστρί, καὶ ἔτεκεν υἱὸν τὸν Ἐμμανουήλ, Θεόν τε καὶ ἄνθρωπον· Ἀνατολή, ὄνομα αὐτῷ, ὃν μεγαλύνοντες, τὴν Παρθένον μακαρίζομεν».Τῶν ἐπαίνων Στέφανε, ὑπερέβης ἅπαντα θεσμόν, καὶ φέρεις κατὰ παντός, λόγου ἀψευδῶς, σὺ τὰ νικητήρια· ἀδυνατεῖ, βρότειος γὰρ νοῦς, πλέξασθαι στέφανον, ἐγκωμίων σοι ἐπάξιον.Ὢ τῆς μακαρίας σου, ἧς ἐφθέγξω, Στέφανε φωνῆς! Μὴ στήσῃς τοῖς φονευταῖς, Δέσποτα βοῶν, Χριστὲ τὸ ἀγνόημα· ἀλλ' ὡς Θεὸς καὶ Δημιουργός, δέξαι τὸ πνεῦμά μου, ὥσπερ θῦμα εὐωδέστατον.Σύ των πόνων ἔπαθλον, ἀνεδήσω τὸ νικητικόν, ἐκ Παντοκρατορικῆς, στέφος δεξιᾶς, καὶ νῦν Παμμακάριστε, παρεστηκὼς τῷ Παμβασιλεῖ, δόξῃ καὶ χάριτι, τοὺς ἀνυμνοῦντάς σε περίσῳζε.ΘεοτοκίονΧρονικῆς ὑπάρξεως, ἐκ Παρθένου, εἴληφεν ἀρχήν, σαρκὶ ὁ ἐκ τοῦ Πατρὸς ἄχρονος Υἱός· διὸ ἀναιρούμενος, ὁ μιμητής, Στέφανος Χριστοῦ, νῦν ἐκληρώσατο, ἀπαρχήν τῆς ἀϊδίου ζωῆς.
Κανών γ', ᾨδὴ θ', τοῦ Ὁσίου
Ἦχος δ'
Λίθος ἀχειρότμητος ΤΟ ΑΚΟΥΤΕ
Τῶ θείῳ βαλλόμενος πόθῳ, τῶν διωγμῶν τὰς παρατάσεις, ῥᾷον ὑποφέρεις θεόφρον, καὶ τοῦ διώκτου τὴν ἀγριότητα, καταβαλὼν ἀπείληφας, τὸν τῶν ἀγώνων Πάτερ στέφανον.Ὄλβον ἐπουράνιον εὗρες, καὶ διαμένουσαν οἰκίαν, ἀντὶ τῆς μακρᾶς ἐξορίας, καὶ ξενιτείας καὶ μεταβάσεως, καὶ νῦν τρυφᾷς λαβόμενος, τῆς αἰωνίου ἀπολαύσεως.Ὕμνον τῷ Δεσπότῃ προσφέρων, Μάκαρ δυσώπησον ἀπαύστως, ὑπὲρ τῆς ἐμῆς ἀσθενείας, καὶ συσκηνίας καὶ ἀδελφότητος, ὅπως ὁμοῦ βιώσαντες, τύχωμεν ἅμα τῆς θεώσεως.ΘεοτοκίονΣὲ τὴν ὑπὲρ νοῦν τε καὶ λόγον, ἐν Βηθλεὲμ τὸν Θεὸν Λόγον, σήμερον τεκοῦσαν Παρθένε, καὶ ἐν σπαργάνοις τοῦτον εἱλήσασαν, ὡς ἀληθῶς Θεόπαιδα, καὶ Θεοτόκον μεγαλύνομεν.
Ἐξαποστειλάριον τοῦ Πρωτομάρτυρος
Ἦχος γ'
Ἐπεσκέψατο ἡμᾶς ΤΟ ΑΚΟΥΤΕ
Στέφανος σοι ὡς Βασιλεῖ, ἔμψυχος προσενήνεκται, νῦν τῆς σαρκὸς ἐκδημήσας, τῷ ἐνδημήσαντι σαρκί, Θεῷ τῷ παντοκράτορι, δι' ὃν καὶ τὸν ἀγῶνα, ἐνδόξως ἐτέλεσεν.
Ἕτερον Ἐξαποστειλάριον τοῦ Πρωτομάρτυρος
Ἦχος β'
Τοῖς μαθηταῖς συνέλθωμεν ΤΟ ΑΚΟΥΤΕ
Ὁ πλήρης θείας χάριτος, καὶ δυνάμεως ὄντως, τερατουργῶν διήλεγχε, θεοκτόνων τὰ στίφη, διακενῆς μελετῶντα, ὑψηγόρῳ δὲ γλώττῃ, θεολογῶν ὁ Στέφανος, τοῦ Πατρός δεξιόθεν, τὸν Ἰησοῦν, καθορῶ νῦν ἔφησεν ἑστηκότα, πρὸς ὃν λιθολευστούμενος στεφηφόρος ἀνῆλθεν.
Ἐξαποστειλάριον τῆς Ἑορτῆς, μετὰ τοῦ Στεφάνου πάλιν
Ἦχος β'
Τοῖς μαθηταῖς συνέλθωμεν ΤΟ ΑΚΟΥΤΕ
Ὁ τῷ Πατρὶ καὶ Πνεύματι, συναΐδιος Λόγος, καὶ συμφυὴς καὶ σύνθρονος, ἐκ Παρθένου γεννᾶται, ἐν Βηθλεὲμ νῦν ὡς βρέφος· ὃν Θεὸν καὶ Σωτῆρα, ὁ Πρωτομάρτυς Στέφανος, ἀριδήλως κηρύξας, ὑπὸ χειρῶν, μιαιφόνων χαίρων λιθολευστεῖται, καὶ στεφηφόρος ἄνεισι, πρὸς αὐτὸν μετὰ δόξης.
Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ ἰδιόμελα τοῦ Ἁγίου Στεφάνου.
Στιχηρὰ ἰδιόμελα τοῦ Ἁγίου Στεφάνου
Ἦχος α'
Κυπριανοῦ
Ἀθλοφορικὸν στέφανον, τῷ Πρωτάθλῳ οἱ πιστοὶ πλέξωμεν, ἐκ λογικῶν ἀνθέων· αὐτὸς γὰρ τὴν τῶν Μαρτύρων προητοίμασεν ὁδόν, καὶ ἐν χαρᾷ ἀνεβόα· Ἰδοὺ τοὺς οὐρανούς ἀνεῳγμένους θεωρῶ, καὶ τὸν Υἱὸν τοῦ Θεοῦ, ἐκ δεξιῶν ἑστῶτα τοῦ ἀοράτου Πατρός.
Ἦχος β'
Ἀνατολίου
Ἁγιωσύνην ἐνεδύσω, Στέφανε μακάριε, Πρωτομάρτυς καὶ Πρωτοδιάκονε, τῶν Ἀγγέλων συμμέτοχε, δυσωπήθητι, καὶ πρέσβευε ὑπὲρ ἡμῶν, πρὸς τὸν Σωτῆρα Κύριον τόν ἀναμάρτητον.
Ἦχος β'
Πρῶτος ἐν Διακόνοις, πρῶτος καὶ ἐν Μάρτυσιν ἐδείχθης, πανάγιε Στέφανε· ὁδός γὰρ ἐγένου τοῖς ἁγίοις, καὶ πολλοὺς τῷ Κυρίῳ προσήγαγες Μάρτυρας· διὸ οὐρανός σοι ἠνοίγη, καὶ Θεὸς σοι ἐφάνη· Αὐτὸν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἦχος β'
Τὸν Πρωτομάρτυρα, καὶ γενναῖον τοῦ Χριστοῦ θεράποντα, Στέφανον τὸν Πρωτοδιάκονον, ἐπαξίως τιμήσωμεν· οὗτος γὰρ ἑστὼς ἐν μέσῳ παρανόμων ἐν δεξιᾷ Πατρὸς Υἱόν ἐθεάσατο.
Ἦχος δ'
Ἰωάννου Μοναχοῦ
Στέφανε ἔνδοξε, οὐρανοπολῖτα, Χριστοῦ θεράπον μακάριε, πρεσβείαν ποίησον, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος δ'
Στέφανος, ἡ καλὴ ἀπαρχὴ τῶν Μαρτύρων, ὁ πλήρης χάριτος καὶ δυνάμεως, ὁ ποιῶν σημεῖα καὶ τέρατα, μεγάλα ἐν τῷ λαῷ ὑπὸ ἀνόμων ἐλιθάζετο· ἀλλ' ἐξέλαμψεν ὡς Ἄγγελος, καὶ θεωρεῖ τὴν δόξαν, σοῦ τοῦ σαρκωθέντος ὑπὲρ ἡμῶν, ἐκ δεξιῶν τῆς δυνάμεως, καὶ τῷ Πνεύματι τῆς χάριτος, εἰς οὐρανοὺς ἀνελαμβάνετο· καὶ διὰ τοῦτο, ταῖς χοροστασίαις τῶν Ἀγγέλων συναυλιζόμενος, πρεσβεύει σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δοξαστικὸν
Ἦχος πλ. α'
Κυπριανοῦ
Πρωτομάρτυς Ἀπόστολε καὶ Πρωτοδιάκονε, ἡ πύλη τῶν Μαρτύρων, ἡ δόξα τῶν Δικαίων, τῶν Ἀποστόλων τὸ καύχημα· σὺ οὐρανοὺς ἐθεάσω ἀνεῳγμένους, ἐν τῷ σταδίω ἑστώς, καὶ τὸν Υἱὸν τοῦ Θεοῦ, ἐκ δεξιῶν ἑστῶτα τοῦ ἀοράτου Πατρός· διό, ὡς Ἄγγελος ἐκλάμψας τῷ προσώπῳ , ἐν χαρᾷ ἀνεκραύγαζες ὑπὲρ τῶν λιθαζόντων. Μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην. Καὶ νῦν αἴτησαι, τοῖς ἐκ πόθου εὐφημοῦσί σε, ἱλασμὸν ἁμαρτιῶν, καὶ τὸ μέγα ἔλεος.
Θεοτοκίον
Ἦχος πλ. α'
Ἰωάννου Μοναχοῦ
Ἀκατάληπτον τὸ τελούμενον, ἐν Βηθλεὲμ σήμερον μυστήριον! ὁ ἀόρατος ὁρᾶται, ὁ ἄσαρκος σαρκοῦται, ὁ Λόγος παχύνεται, καὶ ὁ Ὢν γίνεται ὃ οὐκ ἦν, Παρθένος τίκτει ἐν σπηλαίῳ βρέφος νέον, τὸν Πλάστην τῆς φύσεως· φάτνῃ ἐκτυποῦται, εἰς θρόνον ἐπουράνιον, κτήνη ἀπεικάζει, χερουβικὴν παράστασιν· Ποιμένες θαυμάζουσι· Μάγοι δῶρα προσφέρουσιν· Ἄγγελοι ἀνυμνοῦντες λέγουσι· Δόξα ἐν ὑψίστοις Θεῷ , καὶ ἐπὶ γῆς εἰρήνη· ἐν ἀνθρώποις γὰρ εὐδόκησεν, ἀναλλοιώτως ὁ Ἐμμανουήλ.
Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς.Ἦχος α' Πανεύφημοι Μάρτυρες ΤΟ ΑΚΟΥΤΕἸδοῦσα κρατούμενον χερσίν, ἑαυτῆς ἡ Πάναγνος, τὸν Ποιητὴν ἀπεφθέγγετο. Τέκνον γλυκύτατον, πῶς σὲ βρέφος βλέπω, καὶ νοεῖν οὐ δύναμαι, τὴν ἄπειρόν σου νῦν συγκατάβασιν, ὑμνῶ τὸ κράτος σου, προσκυνῶ τὴν εὐσπλαγχνίαν σου, δι' ἧς σῶσαι, κόσμον παραγέγονας.Στίχ. Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.Ὡς βρέφος με βλέπουσα ταῖς σαῖς, ἐπαναπαυόμενον, Μῆτερ ἀγκάλαις εὐφράνθητι· ἦλθον τὸν κόσμον γάρ, ὅλον διασῶσαι, καὶ Ἀδὰμ ὃν ἔπλασα, κακίστῃ συμβουλίᾳ τοῦ ὄφεως, ξύλου γευσάμενον, καὶ τρυφῆς ἔξω γενόμενον, Παραδείσου, καὶ καταφθειρόμενον.Στίχ. Ἐκ γαστρὸς πρὸ Ἑωσφόρου ἐγέννησά σε, ὤμοσε Κύριος, καὶ οὐ μεταμεληθήσεται. Σὺ Ἱερεὺς εἰς τὸν αἰῶνα, κατὰ τὴν τάξιν Μελχισεδέκ.Σὲ βρέφος Προτέλειε ὁρῶ, φάτνῃ προσκλινόμενον, οὐ συνορῶ μυστηρίου δέ, βάθος τὸ ἄφραστον· πῶς καὶ μετὰ τόκον, ἄφθορος διέμεινα, τοὺς νόμους ὑπερβᾶσα τῆς φύσεως. Τῖνα οὖν αἶνόν σοι, προσαγάγω; πῶς δοξάσω σε; ἡ Παρθένος, Κόρη ἀπεφθέγγετο.
Τοῦ Ἁγίου
Ἦχος πλ. δ'
Κυπριανοῦ
Χαίροις ἐν Κυρίῳ στεφανηφόρε Στέφανε, ὁ μιμητὴς τοῦ Δεσπότου· διότι καὶ Πρωτομάρτυς γέγονας, Χριστοῦ τοῦ Βασιλέως ἡμῶν, καὶ τὴν πλάνην τῶν ἀνόμων, Ἰουδαίων κατήργησας· πρέσβευε ὑπὲρ ἡμῶν πρὸς Κύριον.
Τῆς Ἑορτῆς
Ἦχος πλ. δ'
Παράδοξον μυστήριον, οἰκονομεῖται σήμερον! καινοτομοῦνται φύσεις, καὶ Θεὸς ἄνθρωπος γίνεται· ὅπερ ἦν μεμένηκε, καὶ ὃ οὐκ ἦν προσέλαβεν, οὐ φυρμὸν ὑπομείνας, οὐδὲ διαίρεσιν.
Ἀντίφωνον Α', Ἦχος β'Στίχ. Ἐξομολογήσομαί σοι Κύριε ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου.Στίχ. Ἐν βουλῇ εὐθέων καὶ συναγωγῇ, μεγάλα τὰ ἔργα Κυρίου.Στίχ. Ἐξεζητημένα εἰς πάντα τὰ θελήματα αὐτοῦ.Στίχ. Ἐξομολόγησις καὶ μεγαλοπρέπεια τὸ ἔργον αὐτοῦ, καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἀντίφωνον Β', Ἦχος β'Στίχ. Μακάριος ἀνήρ, ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα.Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐκ Παρθένου τεχθείς, ψάλλοντάς σοι· Ἀλληλούϊα.Στίχ. Δυνατὸν ἐν τῇ γῇ ἔσται τὸ σπέρμα αὐτοῦ.Στίχ. Δόξα καὶ πλοῦτος ἐν τῷ οἴκῳ αὐτοῦ, καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.Στίχ. Ἐξανέτειλεν ἐν σκότει φῶς τοῖς εὐθέσιν.Ἀντίφωνον Γ', Ἦχος δ'Στίχ. Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.Ἀπολυτίκιον, Ἦχος δ'Ἡ γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως· ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν, Κύριε δόξα σοι.Στίχ. Ῥάβδον δυνάμεως ἐξαποστελεῖ σοι Κύριος ἐκ Σιών.Στίχ. Μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου, ἐν ταῖς λαμπρότησι τῶν Ἁγίων σου.
Εἰς τό, ἘξαιρέτωςΚανών β', ᾨδὴ θ', τῆς Ἑορτῆς
Ἦχος α'
Καταβασία ΤΟ ΑΚΟΥΤΕ
Μεγάλυνον ψυχή μου, τὴν λυτρωσαμένην, ἡμᾶς ἐκ τῆς κατάρας.«Στέργειν μὲν ἡμᾶς, ὡς ἀκίνδυνον φόβῳ,Ῥᾷον σιωπήν, τῷ πόθῳ δὲ Παρθένε,Ὕμνους ὑφαίνειν, συντόνως τεθηγμένους,Ἐργῶδές ἐστιν, ἀλλὰ καὶ Μήτηρ σθένος,Ὅση πέφυκεν ἡ προαίρεσις δίδου».
ΚοινωνικὸνΛύτρωσιν ἀπέστειλε Κύριος τῷ λαῷ αὐτοῦ. Ἀλληλούϊα.
| TA ΜΗΝΑΙΑ | Δεκέμβριος | 27 |
Dec 28
Τῌ ΚΗ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΔΕΚΕΜΒΡΙΟΥΜνήμη τῶν Ἁγίων Δισμυρίων, τῶν ἐν Νικομηδείᾳ καέντων.
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς.
Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς
Ἦχος πλ. α'
Χαίροις ἀσκητικῶν ΤΟ ΑΚΟΥΤΕ
Φέρεις Ἀδαμιαίαν μορφήν, ὁ ἐν μορφῇ Θεοῦ ὑπάρχων παντέλειος, καὶ θέλεις χερσὶ κρατεῖσθαι, ὁ τῇ χειρὶ τοῦ παντός, περιδεδραγμένος δυναστείᾳ σου· Ἁγνὴ ἡ πανάμωμος, προσεφθέγγετο λέγουσα. Πῶς σε σπαργάνοις, ἐνειλήσω ὡς νήπιον, πῶς θηλάσω σε, τὸν τὰ σύμπαντα τρέφοντα; πῶς μὴ τὴν ὑπὲρ ἔννοιαν, πτωχείαν θαυμάσω σου; πῶς σε Υἱόν μου καλέσω, δούλη σου νῦν χρηματίζουσα; Ὑμνῶ εὐλογῶ σε, τὸν παρέχοντα τῷ κόσμῳ, τὸ μέγα ἔλεος.
Ἦχος πλ. α'
Βρέφος σωματωθὲν ἐξ αὐτῆς, τὸν προαιώνιον Θεὸν ἡ Πανάμωμος, ὁρῶσα, χερσὶ κρατοῦσα, καταφιλοῦσα πυκνῶς, καὶ χαρᾶς πλησθεῖσα, προσεφθέγγετο· αὐτῷ, Θεὲ ὕψιστε, Βασιλεῦ ἀθεώρητε, πῶς καθορῶ σε, καὶ νοεῖν τὸ μυστήριον, οὐ δεδύνημαι, τῆς ἀμέτρου πτωχείας σου; Σπήλαιον γὰρ σμικρότατον, καὶ τοῦτο ἀλλότριον, ἔνδον χωρεῖ σε τεχθέντα, καὶ Παρθενίαν μὴ λύσαντα, νηδὺν συντηροῦντα, ὡς πρὸ τόκου καὶ διδόντα, τὸ μέγα ἔλεος.
Ἦχος πλ. α'
Ταῦτα ἱκετικῶς ἡ Σεμνή, θαμβητικῶς τε φθεγγομένη ἀκήκοε, τῶν Μάγων πρὸ τοῦ Σπηλαίου, παρισταμένη ὁμοῦ, καὶ πρὸς τούτους ἔφη· Τίνα θέλετε; ὑμεῖς, ὡς ὁρῶ γάρ, ἀλλοδαπῆς χώρας ἤλθετε, Περσῶν τὸ σχῆμα, οὐ τὸ φρόνημα ἔχοντες, ξένην ἄφιξιν, καὶ πορείαν πεποίησθε· καὶ πρὸς τὸν ξενιτεύσαντα, ἐξ ὕψους καὶ ξένως μοι, ἐνοικισθέντα ὡς οἶδε, μετὰ σπουδῆς παρεγένεσθε, αὐτὸν προσκυνῆσαι, τὸν δωρούμενον τῷ Κόσμῳ, τὸ μέγα ἔλεος.
Στιχηρὰ Προσομοια τῶν Ἁγίων
Ἦχος α'
Πανεύφημοι Μάρτυρες ΤΟ ΑΚΟΥΤΕ
Δισμύριοι Μάρτυρες Χριστοῦ, τοῦ Θεοῦ τῇ χάριτι, συναθροισθέντες ἐν Πνεύματι, δῆμος μακάριος, φωταυγεῖς ἀστέρες, πλάνης νύκτα λύσαντες, πρὸς ἄδυτον αὐγὴν μετετέθητε, καὶ νῦν πρεσβεύσατε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Ἦχος α'
Πληθὺς πολυάριθμος πυρί, ἤδη ὡλοκαύτωται, καὶ εὐωδίας ἐπλήρωσε, τὰ ἐπουράνια, καὶ τῶν πρωτοτόκων, ἐκλεκτὴν ὁμήγυριν, ἐφαίδρυνε, χαρᾶς τε ἐπλήρωσε, νῦν τὰ ἐπίγεια, καὶ πρεσβεύει τοῦ σωθῆναι ἡμᾶς, τοὺς τελοῦντας, τὴν ἔνδοξον μνήμην αὐτῶν.
Ἦχος α'
Παρθένοι νεάνιδες τῶν σῶν, μύρων ὀσφραινόμεναι, σοῖς ἠκολούθησαν ἴχνεσι, τὸ σὸν μιμούμεναι, ζωηφόρον πάθος, τὸ ψυχοσωτήριον, καὶ πρὸς τὴν ἐκ νεκρῶν ἐξανάστασιν, ἐν σοὶ γηθόμεναι, Εὐεργέτα κατῳκίσθησαν, τοῦ σοῦ κάλλους, σαφῶς ἀπολαύουσαι.
Θεοτοκίον
Ἦχος δ'
Εὐφράνθητι Ἱερουσαλήμ, καὶ πανηγυρίσατε πάντες, οἱ ἀγαπῶντες Σιών. Σήμερον ὁ χρόνιος ἐλύθη δεσμός, τῆς καταδίκης τοῦ Ἀδάμ, ὁ Παράδεισος ἡμῖν ἠνεώχθη ὁ ὄφις κατηργήθη· ἣν γὰρ ἠπάτησε πρώην, νῦν ἐθεάσατο, τοῦ Δημιουργοῦ γενομένην Μητέρα. Ὢ βάθος πλούτου, καὶ σοφίας, καὶ γνώσεως Θεοῦ! ἡ προξενήσασα τὸν θάνατον πάσῃ σαρκί, τῆς ἁμαρτίας τὸ ὄργανον, σωτηρίας ἀπαρχὴ ἐγένετο τῷ κόσμῳ παντί, διὰ τῆς Θεοτόκου· βρέφος γὰρ τίκτεται ἐξ αὐτῆς, ὁ παντέλειος Θεός, καὶ διὰ τοῦ τόκου, Παρθενίαν σφραγίζει, σειρὰς ἁμαρτημάτων, λύων διὰ σπαργάνων, καὶ διὰ νηπιότητος, τῆς Εὔας θεραπεύει, τὰς ἐν λύπαις ὠδῖνας. Χορευέτω τοίνυν, πᾶσα ἡ κτίσις καὶ σκιρτάτω· ἀνακαλέσαι γὰρ αὐτήν, παραγέγονε Χριστός, καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.
Ἀπόστιχα Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς.Ἦχος β' Οἶκος τοῦ Ἐφραθᾶ ΤΟ ΑΚΟΥΤΕὍλον θεουργικῶς, φορέσας ἐκ Παρθένου, Ἀδὰμ Χριστὲ τὸν πρῶτον, ἐτέχθης ἐν σπηλαίῳ, καὶ φάτνῃ ἐσπαργάνωσαι.Στίχ. Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.Ψάλλε προφητικῶς, Δαυῒδ κινῶν τὴν λύραν· τῆς σῆς γὰρ ἐξ ὀσφύος, ἐξ ἧς ἡ Θεοτόκος, Χριστὸς γεννᾶται σὴμερον.Στίχ. Ἐκ γαστρὸς πρὸ Ἑωσφόρου ἐγέννησά σε, ὤμοσε Κύριος, καὶ οὐ μεταμεληθήσεται. Σὺ Ἱερεὺς εἰς τὸν αἰῶνα, κατὰ τὴν τάξιν Μελχισεδέκ.Αἶνον θεοτερπῆ, μετὰ Ποιμένων Μάγοι, καὶ σὺν Ἀγγέλοις δόξαν, τῷ ἐκ Παρθένου φύντι, Θεῷ πιστοὶ προσάξωμεν.
Θεοτοκίον
Ἦχος α'
Δόξα ἐν ὑψίστοις Θεῷ, ἐν Βηθλεὲμ ἀκούω, ὑπὸ Ἀσωμάτων σήμερον, τῷ ἐπὶ γῆς εἰρήνην, εὐδοκήσαντι γενέσθαι. Νῦν ἡ Παρθένος οὐρανῶν πλατυτέρα· ἐξανέτειλε γάρ φῶς τοῖς ἐσκοτισμένοις, καὶ ταπεινοὺς ὕψωσε, τοὺς ἀγγελικῶς μελῳδοῦντας· Δόξα ἐν ὑψίστοις Θεῷ.
Ἀπολυτίκιον τῶν Ἁγίων
Ἦχος δ'
Ἀθλοφόροι Κυρίου, μακαρία ἡ γῆ, ἡ πιανθεῖσα τοῖς αἵμασιν ὑμῶν, καὶ ἅγιαι αἱ σκηναί, αἱ δεξάμεναι τὰ πνεύματα ὑμῶν· ἐν σταδίῳ γὰρ τὸν ἐχθρὸν ἐθριαμβεύσατε, καὶ Χριστὸν μετὰ παρρησίας ἐκηρύξατε, αὐτὸν ὡς ἀγαθὸν ὑπὲρ ἡμῶν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν.
Ἀπολυτίκιον τῆς Ἑορτῆς
Ἦχος δ'
Ἡ γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως· ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν, Κύριε δόξα σοι.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα
Ἦχος πλ. δ'
Ἀνέστης ἐκ νεκρῶν ΤΟ ΑΚΟΥΤΕ
Παράδοξον πιστοί, τὸ μυστήριον τοῦτο! Θεὸς ἐκ γυναικός, ἐγεννήθη ὡς οἶδε, τάγματα τῶν Ἀγγέλων, καταπλαγέντα τῇ καταβάσει αὐτοῦ, κράζουσιν ἀνυμνοῦντα· Ὅτι ἐτέχθη Χριστὸς ὁ Κύριος, ὁ εὐδοκήσας σῶσαι ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων.
Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα
Ἦχος πλ. δ'
Αὐτόμελον ΤΟ ΑΚΟΥΤΕ
Αὐλῶν ποιμενικῶν, καταπαύων ᾆσμα, στρατὸς Ἀγγελικός, ἐπεφώνει λέγων. Αἶνον ᾄσατε θεῖον, οἱ τῶν θρεμμάτων ἡγεμονεύοντες, κράξατε ἀνυμνοῦντες. Ὅτι ἐτέχθη Χριστὸς ὁ Κύριος, ὁ εὐδοκήσας σῶσαι ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων.
Ὁ Κανὼν Ἰαμβικός, Ἰωάννου Μοναχοῦ, φέρων ἀκροστιχίδα τήνδε διὰ στίχων Ἡρωελεγείων.Εὐεπίης μελέεσσιν ἐφύμνια ταῦτα λιγαίνειΥἷα Θεοῦ μερόπων ἕνεκα τικτόμενονἘν χθονί, καὶ λύοντα πολύστονα πήματα κόσμου.Ἀλλ' Ἄνα ῥητῆρας ῥύεο τῶνδε πόνων.ᾨδὴ α'
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἔσωσε λαόν, θαυματουργῶν Δεσπότης,Ὑγρὸν θαλάσσης κῦμα χερσώσας πάλαι·Ἑκὼν δὲ τεχθεὶς ἐκ Κόρης, τρίβον βατήν,Πόλου τίθησιν ἡμῖν· ὃν κατ οὐσίαν,Ἶσόν τε Πατρί, καὶ βροτοῖς δοξάζομεν».Ἤνεγκε γαστὴρ ἡγιασμένη Λόγον,Σαφῶς ἀφλέκτῳ ζωγραφουμένη βάτῳ,Μιγέντα μορφῇ, τῇ βροτησίᾳ Θεόν,Εὔας τάλαιναν, νηδὺν ἀρᾶς τῆς πάλαι,Λύοντα πικρᾶς, ὃν βροτοὶ δοξάζομεν.Ἔδειξεν ἀστὴρ τὸν πρὸ ἡλίου Λόγον,Ἐλθόντα παῦσαι τὴν ἁμαρτίαν Μάγοις,Σαφῶς πενιχρὸν εἰς σπέος τὸν συμπαθῆ,Σὲ σπαργάνοις ἑλικτόν· ὃν γεγηθότες,Ἶδον τὸν αὐτόν, καὶ βροτὸν καὶ Κύριον.
Ὁ Κανὼν τῶν Ἁγίων, οὗ ἡ Ἀκροστιχίς.Πληθὺς με σῴζοις Καλλινίκων Μαρτύρων.Ἰωσήφ.ᾨδὴ α'
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«ᾨδὴν ἐπινίκιον, ᾄσωμεν πάντες, Θεῷ τῷ ποιήσαντι, θαυμαστὰ τέρατα, βραχίονι ὑψηλῷ, καὶ σώσαντι τὸν Ἰσραήλ, ὅτι δεδόξασται».Πληθὺς πολυάριθμε, σεπτῶν Μαρτύρων, τὰ πλήθη ἐξάλειψον, τῶν πολλῶν πταισμάτων μου, τῇ μεσιτείᾳ σου, καὶ δίδου λόγον ἀνυμνεῖν, τὴν σὴν πανήγυριν.Λαμπτῆρες ὑπέρφωτοι, τῆς Ἐκκλησίας, καλλίνικοι Μάρτυρες, τοῖς οἰκείοις μέλεσι, Θεὸν δοξάσαντες, τῇ φωτοφόρῳ νῦν ἡμῖν, μνήμῃ δοξάζεσθε.Ἡ πίστις ἡ ἔνθεος, τῶν Ἀθλοφόρων, ἀπίστων τὴν ἄθεον, τυραννίδα ὤλεσε, καὶ ἐξηφάνισε, τὴν τῶν δαιμόνων πονηράν, ἔνστασιν χάριτι.Θεὸν παντοδύναμον, σάρκα λαβόντα, καὶ θάνατον λύσαντα, τῷ θανάτῳ Μάρτυρες, ὁμολογήσαντες, ἐθανατώθητε ζωήν, λαβόντες ἄληκτον.ΘεοτοκίονὙμνῶ σε Πανύμνητε, εὐλογημένη, Θεὸν ὑπερύμνητον, ἐν σαρκὶ κυήσασαν, τὸν μεγαλύναντα, τοὺς Ἀθλοφόρους, καὶ τὸν ἐχθρὸν καταπαλαίσαντας.
Κανών Ἰαμβικός, ᾨδὴ γ', τῆς Ἑορτῆς
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Νεῦσον πρὸς ὕμνους οἰκετῶν Εὐεργέτα,Ἐχθροῦ ταπεινῶν τὴν ἐπηρμένην ὀφρύν,Φέρων τε Παντεπόπτα τῆς ἁμαρτίας,Ὕπερθεν ἀκλόνητον, ἐστηριγμένους,Μάκαρ, μελῳδοὺς τῇ βάσει τῆς πίστεως».Νύμφης πανάγνου τὸν πανόλβιον τόκονἸδεῖν ὑπὲρ νοῦν ἠξιωμένος χορός,Ἄγραυλος ἐκλονεῖτο, τῷ ξένῳ τρόπῳ.Τάξιν μελῳδοῦσάν τε τῶν Ἀσωμάτων,Ἄνακτα Χριστόν, ἀσπόρως σαρκούμενον.Ὕψους ἀνάσσων οὐρανῶν εὐσπλαγχνίᾳ,Τελεῖ καθ' ἡμᾶς ἐξ ἀνυμφεύτου Κόρης,Ἄϋλος ὢν τὸ πρόσθεν· ἀλλ' ἐπ' ἐσχάτωνΛόγος παχυνθεὶς σαρκί, τὸν πεπτωκότα,Ἵνα πρὸς αὐτὸν ἑλκύσῃ πρωτόκτιστον.
Κανών α', ᾨδὴ γ', τῶν Ἁγίων
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Στερεωθήτω ἡ καρδία μου, εἰς τὸ θέλημά σου Χριστὲ ὁ Θεός, ὁ ἐφ' ὑδάτων οὐρανόν, στερεώσας τὸν δεύτερον, καὶ ἑδράσας ἐν τοῖς ὕδασι, τὴν γῆν παντοδύναμε».Ὡραιοτάτως ἐκπυρούμενοι, τῇ Χριστοῦ ἀγάπῃ Πανεύφημοι, ὑφαπτομένης τῆς πυρᾶς, οὐδαμῶς ἐπτοήθητε· ἀλλ' ἐν ταύτῃ τελειούμενοι, ὑφ' ἓν ἐδοξάσθητε.Ζώσῃ φωνῇ Θεὸν κηρύττοντες, ἀπειλὰς ἀθέων οὐκ ἔπτηξαν, ἀλλὰ τῶν Παίδων τὴν φωνήν, ὁμοφρόνως ἐκραύγαζον, οἱ πανεύφημοι ὁπλῖται, τοῦ Χριστοῦ τελειούμενοι.Οὐ δειλιῶμεν πῦρ ὁμόδουλον, οἱ γενναῖοι ἅμα ἐκραύγαζον, ἀγαλλομένῃ δὲ ψυχῇ, διὰ σὲ θανατούμεθα, τὸν θανόντα καὶ τὸν θάνατον, Σωτὴρ καταργήσαντα.ΘεοτοκίονἽνα θεώσῃ τὸ ἀνθρώπινον, ὁ Θεὸς ἐγένετο ἄνθρωπος, ἐκ σοῦ Παρθένε τῆς Ἁγνῆς, ὑπὲρ λόγον καὶ ἔννοιαν· διὰ τοῦτό σε συμφώνως, οἱ πιστοὶ μακαρίζομεν.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Στερεωθήτω ἡ καρδία μου, εἰς τὸ θέλημά σου Χριστὲ ὁ Θεός, ὁ ἐφ' ὑδάτων οὐρανόν, στερεώσας τὸν δεύτερον, καὶ ἑδράσας ἐν τοῖς ὕδασι, τὴν γῆν παντοδύναμε».
Κάθισμα τῶν Ἀποστόλων
Ἦχος α'
Τὸν τάφον σου Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ
Στρατὸς ἐν ἀριθμῷ, Δισμυρίων Μαρτύρων, τιμώμενος ἡμῖν ἀνατέλλει φωτίζων, καρδίας καὶ νοήματα, εὐσεβῶν διὰ πίστεως· ἐξαφθέντες γάρ, θείᾳ στοργῇ τοῦ Δεσπότου, τέλος ἅγιον, διὰ πυρὸς οἱ γενναῖοι, προθύμως ἐδέξαντο.Δόξα... Καὶ νῦν... Τῆς Ἑορτῆς, ὅμοιον Ἐν φάτνῃ δι' ἡμᾶς, τῶν ἀλόγων ἐτέθης, μακρόθυμε Σωτήρ, νηπιάσας βουλήσει· Ποιμένες δὲ σε ὕμνησαν, μέτ' ἀγγέλων κραυγάζοντες. Δόξα αἴνεσις, τῷ ἐπὶ γῆς γεννηθέντι, καὶ ὑψώσαντι, τῶν γηγενῶν τὴν οὐσίαν, Χριστῷ τῷ Θεῷ ἡμῶν.
Κανών Ἰαμβικός, ᾨδὴ δ', τῆς Ἑορτῆς
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Γένους βροτείου τὴν ἀνάπλασιν πάλαι,ᾌδων Προφήτης Ἀββακούμ, προμηνύει,Ἰδεῖν ἀφράστως ἀξιωθεὶς τὸν τύπον.Νέον βρέφος γάρ, ἐξ ὄρους τῆς Παρθένου,Ἐξῆλθε λαῶν, εἰς ἀνάπλασιν Λόγος».Ἶσος προῆλθες τοῖς βροτοῖς ἑκουσίως,Ὕψιστε, σάρκα προσλαβὼν ἐκ Παρθένου,Ἰὸν καθᾶραι τῆς δρακοντείας κάρας,Ἄγων ἅπαντας πρὸς σέλας ζωηφόρον,Θεὸς πεφυκώς, ἐκ πυλῶν ἀνηλίων.Ἔθνη τὰ πρόσθεν τῇ φθορᾷ βεβυσμένα.Ὄλεθρον ἄρδην δυσμενοῦς πεφευγότα,Ὑψοῦτε χεῖρας, σὺν κρότοις ἐφυμνίοις,Μόνον σέβοντα Χριστόν, ὡς εὐεργέτην,Ἐν τοῖς καθ ἡμᾶς συμπαθῶς ἀφιγμένον.Ῥίζης φυεῖσα τοῦ Ἰεσσαὶ Παρθένε,Ὅρους παρῆλθες, τῶν βροτῶν τῆς οὐσίας,Πατρὸς τεκοῦσα τὸν πρὸ αἰώνων Λόγον.Ὡς ηὐδόκησεν αὐτός, ἐσφραγισμένην,Νηδὺν διελθεῖν τῇ κενώσει τῇ ξένῃ.
Κανών α', ᾨδὴ δ', τῶν Ἁγίων
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Εἰσακήκοα Κύριε, τὴν ἀκοήν σου καὶ ἐφοβήθην, κατενόησα τὰ ἔργα σου, καὶ ἐξέστην Κύριε, ὅτι τῆς αἰνέσεως πλήρης ἡ γῆ».Σοῦ τῷ πόθῳ προσέδησαν, καρδίας Λόγε οἱ Ἀθλοφόροι, διὰ σὲ δὲ θανατούμενοι, ὡς ἀρνία ἄμωμα, μιμηταὶ τοῦ πάθους σου ὤφθησαν.Κυβερνήσαντες Ἅγιοι, πρὸς τὸν λιμένα τῆς σωτηρίας, τὰς ψυχὰς ὑμῶν ἐν Πνεύματι, ζάλην διεφύγετε, εἰδωλομανίας Μακάριοι.Ἀπερίτρεπτοι ὤφθητε, ἐν τῷ ἀγῶνι τοῦ μαρτυρίου, ἀκατάσειστοι, ἀπτόητοι, διωκτῶν τὴν ἔνστασιν, τῇ ἐνθέῳ πίστει νικήσαντες.ΘεοτοκίονΛυτρωθέντες τῷ τόκῳ σου, Εὐλογημένη, τῆς πρὶν κατάρας, εὐλογίαν ἀπειλήφαμεν, καὶ ζωὴν καὶ λύτρωσιν, οἱ σὲ Θεοτόκον δοξάζοντες.
Κανών Ἰαμβικός, ᾨδὴ ε', τῆς Ἑορτῆς
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐκ νυκτὸς ἔργων, ἐσκοτισμένης πλάνηςἹλασμὸν ἡμῖν Χριστὲ τοῖς ἐγρηγόρως,Νῦν σοι τελοῦσιν ὕμνον, ὡς εὐεργέτῃ,Ἔλθοις πορίζων εὐχερῆ τε τὴν τρίβον,Καθ' ἣν ἀνατρέχοντες, εὕροιμεν κλέος».Ἀπηνὲς ἔχθος, τὸ πρὸς αὐτὸν Δεσπότης,Τεμὼν διαμπάξ, σαρκὸς ἐν παρουσίᾳ,Ἵνα κρατοῦντος ὤλεσε ψυχοφθόρου,Κόσμον συνάπτων, ταῖς ἀΰλοις οὐσίαις,Τιθεὶς προσηνῆ, τὸν Τεκόντα τῇ κτίσει.Ὁ λαὸς εἶδεν, ὁ πρὶν ἠμαυρωμένος,Μεθ' ἡμέραν φῶς, τῆς ἄνω φρυκτωρίας·Ἔθνη Θεῷ δέ, κλῆρον Υἱὸς προσφέρει,Νέμων ἐκεῖσε τὴν ἀπόρρητον χάριν,Οὗ πλεῖον ἐξήνθησεν ἡ ἁμαρτία.
Κανών α', ᾨδὴ ε', τῶν Ἁγίων
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὸ φαεινὸν ἡμῖν ἐξανάτειλον, φῶς τὸ ἀπρόσιτον, τοῖς ὀρθρίζουσιν ἐπὶ τὰ κρίματα τῶν ἐντολῶν σου, Δέσποτα φιλάνθρωπε, Χριστὲ ὁ Θεὸς ἡμῶν».Λαμπροφανῶς ἡ μνήμη ἐπέλαμψε τῶν Ἀθλοφόρων σου, καὶ ἐφώτισε τῆς γῆς τὰ πέρατα, ταῖς τῶν θαυμάτων, θείαις διαδόσεσι, Χριστὲ ὁ Θεὸς ἡμῶν.Ἱερουργοὶ θυσίαν προσάγοντες, θύματα τέλεια, προσηνέχθησαν ὁλοκαυτούμενοι, σὺν πᾶσιν ἄλλοις, πλείοσι συμμάρτυσι, Χριστὸν μεγαλύνοντες.Ναοὶ Θεοῦ ὑπάρχοντες Ἅγιοι, διὰ βαπτίσματος, τέλος ἅγιον, ὁμοῦ ἐδέξασθε, ἐν οἴκῳ θείῳ καὶ πρὸς ἐπουράνιον, Ναὸν ἀνηνέχθητε.ΘεοτοκίονἽνα Θεὸς τοῖς ἄνω συνάψειε, τοὺς ὀλισθήσαντας, παραβάσεως εἰς μέγα βάραθρον, τὴν σὴν γαστέρα ᾤκησε Πανάχραντε, καὶ σάρξ ἐχρημάτισε.
Κανών Ἰαμβικός, ᾨδὴ ς', τῆς Ἑορτῆς
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ναίων Ἰωνᾶς, ἐν μυχοῖς θαλαττίοις,Ἐλθεῖν ἐδεῖτο, καὶ ζάλην ἀπαρκέσαι.Νυγεὶς ἐγὼ δέ, τῷ τυραννοῦντος βέλει,Χριστὲ προσαυδῶ, τὸν κακῶν ἀναιρέτην,Θᾶττον μολεῖν σε τῆς ἐμῆς ῥαθυμίας».Ὃς ἦν ἐν ἀρχῇ, πρὸς Θεὸν Θεὸς Λόγος,Νυνὶ κρατύνει, μὴ σθένουσαν τὴν πάλαι,Ἰδὼν φυλάξαι, τὴν καθ ἡμᾶς οὐσίαν,Καθεὶς ἑαυτὸν δευτέρᾳ κοινωνίᾳΑὖθις προφαίνων, τῶν παθῶν ἐλευθέραν.Ἷκται δι' ἡμᾶς, Ἀβραὰμ ἐξ ὀσφύος,Λυγρῶς πεσόντας, ἐν σκότει τῶν πταισμάτων,Υἱοὺς ἐγεῖραι, τῶν κάτω νενευκότων,Ὁ φῶς κατοικῶν, καὶ φάτνην παρ' ἀξίαν.Νῦν εὐδοκήσας, εἰς βροτῶν σωτηρίαν.
Κανών α', ᾨδὴ ς', τῶν Ἁγίων
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὸν προφήτην Ἰωνᾶν, ἐκμιμούμενος βοῶ· Τὴν ζωήν μου ἀγαθέ, ἐλευθέρωσον φθορᾶς, καὶ σῶσόν με, Σωτὴρ τοῦ κόσμου, κράζοντα· Δόξα σοι».Κορυφαῖος ἱεροῦ, ἐχρημάτισας λαοῦ, καὶ προέπεμψας αὐτόν, ἐν χαρᾷ πρὸς οὐρανόν, ἀθλήσαντα, Ἱερομάρτυς Ἄνθιμε Ὅσιε.Ὡς χρυσίον καθαρόν, ἀναμέσον τοῦ πυρός, ἡ εὐσέβεια ὑμῶν, Ἀθληταὶ τοῦ Ἰησοῦ, ἐγνώρισται, ἡλίου πλέον ἐναπαστράπτουσα.Νεκρωθέντες τῇ σαρκί, τὴν ζωὴν τὴν ἀληθῆ, ἐκληρώσασθε σοφοί, συνυπάρχοντες Χριστῷ, τῷ δείξαντι, δυνατωτέρους ὑμᾶς κολάσεων.ΘεοτοκίονΜετὰ τόκον ἀληθῶς, ὡς πρὸ τόκου Μαριάμ, τῇ δυνάμει τοῦ ἐκ σοῦ, σαρκωθέντος, Ἰησοῦ, διέμεινας, Παρθένος, ὄντως, θαῦμα παράδοξον!Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Τὸν προφήτην Ἰωνᾶν, ἐκμιμούμενος βοῶ. Τὴν ζωήν μου ἀγαθέ, ἐλευθέρωσον φθορᾶς, καὶ σῶσόν με, Σωτὴρ τοῦ κόσμου, κράζοντα· Δόξα σοι».
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΚΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Δισμυρίων, τῶν ἐν Νικομηδείᾳ καέντων.ΣτίχοιὩς προσφοραὶ σοι Σῶτερ ἐξωπτημέναι,Οἱ Δισμύριοι τοῦ νεὼ κεῖνται μέσον.Ἀνέρας ὀγδοάτῃ κτάνεν εἰκάδι Δισμυρίους πῦρ.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν ἁγίων Μαρτύρων, τῶν ἀπὸ τῆς Συγκλήτου, ἔξω τῆς πυρᾶς ἀπολειφθέντων, καὶ τελειωθέντων.Ὁ Ἅγιος Ἴνδης, ἐν τῇ θαλάσση βληθείς, τελειοῦται.ΣτίχοιἼνδην ἀκούω τοῦ βίου λαβεῖν πέρας,Ἄκρον καταντήσαντα πρὸς βυθοῦ πέρας.Οἱ ἅγιοι Γοργόνιος καὶ Πέτρος ἐν τῇ θαλάσσῃ τελειοῦνται.ΣτίχοιΠόντος καλύπτει Γοργόνιον καὶ Πέτρον,Μνήμη δὲ τούτων οὐ καλύπτεται χρόνῳ.Ὁ Ἅγιος Μάρτυς Ζήνων ξίφει τελειοῦται.ΣτίχοιΖήνων κεφαλὴν τέμνεται διὰ ξίφους,Μὴ προσκυνεῖν ἄγαλμα τοῦ Ζηνὸς θέλων.Ὁ Ἅγιος Μάρτυς Μαρδόνιος πυρὶ τελειοῦται.ΣτίχοιΚαὶ Μαρδόνιον Μαρτύρων ἔγνων ἕνα,Στέργοντα Χριστόν, καὶ στέργοντα πῦρ φλέγον.Ὁ Ἅγιος Δωρόθεος, ὁ Πρεπόσιτος, ξίφει τελειοῦται.Στίχοιὁ Δωρόθεος, τὴν κεφαλήν μου, λέγει,Δῶρον κομίζω τῷ Θεῷ τετμημένην.Ὁ ἅγιος Θεόφιλος ὁ Διάκονος λιθοβοληθεὶς τελειοῦται.ΣτίχοιἈπόγραφε βληθέντα συχνοῖς τοῖς λίθοις,Καὶ Θεόφιλον συλλόγῳ Θεοῦ φίλων.Ὁ Ἅγιος Μυγδόνιος βόθρῳ ἐγχωσθείς, τελειοῦται.ΣτίχοιΚἂν χωννύηται Μυγδόνιος ἐν βόθρῳἘγνωσμένος τοῖς πᾶσι Μάρτυς τυγχάνει.Ὁ Ἅγιος Γλυκέριος, ὁ Πρεσβύτερος, πυρὶ τελειοῦται.ΣτίχοιὉ Γλυκέριος, εἰς τὸ πῦρ βεβλημένος,Ἔφη, Γλυκὺς μοι τῆς τελευτῆς ὁ τρόπος.Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Δόμνα, ξίφει τμηθεῖσα, τῷ πυρὶ τελειοῦται.ΣτίχοιἝκτην συνάπτω ταῖς φρονίμοις Παρθένοις,Τὴν ψευδόμωρον Δόμναν ἐκτετμημένην.Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον, καὶ σῶσον ἡμᾶς. Ἀμήν.
Κανών Ἰαμβικός, ᾨδὴ ζ', τῆς Ἑορτῆς
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τῷ παντάνακτος ἐξεφαύλισαν πόθῳ,Ἄπλητα θυμαίνοντος ἠγκιστρωμένοι,Παῖδες τυράννου δύσθεον γλωσσαλγίαν,Οἷς εἴκαθε πῦρ ἄσπετον, τῷ Δεσπότῃ,Λέγουσιν· Εἰς αἰῶνας εὐλογητὸς εἶ».Ὑπηρέτας μὲν ἐμμανῶς καταφλέγει,Σῴζει δὲ παφλάζουσα ῥοιζηδὸν νέους,Ταῖς ἑπταμέτροις καύσεσι πυργουμένη,Οὓς ἔστεφε φλόξ, ἄφθονον τοῦ Κυρίου,Νέμοντος, εὐσεβείας ἕνεκα, δρόσον.Ἀρωγὲ Χριστέ, τὸν βροτοῖς ἐναντίον,Πρόβλημα τὴν σάρκωσιν ἀρρήτως ἔχων,ᾜσχυνας, ὄλβον τῆς θεώσεως φέρων,Μορφούμενος νῦν· ἧς τινος δι' ἐλπίδα,Ἄνωθεν εἰς κευθμῶνας ἤλθομεν ζόφου.Τὴν ἀγριωπόν, ἀκρατῶς γαυρουμένην,Ἄσεμνα βακχεύουσαν ἐξοιστρουμένου,Κόσμου καθεῖλες πανσθενῶς ἁμαρτίαν·Οὓς εἵλκυσε πρίν, σήμερον τῶν ἀρκύων,Σῴζεις δέ, σαρκωθεὶς ἑκὼν Εὐεργέτα.
Κανών α', ᾨδὴ ζ', τῶν Ἁγίων
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τοὺς ἐν καμίνῳ Παῖδάς σου Σωτήρ, οὐχ ἥψατο, οὐδὲ παρηνώχλησε τὸ πῦρ· τότε οἱ τρεῖς ὡς ἐξ ἑνὸς στόματος, ὕμνουν καὶ εὐλόγουν λέγοντες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».Ἀποσκοποῦντες μόνα τὰ ἐκεῖ, Μακάριοι μένοντα, δυνάμει θεϊκῇ, ὥσπερ οἱ τρεῖς ἐν Βαβυλῶνι θεῖοι Παῖδες, τοῦ πυρὸς ἀνώτεροι, ὤφθητε θείῳ φωτὶ καταλαμπόμενοι.Ῥῆμα Τυράννου ἄλογον Σοφοί, φαυλίσαντες, σὺν ἱερωτάταις γυναιξί, καὶ κομιδῇ ὡς ἀληθῶς, θείοις νηπίοις, προσφοραὶ ὁλόκληροι, τῷ Βασιλεῖ τοῦ παντὸς προσανηνέχθητε.Τὸν φωτισμὸν τῆς γνώσεως Χριστοῦ, προσφέροντες ἔνδον ἐν ψυχῇ πανευλαβῶς, τὸ σκοτεινὸν τῆς ἀθεΐας νέφος ὄντως, Ἀθληταὶ διήλθετε, καὶ εἰς αἰώνιον φῶς μετεβιβάσθητε.ΘεοτοκίονὙψηλοτέρα ὤφθης οὐρανῶν κυήσασα, πάντων τὸν Δεσπότην καὶ Θεόν, ὃν ἐκτενῶς, καθικετεύουσα μὴ παύσῃ, Παναγία ἄχραντε σῶσαι, τοὺς πίστει θερμῇ δοξολογοῦντάς σε.
Κανών Ἰαμβικός, ᾨδὴ η', τῆς Ἑορτῆς
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Μήτραν ἀφλέκτως εἰκονίζουσι Κόρης,Οἱ τῆς παλαιᾶς πυρπολούμενοι νέοι,Ὑπερφυῶς κύουσαν, ἐσφραγισμένην.Ἄμφω δὲ δρῶσα, θαυματουργίᾳ μιᾷ,Λαοὺς πρὸς ὕμνον ἐξανίστησι χάρις».Λύμην φυγοῦσα τοῦ θεοῦσθαι τῇ πλάνῃ,Ἄληκτον ὑμνεῖ τὸν κενούμενον Λόγον.Νεανικῶς ἅπασα σὺν τρόμῳ κτίσις,Ἄδοξον εὖχος δειματουμένη φέρειν,Ῥευστὴ γεγῶσα, κἂν σοφῶς ἐκαρτέρει.Ἥκεις πλανῆτιν πρὸς νομὴν ἐπιστρέφων,Τὴν ἀνθοποιὸν ἐξ ἐρημαίων λόφων,Ἡ τῶν ἐθνῶν ἔγερσις, ἀνθρώπων φύσιν·Ῥώμην βιαίαν τοῦ βροτοκτόνου σβέσαι,Ἀνὴρ φανείς τε, καὶ Θεὸς προμηθείᾳ.
Κανών α', ᾨδὴ η', τῶν Ἁγίων
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὸν τοὺς ὑμνολόγους ἐν καμίνῳ διασώσαντα Παῖδας, καὶ τὴν βροντόφλογον κάμινον, μεταβαλόντα εἰς δρόσον, Χριστὸν τὸν Θεὸν ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».Ῥέουσιν ἐνθέου εὐωδίας, ἰαμάτων τὰ μύρα, Μαρτύρων τὰ λείψανα, καὶ παθῶν δυσωδίαν ξηραίνουσι, τῶν πίστει ἀνυμνολογούντων, Χριστὸν εἰς τοὺς αἰῶνας.Ὤφθητε ὡς ῥόδα Ἀθλοφόροι, ὡραιότατα μέσον, περιχεόμενοι τοῦ πυρός, καὶ προθύμως ἐκράζετε· Ὑμνεῖτε καὶ ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.Νεανίσκοι ἅμα καὶ Παρθένοι, καὶ πρεσβῦται καὶ νέοι, Ἅγια Νήπια, γυναικῶν τε πληθὺς ἀναρίθμητος, τῆς ἄνω ἔτυχον χορείας, ὁμοῦ ἐνηθληκότες.ΘεοτοκίονἸεζεκιὴλ σε πύλην βλέπει, κεκλεισμένην Παρθένε, δι' ἧς διώδευσεν, Ἰησοῦς, ὁ σκηνώσας ἐν μήτρᾳ σου, καὶ σάρκα ἐκ τῶν σῶν αἱμάτων, φορέσας ἀσυγχύτως.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Τὸν τοὺς ὑμνολόγους ἐν καμίνῳ διασώσαντα Παῖδας, καὶ τὴν βροντόφλογον κάμινον, μεταβαλόντα εἰς δρόσον, Χριστὸν τὸν Θεὸν ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».
Κανών Ἰαμβικός, ᾨδὴ θ', τῆς Ἑορτῆς
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Σήμερον ἡ Παρθένος, τίκτει τὸν Δεσπότην, ἔνδον ἐν τῷ Σπηλαίῳ. «Στέργειν μὲν ἡμᾶς, ὡς ἀκίνδυνον φόβῳ,Ῥᾷον σιωπήν, τῷ πόθῳ δὲ Παρθένε,Ὕμνους ὑφαίνειν, συντόνως τεθηγμένους,Ἐργῶδές ἐστιν, ἀλλὰ καὶ Μήτηρ σθένος,Ὅση πέφυκεν ἡ προαίρεσις δίδου».Σήμερον ὁ Δεσπότης, τίκτεται ὡς βρέφος, ὑπὸ Μητρὸς Παρθένου. «Στέργειν μὲν ἡμᾶς, ὡς ἀκίνδυνον φόβῳ,Ῥᾷον σιωπήν, τῷ πόθῳ δὲ Παρθένε,Ὕμνους ὑφαίνειν, συντόνως τεθηγμένους,Ἐργῶδές ἐστιν, ἀλλὰ καὶ Μήτηρ σθένος,Ὅση πέφυκεν ἡ προαίρεσις δίδου».Δόξα...Μεγάλυνον ψυχή μου, τῆς τρισυποστάτου, καὶ ἀδιαιρέτου, Θεότητος τὸ κράτος. Τύπους ἀφεγγεῖς καὶ σκιὰς παρηγμένας,Ὦ Μῆτερ ἁγνή, τοῦ Λόγου δεδορκότες,Νέου φανέντος, ἐκ πύλης κεκλεισμένης,Δοξούμενοί τε, τῆς ἀληθείας φάος,Ἐπαξίως σὴν εὐλογοῦμεν γαστέρα.Καὶ νῦν...Μεγάλυνον ψυχή μου, τὴν λυτρωσαμένην, ἡμᾶς ἐκ τῆς κατάρας. Πόθου τετευχώς, καὶ Θεοῦ παρουσίας,Ὁ χριστοτερπὴς λαὸς ἠξιωμένος,Νῦν ποτνιᾶται τῆς παλιγγενεσίας.Ὡς ζωοποιοῦ· τὴν χάριν δὲ Παρθένε,Νέμοις ἄχραντε, προσκυνῆσαι τὸ κλέος.
Κανών α', ᾨδὴ θ', τῶν Ἁγίων
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὴν φωτοφόρον νεφέλην, ἐν ᾗ ὁ πάντων Δεσπότης, ὡς ὑετὸς ἐξ οὐρανοῦ, ἐπὶ πόκον κατῆλθε, καὶ ἐσαρκώθη δι' ἡμᾶς, γενόμενος ἄνθρωπος ὁ ἄναρχος, μεγαλύνομεν πάντες, ὡς Μητέρα, τοῦ Θεοῦ ἡμῶν ἁγνήν».Ὡς ἐθελόθυτοι ἄρνες, ὡλοκαυτώθητε ἅμα, καὶ ὡς θυσία καθαρά, τῷ τυθέντι Δεσπότῃ, ὑπὲρ ἡμῶν τῶν γηγενῶν, καλλίνικοι Μάρτυρες, προσήχθητε, καὶ στεφάνους τῆς νίκης, ἐπαξίως, ἐκομίσασθε ὁμοῦ.Σὺν τοῖς Ἁγίοις Προφήταις, σὺν τοῖς σεπτοῖς Ἀποστόλοις, σὺν τοῖς χοροῖς τῶν ἐκλεκτῶν, καὶ ἁγίοις Ἀγγέλοις, πληθὺς Μαρτύρων εὐκλεῶν, Κυρίου δεήθητε, τοῦ σώζεσθαι, πειρασμῶν καὶ κινδύνων, τοὺς ἐν πίστει, μακαρίζοντας ὑμᾶς.Ἡλιακῶν λαμπηδόνων, ἡ ἱερὰ ὑμῶν μνήμη, πλέον ἐκλάμπει Ἀθληταί, τῶν δαιμόνων τὸ σκότος, ἀποδιώκουσα ἀεί, καὶ πάντας φωτίζουσα, Πανεύφημοι, τοὺς ἐν πίστει καὶ πόθῳ, κατὰ χρέος, μακαρίζοντας ὑμᾶς.ΘεοτοκίονΦῶς ἡ τεκοῦσα τὸ θεῖον, τὸ ἐκ Πατρὸς ἀναλάμψαν, τὴν σκοτισθεῖσάν μου ψυχήν, ταῖς ἀπάταις τοῦ βίου, καὶ γεγονυῖαν τῶν ἐχθρῶν, Πανάμωμε παίγνιον, οἰκτείρησον, καὶ φωτὶ μετανοίας, σωτηρίου, καταξίωσον Ἁγνή.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Τὴν φωτοφόρον νεφέλην, ἐν ᾗ ὁ πάντων Δεσπότης, ὡς ὑετὸς ἐξ οὐρανοῦ, ἐπὶ πόκον κατῆλθε, καὶ ἐσαρκώθη δι' ἡμᾶς, γενόμενος ἄνθρωπος ὁ ἄναρχος, μεγαλύνομεν πάντες, ὡς Μητέρα, τοῦ Θεοῦ ἡμῶν ἁγνήν».
Ἐξαποστειλάριον τῶν Ἁγίων
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Πληθὺς Μαρτύρων πάντιμε, καὶ φάλαγξ θεοσύλλεκτε, τῶν Δυσμυρίων ἁγίων, τὸν ἐκ Παρθένου τεχθέντα, Θεὸν ἐκδυσωπήσατε, ῥυσθῆναι πάσης θλίψεως, τοὺς νῦν ὑμᾶς γεραίροντας, καὶ τὴν λαμπρὰν ἐκτελοῦντας, καὶ πάμφωτον ὑμῶν μνήμην.
Ἐξαποστειλάριον τῆς Ἑορτῆς
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Εἰκόνος ἧς μετέλαβον, θεουργικῶς τῆς κρείττονος, ἐξώσθην οἴμοι ὁ τλήμων! δι' ἀκρασίας τῆς πάλαι, σὺ δὲ Χριστὲ ὡς εὔσπλαγχνος, ἀρρήτως κοινωνήσας μοι, τοῦ χείρονος μετείληφας, καινοποιήσας Σωτὴρ με, Παρθενικῶν ἐξ αἱμάτων.
Εἰς τοὺς Αἴνους, Στιχηρὰ Προσόμοια.
Στιχηρὰ Προσόμοια
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσιν ΤΟ ΑΚΟΥΤΕ
Τῆς οἰκείας χρηστότητος, ὁ Δεσπότης βουλόμενος, τοῖς ἀνθρώποις τὸν πλοῦτόν σου ὁ φιλάνθρωπος, καθυποδεῖξαι τὸ φύραμα, τὸ τούτων ἀνέλαβες, καὶ ἐτέχθης ἐν σαρκί· καὶ τὸ Σπήλαιον ᾤκησας, ἵνα ἅπαντας, οὐρανίους ποιήσῃς ἀνυψώσας, τοὺς αἰνοῦντας καὶ ὑμνοῦντας, τὴν σὴν ἀνέκφραστον Γέννησιν.
Ἦχος δ'
Τῇ δυνάμει νευρούμενοι, καὶ στερρῶς κρατυνόμενοι, καὶ ἐνισχυόμενοι τοῦ Παντάνακτος, ἐν ἀσθενείᾳ τῆς φύσεως, ἀήττητοι Μάρτυρες, τὸν ἀρχέκακον ἐχθρόν, κραταιῶς ἐνικήσατε, καὶ πρεσβεύετε, δωρηθῆναι τῷ κόσμῳ τὴν εἰρήνην, καὶ πιστοῖς τὴν σωτηρίαν, ὡς ἀντιλήπτορες μέγιστοι.
Ἦχος δ'
Ἐν τοῖς λόγοις Φιλόθεος, καὶ ἐν ἔργοις Δωρόθεος, καὶ θεῖος Μαρδόνιος, καὶ Γοργόνιος, σὺν τῷ Σεκούνδῳ καὶ Πέτρῳ τε, καὶ Ἴνδῃ ἠρίστευσαν, καὶ ἐχθροῦ παρεμβολάς, ἐτροπώσαντο χαίροντες, καὶ πρεσβεύουσιν, ἐκ παντοίων κινδύνων λυτρωθῆναι, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν σεπτὴν αὐτῶν πανήγυριν.
Θεοτοκίον
Ἦχος πλ. α'
Ἀκατάληπτον τὸ τελούμενον, ἐν Βηθλεὲμ σήμερον μυστήριον! ὁ ἀόρατος ὁρᾶται, ὁ ἄσαρκος σαρκοῦται, ὁ Λόγος παχύνεται, καὶ ὁ Ὢν γίνεται ὃ οὐκ ἦν. Παρθένος τίκτει ἐν Σπηλαίῳ βρέφος νέον, τὸν Πλάστην τῆς φύσεως· φάτνη ἐκτυποῦται, εἰς θρόνον ἐπουράνιον, κτήνη ἀπεικάζει, χερουβικὴν παράστασιν, Ποιμένες θαυμάζουσι· Μάγοι δῶρα προσφέρουσιν. Ἄγγελοι ἀνυμνοῦντες λέγουσι· Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη· ἐν ἀνθρώποις γὰρ εὐδόκησεν ἀναλλοιώτως ὁ Ἐμμανουήλ.
Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς.Ἦχος πλ. β' Αἱ Ἀγγελικαὶ ΤΟ ΑΚΟΥΤΕἌγει ἑορτήν, ἐν χαρᾷ πᾶσα ἡ Κτίσις, καὶ οἱ οὐρανοί, σὺν ἡμῖν ἀγαλλιῶνται· ἐν φάτνῃ γὰρ ὁ Κτίστης, ἐκ Παρθένου τικτόμενος, καὶ ἐν Βηθλεὲμ τῆς Ἰουδαίας, βρέφος νῦν ὡράθη παραδόξως, πρὸς ὃν εἴπωμεν· Εὐλογημένος ὁ τεχθείς, Θεὸς ἡμῶν δόξα σοι.Στίχ. Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.Νέον δι' ἡμᾶς, Ἰησοῦ ὤφθης παιδίον, ὁ ἐκ τοῦ Πατρὸς πρὸ αἰώνων ἀνατείλας, παλαιωθέντας πάλαι, παραβάσει βουλόμενος, πάντας καινουργῆσαι τοὺς ἀνθρώπους· διὸ σοι πάντες εὐχαρίστως, ἀεὶ κράζομεν· Εὐλογημένος ὁ τεχθείς, Θεὸς ἡμῶν δόξα σοι.Στίχ. Ἐκ γαστρὸς πρὸ Ἑωσφόρου ἐγέννησά σε, ὤμοσε Κύριος, καὶ οὐ μεταμεληθήσεται. Σὺ Ἱερεὺς εἰς τὸν αἰῶνα, κατὰ τὴν τάξιν Μελχισεδέκ.Ὕμνησαν Χριστόν, ἐκ Παρθένου προελθόντα, ὄρη καὶ βουνοί, καὶ κοιλάδες καὶ πεδία, ἀστὴρ δὲ τοῦτον Μάγοις, οὐρανόθεν ὑπέδειξε, κείμενον ὡς βρέφος ἐν σπηλαίῳ, σάρκα δουλικὴν ἠμφιεσμένον, πρὸς ὃν κράζομεν· Εὐλογημένος ὁ τεχθείς, Θεὸς ἡμῶν δόξα σοι.
Δοξαστικὸν
Ἦχος πλ. β'
Αἱ Ἀγγελικαὶ ΤΟ ΑΚΟΥΤΕ
Τίς σου ἡ πολλή, καὶ ἀνείκαστος πτωχεία, δι' ἧς ὁ Ἀδάμ, κατεπλούτησε τὰ θεῖα; ἐβόα ἡ Παρθένος, ἐν ἀγκάλαις κατέχουσα, τὸν Ἐμμανουὴλ Θεὸν καὶ Κτίστην, σάρκα ἐξ αὐτῆς ἀνειληφότα, πρὸς ὃν κράζομεν· Εὐλογημένος ὁ τεχθείς, Θεὸς ἡμῶν δόξα σοι.
Θεοτοκίον
Ἦχος πλ. β'
Αἱ Ἀγγελικαὶ ΤΟ ΑΚΟΥΤΕ
Παιδίον ὁ προών, Βασιλεὺς ὁ τῶν αἰώνων, ἐτέχθη ἑκών, καὶ Υἱὸς ἡμῶν ἐδόθη. Ἀκούσατε τὰ Ἔθνη, Ἰσραὴλ ἐνωτίσθητι, γνῶτε καὶ ἡττᾶσθε· μεθ' ἡμῶν γάρ, ὃς λεπτυνεῖ καὶ ἐκλικμήσει, ἐκ γῆς ἅπασαν, καὶ βασιλείαν καὶ ἀρχήν, αὐτῷ μὴ ὑπείκουσαν.
Ἀντίφωνον Α', Ἦχος β'Στίχ. Ἐξομολογήσομαί σοι Κύριε ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου.Στίχ. Ἐν βουλῇ εὐθέων καὶ συναγωγῇ, μεγάλα τὰ ἔργα Κυρίου.Στίχ. Ἐξεζητημένα εἰς πάντα τὰ θελήματα αὐτοῦ.Στίχ. Ἐξομολόγησις καὶ μεγαλοπρέπεια τὸ ἔργον αὐτοῦ, καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἀντίφωνον Β', Ἦχος β'Στίχ. Μακάριος ἀνήρ, ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα.Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐκ Παρθένου τεχθείς, ψάλλοντάς σοι· Ἀλληλούϊα.Στίχ. Δυνατὸν ἐν τῇ γῇ ἔσται τὸ σπέρμα αὐτοῦ.Στίχ. Δόξα καὶ πλοῦτος ἐν τῷ οἴκῳ αὐτοῦ, καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.Στίχ. Ἐξανέτειλεν ἐν σκότει φῶς τοῖς εὐθέσιν.Ἀντίφωνον Γ', Ἦχος δ'Στίχ. Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.Ἀπολυτίκιον, Ἦχος δ'Ἡ γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως· ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν, Κύριε δόξα σοι.Στίχ. Ῥάβδον δυνάμεως ἐξαποστελεῖ σοι Κύριος ἐκ Σιών.Στίχ. Μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου, ἐν ταῖς λαμπρότησι τῶν Ἁγίων σου.
Εἰς τό, ἘξαιρέτωςΚανών β', ᾨδὴ θ', τῆς Ἑορτῆς
Ἦχος α'
Καταβασία ΤΟ ΑΚΟΥΤΕ
Μεγάλυνον ψυχή μου, τὴν λυτρωσαμένην, ἡμᾶς ἐκ τῆς κατάρας.«Στέργειν μὲν ἡμᾶς, ὡς ἀκίνδυνον φόβῳ,Ῥᾷον σιωπήν, τῷ πόθῳ δὲ Παρθένε,Ὕμνους ὑφαίνειν, συντόνως τεθηγμένους,Ἐργῶδές ἐστιν, ἀλλὰ καὶ Μήτηρ σθένος,Ὅση πέφυκεν ἡ προαίρεσις δίδου».
ΚοινωνικὸνΛύτρωσιν ἀπέστειλε Κύριος τῷ λαῷ αὐτοῦ. Ἀλληλούϊα.
| TA ΜΗΝΑΙΑ | Δεκέμβριος | 28 |
Dec 29
Τῌ ΚΘ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΔΕΚΕΜΒΡΙΟΥΜνήμη τῶν Ἁγίων Νηπίων, τῶν ὑπὸ Ἡρῴδου ἀναιρεθέντων, ὧν ὁ ἀριθμὸς χιλιάδες ιδ'Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μαρκέλλου, Ἡγουμένου τῆς Μονῆς τῶν Ἀκοιμήτων.
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῶν Ἁγίων Νηπίων.
Στιχηρὰ Προσόμοια τῶν Ἁγίων Νηπίων
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσιν ΤΟ ΑΚΟΥΤΕ
Θησαυρὸν τὸν κρυπτόμενον, ἐκζητῶν ὁ παράνομος, τοὺς ἀκάκους σήμερον, Παῖδας ἔθυσε, καὶ ἡ Ῥαχὴλ ἀπαράκλητος, ὑπῆρχε τὴν ἄδικον, κατοπτεύουσα σφαγήν, καὶ τὸν ἄωρον θάνατον, οὓς ἐθρήνησε, δονουμένη τὰ σπλάγχνα, ἀλλὰ τούτους, ἐπευφραίνεται ἐν κόλποις, τοῦ Ἀβραὰμ ἄρτι βλέπουσα.
Ἦχος δ'
Βασιλέα τὸν ἄχρονον, ὑπὸ χρόνον γενόμενον, βασιλεὺς παράνομος ἐπεζήτησε, καὶ μὴ εὑρὼν ἀνελεῖν αὐτόν, τῶν Παίδων ἐθέρισεν, ἀπειρόκακον πληθύν, οὓς εἰργάσατο· Μάρτυρας, ὡς οὐκ ᾤετο, καὶ πολίτας τῆς ἄνω βασιλείας, τὴν αὐτοῦ εἰς τοὺς αἰῶνας, παραφροσύνην ἐλέγχοντας.
Ἦχος δ'
Ἐκ Παρθένου τεχθέντι σοι, προαιώνιε Κύριε, καὶ δι' ἀγαθότητα νηπιάσαντι, χορὸς Νηπίων προσήνεκται· Μαρτύρων ἐν αἵματι, τὴν ἀθόλωτον ψυχήν λαμπρυνθείς δικαιότατα· ἃ κατῴκισας, εἰς Μονὰς ἀειζώους, τὴν Ἡρῴδου, στηλιτεύοντα κακίαν, καὶ ὠμοτάτην παράνοιαν.
Στιχηρὰ τοῦ Ὁσίου
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσιν ΤΟ ΑΚΟΥΤΕ
Ἐγκρατείας ὑπόδειγμα, ἀνεδείχθης Μονάζουσι, θεοφόρε Μάρκελλε καὶ ἀσκήσεως, ὑπογραμμὸς ταπεινώσεως, στῦλος ἐπαιρόμενος, ἀπὸ γῆς πρὸς οὐρανόν, καὶ ἁγνείας συνόμιλος, ἡσυχίας τε, ἀληθοῦς ὄντως φύλαξ, καὶ ἀνδρείας, στήλη ἔμψυχος κανών τε, πρὸς ἀρετὴν ἀκριβέστατος.
Ἦχος δ'
Θεωρίας τῆς κρείττονος, ἐπιβὰς Πάτερ Μάρκελλε, τὰ γεώδη ἅπαντα καὶ ἐπίκηρα, καὶ περιὼν ἐν τῷ σώματι, παρεῖδες καὶ ἄϋλον, πολιτείαν ἐπὶ γῆς, ἐπεσπάσω δοξάζων Χριστόν· ὃν ἱκέτευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου.
Ἦχος δ'
Τὴν ψυχὴν καὶ τὸ σῶμά σου, ταῖς ἐνθέοις ἐπτέρωσας, ἀρεταῖς ὦ Μάρκελλε, καὶ συνόμιλος, τῶν Ἀσωμάτων γεγένησαι, γηΐνων ἀμέτοχος, ἐνδεικνύμενος τερπνῶν, διὰ πόθον τοῦ Κτίστου σου· ὃν ἱκέτευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου.
Δοξαστικὸν, Τῶν Ἁγίων
Ἦχος πλ. δ'
Ἀνδρέου Κρήτης
Ἡρῴδης ὁ παράνομος, θεωρῶν τὸν ἀστέρα, ὑπὲρ πᾶσαν κτίσιν λαμπρότερον, ἐταράττετο, καὶ γαλακτοτροφούμενα Βρέφη, ἐξ ἀγκαλῶν μητρικῶν ἀφήρπαζεν. Ἡ δὲ Ἐλισάβετ, λαβοῦσα τὸν Ἰωάννην, πέτραν παρεκάλει. Δέξαι Μητέρα μετὰ τέκνου. Ὄρος ἐδέξατο τὸν Πρόδρομον, φάτνη ἐφύλαττε τὸν θησαυρόν, ὃν ἀστὴρ ἐμήνυσε, Μάγοι προσεκύνουν, Κύριε δόξα σοι.
Τῆς Ἑορτῆς
Ἦχος πλ. δ'
Παράδοξον μυστήριον, οἰκονομεῖται σήμερον! καινοτομοῦνται φύσεις, καὶ Θεὸς ἄνθρωπος γίνεται· ὅπερ ἦν μεμένηκε, καὶ ὃ οὐκ ἦν προσέλαβεν, οὐ φυρμὸν ὑπομείνας, οὐδὲ διαίρεσιν.
Ἀπόστιχα Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς.Ἦχος πλ. β'Τριήμερος ἀνέστης Χριστὲ ΤΟ ΑΚΟΥΤΕΜυστήριον φρικῶδες ὁρῶ· Θεὸς γὰρ ὁ κατέχων δρακί, πᾶσαν κτίσιν, περιέχεται σαρκί, ἐν φάτνῃ τῶν ἀλόγων, καὶ ῥάκει σπαργανοῦται, ὁ σπαργανῶν ὁμίχλῃ θάλασσαν.Στίχ. Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.Ὁ ἄσαρκος σαρκοῦται Θεός, καὶ ἄρχεται ὁ ἄναρχος, καὶ ὁ πλήρης, νῦν κενοῦται ἐν σμικρῷ, Σπηλαίῳ ἐκ Παρθένου, καὶ βρέφος γαλουχεῖται, ὁ διατρέφων πνοὴν ἅπασαν.Στίχ. Ἐκ γαστρὸς πρὸ Ἑωσφόρου ἐγέννησά σε, ὤμοσε Κύριος, καὶ οὐ μεταμεληθήσεται. Σὺ Ἱερεὺς εἰς τὸν αἰῶνα, κατὰ τὴν τάξιν Μελχισεδέκ.Σκιρτῶσι τῇ γεννήσει Χριστοῦ, Ποιμένες καὶ δοξάζουσι, σὺν Ἀγγέλοις, καὶ ἀστὴρ δορυφορεῖ, καὶ Μάγοι προσκυνοῦσι, καὶ ἄνθρωποι σωθέντες, τὴν Θεοτόκον μεγαλύνουσι.
Δοξαστικὸν, Τῶν Ἁγίων
Ἦχος πλ. δ'
Ἀνδρέου Κρήτης
Τοῦ Ἰησοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας, τῶν Ἰουδαίων τὸ κράτος κατήργηται. Σκιρτάτω τὰ Νήπια, ὑπὲρ Χριστοῦ σφαττόμενα, Ἰουδαία ὀδυρέσθω· φωνὴ γάρ ἠκούσθη ἐν Ῥαμᾷ, Ῥαχὴλ κλαίουσα, τὰ τέκνα αὐτῆς. Βρέφη γὰρ Ἡρῴδης ἀνελὼν ὁ παράνομος, ἀπεπλήρου τὴν Γραφήν, τὴν Ἰουδαίαν ἐμπιπλῶν ἀθώου αἵματος· καὶ ἡ γῆ μὲν ἠρυθραίνετο τοῖς τῶν Νηπίων αἵμασιν· ἡ ἐξ Ἐθνῶν δὲ ἐκκλησία, μυστικῶς ἁγνίζεται, καὶ στολὴν ἐνδύεται. Ἦλθεν ἡ ἀλήθεια, ὁ Θεὸς ἐπέφανε, τοῖς ἐν σκιᾷ καθημένοις, ἐκ Παρθένου γεννηθείς, εἰς τὸ σῶσαι ἡμᾶς.
Τῆς Ἑορτῆς
Ἦχος πλ. δ'
Κύριε, ἐν Βηθλεὲμ παραγέγονας, ἐν τῷ Σπηλαίῳ παρῴκησας, ὁ οὐρανὸν τὸν θρόνον ἔχων, ἐν φάτνῃ ἀνεκλίθης, ὃν στρατιαὶ κυκλοῦσιν Ἀγγέλων, Ποιμέσι συγκατέβης, ἵνα σώσῃς ὡς εὔσπλαγχνος τὸ γένος ἡμῶν δόξα σοι.
Ἀπολυτίκιον τῶν Ἁγίων
Ἦχος α' ΤΟ ΑΚΟΥΤΕ
Τὰς ἀλγηδόνας τῶν Ἁγίων, ἃς ὑπὲρ σοῦ ἔπαθον, δυσωπήθητι Κύριε, καὶ πάσας ἡμῶν τὰς ὀδύνας, ἴασαι φιλάνθρωπε δεόμεθα.
Ἀπολυτίκιον τοῦ Ὁσίου
Ἦχος πλ. δ' ΤΟ ΑΚΟΥΤΕ
Ἐν σοὶ Πάτερ ἀκριβῶς διεσώθη τὸ κατ' εἰκόνα· λαβὼν γὰρ τὸν σταυρόν, ἠκολούθησας τῶ Χριστῷ καὶ πράττων ἐδίδασκες· ὑπερορᾶν μὲν σαρκός, παρέρχεται γάρ, ἐπιμελεῖσθαι δὲ ψυχῆς πράγματος ἀθανάτου. Διὸ καὶ μετὰ Ἀγγέλων συναγάλλεται, Ὅσιε Μάρκελλε τὸ πνεῦμά σου.
Ἀπολυτίκιον τῆς Ἑορτῆς
Ἦχος δ'
Ἡ γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῶ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως· ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν, Κύριε δόξα σοι.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα τῆς Ἑορτῆς
Ἦχος πλ. δ'
Τὸ προσταχθὲν μυστικῶς ΤΟ ΑΚΟΥΤΕ
Ἀγαλλιάσθω οὐρανός, γῆ εὐφραινέσθω, ὅτι ἐτέχθη ἐπὶ γῆς, ὁ Ἀμνὸς τοῦ Θεοῦ, παρέχων τῶ κόσμῳ τὴν ἀπολύτρωσιν. Ὁ Λόγος, ὁ ἐν τοῖς κόλποις ὢν τοῦ Πατρός, προῆλθεν ἐκ τῆς Παρθένου, ἄνευ σπορᾶς, ὃν οἱ Μάγοι ἐξίσταντο, ὁρῶντες ἐν Βηθλεέμ, τικτόμενον ὡς νήπιον, ὃν δοξάζει τὰ σύμπαντα.Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ
Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα
Ἦχος πλ. δ'
Τὴν Σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ
Οὐρανὸς μοι ἐφάνης σήμερον γῆ· ἐπὶ σοὶ γὰρ γεννᾶται ὁ Ποιητής, καὶ φάτνη ἀνακλίνεται, ἐν Βηθλεὲμ τῆς Ἰουδαίας· σὺν Ἀγγέλοις ὑμνοῦσι, καὶ Ποιμένες ἀπαύστως· Ἐν ὑψίστοις δόξα, εἰρήνη τῷ Κόσμῳ τε· εἶδον γὰρ ἀστέρα, ὁδοιποροῦντα οἱ Μάγοι, ὀξέως τε προέτρεχον, τοῦ προσάξαι τὰ δῶρα αὐτῶν, χρυσὸν σμύρναν καὶ λίβανον, ὡς πάντων ὑπάρχοντι Θεῷ, καὶ Βασιλεῖ αἰωνίῳ, καὶ Κτίστῃ τοῦ παντός, ἐν σπηλαίῳ δι' οἶκτον, ἐπιφανέντι βροτοῖς.
Ὁ Κανὼν τῆς Ἑορτῆς. Ὁ Παρὼν τοῦ κυρίου Κοσμᾶ, φέρων ἀκροστιχίδα τήνδε..Χριστὸς βροτωθεὶς ἦν ὅπερ Θεὸς μένῃ.ᾨδὴ α'
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Χριστὸς γεννᾶται, δοξάσατε. Χριστὸς ἐξ οὐρανῶν ἀπαντήσατε. Χριστὸς ἐπὶ γῆς, ὑψώθητε, ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί, ὅτι δεδόξασται».Ῥεύσαντα ἐκ παραβάσεως, Θεοῦ τὸν κατ' εἰκόνα γενόμενον, ὅλον τῆς φθορᾶς ὑπάρξαντα, κρείττονος ἑπταικότα θείας ζωῆς, αὖθις ἀναπλάττει, ὁ σοφὸς Δημιουργός, ὅτι δεδόξασται.Ἰδὼν ὁ Κτίστης ὀλλύμενον, τὸν ἄνθρωπον χερσίν, ὃν ἐποίησε, κλίνας οὐρανοὺς κατέρχεται, τοῦτον δὲ ἐκ Παρθένου θείας Ἁγνῆς, ὅλον οὐσιοῦται, ἀληθείᾳ σαρκωθείς, ὅτι δεδόξασται.Σοφία λόγος καὶ δύναμις, Υἱὸς ὢν τοῦ Πατρός, καὶ ἀπαύγασμα, Χριστὸς ὁ Θεός, δυνάμεις λαθών, ὅσας ὑπερκοσμίους, ὅσας ἐν γῇ, καὶ ἐνανθρωπήσας, ἀνεκτήσατο ἡμᾶς, ὅτι δεδόξασται.
Ὁ Κανὼν τῶν Ἁγίων Νηπίων, συνηνωμένος μετὰ τοῦ Ὁσίου, οὗ ἡ Ἀκροστιχίς.Νεογνὰ Χριστοῦ θύματα στέφω λόγοις.Ἐν δὲ τοῖς Θεοτοκίοις, Γεωργίου.ᾨδὴ α'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ, ἐν ἀβύσσῳ, ἴχνεσι, τὸν διώκτην Φαραώ, καθορῶν ποντούμενον, Θεῷ ἐπινίκιον ᾠδήν, ἐβόα ᾄσωμεν».Νεοποιεῖται ἡ κτίσις καὶ ἡ βροτῶν, φύσις ἀναπλάττεται, ἐν σαρκὶ τοῦ Ποιητοῦ, πάντων ὑπὲρ ἔννοιαν Χριστοῦ, τικτομένου ἐξ ἁγνῆς, καὶ παναχράντου Μητρός.Ἐκ στελεχῶν νεοφύτων ἡ τοῦ Χριστοῦ, Ἐκκλησία σήμερον, ὥσπερ ἄνθη εὐθαλῆ, δρεψαμένη αἵματα τερπνῶς, ἐφηδύνεται αὐτοῖς καὶ ὡραΐζεται.Οἱ ποταμοὶ τῶν αἱμάτων τῶν εὐσεβῶν, Παίδων τὴν ἀπόνοιαν, καὶ μανίαν νοητῶς, τοῦ Ἡρῴδου ἔκλυσαν· διό, ὑποβρύχιον αὐτοῦ ὤφθη τὸ θέσπισμα.Τοῦ ὉσίουΓνῶσιν δεξάμενος Πάτερ παρὰ Θεοῦ, ἀληθῆ καὶ ἄπταιστον, ἐπεζήτησας αὐτόν, διὰ βίου Μάρκελλε σεμνοῦ, καὶ ἐνθέοις ἀρεταῖς, ἐπεθεράπευσας.ΘεοτοκίονΓῆ τῆς προτέρας κατάρας τῆς ἐν Ἐδέμ, λύτρωσιν ἐδέξατο, ἐν αὐτῇ τοῦ Λυτρωτοῦ, γεννηθέντος Ἄχραντε ἐκ σοῦ, καὶ καινίσαντος αὐτήν, καὶ ἁγιάσαντος.
Κανών α', ᾨδὴ γ', τῆς Ἑορτῆς
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τῶ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς γεννηθέντι ἀρρεύστως Υἱῷ, καὶ ἐπ' ἐσχάτων ἐκ Παρθένου, σαρκωθέντι ἀσπόρως, Χριστῷ τῷ Θεῷ βοήσωμεν· ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν, ἅγιος εἶ Κύριε».Ὁ τῆς ἐπιπνοίας, μετασχὼν τῆς ἀμείνω Ἀδὰμ χοϊκός, καὶ πρὸς φθορὰν κατολισθήσας, γυναικείᾳ ἀπάτῃ, Χριστὸν γυναικὸς βοᾷ ἐξορῶν, ὁ δι' ἐμὲ κατ᾿ ἐμὲ γεγονώς, ἅγιος εἶ Κύριε.Σύμμορφος πηλίνης, εὐτελοῦς διαρτίας Χριστὲ γεγονώς, καὶ μετοχῇ σαρκὸς τῆς χείρω, μεταδοὺς θείας φύτλης, βροτὸς πεφυκώς, καὶ μείνας Θεός, καὶ ἀνυψώσας τὸ κέρας ἡμῶν, Ἅγιος εἶ Κύριε.Βηθλεὲμ εὐφραίνου, Ἡγεμόνων Ἰούδα βασίλεια· τὸν Ἰσραὴλ γὰρ ὁ ποιμαίνων, Χερουβὶμ ὁ ἐπ' ὤμων, ἐκ σοῦ προελθὼν Χριστὸς ἐμφανῶς, καὶ ἀνυψώσας τὸ κέρας ἡμῶν, πάντων ἐβασίλευσεν.
Κανών α', ᾨδὴ γ', τῶν Ἁγίων Νηπίων
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Οὐκ ἔστιν ἅγιος ὡς σύ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου Ἀγαθέ, καὶ στερεώσας ἡμᾶς, ἐν τῇ πέτρᾳ, τῆς ὁμολογίας σου».Νεφέλαι στάξατε ἐν γῇ, γλυκασμὸν εὐφροσύνης· ἐκ νεφέλης φωτὸς γάρ, ἀνέτειλεν ὁ Χριστός, ἐν Σπηλαίῳ σαρκικῶς, ὑπὲρ πᾶσαν, ἔννοιαν τικτόμενος.Ἀπημφιάσατο τὴν πρίν, τῶν ἀνθρώπων ἡ φύσις, ἀκοσμίαν καὶ κόσμον, περιέθετο τερπνόν, τοῦ κοσμήτορος αὐτῆς, ἐκ Παρθένου, σαρκὶ ἀνατείλαντος.Χορὸς θεόλεκτος βρεφῶν, ἐν σαρκὶ γεννηθέντι, προσηνέχθη τῷ Κτίστῃ, ὡς θυσία μυστική, τυθεῖσα διὰ σφαγῆς, μαρτυρίου, καὶ θείας ἀθλήσεως.Τοῦ ὉσίουῬωμαλεότητι ψυχῆς, κατ' ἐχθρῶν νοουμένων, ὁπλισθεὶς θεοφόρε, διέκοψας τὰς αὐτῶν, παρατάξεις κραταιῶς, καὶ νίκην, ἀνεδήσω Μάρκελλε.ΘεοτοκίονἘκ τῶν ἀχράντων σου Ἁγνή, καὶ τιμίων αἱμάτων, σαρκωθεὶς ἀπορρήτως, ὁ Λόγος ὁ τοῦ Θεοῦ, ἀνέδειξεν ὡς Θεός, τῶν κτισμάτων, σὲ ἁπάντων Δέσποιναν.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Οὐκ ἔστιν ἅγιος ὡς σύ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου Ἀγαθέ, καὶ στερεώσας ἡμᾶς, ἐν τῇ πέτρᾳ, τῆς ὁμολογίας σου».
Κάθισμα τῶν Ἁγίων Νηπίων
Ἦχος δ'
Ἐπεφάνης σήμερον ΤΟ ΑΚΟΥΤΕ
Τῷ τεχθέντι σήμερον, ἐκ τῆς Παρθένου, τῶν Νηπίων στράτευμα, ὡς Ποιητῇ καὶ Βασιλεῖ, δεκτὰ προσάγονται σφάγια, προτεθυμένα, Χριστῷ διὰ πίστεως.Δόξα... Τοῦ Ὁσίου, ὁ αὐτὸςΤαχὺ προκατάλαβε ΤΟ ΑΚΟΥΤΕἉγνείας τοῖς ἄνθραξι, προκαθαρθεὶς τὴν ψυχήν, τὸ σῶμα ἐστόμωσας, πρὸς ἀπαθείας ἰσχύν, Πατὴρ ἡμῶν Μάρκελλε· ὅθεν καὶ ἀνεδείχθης, ἐνδιαίτημα θεῖον, νόσους ἀποδιώκων, καὶ φωτίζων τοὺς πίστει, ἀεὶ προσερχομένους σοι, καὶ εὐφημοῦντάς σε.Καὶ νῦν... Τῆς Ἑορτῆς ὍμοιονἘνθέως εὐφραίνεται ἡ κτίσις σήμερον· Χριστὸς γὰρ ὁ Κύριος, Πατρὸς ἀνάρχου Υἱός, ἐκ Κόρης γεννᾶται ἁγνῆς· ἅπαν τὸ τῶν ἀνθρώπων, γένος ἀθανατίζων, λύων τε τὴν κατάραν, τῆς προμήτορος Εὔας. Διὸ εὐχαριστοῦντες αὐτῷ, ἐν ὕμνοις δοξάσωμεν.
Κανών α', ᾨδὴ δ', τῆς Ἑορτῆς
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐξ αὐτῆς Χριστέ, ἐκ τῆς Παρθένου ἀνεβλάστησας· ἐξ ὄρους ὁ αἰνετὸς κατασκίου δασέος ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου, ὁ ἄϋλος καὶ Θεός. Δόξα τῇ δυνάμει σου Κύριε».Ὃν πάλαι προεῖπεν Ἰακώβ, ἐθνῶν ἀπεκδοχὴν Χριστέ, φυλῆς Ἰούδα ἐξανέτειλας, καὶ δύναμιν Δαμασκοῦ, Σαμαρείας σκῦλά τε, ἦλθες προνομεύσων πλάνην τρέπων, εἰς πίστιν θεοτερπῆ. Δόξα τῇ δυνάμει σου Κύριε.Τοῦ Μάντεως πάλαι Βαλαάμ, τῶν λόγων μυητὰς σοφούς, ἀστεροσκόπους χαρᾶς ἔπλησας, ἀστὴρ ἐκ τοῦ Ἰακώβ, ἀνατείλας Δέσποτα, Ἐθνῶν ἀπαρχὴν εἰσαγομένους· ἐδέξω δὲ προφανῶς, δῶρά σοι δεκτὰ προσκομίζοντας.Ὡς πόκῳ γαστρὶ Παρθενικῇ, κατέβης ὑετὸς Χριστέ, καὶ ὡς σταγόνες ἐν γῇ στάζουσαι. Αἰθίοπες καὶ θαρσεῖς, καὶ Ἀράβων νῆσοί τε, Σαβᾶ Μήδων, πάσης γῆς κρατοῦντες, προσέπεσόν σοι Σωτήρ. Δόξα τῇ δυνάμει σου Κύριε.
Κανών α', ᾨδὴ δ', τῶν Ἁγίων Νηπίων
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Χριστός μου δύναμις, Θεὸς καὶ Κύριος, ἡ σεπτὴ Ἐκκλησία θεοπρεπῶς, μέλπει ἀνακράζουσα, ἐκ διανοίας καθαρᾶς, ἐν Κυρίῳ ἑορτάζουσα».Ἰδοῦσαι Κύριε, τὴν ἐν Σπηλαίῳ σου, συγκατάβασιν τάξεις Ἀγγελικαί, φόβῳ ἐξεπλάγησαν, καὶ διανύμνησαν Χριστέ, τὸ ἀνείκαστόν σου ἔλεος.Συνέσει Κύριε, ὁ τεκτηνάμενος, πᾶσαν κτίσιν βουλήσει σωματικῶς, σεαυτὸν ἠρίθμησας, ἐν τοῖς ποιήμασι τοῖς σοῖς, καὶ ἐν τούτοις ἀναπέπαυσαι.Τὸ ξίφος ὤθησε, μανεὶς ὁ ἄνομος, καὶ παράφρων Ἡρῴδης καθ' ἑαυτοῦ, ἀνελεῖν πειρώμενος, τὸν Εὐεργέτην τοῦ παντός, καὶ ἀνώλεθρον Θεότητι.Τοῦ ὉσίουΟἱ πόνοι Ὅσιε, καὶ οἱ ἱδρῶτές σου, τῶν αἱμάτων τοῖς ῥείθροις τοῖς τῶν Βρεφῶν, κεκραμένοι Μάρκελλε, τῷ γεννηθέντι ἐν σαρκί, δῶρα τίμια προσήχθησαν.ΘεοτοκίονὩραίαν κάλλει σε, ὑπεραστράπτουσαν, τοῦ Υἱοῦ σου ἀκτῖσιν οἱ τῶν ἐθνῶν, δωροφόροι Ἄχραντε, ἰδόντες θέαμα καινόν, καὶ παράδοξον ἀνύμνησαν.
Κανών α', ᾨδὴ ε', τῆς Ἑορτῆς
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θεὸς ὢν εἰρήνης, Πατὴρ οἰκτιρμῶν, τῆς μεγάλης Βουλῆς σου τὸν Ἄγγελον, εἰρήνην παρεχόμενον ἀπέστειλας ἡμῖν· ὅθεν θεογνωσίας, πρὸς φῶς ὁδηγηθέντες, ἐκ νυκτός ὀρθρίζοντες, δοξολογοῦμέν σε Φιλάνθρωπε».Ἐν δούλοις τῷ Καίσαρος δόγματι, ἀπεγράφης πειθήσας, καὶ δούλους ἡμᾶς, ἐχθροῦ καὶ ἁμαρτίας, ἠλευθέρωσας Χριστέ, ὅλον τὸ καθ᾿ ἡμᾶς δὲ πτωχεύσας, καὶ χοϊκόν ἐξ αὐτῆς ἑνώσεως, καὶ κοινωνίας ἐθεούργησας.Ἰδοὺ ἡ Παρθένος, ὡς πάλαι φησίν, ἐν γαστρὶ συλλαβοῦσα ἐκύησε, Θεὸν ἐνανθρωπήσαντα, καὶ μένει Παρθένος· δι ἧς καταλλαγέντες Θεῷ οἱ ἁμαρτωλοί, Θεοτόκον κυρίως οὖσαν, ἐν πίστει ἀνυμνήσωμεν.
Κανών α', ᾨδὴ ε', τῶν Ἁγίων Νηπίων
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τῷ θείῳ φέγγει σου Ἀγαθέ, τὰς τῶν ὀρθριζόντων σοι ψυχάς, πόθῳ καταύγασον δέομαι, σὲ εἰδέναι Λόγε Θεοῦ, τὸν ὄντως Θεόν, ἐκ ζόφου τῶν πταισμάτων ἀνακαλούμενον».Ὑπερεκκέχυται ὁ κρατήρ, ὁ τῆς εὐσπλαγχνίας σου Χριστέ, εἰς τὰ ποιήματα ἅπαντα, καὶ ἀφθόνου ταῦτα, ἐλέους ἔπλησε, σαρκὶ ἐπιφανέντος, καὶ γεννηθέντος σου.Θύματα ἄμωμα τῷ Χριστῷ, σήμερον προσήχθησαν ὁμοῦ, καὶ μυστικῶς ἀνηνέχθησαν, ὡς πυρὶ τῷ ξίφει ὁλοκαυτούμενα, τὰ Βρέφη, καὶ τῶν θείων βραβείων ἔτυχον.Τοῦ ὉσίουὙλώδους Ὅσιε τὴν ψυχήν, σχέσεως καὶ πάσης γεηρᾶς, καὶ ἐπικήρου τερπνότητος, πόνοις ἐκκαθάρας τῆς σῆς ἀσκήσεως, ἰσάγγελος ἐδείχθης, ἐν κόσμῳ Μάρκελλε.ΘεοτοκίονῬεῖθρα ἐπήγασε νοητά, τῆς ἀθανασίας ὁ ἐκ σοῦ, σαρκὶ τεχθείς, ἐν Σπηλαίῳ Ἁγνή, καὶ τὴν τῶν ἀνθρώπων φύσιν κατήρδευσεν, ἀφθαρσίᾳ πλουτίσας, αὐτὴν ὡς εὔσπλαγχνος.
Κανών α', ᾨδὴ ς', τῆς Ἑορτῆς
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν ἐνάλιος θήρ οἷον ἐδέξατο· τῇ Παρθένῳ δέ, ἐνοικήσας ὁ Λόγος, καὶ σάρκα λαβὼν διελήλυθε φυλάξας ἀδιάφθορον· ἧς γὰρ οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν κατέσχεν ἀπήμαντον».Ἦλθε σαρκωθείς, Χριστὸς ὁ Θεὸς ἡμῶν, γαστρὸς ὃν Πατήρ, πρὸ Ἑωσφόρου γεννᾷ, τὰς ἡνίας δέ, ὁ κρατῶν τῶν ἀχράντων Δυνάμεων, ἐν φάτνῃ τῶν ἀλόγων ἀνακλίνεται, ῥάκει σπαργανοῦται, λύει δέ, πολυπλόκους σειρὰς παραπτώσεων.Νέον ἐξ Ἀδάμ, παιδίον φυράματος ἐτέχθη Υἱός, καὶ πιστοῖς δέδοται, τοῦ δὲ μέλλοντος, οὗτός ἐστιν αἰῶνος, Πατὴρ καὶ Ἄρχων, καὶ καλεῖται τῆς μεγάλης Βουλῆς Ἄγγελος· οὗτος ἰσχυρὸς Θεὸς ἐστι, καὶ κρατῶν ἐξουσίᾳ τῆς κτίσεως.
Κανών α', ᾨδὴ ς', τῶν Ἁγίων Νηπίων
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τοῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῷ κλύδωνι, τῷ εὐδίῳ λιμένι σου προσδραμών, βοῶ σοι· Ἀνάγαγε, ἐκ φθορᾶς τὴν ζωήν μου Πολυέλεε».Μύρα εὐωδέστατα, ἀναδέδωκεν ἡ γῆ, ἐν ταύτῃ ὑπὲρ ἔννοιαν, τοῦ ἀκενώτου μύρου ἐκ τῆς Ἁγνῆς, σαρκὶ ἀναβλύσαντος, καὶ βροτούς, εὐωδίας θείας πλήσαντος.Αἵμασιν ἐφοίνιξεν, ὁ Ἡρῴδης τῶν Βρεφῶν, τὴν Βηθλεὲμ ὁ δείλαιος, ἀλλὰ ταῦτα βοήσαντα πρὸς Θεόν, ἔνδικον εἰργάσαντο, τὴν αὐτοῦ καταδίκην, καὶ τὸν ὄλεθρον.Τοῦ ὉσίουΤοῦ βίου τὸ πρόσκαιρον, καὶ τὸ ἄστατον σαφῶς, κατανοήσας Μάρκελλε, πρὸς τὰ ἀεὶ ἑστῶτα τὴν τῆς ψυχῆς, ἀνύψωσας ἔφεσιν, ὧν ἐπέτυχες, πόνοις τῆς ἀσκήσεως.ΘεοτοκίονΓεννᾶται ὁ ἄχραντος, Θεὸς Λόγος ἐν γαστρί, ἐκ σοῦ ἐν χρόνῳ Ἄχραντε, ἵνα ζωὴν τὴν ἄχρονον τοῖς ἐν γῇ, καὶ λῆξιν αἰώνιον, χορηγήσῃ, καὶ δόξαν τὴν ἀκήρατον.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Τοῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῷ κλύδωνι, τῷ εὐδίῳ λιμένι σου προσδραμών, βοῶ σοι· Ἀνάγαγε, ἐκ φθορᾶς τὴν ζωήν μου Πολυέλεε».
Κοντάκιον
Ἦχος δ'
Ἐπεφάνης σήμερον ΤΟ ΑΚΟΥΤΕ
Ἀστὴρ Μάγους ἔπεμψε, πρὸς τὸν τεχθέντα, καὶ Ἡρῴδης ἄδικον, στρατὸν ἀπέστειλε κενῶς, φονοκτονῆσαι οἰόμενος, τὸν ἐν τῇ φάτνῃ ὡς Νήπιον κείμενον.
Ὁ Οἶκος
Τῶν ἄνω καὶ τῶν κάτω νῦν ὁμοῦ εὐφραινομένων, ἐν τῇ ἐπιφανείᾳ τοῦ πάντων Βασιλέως, Ἡρῴδης μόνος συναλγεῖ, σὺν τοῖς προφητοκτόνοις Ἰουδαίοις· εἰκὸς γὰρ μόνους αὐτοὺς ὀδύρεσθαι· οὐ γὰρ ἀπὸ τοῦ νῦν βασιλεύσουσιν, ἀλλ' ἡ βασιλεία τοῦ Κυρίου, καὶ ἔτι κρατήσει, τὰ θράση τῶν ἐχθρῶν ἀποκρουομένη, καὶ τὰ πλήθη τῶν πιστῶν συγκαλουμένη, μετὰ τῶν σεπτῶν Νηπίων τοῦ κατοπτεύειν, τὸν ἐν τῇ φάτνῃ ὡς Νήπιον κείμενον.
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ Κθ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν ἁγίων Νηπίων, τῶν ὑπὸ Ἡρῴδου ἀναιρεθέντων, χιλιάδων δεκατεσσάρων.ΣτίχοιΔιὰ ξίφους ἄωρα μητέρων Βρέφη,Ἀνεῖλεν ἐχθρὸς τοῦ βρεφοπλάστου Βρέφους.Νήπια ἀμφ' ἐνάτην τάμον εἰκάδι παππάζοντα.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη πάντων τῶν Χριστιανῶν καὶ ἀδελφῶν ἡμῶν τῶν ἐν λιμῷ καὶ δίψει καὶ μαχαίρᾳ καὶ κρύει τελειωθέντων.Τελεῖται δὲ ἡ αὐτῶν Σύναξις ἐν τοῖς Χαλκοπρατείοις εἰς τὸν ναὸν τῆς Ὑπεραγίας Θεοτόκου, ἔνθα ἡ ἁγία σορός.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μαρκέλλου, Ἡγουμένου τῆς Μονῆς τῶν Ἀκοιμήτων.ΣτίχοιἈϋπνίᾳ δοὺς πάντα τὸν ζωῆς χρόνονΜάρκελλε, κοιμήθητι μικρὸν ἐν τάφῳ.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Θαδδαίου τοῦ Ὁμολογητοῦ.ΣτίχοιΚαὶ Θαδδαῖος ἴσχυσε κατὰ τῆς πλάνης,Ὁμολογητὴς ἀναφανεὶς ὡς μέγας.Τῇ αὐτῇ ἡμέρᾳ, τὰ ἐγκαίνια τοῦ ναοῦ τῶν ἁγίων 40 Μαρτύρων πλησίον τοῦ Χαλκοῦ τετραπύλου.Ὁ ἐν ἁγίοις Πατὴρ ἡμῶν Γεώργιος ὁ ἐπίσκοπος Νικομηδείας, ὁ ποιητὴς ᾀσματικῶν τινων κανόνων καὶ ἑτέρων γλαφυρῶν ὕμνων, ἐν εἰρήνῃ τελειοῦται.Οἱ Ὅσιοι πατέρες Βενιαμὶν καὶ Ἀθηνόδωρος ἐν εἰρήνῃ τελειοῦνται.Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Κανών α', ᾨδὴ ζ', τῆς Ἑορτῆς
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Οἱ Παῖδες εὐσεβείᾳ συντραφέντες, δυσσεβοῦς προστάγματος καταφρονήσαντες, πυρὸς ἀπειλὴν οὐκ ἐκπτοήθησαν, ἀλλ' ἐν μέσῳ τῆς φλογὸς ἑστῶτες ἔψαλλον· Ὁ τῶν Πατέρων Θεός, εὐλογητὸς εἶ».Ποιμένες ἀγραυλοῦντες, ἐκπλαγοῦς φωτοφανείας ἔτυχον· δόξα Κυρίου γὰρ αὐτούς, περιέλαμψε καὶ Ἄγγελος. Ἀνυμνήσατε βοῶν, ὅτι ἐτέχθη Χριστός, ὁ τῶν Πατέρων Θεός, εὐλογητὸς εἶ.Ἐξαίφνης σὺν τῷ λόγῳ τοῦ Ἀγγέλου, οὐρανῶν στρατεύματα, Δόξα ἐκραύγαζον Θεῷ, ἐν ὑψίστοις, ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία, Χριστὸς ἔλαμψεν. Ὁ τῶν Πατέρων Θεός, εὐλογητὸς εἶ.Ῥῆμα τὶ τοῦτο; εἶπον οἱ Ποιμένες· διελθόντες ἴδωμεν τὸ γεγονός, θεῖον Χριστόν· Βηθλεὲμ καταλαβόντες δέ, σὺν τῇ τεκούσῃ προσεκύνουν ἀναμέλποντες· ὁ τῶν Πατέρων Θεός, εὐλογητὸς εἶ.
Κανών α', ᾨδὴ ζ', τῶν Ἁγίων Νηπίων
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Δροσοβόλον μὲν τὴν κάμινον εἰργάσατο, Ἄγγελος τοῖς ὁσίοις Παισί, τοὺς Χαλδαίους δὲ καταφλέγον πρόσταγμα Θεοῦ, τὸν τύραννον ἔπεισε βοᾶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».Ἀπεμείωσε τὴν νύκτα ὁ τεχθεὶς σαρκί, Ἥλιος ἐκ Παρθένου Μητρός, καὶ ἐπηύξησε τὴν διττὴν ἡμέραν τοῖς πιστοῖς, βοῶσιν αὐτῷ εἰλικρινῶς· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.Σαλευθεῖσαν ἀθεότητι τὴν ἅπασαν, κτίσιν ὁ ἐν Σπηλαίῳ τεχθείς, ἐπεστήριξεν ἐπιγνώσει πάλιν τῇ αὐτοῦ, ἀπαύστως κραυγάζουσαν αὐτῷ· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.Τὰ ἀνεύθυνα μὲν βρέφη ἀπεθέρισεν, Ἡρῴδης μιαιφόνῳ χειρί, τῶν ἐλπίδων δέ, τῶν ματαίων ὅλως ἐκπεσών, τὴν ἔνδικον δίκην ἑαυτῷ, θεοκτονίαν μελετῶν ἐναπεγράψατο.Τοῦ ὉσίουἘν πυρὶ μὲν τῆς ἀσκήσεως κατέφλεξας, Μάρκελλε τὰς τῆς σαρκὸς ἡδονάς, ἀπαθείας δὲ τῇ δρόσῳ ἤρδευσας ψυχάς, βοῶν τῷ Χριστῷ εἰλικρινῶς· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.ΘεοτοκίονἼδεν ἅπασα ἡ κτίσις Θεονύμφευτε, τὰ θεῖα μεγαλεῖά σου, ἐν σαρκὶ ἐκ σοῦ, τοῦ Δεσπότου πάντων καὶ Θεοῦ, τεχθέντος ἐν πόλει Βηθλεέμ, καὶ σὺν τοῖς Μάγοις καὶ Ποιμέσι σὲ ἀνύμνησεν.
Κανών α', ᾨδὴ η', τῆς Ἑορτῆς
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος, ἐξεικόνισε κάμινος τύπον· οὐ γὰρ οὓς ἐδέξατο φλέγει νέους, ὡς οὐδὲ πῦρ τῆς Θεότητος, Παρθένου ἣν ὑπέδυ νηδύν· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν. Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας».Ἕλκει Βαβυλῶνος ἡ θυγάτηρ παῖδας, δορυκτήτους Δαυΐδ, ἐκ Σιὼν ἐν αὐτῇ, δωροφόρους πέμπει δέ, Μάγους παῖδας, τὴν τοῦ Δαυΐδ θεοδόχον θυγατέρα λιτανεύσοντα· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν. Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.Ὄργανα παρέκλινε τὸ πένθος ᾠδῆς· οὐ γὰρ ᾗδον ἐν νόθοις οἱ παῖδες Σιών, Βαβυλῶνος λύει δέ, πλάνην πᾶσαν καὶ μουσικῶν, ἁρμονίαν Βηθλεὲμ ἐξανατείλας Χριστός· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν. Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.Σκῦλα Βαβυλὼν τῆς Βασιλίδος Σιών, καὶ δορύκτητον ὄλβον ἐδέξατο, θησαυροὺς Χριστός, ἐν Σιὼν δὲ ταύτης, καὶ Βασιλεῖς σὺν ἀστέρι ὁδηγῷ, ἀστροπολοῦντας ἕλκει· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.
Κανών α', ᾨδὴ η', τῶν Ἁγίων Νηπίων
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐκ φλογὸς τοῖς Ὁσίοις, δρόσον ἐπήγασας, καὶ δικαίου θυσίαν ὕδατι ἔφλεξας· ἅπαντα γὰρ δρὰς Χριστέ, μόνῳ τῷ βούλεσθαι· Σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας».Φωτοφόρον ἡ κτίσις, στολὴν ἐνδέδυται, καὶ κατήφειαν πᾶσαν, ὅλως ἀπέθετο, τοῦ καινοποιοῦ καὶ Δεσπότου τεχθέντος ἐν γῇ· ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.Ὡς χρυσίον καὶ σμύρναν, Χριστὲ καὶ λίβανον, τὰς ἡμῶν ἱκεσίας, δέξαι φιλάνθρωπε, καὶ ὡς τῶν Βρεφῶν τῶν ἁγίων τὰ αἵματα, πρόσδεξαι οἰκτίρμον, διδοὺς ἡμῖν ἐλέη.Λελυμένα τοῦ βίου, καὶ τῆς παρούσης ζωῆς, δι' ἐνθέου θανάτου, βρέφη ἀνεύθυνα, πρὸς τὸν ἀθλοθέτην Θεὸν ἐχωρήσατε, τὸν τὴν αἰώνιον, ζωὴν ἡμῖν διδοῦντα.Τοῦ ὉσίουὉσιότητος ὅπλοις, Ὅσιε Μάρκελλε, παρατάξεις Δαιμόνων κατεπολέμησας, καὶ ὡς νικητής, κατ' αὐτῶν ἦρας τρόπαια, καὶ θαυμάτων χάριν, ἐκ τοῦ Θεοῦ ἐδέξω.ΘεοτοκίονὉ ἐκ σοῦ ἐν Σπηλαίῳ, τεχθεὶς Πανάχραντε, αἰωνίους ἀνθρώποις, σκηνὰς ηὐτρέπισε, τοῖς εἰλικρινῶς, Θεοτόκον ὑμνοῦσί σε, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ἐκ φλογὸς τοῖς Ὁσίοις, δρόσον ἐπήγασας, καὶ δικαίου θυσίαν ὕδατι ἔφλεξας· ἅπαντα γὰρ δρὰς Χριστέ, μόνῳ τῷ βούλεσθαι· Σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας».
Κανών α', ᾨδὴ θ', τῆς Ἑορτῆς
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Μεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν, καὶ ἐνδοξοτέραν τῶν ἄνω στρατευμάτων.«Μυστήριον ξένον, ὁρῶ καὶ παράδοξον! οὐρανὸν τὸ Σπήλαιον· θρόνον Χερουβικόν, τὴν Παρθένον· τὴν φάτνην χωρίον· ἐν ᾧ ἀνεκλίθη ὁ ἀχώρητος, Χριστὸς ὁ Θεός· ὃν ἀνυμνοῦντες μεγαλύνομεν».Μεγάλυνον ψυχή μου, τὸν ἐκ τῆς Παρθένου, Θεὸν σαρκὶ τεχθέντα.Ἐξαίσιον δρόμον, ὁρῶντες οἱ Μάγοι, ἀσυνήθους νέου ἀστέρος ἀρτιφαοῦς, οὐρανίου ὑπερλάμποντος, Χριστὸν Βασιλέα ἐτεκμήραντο, ἐν γῇ γεννηθέντα Βηθλεέμ, εἰς σωτηρίαν ἡμῶν.Μεγάλυνον ψυχή μου, τὸν ἐν τῷ Σπηλαίῳ, τεχθέντα Βασιλέα.Νεηγενὲς Μάγων λεγόντων, παιδίον Ἄναξ, οὗ ἀστὴρ ἐφάνη, ποῦ ἐστίν; εἰς γὰρ ἐκείνου προσκύνησιν ἥκομεν· μανεὶς ὁ Ἡρῴδης ἐταράττετο, Χριστὸν ἀνελεῖν, ὁ θεομάχος φρυαττόμενος.Μεγάλυνον ψυχή μου, τῶν ὑπὸ τῶν Μάγων, Θεὸν προσκυνηθέντα.Ἠκρίβωσε χρόνον Ἡρῴδης ἀστέρος, οὗ ταῖς ἡγεσίαις οἱ Μάγοι ἐν Βηθλεέμ, προσκυνοῦσι Χριστῷ σὺν δώροις· ὑφ' οὗ πρὸς Πατρίδα ὁδηγούμενοι, δεινὸν παιδοκτόνον, ἐγκατέλιπον παιζόμενον.
Κανών α', ᾨδὴ θ', τῶν Ἁγίων Νηπίων
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον, ὃν οὐ τολμᾷ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα, διὰ σοῦ δὲ Πάναγνε ὡράθη βροτοῖς, Λόγος σεσαρκωμένος, ὃν μεγαλύνοντες, σὺν ταῖς οὐρανίαις στρατιαῖς, σὲ μακαρίζομεν».Γνωστὸν ἐδείχθη Χριστὲ τὸ ἔλεος, τὸ ὑπὲρ νοῦν τῆς σῆς φιλανθρωπίας τοῖς Ἔθνεσιν· ἐν σαρκὶ γὰρ Δέσποτα ἐπτώχευσας, ἵνα πλούτου μετόχους, κρείττονος Κύριε, ποιήσῃς ἡμᾶς ὡς ἀγαθός, καὶ πολυέλεος.Ὁ σὸς Παρθένε τόκος ὁ ἄρρητος, ξένην βροτοῖς καὶ θείαν παρασχὼν ἀναγέννησιν, καὶ τὴν κτίσιν πᾶσαν ἐκαινούργησε, καὶ τοὺς ἐν γῇ, Ἀγγέλοις ἥνωσεν ᾄδοντας, καὶ δοξολογοῦντάς σε ἀεὶ καὶ μεγαλύνοντας.Ἰσχὺς Ἡρῴδου τοῦ πολεμήτορος, τῇ τῶν βρεφῶν μανέντος ἀναιρέσει ἠσθένησε· τὴν ἀήττητον γὰρ ταῦτα δύναμιν, ἐκ Θεοῦ ἐζωσμένα, χάριτι πίστεως, πρὸς τὸν ἀθλοθέτην καὶ Θεόν, φαιδρῶς ἀνέδραμε.Τοῦ ὉσίουΣταυρὸν ἐπ' ὤμων ἄρας Μακάριε, τὸν τοῦ Χριστοῦ, καὶ πάθη τὰ αὐτοῦ ἐκμιμούμενος, ἐσταυρώθης τῷ κόσμῳ καὶ μέτοχος, δόξης τῆς ἀνεκφράστου, γέγονας Ὅσιε, ἐν ᾗ καὶ ἡμῶν σῶν ὑμνῳδῶν, μέμνησο πάντοτε.ΘεοτοκίονΥἱοὺς Θεοῦ ἡμᾶς ἀπειργάσατο, ὁ γεννηθεὶς σαρκὶ Θεὸς ἐκ σοῦ Παναμώμητε, καὶ τὸ πρῶτον δέδωκεν ἀξίωμα, τοῖς αὐτὸν δεξαμένοις, καὶ Θεομήτορα, σὲ δοξολογοῦσιν ἐκτενῶς, καὶ μεγαλύνουσιν.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον, ὃν οὐ τολμᾷ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα, διὰ σοῦ δὲ Πάναγνε ὡράθη βροτοῖς, Λόγος σεσαρκωμένος, ὃν μεγαλύνοντες, σὺν ταῖς οὐρανίαις στρατιαῖς, σὲ μακαρίζομεν».
Ἐξαποστειλάριον τῶν Νηπίων
Ἦχος β'
Τῶν μαθητῶν ὁρώντων σε ΤΟ ΑΚΟΥΤΕ
Ἡ Βηθλεὲμ μὴ στύγναζε, ἀλλ' εὐθύμει, τῶν ἱερῶν Νηπίων τῇ ἀναιρέσει· θύματα γὰρ τέλεια τῷ Δεσπότῃ, Χριστῷ προσανηνέχθησαν· ὑπὲρ αὐτοῦ γὰρ σφαγέντα, συμβασιλεύουσι τούτῳ.
Ἐξαποστειλάριον τοῦ ὁσίου
Ἦχος β'
Τῶν μαθητῶν ὁρώντων σε ΤΟ ΑΚΟΥΤΕ
Τὰ τῆς σαρκὸς σκιρτήματα θεοφόρε, δι' ἐγκρατείας πάσης κατακοιμίσας, ἄγρυπνον ἐθέσπισας καὶ πάννυχον, ἐν τῇ Μονῇ σου Μάρκελλε, δοξολογίαν τελεῖσθαι, Χριστοῦ εἰς αἴνεσιν Πάτερ.
Ἐξαποστειλάριον τῆς Ἑορτῆς
Ἦχος β'
Τῶν μαθητῶν ὁρώντων σε ΤΟ ΑΚΟΥΤΕ
Ἐπὶ τῆς γῆς εἰρήνη καὶ ἐν ἀνθρώποις, Θεοκυῆτορ γέγονεν εὐδοκία. Ἄγγελοι χορεύοντες ἐκραύγαζον· Ἐν τοῖς ὑψίστοις δόξα σοι, τῷ γεννηθέντι ἀφράστως, ἐν Βηθλεέμ ἐκ Παρθένου.
Εἰς τοὺς Αἴνους, Στιχ. Προσόμια τῶν Νηπίων.
Στιχηρὰ Προσόμια τῶν Νηπίων
Ἦχος πλ. δ'
Ὢ τοῦ παραδόξου θαύματος ΤΟ ΑΚΟΥΤΕ
Ὢ τῆς Ἡρῴδου πορώσεως! κατὰ Θεοῦ ἐμμανείς, τοῦ σαρκὶ νηπιάσαντος, Βηθλεὲμ τοῖς βρέφεσι, τὸν θυμὸν ἐπαφίησι, καὶ ξίφει πάντα, δημίων δίδωσι, ζωῆς στερῆσαι, τὸν ζωῆς αἴτιον, τούτων οἰόμενος, τῆς σφαγῆς τῷ αἵματι, ὁ λυμεών, τοῦ καρποῦ τῆς φύσεως, ὁ ἀπηνέστατος.
Ἦχος πλ. δ'
Μάγοι ἐκ Περσίδος φθάσαντες, εἰς τὴν Ἱερουσαλήμ, τὸν Ἡρῴδην ἐτάραξαν, καὶ μανεὶς ὁ δείλαιος, τὰ Νήπια κατέσφαττεν· ὡς βότρυες δέ, Χριστῷ προσήχθησαν, εἰ καὶ μητρῴων μαζῶν ἐσπάσθησαν, οἱ Νεομάρτυρες, τὸν Ἡρῴδην πλήξαντες· διὸ Χριστόν, πίστει ἱκετεύουσιν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Ἦχος πλ. δ'
Κλαίει ἡ Ῥαχὴλ τὰ Νήπια, ἐν τῇ Ῥαμᾷ δὲ φωνή, νῦν μεγάλη ἀκούεται, ὁ Ἡρῴδης μαίνεται, καὶ ἀθέως φρυάττεται, ὁ Ἰωάννης φεύγει ἐν ὄρεσι, λίθος Μητέρα σὺν τέκνῳ δέχεται, ὁ Ζαχαρίας δέ, ἐν Ναῷ φονεύεται, ὁ δὲ Χριστός, φεύγει ἀφεὶς ἔρημον, Ἑβραίων οἴκημα.
Δοξαστικὸν
Ἦχος πλ. β'
Ἡρῴδης ὁ παράνομος, θεωρῶν τὸν ἀστέρα, ὑπὲρ πᾶσαν κτίσιν λαμπρότερον, ἐταράττετο, καὶ γαλακτοτροφούμενα Βρέφη, ἐξ ἀγκαλῶν μητρικῶν ἀφήρπασεν. Ἡ δὲ Ἐλισάβετ, λαβοῦσα τὸν Ἰωάννην, πέτραν παρεκάλει. Δέξαι Μητέρα μετὰ τέκνου. Ὄρος ἐδέξατο τὸν Πρόδρομον· φάτνη ἐφύλαττε τὸν θησαυρόν, ὃν ἀστὴρ ἐμήνυσε· Μάγοι προσεκύνουν, Κύριε δόξα σοι.
Θεοτοκίον
Ἦχος πλ. β'
Ἐν Βηθλεὲμ συνέδραμον Ποιμένες, τὸν ἀληθῆ μηνύοντες Ποιμένα, τὸν καθήμενον ἐπὶ τῶν Χερουβίμ, καὶ ἀνακείμενον ἐν φάτνῃ, Νηπίου μορφὴν δι' ἡμᾶς ἀνειληφότα, Κύριε δόξα σοι.
Ἀπόστιχα Στιχηρὰ Ἰδιόμελα τῶν Νηπίων.Ἦχος α' ΚυπριανοῦΤῷ ἀχράντῳ σου τόκῳ, Χριστὲ ὁ Θεός, πρώτη θυσία γέγονε τὰ Νήπια· Ἡρῴδης, γὰρ χειρώσασθαι, σὲ τὸν ἀχείρωτον βουληθείς, ἠγνόησε μαρτύρων προσάγων σοι χορόν. Διὸ σε ἱκετεύομεν τὸν ἐνανθρωπήσαντα, σῶσαι τὰς ψυχὰς ἡμῶν.Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ, ὁ Θεὸς Ἰσραὴλ αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ εὐλογητὸς ὁ Θεός.Ἦχος β' Τοῦ αὐτοῦΕἰς τὰ ὦτα τοῦ Κυρίου Σαβαώθ, εἰσεληλύθει ἡ σφαγὴ ὑμῶν, Βρέφη τίμια· δι' αὐτὸν γὰρ τὸ αἷμα ἐξεχέατε, καὶ ἐν κόλποις Ἀβραὰμ ἐπαναπαύεσθε, καὶ τὴν Ἡρῴδου εἰς αἰῶνας, μισητὴν κακίαν καταγγέλλετε, δυνάμει τοῦ τεχθέντος Χριστοῦ.Στίχ. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ, ἐθαυμάστωσεν πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς.Ἦχος γ'Μισητὴ τοῦ Ἡρῴδου ἡ παιδοκτονία, διὰ τὴν αὐτοῦ μιαιφονίαν· καὶ σεπτὴ ἡ τῶν Παίδων θυσία, ὡς ἡλικιῶτις Χριστοῦ, τῆς ἡμῶν σωτηρίας, τοῦ καινοῦ σφαγίου προθυομένη καὶ προπεπονθυῖα. Μὴ κλαῖε Ῥαχιὴλ τὰ τέκνα, μιμνῃσκομένη τῶν κόλπων Ἀβραάμ, ἔνθα πάντων ἐστὶν εὐφραινομένων ἡ κατοικία.
Δοξαστικὸν, Τοῦ Ὁσίου
Ἦχος πλ. β'
Ὅσιε Πάτερ, εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν, ὁ φθογγος τῶν κατορθωμάτων σου, δι’ ὧν ἐν τοῖς οὐρανοῖς, εὗρες μισθὸν τῶν καμάτων σου. Τῶν Δαιμόνων ὤλεσας τὰς φάλαγγας, τῶν Ἀγγέλων ἔφθασας τὰ τάγματα, ὧν τὸν βίον ἀμέμπτως ἐζήλωσας. Παρρησίαν ἔχων πρὸς Χριστον τὸν Θεόν, εἰρήνην αἴτησαι ταὶς ψυχαῖς ἡμῶν.
Τῆς Ἑορτῆς
Ἦχος πλ. β'
Χορεύουσιν Ἄγγελοι πάντες ἐν οὐρανῷ, καὶ ἀγάλλονται σήμερον, σκιρτᾷ δὲ πᾶσα ἡ κτίσις, διὰ τὸν γεννηθέντα ἐν Βηθλεὲμ Σωτῆρα Κύριον, ὅτι πᾶσα πλάνη τῶν Εἰδώλων πέπαυται, καὶ βασιλεύει Χριστὸς εἰς τοὺς αἰῶνας.
Ἀντίφωνον Α', Ἦχος β'Στίχ. Ἐξομολογήσομαί σοι Κύριε ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου.Στίχ. Ἐν βουλῇ εὐθέων καὶ συναγωγῇ, μεγάλα τὰ ἔργα Κυρίου.Στίχ. Ἐξεζητημένα εἰς πάντα τὰ θελήματα αὐτοῦ.Στίχ. Ἐξομολόγησις καὶ μεγαλοπρέπεια τὸ ἔργον αὐτοῦ, καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἀντίφωνον Β', Ἦχος β'Στίχ. Μακάριος ἀνήρ, ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα.Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐκ Παρθένου τεχθείς, ψάλλοντάς σοι· Ἀλληλούϊα.Στίχ. Δυνατὸν ἐν τῇ γῇ ἔσται τὸ σπέρμα αὐτοῦ.Στίχ. Δόξα καὶ πλοῦτος ἐν τῷ οἴκῳ αὐτοῦ, καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.Στίχ. Ἐξανέτειλεν ἐν σκότει φῶς τοῖς εὐθέσιν.Ἀντίφωνον Γ', Ἦχος δ'Στίχ. Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.Ἀπολυτίκιον, Ἦχος δ'Ἡ γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως· ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν, Κύριε δόξα σοι.Στίχ. Ῥάβδον δυνάμεως ἐξαποστελεῖ σοι Κύριος ἐκ Σιών.Στίχ. Μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου, ἐν ταῖς λαμπρότησι τῶν Ἁγίων σου.
Εἰς τό, ἘξαιρέτωςΚανών β', ᾨδὴ θ', τῆς Ἑορτῆς
Ἦχος α'
Καταβασία ΤΟ ΑΚΟΥΤΕ
Μεγάλυνον ψυχή μου, τὴν λυτρωσαμένην, ἡμᾶς ἐκ τῆς κατάρας.«Στέργειν μὲν ἡμᾶς, ὡς ἀκίνδυνον φόβῳ,Ῥᾷον σιωπήν, τῷ πόθῳ δὲ Παρθένε,Ὕμνους ὑφαίνειν, συντόνως τεθηγμένους,Ἐργῶδές ἐστιν, ἀλλὰ καὶ Μήτηρ σθένος,Ὅση πέφυκεν ἡ προαίρεσις δίδου».
ΚοινωνικὸνΛύτρωσιν ἀπέστειλε Κύριος τῷ λαῷ αὐτοῦ. Ἀλληλούϊα.
| TA ΜΗΝΑΙΑ | Δεκέμβριος | 29 |
Dec 30
Τῌ Λ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΔΕΚΕΜΒΡΙΟΥΜνήμη τῆς Ἁγίας Μάρτυρος Ἀνυσίας.Ἐν ταύτῃ τῇ ἡμέρᾳ ψάλλομεν καὶ τὴν Ἀκολουθίαν τῆς Ἁγίας Μελάνης, διὰ τὸ ἀποδίδοσθαι τὴν τῶν Χριστουγέννων Ἑορτὴν κατὰ τὴν λα'.
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἁγίας Ἀνυσίας.
Στιχηρὰ τῆς Ἁγίας Ἀνυσίας
Ἦχος δ'
Ὡς γενναῖον ἐν μάρτυσιν ΤΟ ΑΚΟΥΤΕ
Παρθενίας λαμπρότησι, φαιδρυνθεῖσα Πανεύφημε, Μαρτυρίου ἤστραψας ἀγωνίσμασι· μὴ προσκυνῆσαι ἡλίῳ γάρ, πεισθεῖσα τὴν ἄδικον, καθυπέμεινας σφαγήν, φοινιχθεῖσα τοῖς αἵμασι· καὶ παρέστηκας, τῷ Ἡλίῳ τῆς δόξης στεφηφόρος, ταῖς ἐκεῖθεν λαμπομέναις, αὐγαζομένη φαιδρότησιν.
Ἦχος δ'
Τὸν ἐγκάρδιον ἔρωτα, ὑποφαίνουσα δάκρυσι, κατανύξει Ἔνδοξε, γῆν κατέβρεχες, καὶ ταῖς θριξὶν ἐναπέσμηχες, Χριστοῦ ὑποπόδιον, ἐννοοῦσα καὶ αὐτόν, ὡς παρόντα προβλέπουσα, ὃν ἐπόθησας, καὶ ἰχνῶν ἁπτομένη διανοίᾳ, θεωρίαις θειοτάταις, τὴν σὴν ψυχὴν κατελάμπρυνας.
Ἦχος δ'
Καὶ τὸν πλοῦτον σκορπίσασα, καὶ πτωχοῖς ἐπαρκέσασα, ἐνυμφεύθης ἄφθορος τῷ Ποιήσαντι, καὶ ὥσπερ προῖκα προσήγαγες, αὐτῷ παναοίδιμε, τῶν αἱμάτων τοὺς κρουνούς, καὶ τοῦ πάθους τὴν μίμησιν, οὗ ὑπέμεινεν, Ἀνυσία ὁ μόνος εἰς νυμφῶνα, κατοικίσας σε τὸν θεῖον, ὡς Ἀθληφόρον καὶ Μάρτυρα.
Στιχηρὰ τῆς Ἁγίας Μελάνης
Ἦχος δ'
Ὁ ἐξ ὑψίστου κληθεὶς ΤΟ ΑΚΟΥΤΕ
Ἡ ταῖς Ἀγγέλων χορείαις συναφθεῖσα· ὅτε σε ὁ ἔνθεος ἔρως ἀνέφλεξε, καὶ ὑπερίπτασθαι ἔπεισε τῶν ὀρωμένων, δι' ἀπαθείας καὶ καθαρότητος, τότε σου τὸν σύνευνον, λόγοις ἐζώγρησας, θεοπειθέσι τὴν ἄστατον, ἀποβαλέσθαι, τύρβην τοῦ βίου τὴν διαρρέουσαν· ὅθεν σὺν τούτῳ τὴν αἰώνιον, εὗρες ζωὴν καὶ ἀπόλαυσιν, δυσωποῦσα Μελάνη, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἦχος δ'
Ἡ τῶν Ἀγγέλων ποθήσασα τὸν βίον, ὅτε τὴν ἐνήδονον τρυφὴν διέπτυσας, τῇ ἐγκρατείᾳ σχολάζουσα, καὶ ἀγρυπνίᾳ, καὶ χαμευνίᾳ, καὶ ταπεινότητι, τότε καθαρώτατον, σκεῦος γεγένησαι, Πνεύματος θείου χαρίσμασι, περιφανέσι, κεκοσμημένη πρὸ τούτου πάνσοφε· ὅθεν πρὸς ζῆλον, σοῦ τὸν ἔνθεον, ἐφειλκύσω λαοὺς καὶ προσήγαγες, τῷ Δεσπότῃ Μελάνη, καὶ Σωτῆρι τῶν ψυχῶν ἡμῶν.
Ἦχος δ'
Ἡ καλλοναῖς ἀρετῶν ὡραϊσμένη, ὅτε τὸν σωτήριον λόγον ἐπλήρωσας, καὶ διανείμασα δέδωκας, τὰς μυριάδας, τοῦ σοῦ χρυσίου πτωχοῖς καὶ πένησι· τότε τὸν οὐράνιον ὄλβον ἀπείληφας, δικαιοσύνην πλουτήσασα, καὶ ἀφθαρσίαν, καὶ ἀπολύτρωσιν Πανσεβάσμιε· ὅθεν τιμῶμεν σοῦ τὴν κοίμησιν, καὶ ἐκτενῶς δυσωποῦμέν σε, ἱκετεῦσαι τὸν Κτίστην, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον
Ἦχος πλ. α'
Ἰωάννου Μοναχοῦ
Εὐφραινέσθωσαν οἱ οὐρανοί, καὶ ἀγαλλιάσθω ἡ γῆ· σήμερον γὰρ ἀληθῶς, μία ποίμνη γέγονεν Ἀγγέλων καὶ ἀνθρώπων. Ὢ τοῦ θαύματος! ὁ ἀόρατος ὁρᾶται, ὁ ἀχώρητος χωρεῖται, ὁ ἄναρχος ἄρχεται, ὁ Υἱὸς τοῦ Θεοῦ Υἱὸς ἀνθρώπου γίνεται, καὶ Παρθένος ἀπείρανδρος, Μήτηρ ὁρᾶται Θεοῦ, καὶ ἡ Μήτηρ μετὰ κύησιν, Παρθένος εὑρίσκεται, ὁ σαρκωθεὶς Λόγος τοῦ Πατρός, ἐν φάτνῃ ἀνακέκλιται, καὶ Ποιμένες κήρυκες, κοινωνοὶ τοῦ μυστηρίου γίνονται, Μάγοι ἐξ ἀνατολῶν τὰ δῶρα προσεκόμιζον, ὑπὸ ἀστέρος ὁδηγούμενοι, καὶ τὸν τεχθέντα Σωτῆρα προσεκύνησαν. Μεθ' ὧν καὶ ἡμεῖς φιλέορτοι, τοὺς τῆς καρδίας θησαυροὺς προθύμως ἀνοίξαντες, προσάξωμεν αὐτῷ πράξεις ἀγαθάς, πίστιν, ἐλπίδα καὶ ἀγάπην, ὡς χρυσὸν καὶ λίβανον καὶ σμύρναν, τῶν Ἀσωμάτων τὴν φωνὴν βοῶντες αὐτῷ. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία, τῷ ἐλθόντι σῶσαι ἐκ φθορᾶς, τὸ γένος ἡμῶν.
Ἀπόστιχα στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς.Ἦχος πλ. α'Χαίροις ἀσκητικῶν ΤΟ ΑΚΟΥΤΕΜάγοι ἀνατολῶν Βασιλεῖς τῷ ἐκ Παρθένου Βασιλίδος ἐκλάμψαντι, ἁπάντων Θεῷ καὶ Κτίστῃ, καὶ Βασιλεῖ ἀληθεῖ, δῶρα προσκυνοῦντες προσεκόμισαν· πρὸς οὓς ἡ Πανάμωμος, ἐκπλαγεῖσα ἐφθέγγετο. Εἴπατε δὴ μοι, οἱ τὸ πῦρ καὶ τὸν ἥλιον, σεβαζόμενοι, καὶ ἐν σκότει βαδίζοντες, πῶς τὸν ὑπὲρ κατάληψιν, φωτίζοντα σύμπαντα, ἔγνωτε σάρκα λαβόντα, καὶ ἐν σπηλαίῳ, τικτόμενον, ἐν γῇ καὶ δι' οἶκτον, παρεχόμενον τῷ κόσμῳ, τὸ μέγα ἔλεος;Στίχ. Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.Λόγοις ἀκολουθοῦντες ἡμεῖς, τοῦ Βαλαὰμ πρὸς τὴν ἁγνὴν ἀπεκρίθησαν, οἱ Μάγοι, παρετηροῦμεν, ἀνατολὴν καθαροῦ, καὶ λαμπροῦ Ἀστέρος, προσγενήσεσθαι, καὶ δὴ θεασάμενοι, ἀσυνήθη φαινόμενον, τοῦτον ἀρτίως, ὑπ' αὐτοῦ ὁδηγούμενοι, οὐκ ὠκνήσαμεν, τὴν πορείαν ποιήσασθαι. Τὶς οὖν ὁ ταῖς ἀγκάλαις σου, ὡς βρέφος κρατούμενος; πῶς μυστηρίῳ τοιούτῳ, καθυπουργῆσαι ἠξίωσαι, σεμνὴ Παναγία; δι' οὗ εὕρατο ὁ κόσμος, τὸ μέγα ἔλεος.Στίχ. Ἐκ γαστρὸς πρὸ Ἑωσφόρου ἐγέννησά σε, ὤμοσε Κύριος, καὶ οὐ μεταμεληθήσεται. Σὺ Ἱερεὺς εἰς τὸν αἰῶνα, κατὰ τὴν τάξιν Μελχισεδέκ.Λέξω πυνθανομένοις ὑμῖν, τὰ ὑπὲρ λόγον καὶ διάνοιαν ἅπασαν, ἡ Κόρη φησὶ τοῖς Μάγοις· βλέπω γὰρ νεύσει ὑμᾶς, ἀφικέσθαι ὧδε τοῦ παιδίου μου. Καινὰ καὶ παράδοξα, ὡς ὁρᾶτε τὰ πράγματα· ὁ γὰρ ἀχρόνως, τῷ Πατρὶ συννοούμενος, τὴν πτωχείαν μου, ἑκουσίως ἐφόρεσεν, ὅπως καταπλουτήσειε, τοὺς γνώμῃ πτωχεύσαντας, καὶ Παραδείσου τὴν θείαν, διαγωγὴν ἀπολέσαντας. Αὐτὸς ἐστιν οὗτος, ὁ δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Δοξαστικὸν
Ἦχος πλ. α'
Χαίροις ἀσκητικῶν ΤΟ ΑΚΟΥΤΕ
Βρέφος σωματωθὲν ἐξ αὐτῆς, τὸν προαιώνιον Θεὸν ἡ Πανάμωμος, ὁρῶσα χερσὶ κρατοῦσα, καταφιλοῦσα πυκνῶς, καὶ χαρᾶς πλησθεῖσα, προσεφθέγγετο αὐτῷ· Θεὲ ὕψιστε, Βασιλεῦ ἀθεώρητε, πῶς καθορῶ σε, καὶ νοεῖν τὸ μυστήριον, οὐ δεδύνημαι, τῆς ἀμέτρου πτωχείας σου; Σπήλαιον γὰρ σμικρότατον, καὶ τοῦτο ἀλλότριον, ἔνδον χωρεῖ σε τεχθέντα, καὶ Παρθενίαν μὴ λύσαντα, νηδὺν συντηροῦντα, ὡς πρὸ τόκου καὶ διδόντα, τὸ μέγα ἔλεος.
Θεοτοκίον
Ἦχος πλ. α'
Χαίροις ἀσκητικῶν ΤΟ ΑΚΟΥΤΕ
Φέρεις Ἀδαμιαίαν μορφήν, ὁ ἐν μορφῇ Θεοῦ ὑπάρχων προτέλειος, καὶ θέλεις χερσὶ κρατεῖσθαι, ὁ τῇ χειρὶ τοῦ παντός, περιδεδραγμένος δυναστείᾳ σου· Ἁγνὴ ἡ Πανάμωμος, προσεφθέγγετο χαίρουσα· πῶς σε σπαργάνοις, ἐνειλήσω ὡς νήπιον, πῶς θηλάσω σε, τὸν τὰ σύμπαντα τρέφοντα; πῶς μὴ τὴν ὑπὲρ ἔννοιαν, πτωχείαν θαυμάσω σου; πῶς σε Υἱόν μου καλέσω, δούλη σου νῦν χρηματίζουσα; ὑμνῶ εὐλογῶ σε, τὸν δωρούμενον τῷ κόσμῳ, τὸ μέγα ἔλεος.
Ἀπολυτίκιον
Ἦχος δ'
ἐκ γ'
Ἡ γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως· ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο· σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν, Κύριε δόξα σοι.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα τῆς Ἑορτῆς
Ἦχος δ'
Κατεπλάγη Ἰωσὴφ ΤΟ ΑΚΟΥΤΕ
Ὁ ἀχώρητος παντί, πῶς ἐχωρήθη ἐν γαστρὶ; ὁ ἐν κόλποις τοῦ Πατρός, πῶς ἐν ἀγκάλαις τῆς Μητρός; πάντως ὡς οἶδεν, ὡς ἠθέλησε καὶ ὡς ηὐδόκησεν· ἄσαρκος γάρ ὤν, ἐσαρκώθη ἑκών, καὶ γέγονεν ὁ Ὤν, ὃ οὐκ ἦν δι' ἡμᾶς, καὶ μὴ ἐκστὰς τῆς φύσεως, μετέσχε τοῦ ἡμετέρου φυράματος. Διπλοῦς ἐτέχθη, Χριστὸς τὸν ἄνω, κόσμον θέλων ἀναπληρῶσαι.Δόξα... Καὶ νῦν... τὸ αὐτὸ
Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα
Ἦχος δ'
Κατεπλάγη Ἰωσὴφ ΤΟ ΑΚΟΥΤΕ
Τὶ θαυμάζεις Μαριάμ; τὶ ἐκθαμβεῖ σε τῷ ἐν σοὶ; Ὅτι ἄχρονον Υἱόν, χρόνῳ ἐγέννησα φησί, τοῦ τικτομένου τὴν σύλληψιν μὴ διδαχθεῖσα. Ἄνανδρός εἰμι, καὶ πῶς τέξω Υἱόν, ἄσπορον γονήν, τὶς ἑώρακεν, ὅπου Θεὸς δὲ βούλεται, νικᾶται φύσεως τάξις, ὡς γέγραπται· Χριστὸς ἐτέχθη, τὴν πρὶν κατάραν, τοῦ Ἀδὰμ θέλων λῦσαι.Δόξα... Καὶ νῦν... τὸ αὐτὸ
Ὁ Κανὼν Ἰαμβικός, Ἰωάννου Μοναχοῦ, φέρων ἀκροστιχίδα τήνδε διὰ στίχων Ἡρωελεγείων.Εὐεπίης μελέεσσιν ἐφύμνια ταῦτα λιγαίνειΥἷα Θεοῦ μερόπων ἕνεκα τικτόμενονἘν χθονί, καὶ λύοντα πολύστονα πήματα κόσμου.Ἀλλ' Ἄνα ῥητῆρας ῥύεο τῶνδε πόνων.ᾨδὴ α'
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἔσωσε λαόν, θαυματουργῶν Δεσπότης,Ὑγρὸν θαλάσσης κῦμα χερσώσας πάλαι·Ἑκὼν δὲ τεχθεὶς ἐκ Κόρης, τρίβον βατήν,Πόλου τίθησιν ἡμῖν· ὃν κατ οὐσίαν,Ἶσόν τε Πατρί, καὶ βροτοῖς δοξάζομεν».Ἤνεγκε γαστὴρ ἡγιασμένη Λόγον,Σαφῶς ἀφλέκτῳ ζωγραφουμένη βάτῳ,Μιγέντα μορφῇ, τῇ βροτησίᾳ Θεόν,Εὔας τάλαιναν, νηδὺν ἀρᾶς τῆς πάλαι,Λύοντα πικρᾶς, ὃν βροτοὶ δοξάζομεν.Ἔδειξεν ἀστὴρ τὸν πρὸ ἡλίου Λόγον,Ἐλθόντα παῦσαι τὴν ἁμαρτίαν Μάγοις,Σαφῶς πενιχρὸν εἰς σπέος τὸν συμπαθῆ,Σὲ σπαργάνοις ἑλικτόν· ὃν γεγηθότες,Ἶδον τὸν αὐτόν, καὶ βροτὸν καὶ Κύριον.
Ὁ Κανὼν τῆς Ἁγίας Ἀνυσίας.Θεοφάνους.ᾨδὴ α'
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θαλάσσης τὸ ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν, ὁ παλαιὸς πεζεύσας, Ἰσραήλ, σταυροτύποις Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν τῇ ἐρήμῳ ἐτροπώσατο».Ὑμνοῦντι τὴν φωτοφόρον μνήμην σου, φῶς μοι κατάπεμψον, ὡς τῷ Πατρὶ τῶν φώτων ἐν χαρᾷ, παρεστῶσα Πανεύφημε, τὴν τῶν παθῶν μου θύελλαν, σαῖς προσευχαῖς ἀποδιώκουσα.Ἀσκήσει τὴν ψυχὴν νεώσασα, θεόφρον ἄρουραν, τοῦ μαρτυρίου στάχυν γεωργεῖς, γεωργῷ συντηρούμενον, τῷ τὴν ἰσχὺν σοι πνεύσαντι, Παρθενομάρτυς ἀξιάγαστε.Χειρί σου πλουσιωτάτῃ νείμασα, πλοῦτον ἐπίκηρον, πλουτοποιὸν ἐκέρδησας ζωήν, μηδαμῶς διαρρέουσαν, καὶ θησαυρὸν ἀκήρατον, Μάρτυς καὶ δόξαν ἐπουράνιον.ΘεοτοκίονἘκ σοῦ τῆς Ὑπεραγίας σήμερον, ὁ τοῦ παντὸς Ποιητής, σωματικῶς γεννᾶται καθ' ἡμᾶς, καὶ σπαργάνοις εἱλίσσεται, ὁ σπαργανώσας θάλασσαν, ὁμίχλῃ Μῆτερ ἀειπάρθενε.
Ὁ Κανὼν τῆς Ἁγίας Μελάνης.Θεοφάνους.ᾨδὴ α'
Ἦχος δ'
Ἀνοίξω τὸ στόμα μου ΤΟ ΑΚΟΥΤΕ
Παθῶν ἀμαυρότητι, μελανωθέντα με πάντοθεν, λαμπρύνας καθάρισον, ταῖς φωτοβόλοις εὐχαῖς, τῆς Ὁσίας σου, φιλάνθρωπε Μελάνης, καὶ ταύτην γεραίροντι, λόγον μοι ἔμπνευσον.Θερμῶς ἠκολούθησας, τῷ διὰ σὲ τὸν ἑκούσιον, Σταυρὸν ὑπομείναντι, ἐπ' ὤμων φέρουσα, Παμμακάριστε, προθύμως τὸν σταυρόν σου, καὶ τούτου ἐφύλαξας, τὰ δικαιώματα.Γονέων προσπάθειαν, καὶ τῆς σαρκὸς ἡδυπάθειαν, τελείως ἐξέκλινας, μόνον ποθήσασα, τὸ ἐράσμιον, Χριστοῦ θεόφρον κάλλος, οὗ πάντα ἐφίεται, λόγου μετέχοντα.Κλοιὸν ἀπορρίψασα, τῆς σαρκικῆς συμβιώσεως, τὸν σύζυγον ἔπεισας, σὺν σοὶ τὸν θεῖον ζυγόν, ἐπαυχένιον, καὶ φέρειν καὶ βαδίζειν, ὁδὸν τὴν εἰσάγουσαν, εἰς τὰς ἀΰλους μονάς.ΘεοτοκίονΠτωχεύει ὁ πλούσιος, ἐμὲ πλουτίζων θεότητι, κακῶς τὸν πτωχεύσαντα, τῇ ἀκρασίᾳ μου, καὶ ὁ ἄναρχος, ἀρχὴν ἰδοὺ λαμβάνει, ἐκ Κόρης τικτόμενος, νῦν τῆς θεόπαιδος.
Κανών Ἰαμβικός, ᾨδὴ γ', τῆς Ἑορτῆς
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Νεῦσον πρὸς ὕμνους οἰκετῶν Εὐεργέτα,Ἐχθροῦ ταπεινῶν τὴν ἐπηρμένην ὀφρύν,Φέρων τε Παντεπόπτα τῆς ἁμαρτίας,Ὕπερθεν ἀκλόνητον, ἐστηριγμένους,Μάκαρ, μελῳδοὺς τῇ βάσει τῆς πίστεως».Νύμφης πανάγνου τὸν πανόλβιον τόκονἸδεῖν ὑπὲρ νοῦν ἠξιωμένος χορός,Ἄγραυλος ἐκλονεῖτο, τῷ ξένῳ τρόπῳ.Τάξιν μελῳδοῦσάν τε τῶν Ἀσωμάτων,Ἄνακτα Χριστόν, ἀσπόρως σαρκούμενον.Ὕψους ἀνάσσων οὐρανῶν εὐσπλαγχνίᾳ,Τελεῖ καθ' ἡμᾶς ἐξ ἀνυμφεύτου Κόρης,Ἄϋλος ὢν τὸ πρόσθεν· ἀλλ' ἐπ' ἐσχάτωνΛόγος παχυνθεὶς σαρκί, τὸν πεπτωκότα,Ἵνα πρὸς αὐτὸν ἑλκύσῃ πρωτόκτιστον.
Κανών β', ᾨδὴ γ', τῶν Ἁγίων
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα· Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα».Τοῦ κάλλους σου τῆς ψυχῆς, ὁ Ποιητής σου ἐρασθεὶς νύμφην τε, ὄντως καλὴν καὶ ἄμωμον, Μάρτυς ἑαυτῷ συνηγάγετο.Τοῦ πάθους τοῦ ἀπαθοῦς, τοῦ νεκρωθέντος δι' ἡμᾶς νέκρωσιν, Μάρτυς σεμνὴ στέργουσα, τὸν μαρτυρικὸν θνῄσκεις θάνατον.Ὡς θῦμα πνευματικόν, ὡς ἱερεῖον καθαρὸν τέλειον, σοὶ τῷ Θεῷ προσήνεκται, ἡ τὸν σὸν Σταυρὸν ἀγαπήσασα.ΘεοτοκίονΧωρίον χωρητικόν, τοῦ ἀχωρήτου Πλαστουργοῦ πέφηνας, τοῦτον σαρκὶ χωρήσασα, Κεχαριτωμένη Πανάμωμε.
Κανών γ', ᾨδὴ γ', τῆς Ἁγίας Μελάνης
Ἦχος δ'
Οὐκ ἐν σοφίᾳ ΤΟ ΑΚΟΥΤΕ
Τῆς πρὸς τὰ κάτω, ἀποστᾶσα ῥοπῆς ὅλην δέδωκας, τὴν ῥοπὴν πανευσεβῶς, τῆς προαιρέσεως Ἔνδοξε, μόνα πρὸς τὰ μένοντα καὶ αἰωνίζοντα.Καὶ φθεγγομένη, καὶ σιγῶσα ἐδείχθης παραίνεσις, ἀστηρίκτων στηριγμός, μοναζουσῶν ὑποτύπωσις, Μελάνη πανένδοξε· ὅθεν ὑμνοῦμέν σε.Τῆ συντονίᾳ, τῶν εὐχῶν τὰς αἰσθήσεις ἐρρύθμισας, ταῖς τοῦ Πνεύματος αὐγαῖς· φωτοειδὴς ὅθεν γέγονας, ἐν σώματι ἄϋλον, βίον ζηλώσασα.ΘεοτοκίονὉ περιβάλλων, οὐρανοὺς ἐν νεφέλαις βουλήματι, σπαργανοῦται βουληθείς, χειρὶ Παρθένου ὡς νήπιον, χειρὸς ἀφαρπάζων με, τοῦ πολεμήτορος.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Οὐκ ἐν σοφίᾳ, καὶ δυνάμει καὶ πλούτῳ καυχώμεθα, ἀλλ' ἐν σοὶ τῇ τοῦ Πατρός, ἐνυποστάτῳ Σοφίᾳ Χριστέ· οὐ γὰρ ἐστιν ἅγιος, πλήν σου φιλάνθρωπε».
Κάθισμα τῆς Μάρτυρος
Ἦχος δ'
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ΤΟ ΑΚΟΥΤΕ
Κατὰ παθῶν τῶν τῆς σαρκὸς βασιλεύσασα, διὰ παθῶν ζωοποιῶν ἐβασίλευσας, ἐκ τοῦ οἰκείου αἵματος φοινίξασα σεμνή, χλαῖναν ἀδιάφθορον, εὐσεβῶς Ἀνυσία· ὅθεν τοῦ Παντάνακτος, Νύμφη ἄμωμος ὤφθης, ἀλλ' ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, τοὺς ἐκτελοῦντας ἐν πίστει τὴν μνήμην σου.Δόξα... τῆς Ὁσίας, ὁ αὐτὸςΤαχὺ προκατάλαβε ΤΟ ΑΚΟΥΤΕΤὰ θεῖα προστάγματα, ἐπιτελοῦσα σεμνή, ἐσκόρπισας ἔδωκας, τὰς μυριάδας τοῦ σοῦ, χρυσίου τοῖς πένησιν, ἄρασα δὲ ἐπ' ὤμων, τὸν σταυρόν σου Μελάνη, ἅμα τῷ σῷ συζύγῳ, ἠκολούθησας πίστει, Χριστῷ τῷ σταυρωθέντι σαρκί, καὶ μόνῳ Θεῷ ἡμῶν.Καὶ νῦν... τῆς Ἑορτῆς, ὁ αὐτὸςΚατεπλάγη Ἰωσὴφ ΤΟ ΑΚΟΥΤΕΔεῦτε ἴδωμεν πιστοί, ποῦ ἐγεννήθη ὁ Χριστός, ἀκολουθήσωμεν λοιπόν, ἔνθα ὁδεύει ὁ ἀστήρ, μετὰ τῶν Μάγων ἀνατολῆς τῶν Βασιλέων, Ἄγγελοι ὑμνοῦσιν, ἀκαταπαύστως ἐκεῖ, Ποιμένες ἀγραυλοῦσιν, ᾠδὴν ἐπάξιον. Δόξα ἐν ὑψίστοις λέγοντες, τῷ σήμερον ἐν Σπηλαίῳ τεχθέντι, ἐκ τῆς Παρθένου καὶ Θεοτόκου, ἐν Βηθλεὲμ τῆς Ἰουδαίας.
Κανών Ἰαμβικός, ᾨδὴ δ', τῆς Ἑορτῆς
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Γένους βροτείου τὴν ἀνάπλασιν πάλαι,ᾌδων Προφήτης Ἀββακούμ, προμηνύει,Ἰδεῖν ἀφράστως ἀξιωθεὶς τὸν τύπον.Νέον βρέφος γάρ, ἐξ ὄρους τῆς Παρθένου,Ἐξῆλθε λαῶν, εἰς ἀνάπλασιν Λόγος».Ἶσος προῆλθες τοῖς βροτοῖς ἑκουσίως,Ὕψιστε, σάρκα προσλαβὼν ἐκ Παρθένου,Ἰὸν καθᾶραι τῆς δρακοντείας κάρας,Ἄγων ἅπαντας πρὸς σέλας ζωηφόρον,Θεὸς πεφυκώς, ἐκ πυλῶν ἀνηλίων.Ἔθνη τὰ πρόσθεν τῇ φθορᾷ βεβυσμένα.Ὄλεθρον ἄρδην δυσμενοῦς πεφευγότα,Ὑψοῦτε χεῖρας, σὺν κρότοις ἐφυμνίοις,Μόνον σέβοντα Χριστόν, ὡς εὐεργέτην,Ἐν τοῖς καθ ἡμᾶς συμπαθῶς ἀφιγμένον.Ῥίζης φυεῖσα τοῦ Ἰεσσαὶ Παρθένε,Ὅρους παρῆλθες, τῶν βροτῶν τῆς οὐσίας,Πατρὸς τεκοῦσα τὸν πρὸ αἰώνων Λόγον.Ὡς ηὐδόκησεν αὐτός, ἐσφραγισμένην,Νηδὺν διελθεῖν τῇ κενώσει τῇ ξένῃ.
Κανών β', ᾨδὴ δ', τῶν Ἁγίων
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐπαρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία, ἐπὶ Σταυροῦ τὸν Ἥλιον τῆς δικαιοσύνης, ἔστη ἐν τῇ τάξει αὐτῆς, εἰκότως κραυγάζουσα. Δόξα τῇ δυνάμει σου Κύριε».Ζωηφόροις σου τοῖς ἴχνεσιν ἑπομένη, λόγχη πλευρὰν τιτρώσκεται, καὶ τὴν στρεφομένην, ἀβλαβῶς παρέρχεται, ῥομφαίαν ἡ δούλη σου, Δέσποτα Χριστὲ ἀνυμνοῦσά σε.Μαρτυρίου διαλάμπουσα λαμπηδόσι, καὶ ἀφθαρσίας στέφανον ἀναδησαμένη, χαίρουσα παρίστασαι, Χριστῷ τῷ Νυμφίῳ σου, Μάρτυς Ἀνυσία πανεύφημε.Τὸν πτερνίσαντα ἀπάτῃ τὴν πρώτην Εὔαν, μαρτυρικαῖς ἐνστάσεσι, τρέψασα καθεῖλες, δείξασα ἀνίσχυρον, καὶ χαίρουσα ἔκραζες· Δόξα τῇ δυνάμει σου Κύριε.ΘεοτοκίονὉ τὰς ἀΰλους οὐσίας δημιουργήσας, σωματικῶς ὡς ἄνθρωπος, ἐκ σοῦ Θεομῆτορ, σήμερον γεγέννηται. αὐτῷ μελῳδήσωμεν· Δόξα τῇ δυνάμει σου Κύριε.
Κανών γ', ᾨδὴ δ', τῆς Ἁγίας Μελάνης
Ἦχος δ'
Ὁ καθήμενος ἐν δόξῃ ΤΟ ΑΚΟΥΤΕ
Ἐγκρατείᾳ τὰς ὀρέξεις, τῆς σαρκὸς θανατώσασα, τὴν ζωὴν τῶν ὅλων, ἔσχες ἐνοικοῦσαν σοι Πάνσεμνε, πρὸς ἣν ἐκ γῆς μεταστᾶσα, κατεσκήνωσας, βασιλείας τοῖς ἐν οὐρανῷ ἀπολαύουσα.Τὰς πολλάς σου μυριάδας, τοῦ χρυσίου διένειμας, πενομένοις ὄντως, ταύτας θησαυροῖς δὲ ἀπέθηκας, παλαιουμένοις μηδέπω, εἰς αἰῶνα δέ, συντηροῦσὶ σοι τὴν διαρκῆ μονιμότητα.Συμπαθείας σου ὁ πλοῦτος, ποταμὸς ὥσπερ γέγονε, καταρδεύων πᾶσαν, πένητος Ἀοίδιμε ἔνδειαν, ῥύπον ἐκπλύνων πτωχείας, ὄλβον ἄσυλον, προξενῶν σοι, τὸν ἐν οὐρανοῖς μὴ κενούμενον.ΘεοτοκίονΤαῖς ὁρμαῖς καθυποκύψας, τῶν παθῶν ὥσπερ ἄλογος, λογικὸς ὑπάρχων, παρασυνεβλήθην τοῖς κτήνεσιν, ἀλλ' ἡ τὸν Λόγον τεκοῦσα τὸν ἀΐδιον, μὴ παρίδῃς με, διαπαντός ἀπολλύμενον.
Κανών Ἰαμβικός, ᾨδὴ ε', τῆς Ἑορτῆς
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐκ νυκτὸς ἔργων, ἐσκοτισμένης πλάνηςἹλασμὸν ἡμῖν Χριστὲ τοῖς ἐγρηγόρως,Νῦν σοι τελοῦσιν ὕμνον, ὡς εὐεργέτῃ,Ἔλθοις πορίζων εὐχερῆ τε τὴν τρίβον,Καθ' ἣν ἀνατρέχοντες, εὕροιμεν κλέος».Ἀπηνὲς ἔχθος, τὸ πρὸς αὐτὸν Δεσπότης,Τεμὼν διαμπάξ, σαρκὸς ἐν παρουσίᾳ,Ἵνα κρατοῦντος ὤλεσε ψυχοφθόρου,Κόσμον συνάπτων, ταῖς ἀΰλοις οὐσίαις,Τιθεὶς προσηνῆ, τὸν Τεκόντα τῇ κτίσει.Ὁ λαὸς εἶδεν, ὁ πρὶν ἠμαυρωμένος,Μεθ' ἡμέραν φῶς, τῆς ἄνω φρυκτωρίας·Ἔθνη Θεῷ δέ, κλῆρον Υἱὸς προσφέρει,Νέμων ἐκεῖσε τὴν ἀπόρρητον χάριν,Οὗ πλεῖον ἐξήνθησεν ἡ ἁμαρτία.
Κανών β', ᾨδὴ ε', τῶν Ἁγίων
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σὺ Κύριέ μου φῶς, εἰς τὸν κόσμον ἐλήλυθας, φῶς ἅγιον ἐπιστρέφον, ἐκ ζοφώδους ἀγνοίας, τοὺς πίστει ἀνυμνοῦντάς σε».Σὲ Κύριε πηγήν, σωτηρίου γινώσκουσα, ποτήριον μαρτυρίου, ἀδιστάκτῳ καρδίᾳ, ἡ Μάρτυς σου ἐξέπιεν.Ὦ δάμαλις Χριστοῦ, ὦ θεόδεκτον σφάγιον, ὦ ἄμωμον ἱερεῖον, Ἀθληφόρε Κυρίου, ἱκέτευε σωθῆναι ἡμᾶς.Φῶς γέγονας φωτί, τῷ μεγάλῳ τρανότερον, ἐγγίζουσα καὶ φωτίζεις, φωτοφόρον τὴν μνήμην, τὴν σὴν τοὺς ἑορτάζοντας.ΘεοτοκίονῬοῦς ἔστη τῆς φθορᾶς· ἡ Παρθένος ἀσπόρως γάρ, γεγέννηκε τὸν τὴν φύσιν, τῶν ἀνθρώπων φθαρεῖσαν, φθορᾶς ἐλευθερώσαντα.
Κανών γ', ᾨδὴ ε', τῆς Ἁγίας Μελάνης
Ἦχος δ'
Ἀσεβεῖς οὐκ ὄψονται ΤΟ ΑΚΟΥΤΕ
Τὰς ἀμόρφους τέλεον, ἰδέας τῶν παθῶν, ἐκ ψυχῆς ξέσασα σεμνή, ἐγκρατείας χρώμασι, διεζωγράφησας, ἐν αὐτῇ ἀπάθειαν, καὶ ἀγάπην ἀνυπόκριτον.Τηλαυγὲς ὡς ἔσοπτρον, ὑπάρξασα σεμνή, διαυγεῖς πνεύματος Θεοῦ, διαδόσεις Ἔνδοξε, ὑποδέδεξαι, καὶ πιστοὺς ἐφώτισας, τῇ λαμπρότητι τοῦ βίου σου.Ἐγκρατείᾳ σβέσασα, παθῶν πυρκαϊάν, τὸν πυρσὸν ἧψας τῆς ψυχῆς, ἐν παντὶ τῷ βίῳ σου, καταλαμπρύνοντα, καὶ τὰς ἀμαυρότητας, τῶν δαιμόνων ἐκκρουόμενον.ΘεοτοκίονἩ Παρθένος ἔτεκε, Θεὸν Ἐμμανουήλ, ἐν Σπηλαίῳ τῆς Βηθλεέμ, τὴν Ἐδὲμ ἀνοίγοντα, πάλαι κλεισθεῖσάν μοι, ἀκρασίᾳ βρώσεως, καὶ ἀπάτῃ τῇ τοῦ ὄφεως.
Κανών Ἰαμβικός, ᾨδὴ ς', τῆς Ἑορτῆς
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ναίων Ἰωνᾶς, ἐν μυχοῖς θαλαττίοις,Ἐλθεῖν ἐδεῖτο, καὶ ζάλην ἀπαρκέσαι.Νυγεὶς ἐγὼ δέ, τῷ τυραννοῦντος βέλει,Χριστὲ προσαυδῶ, τὸν κακῶν ἀναιρέτην,Θᾶττον μολεῖν σε τῆς ἐμῆς ῥαθυμίας».Ὃς ἦν ἐν ἀρχῇ, πρὸς Θεὸν Θεὸς Λόγος,Νυνὶ κρατύνει, μὴ σθένουσαν τὴν πάλαι,Ἰδὼν φυλάξαι, τὴν καθ ἡμᾶς οὐσίαν,Καθεὶς ἑαυτὸν δευτέρᾳ κοινωνίᾳΑὖθις προφαίνων, τῶν παθῶν ἐλευθέραν.Ἷκται δι' ἡμᾶς, Ἀβραὰμ ἐξ ὀσφύος,Λυγρῶς πεσόντας, ἐν σκότει τῶν πταισμάτων,Υἱοὺς ἐγεῖραι, τῶν κάτω νενευκότων,Ὁ φῶς κατοικῶν, καὶ φάτνην παρ' ἀξίαν.Νῦν εὐδοκήσας, εἰς βροτῶν σωτηρίαν.
Κανών β', ᾨδὴ ς', τῶν Ἁγίων
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι' οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι».Ἀνδρεῖον, γυναικείῳ ἐν σώματι φρόνημα, ἀναλαβοῦσα πρὸς πάλην, δυσμενῶν ἀσάρκων Μάρτυς ἐξῆλθες, καὶ ῥομφαίᾳ, ὑπομονῆς αὐτοὺς ἐθανάτωσας.Αἱμάτων, τῇ πλημμύρᾳ θαλάσσας ἐξήρανας, κακοπιστίας, Χριστοῦ δὲ τὴν σεπτὴν κατήρδευσας Ἐκκλησίαν, Ἀνυσία, ἀθληφόρε Παρθένων τὸ καύχημα.Ἀβρόχως, τῶν ἀγώνων διῆλθες κλυδώνιον, κυβερνωμένη παλάμῃ, τοῦ τὰ πάντα λόγῳ πεποιηκότος, καὶ πρὸς ὅρμον, σωτηρίας Παρθένε κατήντησας.ΘεοτοκίονὉ πλάσας, κατ' εἰκόνα ἰδίαν τὸν ἄνθρωπον, διὰ πολλὴν εὐσπλαγχνίαν, ἀναπλάττει τοῦτον ἐκ σοῦ Παρθένε, Θεομῆτορ, ὁλοκλήρως αὐτὸν ἐνδυσάμενος.
Κανών γ', ᾨδὴ ς', τῆς Ἁγίας Μελάνης
Ἦχος δ'
Θύσω σοι ΤΟ ΑΚΟΥΤΕ
Ἀβρόχως, τὸ τοῦ βίου διῆλθες κλυδώνιον, ἀκαταπόντιστος· ὅθεν, εἰς λιμένα ἄκλυστον καθωρμίσθης, καὶ τῆς ὄντως, ἀπολάβεις γαλήνης Ἀοίδιμε.Σπινθῆρσι, τοῦ θερμοῦ σου πρὸς Κύριον ἔρωτος, πεπυρωμένα τὰ βέλη, κατεφλέχθη πάντα τῆς ἁμαρτίας, καὶ δαιμόνων, κακουργίᾳ εἰς τέλος ἠφάνισται.Ὁ νοῦς σου, πρὸς τὸ κρεῖττον ἑνώσει θεούμενος, τῆς πρὸς τὴν σάρκα φιλίας, διεζεύχθη νεύσει παντοδυνάμῳ· διὰ τοῦτο, τῆς ἀσκήσεως πόνους ὑπέφερες.ΘεοτοκίονΘεοὶ με, γεννηθεὶς ἐκ Παρθένου ὁ Κύριος, καὶ σπαργανοῦται τὴν λύσιν, τῶν ἐμῶν ποιούμενος ἐγκλημάτων, καὶ χωρεῖται, ἐν Σπηλαίῳ ὁ πᾶσιν ἀχώρητος.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι' οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι».
Κοντάκιον τῆς Ὁσίας
Ἦχος δ'
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ΤΟ ΑΚΟΥΤΕ
Καταυγασθεῖσα τὴν ψυχὴν φρυκτωρίαις, τοῦ ἀναλάμψαντος ἡμῖν ἐκ Παρθένου, ἐν ἀρεταῖς διέλαμψας Πανεύφημε· πλοῦτον γὰρ σκορπίσασα, ἐπὶ γῆν ἐφθαρμένον, ἐναπεθησαύρισας, τὸν οὐράνιον πλοῦτον, καὶ ἐν ἀσκήσει ἔλαμψας φαιδρῶς. Ὅθεν Μελάνη, σὲ πόθῳ γεραίρομεν.
Ὁ Οἶκος
Φυγοῦσα κόσμου τὰ τερπνά, χρυσοῦ τὰς μυριάδας ἐσκόρπισας πλουσίως, εἰς χεῖρας τῶν πενήτων ἀποθεμένη εὐσεβῶς, τόπους δὲ τοὺς θείους διαδραμοῦσα, τοῖς πᾶσι τὰ πάντα γέγονας, βίον διελθοῦσα ἰσάγγελον, καὶ πᾶσιν ἐπαρκοῦσα· τῷ ἐλαίῳ δὲ τῆς εὐποιΐας, φαιδρύνασα τὴν ψυχικὴν λαμπάδα, εἰσῆλθες σὺν Χριστῷ πρὸς θεῖον νυμφῶνα, βασιλείας τῆς αὐτοῦ κατατρυφῶσα. Ὅθεν Μελάνη, σὲ πόθῳ γεραίρομεν.
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ Λ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀνυσίας, τῆς ἐν Θεσσαλονίκῃ.ΣτίχοιΕἰς δεξιὰν νύττουσι πλευρὰν κυρίως,Πλευρὰς Ἀδὰμ κύημα τὴν Ἀνυσίαν.Πλευρὰν Ἀνυσίης τριακοστῇ ἔγχος ἔνυξεν.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Θεοδώρας, τῆς ἀπὸ Καισαρείας.ΣτίχοιἈπῆρε δεσμοῦ σαρκὸς ἡ Θεοδώρα,Οὗπερ λυθῆναι ζῶσα καὶ πρὶν ἠγάπα.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἁγίου Μάρτυρος Φιλεταίρου.ΣτίχοιΦιλέταιρος πέπονθεν ἀθλητῶν νόμῳ,Κἂν οὐκ ἀπῆλθεν ὡς ἀθλητὴς ἐκ βίου.Τῇ αὐτῇ ἡμέρᾳ, Ὁ Ὅσιος Λέων ὁ Ἀρχιμανδρίτης, ἐν εἰρήνῃ τελειοῦται.ΣτίχοιῬευστοῦ μεταστάς, Χριστέ, Λέων ἐκ βίουΣκύμνον λέοντος ἐξ Ἰούδα σε βλέπει.Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Κανών Ἰαμβικός, ᾨδὴ ζ', τῆς Ἑορτῆς
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τῷ παντάνακτος ἐξεφαύλισαν πόθῳ,Ἄπλητα θυμαίνοντος ἠγκιστρωμένοι,Παῖδες τυράννου δύσθεον γλωσσαλγίαν,Οἷς εἴκαθε πῦρ ἄσπετον, τῷ Δεσπότῃ,Λέγουσιν· Εἰς αἰῶνας εὐλογητὸς εἶ».Ὑπηρέτας μὲν ἐμμανῶς καταφλέγει,Σῴζει δὲ παφλάζουσα ῥοιζηδὸν νέους,Ταῖς ἑπταμέτροις καύσεσι πυργουμένη,Οὓς ἔστεφε φλόξ, ἄφθονον τοῦ Κυρίου,Νέμοντος, εὐσεβείας ἕνεκα, δρόσον.Ἀρωγὲ Χριστέ, τὸν βροτοῖς ἐναντίον,Πρόβλημα τὴν σάρκωσιν ἀρρήτως ἔχων,ᾜσχυνας, ὄλβον τῆς θεώσεως φέρων,Μορφούμενος νῦν· ἧς τινος δι' ἐλπίδα,Ἄνωθεν εἰς κευθμῶνας ἤλθομεν ζόφου.Τὴν ἀγριωπόν, ἀκρατῶς γαυρουμένην,Ἄσεμνα βακχεύουσαν ἐξοιστρουμένου,Κόσμου καθεῖλες πανσθενῶς ἁμαρτίαν·Οὓς εἵλκυσε πρίν, σήμερον τῶν ἀρκύων,Σῴζεις δέ, σαρκωθεὶς ἑκὼν Εὐεργέτα.
Κανών β', ᾨδὴ ζ', τῶν Ἁγίων
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ διασώσας ἐν πυρί, τοὺς Ἀβραμιαίους σου Παῖδας, καὶ τοὺς Χαλδαίους ἀνελών, οἷς ἀδίκως δικαίους ἐνήδρευσαν, ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων, εὐλογητός εἶ».Σοῦ τὴν οἰκίαν τῆς ψυχῆς, Μάρτυς νοητῶς ἱδρυμένην, ὁμολογίᾳ τοῦ Χριστοῦ, τῶν βασάνων συρρεύσαντες χείμαρροι, οὐδαμῶς παρεσάλευσαν, ὁ Θεὸς ἀναβοώσης, εὐλογητός εἶ.Δικαιοσύνης τὸν Χριστόν, Ἥλιον γινώσκουσα Μάρτυς, οὐ κατεδέξω δυσσεβῶς, ἐπιθῦσαι Ἡλίῳ κελεύοντος, τοῦ τυράννου ἀλλ' ἔμελπες· ὁ Θεὸς ὁ τῶν Πατέρων, εὐλογητός εἶ.Σοῦ ἐξ αἱμάτων ἱερῶν, βάψασα σαυτοῦ ἁλουργίδα, νικητικῷ τὴν κεφαλὴν διαδήματι, Μάρτυς κατέστεψαι, καὶ Θεῷ νῦν παρίστασαι, Βασιλεῖ τῷ ἀθανάτῳ, εὐφραινομένη.ΘεοτοκίονὉ σπαργανώσας οὐρανόν, νέφεσι τὴν γῆν δὲ ὁμίχλῃ, σοῦ ἐκ γαστρὸς ἀποτεχθείς, σπαργανοῦται καὶ φάτνῃ προσκλίνεται, Θεομῆτορ Πανάμωμε, τὰς σειράς μου διαλύων, τῶν ἐγκλημάτων.
Κανών γ', ᾨδὴ ζ', τῆς Ἁγίας Μελάνης
Ἦχος δ'
Ὁ διασώσας ἐν πυρί ΤΟ ΑΚΟΥΤΕ
Σὺν τῷ συζύγῳ τὸν ζυγόν, φέρουσα Χριστοῦ θεοφόρε, κατενεώσατε εὐχῶν, τῷ ἀρότρῳ τὰς ψυχάς, καὶ τὴν ἄρουραν, τῶν καλῶν γεωργήσαντες, ἐντρυφᾶτε εἰς αἰῶνας, τῆς ἄνω δόξης.Ὡσεὶ ἐλαία ψαλμικῶς, οἴκῳ τοῦ Θεοῦ φυτευθεῖσα, καθιλαρύνεις μυστικῶς τὰς καρδίας, Ὁσία καὶ πρόσωπα, τῷ ἐλαίῳ τῶν πόνων σου, τῶν πιστῶς ἀνευφημούντων σου τους ἀγῶνας.Τῆς ἐγκρατείας δροσισμῷ, σβέσασα παθῶν τὰς καμίνους, τῇ ἐπομβρίᾳ τῶν εὐχῶν, ἰαμάτων πελάγη ἀνέβλυσας, παθημάτων ἐπήρειαν, κατακλύζοντα Μελάνη τῶν σὲ τιμώντων.ΘεοτοκίονΠόκον ἔφη ὁ Δαυΐδ, ὡς τὸν ὑετὸν δεξαμένην, τὸν ἐπουράνιον Ἁγνή, ἀνομίας χειμάρρους ξηραίνοντα, καὶ πιστῶν καταρδεύοντα, διανοίας χερσωθείσας τῇ ἁμαρτίᾳ.
Κανών Ἰαμβικός, ᾨδὴ η', τῆς Ἑορτῆς
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Μήτραν ἀφλέκτως εἰκονίζουσι Κόρης,Οἱ τῆς παλαιᾶς πυρπολούμενοι νέοι,Ὑπερφυῶς κύουσαν, ἐσφραγισμένην.Ἄμφω δὲ δρῶσα, θαυματουργίᾳ μιᾷ,Λαοὺς πρὸς ὕμνον ἐξανίστησι χάρις».Λύμην φυγοῦσα τοῦ θεοῦσθαι τῇ πλάνῃ,Ἄληκτον ὑμνεῖ τὸν κενούμενον Λόγον.Νεανικῶς ἅπασα σὺν τρόμῳ κτίσις,Ἄδοξον εὖχος δειματουμένη φέρειν,Ῥευστὴ γεγῶσα, κἂν σοφῶς ἐκαρτέρει.Ἥκεις πλανῆτιν πρὸς νομὴν ἐπιστρέφων,Τὴν ἀνθοποιὸν ἐξ ἐρημαίων λόφων,Ἡ τῶν ἐθνῶν ἔγερσις, ἀνθρώπων φύσιν·Ῥώμην βιαίαν τοῦ βροτοκτόνου σβέσαι,Ἀνὴρ φανείς τε, καὶ Θεὸς προμηθείᾳ.
Κανών β', ᾨδὴ η', τῶν Ἁγίων
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον».Χήραις ὀρφανοῖς τε καὶ πτωχοῖς, καὶ πᾶσι χρῄζουσι, πλοῦτον διένειμας, τοῦ Παντοκράτορος στέργουσα, ἀδιάπτωτα προστάγματα, καὶ Μαρτυρίου τὸ σεπτόν, ὄντως ποτήριον, ἐκπιοῦσα, ἔστης Παρθένε σεμνὴ τῆς ἐφέσεως.Ὡς προῖκα προσῆξας τῷ Χριστῷ νηστείαν δάκρυα, παθῶν τὴν νέκρωσιν, καὶ τὴν τοῦ αἵματος πρόσχυσιν, τῆς πλευρᾶς τε τὴν ἐκκέντησιν, μὴ παλαιούμενον αὐτός· ὅθεν σοι στέφανον, καὶ παστάδα, ἄφθορον νέμει, καὶ δόξαν ἀθάνατον.Οἰκεῖς μέτ' Ἀγγέλων ἐν φωτί, Παρθένων τάγμασι, δήμοις Μαρτύρων τε, συναγελάζουσι πρόσωπον, τοῦ νυμφίου σου πρὸς πρόσωπον, καὶ θεωροῦσα καὶ λαμπράς, δόξης μετέχουσα, καὶ βοῶσα· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.ΘεοτοκίονἸδοὺ νῦν ἐξέλιπε σαφῶς, ἐκ τῆς, Ἰούδα φυλῆς, ἄρχων ἡγούμενος· σὺ γὰρ Πανάμωμε τέτοκας, ᾧ τὸ πρὶν ἦν ἀποκείμενον, τὴν προσδοκίαν τῶν ἐθνῶν, Χριστὸν ᾧ ψάλλομεν· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Κανών γ', ᾨδὴ η', τῆς Ἁγίας Μελάνης
Ἦχος δ'
Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ ΤΟ ΑΚΟΥΤΕ
Ναὸν τὴν καρδίαν καὶ τὸ σῶμα, τριάδος τῆς ὑπερθέου ἐκτελέσας, θείους ἀνεδόμησας οἴκους Ἀξιάγαστε, ἐν οἷς Παρθένων τάγματα, καὶ Μοναζόντων χορούς, συνήθροισας ὑμνοῦντας συμφώνως, καὶ δοξολογοῦντας, Χριστὸν εἰς τοὺς αἰῶνας.Φρονήσει, ἀνδρείᾳ, σωφροσύνῃ, καὶ θείᾳ δικαιοσύνῃ διαλάμπουσα ἔσχες ἀνυψοῦσάν σε, ὕψος πρὸς οὐράνιον, ὑψοποιὸν ταπείνωσιν, δι' ἧς κατέβαλες, Ὁσία τὸν μεγάλαυχον ὄφιν· ὅθεν σε τιμῶμεν, ὡς ὄντως νικηφόρον.Ἐλέῳ τὸν ἔλεον ἐκτήσω· ἐσκόρπισας ἔδωκας τοῖς πένησιν· ἡ δικαιοσύνη σου, μένει αἰωνίζουσα, καὶ τὸ ἐκ ταύτης κέρδος σοι, μὴ παλαιούμενον, Μελάνη θεοφόρε Ὁσία, κλέος τῶν ἐν πίστει, ἀεὶ σε εὐφημούντων.ΘεοτοκίονΠαθῶν με ταράττει τρικυμία, βυθὸς με χειμάζει ἀπογνώσεως, σῶσόν με Πανάμωμε, Μήτηρ καὶ σωθήσομαι· τὸν γὰρ Σωτῆρα Κύριον ἐκυοφόρησας, ἐν φάτνῃ, τὸν ὡς βρέφος τεχθέντα, ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».
Κανών Ἰαμβικός, ᾨδὴ θ', τῆς Ἑορτῆς
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Σήμερον ἡ Παρθένος, τίκτει τὸν Δεσπότην, ἔνδον ἐν τῷ Σπηλαίῳ. «Στέργειν μὲν ἡμᾶς, ὡς ἀκίνδυνον φόβῳ,Ῥᾷον σιωπήν, τῷ πόθῳ δὲ Παρθένε,Ὕμνους ὑφαίνειν, συντόνως τεθηγμένους,Ἐργῶδές ἐστιν, ἀλλὰ καὶ Μήτηρ σθένος,Ὅση πέφυκεν ἡ προαίρεσις δίδου».Σήμερον ὁ Δεσπότης, τίκτεται ὡς βρέφος, ὑπὸ Μητρὸς Παρθένου. «Στέργειν μὲν ἡμᾶς, ὡς ἀκίνδυνον φόβῳ,Ῥᾷον σιωπήν, τῷ πόθῳ δὲ Παρθένε,Ὕμνους ὑφαίνειν, συντόνως τεθηγμένους,Ἐργῶδές ἐστιν, ἀλλὰ καὶ Μήτηρ σθένος,Ὅση πέφυκεν ἡ προαίρεσις δίδου».Δόξα...Μεγάλυνον ψυχή μου, τῆς τρισυποστάτου, καὶ ἀδιαιρέτου, Θεότητος τὸ κράτος. Τύπους ἀφεγγεῖς καὶ σκιὰς παρηγμένας,Ὦ Μῆτερ ἁγνή, τοῦ Λόγου δεδορκότες,Νέου φανέντος, ἐκ πύλης κεκλεισμένης,Δοξούμενοί τε, τῆς ἀληθείας φάος,Ἐπαξίως σὴν εὐλογοῦμεν γαστέρα.Καὶ νῦν...Μεγάλυνον ψυχή μου, τὴν λυτρωσαμένην, ἡμᾶς ἐκ τῆς κατάρας. Πόθου τετευχώς, καὶ Θεοῦ παρουσίας,Ὁ χριστοτερπὴς λαὸς ἠξιωμένος,Νῦν ποτνιᾶται τῆς παλιγγενεσίας.Ὡς ζωοποιοῦ· τὴν χάριν δὲ Παρθένε,Νέμοις ἄχραντε, προσκυνῆσαι τὸ κλέος.
Κανών β', ᾨδὴ θ', τῶν Ἁγίων
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας τὰς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν».Λίθοις οἱ προσάπτοντες σέβας, παρὰ τὸν Κτίσαντα ὁρᾶν σε, Ἔνδοξε μὴ φέροντες Θεῷ, ἀνακειμένην ξίφει συγκόπτουσι, διὰ θανάτου θείαν σοι, ἀθανασίαν μνηστευόμενοι.Θεσσαλονικέων ἡ πόλις, σοῦ τοῖς σπαργάνοις καὶ τοῖς ἄθλοις, Μάρτυς ἐγκαυχᾶται Παρθένε, ἡ Ἐκκλησία τῶν πρωτοτόκων δέ, μετὰ δικαίων ἔχει σου, πνεῦμα τὸ θεῖον εὐφραινόμενον.Λίβανον χρυσόν τε καὶ σμύρναν, ἐν Βηθλεὲμ τῷ γεννηθέντι, Μάγοι προσενήνοχαν πίστει, ἡ Ἀθλοφόρος δὲ τὴν δι' αἵματος τοῦ μαρτυρίου ἄθλησιν, ὑπὲρ ἡμῶν αὐτῷ πρεσβεύουσα.ΘεοτοκίονῬάβδος ἀνεβλάστησας ῥίζης, τοῦ Ἰεσσαὶ Θεογεννῆτορ, ἄνθος τῆς Θεότητος Χριστόν, ἡμῖν τεκοῦσα, Πάναγνε σήμερον, τὸν ὡς Θεὸν ἀχώρητον, καὶ νῦν ὡς βρέφος σπαργανούμενον.
Κανών γ', ᾨδὴ θ', τῆς Ἁγίας Μελάνης
Ἦχος δ'
Εὔα μὲν τῷ τῆς παρακοῆς ΤΟ ΑΚΟΥΤΕ
Εἰς ὕψος σαφῶς τῆς ἀκραιφνοῦς, ἀνέδραμες, Μακαρία τελειότητος, ἔφθασας τάξεις Ἀσωμάτων, τῷ ὄντως ἐφετῷ προσεπέλασας, πηγὴν τῶν ἀγαθῶν νῦν κατείληφας· ὅθεν σε πάντες μακαρίζομεν.Χοροῖς συνευφραίνῃ Ἀσκητῶν, ἀσκήσασα, καὶ τὰ πάθη θανατώσασα, βλέπεις ἀνακεκαλυμμένῳ, προσώπῳ τοῦ Θεοῦ τὴν λαμπρότητα, ἧς πρώην τὰς ἐμφάσεις ἐκέκτησο, σῶφρον Μελάνη παναοίδιμε.Βαδίσασα τρίβον τὴν στενήν, εὐρύχωρον, Παραδείσου πλάτος ἔφθασας, ὅπου χαρὰ ἑορταζόντων, τὸ ξύλον τῆς ζωῆς ἔνθα πέφυκεν, ἡμῶν διὰ παντὸς μνημονεύουσα, τῶν ἐκτελούντων σου τὴν κοίμησιν.ΘεοτοκίονὉ νώτοις φρικτῶς Χερουβικοῖς ὀχούμενος, ἐν ἀγκάλαις νῦν καθέζεται, Κόρης ἁγνῆς, καὶ σπαργανοῦται, καὶ λύει τὰς σειρὰς τῶν κακῶν ἡμῶν, καὶ γάλακτι ὡς νήπιος τρέφεται, ὁ διατρέφων πνοὴν ἅπασαν.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Εὔα μὲν τῷ τῆς παρακοῆς νοσήματι, τὴν κατάραν εἰσῳκίσατο, σὺ δὲ Παρθένε Θεοτόκε, τῷ τῆς κυοφορίας βλαστήματι, τῷ κόσμῳ τὴν εὐλογίαν ἐξήνθησας· ὅθεν σε πάντες μεγαλύνομεν».
Ἐξαποστειλάριον τῆς Μάρτυρος
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Ἡ θήκη τῶν λειψάνων σου, μύρον εὐῶδες βρύουσα, ἰᾶται πάθη ποικίλα, τὰ τῶν βροτῶν Ἀνυσία, Παρθενομαρτυς ἔνδοξε· διὸ πανηγυρίζομεν, τὴν φωτοφόρον μνήμην σου, ἐν ᾗ Χριστὸν ἐκδυσώπει, ὑπὲρ τῶν σὲ ἀνυμνούντων.
Ἐξαποστειλάριον τῆς Ὁσίας
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Μελάνη παναοίδιμε, Μοναζουσῶν τὸ καύχημα, παθῶν με τῇ ἀμαυρώσει, μελανωθέντα κατ' ἄμφω, λαμπρύνασα καθάρισον, ταῖς πρὸς Θεὸν πρεσβείαις σου, ὅπως φαιδρῶς γεραίρω σε, καὶ τὴν φωσφόρον σου μνήμην, λαμπροφανῶς ἑορτάζω.
Ἐξαποστειλάριον τῆς Ἑορτῆς
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Ὁ ὢν σὺν τῷ Γεννήτορι, Θεὸς ἀεὶ προάναρχος, ἐκ Πνεύματος νῦν ἁγίου, ἐν Βηθλεὲμ ἀπορρήτως, ἐκ σοῦ Παρθένε τίκτεται, ὑπὸ τὸ θεῖον σπήλαιον· ἐν φάτνῃ τῶν ἀλόγων δέ, σπαργανωθεὶς ἀνεκλίθη, λύων σειράς μου πταισμάτων.
Εἰς τοὺς Αἴνους, Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς.
Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς
Ἦχος πλ. β'
Αἱ Ἀγγελικαὶ ΤΟ ΑΚΟΥΤΕ
Ὢ τῶν ὑπὲρ νοῦν, καὶ μεγάλων μυστηρίων! πῶς ὁ ἀναφής, ἐνειλούμενος σπαργάνοις, ἐν φάτνῃ τῶν ἀλόγων, ἀνεκλίθη ὡς νήπιον, πάντας ἀλογίας ἀπαλλάττων, καὶ πρός οὐρανοὺς ἡμᾶς ἀνάγων, αὐτῷ κράζοντας· Εὐλογημένος ὁ τεχθείς, Θεὸς ἡμῶν δόξα σοι.
Ἦχος πλ. β'
Τὸν Ἐμμανουήλ, ἐν Σπηλαίῳ γεννηθέντα, ἄνωθεν ἀστήρ, κατεμήνυσε τοῖς Μάγοις, δικαιοσύνης ὄντα, ἀπερίγραπτον Ἥλιον, καὶ περιγραφόμενον ἐν φάτνῃ, σάρκα ὑλικήν ἠμφιεσμένον, πρὸς ὃν κράζομεν· Εὐλογημένος ὁ τεχθείς, Θεὸς ἡμῶν δόξα σοι.
Ἦχος πλ. β'
Νῦν ἐπὶ τῆς γῆς, πεφανέρωται παιδίον, ὁ ἐκ τοῦ Πατρός, γεννηθεὶς πρὸ τῶν αἰώνων. Ἀγάλλου πᾶσα κτίσις, οὐρανοὶ εὐφραινέσθωσαν, βλέποντες τοὺς πρὶν ἀπατηθέντας, πάλιν τῷ Θεῷ οἰκειουμένους, αὐτῷ κράζοντας· Εὐλογημένος ὁ τεχθείς, Θεὸς ἡμῶν δόξα σοι.
Ἦχος πλ. β'
Θέλων οὐρανούς, κλίνας Κύριε κατέβης, καὶ Παρθενικήν, μήτραν ᾤκησας ἀφράστως, καὶ βρέφος ἐγνωρίσθης, ἐν Σπηλαίῳ τικτόμενος, καὶ συνανεστράφης τοῖς ἀνθρώποις, ἀρίστην ὁδὸν ὑποδεικνύων, τοῖς σοὶ κράζουσιν· Εὐλογημένος ὁ τεχθείς, Θεὸς ἡμῶν δόξα σοι.
Θεοτοκίον
Ἦχος πλ. β'
Ἄφθορον Ἁγνήν, ἑαυτὴν κατανοοῦσα, μετὰ τὴν φρικτήν, καὶ ἀνέκφραστον λοχείαν, ἐβόα ἡ Παρθένος, Ἀνερμήνευτε Κύριε, βρέφος σπαργανούμενον κρατῶ σε, καὶ δοξολογῶ μετὰ Ποιμένων, πιστῶς κράζουσα· Εὐλογημένος ὁ τεχθείς, Θεὸς ἡμῶν δόξα σοι.
Ἀπόστιχα Στιχηρὰ ΠροσόμοιαἮχος πλ. β' Αἱ Ἀγγελικαὶ ΤΟ ΑΚΟΥΤΕῬάβδῳ σιδηρᾷ, ποιμανθήσῃ Ἰουδαῖε, οἷα ἀπειθής, καὶ Προφήταις ἀντιπίπτων· Υἱῷ γὰρ γεννηθέντι, ὁ Πατὴρ κλῆρον δίδωσιν, ἔθνη καὶ κατάσχεσιν γῆν πᾶσαν, σὲ δὲ ἀπωθεῖται μιαιφόνε· βοᾶν οὐ πείθῃ γάρ· ὁ Βασιλεὺς τοῦ Ἰσραήλ, Χριστὸς παραγέγονεν.Στίχ. Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.Κράζε ὦ Δαυΐδ, Θεοπάτορ καὶ Προφῆτα. Ἄστρον φαεινόν, προεκλάμψαν Ἑωσφόρου, καὶ ποῖον ἀνακράζεις; Τὸν ἀσπόρως τικτόμενον, Κόρης ἐκ Παρθένου, ᾧ βοῶμεν, εἰς τὴν χαρὰν τῆς Θεοτόκου, λαοὶ λέγοντες· Εὐλογημένος ὁ τεχθείς, Θεὸς ἡμῶν δόξα σοι.Στίχ. Ἐκ γαστρὸς πρὸ Ἑωσφόρου ἐγέννησά σε, ὤμοσε Κύριος, καὶ οὐ μεταμεληθήσεται. Σὺ Ἱερεὺς εἰς τὸν αἰῶνα, κατὰ τὴν τάξιν Μελχισεδέκ.Λέγε ἐμφανῶς, Ἡσαΐα ὦ Προφῆτα· Ἰδοὺ ἐν γαστρί, ἕξει ἄνανδρος Παρθένος, καὶ τέξεται ἀσπόρως, Πλαστουργὸν καὶ δεσπόζοντα, πάντων τῶν αἰώνων· ᾧ βοῶμεν, εἰς τὴν χαρὰν τῆς Θεοτόκου, φαιδρῶς ψάλλοντες· Εὐλογημένος ὁ τεχθείς, Θεὸς ἡμῶν δοξα σοι.
Θεοτοκίον
Ἦχος πλ. α'
Ὁρῶσά σε ἡ κτίσις ἅπασα, ἐν Βηθλεὲμ σαρκὶ τικτόμενον, τὸν Δημιουργὸν καὶ Κτίστην τῶν ἁπάντων, καινουργεῖται πάλιν καὶ ἀναπλάττεται, ὁ ἥλιος δὲ τὸ φῶς ἐφήπλωσε, καὶ ἡ γῆ ἐπαγάλλεται. Μάγοι ἐκ Περσίδος Βασιλεῖ δῶρα προσφέρουσι, Ποιμένες θαυμάζουσιν ἐκπλαγέντες, καὶ Θεὸν σὺν τῇ τεκούσῃ προσκυνοῦσι σαρκί. Ὢ τοῦ θαύματος! ὁ τροφεὺς τρέφεται Μητρὶ πανάγνῳ, διὰ τὴν τοῦ κόσμου σωτηρίαν καὶ ἀνάπλασιν.
Ἀντίφωνον Α', Ἦχος β'Στίχ. Ἐξομολογήσομαί σοι Κύριε ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου.Στίχ. Ἐν βουλῇ εὐθέων καὶ συναγωγῇ, μεγάλα τὰ ἔργα Κυρίου.Στίχ. Ἐξεζητημένα εἰς πάντα τὰ θελήματα αὐτοῦ.Στίχ. Ἐξομολόγησις καὶ μεγαλοπρέπεια τὸ ἔργον αὐτοῦ, καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἀντίφωνον Β', Ἦχος β'Στίχ. Μακάριος ἀνήρ, ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα.Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐκ Παρθένου τεχθείς, ψάλλοντάς σοι· Ἀλληλούϊα.Στίχ. Δυνατὸν ἐν τῇ γῇ ἔσται τὸ σπέρμα αὐτοῦ.Στίχ. Δόξα καὶ πλοῦτος ἐν τῷ οἴκῳ αὐτοῦ, καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.Στίχ. Ἐξανέτειλεν ἐν σκότει φῶς τοῖς εὐθέσιν.Ἀντίφωνον Γ', Ἦχος δ'Στίχ. Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.Ἀπολυτίκιον, Ἦχος δ'Ἡ γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως· ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν, Κύριε δόξα σοι.Στίχ. Ῥάβδον δυνάμεως ἐξαποστελεῖ σοι Κύριος ἐκ Σιών.Στίχ. Μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου, ἐν ταῖς λαμπρότησι τῶν Ἁγίων σου.
Εἰς τό, ἘξαιρέτωςΚανών β', ᾨδὴ θ', τῆς Ἑορτῆς
Ἦχος α'
Καταβασία ΤΟ ΑΚΟΥΤΕ
Μεγάλυνον ψυχή μου, τὴν λυτρωσαμένην, ἡμᾶς ἐκ τῆς κατάρας.«Στέργειν μὲν ἡμᾶς, ὡς ἀκίνδυνον φόβῳ,Ῥᾷον σιωπήν, τῷ πόθῳ δὲ Παρθένε,Ὕμνους ὑφαίνειν, συντόνως τεθηγμένους,Ἐργῶδές ἐστιν, ἀλλὰ καὶ Μήτηρ σθένος,Ὅση πέφυκεν ἡ προαίρεσις δίδου».
ΚοινωνικὸνΛύτρωσιν ἀπέστειλε Κύριος τῷ λαῷ αὐτοῦ. Ἀλληλούϊα.
| TA ΜΗΝΑΙΑ | Δεκέμβριος | 30 |
Dec 31
Τῌ ΛΑ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣἈπόδοσις τῆς ἘορτῆςΜνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Μελάνης τῆς Ῥωμαίας.
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Ἰδιόμελα.
Στιχηρὰ Ἰδιόμελα
Ἦχος β'
Γερμανοῦ
Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, τὸ παρὸν μυστήριον ἐκδιηγούμενοι, τὸ μεσότοιχον τοῦ φραγμοῦ διαλέλυται, ἡ φλογίνη ῥομφαία τὰ νῶτα δίδωσι, καὶ τὰ Χερουβίμ παραχωρεῖ τοῦ ξύλου τῆς ζωῆς, κἀγὼ τοῦ παραδείσου τῆς τρυφῆς μεταλαμβάνω, οὗ προεξεβλήθην διὰ τῆς παρακοῆς. Ἡ γὰρ ἀπαράλλακτος εἰκὼν τοῦ Πατρός, ὁ χαρακτήρ τῆς ἀϊδιότητος αὐτοῦ, μορφὴν δούλου λαμβάνει, ἐξ ἀπειρογάμου Μητρὸς προελθών, οὐ τροπὴν ὑπομείνας· ὃ γὰρ ἦν διέμεινε, Θεὸς ὢν ἀληθινός· καὶ ὃ οὐκ ἦν προσέλαβεν, ἄνθρωπος γενόμενος διὰ φιλανθρωπίαν· αὐτῷ βοήσωμεν· ὁ τεχθεὶς ἐκ Παρθένου Θεός, ἐλέησον ἡμᾶς. (Δίς)
Ἦχος β'
Ἀνατολίου
Τοῦ Κυρίου Ἰησοῦ γεννηθέντος ἐκ τῆς ἁγίας Παρθένου, πεφώτισται τὰ σύμπαντα· Ποιμένων γὰρ ἀγραυλούντων, καὶ Μάγων προσκυνούντων, Ἀγγέλων ἀνυμνούντων, Ἡρῴδης ἐταράττετο, ὅτι Θεὸς ἐν σαρκὶ ἐφάνη, Σωτὴρ τῶν ψυχῶν ἡμῶν. (Δίς)
Ἦχος β'
Ἡ Βασιλεία σου, Χριστὲ ὁ Θεός, βασιλεία πάντων τῶν αἰώνων, καὶ ἡ Δεσποτεία σου, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. Ὁ σαρκωθεὶς ἐκ Πνεύματος Ἁγίου, καὶ ἐκ τῆς ἀειπαρθένου Μαρίας ἐνανθρωπήσας, φῶς ἡμῖν ἔλαμψας, Χριστὲ ὁ Θεός, τῇ σῇ παρουσίᾳ· φῶς ἐκ φωτός, τοῦ Πατρὸς τὸ ἀπαύγασμα, πᾶσαν κτίσιν ἐφαίδρυνας. Πᾶσα πνοὴ αἰνεῖ σε, τὸν χαρακτῆρα τῆς δόξης τοῦ Πατρός. Ὁ ὢν καὶ προών, καὶ ἐκλάμψας ἐκ Παρθένου Θεός, ἐλέησον ἡμᾶς.
Ἦχος β'
Τὶ σοι προσενέγκωμεν Χριστέ, ὅτι ὤφθης ἐπὶ γῆς ὡς ἄνθρωπος δι' ἡμᾶς; ἕκαστον γὰρ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, τὴν εὐχαριστίαν σοι προσάγει· οἱ Ἄγγελοι τὸν ὕμνον, οἱ οὐρανοὶ τὸν Ἀστέρα, οἱ Μάγοι τὰ δῶρα, οἱ Ποιμένες τὸ θαῦμα, ἡ γῆ τὸ σπήλαιον, ἡ ἔρημος τὴν φάτνην· ἡμεῖς δὲ Μητέρα Παρθένον. Ὁ πρὸ αἰώνων Θεὸς ἐλέησον ἡμᾶς.
Glory... both now... Κασίας
Ἦχος β'
Αὐγούστου μοναρχήσαντος ἐπὶ τῆς γῆς, ἡ πολυαρχία τῶν ἀνθρώπων ἐπαύσατο, καὶ σοῦ ἐνανθρωπήσαντος ἐκ τῆς Ἁγνῆς, ἡ πολυθεΐα τῶν εἰδώλων κατήργηται. Ὑπὸ μίαν βασιλείαν ἐγκόσμιον, αἱ πόλεις γεγένηνται· καὶ εἰς μίαν Δεσποτείαν Θεότητος, τὰ Ἔθνη ἐπίστευσαν. Ἀπεγράφησαν οἱ λαοί, τῷ δόγματι τοῦ Καίσαρος, ἐπεγράφημεν οἱ πιστοί, ὀνόματι Θεότητος, σοῦ τοῦ ἐνανθρωπήσαντος Θεοῦ ἡμῶν. Μέγα σου τὸ ἔλεος, δόξα σοι.
Εἰς τὸν Στίχον, Στιχηρὰ ἸδιόμελαἮχος β' ΓερμανοῦΜέγα καὶ παράδοξον θαῦμα, τετέλεσται σὴμερον! Παρθένος τίκτει καὶ μήτρα οὐ φθείρεται, ὁ Λόγος σαρκοῦται, καὶ τοῦ Πατρὸς οὐ κεχώρισται, Ἄγγελοι μετὰ Ποιμένων δοξάζουσι, καὶ ἡμεῖς σὺν αὐτοῖς ἐκβοῶμεν· Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη.Στίχ. Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.Ἦχος γ' τοῦ αὐτοῦΣήμερον τίκτει ἡ Παρθένος, τὸν Ποιητὴν τοῦ παντός, Ἐδὲμ προσφέρει σπήλαιον, καὶ ἀστὴρ μηνύει Χριστόν, τὸν Ἥλιον τοῖς ἐν σκότει. Μετὰ δώρων Μάγοι προσεκύνησαν, πίστει φωτιζόμενοι, καὶ Ποιμένες εἶδον τὸ θαῦμα, Ἀγγέλων ἀνυμνούντων, καὶ λεγόντων· Δόξα ἐν ὑψίστοις Θεῷ.Στίχ. Ἐκ γαστρὸς πρὸ Ἑωσφόρου ἐγέννησά σε, ὤμοσε Κύριος, καὶ οὐ μεταμεληθήσεται. Σὺ Ἱερεὺς εἰς τὸν αἰῶνα, κατὰ τὴν τάξιν Μελχισεδέκ.Ὁ αὐτός, ἈνατολίουΤοῦ Κυρίου Ἰησοῦ γεννηθέντος, ἐν Βηθλεὲμ τῆς Ἰουδαίας, ἐξ Ἀνατολῶν ἐλθόντες Μάγοι, προσεκύνησαν Θεὸν ἐνανθρωπήσαντα, καὶ τοὺς θησαυροὺς αὐτῶν προθύμως ἀνοίξαντες, δῶρα τίμια προσέφερον, δόκιμον χρυσόν, ὡς Βασιλεῖ τῶν αἰώνων, καὶ λίβανον, ὡς Θεῷ τῶν ὅλων, ὡς τριημέρῳ δὲ νεκρῷ, σμύρναν τῷ Ἀθανάτῳ. Πάντα τὰ ἔθνη, δεῦτε προσκυνήσωμεν, τῷ τεχθέντι σῶσαι τὰς ψυχὰς ἡμῶν.
Δοξαστικὸν
Ἦχος δ'
Ἰωάννου Μοναχοῦ
Εὐφράνθητι Ἱερουσαλήμ, καὶ πανηγυρίσατε πάντες, οἱ ἀγαπῶντες Σιών. Σήμερον ὁ χρόνιος ἐλύθη δεσμός, τῆς καταδίκης τοῦ, Ἀδάμ, ὁ Παράδεισος ἡμῖν ἠνεῴχθη, ὁ ὄφις κατηργήθη· ἣν γὰρ ἠπάτησε πρώην, νῦν ἐθεάσατο, τοῦ Δημιουργοῦ γενομένην Μητέρα. Ὢ βάθος πλούτου, καὶ σοφίας, καὶ γνώσεως Θεοῦ, ἡ προξενήσασα τὸν θάνατον πάσῃ σαρκί, τῆς ἁμαρτίας τὸ ὄργανον, σωτηρίας ἀπαρχὴ ἐγένετο τῷ κόσμῳ παντί, διὰ τῆς Θεοτόκου· βρέφος γὰρ τίκτεται ἐξ αὐτῆς, ὁ παντέλειος Θεός, καὶ διὰ τοῦ τόκου, Παρθενίαν σφραγίζει, σειρὰς ἁμαρτημάτων, λύων διὰ σπαργάνων· καὶ διὰ νηπιότητος, τῆς Εὔας θεραπεύει, τὰς ἐν λύπαις ὠδῖνας. Χορευέτω τοίνυν πᾶσα ἡ κτίσις καὶ σκιρτάτω· ἀνακαλέσαι γὰρ αὐτήν, παραγέγονε Χριστός, καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον
Ἦχος δ'
Ἀνατολίου
Σπηλαίῳ παρῴκησας, Χριστὲ ὁ Θεός, φάτνη ὑπεδέξατο. Ποιμένες δὲ καὶ Μάγοι προσεκύνησαν. Τότε δὴ τῶν Προφητῶν ἐπληροῦτο τὸ κήρυγμα· καὶ Ἀγγέλων αἱ Δυνάμεις ἐθαύμαζον, βοῶσαι καὶ λέγουσαι· Δόξα τῇ συγκαταβάσει σου, μόνε φιλάνθρωπε
Ἀπολυτίκιον
Ἦχος δ'
ἐκ γ'
Ἡ γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως· ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο· σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν, Κύριε δόξα σοι.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα
Ἦχος δ'
Κατεπλάγη Ἰωσὴφ ΤΟ ΑΚΟΥΤΕ
Δεῦτε ἴδωμεν πιστοί, ποῦ ἐγεννήθη ὁ Χριστός, ἀκολουθήσωμεν λοιπὸν ἔνθα ὁδεύει ὁ ἀστήρ, μετὰ τῶν Μάγων Ἀνατολῆς τῶν Βασιλέων. Ἄγγελοι ὑμνοῦσιν, ἀκαταπαύστως ἐκεῖ. Ποιμένες ἀγραυλοῦσιν, ᾠδὴν ἐπάξιον. Δόξα ἐν ὑψίστοις λέγοντες, τῷ σήμερον ἐν Σπηλαίῳ τεχθέντι, ἐκ τῆς Παρθένου, καὶ Θεοτόκου, ἐν Βηθλεὲμ τῆς Ἰουδαίας. (Δίς)
Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα
Ἦχος δ'
Κατεπλάγη Ἰωσὴφ ΤΟ ΑΚΟΥΤΕ
Τὶ θαυμάζεις Μαριάμ; τὶ ἐκθαμβεῖσαι τῷ ἐν σοὶ; Ὅτι ἄχρονον Υἱόν, χρόνῳ ἐγέννησα φησί, τοῦ τικτομένου τὴν σύλληψιν μὴ διδαχθεῖσα. Ἄνανδρος εἰμί, καὶ πῶς τέξω Υἱόν; ἄσπορον γονὴν τὶς ἑώρακεν; ὅπου Θεὸς δὲ βούλεται, νικᾶται φύσεως τάξις, ὡς γέγραπται. Χριστὸς ἐτέχθη, ἐκ τῆς Παρθένου, ἐν Βηθλεὲμ τῆς Ἰουδαίας. (Δίς)
Ὁ Κανὼν τῆς Ἑορτῆς. Ὁ Παρὼν τοῦ κυρίου Κοσμᾶ, φέρων ἀκροστιχίδα τήνδε.Χριστὸς βροτωθεὶς ἦν ὅπερ Θεὸς μένῃ.ᾨδὴ α'
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Χριστὸς γεννᾶται, δοξάσατε. Χριστὸς ἐξ οὐρανῶν ἀπαντήσατε. Χριστὸς ἐπὶ γῆς, ὑψώθητε, ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί, ὅτι δεδόξασται».Ῥεύσαντα ἐκ παραβάσεως, Θεοῦ τὸν κατ' εἰκόνα γενόμενον, ὅλον τῆς φθορᾶς ὑπάρξαντα, κρείττονος ἑπταικότα θείας ζωῆς, αὖθις ἀναπλάττει, ὁ σοφὸς Δημιουργός, ὅτι δεδόξασται.Ἰδὼν ὁ Κτίστης ὀλλύμενον, τὸν ἄνθρωπον χερσίν, ὃν ἐποίησε, κλίνας οὐρανοὺς κατέρχεται, τοῦτον δὲ ἐκ Παρθένου θείας Ἁγνῆς, ὅλον οὐσιοῦται, ἀληθείᾳ σαρκωθείς, ὅτι δεδόξασται.Σοφία λόγος καὶ δύναμις, Υἱὸς ὢν τοῦ Πατρός, καὶ ἀπαύγασμα, Χριστὸς ὁ Θεός, δυνάμεις λαθών, ὅσας ὑπερκοσμίους, ὅσας ἐν γῇ, καὶ ἐνανθρωπήσας, ἀνεκτήσατο ἡμᾶς, ὅτι δεδόξασται.
Ὁ Ἕτερος Κανὼν Ἰαμβικός, Ἰωάννου Μοναχοῦ, φέρων ἀκροστιχίδα τήνδε διὰ στίχων Ἡρωελεγείων.Εὐεπίης μελέεσσιν ἐφύμνια ταῦτα λιγαίνειΥἷα Θεοῦ μερόπων ἕνεκα τικτόμενονἘν χθονί, καὶ λύοντα πολύστονα πήματα κόσμου.Ἀλλ' Ἄνα ῥητῆρας ῥύεο τῶνδε πόνων.ᾨδὴ α'
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἔσωσε λαόν, θαυματουργῶν Δεσπότης,Ὑγρὸν θαλάσσης κῦμα χερσώσας πάλαι·Ἑκὼν δὲ τεχθεὶς ἐκ Κόρης, τρίβον βατήν,Πόλου τίθησιν ἡμῖν· ὃν κατ οὐσίαν,Ἶσόν τε Πατρί, καὶ βροτοῖς δοξάζομεν».Ἤνεγκε γαστὴρ ἡγιασμένη Λόγον,Σαφῶς ἀφλέκτῳ ζωγραφουμένη βάτῳ,Μιγέντα μορφῇ, τῇ βροτησίᾳ Θεόν,Εὔας τάλαιναν, νηδὺν ἀρᾶς τῆς πάλαι,Λύοντα πικρᾶς, ὃν βροτοὶ δοξάζομεν.Ἔδειξεν ἀστὴρ τὸν πρὸ ἡλίου Λόγον,Ἐλθόντα παῦσαι τὴν ἁμαρτίαν Μάγοις,Σαφῶς πενιχρὸν εἰς σπέος τὸν συμπαθῆ,Σὲ σπαργάνοις ἑλικτόν· ὃν γεγηθότες,Ἶδον τὸν αὐτόν, καὶ βροτὸν καὶ Κύριον.
Κανών α', ᾨδὴ γ'
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τῶ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς γεννηθέντι ἀρρεύστως Υἱῷ, καὶ ἐπ' ἐσχάτων ἐκ Παρθένου, σαρκωθέντι ἀσπόρως, Χριστῷ τῷ Θεῷ βοήσωμεν· ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν, ἅγιος εἶ Κύριε».Ὁ τῆς ἐπιπνοίας, μετασχὼν τῆς ἀμείνω Ἀδὰμ χοϊκός, καὶ πρὸς φθορὰν κατολισθήσας, γυναικείᾳ ἀπάτῃ, Χριστὸν γυναικὸς βοᾷ ἐξορῶν, ὁ δι' ἐμὲ κατ᾿ ἐμὲ γεγονώς, ἅγιος εἶ Κύριε.Σύμμορφος πηλίνης, εὐτελοῦς διαρτίας Χριστὲ γεγονώς, καὶ μετοχῇ σαρκὸς τῆς χείρω, μεταδοὺς θείας φύτλης, βροτὸς πεφυκώς, καὶ μείνας Θεός, καὶ ἀνυψώσας τὸ κέρας ἡμῶν, Ἅγιος εἶ Κύριε.Βηθλεὲμ εὐφραίνου, Ἡγεμόνων Ἰούδα βασίλεια· τὸν Ἰσραὴλ γὰρ ὁ ποιμαίνων, Χερουβὶμ ὁ ἐπ' ὤμων, ἐκ σοῦ προελθὼν Χριστὸς ἐμφανῶς, καὶ ἀνυψώσας τὸ κέρας ἡμῶν, πάντων ἐβασίλευσεν.
Κανών β', ᾨδὴ γ', Ἰαμβικός
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Νεῦσον πρὸς ὕμνους οἰκετῶν Εὐεργέτα,Ἐχθροῦ ταπεινῶν τὴν ἐπηρμένην ὀφρύν,Φέρων τε Παντεπόπτα τῆς ἁμαρτίας,Ὕπερθεν ἀκλόνητον, ἐστηριγμένους,Μάκαρ, μελῳδοὺς τῇ βάσει τῆς πίστεως».Νύμφης πανάγνου τὸν πανόλβιον τόκονἸδεῖν ὑπὲρ νοῦν ἠξιωμένος χορός,Ἄγραυλος ἐκλονεῖτο, τῷ ξένῳ τρόπῳ.Τάξιν μελῳδοῦσάν τε τῶν Ἀσωμάτων,Ἄνακτα Χριστόν, ἀσπόρως σαρκούμενον.Ὕψους ἀνάσσων οὐρανῶν εὐσπλαγχνίᾳ,Τελεῖ καθ' ἡμᾶς ἐξ ἀνυμφεύτου Κόρης,Ἄϋλος ὢν τὸ πρόσθεν· ἀλλ' ἐπ' ἐσχάτωνΛόγος παχυνθεὶς σαρκί, τὸν πεπτωκότα,Ἵνα πρὸς αὐτὸν ἑλκύσῃ πρωτόκτιστον.
Ἡ Ὑπακοὴ
Ἦχος πλ. δ'
Τὴν ἀπαρχὴν τῶν Ἐθνῶν, ὁ οὐρανὸς σοι προσεκόμισε, τῷ κειμένῳ νηπίῳ ἐν φάτνῃ, δι᾿ ἀστέρος τοὺς Μάγους καλέσας· οὓς καὶ κατέπληττεν, οὐ σκῆπτρα καὶ θρόνοι, ἀλλ' ἐσχάτη πτωχεία· τὶ γάρ εὐτελέστερον σπηλαίου; τὶ δὲ ταπεινότερον σπαργάνων; ἐν οἷς διέλαμψεν ὁ τῆς Θεότητός σου πλοῦτος. Κύριε δόξα σοι.
Κάθισμα
Ἦχος πλ. δ'
Τὸ προσταχθὲν μυστικῶς ΤΟ ΑΚΟΥΤΕ
Ἀγαλλιάσθω οὐρανός, γῆ εὐφραινέσθω· ὅτι ἐτέχθη ἐπὶ γῆς, ὁ Ἀμνὸς τοῦ Θεοῦ, παρέχων τῷ κόσμῳ τὴν ἀπολύτρωσιν. Ὁ Λόγος ὁ ἐν τοῖς κόλποις ὢν τοῦ Πατρός, προῆλθεν ἐκ τῆς Παρθένου ἄνευ σπορᾶς· ὃν οἱ Μάγοι ἐξίσταντο, ὁρῶντες ἐν Βηθλεέμ, τικτόμενον ὡς νήπιον· ὃν δοξάζει τὰ σύμπαντα.Δόξα... Καὶ νῦν... τὸ αὐτὸ
Κανών α', ᾨδὴ δ'
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐξ αὐτῆς Χριστέ, ἐκ τῆς Παρθένου ἀνεβλάστησας· ἐξ ὄρους ὁ αἰνετὸς κατασκίου δασέος ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου, ὁ ἄϋλος καὶ Θεός. Δόξα τῇ δυνάμει σου Κύριε».Ὃν πάλαι προεῖπεν Ἰακώβ, ἐθνῶν ἀπεκδοχὴν Χριστέ, φυλῆς Ἰούδα ἐξανέτειλας, καὶ δύναμιν Δαμασκοῦ, Σαμαρείας σκῦλά τε, ἦλθες προνομεύσων πλάνην τρέπων, εἰς πίστιν θεοτερπῆ. Δόξα τῇ δυνάμει σου Κύριε.Τοῦ Μάντεως πάλαι Βαλαάμ, τῶν λόγων μυητὰς σοφούς, ἀστεροσκόπους χαρᾶς ἔπλησας, ἀστὴρ ἐκ τοῦ Ἰακώβ, ἀνατείλας Δέσποτα, Ἐθνῶν ἀπαρχὴν εἰσαγομένους· ἐδέξω δὲ προφανῶς, δῶρά σοι δεκτὰ προσκομίζοντας.Ὡς πόκῳ γαστρὶ Παρθενικῇ, κατέβης ὑετὸς Χριστέ, καὶ ὡς σταγόνες ἐν γῇ στάζουσαι. Αἰθίοπες καὶ θαρσεῖς, καὶ Ἀράβων νῆσοί τε, Σαβᾶ Μήδων, πάσης γῆς κρατοῦντες, προσέπεσόν σοι Σωτήρ. Δόξα τῇ δυνάμει σου Κύριε.
Κανών β', ᾨδὴ δ', Ἰαμβικός
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Γένους βροτείου τὴν ἀνάπλασιν πάλαι,ᾌδων Προφήτης Ἀββακούμ, προμηνύει,Ἰδεῖν ἀφράστως ἀξιωθεὶς τὸν τύπον.Νέον βρέφος γάρ, ἐξ ὄρους τῆς Παρθένου,Ἐξῆλθε λαῶν, εἰς ἀνάπλασιν Λόγος».Ἶσος προῆλθες τοῖς βροτοῖς ἑκουσίως,Ὕψιστε, σάρκα προσλαβὼν ἐκ Παρθένου,Ἰὸν καθᾶραι τῆς δρακοντείας κάρας,Ἄγων ἅπαντας πρὸς σέλας ζωηφόρον,Θεὸς πεφυκώς, ἐκ πυλῶν ἀνηλίων.Ἔθνη τὰ πρόσθεν τῇ φθορᾷ βεβυσμένα.Ὄλεθρον ἄρδην δυσμενοῦς πεφευγότα,Ὑψοῦτε χεῖρας, σὺν κρότοις ἐφυμνίοις,Μόνον σέβοντα Χριστόν, ὡς εὐεργέτην,Ἐν τοῖς καθ ἡμᾶς συμπαθῶς ἀφιγμένον.Ῥίζης φυεῖσα τοῦ Ἰεσσαὶ Παρθένε,Ὅρους παρῆλθες, τῶν βροτῶν τῆς οὐσίας,Πατρὸς τεκοῦσα τὸν πρὸ αἰώνων Λόγον.Ὡς ηὐδόκησεν αὐτός, ἐσφραγισμένην,Νηδὺν διελθεῖν τῇ κενώσει τῇ ξένῃ.
Κανών α', ᾨδὴ ε'
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θεὸς ὢν εἰρήνης, Πατὴρ οἰκτιρμῶν, τῆς μεγάλης Βουλῆς σου τὸν Ἄγγελον, εἰρήνην παρεχόμενον ἀπέστειλας ἡμῖν· ὅθεν θεογνωσίας, πρὸς φῶς ὁδηγηθέντες, ἐκ νυκτός ὀρθρίζοντες, δοξολογοῦμέν σε Φιλάνθρωπε».Ἐν δούλοις τῷ Καίσαρος δόγματι, ἀπεγράφης πειθήσας, καὶ δούλους ἡμᾶς, ἐχθροῦ καὶ ἁμαρτίας, ἠλευθέρωσας Χριστέ, ὅλον τὸ καθ᾿ ἡμᾶς δὲ πτωχεύσας, καὶ χοϊκόν ἐξ αὐτῆς ἑνώσεως, καὶ κοινωνίας ἐθεούργησας.Ἰδοὺ ἡ Παρθένος, ὡς πάλαι φησίν, ἐν γαστρὶ συλλαβοῦσα ἐκύησε, Θεὸν ἐνανθρωπήσαντα, καὶ μένει Παρθένος· δι ἧς καταλλαγέντες Θεῷ οἱ ἁμαρτωλοί, Θεοτόκον κυρίως οὖσαν, ἐν πίστει ἀνυμνήσωμεν.
Κανών β', ᾨδὴ ε', Ἰαμβικός
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐκ νυκτὸς ἔργων, ἐσκοτισμένης πλάνηςἹλασμὸν ἡμῖν Χριστὲ τοῖς ἐγρηγόρως,Νῦν σοι τελοῦσιν ὕμνον, ὡς εὐεργέτῃ,Ἔλθοις πορίζων εὐχερῆ τε τὴν τρίβον,Καθ' ἣν ἀνατρέχοντες, εὕροιμεν κλέος».Ἀπηνὲς ἔχθος, τὸ πρὸς αὐτὸν Δεσπότης,Τεμὼν διαμπάξ, σαρκὸς ἐν παρουσίᾳ,Ἵνα κρατοῦντος ὤλεσε ψυχοφθόρου,Κόσμον συνάπτων, ταῖς ἀΰλοις οὐσίαις,Τιθεὶς προσηνῆ, τὸν Τεκόντα τῇ κτίσει.Ὁ λαὸς εἶδεν, ὁ πρὶν ἠμαυρωμένος,Μεθ' ἡμέραν φῶς, τῆς ἄνω φρυκτωρίας·Ἔθνη Θεῷ δέ, κλῆρον Υἱὸς προσφέρει,Νέμων ἐκεῖσε τὴν ἀπόρρητον χάριν,Οὗ πλεῖον ἐξήνθησεν ἡ ἁμαρτία.
Κανών α', ᾨδὴ ς'
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν ἐνάλιος θήρ οἷον ἐδέξατο· τῇ Παρθένῳ δέ, ἐνοικήσας ὁ Λόγος, καὶ σάρκα λαβὼν διελήλυθε φυλάξας ἀδιάφθορον· ἧς γὰρ οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν κατέσχεν ἀπήμαντον».Ἦλθε σαρκωθείς, Χριστὸς ὁ Θεὸς ἡμῶν, γαστρὸς ὃν Πατήρ, πρὸ Ἑωσφόρου γεννᾷ, τὰς ἡνίας δέ, ὁ κρατῶν τῶν ἀχράντων Δυνάμεων, ἐν φάτνῃ τῶν ἀλόγων ἀνακλίνεται, ῥάκει σπαργανοῦται, λύει δέ, πολυπλόκους σειρὰς παραπτώσεων.Νέον ἐξ Ἀδάμ, παιδίον φυράματος ἐτέχθη Υἱός, καὶ πιστοῖς δέδοται, τοῦ δὲ μέλλοντος, οὗτός ἐστιν αἰῶνος, Πατὴρ καὶ Ἄρχων, καὶ καλεῖται τῆς μεγάλης Βουλῆς Ἄγγελος· οὗτος ἰσχυρὸς Θεὸς ἐστι, καὶ κρατῶν ἐξουσίᾳ τῆς κτίσεως.
Κανών β', ᾨδὴ ς', Ἰαμβικός
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ναίων Ἰωνᾶς, ἐν μυχοῖς θαλαττίοις,Ἐλθεῖν ἐδεῖτο, καὶ ζάλην ἀπαρκέσαι.Νυγεὶς ἐγὼ δέ, τῷ τυραννοῦντος βέλει,Χριστὲ προσαυδῶ, τὸν κακῶν ἀναιρέτην,Θᾶττον μολεῖν σε τῆς ἐμῆς ῥαθυμίας».Ὃς ἦν ἐν ἀρχῇ, πρὸς Θεὸν Θεὸς Λόγος,Νυνὶ κρατύνει, μὴ σθένουσαν τὴν πάλαι,Ἰδὼν φυλάξαι, τὴν καθ ἡμᾶς οὐσίαν,Καθεὶς ἑαυτὸν δευτέρᾳ κοινωνίᾳΑὖθις προφαίνων, τῶν παθῶν ἐλευθέραν.Ἷκται δι' ἡμᾶς, Ἀβραὰμ ἐξ ὀσφύος,Λυγρῶς πεσόντας, ἐν σκότει τῶν πταισμάτων,Υἱοὺς ἐγεῖραι, τῶν κάτω νενευκότων,Ὁ φῶς κατοικῶν, καὶ φάτνην παρ' ἀξίαν.Νῦν εὐδοκήσας, εἰς βροτῶν σωτηρίαν.
Κοντάκιον
Ἦχος γ'
Αὐτόμελον ΤΟ ΑΚΟΥΤΕ
Ἡ Παρθένος σήμερον, τὸν ὑπερούσιον τίκτει, καὶ ἡ γῆ τὸ Σπήλαιον, τῷ ἀπροσίτῳ προσάγει. Ἄγγελοι μετὰ Ποιμένων δοξολογοῦσι. Μάγοι δὲ μετὰ ἀστέρος ὁδοιποροῦσι· δι' ἡμᾶς γὰρ ἐγεννήθη, Παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός.
Ὁ Οἶκος
Τὴν Ἐδὲμ Βηθλεὲμ ἤνοιξε, δεῦτε ἴδωμεν· τὴν τρυφὴν ἐν κρυφῇ εὕρομεν, δεῦτε λάβωμεν, τὰ τοῦ Παραδείσου ἔνδον τοῦ Σπηλαίου. Ἐκεῖ ἐφάνη ῥίζα ἀπότιστος, βλαστάνουσα ἄφεσιν· ἐκεῖ εὑρέθη φρέαρ ἀνώρυκτον, οὗ πιεῖν Δαυῒδ πρὶν ἐπεθύμησεν· ἐκεῖ Παρθένος τεκοῦσα βρέφος, τὴν δίψαν ἔπαυσεν εὐθύς, τὴν τοῦ Ἀδὰμ καὶ τοῦ Δαυΐδ· διὰ τοῦτο πρὸς τοῦτο ἐπειχθῶμεν, οὗ ἐτέχθη, Παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός.
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΛΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Μελάνης της Ῥωμαίας. ΣτίχοιΟὐχ ὑλικὴ σε χεὶρ Μελάνη καὶ μέλαν, Θεὸς δέ, κἂν τέθνηκας, ἐν ζῶσι γράφει. Πρώτη ἐν τριακοστῇ ἀπῆρε βίοιο Μελάνη. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος καὶ Πρεσβυτέρου Ζωτικοῦ τοῦ Ὀρφανοτρόφου. ΣτίχοιΠώλων συρόντων, Ζωτικὸς σκιρτῶν τρέχει, ᾯ βαλβὶς ἡ γῆ, τέρμα δὲ δρόμου πόλος. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Γελάσιος ἐν εἰρήνῃ τελειοῦται. ΣτίχοιὉ Γελάσιος, ἄχρι καὶ τέλους βίου, Τὸν ἄξιον γέλωτος ἦν γελῶν βίον. Τῇ αὐτῇ ἡμέρᾳ, αἱ Ἅγιαι δέκα Παρθένοι, αἱ ἐν Νικομηδείᾳ τοὺς ὀφθαλμοὺς διατρηθεῖσαι καὶ τὰς πλευρὰς ξεσθεῖσαι, τελειοῦνται. ΣτίχοιΔιπλοῦν τὸν ἆθλον, τρῆσιν εἶτα καὶ ξέσιν, Χοροῦ γινώσκω διπλοπενταπαρθένου. Τῇ αὐτῇ ἡμέρᾳ, Ἡ ἁγία Μάρτυς Ὀλυμπιοδώρα πυρὶ τελειοῦται. ΣτίχοιἈγῶνι πρὸς πῦρ τῆς Ὀλυμπιοδώρας, Ὕμνος τὸ δῶρον, οὐκ Ὀλυμπίων πίτυς. Τῇ αὐτῇ ἡμέρᾳ, Ὁ Ἅγιος Γάϊος ἐν εἰρήνῃ τελειοῦται. ΣτίχοιΠολλοὺς ἀνέτλη Γάϊος θεῖος πόνους, Καὶ νῦν τὰ λαμπρὰ τῶν πόνων ἔχει γέρα. Οἱ Ἅγιοι Μάρτυρες Βούσιρις, Γαυδέντιος καὶ Νέμη ξίφει τελειοῦνται. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον, καὶ σῶσον ἡμᾶς. Ἀμήν.
Κανών α', ᾨδὴ ζ'
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Οἱ Παῖδες εὐσεβείᾳ συντραφέντες, δυσσεβοῦς προστάγματος καταφρονήσαντες, πυρὸς ἀπειλὴν οὐκ ἐκπτοήθησαν, ἀλλ' ἐν μέσῳ τῆς φλογὸς ἑστῶτες ἔψαλλον· Ὁ τῶν Πατέρων Θεός, εὐλογητὸς εἶ».Ποιμένες ἀγραυλοῦντες, ἐκπλαγοῦς φωτοφανείας ἔτυχον· δόξα Κυρίου γὰρ αὐτούς, περιέλαμψε καὶ Ἄγγελος. Ἀνυμνήσατε βοῶν, ὅτι ἐτέχθη Χριστός, ὁ τῶν Πατέρων Θεός, εὐλογητὸς εἶ.Ἐξαίφνης σὺν τῷ λόγῳ τοῦ Ἀγγέλου, οὐρανῶν στρατεύματα, Δόξα ἐκραύγαζον Θεῷ, ἐν ὑψίστοις, ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία, Χριστὸς ἔλαμψεν. Ὁ τῶν Πατέρων Θεός, εὐλογητὸς εἶ.Ῥῆμα τὶ τοῦτο; εἶπον οἱ Ποιμένες· διελθόντες ἴδωμεν τὸ γεγονός, θεῖον Χριστόν· Βηθλεὲμ καταλαβόντες δέ, σὺν τῇ τεκούσῃ προσεκύνουν ἀναμέλποντες· ὁ τῶν Πατέρων Θεός, εὐλογητὸς εἶ.
Κανών β', ᾨδὴ ζ', Ἰαμβικός
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τῷ παντάνακτος ἐξεφαύλισαν πόθῳ,Ἄπλητα θυμαίνοντος ἠγκιστρωμένοι,Παῖδες τυράννου δύσθεον γλωσσαλγίαν,Οἷς εἴκαθε πῦρ ἄσπετον, τῷ Δεσπότῃ,Λέγουσιν· Εἰς αἰῶνας εὐλογητὸς εἶ».Ὑπηρέτας μὲν ἐμμανῶς καταφλέγει,Σῴζει δὲ παφλάζουσα ῥοιζηδὸν νέους,Ταῖς ἑπταμέτροις καύσεσι πυργουμένη,Οὓς ἔστεφε φλόξ, ἄφθονον τοῦ Κυρίου,Νέμοντος, εὐσεβείας ἕνεκα, δρόσον.Ἀρωγὲ Χριστέ, τὸν βροτοῖς ἐναντίον,Πρόβλημα τὴν σάρκωσιν ἀρρήτως ἔχων,ᾜσχυνας, ὄλβον τῆς θεώσεως φέρων,Μορφούμενος νῦν· ἧς τινος δι' ἐλπίδα,Ἄνωθεν εἰς κευθμῶνας ἤλθομεν ζόφου.Τὴν ἀγριωπόν, ἀκρατῶς γαυρουμένην,Ἄσεμνα βακχεύουσαν ἐξοιστρουμένου,Κόσμου καθεῖλες πανσθενῶς ἁμαρτίαν·Οὓς εἵλκυσε πρίν, σήμερον τῶν ἀρκύων,Σῴζεις δέ, σαρκωθεὶς ἑκὼν Εὐεργέτα.
Κανών α', ᾨδὴ η'
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος, ἐξεικόνισε κάμινος τύπον· οὐ γὰρ οὓς ἐδέξατο φλέγει νέους, ὡς οὐδὲ πῦρ τῆς Θεότητος, Παρθένου ἣν ὑπέδυ νηδύν· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν. Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας».Ἕλκει Βαβυλῶνος ἡ θυγάτηρ παῖδας, δορυκτήτους Δαυΐδ, ἐκ Σιὼν ἐν αὐτῇ, δωροφόρους πέμπει δέ, Μάγους παῖδας, τὴν τοῦ Δαυΐδ θεοδόχον θυγατέρα λιτανεύσοντα· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν. Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.Ὄργανα παρέκλινε τὸ πένθος ᾠδῆς· οὐ γὰρ ᾗδον ἐν νόθοις οἱ παῖδες Σιών, Βαβυλῶνος λύει δέ, πλάνην πᾶσαν καὶ μουσικῶν, ἁρμονίαν Βηθλεὲμ ἐξανατείλας Χριστός· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν. Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.Σκῦλα Βαβυλὼν τῆς Βασιλίδος Σιών, καὶ δορύκτητον ὄλβον ἐδέξατο, θησαυροὺς Χριστός, ἐν Σιὼν δὲ ταύτης, καὶ Βασιλεῖς σὺν ἀστέρι ὁδηγῷ, ἀστροπολοῦντας ἕλκει· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.
Κανών β', ᾨδὴ η', Ἰαμβικός
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Μήτραν ἀφλέκτως εἰκονίζουσι Κόρης,Οἱ τῆς παλαιᾶς πυρπολούμενοι νέοι,Ὑπερφυῶς κύουσαν, ἐσφραγισμένην.Ἄμφω δὲ δρῶσα, θαυματουργίᾳ μιᾷ,Λαοὺς πρὸς ὕμνον ἐξανίστησι χάρις».Λύμην φυγοῦσα τοῦ θεοῦσθαι τῇ πλάνῃ,Ἄληκτον ὑμνεῖ τὸν κενούμενον Λόγον.Νεανικῶς ἅπασα σὺν τρόμῳ κτίσις,Ἄδοξον εὖχος δειματουμένη φέρειν,Ῥευστὴ γεγῶσα, κἂν σοφῶς ἐκαρτέρει.Ἥκεις πλανῆτιν πρὸς νομὴν ἐπιστρέφων,Τὴν ἀνθοποιὸν ἐξ ἐρημαίων λόφων,Ἡ τῶν ἐθνῶν ἔγερσις, ἀνθρώπων φύσιν·Ῥώμην βιαίαν τοῦ βροτοκτόνου σβέσαι,Ἀνὴρ φανείς τε, καὶ Θεὸς προμηθείᾳ.
Κανών α', ᾨδὴ θ'
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Μεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν, καὶ ἐνδοξοτέραν τῶν ἄνω στρατευμάτων.«Μυστήριον ξένον, ὁρῶ καὶ παράδοξον! οὐρανὸν τὸ Σπήλαιον· θρόνον Χερουβικόν, τὴν Παρθένον· τὴν φάτνην χωρίον· ἐν ᾧ ἀνεκλίθη ὁ ἀχώρητος, Χριστὸς ὁ Θεός· ὃν ἀνυμνοῦντες μεγαλύνομεν».Μεγάλυνον ψυχή μου, τὸν ἐκ τῆς Παρθένου, Θεὸν σαρκὶ τεχθέντα.Ἐξαίσιον δρόμον, ὁρῶντες οἱ Μάγοι, ἀσυνήθους νέου ἀστέρος ἀρτιφαοῦς, οὐρανίου ὑπερλάμποντος, Χριστὸν Βασιλέα ἐτεκμήραντο, ἐν γῇ γεννηθέντα Βηθλεέμ, εἰς σωτηρίαν ἡμῶν.Μεγάλυνον ψυχή μου, τὸν ἐν τῷ Σπηλαίῳ, τεχθέντα Βασιλέα.Νεηγενὲς Μάγων λεγόντων, παιδίον Ἄναξ, οὗ ἀστὴρ ἐφάνη, ποῦ ἐστίν; εἰς γὰρ ἐκείνου προσκύνησιν ἥκομεν· μανεὶς ὁ Ἡρῴδης ἐταράττετο, Χριστὸν ἀνελεῖν, ὁ θεομάχος φρυαττόμενος.Μεγάλυνον ψυχή μου, τῶν ὑπὸ τῶν Μάγων, Θεὸν προσκυνηθέντα.Ἠκρίβωσε χρόνον Ἡρῴδης ἀστέρος, οὗ ταῖς ἡγεσίαις οἱ Μάγοι ἐν Βηθλεέμ, προσκυνοῦσι Χριστῷ σὺν δώροις· ὑφ' οὗ πρὸς Πατρίδα ὁδηγούμενοι, δεινὸν παιδοκτόνον, ἐγκατέλιπον παιζόμενον.
Κανών β', ᾨδὴ θ', Ἰαμβικός
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Σήμερον ἡ Παρθένος, τίκτει τὸν Δεσπότην, ἔνδον ἐν τῷ Σπηλαίῳ. «Στέργειν μὲν ἡμᾶς, ὡς ἀκίνδυνον φόβῳ,Ῥᾷον σιωπήν, τῷ πόθῳ δὲ Παρθένε,Ὕμνους ὑφαίνειν, συντόνως τεθηγμένους,Ἐργῶδές ἐστιν, ἀλλὰ καὶ Μήτηρ σθένος,Ὅση πέφυκεν ἡ προαίρεσις δίδου».Σήμερον ὁ Δεσπότης, τίκτεται ὡς βρέφος, ὑπὸ Μητρὸς Παρθένου. «Στέργειν μὲν ἡμᾶς, ὡς ἀκίνδυνον φόβῳ,Ῥᾷον σιωπήν, τῷ πόθῳ δὲ Παρθένε,Ὕμνους ὑφαίνειν, συντόνως τεθηγμένους,Ἐργῶδές ἐστιν, ἀλλὰ καὶ Μήτηρ σθένος,Ὅση πέφυκεν ἡ προαίρεσις δίδου».Δόξα...Μεγάλυνον ψυχή μου, τῆς τρισυποστάτου, καὶ ἀδιαιρέτου, Θεότητος τὸ κράτος. Τύπους ἀφεγγεῖς καὶ σκιὰς παρηγμένας,Ὦ Μῆτερ ἁγνή, τοῦ Λόγου δεδορκότες,Νέου φανέντος, ἐκ πύλης κεκλεισμένης,Δοξούμενοί τε, τῆς ἀληθείας φάος,Ἐπαξίως σὴν εὐλογοῦμεν γαστέρα.Καὶ νῦν...Μεγάλυνον ψυχή μου, τὴν λυτρωσαμένην, ἡμᾶς ἐκ τῆς κατάρας. Πόθου τετευχώς, καὶ Θεοῦ παρουσίας,Ὁ χριστοτερπὴς λαὸς ἠξιωμένος,Νῦν ποτνιᾶται τῆς παλιγγενεσίας.Ὡς ζωοποιοῦ· τὴν χάριν δὲ Παρθένε,Νέμοις ἄχραντε, προσκυνῆσαι τὸ κλέος.ΚαταβασίαεΜεγάλυνον ψυχή μου, τῆς τρισυποστάτου, καὶ ἀδιαιρέτου, Θεότητος τὸ κράτος. «Μυστήριον ξένον, ὁρῶ καὶ παράδοξον! οὐρανὸν τὸ Σπήλαιον· θρόνον Χερουβικόν, τὴν Παρθένον· τὴν φάτνην χωρίον· ἐν ᾧ ἀνεκλίθη ὁ ἀχώρητος, Χριστὸς ὁ Θεός· ὃν ἀνυμνοῦντες μεγαλύνομεν».Μεγάλυνον ψυχή μου, τὴν λυτρωσαμένην, ἡμᾶς ἐκ τῆς κατάρας. «Στέργειν μὲν ἡμᾶς, ὡς ἀκίνδυνον φόβῳ,Ῥᾷον σιωπήν, τῷ πόθῳ δὲ Παρθένε,Ὕμνους ὑφαίνειν, συντόνως τεθηγμένους,Ἐργῶδές ἐστιν, ἀλλὰ καὶ Μήτηρ σθένος,Ὅση πέφυκεν ἡ προαίρεσις δίδου».
Ἐξαποστειλάριον
Ἦχος γ'
Αὐτόμελον ΤΟ ΑΚΟΥΤΕ, Ἐκ γ'
Ἐπεσκέψατο ἡμᾶς, ἐξ ὕψους ὁ Σωτὴρ ἡμῶν, ἀνατολὴ ἀνατολῶν, καὶ οἱ ἐν σκότει καὶ σκιᾷ, εὕρομεν τὴν ἀλήθειαν· καὶ γὰρ ἐκ τῆς Παρθένου ἐτέχθη ὁ Κύριος.
Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν Στιχηρά. Ἰδιόμελα.
Στιχηρά. Ἰδιόμελα
Ἦχος δ'
Ἀνδρέου Ἱεροσολυμίτου
Εὐφραίνεσθε Δίκαιοι, οὐρανοὶ ἀγαλλιᾶσθε, σκιρτήσατε τὰ ὄρη, Χριστοῦ γεννηθέντος, Παρθένος καθέζεται, τὰ Χερουβὶμ μιμουμένη, βαστάζουσα ἐν κόλποις, Θεόν Λόγον σαρκωθέντα. Ποιμένες τὸν τεχθέντα δοξάζουσι. Μάγοι τῷ Δεσπότῃ δῶρα προσφέρουσιν. Ἄγγελοι ἀνυμνοῦντες λέγουσιν· Ἀκατάληπτε Κύριε, δόξα σοι.
Ἦχος δ'
Ὁ Πατὴρ εὐδόκησεν, ὁ Λόγος σάρξ ἐγένετο, καὶ ἡ Παρθένος ἔτεκε, Θεὸν ἐνανθρωπήσαντα, Ἀστὴρ μηνύει· Μάγοι προσκυνοῦσι· Ποιμένες θαυμάζουσι, καὶ ἡ κτίσις ἀγάλλεται.
Ἦχος δ'
Θεοτόκε Παρθένε, ἡ τεκοῦσα τὸν Σωτῆρα, ἀνέτρεψας τὴν πρώτην κατάραν τῆς Εὔας, ὅτι Μήτηρ γέγονας, τῆς εὐδοκίας τοῦ Πατρός, βαστάζουσα ἐν κόλποις, Θεὸν Λόγον σαρκωθέντα. Οὐ φέρει το μυστήριον ἔρευναν· πίστει μόνῃ τοῦτο πάντες δοξάζομεν, κράζοντες μετὰ σοῦ καὶ λέγοντες· Ἀνερμήνευτε Κύριε, Δόξα σοι.
Ἦχος δ'
Δεῦτε ἀνυμνήσωμεν, τὴν Μητέρα τοῦ Σωτῆρος, τὴν μετὰ τόκον πάλιν ὀφθεῖσαν Παρθένον· Χαίροις Πόλις ἔμψυχε, τοῦ Βασιλέως καὶ Θεοῦ, ἐν ᾗ Χριστὸς οἰκήσας, σωτηρίαν εἰργάσατο. Μετὰ τοῦ Γαβριὴλ ἀνυμνοῦμέν σε, μετὰ τῶν Ποιμένων δοξάζομεν κράζοντες· Θεοτόκε πρέσβευε, τῷ ἐκ σοῦ σαρκωθέντι, σωθῆναι ἡμᾶς.
Δοξαστικὸν
Ἦχος πλ. β'
Γερμανοῦ
Ὅτε καιρός, τῆς ἐπὶ γῆς παρουσίας σου, πρώτη ἀπογραφὴ τῇ οἰκουμένῃ ἐγένετο, τότε ἔμελλες τῶν ἀνθρώπων ἀπογράφεσθαι τὰ ὀνόματα, τῶν πιστευόντων τῷ τόκῳ σου· διὰ τοῦτο τὸ τοιοῦτον δόγμα, ὑπὸ Καίσαρος ἐξεφωνήθη· τῆς γὰρ αἰωνίου σου βασιλείας, τὸ ἄναρχον ἐκαινουργήθη. Διὸ σοι προσφέρομεν καὶ ἡμεῖς, ὑπὲρ τήν χρηματικὴν φορολογίαν, ὀρθοδόξου πλουτισμὸν θεολογίας, τῷ Θεῷ καὶ Σωτῆρι τῶν ψυχῶν ἡμῶν.
Θεοτοκίον
Ἦχος β'
Ἰωάννου Μοναχοῦ
Σήμερον ὁ Χριστός, ἐν Βηθλεὲμ γεννᾶται ἐκ Παρθένου. Σήμερον ὁ ἄναρχος ἄρχεται, καὶ ὁ Λόγος σαρκοῦται. Αἱ δυνάμεις τῶν οὐρανῶν ἀγάλλονται, καὶ ἡ γῆ σὺν τοῖς ἀνθρώποις εὐφραίνεται. Οἱ Μάγοι τὰ δῶρα προσφέρουσιν, οἱ Ποιμένες τὸ θαῦμα κηρύττουσιν, ἡμεῖς δὲ ἀκαταπαύστως βοῶμεν· Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.
Μεγάλη Δοξολογία
Εἰς τὴν Λειτουργίαν, Ἀντίφωνα
Ἀντίφωνον Α', Ἦχος β'Στίχ. Ἐξομολογήσομαί σοι Κύριε ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου.Στίχ. Ἐν βουλῇ εὐθέων καὶ συναγωγῇ, μεγάλα τὰ ἔργα Κυρίου.Στίχ. Ἐξεζητημένα εἰς πάντα τὰ θελήματα αὐτοῦ.Στίχ. Ἐξομολόγησις καὶ μεγαλοπρέπεια τὸ ἔργον αὐτοῦ, καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἀντίφωνον Β', Ἦχος β'Στίχ. Μακάριος ἀνήρ, ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα.Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐκ Παρθένου τεχθείς, ψάλλοντάς σοι· Ἀλληλούϊα.Στίχ. Δυνατὸν ἐν τῇ γῇ ἔσται τὸ σπέρμα αὐτοῦ.Στίχ. Δόξα καὶ πλοῦτος ἐν τῷ οἴκῳ αὐτοῦ, καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.Στίχ. Ἐξανέτειλεν ἐν σκότει φῶς τοῖς εὐθέσιν.Ἀντίφωνον Γ', Ἦχος δ'Στίχ. Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.Ἀπολυτίκιον, Ἦχος δ'Ἡ γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως· ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν, Κύριε δόξα σοι.Στίχ. Ῥάβδον δυνάμεως ἐξαποστελεῖ σοι Κύριος ἐκ Σιών.Στίχ. Μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου, ἐν ταῖς λαμπρότησι τῶν Ἁγίων σου.ΕἰσοδικὸνἘκ γαστρὸς πρὸ Ἑωσφόρου ἐγέννησά σε· ὤμοσε Κύριος, καὶ οὐ μεταμεληθήσεται. Σὺ Ἱερεὺς εἰς τὸν αἰῶνα, κατὰ τὴν τάξιν Μελχισεδέκ.Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐκ Παρθένου τεχθείς, ψάλλοντάς σοι· Ἀλληλούϊα.
Εἰς τό, ἘξαιρέτωςΚανών β', ᾨδὴ θ', τῆς Ἑορτῆς
Ἦχος α'
Καταβασία ΤΟ ΑΚΟΥΤΕ
Μεγάλυνον ψυχή μου, τὴν λυτρωσαμένην, ἡμᾶς ἐκ τῆς κατάρας.«Στέργειν μὲν ἡμᾶς, ὡς ἀκίνδυνον φόβῳ,Ῥᾷον σιωπήν, τῷ πόθῳ δὲ Παρθένε,Ὕμνους ὑφαίνειν, συντόνως τεθηγμένους,Ἐργῶδές ἐστιν, ἀλλὰ καὶ Μήτηρ σθένος,Ὅση πέφυκεν ἡ προαίρεσις δίδου».
ΚοινωνικὸνΛύτρωσιν ἀπέστειλε Κύριος τῷ λαῷ αὐτοῦ. Ἀλληλούϊα.
| TA ΜΗΝΑΙΑ | Δεκέμβριος | 31 |
Jan 01
Τῌ Α' ΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥἩ κατὰ σάρκα Περιτομὴ τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ ΧριστοῦΜνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Βασιλείου τοῦ Μεγάλου.
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Μετὰ τὸν Προοιμιακόν, στιχολογοῦμεν τὴν α' στάσιν τοῦ, Μακάριος ἀνήρ. Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν τῆς Ἑορτῆς γ' καὶ τοῦ Ἁγίου γ'.
Στιχηρὰ Ἰδιόμελα τῆς Ἑορτῆς
Ἦχος πλ. δ'
Συγκαταβαίνων ὁ Σωτήρ, τῷ γένει τῶν ἀνθρώπων, κατεδέξατο σπαργάνων περιβολήν, οὐκ ἐβδελύξατο σαρκὸς τὴν περιτομήν, ὁ ὀκταήμερος κατὰ τὴν Μητέρα, ὁ ἄναρχος κατὰ τὸν Πατέρα. Αὐτῷ πιστοὶ βοήσωμεν. Σὺ εἶ ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς. (Δὶς)
Ἦχος πλ. δ'
Οὐκ ἐπῃσχύνθη ὁ πανάγαθος Θεός, τῆς σαρκὸς τὴν περιτομὴν ἀποτμηθῆναι, ἀλλ' ἔδωκεν ἑαυτόν, τύπον καὶ ὑπογραμμόν, πᾶσι πρὸς σωτηρίαν ὁ γὰρ τοῦ Νόμου Ποιητής, τά τοῦ Νόμου ἐκπληροῖ, καὶ τῶν προφητῶν τὰ κηρυχθέντα περὶ αὐτοῦ, ὁ πάντα περιέχων δρακί, καὶ ἐν σπαργάνοις εἱληθείς, Κύριε δόξα σοι.
Στιχηρὰ Προσόμοια τοῦ Ἁγίου
Ἦχος δ'
Ὁ ἐξ ὑψίστου κληθεὶς ΤΟ ΑΚΟΥΤΕ
Ὁ ἐπωνύμως κληθεὶς τῆς βασιλείας, ὅτε τὸ βασίλειον σὺ Ἱεράτευμα, τό τοῦ Χριστοῦ ἔθνος ἅγιον, φιλοσοφίᾳ, καὶ ἐπιστήμη Πάτερ ἐποίμανας, τότε διαδήματι, σὲ κατεκόσμησε, τῆς βασιλείας Βασίλειε, βασιλευόντων, ὁ βασιλεύων καὶ πάντων Κύριος, ὁ τῷ τεκόντι συννοούμενος ἀϊδίως Υἱὸς καὶ συνάναρχος ὅν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τάς ψυχὰς ἡμῶν.
Ἦχος δ'
Ἱεραρχίας στολαῖς ἠγλαϊσμένος, χαίρων ἀνεκήρυξας τὸ Εὐαγγέλιον, τῆς βασιλείας Βασίλειε, ὀρθοδοξίας, τῇ Ἐκκλησίᾳ βλύσας διδάγματα, οἷς νῦν φωτιζόμενοι, μίαν Θεότητα, τὴν ἐν Πατρὶ παντοκράτορι, μονογενεῖ τε, τοῦ Θεοῦ Λόγῳ καὶ θείῳ Πνεύματι, θεολογοῦμεν καὶ δοξάζομεν, ἐν Προσώποις Τρισὶν ἀδιαίρετον, ἣν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τάς ψυχὰς ἡμῶν.
Ἦχος δ'
Ὁ οὐρανίαις συνὼν χοροστασίαις, καὶ συναυλιζόμενος Πάτερ Βασίλειε, ὧν καὶ τὸν βίον ἐζήλωσας, τῇ λαμπροτάτῃ, εἰλικρινείᾳ τῆς πολιτείας σου, ἔτι μετὰ σώματος ἀναστρεφόμενος, τοῖς ἐπὶ γῆς ὥς τις ἄσαρκος· τοὺς ἐντρυφῶντας, τῆς θεοπνεύστου διδασκαλίας σου, ἐκ τῶν κινδύνων, καὶ τοῦ σκότους τῆς ἀγνωσίας, Χριστὸν τὸν Θεὸν ἡμῶν, καθικέτευε σῶσαι, καὶ φωτίσαι τάς ψυχὰς ἡμῶν.
Δοξαστικὸν
Ἦχος πλ. δ'
Ἀνατολίου
Σοφίας ἐραστὴς γενόμενος Ὅσιε, καὶ πάντων τῶν ὄντων, τὴν πρὸς Θεὸν προκρίνας συμβίωσιν, μελέτην θανάτου, εἰκότως τῷ βίῳ κατέλιπες· τὰ γὰρ σαρκὸς πάθη, ἐγκρατείας πόνοις, σεαυτῷ περιελόμενος, καὶ θείου μελέτῃ Νόμου, ἀδούλωτον τῆς ψυχῆς τηρήσας τὸ ἀξίωμα, ἀρετῆς περιουσίᾳ, ὅλον τῆς σαρκὸς τὸ φρόνημα, καθυπέταξας τῷ πνεύματι· διὸ σάρκα μισήσας, καὶ κόσμον καὶ κοσμοκράτορα, παριστάμενος τῷ Χριστῷ, αἴτησαι ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Θεοτοκίον
Ἦχος πλ. δ'
Συγκαταβαίνων ὁ Σωτήρ, τῷ γένει τῶν ἀνθρώπων, κατεδέξατο σπαργάνων περιβολήν· οὐκ ἐβδελύξατο σαρκὸς τὴν περιτομήν, ὁ ὀκταήμερος κατὰ τὴν Μητέρα, ὁ ἄναρχος κατὰ τὸν Πατέρα. Αὐτῷ πιστοὶ βοήσωμεν. Σὺ εἶ ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς.
Εἴσοδος, τὸ Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.Γενέσεως τὸ Ἀνάγνωσμα(Κεφ. 17, 114) Ὤφθη Κύριος τῷ Ἄβραμ, καὶ εἶπεν αὐτῷ. Ἐγὼ εἰμι ὁ Θεός σου, εὐαρέστει ἐναντίον ἐμοῦ καὶ γίνου ἄμεμπτος. Καὶ θήσομαι τὴν διαθήκην μου ἀνὰ μέσον ἐμοῦ, καὶ ἀνὰ μέσον σοῦ, καὶ πληθυνῶ σε σφόδρα· καὶ ἔσῃ πατὴρ πλήθους Ἐθνῶν. Καὶ οὐ κληθήσεται τὸ ὄνομά σου Ἄβραμ, ἀλλ' ἔσται τὸ ὄνομά σου Ἀβραάμ, ὅτι πατέρα πολλῶν Ἐθνῶν τέθεικὰ σε. Καὶ αὐξανῶ σε σφόδρα σφόδρα, καὶ θήσω σε εἰς Ἔθνη, καὶ Βασιλεῖς ἐκ σοῦ ἐξελεύσονται. Καὶ στήσω τὴν διαθήκην μου ἀνὰ μέσον ἐμοῦ, καὶ ἀνὰ μέσον σοῦ, καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου μετὰ σὲ εἰς τάς γενεὰς αὐτῶν, εἰς διαθήκην αἰώνιον, καὶ ἔσομαι αὐτοῖς Θεός. Καὶ ἔπεσεν Ἀβραὰμ ἐπὶ πρόσωπον αὐτοῦ, καὶ προσεκύνησε τῷ Κυρίῳ. Καὶ εἶπεν ὁ Θεὸς πρὸς Ἀβραάμ· Σὺ δὲ τὴν διαθήκην μου διατηρήσεις, σὺ, καὶ τὸ σπέρμα σου μετὰ σὲ εἰς τάς γενεὰς αὐτῶν. Καὶ αὕτη ἡ διαθήκη, ἣν διατηρήσεις ἀνὰ μέσον ἐμοῦ, καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου μετὰ σὲ εἰς τάς γενεὰς αὐτῶν. Περιτμηθήσεται ὑμῖν πᾶν ἀρσενικόν, καὶ περιτμηθήσεσθε τὴν σάρκα τῆς ἀκροβυστίας ὑμῶν, καὶ ἔσται σημεῖον διαθήκης ἀνά μέσον ἐμοῦ καὶ ὑμῶν. Καὶ παιδίον ὀκτὼ ἡμερῶν, περιτμηθήσεται ὑμῖν πᾶν ἀρσενικὸν εἰς τάς γενεὰς ὑμῶν. Καὶ ἀπερίτμητον ἄρσεν, ὃ οὐ περιτμηθήσεται τὴν σάρκα τῆς ἀκροβυστίας αὐτοῦ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ γένους αὐτῆς, ὅτι τὴν διαθήκην μου διεσκέδασε.
Παροιμιῶν τὸ Ἀνάγνωσμα(Κεφ. 8, 2230) Κύριος ἔκτισὲ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ. Πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με, ἐν ἀρχῇ πρὸ τοῦ τὴν γῆν ποιῆσαι. Καὶ πρὸ τοῦ τάς ἀβύσσους ποιῆσαι, πρὸ τοῦ προελθεῖν τάς πηγὰς τῶν ὑδάτων. Πρὸ τοῦ ὂρη ἑδρασθῆναι, πρὸ δὲ πάντων τῶν βουνῶν γεννᾷ με. Κύριος ἐποίησε χώρας καὶ ἀοικήτους, καὶ ἄκρα οἰκούμενα τῆς ὑπ' οὐρανόν. Ἡνίκα ἡτοίμαζε τὸν οὐρανόν, συμπαρήμην αὐτῷ, καὶ ὅτε ἀφώριζε τὸν ἑαυτοῦ θρόνον ἐπ' ἀνέμων. Ἡνίκα ἰσχυρὰ ἐποίει τὰ ἄνω νέφη, καὶ ὡς ἀσφαλεῖς ἐτίθει πηγὰς τῆς ὑπ' οὐρανόν, ἐν τῷ τιθέναι τῇ θαλάσσῃ ἀκριβασμὸν αὐτοῦ, καὶ ὕδατα οὐ παρελεύσεται στόμα αὐτοῦ, καὶ ἰσχυρὰ ἐποίει τὰ θεμέλια τῆς γῆς, ἤμην παρ᾽ αὐτῷ ἁρμόζουσα. Ἐγὼ ἤμην, ᾗ προσέχαιρε, καθ' ἡμέραν δὲ εὐφραινόμην ἐν προσώπῳ αὐτοῦ ἐν παντὶ καιρῷ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα(Ἐκλογὴ) Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας. Στόμα σοφῶν μελετᾷ σοφίαν, δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρὸς δικαίου, οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν, καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διὰ παντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτήν, οὐ κοπιάσει, καὶ ὁ ἀγρυπνήσας δι' αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς, καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν· μύστις γάρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρετὶς τῶν ἔργων αὐτοῦ, οἱ πόνοι αὐτῆς εἰσὶν ἀρεταί, σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ δὲ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς λόγων καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων, καὶ πᾶσι σύμβουλός ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγων αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δός μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων σου· ὅτι ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου, καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τὶ εὐάρεστόν ἐστι παρὰ σοί· καὶ ὁδηγήσει με ἐν γνώσει, καὶ φυλάξει μὲ ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοί, καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.
Εἰς τὴν Λιτήν, Στιχηρὰ Ἰδιόμελα.Ἦχος γ' ΓερμανοῦΧριστὸν εἰσοικισάμενος ἐν τῇ ψυχῇ σου, διὰ τῆς καθαρᾶς σου πολιτείας, τὴν πηγὴν τῆς ζωῆς, Ἱεροφάντα Βασίλειε, ποταμοὺς ἀνέβλυσας δογμάτων εὐσεβῶν τῇ οἰκουμένῃ, ἐξ ὧν ποτιζόμενος ὁ πιστὸς τῆς Ἐκκλησίας λαός, καρπὸν χειλέων ὁμολογούντων, τὴν χάριν προσφέρει τῷ δοξάσαντι τὴν μνήμην σου, εἰς αἰῶνα αἰῶνος.Ὁ αὐτὸςΜύρον ἐκκενωθὲν ἐπὶ σοὶ τῆς χάριτος, ἔχρισέ σε ἱερουργῆσαι τὸ Εὐαγγέλιον τῆς βασιλείας τῶν οὐρανῶν, Βασίλειε Θεοφάντορ· τοῦ Χριστοῦ γὰρ εὐωδία γενόμενος, τῆς ὀσμῆς τῆς γνώσεως αὐτοῦ, τὴν οἰκουμένην ἐπλήρωσας διὸ τάς φωνὰς τῶν οἰκετῶν σου εὐμενῶς δεχόμενος, αἴτησαι ἡμῖν τοῖς τιμῶσι σε, τὸ μέγα ἔλεος,Βύζαντος, ὁ αὐτὸςΤὴν ἱερατικὴν στολὴν ἀμπεχόμενος, Τριάδος ὑπέρμαχε Βασίλειε, θρόνῳ παρέστης δικαστικῷ, προκινδυνεύων τῆς πίστεως, καὶ ἀθλητικὴν ἔνστασιν ἐπιδειξάμενος, θυμὸν Ἐπάρχου κατῄσχυνας, θρασυνομένου τῷ κράτει τῆς ἀσεβείας, καὶ σπλάγχνων ἐκτομὴν ἀπειλοῦντος, προθύμως ταῦτα προέκρινας, καὶ Μάρτυς γενόμενος τῇ προαιρέσει, τὸν στέφανον ἀνεδήσω τῆς νίκης παρὰ Χριστοῦ, τοῦ ἔχοντος τὸ μέγα ἔλεος.Δόξα... Ἦχος πλ. β'Ἐξεχύθη ἡ χάρις ἐν χείλεσί σου, Ὅσιε Πάτερ, καὶ γέγονας ποιμὴν τῆς τοῦ Χριστοῦ Ἐκκλησίας, διδάσκων τὰ λογικὰ πρόβατα, πιστεύειν εἰς Τριάδα ὁμοούσιον, ἐν μιᾷ Θεότητι.Καὶ νῦν... τῆς Ἑορτῆς, Ἦχος πλ. δ'Συγκαταβαίνων ὁ Σωτήρ, τῷ γένει τῶν ἀνθρώπων, κατεδέξατο σπαργάνων περιβολήν, οὐκ ἐβδελύξατο σαρκὸς τὴν περιτομήν, ὁ ὀκταήμερος κατὰ τὴν Μητέρα, ὁ ἄναρχος κατὰ τὸν Πατέρα. Αὐτῷ πιστοὶ βοήσωμεν. Σὺ εἶ ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς.
Ἀπόστιχα Στιχηρὰ ἸδιόμελαἮχος α' ΒυζαντοςὮ θεία καὶ ἱερὰ τῆς Χριστοῦ Ἐκκλησίας μέλισσα, Βασίλειε παμμακάριστε· σὺ γὰρ τοῦ θείου πόθου τῷ κέντρῳ, σεαυτὸν καθοπλίσας, τῶν θεοστυγῶν αἱρέσεων τάς βλασφημίας κατέτρωσας· καὶ ταῖς ψυχαῖς τῶν πιστῶν εὐσεβείας τὸν γλυκασμὸν ἐθησαύρισας· καὶ νῦν τοὺς θείους λειμῶνας, τῆς ἀκηράτου διερχόμενος νομῆς, μνημόνευε καὶ ἡμῶν, παρεστὼς τὴν Τριάδα τὴν ὁμοούσιον.Ὁ αὐτὸςΣτιχ. Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.Βασιλείου ΜοναχοῦΠάντων τῶν ἁγίων ἀνεμάξω τάς ἀρετάς, Πατὴρ ἡμῶν Βασίλειε, Μωϋσέως τὸ πρᾶον, Ἠλιοὺ τὸν ζῆλον, Πέτρου τὴν ὁμολογίαν, Ἰωάννου τὴν Θεολογίαν, ὡς ὁ Παῦλος ἐκβοῶν οὐκ ἐπαύσω. Τὶς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τὶς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; Ὅθεν σὺν αὐτοῖς αὐλιζόμενος, ἱκέτευε σωθῆναι τάς ψυχὰς ἡμῶν.Ἦχος β'Στιχ. Στόμα δικαίου μελετήσει σοφίαν, καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν.Ἰωάννου ΜοναχοῦΤῶν ὄντων ἐκμελετήσας τὴν φύσιν, καὶ πάντων περισκοπήσας τὸ ἄστατον, μόνον εὗρες ἀκίνητον, τὸν ὑπερουσίως ὄντα Δημιουργὸν τοῦ παντός, ᾧ καὶ μᾶλλον προσθέμενος, τῶν οὐκ ὄντων τὸν πόθον ἀπέρριψας. Πρέσβευε καὶ ἡμᾶς τοῦ θείου πόθου τυχεῖν, Ἱεροφάντα Βασίλειε.
Δοξαστικὸν
Ἦχος πλ. β'
Ὁ τὴν χάριν τῶν θαυμάτων οὐρανόθεν κομισάμενος, καὶ τὴν πλάνην τῶν εἰδώλων στηλιτεύσας ἐν τοῖς δόγμασιν, Ἀρχιερέων ὑπάρχεις δόξα καὶ ἑδραίωμα, παμμακάριστε Βασίλειε, καὶ πάντων τῶν Πατέρων διδασκαλίας ὑπόδειγμα. Παρρησίαν ἔχων πρὸς Χριστόν, αὐτὸν ἱκέτευε, σωθῆναι τάς ψυχὰς ἡμῶν.
Θεοτοκίον
Ἦχος πλ. δ'
Οὐκ ἐπῃσχύνθη ὁ πανάγαθος Θεός, τῆς σαρκὸς τὴν Περιτομὴν ἀποτμηθῆναι, ἀλλ' ἔδωκεν ἑαυτόν, τύπον καὶ ὑπογραμμόν, πᾶσι πρὸς σωτηρίαν· ὁ γὰρ τοῦ Νόμου ποιητής, τά τοῦ Νόμου ἐκπληροῖ, καὶ τῶν Προφητῶν τὰ κηρυχθέντα περὶ αὐτοῦ. Ὁ πάντα περιέχων δρακί, καὶ ἐν σπαργάνοις εἱληθείς, Κύριε δόξα σοι.
Ἀπολυτίκιον τοῦ Ἁγίου
Ἦχος α'
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος σου, ὡς δεξαμένην τὸν λόγον σου, δι' οὗ θεοπρεπῶς ἐδογμάτισας, τὴν φύσιν τῶν ὄντων ἐτράνωσας, τὰ τῶν ἀνθρώπων ἤθη κατεκόσμησας, Βασίλειον Ἱεράτευμα, Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Ἕτερον τῆς Ἑορτῆς
Ἦχος α'
Μορφὴν ἀναλλοιώτως ἀνθρωπίνην προσέλαβες, Θεὸς ὢν κατ' οὐσίαν, πολυεύσπλαγχνε Κύριε καὶ Νόμον ἐκπληρῶν, περιτομήν, θελήσει καταδέχῃ σαρκικήν, ὅπως παύσῃς τὰ σκιώδη, καὶ περιέλῃς τὸ κάλυμμα τῶν παθῶν ἡμῶν. Δόξα τῇ ἀγαθότητι τῇ σῇ, δόξᾳ τῇ εὐσπλαγχνίᾳ σου, δόξα τῇ ἀνεκφράστῳ Λόγε συγκαταβάσει σου.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα
Ἦχος πλ. α'
Τὸν συνάναρχον Λόγον ΤΟ ΑΚΟΥΤΕ
Ὡς βασίλειον κόσμον τῆς Ἐκκλησίας Χριστοῦ, τὸν Βασίλειον πάντες ἀνευφημήσωμεν, τῶν δογμάτων θησαυρὸν τὸν ἀνέκλειπτον· διὰ τούτων γὰρ αὐτός, ἐξεπαίδευσεν ἡμᾶς, Τριάδα σέβειν ἁγίαν, ἡνωμένην μὲν τῇ οὐσίᾳ, διαιρετὴν δὲ ταῖς ὑποστάσεσι.Δόξα... Ἦχος α'Τὸν τάφον σου Σωτὴρ ΤΟ ΑΚΟΥΤΕΒασίλειε σοφέ, παρεστὼς τῇ Τριάδι, ἱκέτευε λαβεῖν, ἐν ἡμέρᾳ τῆς δίκης, ἡμᾶς τοὺς ὑμνοῦντας σε, καὶ τιμῶντας τὴν μνήμην σου, χάριν ἔλεος, καὶ ἱλασμὸν τῶν πταισμάτων, ὅπως στόματι, δοξάζωμεν καὶ καρδίᾳ, τὸν μόνον φιλάνθρωπον.Καὶ νῦν... τῆς Ἑορτῆς, ὅμοιονὉ πάντων Ποιητής, καὶ Δεσπότης τοῦ κόσμου, ὁ ὢν σὺν τῷ Πατρί, καὶ τῷ Πνεύματι ἄνω, ὡς βρέφος περιτέμνεται, ἐπὶ γῆς ὀκταήμερος. Ὄντως θεῖά τε, καὶ θαυμαστὰ σου τὰ ἔργα! σὺ γὰρ Δεσπότα, ὑπὲρ ἡμῶν περιτέμνῃ, ὡς ὤν Νόμου πλήρωμα.
Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα
Ἦχος πλ. δ'
Τὴν Σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ
Τῆς ἀρρήτου σοφίας θεοπρεπῶς, ἑξαντλήσας τὸν πλοῦτον τὸν μυστικόν, πᾶσιν ἐθησαύρισας, ὀρθοδοξίας τὰ νάματα, τῶν μὲν πιστῶν τάς καρδίας, ἐνθέως εὐφραίνοντα, τῶν δὲ ἀπίστων τὰ δόγματα, ἀξίως βυθίζοντα. Ὅθεν δι' ἀμφοτέρων, εὐσεβείας ἱδρῶσιν, ἐδείχθης ἀήττητος, τῆς Τριάδος ὑπέρμαχος, Ἱεράρχα Βασίλειε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.Δόξα... τὸ αὐτὸΚαὶ νῦν... τῆς Ἑορτῆς Ἦχος δ', Ἐπεφάνης σήμερον ΤΟ ΑΚΟΥΤΕὩς ὑπάρχων ἄβυσσος, φιλανθρωπίας, ἐνεδύσω Δεσπότα, μορφὴν τοῦ δούλου, καὶ σαρκί, περιετμήθης δωρούμενος, ἀνθρώποις πᾶσι, τὸ μέγα σου ἔλεος.
Μετὰ τὸν Πολυέλεον, τοῦ Ἁγίου.
Ἦχος πλ. δ'
Τὴν Σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ
Τῇ δυνάμει τῶν λόγων τῶν θεϊκῶν, καθελὼν τάς αἱρέσεις τάς ζοφεράς, πάντα τὰ φρυάγματα, τοῦ Ἀρείου ἐβύθισας· τοῖς γὰρ βροτοῖς τὸ Πνεῦμα, Θεὸν ἀνεκήρυξας, καὶ τῶν χειρῶν ἐκτάσει, ἐχθροὺς ἐθανάτωσας, πᾶσαν ἐκδιώξας, Σαβελλίου λατρείαν, καὶ πάντα φρονήματα, Νεστορίου κατήργησας. Ἱεράρχα Βασίλειε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.Δόξα... ὅμοιονἩ τῶν λόγων σου χάρις τῶν θεϊκῶν, καὶ δογμάτων τὸ ὕψος τὸ μυστικόν, θείας ἡμῖν γέγονεν, ἀναβάσεως κλῖμαξ· πνευματικὴν γὰρ Πάτερ, κτησάμενος σάλπιγγα, ἐν αὐτῇ ἐκήρυξας, τὰ θεῖα διδάγματα. Ὅθεν καὶ εἰς τόπον, κατεσκήνωσας χλόης, μισθοὺς τῶν ἀγώνων σου, κομισάμενος Ὅσιε. Ἱεράρχα Βασίλειε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.Καὶ νῦν... Θεοτοκίον, ὅμοιονὉ τῶν ὅλων Δεσπότης καὶ Ποιητής, ἐξ ἀχράντου σου μήτρας σάρκα λαβών, προστάτιν σε ἔδειξε, τῶν ἀνθρώπων Πανάμωμε· διὰ τοῦτο πάντες, πρὸς σε καταφεύγομεν, ἱλασμὸν πταισμάτων, αἰτούμενοι Δέσποινα, καὶ αἰωνιζούσης, λυτρωθῆναι βασάνου, καὶ πάσης κακώσεως, τοῦ δεινοῦ κοσμοκράτορος· διὰ τοῦτο βοῶμέν σοι. Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσιν ἐν πίστει, τὸν πανάγιον τόκον σου.
Προκείμενον Ἦχος δ' Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.Στίχος. Ἀκούσατε ταῦτα, πάντα τὰ Ἔθνη, ἐνωτίσασθε πάντες οἱ κατοικοῦντες τῇ οἰκουμένῃ.
Δόξα... Ταῖς τοῦ Ἱεράρχου...Καὶ νῦν... Ταῖς τῆς Θεοτόκου...Εἶτα τὸ Ἰδιόμελον, Ἦχος πλ. β'Ἐξεχύθη ἡ χάρις ἐν χείλεσί σου, Ὅσιε Πάτερ, καὶ γέγονας ποιμὴν τῆς τοῦ Χριστοῦ Ἐκκλησίας, διδάσκων τὰ λογικὰ πρόβατα, πιστεύειν εἰς Τριάδα ὁμοούσιον, ἐν μιᾷ Θεότητι.
Ὁ Κανὼν τῆς Ἑορτῆς καὶ τοῦ Ἁγίου.Ποίημα Στεφάνου.ᾨδὴ α'
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Δεῦτε λαοί, ᾄσωμεν ᾆσμα Χριστῷ τῷ Θεῷ, τῷ διελόντι θάλασσαν, καὶ ὁδηγήσαντι, τὸν λαὸν ὃν ἀνῆκε, δουλείας Αἰγυπτίων, ὅτι δεδόξασται».Ἡ Ὀγδόας, φέρουσα τύπον τοῦ μέλλοντος, τῇ σῇ Χριστὲ λαμπρύνεται, καὶ ἁγιάζεται, ἑκουσίῳ πτωχείᾳ· ἐν ταύτῃ γὰρ νομίμως, περιετμήθης σαρκί.Περιτομήν, δέχεται τῇ ὀγδοάδι Χριστός, τῆς ἑαυτοῦ γεννήσεως καὶ ταύτης σήμερον, τὴν σκιὰν καταστέλλει, τὸ φῶς ἑξανατέλλων, τῆς νέας χάριτος.Τοῦ ἁγίου, ὁ αὐτὸςΠοίημα Ἰωάννου τοῦ ΔαμασκηνοῦΣοῦ τὴν φωνήν, ἔδει παρεῖναι Βασίλειε, τοῖς ἐγχειρεῖν ἐθέλουσι, τοῖς ἐγκωμίοις σου, ἀλλὰ Πάτερ συγγνώμων, γενόμενος τὴν χάριν, νέμοις ἀφθόνως ἡμῖν.Τὸ ἐμπαθές, σκίρτημα τῆς τυραννούσης σαρκός, φιλοσοφίας ἔρωτι, ἐπαιδαγώγησας διὸ ἐν ἀκηράτοις, αὐλίζῃ βασιλείοις, Πάτερ Βασίλειε.Τῶν ἀρετῶν, σὺ τὴν τραχεῖαν βαδίσας ὁδόν, ἐπὶ τὴν λείαν ἔφθασας, καὶ ἀστασίαστον, τὴν οὐράνιον βάσιν, καὶ πᾶσιν ἀνεδείχθης, τύπος Βασίλειε.Τὰ τῆς ψυχῆς, πάθη χρησίμως Βασίλειε, ἅμα δὲ καὶ τοῦ σώματος, ἐν τῷ τοῦ Πνεύματος, περιέτεμες ξίφει σαυτὸν δέ, τῷ Δεσπότῃ, θῦμα προσήνεγκας.Σὺ γεγονώς, μύστης ἀρρήτων Βασίλειε, τό τοῦ Χριστοῦ βασίλειον, ἐμυσταγώγησας, Ἱεράτευμα Πάτερ, σαφῶς τὸ τῆς Τριάδος, φῶς ἀπαστράψας ἡμῖν.ΘεοτοκίονΤὶς ἐξειπεῖν, σοῦ κατ' ἀξίαν δυνήσεται, τὴν ὑπὲρ λόγον σύλληψιν; Θεὸν γὰρ τέτοκας, ἐν σαρκὶ Παναγία, ἡμῖν ἐπιφανέντα Σωτῆρα πάντων ἡμῶν.Καταβασίαε ΤΟ ΑΚΟΥΤΕ«Βυθοῦ ἀνεκάλυψε πυθμένα καὶ διὰ ξηρᾶς οἰκείους ἕλκει, ἐν αὐτῷ κατακαλύψας ἀντιπάλους, ὁ κραταιός, ἐν πολέμοις Κύριος, ὅτι δεδόξασται».Ἑτέρα ΤΟ ΑΚΟΥΤΕ«Στίβει θαλάσσης, κυματούμενον σάλον,Ἤπειρον αὖθις, Ἰσραὴλ δεδειγμένον,Μέλας δὲ πόντος, τριστάτας Αἰγυπτίων,Ἔκρυψεν ἄρδην, ὑδατόστρωτος τάφος,Ῥώμῃ κραταιᾷ, δεξιᾶς τοῦ Δεσπότου».
Κανών α', ᾨδὴ γ', τῆς Ἑορτῆς καὶ τοῦ Ἁγίου
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε, ὁ ξύλῳ νεκρώσας τὴν ἁμαρτίαν, καὶ τὸν φόβον σου ἐμφύτευσον, εἰς τάς καρδίας ἡμῶν τῶν ὑμνούντων σε».Ὁ λόγος σαρκωθεὶς ὁ ὑπερούσιος, εἰς λῆξιν τοῦ Νόμου περιετμήθη, ἀπαρχὰς δὲ θείας χάριτος, καὶ ζωῆς ἀκηράτου ἡμῖν δέδωκε.Τοῦ Νόμου πληρωτὴς ὡς οὐκ ἀντίθεος, ὑπάρχων Χριστὸς σεσαρκωμένος, ἀνεδείχθη καὶ ἠξίωσεν, ἑκών περιτμηθῆναι ὀκταήμερος.Τοῦ Ἁγίου, ὁ αὐτὸςΠαιδείας γεγονὼς ἁπάσης ἔμπλεως, οὐ μόνον τῆς κάτω καὶ πατουμένης πολλῷ μᾶλλον δὲ τῆς κρείττονος ἀνεδείχθης τῷ κόσμῳ φῶς Βασίλειε. Τῷ φόβῳ τοῦ Κυρίου στοιχειούμενος· ἀρχὴ γὰρ σοφίας, οὗτος ὑπάρχει, τῇ φιλίᾳ τῆς ἀμείνονος, ἐπτερώθης σοφίας ὦ Βασίλειε.Βασίλειε σοφῶς ἐπέβης πράξεως, καὶ πρᾶξιν ἐπίβασιν θεωρίας, θειοτέρας ἐπιδέδειξαι, καὶ τῶν ὄντων τὴν γνῶσιν ἐμυήθης σαφῶς.Συνέδραμε Χριστοῦ καὶ συνεξέλαμψεν, ἡ μνήμη σου Πάτερ τοῖς γενεθλίοις, ὧν τὸ ἄφραστον μυστήριον, ταῖς σαῖς διδασκαλίαις ἐφανέρωσας.ΘεοτοκίονἈσπόρως ἐν γαστρὶ Θεὸν συνέλαβες, καὶ τίκτεις ἀφράστως σεσαρκωμένον, εἰς ὃν βλέπειν οὐ τολμῶσιν Ἁγνή, οὐρανῶν αἱ Δυνάμεις Ἀειπάρθενε.Καταβασίαε ΤΟ ΑΚΟΥΤΕ«Ἰσχὺν ὁ διδοὺς τοῖς Βασιλεῦσιν ἡμῶν Κύριος, καὶ κέρας χριστῶν αὐτοῦ ὑψῶν, Παρθένου ἀποτίκτεται μολεῖ δὲ πρὸς τὸ Βάπτισμα, διὸ πιστοὶ βοήσωμεν οὐκ ἔστιν Ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν δίκαιος πλὴν σου Κύριε».Ἑτέρα ΤΟ ΑΚΟΥΤΕ«Ὅσοι παλαιῶν ἐκλελύμεθα βρόχων,Βορῶν λεόντων συντεθλασμένων μύλας,Ἀγαλλιῶμεν, καὶ πλατύνωμεν στόμα,Λόγῳ πλέκοντες ἐκ λόγων μελῳδίαν,ᾯ τῶν πρὸς ἡμᾶς ἥδεται δωρημάτων».
Κάθισμα
Ἦχος πλ. δ'
Τὴν Σοφίαν καὶ λόγον ΤΟ ΑΚΟΥΤΕ
Ἑξανοίξας τὸ στόμα λόγῳ Θεοῦ, ἐξηρεύξω σοφίαν κήρυξ φωτός, καὶ φρόνημα ἔνθεον, τῇ οἰκουμένῃ κατέσπειρας· τῶν γὰρ Πατέρων ὄντως, κυρώσας τὰ δόγματα, κατὰ Παῦλον ὤφθης, τῆς πίστεως πρόμαχος· ὅθεν καὶ Ἀγγέλων, συμπολίτης ὑπάρχεις, καὶ τούτων συνόμιλος, ἀνεδείχθης μακάριε, Θεοφάντορ Βασίλειε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.Δόξα... Ἦχος γ' Θείας πίστεως ΤΟ ΑΚΟΥΤΕΠᾶσαν ἤρδευσας τὴν οἰκουμένην, ὥσπερ ὕδασι ταῖς διδαχαῖς σου, τῆς εὐσεβείας ἐνσπείρας τὰ δόγματα· ἡ τῆς ζωῆς γὰρ πηγὴ ὁ Χριστὸς ἐν σοί, ἐπανεπαύσατο ὄντως Βασίλειε, ὃν ἱκέτευε, ὡς παρρησίαν κεκτημένος θεόπνευστε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.Καὶ νῦν... Ἡ Παρθένος σήμερον ΤΟ ΑΚΟΥΤΕὉ τῶν ὅλων Κύριος, περιτομὴν ὑπομένει, καὶ βροτῶν τὰ πταίσματα, ὡς ἀγαθὸς περιτέμνει δίδωσι τὴν σωτηρίαν σήμερον κόσμῳ χαίρει δὲ ἐν τοῖς ὑψίστοις καὶ ὁ τοῦ Κτίστου, Ἱεράρχης καὶ φωσφόρος, ὁ θεῖος μύστης Χριστοῦ Βασίλειος.
Κανών α', ᾨδὴ δ', τῆς Ἑορτῆς καὶ τοῦ Ἁγίου
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Εἰσακήκοα Κύριε, τὴν ἀκοὴν τῆς σῆς οἰκονομίας, καὶ ἐδόξασά σε μόνε φιλάνθρωπε».Περιτέμνεσθαι πέπαυται ἀφ᾽ οὗ Χριστὸς ἑκὼν περιετμήθη, τῶν Ἐθνῶν τὰ πλήθη, σῴζων τῇ χάριτι.Τήν τοῦ μέλλοντος ἄληκτον, ἡ ὀγδόας ζωὴν ἐξεικονίζει, ἐν ᾗ ὁ Δεσπότης, περιετμήθη Χριστός.Τοῦ Ἁγίου, ὁ αὐτὸςΚαλλωπίζεται ὥσπερ, τῷ τόκῳ Χριστοῦ, ἡ Νύμφη Ἐκκλησία, οὕτω καὶ τῇ μνήμῃ σου Παμμακάριστε.Σεμνυνόμενος τέκνον, ὑπάρχειν Θεοῦ, θεότητα εἰς κτίσιν, εὐσεβῶς Βασίλειε οὐ κατήγαγες.Ἀταπείνωτος ὤφθης, Θεῷ συμμαχῶν, Βασίλειε ὁ πᾶσι, τῷ αὐτοῦ προστάγματι ταπεινούμενος.Τῇ Ἐκκλησίᾳ δέδοσαι, παρὰ Θεοῦ χαράκωμα, καὶ τεῖχος ὀχυρόν, Βασίλειε παμμακάριστε.Τοῖς ἀντιθέοις πέλεκυς, ἐκκοπτικός, καὶ πῦρ καταναλίσκον, τὴν ἀπάτην ὤφθης Πάτερ Βασίλειε.ΘεοτοκίονΔυσωποῦμέν σε Ἄχραντε, ἡ τὸν Θεὸν ἀσπόρως συλλαβοῦσα, τοῦ ἀεὶ πρεσβεύειν ὑπὲρ τῶν δούλων σου.Καταβασίαε ΤΟ ΑΚΟΥΤΕ«Ἀκήκοε Κύριε φωνῆς σου, ὃν εἶπας, Φωνὴ βοῶντος ἐν ἐρήμῳ, ὅτε ἐβρόντησας πολλῶν ἐπὶ ὑδάτων, τῷ σῷ μαρτυρούμενος Υἱῷ, ὅλος γεγονὼς τοῦ παρόντος, Πνεύματος δὲ ἐβόησε Σὺ εἶ Χριστός, Θεοῦ Σοφία καὶ Δύναμις».Ἑτέρα ΤΟ ΑΚΟΥΤΕ«Πυρσῷ καθαρθεὶς μυστικῆς θεωρίας,Ὑμνῶν Προφήτης τὴν βροτῶν καινουργίαν,Ῥήγνυσι γῆρυν, Πνεύματι κροτουμένην,Σάρκωσιν ἐμφαίνουσαν ἀρρήτου Λόγου,ᾯ τῶν δυναστῶν τὰ κράτη συνετρίβη».
Κανών α', ᾨδὴ ε', τῆς Ἑορτῆς καὶ τοῦ Ἁγίου
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ τοῦ φωτὸς χορηγός, καὶ τῶν αἰώνων ποιητὴς Κύριος, ἐν τῷ φωτὶ τῶν σῶν προσταγμάτων, ὁδήγησον ἡμᾶς· ἐκτός σου γὰρ ἄλλον, Θεὸν οὐ γινώσκομεν».Σὺ ἐκ Παρθένου Μητρός, ἀνερμηνεύτως προελθὼν Κύριος, καὶ τὴν βροτῶν μὴ ἀπαξιώσας, ἐνδύσασθαι μορφήν, ὡς βρέφος νομίμως, τὸν Νόμον ἐπλήρωσας.Νυκτὶ ἐξωμοίωται, ὡς τὴν σκιὰν τὴν νομικὴν στέργουσα, τὸν Ἰσραὴλ ἡ γεννησαμένη, ἐξ ἧς ἀπαστράψαν, τὸ φῶς τό τοῦ κόσμου, Χριστὸς πεφανέρωται.Τοῦ Ἁγίου, ὁ αὐτὸςἌγει διπλῆν ἀληθῶς, ἡ Ἐκκλησία ἑορτὴν σήμερον. Περιτομῆς, ὡς βρέφος Δεσπότου, ὀφθέντος ἐπὶ γῆς, καὶ μνήμης οἰκέτου, σοφοῦ καὶ τρισμάκαρος.Τὸ ἀκατάληπτον φῶς, ἀναπαυσάμενον ἐν σοὶ Ὅσιε, φωτιστικὴν λαμπάδα τῷ κόσμῳ, σὲ ἔδειξε Χριστός· διό σου τὴν μνήμην, ὑμνοῦμεν Βασίλειε.Οὐ νομοθέτης Μωσῆς, οὐ πρὸ τοῦ Νόμου, Ἰωσὴφ γέγονε, τῆς κατὰ σὲ τροφῆς σιτομέτρης· τῆς θείας γὰρ σαρκός, αὐτὸς ἑστιάτωρ, ἐδείχθης Βασίλειε.Τήν τοῦ παντὸς ἀμυδρῶς, ἱστορηθεῖσαν ἐν Σινᾷ Γένεσιν, τῷ Μωϋσεῖ, αὐτὸς ἑρμηνεύων, ἐκ θείων θησαυρῶν, ἀνέπτυξας πᾶσι, παμμάκαρ Βασίλειε.ΘεοτοκίονΣοὶ τῇ τεκούσῃ Χριστόν, τόν τοῦ παντὸς δημιουργὸν κράζομεν Χαῖρε ἁγνή Χαῖρε ἡ τὸ φῶς, ἀνατείλασα ἡμῖν Χαῖρε ἡ χωρήσασα, Θεὸν τὸν ἀχώρητον.Καταβασίαε ΤΟ ΑΚΟΥΤΕ«Ἰησοῦς ὁ ζωῆς ἀρχηγός, λῦσαι τὸ κατάκριμα ἥκει, Ἀδὰμ τοῦ πρωτοπλάστου, καθαρσίων δέ, ὡς Θεὸς μὴ δεόμενος, τῷ πεσόντι καθαίρεται ἐν τῷ Ἰορδάνῃ ἐν ᾧ τὴν ἔχθραν κτείνας, ὑπερέχουσαν, πάντα νοῦν εἰρήνην χαρίζεται».Ἑτέρα ΤΟ ΑΚΟΥΤΕ«Ἐχθροῦ ζοφώδους καὶ βεβορβορωμένου,Ἰὸν καθάρσει Πνεύματος λελουμένοι,Νέαν προσωρμίσθημεν ἀπλανῆ τρίβον,Ἄγουσαν ἀπρόσιτον εἰς θυμηδίαν,Μόνοις προσιτήν, οἷς Θεὸς κατηλλάγη».
Κανών α', ᾨδὴ ς', τῆς Ἑορτῆς καὶ τοῦ Ἁγίου
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἄβυσσος ἁμαρτημάτων, ἐκύκλωσέ με ἐσχάτη, ἀλλ' ὡς τὸν Προφήτην Ἰωνᾶν, ἀνάγαγε Κύριε, Κύριε, ἐκ φθορᾶς τὴν ζωήν μου».Εἴληφε τέλος ὁ Νόμος, ἀφ' οὗ Χριστὸς νηπιάσας, καὶ πληρωτὴς τοῦ Νόμου δειχθείς, Περιτομὴν κατεδέξατο, καὶ ἔλυσε τήν τοῦ Νόμου κατάραν.Σάββατα Περιτομή τε, τὸ φρύαγμα τῶν Ἑβραίων, τοῦ ἐπιφανέντος Χριστοῦ, τῷ νεύματι πέπαυται, καὶ ἔλαμψε τὸ τῆς χάριτος ἔαρ.Τοῦ Ἁγίου, ὁ αὐτὸςἜθρεψας, λιμῷ τακείσας, ψυχὰς πενήτων ἀφθόνως, καὶ τάς τῶν πεινώντων καρδίας, πάσης ἐνέπλησας, Βασίλειε θεϊκῆς εὐφροσύνης.Ἔθρεψας ψυχὰς πεινώσας, τροφῇ τῇ ἐπουρανίῳ ἄρτος γὰρ Ἀγγέλων ὑπάρχει, ὁ λόγος Βασίλειε οὗ ἄριστος σιτοδότης ἐγένου.Ἤθροισας τῷ τῆς μελίσσης, Βασίλειε φιλοπόνῳ, ἀρετῆς ἁπάσης τὸ ἄνθος, καὶ περιδέξιος γενόμενος, ἐν αὐταῖς μακαρίζῃ.Ἔσπευσας κόσμου ῥαγῆναι, καὶ Θεῷ συμβιοτεῦσαι· διὸ τοῖς ἀστάτοις, καὶ ῥευστοῖς, Πάτερ Βασίλειε, τὰ μένοντα ὡς σοφὸς κατεκτήσω.ΘεοτοκίονΒάτος σε ἐν τῷ Σιναίῳ, ἀφλέκτως προσομιλοῦσα, τῷ πυρὶ προγράφει Μητέρα, τὴν ἀειπάρθενον, Ἀνύμφευτε Θεοτόκε Μαρία.Καταβασίαε ΤΟ ΑΚΟΥΤΕ«Ἡ φωνὴ τοῦ λόγου, ὁ λύχνος τοῦ φωτός, ὁ ἑωσφόρος, ὁ τοῦ Ἡλίου Πρόδρομος, ἐν τῇ ἐρήμῳ, Μετανοεῖτε, πᾶσι βοᾷ τοῖς λαοῖς, καὶ προκαθαίρεσθε ἰδοὺ γὰρ πάρεστι Χριστός, ἐκ φθορᾶς τὸν κόσμον λυτρούμενος».Ἑτέρα ΤΟ ΑΚΟΥΤΕ«Ἱμερτόν ἐξέφηνε σὺν πανολβίῳ,Ἤχῳ Πατήρ, ὃν γαστρὸς ἐξηρεύξατο,Ναί φησιν οὗτος, συμφυὴς γόνος πέλων,Φώταυγος ἐξώρουσεν ἀνθρώπων γένους,Λόγος τέ μου ζῶν, καὶ βροτὸς προμηθείᾳ».
Κοντάκιον
Ἦχος δ'
Ἐπεφάνης σήμερον ΤΟ ΑΚΟΥΤΕ
Ὤφθης βάσις ἄσειστος τῇ Ἐκκλησίᾳ, νέμων πᾶσιν ἄσυλον, τὴν κυριότητα βροτοῖς, ἐπισφραγίζων σοῖς δόγμασιν, Οὐρανοφάντορ Βασίλειε Ὅσιε.
Ὁ Οἶκος
Τῆς σωφροσύνης ὁ κρατήρ, τὸ στόμα τῆς σοφίας, καὶ βάσις τῶν δογμάτων, Βασίλειος ὁ μέγας, πᾶσιν ἀστράπτει νοερῶς. Δεῦτε οὖν, καὶ στῶμεν ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, θερμῶς ἐνατενίζοντες, τοῖς θαύμασι τοῖς τούτου τερπόμενοι, καὶ ὥσπερ λαμπηδόνι ἀστραφθέντες τῷ φωτὶ αὐτῶν, θαλφθῶμεν τῷ τοῦ βίου καθαρτικῷ πνεύματι, μιμούμενοι αὐτοῦ τὴν πίστιν, τὴν ζέσιν, τὴν ταπείνωσιν, δι' ὧν οἶκος ἐδείχθη τοῦ ὄντως Θεοῦ πρὸς ὃν βοῶντες ὑμνοῦμεν, οὐρανοφάντορ Βασίλειε Ὅσιε.
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ Α' τοῦ αὐτοῦ μηνὸς ἑορτάζομεν τὴν κατὰ σάρκα Περιτομὴν τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.ΣτίχοιΧριστοῦ περιτμηθέντος, ἐτμήθη Νόμος.Καὶ τοῦ Νόμου τμηθέντος, εἰσήχθη Χάρις.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Βασιλείου, Ἀρχιεπισκόπου Καισαρείας Καππαδοκίας τοῦ Μεγάλου.ΣτίχοιΖῇ Βασίλειος, καὶ θανὼν ἐν Κυρίῳ.Ζῇ καὶ παρ᾽ ἡμῖν, ὡς λαλῶν ἐκ τῶν βίβλων,Ἰανουαρίοιο θάνες, Βασίλειε, πρώτῃ.Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Θεόδοτος ξίφει τελειούται.ΣτίχοιὉ Θεόδοτος, Οὐκ ἀνέξομαι, λέγει,Εἰ μὴ κεφαλὴν τοῦ Θεοῦ τμηθῶ χάριν.Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Γρηγόριος, ὁ Πατὴρ τοῦ Ἁγίου Γρηγορίου τοῦ Θεολόγου, ἐν εἰρήνῃ τελειούται.ΣτίχοιἘγκωμιαστὴν οἴκοθεν πλουτεῖς, Πάτερ,Τῆς σῆς τελευτῆς, σοῦ ἐκ μηροῦ γόνον.Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς.
Κανών α', ᾨδὴ ζ', τῆς Ἑορτῆς καὶ τοῦ Ἁγίου
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Εἰκόνος χρυσῆς, ἐν πεδίῳ Δεηρᾷ λατρευομένης, οἱ τρεῖς σου Παῖδες κατεπάτησαν, ἀθεωτάτου προστάγματος, μέσον δὲ πυρὸς ἐμβληθέντες, δροσιζόμενοι ἔψαλλον Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».Λαμπρὰ παμφαῆ, τὰ Γενέθλια Χριστοῦ, καὶ τῆς τοῦ μέλλοντος, ἀνακαινίσεως ὑπογράφοντα, τὸ μυστήριον σήμερον ὅτι νομικῇ διατάξει, ὁ Σωτὴρ περιτέμνεται, οὐχ ὡς Θεός, ἀλλ' ὡς βροτός, καὶ Νόμου πλήρωμα.Τὸν Νόμον πληρῶν, ὁ τοῦ Νόμου Ποιητής, τὴν σάρκα σήμερον, ἐθελουσίως περιτέμνεται, περιτομὴν ἐργαζόμενος, τοῦ τῆς ἁμαρτίας χειμῶνος, καὶ κραυγάζειν δωρούμενος· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.Τοῦ Ἁγίου, ὁ αὐτὸςΕἰκὼν τοῦ Πατρὸς ὁ Υἱός, καὶ τοῦ Υἱοῦ τὸ Πνεῦμα πέφηνε, σὺ δὲ τοῦ Πνεύματος, ὦ Βασίλειε, ἀκηλίδωτον ἔσοπτρον, οἶκός τε τῆς ὅλης Τριάδος μακαρία ἡ μνήμη σου καὶ οἱ δοξάζοντες αὐτήν, ἀντιδοξάζονται.Βυθίσας τὸν νοῦν, εἰς τὰ βάθη τοῦ Θεοῦ τὰ ἀκατάληπτα, καὶ συλλεξάμενος τὸν πολύτιμον, σὺ μαργαρίτην τῆς γνώσεως, ἐπλούτισας τὸν κόσμον σοφίᾳ, καὶ κραυγάζειν ἐδίδαξας. Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.Ὦ σύμπνοια νοῦ, ἱερά τε ξυνωρίς, ἡ ὥσπερ μία ψυχή, ἐν δυσὶ σώμασιν ἀδιαίρετος, ἐν Γρηγορίῳ Βασίλειος, πόθῳ θεϊκῷ συνημμένοι, ἐν Βασιλείῳ Γρηγόριος, νῦν ἱκετεύσατε Χριστόν, ὑπὲρ τῆς ποίμνης ὑμῶν.Πατὴρ ὀρφανῶν, καὶ χηρῶν προασπιστής, καὶ πλοῦτος πένησι, τῶν ἀσθενούντων ἡ παράκλησις, καὶ τῶν ἐν πλούτῳ κυβέρνησις, γήρως βακτηρία ἐδείχθης, παιδαγωγία νεότητος, καὶ Μοναζόντων ἀρετῆς, κανὼν Βασίλειε.Καθάρας τὸν νοῦν, ἰλυώδους μολυσμοῦ, παντὸς Βασίλειε, συνδιεσκέψω τά τοῦ Πνεύματος, τῷ ποθουμένῳ σοι Πνεύματι· ὅθεν ἀνυμνῶν τὴν Τριάδα, ἐν παρρησίᾳ ἐκραύγαζες. Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.ΘεοτοκίονΣὲ βάτον Μωσῆς, ἐν τῷ ὅρει τῷ Σινᾷ, πυρπολουμένην Ἁγνή, προεθεώρει τὴν ἐνέγκασαν, ἀκαταφλέκτως τὴν ἄστεκτον, αἴγλην τῆς ἀρρήτου οὐσίας, ἑνωθείσης παχύτητι, σαρκὸς μιᾶς τῶν ἐν αὐτῇ, ἁγίων ὑποστάσεων.Καταβασίαε ΤΟ ΑΚΟΥΤΕ«Νέους εὐσεβεῖς, καμίνῳ πυρὸς προσομιλήσαντας, διασυρίζον πνεῦμα δρόσου, ἀβλαβεῖς διεφύλαξε, καὶ θείου Ἀγγέλου συγκατάβασις ὅθεν ἐν φλογὶ δροσιζόμενοι, εὐχαρίστως ἀνέμελπον. Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ».Ἑτέρα ΤΟ ΑΚΟΥΤΕ«Ἔφλεξε ῥείθρῳ τῶν δρακόντων τὰς κάρας,Ὁ τῆς καμίνου τὴν μετάρσιον φλόγα,Νέους φέρουσαν εὐσεβεῖς κατευνάσας,Τὴν δυσκάθεκτον ἀχλὺν ἐξ ἁμαρτίας,Ὅλην πλύνει δέ, τῇ δρόσῳ τοῦ Πνεύματος».
Κανών α', ᾨδὴ η', τῆς Ἑορτῆς καὶ τοῦ Ἁγίου
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὸν ἀρρήτῳ σοφίᾳ, συστησάμενον τὰ πάντα Θεὸν Λόγον, καὶ ἐκ μὴ ὄντων, εἰς τὸ εἶναι παραγαγόντα, εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον».Τῇ ὀγδόῃ ἡμέρᾳ, περιτέμνεται ὡς βρέφος ὁ Δεσπότης, τὴν Ἰησοῦ τε, δέχεται προσηγορίαν, ὅτι τοῦ κόσμου Σωτήρ, ὑπάρχει καὶ Κύριος.Τῶν Χριστοῦ Γενεθλίων, ἐπαξίως τῇ ὀγδόῃ συνεζεύχθη, τοῦ Ἱεράρχου, ἡ πανένδοξος μνήμη, ἣν γεραίροντες πίστει, ὑμνοῦμεν τὸν Κύριον.Τοῦ Ἁγίου, ὁ αὐτὸςΤὸν ἀφράστῳ προνοίᾳ, δωρησάμενον Βασίλειον τῷ κόσμῳ, φῶς εὐσεβείας, σάλπιγγά τε θεολογίας, εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον.Τὸν δαψιλεῖ ἐνεργείᾳ, ἐνοικήσαντα τῷ σοφῷ Βασιλείῳ, καὶ δι' αὐτοῦ, εὐσεβῶς θεολογηθέντα, εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον.Οἱ τῶν θείων σου λόγων, ἀπολαβόντες Βασίλειε ἀπαύστως, ἐν τῇ σῇ μνήμῃ, πανηγυρίζοντες βοῶμεν. Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον.Τάς ἀκτῖνας τῶν λόγων, ἐξαπέστειλας Βασίλειε τῷ κόσμῳ, φωταγωγούσας, μίαν σέβειν Τριάδος φύσιν· Εὐλογεῖτε τὰ ἔργα, κραυγάζων, τὸν Κύριον.ΘεοτοκίονΤὸν ἐκ Πατρὸς προελθόντα, προαιώνιον καὶ ἄχρονον Θεὸν Λόγον, καὶ ἐπ᾽ ἐσχάτων, ἀνατείλαντα ἐκ Παρθένου, εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον.Καταβασίαε ΤΟ ΑΚΟΥΤΕ«Μυστήριον παράδοξον, ἡ Βαβυλῶνος ἔδειξε κάμινος, πηγάσασα, δρόσον ὅτι ῥείθροις ἔμελλεν, ἄϋλον πῦρ εἰσδέχεσθαι ὁ Ἰορδάνης, καὶ στέγειν σαρκί, βαπτιζόμενον τὸν Κτίστην ὃν εὐλογοῦσι Λαοί, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας».Ἑτέρα ΤΟ ΑΚΟΥΤΕ«Ἐλευθέρα μὲν ἡ κτίσις γνωρίζεται,Υἱοὶ δὲ φωτός, οἱ πρὶν ἐσκοτισμένοι.Μόνος στενάζει, τοῦ σκότους ὁ προστάτης.Νῦν εὐλογείτω συντόνως τὸν αἴτιον,Ἡ πρὶν τάλαινα τῶν Ἐθνῶν παγκληρία».
Κανών α', ᾨδὴ θ', τῆς Ἑορτῆς καὶ τοῦ Ἁγίου
Ἦχος β'
ΜΕΓΑΛΥΝΑΡΙΑὉ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Μεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν, τῶν ἄνω στρατευμάτων«Ἡ τὸν πρὸ ἡλίου φωστῆρα, τὸν Θεὸν ἑξανατείλαντα, σωματικῶς ἡμῖν ἐπιδημήσαντα, ἐκ λαγόνων παρθενικῶν, ἀφράστως σωματώσασα, εὐλογημένη Πάναγνε, σὲ Θεοτόκε μεγαλύνομεν».Μεγάλυνον ψυχή μου, τὸν κατὰ τὸν Νόμον, σαρκὶ περιτμηθέντα. «Ἡ τὸν πρὸ ἡλίου φωστῆρα, τὸν Θεὸν ἑξανατείλαντα, σωματικῶς ἡμῖν ἐπιδημήσαντα, ἐκ λαγόνων παρθενικῶν, ἀφράστως σωματώσασα, εὐλογημένη Πάναγνε, σὲ Θεοτόκε μεγαλύνομεν».Μεγάλυνον ψυχή μου, τὸν ἐν τῇ ὀγδόῃ, περιτομὴν λαβόντα. Ὑπερβὰς τοὺς ὅρους Χριστός, τῆς ἀνθρωπίνης ὅλης, φύσεως, ὑπερφυῶς ἐκ Παρθένου ἀποτίκτεται, καὶ τὸ γράμμα τὸ νομικόν, καθὼς διακελεύεται, τὴν σάρκα περιτέμνεται, καὶ πληρωτὴς τοῦ Νόμου δείκνυται.Σήμερον ὁ Δεσπότης, σαρκὶ περιετμήθη, καὶ Ἰησοῦς ἐκλήθη. Δεῦτε τοῦ Δεσπότου τὰ ἔνδοξα, Χριστοῦ ὀνομαστήρια, ἐν ἁγιότητι πανηγυρίσωμεν Ἰησοῦς γὰρ θεοπρεπῶς, ἀνηγόρευται σήμερον, σὺν τούτοις καὶ τὴν μνήμην δέ, τοῦ Ἱεράρχου μεγαλύνωμεν.Μεγάλυνον ψυχή μου, τὸν ἐν Ἱεράρχαις, Βασίλειον τὸν Μέγαν. Τοῦ Ἁγίου, ὁ αὐτὸςΤοῦ Ἀρχιποίμενος ὡς πρόβατον, πιστὸν Χριστοῦ Βασίλειε, τοῖς ζωηφόροις ἴχνεσιν ἐπηκολούθησας τῷ τυράννῳ γὰρ τὴν σαυτοῦ ψυχὴν Πάτερ προδέδωκας, προκινδυνεύων ἄριστα, τῆς Ἐκκλησίας παμμακάριστε.Μεγάλυνον ψυχή μου, τὸν ἐκ Καισαρείας, Βασίλειον τὸν Μέγαν. Τὸ τῆς Ἐκκλησίας πανίερον, Χριστοῦ κατιδὼν σύστημα, ὑπὸ τῆς σῆς κοσμούμενον Ἱεραρχίας σοφέ, ὁ πανώλης ἐμβροντηθείς, καταπέπτωκε τύραννος· τὴν γὰρ ἐν σοὶ τοῦ Πνεύματος, αἴγλην οὐκ ἤνεγκε Βασίλειε.Δόξα...Μεγάλυνον ψυχή μου, τῆς τρισυποστάτου, καὶ ἀδιαιρέτου, θεότητος τὸ κράτος. Τῆς τῶν Ἀποστόλων καθέδρας, τῆς χορείας τε τῶν Ἀθλοφόρων, Χριστοῦ Πατριαρχῶν σκηνῆς, καὶ τῶν Δικαίων τρυφῆς, τῆς χορείας τε τῶν Προφητῶν, ἠξιώθης Βασίλειε· τῆς Θεοτόκου μύστης γάρ, καὶ τῆς Τριάδος λάτρις γέγονας.Καὶ νῦν...Μεγάλυνον ψυχή μου, τὴν λυτρωσαμένην, ἡμᾶς ἐκ τῆς κατάρας. Ὁ τὰ ὑπερῷα ἐν ὕδασι, στεγάζων μόνος Κύριος, ἀναχαιτίζων θάλασσαν, ἀβύσσους τε ὁ ξηραίνων, ἐκ σοῦ Ἁγνὴ τὴν σάρκα προσλαβόμενος, ἐκ Βηθλεὲμ ἐπείγεται, πρὸς Ἰορδάνην βαπτισθῆναι σαρκί.Καταβασίαε ΤΟ ΑΚΟΥΤΕΜεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν, τῶν ἄνω στρατευμάτων. «Ἀπορεῖ πᾶσα γλῶσσα, εὐφημεῖν πρὸς ἀξίαν· ἰλιγγιᾷ δὲ νοῦς καὶ ὑπερκόσμιος, ὑμνεῖν σε Θεοτόκε ὅμως ἀγαθὴ ὑπάρχουσα, τὴν πίστιν δέχου· καὶ γὰρ τὸν πόθον οἶδας, τὸν ἔνθεον ἡμῶν· σὺ γὰρ Χριστιανῶν εἶ προστάτις, σὲ μεγαλύνομεν».Ἑτέρα ΤΟ ΑΚΟΥΤΕΜεγάλυνον ψυχή μου, τὴν λυτρωσαμένην, ἡμᾶς ἐκ τῆς κατάρας. «Ὢ τῶν ὑπὲρ νοῦν, τοῦ τόκου σου θαυμάτων!Νύμφη πάναγνε, Μῆτερ εὐλογημένη,Δι' ἧς τυχόντες παντελοῦς σωτηρίας,Ἐπάξιον κροτοῦμεν ὡς εὐεργέτῃ,Δῶρον φέροντες ὕμνον εὐχαριστίας».
Ἐξαποστειλάριον
Ἦχος γ'
Ἐν Πνεύματι τῷ Ἱερῷ ΤΟ ΑΚΟΥΤΕ
Φιλοσοφίας ἔρωτι, περιέτεμες Πάτερ, τὸ τῆς ψυχῆς σου κάλυμμα, καὶ τῷ κόσμῳ ἐδείχθης, ὡς ἥλιος τοῖς θαύμασι, καὶ πιστῶν κατηύγασας, τὰς διανοίας θέοφρον, τῆς Τριάδος ὁ λάτρις, ὦ Βασίλειε σοφέ, καὶ μύστης τῆς Θεοτόκου.
Ἐξαποστειλάριον τῆς Ἑορτῆς
Ἦχος γ'
Ἐν Πνεύματι τῷ Ἱερῷ ΤΟ ΑΚΟΥΤΕ
Τὴν σάρκα περιτέμνεται, ὁ τὸν Νόμον πληρώσας, ὡς βρέφος ὀκταήμερον, τῶν αἰώνων ὁ Κτίστης, καὶ σπάργανα εἱλίσσεται, ὡς βροτὸς καὶ γάλακτι ἐκτρέφεται ὁ τὰ πάντα, τῇ ἀπείρῳ ἰσχύϊ, ὡς Θεὸς διακρατῶν, καὶ τῇ ῥοπῇ διεξάγων.
Εἰς τοὺς Αἴνους ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.
Στιχηρὰ Προσόμοια
Ἦχος πλ. α'
Χαίροις ἀσκητικῶν ΤΟ ΑΚΟΥΤΕ
Φέρει Περιτομὴν ἐν σαρκί, ὁ ἐκ Πατρὸς ἄνευ τομῆς τε καὶ ῥεύσεως, ἀφράστως τεχθεὶς ὡς Λόγος, καὶ ὡς Θεὸς ἐκ Θεοῦ, ἐν ἀτρέπτῳ μένων τῇ Θεότητι διὸ κατὰ Νόμον, ὁ ὑπὲρ Νόμον γενόμενος, κατάρας Νόμου, ἐκλυτροῦται τοὺς ἅπαντας, καὶ τὴν ἄνωθεν, εὐλογίαν δεδώρηται. Ὅθεν τὴν ὑπεράγαθον, αὐτοῦ συγκατάβασιν, ἀνευφημοῦντες ὑμνοῦμεν, καὶ εὐχαρίστως δοξάζομεν, αὐτὸν δυσωποῦντες, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Ἦχος πλ. α'
Θέσει υἱὸς Θεοῦ γεγονώς, ἀναγεννήσει τῇ τοῦ θείου Βαπτίσματος, τὸν φύσει καὶ ἀληθείᾳ, καὶ πρὸ αἰώνων Υἱόν, τοῦ Θεοῦ καὶ Λόγον ὁμοούσιον, Πατρὶ καὶ συνάναρχον, ὡμολόγησας Ὅσιε, αἱρετικῶν δέ, τὰ ἀπύλωτα στόματα, τῇ λαμπρότητι, τῶν σῶν λόγων ἐνέφραξας. Ὅθεν καὶ τὰ Βασίλεια, τὰ ἄνω κατῴκησας, συμβασιλεύων τῷ μόνῳ, καὶ φυσικῶς βασιλεύοντι, Χριστῷ τῷ πλουσίως, διανέμοντι τῷ κόσμῳ, τὸ μέγα ἔλεος.
Ἦχος πλ. α'
Ἔνδον ἐπουρανίου Ναοῦ, ὡς Ἱεράρχης Ἱερὸς προσεχώρησας, τὴν πρᾶξιν καὶ θεωρίαν, τάς τῆς σοφίας ἀρχάς, ὡς στολὴν ἁγίαν περικείμενος, καὶ νῦν εἰς τὸ ἄνω, θυσιαστήριον Ὅσιε, ἱερατεύων, καὶ Θεῷ παριστάμενος, καὶ τὴν ἄϋλον, λειτουργίαν τελούμενος μέμνησο συμπαθέστατε, παμμάκαρ Βασίλειε, τῶν ἐκτελούντων τὴν μνήμην, τὴν Ἱερὰν σου καὶ πάντιμον, Χριστὸν ἱκετεύων, τὸν παρέχοντα τῷ κόσμῳ, τὸ μέγα ἔλεος.
Ἦχος πλ. α'
Ὅλος ἱερωμένος Θεῶ, καὶ ὁλοτρόπως ἐκ παιδὸς ἀνακείμενος, σοφίας τῆς ὑπερσόφου, καταυγασθεὶς ταῖς αὐγαῖς, τὴν τῶν ὄντων γνῶσιν διετράνωσας, λαμπρῶς ἐξηγούμενος, καὶ σοφῶς διηγούμενος, τὴν ἐν τοῖς οὖσιν, εὐταξίαν ποιούμενος, ἐπιγνώσεως, θειοτέρας ὑπόθεσιν. Ὅθεν σε θεορρήμονα, καὶ θεῖον Διδάσκαλον, καὶ φωτοφόρον Φωστῆρα, τῆς Ἐκκλησίας κηρύττομεν, Χριστὸν ἀνυμνοῦντες, τὸν παρέχοντα τῷ κόσμῳ, τὸ μέγα ἔλεος.
Δοξαστικὸν
Ἦχος πλ. β'
Ἐξεχύθη ἡ χάρις ἐν χείλεσί σου, Ὅσιε Πάτερ, καὶ γέγονας ποιμήν, τῆς τοῦ Χριστοῦ Ἐκκλησίας, διδάσκων τὰ λογικὰ πρόβατα, πιστεύειν εἰς Τριάδα ὁμοούσιον, ἐν μιᾷ Θεότητι.
Τῆς Ἑορτῆς
Ἦχος πλ. δ'
Συγκαταβαίνων ὁ Σωτήρ, τῷ γένει τῶν ἀνθρώπων, κατεδέξατο σπαργάνων περιβολήν οὐκ ἐβδελύξατο σαρκὸς τὴν περιτομήν, ὁ ὀκταήμερος κατὰ τὴν Μητέρα, ὁ ἄναρχος κατὰ τὸν Πατέρα. Αὐτῷ πιστοὶ βοήσωμεν Σὺ εἶ ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς.
Μεγάλη Δοξολογία
Τυπικὰ καὶ ἐκ τοῦ Κανόνος Ὠδὴ γ' καὶ ς'.
Ἀντίφωνον Α', Ἦχος β'Στίχ. Ἀλαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ.Στίχ. Ψάλατε δὴ τῷ ὀνόματι αὐτοῦ.Στίχ. Διηγήσασθε πάντα τὰ θαυμάσια αὐτοῦ.Στίχ. Εἴπατε τῷ Θεῷ, Ὡς φοβερὰ τὰ ἔργα σου. Ἀντίφωνον Β', Ἦχος β'Στίχ. Εὐφραινέσθωσαν οἱ οὐρανοί, καὶ ἀγαλλιάσθω ἡ γῆ.Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ σαρκὶ περιτμηθείς ψάλλοντάς σοι· Ἀλληλούϊα.Στίχ. ᾌσατε τῷ Κυρίῳ ψάλατε τῷ ὀνόματι αὐτοῦ.Στίχ. Ἐκ Σιὼν ἡ εὐπρέπεια τῆς ὡραιότητος αὐτοῦ.Στίχ. Ὁ Θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ, καὶ ἐν τῇ γῇ, πάντα ὅσα ἠθέλησεν ἐποίησεν.Ἀντίφωνον Γ', Ἦχος α'Στίχ. Τὰ ἐλέη σου, Κύριε, εἰς τὸν αἰῶνα ᾄσομαι. Ἀπολυτίκιον, Ἦχος α'Μορφὴν ἀναλλοιώτως ἀνθρωπίνην προσέλαβες, Θεὸς ὢν κατ᾽ οὐσίαν, πολυεύσπλαγχνε Κύριε καὶ Νόμον ἐκπληρῶν, περιτομήν, θελήσει καταδέχῃ σαρκικήν, ὅπως παύσῃς τὰ σκιώδη, καὶ περιέλῃς τὸ κάλυμμα τῶν παθῶν ἡμῶν. Δόξα τῇ ἀγαθότητι τῇ σῇ, δόξα τῇ εὐσπλαγχνίᾳ σου, δόξα τῇ ἀνεκφράστῳ Λόγε συγκαταβάσει σου.Στίχ. Ἀπαγγελῶ τὴν ἀλήθειάν σου ἐν τῷ στόματί μου.Στίχ. Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν. ΕἰσοδικὸνΔεῦτε προσκυνήσωμεν... Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ σαρκὶ περιτμηθείς, ψάλλοντάς σοι· Ἀλληλούϊα.
Μεγαλυνάριον
Επi σοὶ χαίρει, Κεχαριτωμένη, πᾶσα ἡ κτίσις. Ἀγγέλων τὸ σύστημα καὶ ἀνθρώπων τὸ γένος, ἡγιασμένε ναὲ καὶ παράδεισε λογικέ, παρθενικὸν καύχημα, ἐξ ἧς Θεός ἐσαρκώθη καὶ παιδίον γέγονεν, ὁ πρὸ αἰώνων ὑπάρχων Θεὸς ἡμῶν· τὴν γὰρ σὴν μήτραν θρόνον ἐποίησε, καὶ τὴν σὴν γαστέρα πλατυτέραν οὐρανῶν ἀπειργάσατο. Ἐπὶ σοὶ χαίρει, Κεχαριτωμένη, πᾶσα ἡ κτίσις δόξα σοι.
Κοινωνικὸν «Αἰνεῖτε»Ἀντὶ τοῦ, «Εἴδομεν τὸ φῶς», λέγομεν, Ἦχος α'Μορφὴν ἀναλλοιώτως ἀνθρωπίνην προσέλαβες, Θεὸς ὢν κατ᾽ οὐσίαν, πολυεύσπλαγχνε Κύριε καὶ Νόμον ἐκπληρῶν, περιτομήν, θελήσει καταδέχῃ σαρκικήν, ὅπως παύσῃς τὰ σκιώδη, καὶ περιέλῃς τὸ κάλυμμα τῶν παθῶν ἡμῶν. Δόξα τῇ ἀγαθότητι τῇ σῇ, δόξα τῇ εὐσπλαγχνίᾳ σου, δόξα τῇ ἀνεκφράστῳ Λόγε συγκαταβάσει σου.
| TA ΜΗΝΑΙΑ | Ιανουάριος | 01 |
Jan 02
Τῌ Β' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥΠροεόρτια τῶν ΦώτωνΜνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Σιλβέστρου, Πάπα Ῥώμης.
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια Προεόρτια.
Στιχηρὰ Προσόμοια Προεόρτια
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσιν ΤΟ ΑΚΟΥΤΕ
Προεόρτια ᾄσματα, εὐσεβῶς προηχήσωμεν, τοῦ σεπτοῦ Βαπτίσματος, τοῦ Θεοῦ ἡμῶν. Ἰδοὺ γὰρ μέλλει ὡς ἄνθρωπος, σαρκὶ παραγίνεσθαι, πρὸς τὸν Πρόδρομον αὐτοῦ, καὶ αἰτεῖσθαι τὸ Βάπτισμα, τὸ σωτήριον, εἰς ἀνάπλασιν πάντων τῶν ἐν πίστει, ἱερῶς φωτιζομένων, καὶ μετεχόντων τοῦ Πνεύματος.
Ἦχος δ'
Ὁ Χριστὸς ἀναδείκνυται, ὁ Θεὸς ἐπιφαίνεται, ὁ Δαυῒδ προέγραψεν ἐμφανέστατα, καὶ πρὸς τὸν δοῦλον τὸ Βάπτισμα, αἰτούμενος ἔρχεται, Ἰορδάνη ποταμέ, εὐφροσύνης πληρώθητι. Γῆ καὶ θάλασσα, οἱ βουνοὶ καὶ τὰ ὅρη, καὶ ἀνθρώπων, νῦν σκιρτήσατε καρδίαι, φῶς νοητὸν εἰσδεχόμεναι.
Ἦχος δ'
Ποταμὸν τῆς εἰρήνης σε, καὶ χειμάρρουν ὡς γέγραπται, τῆς τρυφῆς ὑπάρχοντα παντοδύναμε, πῶς σε ποτάμια ῥεύματα, εἰσδέξονται Κύριε, ἐπιβαίνοντα γυμνόν, οὐρανοὺς τὸν τοῖς νέφεσι, περιβάλλοντα, καὶ γυμνώσαντα πᾶσαν τὴν κακίαν, τοῦ ἐχθροῦ καὶ ἀφθαρσίαν, τοὺς γηγενεῖς ἐπενδύσαντα;
Ἕτερα Στιχηρὰ Προσόμοια τοῦ Ἁγίου
Ἦχος πλ. δ'
Ὢ τοῦ παραδόξου θαύματος ΤΟ ΑΚΟΥΤΕ
Πάτερ Ἱεράρχα Σίλβεστρε, Ἱερωσύνης φωτί, Ἱερῶς φωτιζόμενος, τοὺς πιστοὺς ἐφώτισας, φωτοβόλοις διδάγμασι, Μονάδα φύσει τὴν τρισυπόστατον, οὐσίαν σέβειν, καὶ ἀπεδίωξας, σκότος αἱρέσεων, τὴν φωσφόρον σήμερον· ὅθεν φαιδρῶς, μνήμην σου γηθόμενοι, πανηγυρίζομεν.
Ἦχος πλ. δ'
Πάτερ θεοφόρε Σίλβεστρε, στῦλος ὡράθης πυρός, ἱερῶς προηγούμενος, Ἱεροῦ συστήματος, καὶ νεφέλη σκιάζουσα, Αἰγύπτου πλάνης πιστοὺς ἐξαίρουσα, καὶ πρὸς τὴν θείαν γῆν μεταφέρουσα, ταῖς ἀπλανέσι σου, διδαχαῖς ἑκάστοτε, τὴν εὐκλεῆ· ὅθεν καὶ πανίερον, μνήμην σου σέβομεν.
Ἦχος πλ. δ'
Πάτερ θεηγόρε Σίλβεστρε, ῥείθροις τῶν σῶν προσευχῶν, τὸν πολύμορφον δράκοντα, ἀσφαλῶς ἀπέπνιξας, ἱερῶς θαυμαζόμενος. Ἑλλήνων πλήθη, Θεῷ προσήγαγες, Ἑβραίων θράσος δὲ ἐταπείνωσας, θαύματα μέγιστα, ἐκτελῶν ἐνώπιον, τούτων σαφῶς· ὅθεν σὲ γεραίρομεν, καὶ μακαρίζομεν.
Θεοτοκίον
Ἦχος πλ. β'
Ἔρχεται πρὸς Ἰορδάνην, Χριστὸς ἡ ἀλήθεια, τοῦ βαπτισθῆναι ὑπὸ Ἰωάννου, καί φησὶ πρὸς αὐτόν. Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρὸς με; οὐ τολμῶ ὁ χόρτος προσψαῦσαι τῷ πυρί, σὺ με ἁγίασον Δεσπότα, τῇ θείᾳ ἐπιφανείᾳ σου.
Εἰς τὸν Στίχον Στιχηρὰ Ἰδιόμελα.Ἰωάννου ΜοναχοῦἮχος α' Λαμπρὰ μὲν ἡ παρελθοῦσα Ἑορτή, λαμπροτέρα δὲ Σωτὴρ ἡ ἐπερχομένη. Ἐκείνη Ἄγγελον ἔσχεν εὐαγγελιστήν, καὶ αὓτη Πρόδρομον εὗρε προετοιμαστήν. Ἐν ἐκείνῃ, αἱμάτων ἐκχεομένων, ὡς ἄτεκνος ὠδύρετο ἡ Βηθλεέμ, ἐν ταύτῃ, ὑδάτων εὐλογουμένων, πολύτεκνος γνωρίζεται ἡ Κολυμβήθρα. Τότε Ἀστὴρ τοὺς Μάγους ἐμήνυσε, νῦν δὲ Πατὴρ κόσμῳ σε ὑπέδειξεν, ὁ σαρκωθείς, καὶ πάλιν ἐρχόμενος ἐμφανῶς, Κύριε δόξα σοι.Ἦχος β' Στίχ. Διὰ τοῦτο μνησθήσομαί σου ἐκ γῆς Ἰορδάνου καὶ Ἐρμωνιίμ.Ἀνδρέου ἹεροσολυμίτουΠάλιν Ἰησοῦς ὁ ἐμὸς καθαίρεται ἐν τῷ Ἰορδάνῃ, μᾶλλον δὲ καθαίρει τάς ἁμαρτίας ἡμῶν· ἔρχεται γὰρ ἀληθῶς ἐπὶ τὸ Βάπτισμα, ἐκπλῦναι θέλων τοῦ Ἀδὰμ τὸ χειρόγραφον, καί φησὶ πρὸς τὸν Ἰωάννην. Δεῦρο ὑπηρέτησον ὦ Βαπτιστά, μυστηρίου ξένου τὸ κεφάλαιον, δεῦρο, ἔκτεινον τὴν σὴν χεῖρα ταχύ, καὶ ἅψαι τῆς κορυφῆς, τοῦ συντρίψαντος τὴν κάραν τοῦ δράκοντος, καὶ ἀνοίξαντος τὸν Παράδεισον, ὃν ἔκλεισεν ἡ παράβασις, ἀπάτῃ τοῦ ὄφεως, τῇ γεύσει τοῦ ξύλου ποτέ.Ἦχος γ'Στίχ. Εἴδοσάν σε ὕδατα ὁ Θεός, εἴδοσάν σε ὕδατα καὶ ἐφοβήθησαν.Φαιδρὰ μὲν ἡ παρελθοῦσα Ἑορτή, ἔνδοξος ἡ παροῦσα ἡμέρα. Ἐν ἐκείνῃ, τῷ Σωτῆρι Μάγοι προσεκύνησαν· ἐν ταύτῃ δὲ τὸν Δεσπότην δοῦλος κλητὸς ἐβάπτισεν. Ἐκεῖ Ποιμένες ἀγραυλοῦντες, εἶδον καὶ ἐθαύμαζον· ὧδε φωνὴ τοῦ Πατρός, τὸν μονογενῆ Υἱὸν ἐκήρυττε.
Θεοτοκίον
Ἦχος γ'
Δεῦτε ἅπαντες πιστοί, τὴν Ἰουδαίαν ἀφέντες, διέλθωμεν τὴν ἔρημον τοῦ Ἰορδάνου, καὶ θεασώμεθα σήμερον ἐκεῖ, τὸν δι' ἡμᾶς ἐπιφανέντα σαρκί, τὸ Βάπτισμα αἰτοῦντα, ἐν τοῖς ῥείθροις τοῦ Ἰορδάνου, τὸν Βαπτιστὴν παραιτούμενον, καὶ βοῶντα τῷ φόβῳ. Οὐ τολμῶ χειροθετῆσαι τῇ πηλίνῃ παλάμῃ τὸ πῦρ. Ὁ Ἰορδάνης καὶ ἡ θάλασσα ἔφυγον, Σωτήρ, καὶ ἀπεστράφησαν· κἀγὼ πῶς ἐπιθήσω ἐπὶ τὴν κορυφήν σου χεῖρα, ἣν τρέμει τὰ Σεραφίμ; Ἀνεχώρησεν ὁ Ἰορδάνης, ὡς ἐδέξατο τὴν Ἠλιού, δι' Ἐλισσαίου μηλωτὴν· πῶς μὴ δύῃ εἰς χάος καὶ βάθος, βλέπων γυμνὸν σε ἐν τοῖς ῥείθροις; πῶς δὲ μὴ φλέξῃ με, ὅλος ἐκ σοῦ πυρουμένος; Τὶ βραδύνεις Βαπτιστά, τοῦ βαπτίσαι τὸν Κύριόν μου; ὁ Ἰορδάνης βοᾷ πρὸς Ἰωάννην. Τὶ τῶν πολλῶν κωλύεις τὴν κάθαρσιν, πᾶσαν τὴν κτίσιν ἡγίασεν, ἄφες ἁγιάσαι κἀμὲ καὶ τῶν ὑδάτων τὴν φύσιν, ὅτι εἰς τοῦτο ἐπεφάνη.
Ἀπολυτίκιον
Ἦχος δ'
Ἑτοιμάζου Ζαβουλών, καὶ εὐτρεπίζου Νεφθαλείμ. Ἰορδάνη ποταμέ, στῆθι ὑπόδεξαι σκιρτῶν, τοῦ βαπτισθῆναι ἐρχόμενον τὸν Δεσπότην. Ἀγάλλου ὁ Ἀδὰμ σὺν τῇ Προμήτορι, μὴ κρύπτετε ἑαυτούς, ὡς ἐν Παραδείσῳ τὸ πρίν· καὶ γὰρ γυμνοὺς ἰδὼν ὑμᾶς ἐπέφανεν, ἵνα ἐνδύσῃ τὴν πρώτην στολήν, Χριστὸς ἐφάνη, τὴν πᾶσαν κτίσιν, θέλων ἀνακαινίσαι.
Ἐν τοῖς Ἀποδείπνοις ψάλλομεν τὸ παρὸν Τριῴδιον, οὗ ἡ ἈκροστιχὶςΤῇ δευτέρᾳᾨδὴ α'
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τῷ τὴν ἄβατον, κυμαινομένην θάλασσαν, θείῳ αὐτοῦ προστάγματι, ἀναξηράναντι, καὶ πεζεῦσαι δι' αὐτῆς, τὸν Ἰσραηλίτην λαὸν καθοδηγήσαντι, Κυρίῳ ᾄσωμεν· ἐνδόξως γὰρ δεδόξασται».Ἡ ἀπόρρητος, τοῦ Κτίστου συγκατάβασις, πρὶν ἐκ Παρθένου λάμψασα, κόσμον κατηύγασεν, αὐτὸς πάλιν ὁ Χριστός, ἄλλο νῦν μυστήριον, τελέσων ἔρχεται, ἐν lορδάνῃ βροτῶν, εἰς ξένην ἀναγέννησιν.Διακονήσων, ἔργῳ φρικτῷ προέρχεται, πρὸς Ἰορδάνην Πρόδρομος, νῦν ἡ τοῦ Λόγου φωνή, τὸν πτωχεύσαντα Ἀδάμ, ὁ πλουτῶν θεότητι· διὰ τοῦ Πνεύματος γάρ, πλουτήσων ἥκει Χριστός, τῷ δώρῳ τοῦ Βαπτίσματος.
ᾨδὴ η'
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἔφριξε παίδων εὐαγῶν, τὸ ὁμόστολον ψυχῆς ἄσπιλον σῶμα, καὶ εἶξε τὸ τραφέν, ἐν ἀπείρῳ ὕλῃ ἀκάματον πῦρ, ἀειζώου δὲ ἐκμαρανθείσης φλογός, διαιωνίζων ὕμνος ἀνεμέλπετο· Τὸν Κύριον, πάντα τὰ ἔργα ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».Ὑμᾶς μου σκεύη ἐκλεκτά, ἐπιγνώσομαι, εἰ τῆς ἐμῆς δωρεᾶς, σφραγὶς ἐνσημανθῇ, ἐν ὑμῖν τρισσὸν φῶς ἀπαστράπτουσα, πρὸς τὸ Βάπτισμα Χριστός, ὁ Λόγος φησί, τοῖς ῥᾳθυμίας ὄκνῳ διαμένουσιν· ἐν τούτῳ γὰρ νέαν ὁδὸν σωτηρίας, καὶ ἐλευθερίας, ζωὴν ἥκω δωρούμενος.Τάξεως ἔμπαλιν ἐν σοί, φυσικῆς ἐστι πρᾶγμα τελούμενον νῦν, τὸ ἔλαττον καὶ γάρ, γνώμῃ εὐλογεῖται τοῦ κρείττονος· ὅθεν δέδοικα σὴν χειραπτῆσαι κάραν, τῷ Λυτρωτῇ ἐβόησεν ὁ Πρόδρομος· οὐ θέμις γὰρ χόρτον πυρὶ προσεγγίζειν, σὺ με μᾶλλον, ἁγίασον σὸν δοῦλον.Ἕτερον Διώδιον, Ἦχος ὁ αὐτὸςΟὗ ἡ ἈκροστιχὶςΤρίτη τεΤῷ δόγματι τῷ τυραννικῷ ΤΟ ΑΚΟΥΤΕῬᾳθυμίας ὕπνον ψυχικόν, τινάξαντες καρδίας ἐγρηγόρσει, τῷ ἐρχομένῳ καθᾶραι ψυχὰς ἐν ῥείθροις βοήσωμεν· Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον.Ἱκανούσθω πρᾶξις ἐν ἡμῖν, ψυχῆς ἐν ὑψηλῇ θεωρίᾳ ὅπως κατ' ἄμφω φανέντες φαιδροί, τῷ πάντας καθαίροντι· Εὐλογεῖτε τὰ ἔργα, βοῶμεν τὸν Κύριον.Τὸ τάλαντον λόγῳ πρακτικῷ, κοσμήσαντες ἐν διπλῇ ἐργασίᾳ, πίστει τῷ δόντι Δεσπότῃ πιστοί, ὡς δοῦλοι προσάξωμεν, βαπτισθῆναι μολοῦντι, ψυχῶν εἰς ἀνάπλασιν.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Τῷ δόγματι τῷ τυραννικῷ, οἱ Ὅσιοι τρεῖς Παῖδες μὴ πεισθέντες, ἐν τῇ καμίνῳ βληθέντες Θεόν, ὡμολόγουν ψάλλοντες· Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον».
ᾨδὴ θ'
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐμεγάλυνας Χριστέ, τὴν τεκοῦσαν σε Θεοτόκον, ἀφ’ ἧς ὁ Πλάστης ἡμῶν, ὁμοιοπαθὲς περιέθου σῶμα, τὸ τῶν ἡμετέρων λυτήριον ἀμπλακημάτων, ταύτην μακαρίζοντες, πᾶσαι γενεαὶ σὲ μεγαλύνομεν».Ῥύπον πάντα ἐμπαθῆ, ἀπωσάμενοι ἐπαξίως, Βαπτίσματος τοῦ θείου, γνώμην ἀναλάβωμεν ἔμφρονα· ἥκει γὰρ ὁ Κτίστης, κάθαρσιν δωρήσασθαι ξένην, ῥείθροις βαπτιζόμενος, πᾶσί τε καινὴν δεῖξαι ἀλλοίωσιν.Ἀφορῶντες εἰς Χριστόν, ταπεινούμενον ἑκουσίως, μέχρι καὶ δούλου μορφῆς, ὑπὸ τὴν αὐτοῦ χεῖρα τὴν κραταιάν, νῦν ταπεινωθῶμεν, πνεύματι συνεπαρθέντες, ὅπως βαπτιζόμενον, τοῦτον καθαροῖς ἔργοις τιμήσωμεν.ἝτεροςἩ τὸν ἀχώρητον Θεὸν ΤΟ ΑΚΟΥΤΕΤῆς ἁμαρτίας τὸν βαρύν, ῥύπον ἀπορρίψαντες, καθαροὶ τῷ πάντας καθαίροντι, ῥείθροις θείοις, ἐποφθῶμεν Δεσπότῃ.Ἐν Ἰορδάνῃ ποταμῷ, βαπτισθῆναι ἥκοντι, τῷ Χριστῷ δεῦτε προσεγγίσωμεν, τῶν δακρύων, καθαρθέντες τοῖς ῥείθροις.Ἐν τῇ Γεννήσει σου Σωτήρ, ἡμᾶς ἑορτάσαντας, μετὰ Μάγων καὶ Ποιμένων, νῦν πρόσδεξαι, σὲ τιμῶντας, βαπτισθῆναι μολοῦντα.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ἡ τὸν ἀχώρητον Θεόν, ἐν γαστρὶ χωρήσασα, καὶ χαρὰν τῷ κόσμῳ κυήσασα, σὲ ὑμνοῦμεν, Παναγία Παρθένε»
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α' Στιχολογίαν Κάθισμα
Ἦχος α'
Τὸν τάφον σου Σωτήρ ΤΟ ΑΚΟΥΤΕ
Φορέσας τὴν ἐμήν, Ἰησοῦ μου πτωχείαν, προέρχῃ σεαυτόν, τοῖς οἰκέταις μιγνύων, καὶ Βάπτισμα αἰτούμενος, ὑπὸ δούλου φιλάνθρωπε· ὅθεν βλέπων σε, ὁ Ἰωάννης ἐβόα. Πῶς βαπτίσω σε, ῥύπον μὴ ἔχοντα ὅλως, Θεὲ ὑπεραγαθέ;Δόξα... Καὶ νῦν... ὅμοιονΠροέρχεσθαι Χριστός, ἀγαθότητι μέλλει, πρὸς ῥεῖθρα ποταμοῦ, Ἰορδάνου ἐν τούτοις, ἡμῶν τὴν ἀνάπλασιν, ἀπεργάσασθαι χάριτι, θεῖε Πρόδρομε, τοῦτον ὑπόδεξαι χαίρων, καὶ τοῖς ὕδασι, τοῦτον θελήσαντα λοῦσον, τὸν μόνον φιλάνθρωπον.
Μετὰ τὴν β' Στιχολογίαν Κάθισμα
Ἦχος δ'
Ταχὺ προκατάλαβε ΤΟ ΑΚΟΥΤΕ
Πτωχεύσας ὁ πλούσιος, δι' εὐσπλαγχνίαν πολλήν, ἡμᾶς τοὺς πτωχεύσαντας, δι' ἀκρασίαν ποτέ, πλουτίσαι βουλόμενος, ἔρχεται ἐπιβῆναι, Ἰορδάνου τοῖς ῥείθροις, καὶ ὑπὸ Ἰωάννου, προφανῶς βαπτισθῆναι. Ὑμνήσωμεν πιστοί, τὴν αὐτοῦ ἄκραν ταπείνωσιν.Δόξα... Καὶ νῦν... ὅμοιονΠεπλήρωται σήμερον, τοῦ Ἠσαΐου φωνή, βοῶντος. Ἑτοιμάσατε, τὴν τοῦ Κυρίου ὁδόν, καὶ τρίβους ποιήσατε· ἤχησε γὰρ ὡς ἔφη, ἡ φιλέρημος σάλπιγξ, ἅπαντας συγκαλοῦσα, Ἰωάννης ὁ πάνυ· διὸ συνδράμωμεν ἅμα, καὶ παράδοξα ἴδωμεν.
Ὁ Προεόρτιος Κανών, οὗ ἡ Ἀκροστιχίς. Κατὰ Ἀλφάβητον, ἄνευ τῶν Εἱρμῶν.Ποίημα Ἰωσὴφᾨδὴ α'
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τῷ τὴν ἄβατον, κυμαινομένην θάλασσαν, θείῳ αὐτοῦ προστάγματι ἀναξηράναντι, καὶ πεζεῦσαι δι' αὐτῆς, τὸν Ἰσραηλίτην λαὸν καθοδηγήσαντι, Κυρίῳ ᾄσωμεν· ἐνδόξως γὰρ δεδόξασται».Αἰσθανόμενος, τὴν τοῦ Κυρίου ἔλευσιν, ἐκ τῆς ἐρήμου πρόεισιν, ὁ θεῖος Πρόδρομος, ἐκβοῶν περιφανῶς· Ἤγγικεν, ἐπέφανεν, ἡ ἀπολύτρωσις, μετανοήσατε, καὶ ὕδατι καθάρθητε.Βαπτιζόμενον, ἁμαρτιῶν με κλύδωνι, Λόγε Πατρὶ συνάναρχε, ὅλον καθάρισον, μετανοίας ῥαντισμῷ, ὁ τῷ βαπτισμῷ σου πιστοῖς, τὴν ἀπολύτρωσιν ἀεὶ δωρούμενος, δι' εὐσπλαγχνίαν ἄμετρον.Γῆ ὡς γέγραπται, τοῦ Ζαβουλὼν τὸ ἄδυτον, βλέπουσα φῶς αὐγάσθητι· Ἰδοὺ γὰρ πάρεστιν, Ἰορδάνου ταῖς ῥοαῖς, καὶ τὸν ἐπὶ πάντων Θεόν, ὕμνει κραυγάζουσα· Κυρίῳ ᾄσωμεν· ἐνδόξως γὰρ δεδόξασται.Δῆμον ἅπαντα, ὁ θεηγόρος Πρόδρομος, βλέπων παραγενόμενον, τούτοις ἐφθέγγετο. Τὶς ὑπέδειξεν ὑμῖν, ἀπὸ τῆς μελλούσης ὀργῆς φυγεῖν, ποιήσατε τῆς μετανοίας καρπούς, ἐν χάριτι σῳζόμενοι.
Ἕτερος κανὼν τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς.Ὑμνεῖν σε πίστει τὴν χάριν δίδου μάκαρ.Ἰωσήφ.ᾨδὴ α'
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἡ κεκομμένη τὴν ἄτομον ἔτεμε, καὶ εἶδεν ἥλιος γῆν, ἣν οὐκ ἐθεάσατο, ἀλάστορα ἐχθρὸν τὸ ὕδωρ κατεπόντισε, καὶ ἄβατον διῆλθεν Ἰσραήλ, ᾠδὴ δὲ ἀνεμέλπετο· Τῷ Κυρίῳ ᾄσωμεν· ἐνδόξως γὰρ δεδόξασται».Υἱοθετήθης ἐν χάριτι Σίλβεστρε, Θεῷ Πατρὶ καθαρόν, βίον ἀσπασάμενος, καὶ θείαις ἀστραπαῖς, ψυχὴν φωτοειδέστατος, γενόμενος μετῆλθες πρὸς τὸ φῶς, κραυγάζων τὸ ἀνέσπερον· Τῷ Κυρίῳ ᾄσωμεν· ἐνδόξως γὰρ δεδόξασται.Μεγαλοφρόνως παθῶν κατεκράτησας, καὶ σάρκα ἀσκητικαῖς, ἀγωγαῖς ὑπέταξας, τῷ Πνεύματι σοφέ, θεῖον καταγώγιον, Τριάδος γεγονὼς περιφανῶς, τῆς πονηρίας τὰ πνεύματα, ψάλλων ἐταπείνωσας· Ἐνδόξως γὰρ δεδόξασται.Νόμῳ τῷ θείῳ ἐνθέως πειθόμενος, καὶ θεοπνεύστου Γραφῆς, γνώσει καλλυνόμενος, Ἑλλήνων τοὺς σοφούς, ἀλήθειαν ἐπαίδευσας, Χριστὸν ὁμολογεῖν σὺν τῷ Πατρί, βοῶντας καὶ τῷ Πνεύματι· Τῷ Κυρίῳ ᾄσωμεν· ἐνδόξως γὰρ δεδόξασται.Ἐν ὑποστάσει μιᾷ γνωριζόμενον, τὸν σαρκωθέντα Χριστόν, μάκαρ ἀνεκήρυξας, θελήσεσι διτταῖς, καὶ ἐνεργείαις Σίλβεστρε, νοούμενον, καὶ πίστει τοὺς αὐτῷ, θεώσαντα κραυγάζοντας· Τῷ Κυρίῳ ᾄσωμεν·ἐνδόξως γὰρ δεδόξασται.ΘεοτοκίονἽνα τοὺς κάτω τοῖς ἄνω συνάψειεν, ὁ μόνος πάντων Θεός, μήτραν ἀπειρόγαμον, ὑπέδυ καὶ σαρκός, φανεὶς ἐν ὁμοιώματι, τῆς ἔχθρας τὸ μεσότοιχον ἑλών, εἰρήνην ἐμεσίτευσε, καὶ ζωὴν ἐβράβευσε, καὶ θείαν ἀπολύτρωσιν.
Κανών α', ᾨδὴ γ', Προεόρτιος
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε, ὁ ξύλῳ νεκρώσας τὴν ἁμαρτίαν, καὶ τὸν φόβον σου ἐμφύτευσον, εἰς τάς καρδίας ἡμῶν τῶν ὑμνούντων σε».Ἐπέφανε Χριστὸς βοᾷ ὁ Πρόδρομος, καὶ ῥείθροις ἐπιβαίνει τοῦ Ἰορδάνου, ὑπαντῆσαι τούτῳ σπεύσωμεν, καθαραῖς διανοίαις φωτιζόμενοι.Ζητῶν ἀνοδίαις τὸν πλανώμενον, Θεέ μου πτωχείαν πλουσιωτάτην, ἐνδυσάμενος ἐφίστασαι, βαπτισθῆναι ἡ ἁπάντων ἀπολύτρωσις.Ἡ γῆ καὶ οὐρανὸς νῦν χορευέτωσαν, ὁ πάντων βαπτίζεται εὐεργέτης, ἐν τοῖς ὕδασι βυθίζων ἡμῶν, τὴν πληθὺν τῶν ἀμέτρων παραπτώσεων.
Κανών β', ᾨδὴ γ', τοῦ Ἁγίου
Ἦχος πλ. δ'
Τὸν φόβον σου Κύριε ΤΟ ΑΚΟΥΤΕ
Νοὸς καθαρότητα, κτησάμενος Ἱεράρχης γεγένησαι, χρῖσμα ἅγιον δεξάμενος· διὸ σε θεοφόρε Πάτερ εὐφημοῦμεν.Σταυρῷ τὸν τανύσαντα, παλάμας σαρκὶ Θεὸν ἐτράνωσας, λογικαῖς σου ἀποδείξεσι, καὶ Ἰουδαίων θράσος, ὤλεσας παμμάκαρ.Ἐν θαύμασι μέγιστος, γενόμενος φυγαδεύεις τὰ πταίσματα, καὶ καθαίρεις τὰ νοσήματα, τῶν πίστει αἰτουμένων, Σίλβεστρε θέοφρον.ΘεοτοκίονΠαρθένος Ἁγνή, μετὰ τὴν κύησιν Παναγία διέμεινας· Θεὸν Λόγον γὰρ ἐγέννησας, ἡμῖν ὁμοιωθέντα, χωρὶς ἁμαρτίας.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Τὸν φόβον σου Κύριε, ἐμφύτευσον ταῖς καρδίαις τῶν δούλων σου, καὶ γενοῦ ἡμῖν στερέωμα, τοῖς σὲ ἐν ἀληθείᾳ ἐπικαλουμένοις».
Κάθισμα τοῦ Ἁγίου
Ἦχος πλ. δ'
Τὴν Σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ
Ποταμὸς εὐσεβείας ἀναδειχθείς, τῶν δογμάτων σου ῥείθροις πᾶσαν τὴν γῆν, κατήρδευσας Σίλβεστρε, Ἱεράρχης ὡς ἔνθεος, καὶ θαυμάτων ὄμβροις, παθῶν ῥύπον ἔπλυνας, καὶ τρυφῆς χειμάρρουν, ἀξίως κεκλήρωσαι· ὅθεν συνελθόντες, εὐσεβῶς σε τιμῶμεν, ἐν ᾄσμασι σήμερον, καὶ πιστῶς ἐκβοῶμέν σοι· Ἱεράρχα θεσπέσιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν Ἁγίαν μνήμην σου.Δόξα... Καὶ νῦν... τῆς ἙορτῆςἮχος πλ. δ'Ἀνέστης ἐκ νεκρὼν ΤΟ ΑΚΟΥΤΕἈόρατε Θεέ, ἀκατάληπτε Λόγε, ἐτέχθης ἐκ Πατρός, ὑπὲρ φύσιν καὶ λόγον· πάλιν δὲ ἐπ' ἐσχάτων, ἐκ τῆς Παρθένου οὐκ ἀλλοιώσας ὃ ἦς, ἔρχῃ καὶ ἐν τοῖς ῥείθροις, τοῦ Ἰορδάνου νῦν βαπτισθῆναι σαρκί, ὁ εὐδοκήσας σῶσαι ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων.
Κανών α', ᾨδὴ δ', Προεόρτιος
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐλήλυθας, ἐκ Παρθένου οὐ πρέσβυς οὐκ Ἄγγελος, ἀλλ' αὐτὸς ὁ Κύριος σεσαρκωμένος, καὶ ἔσωσας, ὅλον με τὸν ἄνθρωπον· διὸ κραυγάζω σοι· Δόξα τῇ δυνάμει σου Κύριε».Θαυμάζει σου, Ἰησοῦ εὐεργέτα τὴν ἄφιξιν, ὁ μέγιστος Πρόδρομος, καὶ συστελλόμενος κράζει σοι· Πῦρ ὑπάρχων Δέσποτα, μὴ καταφλέξῃς με, χόρτον χρηματίζοντα Κύριε.Ἱστάμενον, ἐν τοῖς ὕδασι τούτοις θελήματι, ὁρῶν με νῦν πρόσελθε, ὦ Ἰωάννη καὶ βάπτισον, ὅπως τὴν δι' ὕδατος, χάριν ἀνθρώπων, τῷ γένει ἀπεργάσωμαι.Κρυπτόμενον, ὡς νεφέλη σε ἔγνωκα Ἥλιον, Θεέ μου τῷ σώματι· πῶς οὖν γυμνοῦσαι τὰ ὕδατα, νῦν περιβαλλόμενος; ὁ Ἰωάννης ἐβόα ἐκπληττόμενος.Λαμπρύνεται, τῶν ἀνθρώπων ἡ φύσις καὶ λύτρωσιν, τοῦ σκότους εἰσδέχεται, τῆς ἁμαρτίας καὶ ἄνωθεν, θεῖον περιβάλλεται, τῆς ἀφθαρσίας χιτῶνα γυμνουμένου μου.
Κανών β', ᾨδὴ δ', τοῦ Ἁγίου
Ἦχος πλ. δ'
Εἰσακήκοα Κύριε ΤΟ ΑΚΟΥΤΕ
Ἱεράρχης θεόληπτος, χρίων Ἱερέας θείῳ ἐν Πνεύματι, ἀνεδείχθης Πάτερ Σίλβεστρε, καὶ λαοὺς φωτίζων ἱερώτατε.Συνεργείᾳ τοῦ Πνεύματος, νόσους ἀπελαύνων πάθη ἀνίατα, ἐθεράπευσας πανόλβιε, ἐπιστρέφων πλάνης τοὺς παράφρονας.Τῶν αἱρέσεων Σίλβεστρε, πλάνην ἐκδιώξας, ποίμνην ἐποίμανας, εὐσεβείας βρύων ὕδατα, ἐπὶ χλόην θείας ἐπιγνώσεως.Ἐξεχύθη σου χείλεσι, χάρις θείου Πνεύματος· διὰ τοῦτο σε, ἱερέα τοῦ λαοῦ αὐτοῦ, ὁ Θεὸς παμμάκαρ Πάτερ ἔχρισεν.ΘεοτοκίονἼασαί μου τὰ τραύματα, Κόρη τῆς καρδίας, καὶ κατευόδωσον, τῆς ψυχῆς μου τὰ κινήματα, εἰς Θεοῦ Παρθένε τὰ θελήματα.
Κανών α', ᾨδὴ ε', Προεόρτιος
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ τοῦ φωτὸς χορηγός, καὶ τῶν αἰώνων ποιητὴς Κύριος, ἐν τῷ φωτὶ τῶν σῶν προσταγμάτων, ὁδήγησον ἡμᾶς· ἐκτός σου γὰρ ἄλλον, Θεὸν οὐ γινώσκομεν».Μετανοεῖτε βοῶν, ἡ Βασιλεία τοῦ Θεοῦ ἤγγικεν, ὁ Ἱερὸς Πρόδρομος ἐφάνη, ἐκ τῆς ἐρημίας, τοὺς ἐρημωθέντας ἡμᾶς ἀνακτώμενος.Νόμος ὁ πάλαι φησί, καὶ προφητῶν ὁ ἱερὸς σύλλογος· Ἦλθε Χριστὸς ἡμᾶς ἀναπλάττων, τῷ θείῳ βαπτισμῷ, τοὺς παλαιωθέντας, πολλοῖς παραπτώμασι.Ξένα φησὶ καὶ φρικτά, ὁ Ἰωάννης καθορῶ σήμερον! Νῦν ἡ πηγή, τῆς ἀθανασίας, προῆλθεν ἐκ μικρᾶς, ῥανίδος τὸ θεῖον, αἰτήσασθαι βάπτισμα.
Κανών β', ᾨδὴ ε', τοῦ Ἁγίου
Ἦχος πλ. δ'
Ἵνα τὶ με ἀπώσω ΤΟ ΑΚΟΥΤΕ
Ταῖς πλοκαῖς τῶν σῶν λόγων, ἅπαντα διέλυσας μάταιον σύνδεσμον, καὶ πρὸς θείαν Πίστιν, τοὺς τῇ πλάνῃ δεθέντας συνέδησας, διανοίγων Πάτερ, τούτων τὸν νοῦν τῇ ἀναπτύξει, τῶν Γραφῶν Ἱεράρχα μακάριε.Ἡ καρδία σου Πάτερ, ἄμωμος γεγένηται τοῖς δικαιώμασι, τοῦ κοινοῦ Δεσπότου, ὂν ποθήσας σαρκὸς κατεκράτησας, καὶ θαυμάτων χάριν, πεπλουτηκὼς νόσους ἴασαι, καὶ ψυχῶν χαλεπώτατα τραύματα.Νεμομένης καρδίας, νόσον ψυχολέτειραν δεινῆς αἱρέσεως, τοῦ πικρῶς μανέντος, δραστηρίοις φαρμάκοις τῶν λόγων σου, θεοφόρε στήσας, ὡς ἰατρὸς χάριτι θείᾳ τοῦ σεπτοῦ ἐφυγάδευσας Πνεύματος.ΘεοτοκίονΧαῖρε μόνη τεκοῦσα, τὸν Ἀπειροδύναμον σάρκα πτωχεύσαντα. Χαῖρε τοῦ πεσόντος, ἐπανόρθωσις κόσμου Πανάμωμε. Χαῖρε λύπης λύσις, χαῖρε πιστῶν ἡ σωτηρία, χαῖρε θρόνε Θεοῦ ὑψηλότατε.
Κανών α', ᾨδὴ ς', Προεόρτιος
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἄβυσσος ἁμαρτημάτων, ἐκύκλωσε με ἐσχάτη, ἀλλ' ὡς τὸν Προφήτην Ἰωνᾶν, ἀνάγαγε Κύριε, Κύριε, ἐκ φθορᾶς τὴν ζωήν μου».Ὄμβρησον ἁμαρτημάτων, ἡμῖν φιλάνθρωπε λύσιν, ὁ τοῦ Ἰορδάνου ταῖς ῥοαῖς, βυθίσας τὰ πταίσματα, τῶν γηγενῶν, διὰ ἔλεος μέγα.Πέλαγος Χριστὲ ὑπάρχων, δικαιοσύνης προέρχῃ, νῦν ἐν Ἰορδάνῃ ποταμῷ, βυθίσαι τὸν δράκοντα, καὶ τοῦ Ἀδάμ, τὴν παράβασιν πλῦναι.Ῥεῖθρον σε τῆς ἀφθαρσίας, Χριστὲ ὑπάρχοντα ὄντως, ῥεῖθρα πῶς χωρήσει ποταμοῦ; ἐβόα ὁ Πρόδρομος, δοξάζων σου, τὴν πολλὴν εὐσπλαγχνίαν.
Κανών β', ᾨδὴ ς', τοῦ Ἁγίου
Ἦχος πλ. δ'
Τὴν δέησιν ἐκχεῶ ΤΟ ΑΚΟΥΤΕ
Ἀπρόϊτον καὶ φρουρᾷ αἰωνίᾳ, συγκλειόμενον εἰργάσω εὐχαῖς σου, τὸν πονηρόν, λυμαινόμενον φθόνῳ, τοὺς προσιόντας μακάριε δράκοντα, ὡς θύρας τε, καὶ ὡς μοχλούς, τοῦ Σταυροῦ τὴν σφραγῖδα ἐνθέμενος.Ῥημάτων σου μελιρρύτων ὁ φθόγγος, εἰς τὴν σύμπασαν ἐξῆλθε Παμμάκαρ, καὶ διδαχῶν, εἰς τὰ πέρατα πάντα, τῆς οἰκουμένης τὸ φέγγος ἐξέλαμψε, θαυμάτων τε τὸ διαυγές, καὶ τῶν ἔργων ἡ θεία ἐπίδειξις.Ἰάματα καὶ χαρίσματα θεῖα, ἐπομβρίαις ἀναβλύζων πλουσίως, τοῦ παντουργοῦ, Ἱεράρχα παμμάκαρ, καὶ Παναγίου ἑκάστοτε Πνεύματος, τοὺς πίστει σοι εἰλικρινεῖ, προσιόντας ἰᾶσαι ἐν χάριτι.ΘεοτοκίονΝοήσαντες θεηγόροι Προφῆται, Μυστηρίου σου Παρθένε τὸ βάθος, προφητικῶς, προκατήγγειλαν τοῦτο, φωταγωγούμενοι θείῳ ἐν Πνεύματι, καὶ νῦν ἡμεῖς περιχαρῶς, τὰς ἐμφάσεις ὁρῶντες πιστεύομεν.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τάς θλίψεις, ὅτι κακῶν, ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾅδῃ προσήγγισε, καὶ δέομαι ὡς Ἰωνᾶς· Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε».
Κοντάκιον Προεόρτιον
Ἦχος δ'
Ἐπεφάνης σήμερον ΤΟ ΑΚΟΥΤΕ
Ἐν τοῖς ῥείθροις σήμερον τοῦ Ἰορδάνου, γεγονὼς ὁ Κύριος, τῷ Ἰωάννῃ ἐκβοᾷ· Μὴ δειλιάσῃς βαπτίσαι με· σῶσαι γὰρ ἥκω, Ἀδὰμ τὸν πρωτοπλαστον.
Ὁ Οἶκος
Οὐκ ἀπαιτῶ σε, Βαπτιστά, τοὺς ὅρους ὑπερβῆναι, οὐ λέγω σοι· Εἰπέ μοι ἃ λέγεις τοῖς ἀνόμοις, καὶ παραινεῖς ἁμαρτωλοῖς, μόνον βάπτισόν με σιωπῶν, καὶ προσδοκῶν τὰ ὑπὸ τοῦ Βαπτίσματος· ἕξεις γὰρ διὰ τοῦτο ἀξίωμα, ὅπερ οὐχ ὑπῆρξε τοῖς Ἀγγέλοις· καὶ γὰρ πάντων τῶν Προφητῶν μείζονὰ σε ποιήσω· ἐκείνων μὲν οὐδεὶς σαφῶς με κατεῖδεν, ἀλλ' ἐν τύποις καὶ σκιαῖς καὶ ἐνυπνίοις, σὺ δέ, ἐπὶ σοῦ ἱστάμενον κατὰ γνώμην· σῶσαι γὰρ ἥκω, Ἀδὰμ τὸν πρωτοπλαστον.
Κοντάκιον, Ἕτερον τοῦ Ἁγίου
Ἦχος β'
Τὰ ἄνω ζητῶν ΤΟ ΑΚΟΥΤΕ
Σοφίας Θεοῦ, ἐμπλήσας τὸ στόμα σου, Τριάδος ἡμῖν, τὴν γνῶσιν ἐτράνωσας, καὶ τὴν ἀθεότητα τῶν τυράννων, κατέβαλες Σίλβεστρε, τῇ σφεδόνι τῶν λόγων σου· διὸ ὑπὲρ ἡμῶν δυσώπει τὸν Κύριον.
Ὁ Οἶκος τοῦ Ἁγίου
Τοῦ Κορυφαίου τῶν Ἀποστόλων τὴν καθέδραν πλουτήσας, τοῦ Θεοῦ Λειτουργὸς ἐδείχθης θαυμασιώτατος, ὡραΐζων, στηρίζων, καὶ μεγαλύνων δόγμασι θείοις τὴν Ἐκκλησίαν, ὡς ἀστὴρ δὲ φωτοβόλος, φωτίζων φωτὶ ἀρετῶν, Τριάδα σέβειν διδάσκεις, ὡς ἀμέριστον μίαν Θεότητα· καὶ τάς αἱρέσεις τῶν δυσμενῶν ἀπεδίωξας, Σίλβεστρε πάνσοφε· διὸ ὑπὲρ ἡμῶν δυσώπει τὸν Κύριον.
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ Β' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Σιλβέστρου Πάπα Ῥώμης.ΣτίχοιΖωοῖ νεκρὸν βοῦν, αἰσχύνων Ζαμβρὴν Μάγον,Ὁ καὶ νεκρὸς ζῶν, Σίλβεστρος Ῥώμης Πάπας.Θυμὸν ἀποπνείει Σίλβεστρος δευτέρῃ ἠοῖ.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμῃ τοῦ Ἁγίου Ἱερομάρτυρος Θεαγένους.ΣτίχοιΘεάγενες, βλήθητι τοῦ πόντου μέσον,ᾯ κἂν βυθισθῇς, ἒνδον ἐκνήξῃ πόλου.Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Θεόπεμπτος καὶ Θεοδότη, ἡ μήτηρ τῶν Ἁγίων Ἀναργύρων, ἐν εἰρήνῃ τελειοῦνται.ΣτίχοιΤὸν Θεόπεμπτον σαρκικῆς λῦσαι πέδης,Ἦλθον, Θεοῦ πέμψαντος, ἔμπυροι Νόες.Νόσῳ παρῆλθε τὸν βίον Θεοδότη,Νόσων λυτῆρας ἡ τεκοῦσα τῷ βίῳ.Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ὅσιος Μᾶρκος ὁ κωφός, ἐν εἰρήνῃ τελειοῦται.ΣτίχοιὉ Μᾶρκος οὐκ ἤκουσε γηΐνων λόγων,Καὶ πρὶν λιπεῖν γῆν, ὦτα γῆθεν ἐξάγων.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Βασιλείου τοῦ ἐξ Ἀγκύρας.ΣτίχοιΒρύχημα, χάσμα, δῆγμα θηρῶν ἀγρίων.Βασιλείου τὸ πρᾶον οὐ κατεπτόει.Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Σέργιος ξίφει τελειοῦται.ΣτίχοιΟὐχ οἷον εἰπεῖν, οὐδὲ γνῶσιν φέρειν,Ὅση χαρὰ Σέργιος ἐτμήθη κάραν.Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Θεόπιστος, λιθοβοληθεὶς τελειοῦται.ΣτίχοιΚτείνει σε Θεόπιστε πιστὲ τοῖς λίθοις,Ἡ τῶν ἀπίστων πληθὺς ἐκ δυσβουλίας.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμῃ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Κοσμᾶ, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ θαυματουργοῦ, τοῦ ἐν τῇ σεβασμίᾳ Μονῇ τῆς Χώρας.Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς.
Κανών α', ᾨδὴ ζ', Προεόρτιος
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Εἰκόνος χρυσῆς ἐν πεδίῳ Δεηρᾷ λατρευομένης, οἱ τρεῖς σου Παῖδες κατεπάτησαν, ἀθεωτάτου προστάγματος, μέσον δὲ πυρὸς ἐμβληθέντες, δροσιζόμενοι ἔψαλλον· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».Στολὴν ἱεράν, ἐπενδύων με Χριστὲ τὸν γυμνωθέντα, τῇ συμβουλίᾳ τοῦ ἀλάστορος, γυμνὸς προβῆναι τοῖς ὕδασιν, εἵλου ἀγαθότητος πλούτῳ· ἀνυμνῶ σου τὸ εὔσπλαγχνον, καὶ προσκυνῶ τὴν θαυμαστὴν οἰκονομίαν σου.Τὶς αὓτη Χριστέ, ἡ πολλὴ σου πρὸς ἡμᾶς οἰκονομία; τὶς ἡ πτωχεία; τὶς ἡ ἄφατος καὶ ὑπὲρ νοῦν συγκατάβασις; ἔφη ὁπηνίκα σε εἶδεν, ὁ Ἰωάννης γυμνούμενον, καὶ βαπτισθῆναι ὑπ' αὐτοῦ ἐγκελευόμενον.Ὑφῆψας Χριστέ, ὥς περ λύχνον τὴν σεπτὴν σάρκα σου μέσον, τοῦ Ἰορδάνου καὶ ἐζήτησας, τὴν συγχωσθεῖσαν τοῖς πάθεσι, καὶ τῇ ἁμαρτίᾳ εἰκόνα, καὶ εὑρὼν κατεκάλλυνας, τῷ Βαπτισμῷ σου ἀγαθέ· ὅθεν ὑμνοῦμεν σε.
Κανών β', ᾨδὴ ζ', τοῦ Ἁγίου
Ἦχος πλ. δ'
Οἱ ἐκ τῆς Ἰουδαίας ΤΟ ΑΚΟΥΤΕ
Δίκαιος ὥσπερ φοῖνιξ, ἐν τῷ οἴκῳ Κυρίου Πάτερ ἐξήνθησας, καρποὺς δικαιοσύνης, ἐξ ὧν οἱ σὲ τιμῶντες, διατρέφονται ψάλλοντες· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.Ἰσχυραῖς τῶν σῶν λόγων, ἀποδείξεσιν εἷλες τοὺς ματαιόφρονας, νοσοῦντας ἀπιστίαν, καὶ χαίρων ἐμελῴδεις, παναοίδιμε Σίλβεστρε· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.Διαμένει ἡ δόξα, εἰς αἰῶνάς σου Πάτερ καὶ τὸ μνημόσυνον, σὺν πᾶσι τοῖς Δικαίοις, μεθ' ὧν ἡμῶν τῶν πίστει, μελῳδούντων μνημόνευε· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.Ὁ κλεινὸς Ἱεράρχης, τῇ τοῦ Πνεύματος αἴγλῃ καταλαμπόμενος, τὸ σκότος τῆς κακίας, διέλυσε καὶ πάντας, τοὺς βοῶντας ἐφώτισεν· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.ΘεοτοκίονὙπερθαύμαστε Κόρη, τὸν πρὸ πάντων αἰώνων ἐκυοφόρησας, ἡμῖν ὁμοιωθέντα, δι' ἄκραν εὐσπλαγχνίαν, ἵνα σώσῃ τοὺς ψάλλοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Κανών α', ᾨδὴ η', Προεόρτιος
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὸν ἐν καμίνῳ τοῦ πυρός, τῶν Ἑβραίων τοῖς Παισὶ συγκαταβάντα καὶ τὴν φλόγα εἰς δρόσον μεταβαλόντα Θεόν, ὑμνεῖτε τὰ ἔργα ὡς Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».Φωνὴ βοῶντος ἐμφανῶς, ἐν ἐρήμῳ ἐπιστὰς ὁ Ἰωάννης, ἐπιστρέφων καρδίας, μετανοούσας θερμῶς δοξάζειν τὸν ἐπιφαινόμενον, ἐν τῷ Ἰορδάνῃ, Σωτῆρα καὶ Δεσπότην.Χειμάρρους πέφυκας τρυφῆς, ὁ θαλάσσας καὶ πηγὰς δημιουργήσας, καὶ πῶς ὕδασι βαίνεις; τὶ ἀποπλῦναι ζητῶν; ἡ πάντων ἔκπλυσις καὶ κάθαρσις, τῶν ὑμνολογούντων, Χριστὲ σε εἰς αἰῶνας.Ψῦξαι τὰ ῥεύματα ζητῶν, τῆς κακίας τοῦ ἐχθροῦ καὶ τάς θαλάσσας τῶν παθῶν ἀναστεῖλαι, καὶ τοῖς πιστοῖς ἱλασμόν, πηγάσαι καὶ ἄφεσιν Δέσποτα, ἔρχῃ βαπτισθῆναι, ἐν ῥείθροις, Ἰορδάνου.Ὡρῶν καὶ χρόνων Ποιητά, ὑπὸ χρόνον γεγονὼς δι' εὐσπλαγχνίαν, ὁ ἀχρόνως ἐκλάμψας, ἐκ προανάρχου Πατρός, ἐπέστης τὰ χρόνια πταίσματα πάντων ἀποπλῦναι, ἐν ῥείθροις Ἰορδάνου.
Κανών β', ᾨδὴ η', τοῦ Ἁγίου
Ἦχος πλ. δ'
Νικηταὶ Τυράννου ΤΟ ΑΚΟΥΤΕ
Μίαν φύσιν Πάτερ, τῆς μιᾶς θεότητος θεολογήσας, ἐν τρισὶ προσώποις, νοουμένης ἔμελπες ἀκαταπαύστως· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.Ἀληθείας Πάτερ, ἀληθὴς διδάσκαλος ἀνηγορεύθης, ψευδωνύμου πλάνης ὅθεν ἐστηλίτευσας ἀπάτην μέλπων· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.Κορυφαῖος ὤφθης, ἱεροῦ συστήματος ἱερομύστα, καὶ τοῦ Κορυφαίου, Μαθητῶν ἐκόσμησας βοῶν τὸν θρόνον· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.Ἀρεταῖς ἐνθέοις, Πάτερ τὴν καρδίαν σου κατακαλλύνας, ὅλος ὡραιώθης, καὶ ταῖς ἄνω τάξεσι βοῶν συνήφθης· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.ΘεοτοκίονῬήμασί σου θείοις, γενεαὶ ἑπόμεναι αἱ τῶν ἀνθρώπων, μακαρίζομέν σε τὴν ἀειμακάριστον καὶ μελῳδοῦμεν· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Νικηταὶ τυράννου, καὶ φλογὸς τῇ χάριτί σου γεγονότες, οἱ τῶν ἐντολῶν σου, σφόδρα ἀντεχόμενοι Παῖδες ἐβόων· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας».
Κανών α', ᾨδὴ θ', Προεόρτιος
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον, τὸν ἀρρήτῳ σοφίᾳ, ἥκοντα καινουργῆσαι τὸν Ἀδάμ, βρώσει φθορᾷ πεπτωκότα δεινῶς, ἐξ ἁγίας Παρθένου, ἀφράστως σαρκωθέντα δι' ἡμᾶς, οἱ πιστοὶ ὁμοφώνως, ἐν ὕμνοις μεγαλύνομεν».Ἰδών σε ὁ Ἰωάννης, πρὸς αὐτὸν Εὐεργέτα, ἐλθόντα καὶ αἰτοῦντα παρ' αὐτοῦ, ἐν ταπεινώσει τὸ Βάπτισμα, ἐκπλαγεὶς συνεστάλη, μηδόλως χειραπτῆσαί σε τολμῶν, τὸν ἁπτόμενον πάντων, ὀρέων καὶ καπνίζονται.Ὡς χελιδὼν σεμνοτάτη, προμηνύουσα ἔαρ, ἐπέστη νοητὸν ὁ Βαπτιστής, τοῖς ἐν χειμῶνι ὑπάρχουσι, τῶν ἀμέτρων πταισμάτων, καὶ ζάλην ὑπομένουσιν ἀεί, ἐναντίων πνευμάτων, πονηροτάτοις πάθεσι.Σὲ τὸ ἀπαύγασμα δόξης, τοῦ Πατρὸς ἐπιλάμψαν, τοῖς σκότει καθημένοις τῶν δεινῶν, ἄδυτε Ἥλιε Κύριε, καὶ ἐρχόμενον πάντας, φωτίσαι ἱερῷ σοῦ Βαπτισμῷ ὡς Θεὸν καὶ Σωτῆρα, ἐν ὕμνοις μεγαλύνομεν.Ἡ τοῦ θανάτου ἀξίνη, ἐν τῇ ῥίζῃ κειμένῃ, ὡς δένδρῳ ἀπειλεῖ τὴν ἐκτομήν, τὴν ἀκαρπίαν σου βλέπουσα, μὴ οὖν ἄκαρπος μείνῃς, ψυχή μου, ἀλλὰ βόησον Θεῷ, ἐν θερμῇ μετανοίᾳ· Ἡμάρτηκά σοι, σῶσον με.Φωνὴ βοῶντος ἠκούσθη, ἐν ἐρήμοις καρδίαις· Εὐφράνθητε, ἐπέστη ὁ Χριστός, ἄφεσιν πᾶσι δωρούμενος, ἁγιάσθητε πᾶσα, ἡ θάλασσα, πηγαὶ καὶ ποταμοί, καὶ κοιλάδες καὶ νάπαι, καὶ πᾶσα ἡ ὑφήλιος.
Κανών β', ᾨδὴ θ', τοῦ Ἁγίου
Ἦχος πλ. δ'
Κυρίως Θεοτόκον ΤΟ ΑΚΟΥΤΕ
Ἱέρευσας προθύμως, σεαυτὸν Παμμάκαρ, τῶν ἡδονῶν τῇ νεκρώσει καὶ γέγονας, τοῦ δι' ἡμᾶς νεκρωθέντος, θῦμα εὐπρόσδεκτον.Ὡς θεῖος Κορυφαῖος, ἱερῶν Πατέρων, τὸ ἱερώτατον δόγμα ἐκράτυνας, αἱρετικῶν ἀποφράξας, ἄθεα στόματα.Συνήφθης ταῖς χορείαις, ταῖς τῶν Ἀσωμάτων, τοὺς ἀσωμάτους ἐχθροὺς τροπωσάμενος, περιφανῶς Ἱεράρχα, θέοφρον Σίλβεστρε.Ἡ μνήμη σου τῷ κόσμῳ, Πάτερ Ἱεράρχα, ὡς φωταυγὴς ἑξανέτειλεν ἥλιος, φωταγωγοῦσα τοὺς πίστει, ἀνευφημοῦντάς σε.ΘεοτοκίονΦιλάγαθε Παρθένε, τὴν κεκακωμένην, τῇ ἁμαρτίᾳ ψυχήν μου ἀγάθυνον, τὸν ἀγαθὸν ἡ τεκοῦσα, Θεὸν καὶ Κύριον.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Κυρίως Θεοτόκον, σὲ ὁμολογοῦμεν, οἱ διὰ σοῦ σεσωσμένοι Παρθένε Ἁγνή, σὺν Ἀσωμάτοις χορείαις, σὲ μεγαλύνοντες.
Ἐξαποστειλάριον
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Φωνὴ βοῶντος ἤχησε καὶ οἱ βουνοὶ σκιρτήσατε, χόρευσον γένος ἀνθρώπων· ὁ γὰρ προάναρχος Λόγος, σάρκα λαβὼν ὡς ἄνθρωπος, ἥκει βαπτισθησόμενος, ὑπὸ χειρῶν ὧν ἐπλασεν, ἐν Ἰορδάνῃ καὶ λύσων, τοῦ κόσμου τὴν ἁμαρτίαν.
Ἐξαποστειλάριον
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Πῶς ῥεῖθρά σε ποτάμια, εἰσδέξονται Φιλάνθρωπε, τὸν ποταμοὺς καὶ θαλάσσας, ποιήσαντα ἐκ μὴ ὄντων; πῶς κορυφὴν τὴν ἄχραντον, τὴν σὴν τολμήσει Πρόδρομος, χειροθετῆσαι Δέσποτα; ὑμνοῦμεν φρίττοντες Λόγε, τῆς σῆς πτωχείας τὸ ὕψος.
Εἰς τοὺς Αἴνους ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια, ὧν ἡ ἀκροστιχὶς μέχρι τῶν τῆς Ε' τοῦ παρόντος μηνός. ᾎσμα Θεοφάνους εἰς τὰ Φῶτα.
Στιχηρὰ Προσόμοια
Ἦχος πλ. β'
Αἱ Ἀγγελικαὶ ΤΟ ΑΚΟΥΤΕ
Αἱ Ἀγγελικαί, προπορεύεσθε Δυνάμεις, ἐκ τῆς Βηθλεέμ, πρὸς τὰ ῥεῖθρα Ἰορδάνου. Προέρχου Ἰωάννη, καταλείψας τὴν ἔρημον. Χαῖρε ποταμὲ καὶ εὐτρεπίζου. Πᾶσα δὲ γῆ ἀγαλλιάσθω. Χριστὸς ἔρχεται, τὴν ἁμαρτίαν τοῦ Ἀδάμ, καθᾶραι ὡς εὔσπλαγχνος.
Ἦχος πλ. β'
Στόμασιν ἁγνοῖς, καὶ ψυχαῖς κεκαθαρμέναις, δεῦτε μυστικῶς, Βηθλεὲμ μεταχωροῦντες, καὶ πρὸς τὸν Ἰορδάνην, σὺν Χριστῷ ἐπειγόμενοι, ᾄσωμεν αὐτῷ μετ' εὐφροσύνης, αἱ πατριαὶ τῆς γῆς νῦν πᾶσαι, πιστῶς λέγουσαι· Εὐλογημένος ὁ ἐλθών, Θεὸς ἡμῶν δόξα σοι.
Ἦχος πλ. β'
Μέγα καὶ φρικτόν, τὸ μυστήριον ὑπάρχει! ὅτι ὁ Θεός, τοῖς ἀνθρώποις ὡμοιώθη, καὶ ἁμαρτίαν ὅλως, μὴ εἰδὼς ὁ ἀνεύθυνος, ὑπὸ Ἰωάννου βαπτισθῆναι, ἐν ποταμῷ τῷ Ἰορδάνῃ, αἰτεῖ σήμερον· Εὐλογημένος ὁ φανείς, Θεὸς ἡμῶν δόξα σοι.
Ἦχος πλ. β'
Ἄνθος ἐκ Δαυῒδ, ἀνατείλας τῆς Παρθένου, ἦλθεν ὁ Χριστός, πρὸς τὰ ῥεῖθρα Ἰορδάνου, τάς ἁμαρτίας πλῦναι, τοῦ Προπάτορος ὕδασι. Χόρευσον Ἀδάμ, εὐφραίνου Εὔα, ὁ οὐρανὸς ἀγαλλιάσθω, λαοὶ εἴπωμεν· Εὐλογημένος ὁ ἐλθών, Θεὸς ἡμῶν δόξα σοι.
Δοξαστικὸν
Ἦχος πλ. β'
Αἱ Ἀγγελικαὶ ΤΟ ΑΚΟΥΤΕ
Τρέμει τῇ χειρί, δειλιῶν χειροθετῆσαι, χαίρει τῇ ψυχῇ, ἐννοῶν ὁ Ἰωάννης, ὅτι τὴν κορυφήν σου, ὑποκλῖναι ηὐδόκησας, δούλου τὴν μορφὴν ἐνδεδυμένος, ἵνα βροτοὺς δουλείας ῥύσῃ, ἐχθροῦ κράζοντας· Εὐλογημένος ὁ ἐλθών, Θεὸς ἡμῶν δόξα σοι.
Θεοτοκίον
Ἦχος πλ. β'
Αἱ Ἀγγελικαὶ ΤΟ ΑΚΟΥΤΕ
Ἅπασα ἡ γῆ, μυστικῶς ἀγαλλιάσθω, νῦν προφητικῶς, καὶ τὰ ὂρη σκιρτησάτω· ἀνάστρεψον τὸ ῥεῖθρον, Ἰορδάνη ὡς γέγραπται, φρίξον ἐκ προσώπου τοῦ Δεσπότου· ὅτι Θεὸς ἐνανθρωπήσας, βροτοὺς ἅπαντας, τῆς ἁμαρτίας τοῦ Ἀδάμ, καθᾶραι ἐλήλυθεν.
Μεγάλη Δοξολογία
Ἀποστιχα Στιχηρὰ Ἰδιομελα.Ἦχος πλ. β' Φαιδροτέρα ἡλίου γέγονεν, ἡ παρελθοῦσα ἑορτὴ τῶν Γενεθλίων Χριστοῦ, λαμπρὰ καὶ ἐπίφωτος δείκνυται ἡ ἐπερχομένη, τῆς θείας Ἐπιφανείας αὐτοῦ. Ἐν ἐκείνῃ Ποιμένες, μετ' Ἀγγέλων δοξολογοῦντες, προσεκύνησαν Θεὸν ἐνανθρωπήσαντα, ἐν ταύτῃ δὲ τοῦ Δεσπότου ὁ Ἰωάννης ἁψάμενος τῇ δεξιᾷ χειρί, σὺν τρόμῳ ἔλεγεν· Ἁγίασον ἐμὲ καὶ τὰ ὕδατα, ὁ μόνος ἔχων τὸ μέγα ἔλεος.Στίχ. Διὰ τοῦτο μνησθήσομαί σου ἐκ γῆς Ἰορδάνου καὶ Ἐρμωνιίμ.Ἐτοιμάζου Ἰορδάνη ποταμέ· Ἰδοὺ γὰρ παραγίνεται Χριστὸς ὁ Θεός, βαπτισθῆναι ὑπὸ Ἰωάννου, ἵνα τῶν δρακόντων ἀοράτους κεφαλὰς συνθλάσῃ τῇ θεότητι, ἐν τοῖς ὕδασι τοῖς σοῖς. Ἀγάλλου ἡ ἔρημος, Ἰορδάνου, τὰ ὂρη σκιρτήσατε μετ' εὐφροσύνης· ἣκει γὰρ ἡ αἰώνιος ζωή, ἀνακαλέσαι τὸν Ἀδάμ. Φωνὴ βοῶντος βόησον, ὦ Ἰωάννη Πρόδρομε. Ἐτοιμάσατε ὁδοὺς τοῦ Κυρίου, καὶ τάς τρίβους αὐτοῦ εὐθείας ἀπεργάσασθε.Στίχ. Εἴδοσάν σε ὕδατα ὁ Θεός, εἴδοσάν σε ὕδατα καὶ ἐφοβήθησαν.Ἀγαλλιάσθω ἡ ἔρημος τοῦ Ἰορδάνου, καὶ ἀνθείτω ὡς κρίνον· φωνὴ γὰρ βοῶντος ἠκούσθη ἐν αὐτῇ. Ἐτοιμάσατε τὴν ὁδὸν τοῦ Κυρίου· ὁ γὰρ τὰ ὅρη στήσας σταθμῷ, καὶ τάς νάπας ζυγῷ, ὁ τὰ πάντα πληρῶν ὁ Θεός, βαπτίζεται ὑπὸ δούλου, πτωχεύειν ἤρξατο, ὁ τὰ πλούσια δῶρα χαριζόμενος. Ἤκουσεν Εὕα, ἐν λύπαις τέξῃ τέκνα· νῦν δὲ ἤκουσεν ἡ Παρθένος, Χαῖρε κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ, ὁ ἔχων τὸ μέγα ἔλεος.
Θεοτοκίον
Ἦχος πλ. δ'
Ἀνατολίου
Ἰωάννη Βαπτιστά, ὁ ἐν μήτρᾳ γνωρίσας με τὸν ἀμνόν, ἐν ποταμῷ μοι διακόνησον, μετ' Ἀγγέλων μοι λειτούργησον, ἐκτείνας ἅψαι τῇ παλάμῃ, τῆς κορυφῆς μου τῆς ἀχράντου, καὶ ὅταν ἴδῃς τὰ ὅρη τρέμοντα, καὶ τὸν Ἰορδάνην ἐπαναστραφέντα, σὺν τούτοις βόησον· ὁ σαρκωθεὶς ἐκ Παρθένου, εἰς ἡμῶν σωτηρίαν, Κύριε δόξα σοι.
| TA ΜΗΝΑΙΑ | Ιανουάριος | 02 |
Jan 03
Τῌ Γ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥΠροεόρτια τῶν ΦώτωνΜνήμη τοῦ Ἁγίου Προφήτου ΜαλαχίουΜνήμη τοῦ Ἁγίου Μάρτυρος Γορδίου.
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχ. ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Προφήτου.
Στιχηρὰ Προσόμοια τοῦ Προφήτου
Ἦχος πλ. δ'
Κύριε, εἰ καὶ κριτηρίῳ ΤΟ ΑΚΟΥΤΕ
Κύριε, σοὶ τὸν σὸν Προφήτην ἱκέτην, καὶ πρεσβευτὴν προχειρίζομαι, οὗ ταῖς ἱκεσίαις οἰκτίρμον, καὶ ταῖς πρεσβείαις ὡς εὔσπλαγχνος, ἀπεγνωσμένης ψυχῆς, τὰ πταίσματα διάλυσον, οὐσιώδη κεκτημένος, καὶ φυσικὴν ἀγαθότητα.
Ἦχος πλ. δ'
Ῥήματα, τῆς θεοκινήτου σου γλώττης, ἐκβεβηκότα θεώμενος· σὲ νῦν μακαρίζω Προφῆτα, τῆς ἀληθείας ἀγάμενος· σὺ γὰρ φωνῇ λιγυρᾷ, τὸν κόσμον περιήχησας, τὴν τοῦ Κυρίου προαγορεύων, παρουσίαν τὴν σωτήριον.
Ἦχος πλ. δ'
Ἄγγελος, ἀγγελομιμήτῳ σου βίῳ, ἐπὶ τῆς γῆς ἐχρημάτισας, καὶ προσηγορίαν Ἀγγέλου, παναρμονίως ἐπλούτησας, τὴν καλλονὴν τῆς ψυχῆς, τῷ κάλλει τῷ τοῦ σώματος, καταλλήλως συναρμόσας, Μαλαχία παμμακάριστε.
Ἕτερα Στιχηρὰ Προσόμοια τοῦ Μάρτυρος
Ἦχος πλ. δ'
Ὢ τοῦ παραδόξου θαύματος ΤΟ ΑΚΟΥΤΕ
Κορυφουμένην θεώμενος, τὴν τῆς ἀπάτης ἀχλύν, φυγαδεύων ἐμάκρυνας, ἀθλοφόρε Γόρδιε, τὸν Θεὸν προσδεχόμενος, πολλοῖς δὲ πόνοις, ἐγγυμνασάμενος, καὶ ταῖς νηστείαις παιδοτριβούμενος, ὥσπερ αἰσθόμενος, τῆς σαυτοὺ δυνάμεως, ἀγωνιστής, ὥρμησας αὐτόκλητος, πρὸς τὸν ἀντίπαλον.
Ἦχος πλ. δ'
Σφόδρα πεποιθὼς κατείληφας, τῶν δυσμενῶν τὴν πληθύν, παναοίδιμε Γόρδιε, παρ' οὐδὲν ἡγούμενος, τῶν ἀνόμων τὸ θέατρον, καὶ στὰς ἐν μέσῳ, κήρυξ αὐτόμολος, μεγαλοφώνως Χριστὸν ἐκήρυξας, Κτίστην καὶ Κύριον, τῷ Πατρὶ συνάναρχον, καὶ τῷ σεπτῶ, Πνεύματι ὁμότιμον, καὶ συναΐδιον.
Ἦχος πλ. δ'
Ξίφει κεφαλὴν τεμνόμενος, ἀπὸ ζωῆς εἰς ζωήν, ἐκ θνητῆς εἰς ἀθάνατον, καὶ φθαρτῆς πρὸς ἄφθαρτον, προφανῶς μεταβέβηκας, μὴ ἀναμείνας φύσεως νέκρωσιν, ἀλλ' αὐθαιρέτως θανεῖν ἑλόμενος. Ὢ τῶν ἀγώνων σου, Ἀθλοφόρε Γόρδιε! δι' ὧν Χριστόν, Μάρτυς ἐμεγάλυνας, τὸν μόνον εὔσπλαγχνον.
Θεοτοκίον
Ἦχος δ'
Ἰωάννου Μοναχοῦ
Ὢ τοῦ παραδόξου θαύματος! ὁ ἐν Πνεύματι Ἁγίῳ βαπτίζων καὶ πυρί, ἐν Ἰορδάνῃ ἔρχεται βαπτισθῆναι ὑπὸ Ἰωάννου, Θεὸς οὐ γυμνός, οὐδὲ ἄνθρωπος ψιλός, ἀλλ' ἐν δυσὶ ταῖς φύσεσιν, εἷς ὁ αὐτὸς Υἱὸς μονογενής, ζητῶν μὲν τὸ βάπτισμα, ὡς ἄνθρωπος ἐκ θνητοῦ, αἴρων δὲ ὡς Θεός, τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ παρέχων πᾶσι τὸ μέγα ἔλεος.
Ἀποστιχα. Στιχηρὰ Προσόμοια.Ἦχος πλ. β'Τριήμερος ἀνέστης Χριστὲ ΤΟ ΑΚΟΥΤΕἸδοὺ ὁ φωτισμὸς τῶν πιστῶν, ἰδοὺ ὁ ἱλασμὸς ἡμῶν, ἐπιβαίνειν, μέλλει ῥείθροις ποταμοῦ, τὸν ῥύπον ὅπως πλύνῃ, κακίας τῶν ἀνθρώπων, καὶ ἀναπλάσῃ συντριβέντας ἡμᾶς.Στίχ. Διὰ τοῦτο μνησθήσομαί σου ἐκ γῆς Ἰορδάνου καὶ Ἐρμωνιίμ.Ὡς εἶδέ σε ἐρχόμενον, ὁ Πρόδρομος σου Κύριε, καὶ αἰτοῦντα, βαπτισθῆναι ὑπ' αὐτοῦ, ἐν φόβῳ ἀνεβόα· Θεέ μου πλαστουργέ μου, πῶς σε βαπτίσω τὸν ἀμόλυντον;Στίχ. Εἴδοσάν σε ὕδατα ὁ Θεός, εἴδοσάν σε ὕδατα καὶ ἐφοβήθησαν.Συνέλθωμεν πιστοὶ νοητῶς, πρὸς τάς τοῦ Ἰορδάνου ῥοάς, θαῦμα μέγα, ὅπως ἴδωμεν σαφῶς· ὁ Κτίστης γὰρ τῶν ὅλων, ἐπιφανεὶς ὡράθη, καὶ βαπτισθῆναι παραγέγονε.
Θεοτοκίον
Ἦχος πλ. α'
Τριήμερος ἀνέστης Χριστὲ ΤΟ ΑΚΟΥΤΕ
Ἐν Ἰορδάνῃ ποταμῷ Χριστὸς ὁ Θεὸς ἡμῶν, μολεῖ πρὸς τὸ Βάπτισμα, καθᾶραι θέλων ἡμᾶς, ἐκ τῶν ἀνομιῶν ἡμῶν, τῇ αὐτοῦ ἐπιφανείᾳ, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.
Ἀπολυτίκιον Προεόρτιον
Ἦχος δ' ΤΟ ΑΚΟΥΤΕ
Ἐτοιμάζου Ζαβουλών, καὶ εὐτρεπίζου Νεφθαλείμ. Ἰορδάνη ποταμέ, στῆθι ὑπόδεξαι σκιρτῶν, τοῦ βαπτισθῆναι ἐρχόμενον τὸν Δεσπότην. Ἀγάλλου ὁ Ἀδὰμ σὺν τῇ Προμήτορι, μὴ κρύπτετε ἑαυτούς, ὡς ἐν Παραδείσῳ τὸ πρίν· καὶ γὰρ γυμνοὺς ἰδὼν ὑμᾶς ἐπέφανεν, ἵνα ἐνδύσῃ τὴν πρώτην στολήν, Χριστὸς ἐφάνη, τὴν πᾶσαν κτίσιν, θέλων ἀνακαινίσαι.
Ἐν τοῖς Ἀποδείπνοις ψάλλομεν τὸ παρὸν Τριῴδιον, οὗ ἡ Ἀκροστιχίς.Τετράδι ψαλῶᾨδὴ γ'
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τῆς πίστεως ἐν πέτρᾳ με στερεώσας, ἐπλάτυνας τὸ στόμα μου ἐπ' ἐχθρούς μου· ηὐφράνθη γὰρ τὸ πνεῦμά μου ἐν τῷ ψάλλειν· οὐκ ἔστιν ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλὴν σου Κύριε».Ἐν κενοῖς ἡ ἐπίνοια τοῦ Ἡρῴδου, τοὺς μέλλοντας τυχεῖν τῆς ἐλευθερίας, ἀνόμως ἀνελόντος παῖδας· Χριστὸς γάρ, ὁ λυτρωτὴς ἡμῶν, ζωὴν χαρίζεται, πᾶσι τὴν ἀνώλεθρον βαπτιζόμενος.Τὸ δεινὸν βουλευτήριον τοῦ Ἡρῴδου, νηπίων πρὶν ἀπέκτεινε νεολαίαν, τὴν Βηθλεὲμ αἱμάτων πληρῶσαν, νῦν δέ, τῇ Ἐκκλησίᾳ Χριστὸς ἔρχεται, τέκνα πολλά, διὰ τοῦ Βαπτίσματος εἰσποιήσασθαι.
Ἕτερον Τριῴδιον, οὗ ἡ Ἀκροστιχίς.Προσάββατόν τεᾨδὴ ε'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Πρὸς σὲ ὀρθρίζω, τὸν δι' εὐσπλαγχνίαν, σεαυτὸν τῷ πεσόντι, κενώσαντα ἀτρέπτως, καὶ δούλου χειρί, βαπτισθῆναι θελήσαντα, Λόγε Θεοῦ, τὴν εἰρήνην παράσχου μοι φιλάνθρωπε».Ῥυφθέντες φρένας, καὶ προκαθαρθέντες, μυστηρίου μεθέξει, φρικτῆς οἰκονομίας, ἅπαντες πιστοί, ἐρχομένῳ Χριστῷ, ὑπαντήσωμεν, Ἰορδάνου τοῖς ῥείθροις ἐκκαθᾶραι ἡμᾶς.Ὁρᾶτε φίλοι, τὴν φωνὴν τοῦ Λόγου, τοῦ Ἡλίου τὸν λύχνον, τὸν φίλον τοῦ Νυμφίου· Μετανοεῖτε τοῖς λαοῖς ἐκβοῶντα, καὶ σπεύσατε καθαρθῆναι, τοῦ Κτίστου εἰς ὑπάντησιν.
ᾨδὴ η'
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ῥῆμα τυράννου, ἐπεὶ ὑπερίσχυσεν, ἑπταπλασίως κάμινος, ἐξεκαύθη ποτέ, ἐν ᾗ Παῖδες οὐκ ἐφλέχθησαν, βασιλέως πατήσαντες δόγμα, ἀλλ' ἐβόων· Πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».Ἀποκενοῦντες, δακρύων πηγὰς οἱ πιστοί, ἐξ ὀφθαλμῶν καθάρωμεν, πάντα ῥύπον ψυχῶν, καὶ φῶς ἐν φωτὶ τρισσὸν ὀψόμεθα, βαπτισθῆναι Χριστοῦ ἐρχομένου· ᾧ προσμαρτυρήσει Πατὴρ οὐρανόθεν, καὶ Πνεύματος Ἁγίου, λάμψει παρουσίᾳ, περιστερᾶς ἐν εἴδει.Δάκρυον ἅπαν, Χριστὸς ἀφαιρούμενος, ἀπὸ παντὸς προσώπου, προέρχεται ψυχῶν, πολυώδυνα νοσήματα, ἀνωδύνως ἐν ὕδατι παύων, καὶ παλαιωθέντας ἀνθρώπους, καινίζων τῇ παλιγγενεσίᾳ, τοὺς ὑμνολογοῦντας αὐτὸν εἰς τοὺς αἰῶνας.Ἱερουργοῦνται, ψυχαὶ τοῦ Βαπτίσματος, τῷ θεοσδότῳ λουτρῷ, καὶ Πνεύματος πυρί, τοῦ τὰ πάθη ἐκκαθαίροντος, καὶ τὴν ὕλην συμφλέγοντος πᾶσαν, μοχθηρὰς κακίας, καὶ χάριν διδόντος, βοᾶν ἐν κατανύξει· Σὲ ὑπερυψοῦμεν, Χριστὲ εἰς τοὺς αἰῶνας.Ἕτερος, Ἦχος πλ. β'Στήλην κακίας ΤΟ ΑΚΟΥΤΕἈπὸ βλεφάρων, ψυχῶν κακίας ὕπνον ἐκτιναξάμενοι, τάς πονηρίας ἀφελώμεθα, πιστοὶ καρδιῶν ἡμῶν, καὶ δάκρυσι θερμοῖς, λούσωμεν φρένας, θεαταὶ τοῦ ἐπιφανέντος, ὅπως ὀφθῶμεν, τὸν Χριστὸν δοξάζοντες εἰς τοὺς αἰῶνας.Βέβηλον ἔπος, πονηρῶν ἐννοημάτων μὴ προσενέγκωμεν, λόγον δὲ θεῖον μελετήσαντες, τοῖς ὕμνοις προσάξωμεν τῷ Λόγῳ, δι' ἡμᾶς σαρκὶ φανέντι, καὶ φωτίζοντι τοὺς ἐν σκότει· ὂν πᾶσα κτίσις εὐλογεῖ, δοξάζουσα εἰς τοὺς αἰῶνας.Βάθους σοφίας, κεκρυμμένον μυστήριον, νῦν φανεροῦται βροτοῖς, Θεοῦ κριμάτων νῦν ἡ ἄβυσσος, πιστοῖς ἐκκαλύπτεται, Θεοῦ μετὰ σαρκὸς ἐν γῇ φανέντος, εἰς ἀνάπλασιν βροτείου γένους· ὂν πᾶσα κτίσις εὐλογεῖ, δοξάζουσα εἰς τοὺς αἰῶνας.Ἀπαγορεύεις, Ἰωάννη ὅπερ δράσεις τάχος ὑπείκων μου· Ἄφες οὖν ἄρτι· οὕτω πρέπον γὰρ ἡμῖν ἐστιν ἅπασαν, πληρῶσαι ἀληθῶς δικαιοσύνην, ὁ Δεσπότης τῷ δούλῳ ἔφη· ὂν πᾶσα κτίσις εὐλογεῖ, δοξάζουσα εἰς τοὺς αἰῶνας.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Στήλην κακίας, τοῦ δεινοῦ Ἡρῴδου πάντες ἐκμυκτηρίσαντες, πρὸς Ἰορδάνην δεῦτε ἴωμεν, πιστοὶ ἵν᾽ ὀψώμεθα, Χριστὸν τὸν λυτρωτήν, ὑπὸ Προδρόμου, βαπτιζόμενον σαρκὶ ἐν ῥείθροις· ὂν πᾶσα κτίσις εὐλογεῖ, δοξάζουσα εἰς τοὺς αἰῶνας».
ᾨδὴ θ'
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ψυχαῖς καθαραῖς, καὶ ἀρρυπώτοις χείλεσι, δεῦτε μεγαλύνωμεν, τὴν ἀκηλίδωτον, καὶ ὑπέραγνον Μητέρα τοῦ Ἐμμανουήλ, δι' αὐτῆς τῷ ἐξ αὐτῆς, προσφέροντες πρεσβείαν τεχθέντι· Φεῖσαι τῶν ψυχῶν ἡμῶν, Χριστὲ ὁ Θεός, καὶ σῶσον ἡμᾶς».Ἀγνώμων μηδείς, καὶ πρὸς Χριστὸν ἀχάριστος, ἔστω τὸ μακρόθυμον τῆς ἀνοχῆς αὐτοῦ, καὶ χρηστότητος ὑβρίζων καταφρονήσει, ἀλλ' ἐν φόβῳ καὶ χαρᾷ δουλεύσωμεν, αὐτῷ μελῳδοῦντες· Φεῖσαι τῶν ψυχῶν ἡμῶν, Χριστὲ ὁ Θεός, καὶ σῶσον ἡμᾶς.Λέγει τοῖς λαοῖς, τῶν ἀπειθῶν ὁ Πρόδρομος· Τὶς ὑμῖν ὑπέδειξεν, ἐκ τῆς ὀργῆς φυγεῖν, ἐχιδνῶν γεννήματα τῆς μελλούσης; μετανοίας οὖν καρπούς, ἐνδείξασθε ἀξίους βοῶντες· Φεῖσαι τῶν ψυχῶν ἡμῶν, Χριστὲ ὁ Θεός, καὶ σῶσον ἡμᾶς.Ὢ πηρωτικῆς, ἀγνωμοσύνης τόλμημα! ὂν γὰρ οἱ ἀλλόφυλοι, ὡς λυτρωτὴν Χριστόν, προσεκύνησαν ἐν δώροις τετιμηκότες, οἱ οἰκεῖοι μανικῶς, ἐζήτουν ἀποκτεῖναι φανέντα. Φεῖσαι τῶν ψυχῶν ἡμῶν, Χριστὲ ὁ Θεός, καὶ σῶσον ἡμᾶς.Ἕτερος, Ἦχος πλ. β'Τὴν τιμιωτέραν ΤΟ ΑΚΟΥΤΕὈλέθριον πτῶμα τὸ τοῦ Ἀδάμ, νῦν ἐπανορθώσων, ἐπεφάνη νέος, Ἀδάμ, τὴν ἐλευθερίαν, τῆς παλιγγενεσίας, παρέχων παραδόξως, διὰ Βαπτίσματος.Νόμον καὶ Προφήτας ἀποπληρῶν, καὶ δικαιοσύνην, ἐκτελῶν ὁ πάντων Σωτήρ, νῦν ὑπὸ παλάμης, χειροθετεῖται δούλου, δουλείας ἀφαρπάζων, ἐχθροῦ τὸν ἄνθρωπον.Τοῖς Ἔθνεσιν ἔλαμψε μέγα φῶς· τοῖς ἐσκοτισμένοις, θεϊκῇ ἀνέσχεν αὐγῇ, τοῖς ἐν σκιᾷ πάλαι θανάτου καθημένοις, ὁ Ἥλιος τῆς δόξης, Χριστὸς ἀνέτειλεν.Ἐκύκλουν Ἀγγέλων αἱ στρατιαί, τὸν ἐν Ἰορδάνῃ, βαπτιζόμενον Λυτρωτήν, καὶ τρόμῳ τὸ μέγα, Μυστήριον ἀνύμνουν, τῆς τούτου ἀπορρήτου, συγκαταβάσεως.Εἶτα τὸν Εἱρμὸν ΤΟ ΑΚΟΥΤΕ«Τὴν τιμιωτέραν τῶν Χερουβίμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν».
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα
Ἦχος γ'
Τὴν ὡραιότητα ΤΟ ΑΚΟΥΤΕ
Ὁ ἀπερίγραπτος ὢν τῇ θεότητι, περιγραφόμενος ὕλῃ τοῦ σώματος, μέλλει προέρχεσθαι ῥοαῖς, Ἰορδάνου τοῦ βαπτισθῆναι. Τοῦτον καθαρότητι, διανοίας δεξώμεθα· πάντων γὰρ ἐργάσασθαι, τὴν ἀνάπλασιν βούλεται, πρὸς ὂν νῦν ἐκβοήσωμεν φόβῳ· Δόξα Χριστὲ τῇ ἐπιφανείᾳ σου.Δόξα... Καὶ νῦν... ὅμοιονἘπιφανέντος σου ἐν Ἰορδάνῃ Σωτήρ, ἐπὶ τὰ ὕδατα τοῦ βαπτισθῆναι σαρκί, αἱ τῶν Ἀγγέλων στρατιαί, ἐξίσταντο καθορῶσαι, δούλῳ παριστάμενον, τὸν Δεσπότην τῆς κτίσεως, ἄνωθεν ἐκήρυττε, σὲ Πατὴρ ὁ προάναρχος· διὸ μετ' εὐφροούνης βοῶμέν σοι. Δόξα Χριστὲ τῇ ἐπιφανείᾳ σου.
Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα
Ἦχος πλ. α’
Τὸν συνάναρχον Λόγον ΤΟ ΑΚΟΥΤΕ
Τὸν ὁμότιμον Λόγον Πατρὶ καὶ Πνεύματι, σαρκωθέντα δι' οἶκτον καὶ βαπτιζόμενον, τῶν Ἀγγέλων οἱ χοροί, βλέποντες ἔτρεμον, καὶ Ἰορδάνης ποταμός, εὐλαβηθεὶς καὶ φοβηθείς, ἐστράφη εἰς τὰ ὀπίσω, ἡμᾶς ἀνάγων πρὸς ὕψος, τῆς σωτηρίας, πάθεσι ῥεύσαντας.Δόξα... Καὶ νῦν... ὅμοιονὉ συνάναρχος Λόγος Πατρὶ καὶ Πνεύματι, μορφωθεὶς διὰ σπλάγχνα νῦν τὸ ἀλλότριον, βαπτισθῆναι δι' ἡμᾶς, ἤδη ἐπείγεται, ὑπαντήσωμεν αὐτῷ, διανοίᾳ καθαρᾷ· Εὐλογητὸς εἶ βοῶντες, Χριστὲ Σωτὴρ εὐεργέτα, ὁ ἁγιάσαι ἡμᾶς ἐρχόμενος.
Ὁ Προεόρτιος, οὗ ἡ ἀκροστιχίς, κατὰ Ἀλφάβητον.Ἰωσήφ.ᾨδὴ α'
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα».Ἀβύσσους προστάγματι, δημιουργήσας φιλάνθρωπε, τὴν γῆν ὁ τοῖς ὕδασι, κρεμάσας Κύριε, ταπεινούμενος, προέρχῃ βαπτισθῆναι, ποταμίοις ῥεύμασι, πλύνων με ῥύπου παθῶν.Βουλήσει ἐπτώχευσας, τὸν ἑκουσίως πτωχεύσαντα, κακῶν ἐπιδόσεσιν, ἐμὲ πλουτίζων Χριστέ, καὶ ἐν ὕδασι, προέρχῃ Ἰορδάνου, Βάπτισμα αἰτούμενος, ὁ ἀναμάρτητος.Γηράσαντα πταίσμασι, κόσμον καινίζων Φιλάνθρωπε, ξένην ἀναγέννησιν, ἔρχῃ ποιήσασθαι, διὰ ὕδατος καὶ πνεύματος ἀνθρώποις· ὅθεν, σου δοξάζομεν, τὴν ἐπιφάνειαν.Δαυῒδ θείῳ Πνεύματι, προκελαδῶν ἀπεφθέγγετο· Τὶ σοι ἒστι θάλασσα, ὅτι νῦν ἔφυγες; καὶ τὶ ὅτι σύ, ἐστράφης Ἰορδάνη, Χριστὸν θεασάμενος, γυμνὸν ἑστῶτα ἐν σοί;
Ἕτερος Κανὼν τοῦ Προφήτου, οὗ ἡ Ἀκροστιχίς.Μαλαχίου με τὸ κλέος δοξαζέτω.Θεοφάνους.ᾨδὴ α'
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἡ κεκομμένη τὴν ἄτομον ἔτεμε, καὶ εἶδεν ἥλιος γῆν, ἣν οὐκ ἐθεάσατο, ἀλάστορα ἐχθρὸν τὸ ὕδωρ κατεπόντισε, καὶ ἄβατον διῆλθεν Ἰσραήλ, ᾠδὴ δὲ ἀνεμέλπετο. Τῷ Κυρίῳ ᾄσωμεν· ἐνδόξως γὰρ δεδόξασται».Μετὰ τῆς ἄνω χορείας γηθόμενος, καὶ ταύτῃ συγχορεύων καὶ συναγαλλόμενος, καὶ θείου φωτισμοῦ, ἀξίως ἐμφορούμενος, θεόπνευστε, τοὺς πίστει τὴν σεπτήν, σοῦ μνήμην ἑορτάζοντας, τῷ Κυρίῳ ψάλλοντας, πρεσβεύων διαφύλαττε.Ἀγγελομόρφῳ ψυχῆς ὡραιότητι, καὶ κάλλει διαπρέπων, πάλιν τῷ τοῦ σώματος, τὴν ἄνωθεν αὐγήν, τῆς θείας ἐπιλάμψεως, ἐδέξω θεηγόρε τηλαυγῶς, καὶ χαίρων ἀνεκραύγαζες· τῷ Κυρίῳ ᾄσωμεν, ἐνδόξως γὰρ δεδόξασται.Λελογισμένως ἀνύων τὸν βίον σου, καὶ τρόπων εὐκοσμίᾳ, καθωραΐζόμενος, καὶ ἤθεσι χρηστοῖς, Παμμάκαρ σεμνυνόμενος, Προφήτης ἀληθείας εὐσεβής, κραυγάζων ἐναπέφηνας. Τῷ Κυρίῳ ᾄσωμεν· ἐνδόξως γὰρ δεδόξασται.ΘεοτοκίονἌχραντε Μήτηρ Θεοῦ Παντοκράτορος, ἡ Βασιλίδος φυλῆς, Δέσποινα βλαστήσασα, καὶ μόνη τὸν Θεόν, τὸν πάντων βασιλεύοντα, γεννήσασα σαρκὶ ὑπερφυῶς, κινδύνων με διάσωσον, τῷ Υἱῷ σου ψάλλοντα· Ἐνδόξως γὰρ δεδόξασται.
Ἕτερος Κανὼν τοῦ Μάρτυρος, οὗ ἡ ἀκροστιχίς.Μάρτυρα Γόρδιον ὕμνοισιν μελιηδέσιν ᾄδω.Θεοφάνους.ᾨδὴ α'
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«ᾌσωμεν τῷ Κυρίῳ πάντες λαοί, τῷ ἐν θαλάσσῃ Ἐρυθρᾷ τὸν Φαραὼ βυθίσαντι, ᾠδὴν ἐπινίκιον, ὅτι δεδόξασται».Μάρτυς τῆς ἀληθείας, Γόρδιε παμμάκαρ γνωριζόμενος, φωτοφόρον μοι χάριν, οὐρανόθεν παράσχου ταῖς πρεσβείαις σου.ᾌσωμεν τῷ Κυρίῳ, τῷ τὸν Ἀθλοφόρον ἐνισχύσαντι, κατὰ τῶν ἀντιπάλων, καὶ στεφάνῳ τῆς νίκης κοσμήσαντι.Ῥώμῃ καὶ πανοπλίᾳ, τοῦ Παμβασιλέως κρατυνόμενος, τῶν τυράννων καθεῖλες, τὴν μανίαν πανένδοξε Γόρδιε.Τόνοις τῆς εὐσεβείας, ἐγγεγυμνασμένος δι' ἀσκήσεως, τοὺς ἀγῶνας ὑπέδυς, ἑκουσίως πανεύφημε Γόρδιε.ΘεοτοκίονὝδατος ἁλλομένου, εἰς ἀθανασίαν ὤφθης σκήνωμα, τοῦ πηγάζοντος πᾶσι, τὴν ζωὴν τοῖς ἀνθρώποις Θεόνυμφε.
Κανών α', ᾨδὴ γ', ὁ Προεόρτιος
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ἡ ζῶσα καὶ ἄφθονος πηγὴ, θίασον συγκροτήσαντας, πνευματικόν στερέωσον, καὶ ἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον».Εὐφράνθητι ἔρημος διψῶσα, βροτῶν φύσις ἅπασα ἰδού, τὸ ὕδωρ ἐπιφαίνεται, τὸ τῆς ζωῆς ἀρδεῦον σε, γονιμωτάτως χάριτι, Χριστὸς ἡ πάντων ἀνάπλασις.Ζητῆσαί με γνώμῃ πλανηθέντα, προέρχῃ ἐν ὕδασι Χριστέ, ἐν οἷς καταδυόμενος, βυθίζεις μου τὰ πταίσματα, καὶ ἐκ βυθοῦ ἀνάγεις με, πάσης κακίας ὡς εὔσπλαγχνος.Ἥλιος ὁρᾶν σε μέλλων Λόγε, γυμνούμενον κρύπτει τάς αὐγάς· ἔρχῃ γὰρ γυμνωθέντα με, ἀπάτῃ τῇ τοῦ ὄφεως, διὰ τοῦ σοῦ Βαπτίσματος, στολὴν ἐνδῦσαι σωτήριον.
Κανών β', ᾨδὴ γ', τοῦ Προφήτου
Ἦχος πλ. δ'
Σὺ εἶ τὸ στερέωμα ΤΟ ΑΚΟΥΤΕ
Χαίρεις νῦν θεώμενος, τὴν τῶν προρρήσεων ἔκβασιν, μάκαρ τῶν σῶν, τετελειωμένην, Μαλαχία θεόληπτε.Ἴασιν ἐν πτέρυξιν, ἔχων ἀνέτειλεν Ἥλιος, ὁ νοητός, τῆς δικαιοσύνης, ὡς προέφης θεόπνευστε.ΘεοτοκίονὍλην τὴν ἐλπίδα μου, ἐν σοὶ Πανάμωμε τίθημι, ὅλην πρὸς σέ, χαίρων ἀνατείνω, τὴν ψυχὴν καὶ διάνοιαν.
Κανών γ', ᾨδὴ γ', τοῦ Μάρτυρος
Ἦχος πλ. δ'
Οὐκ ἔστιν Ἅγιος ΤΟ ΑΚΟΥΤΕ
Ῥεόντων τὸ ἄστατον λογιζόμενος, καὶ μενόντων τὴν σύστασιν, Μάρτυς, ἀοίδιμε, ἐνθυμούμενος μάκαρ, ἀτρόμως τὸ στάδιον, ὑπῆλθες τῆς ἀθλήσεως.Ἀπέθου τὴν πρόσκαιρον ματαιότητα, καὶ συνέθου Πανόλβιε, τοῖς ἀεὶ διαμένουσι, καὶ φυγὼν τοὺς ἀνθρώπους, Ἀγγέλων ὁμόσκηνος, θεόφρον ἐχρημάτισας.Γεώδη φρονήματα καταλέλοιπας, πολιτείαν οὐράνιον, Μάρτυς εὑράμενος· καθορᾶν γὰρ μὴ φέρων, τῆς πλάνης τὸ φρύαγμα, εἰς ἔρημον ἐμάκρυνας.ΘεοτοκίονΟὐκ ἔστιν ἄμεμπτος ὡς σὺ Δέσποινα, καὶ οὐκ ἔστιν ἄχραντος, πλὴν σου πανάμωμε· ἐν γαστρὶ γὰρ τὸν Κτίστην, τῶν πάντων ἐχώρησας, τὸν μόνον πολυέλεον.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Οὐκ ἔστιν Ἅγιος ὡς ὁ Κύριος, καὶ οὐκ ἔστι δίκαιος, ὡς ὁ Θεὸς ἡμῶν, ὅν ὑμνεῖ πᾶσα κτίσις, οὐκ ἔστιν Ἅγιος, πλὴν σου Κύριε φιλάνθρωπε».
Κάθισμα τοῦ Προφήτου
Ἦχος πλ. δ'
Τὴν Σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ
Προφητείας τὴν χάριν πεπλουτηκώς, ἐσομένων τὴν γνῶσιν θεοπρεπῶς, μεμύησαι ἐν Πνεύματι, Μαλαχία θεόπνευστε, καὶ προλέγεις ἅπασι, Χριστοῦ τὴν ἐπέλευσιν, καὶ Ἐθνῶν πανόλβιε, τὴν θείαν ἀνάκλησιν. Ὃθεν τὴν σεπτήν σου, ἑορτάζομεν μνήμην, καὶ πόθῳ ὑμνοῦμεν σε, καὶ πιστῶς μακαρίζομεν, ἐκβοῶντές σοι ἔνδοξε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.Δόξα... τοῦ ΜάρτυροςΠυρωθεὶς τῇ ἀγάπῃ τοῦ Ἰησοῦ, αὐθαιρέτῳ βουλήσει Μάρτυς σοφέ, προθύμως εἰς θάνατον, σεαυτὸν παραδέδωκας, καὶ σταδίου ἐν μέσῳ, αὐτόκλητος ἵστασο, ἐκβοῶν τοῖς τυράννοις, ἰδοὺ ἐγὼ πάρειμι. Ὅθεν καὶ τὴν πλάνην παρρησίᾳ ἐλέγξας, ἐτμήθης τὴν κάραν σου, καὶ ζωὴν πρὸς τὴν ἄληκτον, μεταβέβηκας ἔνδοξε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.Καὶ νῦν... ΠροεόρτιονΑὐλῶν Ποιμενικῶν ΤΟ ΑΚΟΥΤΕΧορὸς προφητικός, προκηρύττων χαίρει, τὸ Βάπτισμα Χριστοῦ τὴν ζωὴν ἀναβλύζον· Κράζει ὁ Ἡσαΐας, ἀντλῆσαι ὕδωρ τὸ καθαρτήριον. Γράφει ὁ Θεοπάτωρ, πῶς ἐκ προσώπου φεύγει ἡ θάλασσα, τοῦ εὐδοκίᾳ σῴζοντος Θεοῦ, τὸ γένος τῶν ἀνθρώπων.
Κανών α', ᾨδὴ δ', ὁ Προεόρτιος
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης, Ἀββακούμ, κατανοῶν ἐκραύγαζε. Δόξα τῇ δυνάμει σου Κύριε».Θάμβει συσχεθήσεται ὁ οὐρανός, καὶ τὰ τῶν Ἀγγέλων στρατεύματα, δουλοπρεπῶς σε, ἀφικνούμενον Χριστέ, πρὸς τὸν σὸν δοῦλον βλέποντες, καὶ ἐπιζητοῦντα τὸ Βάπτισμα.Ἰωάννη σκίρτησον· ἔρχεται γάρ, πάντας ὁ λυτρούμενος Κύριος, ὑποκλιθῆναι, τῇ χειρί σου ταπεινῶς, ὅπως ταπεινωθέντα με, θείῳ ἀνυψώσῃ Βαπτίσματι.Κλίνας καταβέβηκας τοὺς οὐρανούς, ἐπὶ τὴν Παρθένον Φιλάνθρωπε, καὶ Ἰωάννῃ, ὑποκλίνεις κορυφήν, ἐπιζητῶν τὸ Βάπτισμα· δόξα τῇ πολλῇ εὐσπλαγχνίᾳ σου.Λύων τάς ἀμέτρους μου Λόγε σειράς, τῶν ἁμαρτημάτων ἐν ὕδασι, τοῦ Ἰορδάνου, ἐπισπεύδεις προσελθεῖν, καὶ βαπτισθῆναι Δέσποτα, δόξα τῇ πολλῇ εὐσπλαγχνίᾳ σου.
Κανών β', ᾨδὴ δ', τοῦ Προφήτου
Ἦχος πλ. δ'
Εἰσακήκοα Κύριε ΤΟ ΑΚΟΥΤΕ
Ὑποφήτης γενόμενος, τῆς θεαρχικῆς Μάκαρ ἀγαθότητος, πᾶσιν Ἔθνεσιν ἐκήρυξας, τὴν γεγενημένην ἀπολύτρωσιν.Μυηθεὶς διὰ Πνεύματος, τῆς ὑπερφυοῦς τοῦ Λόγου σαρκώσεως, τὸ ἀπόρρητον μυστήριον, Μαλαχία μάκαρ προηγόρευσας.ΘεοτοκίονἘπὶ σοὶ ἀνατίθημι, πᾶσαν προσδοκίαν τῆς σωτηρίας μου, καὶ τοῦ βίου τὴν κυβέρνησιν, Κεχαριτωμένη Μητροπάρθενε.
Κανών γ', ᾨδὴ δ', τοῦ Μάρτυρος
Ἦχος πλ. δ'
Ἐξ ὄρους κατασκίου ΤΟ ΑΚΟΥΤΕ
Ῥήσεων Χριστοῦ, παμμάκαρ ὑπακούσας, χαίρων τὴν φθαρτήν, κατέλιπες στρατείαν, καὶ Βασιλεῖ ἐστρατεύθης τῷ οὐρανίῳ, στεφανηφόρε Μάρτυς Γόρδιε.Διεθρύβησαν μάρτυς, ὄρη τῶν τυράννων, ἐτάκησαν δέ, βουνοὶ οἱ τῶν εἰδώλων, τῇ καρτερᾷ σου ἀθλήσει καὶ παρρησίᾳ, στεφανηφόρε προσεγγίσαντα.Ἴσχυσας Σταυροῦ, τῇ θείᾳ δυναστείᾳ, δήμῳ δυσσεβεῖ, βοᾶν μεγαλοφώνως· Τοῖς μὴ ζητοῦσιν εὑρέθην μηδ' ἐρωτῶσι· νῦν πεποιθότως ἐμφανίζομαι.Ὅλην κατὰ σοῦ, θέοφρον τοῦ τυράννου, ἤγειρας σοφέ, τὴν ἄσχετον μανίαν, καταπλαγέντος παμμάκαρ τῆς διανοίας, καὶ τῆς ψυχῆς σου τὸ ἀνάστημα.ΘεοτοκίονΝύμφη τοῦ Θεοῦ, Μαρία Θεοτόκε, ῥῦσαί με δεινῶν, πταισμάτων καὶ κινδύνων, καὶ πρὸς γαλήνης λιμένα καὶ σωτηρίας, ταῖς σαῖς πρεσβείαις καθοδήγησον.
Κανών α', ᾨδὴ ε', ὁ Προεόρτιος
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου· σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ, τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσι σε, σωτηρίαν βραβεύοντα».Μακρὰν τὸ ἀνθρώπινον, ἀπὸ Θεοῦ γενόμενον, ὁ Λόγος Θεοῦ κατοικτειρήσας, ἄνθρωπος ὤφθη, καὶ Βαπτισμῷ θεουργῷ, τοῦτο οἰκειοῖ θεοπρεπῶς, καὶ πρὸς τὸ ἀρχέτυπον, ἐπανάγει ἀξίωμα.Νεκροὺς χρηματίσαντας, ἡμᾶς ταῖς παραβάσεσιν, ἔρχῃ Ζωοδότα πανοικτίρμον, ἀναζωῶσαι ταῖς, Ἰορδάνου ῥοαῖς· ὅθεν σου δοξάζομεν πιστῶς, νῦν τὴν ἐπιφάνειαν, καὶ τὸ ἄφατον ἔλεος.Ξενίζεται ἅπασα, ψυχὴ ἐννοουμένη σου, Λόγε τὴν φρικτὴν οἰκονομίαν! πῶς ἀναπλάσαι πάντα βουλόμενος, ἔρχῃ ἐπιβῆναι ποταμοῦ, ῥεύμασι γυμνούμενος, ὁ φῶς ἀναβαλλόμενος.
Κανών β', ᾨδὴ ε', τοῦ Προφήτου
Ἦχος πλ. δ'
Ὁ ἐκ νυκτὸς ἀγνοίας ΤΟ ΑΚΟΥΤΕ
Τὴν φοβερὰν ἡμέραν, τῆς τοῦ Χριστοῦ παρουσίας παρήγγειλας, Μαλαχία θεόφρον, θείῳ φωτιζόμενος Πνεύματι.Ὁ τῶν ψυχῶν τὸν ῥύπον, ἀναχωνεύων καὶ πλύνων τῇ χάριτι, ὡς ἐν πόᾳ πλυνόντων, οὕτως σε θεόφρον ἐδόξασε.ΘεοτοκίονΚράτος θανάτου Κόρη, τῷ ζωηφόρῳ σου τόκῳ διέλυσας, Παναγία Παρθένε, καὶ ζωὴν ἐπήγασας ἄλυπον.
Κανών γ', ᾨδὴ ε', τοῦ Μάρτυρος
Ἦχος πλ. δ'
Ὁ ἐκ νυκτὸς ἀγνοίας ΤΟ ΑΚΟΥΤΕ
Ὑπεισελθὼν ἀτρόμως, καὶ ῥωμαλέως ὡς λέων τὸ θέατρον, πέτρας ὥσπερ ἀψύχους, Μάκαρ ἐλογίσω τοὺς ἄφρονας.Μεμυημένος Μάρτυς, τῆς θεοπνεύστου Γραφῆς τὰ διδάγματα, πάντα πρὸς σωτηρίαν, εὗρες ἐπαλείφοντα Γόρδιε.Νενοηκὼς θέοφρον, τὴν σταθεράν σου ὁ Τύραννος ἔνστασιν, πέτρα καθάπερ κῦμα, τῇ σῇ διερράγη στερρότητι.ΘεοτοκίονὉ ἐκ τῆς σῆς νηδύος, ὑπερουσίως Παρθένε σαρκούμενος, θεογνωσίας αἴγλῃ, κόσμον κατελάμπρυνε Πάναγνε.
Κανών α', ᾨδὴ ς', ὁ Προεόρτιος
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τάς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες».Οἱ σκότει πάλαι καθήμενοι, τὸ φῶς ἐπιδημῆσαν θεώμενοι, χαρᾶς ἐμπλήσθητε, ἰδοὺ ἐπέφανε Κύριος, τὰ Ἰορδάνου ῥεῖθρα περιβαλλόμενος.Πῶς βλέψει σε ἀφικόμενον, ὁ Πρόδρομος Σωτὴρ καὶ αἰτούμενον, τὸ θεῖον Βάπτισμα, πῶς σε ῥοαὶ ὑποδέξονται, τοῦ Ἰορδάνου, ῥεῖθρον ὄντα ἀφέσεως;Ῥανάτωσαν εὐφραινόμεναι, νεφέλαι νοητὴν ἀγαλλίασιν, ἰδοὺ ἀφίκετο, τοῦ βαπτισθῆναι ὁ Κύριος, διασκεδάζων νέφη τῶν καρδιῶν ἡμῶν.
Κανών β', ᾨδὴ ς', τοῦ Προφήτου
Ἦχος πλ. δ'
Τὴν δέησιν ἐκχεῶ ΤΟ ΑΚΟΥΤΕ
Λαμφθεῖσά σου ἡ σοφὴ διάνοια, ὑπ' αὐτῆς τῆς θεϊκῆς φωταυγίας, καὶ τῶν χαμαί, χωρισθεῖσα πραγμάτων, τῆς τῶν μελλόντων ἠξίωται γνώσεως· τὴν κλῆσιν γὰρ τὴν τῶν Ἐθνῶν, καὶ τοῦ νόμου τὴν παῦσιν προείρηκας.Ἐλήλυθεν ἀληθῶς ὁ Κύριος, ὃν ἡμεῖς περιχαρῶς ἐζητοῦμεν, εἰς τὸν ναόν, ὃν αὐτὸς ἐκ Παρθένου, εὐλογημένης σοφῶς ᾠκοδόμησεν, ὡς ἔφησεν ὑπὸ Θεοῦ, ἐλλαμφθεὶς Μαλαχίας ὁ ἔνδοξος.ΘεοτοκίονὉ ἄναρχος τοῦ Πατρὸς Μονογενής, ὁ αὐτὸς μονογενὴς ἐκ Παρθένου, σωματωθείς, ἀπορρήτως ἐτέχθη, καὶ τὴν τεκοῦσαν Παρθένον ἐφύλαξε· Θεὸς γὰρ ἦν ἀληθινός, εἰ καὶ φύσιν ἀνθρώπου ἀνέλαβε.
Κανών γ', ᾨδὴ ς', τοῦ Μάρτυρος
Ἦχος πλ. δ'
Ὡς τὸν Προφήτην ΤΟ ΑΚΟΥΤΕ
Ἱερουργείται θυσία, καὶ δεκτὴ προσφορά σοι προσάγεται, σταζόμενος αἵματι, ὁ Γόρδιος Δέσποτα, τὸ ἑκούσιον Πάθος σου μιμούμενος.Σεσοβημένος τάς φρένας, σοὶ φθαρτὸν ὑπισχνεῖτο δοξάριον, τῷ δόξαν ἀκήρατον, Γόρδιε πλουτήσαντι, καὶ ἀθάνατον ζωὴν θησαυρίσαντι.Ἰθυτενεῖς τάς ἐλπίδας, πρὸς Θεὸν κεκτημένος παρέδραμες, τοῦ βίου τὸ ἄστατον, καὶ ξίφει τεμνόμενος, πρὸς εὐρύχωρον πλάτος μεταβέβηκας.ΘεοτοκίονΝενεκρωμένον τὸν νοῦν μου, τῶν παθῶν τρικυμίαις ἀνάστησον, ζωὴν τὴν αἰώνιον, Χριστὸν ἡ κυήσασα, τὸν παρέχοντα πᾶσι τὰ ἰάματα.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ὡς τὸν Προφήτην ἐρρύσω, ἐκ βυθοῦ κατωτάτου Χριστὲ ὁ Θεός, κἀμὲ τῶν πταισμάτων μου, ῥῦσαι ὡς φιλάνθρωπος, καὶ κυβέρνησον τὴν ζωήν μου δέομαι».
Κοντάκιον τοῦ Προφήτου
Ἦχος γ'
Ἡ Παρθένος σήμερον ΤΟ ΑΚΟΥΤΕ
Τῆς σοφίας ἔμπλεως, τῆς ὑπερσόφου καὶ θείας, Μαλαχία μέγιστε, σὺ πεφυκὼς ὡς Προφήτης, ἄνωθεν αὐτὸν τὸν ὄντα Θεοῦ σοφίαν, ἔδειξας τοῖς πᾶσι κάτω ἀναστραφέντα· διὰ τοῦτό σε τιμῶμεν, τελοῦντες πίστει τὴν θείαν μνήμην σου.
Ἕτερον τοῦ Μάρτυρος
Ἦχος πλ. β´
Τὴν ἐν πρεσβείαις ΤΟ ΑΚΟΥΤΕ
Τὸν ἐν ἀθλήσει ἀήττητον στρατιώτην, καὶ ἐν βασάνοις ἀνίκητον στεφανίτην, Γόρδιον πάντες ἀνευφημήσωμεν, τὸν ἐξ Ἑῴας μέγαν, ὄντως ἀστέρα λάμψαντα, τὸ θεῖον ἀγλάϊσμα τῶν Μαρτύρων Χριστοῦ.
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ Γ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Προφήτου Μαλαχίου.ΣτίχοιὉ κλῆσιν αὐχῶν Ἀγγέλου Μαλαχίας,Αὐχεῖ μάλιστα τὴν μετ' Ἀγγέλων στάσιν.Ἐκ ῥεθέων Μαλαχίου ἀπέπτατο ἐν τρίτῃ ἦτορ.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Γορδίου.ΣτίχοιΚαὶ τὶς παρέλθῃ Γόρδιον τὸν ὁπλίτην,Πρὸς φρικτὸν ὅπλον στερρὸν ἄνδρα τὸ ξίφος;Τμηθεὶς ἀμφὶ τρίτῃ πέσε Γόρδιος ἐν κονίησιν.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Πέτρου τοῦ Σημειοφόρου, τοῦ ἐν τῷ Ἁγίῳ Ζαχαρίᾳ τῆς Ἀτρώας κειμένου.Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες, Μήτηρ καὶ δύο τέκνα, πυρὶ τελειοῦνται.ΣτίχοιΜητρὸς φλεγείσης, καὶ τὰ τέκνα πρὸς φλόγα,Τετριγότα τρέχουσιν ὡς στρουθοῦ τέκνα.Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς.
Κανών α', ᾨδὴ ζ', ὁ Προεόρτιος
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν Κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ».Συντριβέντα με τοῖς πταίσμασι, καὶ κείμενον, ἐν σκότει Κύριε, τῆς παραβάσεως, οἰκτείρας ἠλέησας, δι' ἀγαθότητα, καὶ ἐν ὕδασι, τοῦ Ἰορδάνου Κύριε, παραγίνῃ βαπτισθῆναι.Τὶ τὸ ξένον τοῦτο θέαμα; ἐβόησαν Ἀγγέλων τάγματα, ὁ λίμνας καὶ ποταμούς, ποιήσας προστάγματι, τὰ Ἰορδάνια, ῥεῖθρα ἔρχεται, περιβαλέσθαι· τούτοις γάρ, τὸν Ἀδὰμ ἀνακαινίζει.Ὕψος ἄφατον, καὶ βάθος μὴ μετρούμενον, ὑπάρχει Δέσποτα, οἰκονομία ἡ σή, πᾶσαν ὑπερβαίνουσα, νοὸς κατάληψιν, πῶς δι' ὕδατος, καὶ Παναγίου Πνεύματος, τοὺς βροτοὺς ἀναχωνεύεις.
Κανών β', ᾨδὴ ζ', τοῦ Προφήτου
Ἦχος πλ. δ'
Παῖδες Ἑβραίων ΤΟ ΑΚΟΥΤΕ
Σὺ τοῦ δεσπόζοντος τῶν ὅλων, τὴν σεβάσμιον προεῖπες παρουσίαν, Μαλαχία Προφῆτα, μακάριε κραυγάζων· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.Δέχου πρεσβεύοντα Οἰκτίρμον, τὸν ἀοίδιμον Προφήτην Μαλαχίαν, ὑπὲρ τῶν εὐσεβῶς, ὑμνούντων καὶ βοώντων· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.ΘεοτοκίονὍλῳ μοι ὅλος ἀσυγχύτως, καθ' ὑπόστασιν ἡνώθης Θεοῦ Λόγε, ἐκ Παρθένου σεπτῆς, φορέσας με οἰκτίρμον· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Κανών γ', ᾨδὴ ζ', τοῦ Μάρτυρος
Ἦχος πλ. δ'
Ὁ τοὺς Παῖδας δροσίσας ΤΟ ΑΚΟΥΤΕ
Μαρτυρίου τὸ κλέος κεκτημένος, μετ᾽ Ἀγγέλων χορεύεις, στεφηφόρος Χριστῷ κραυγάζων· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.Εὐσεβῆ παρρησίαν κεκτημένος, δυσσεβεῖς καταισχύνεις, ἀναμέλπων μεγαλοφώνως· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.Λυτρωθῆναι πταισμάτων νῦν δυσώπει, τοὺς ἐν πίστει ὑμνοῦντας τὴν σὴν μνήμην, Χριστῷ βοῶντας. Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.ΘεοτοκίονἸοβόλους ἀκάνθας ἁμαρτίας, ἰαμάτων πλημμύρᾳ τῶν σῶν, ἀμβλύνεις Θεοκυῆτορ, εὐλογημένη Πάναγνε, ἡ Θεὸν ἀσπόρως τέξασα.
Κανών α', ᾨδὴ η', ὁ Προεόρτιος
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».Φωνὴ τοῦ Γεννήτορος ἐξ ὕψους, Υἱὸν μαρτυρήσει ὁμοούσιον, βαίνοντα ἐν ὕδασι, καὶ τὴν εὐλογίαν σου, τούτοις προσεπιπέμποντα, εὐλογημένε Χριστέ, καὶ Πνεῦμα σε τὸ Ἅγιον πᾶσιν, ἐπανακηρύξει, Θεὸν σεσαρκωμένον.Χόρευε ἡ κτίσις αἰσθομένη, Θεοῦ τὴν ἁγίαν ἐπιφάνειαν. Ἄγγελοι ὑμνήσατε, θάλασσα εὐφράνθητι· Λίμναι Πηγαὶ σκιρτήσατε, καὶ Ποταμοὶ μυστικῶς, κροτήσατε ἐν ὕμνοις, ἐπέστη, ὁ ταῖς εὐλογίαις, ὑμᾶς Χριστὸς λαμπρύνων.Ψάλωμεν Κυρίῳ ἐν αἰνέσει, τῷ ἐπιφανέντι ἐν τοῖς ὕδασι, καὶ τὴν συντριβὴν ἡμῶν, τούτοις ἀναπλάσαντι, καὶ κεφαλὰς συντρίψαντι, τῶν ἀοράτων ἐχθρῶν, καὶ κράξωμεν· Ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.ΘεοτοκίονὮ θαῦμα θαυμάτων! πῶς ὁ πάσης, ἐπέκεινα κτίσεως Θεὸς ἡμῶν, κτίζεται καὶ πλάττεται, ἐκ τῆς Θεομήτορος, καὶ καινουργεῖ θελήματι, καὶ ἀναπλάττει ἡμᾶς, δι' ὕδατος καὶ Πνεύματος πλάσιν, θαυμασιωτάτην, ὁ μόνος εὐεργέτης.
Κανών β', ᾨδὴ η', τοῦ Προφήτου
Ἦχος πλ. δ'
Νικηταὶ Τυράννου ΤΟ ΑΚΟΥΤΕ
Ξενωθεὶς ἁπάσης, ὑλικῆς ἐμφάσεως Ἱεροφάντα, θεϊκῆς ἀκτῖνος, ὤφθης ἀκηλίδωτον ἔσοπτρον μέλπων· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.Ἀπορρήτου δόξης, θεατὴς σὺ γέγονας, καὶ μυστηρίων, οὐρανίων μάκαρ, κήρυξ ἐχρημάτισας, μέλπων ἀπαύστως· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.ΘεοτοκίονΖωῆς σε Μητέρα, καὶ Θεοῦ γεννήτριαν ἐπεγνωκότες, ὀρθοδόξῳ πίστει, πάντες μακαρίζομεν Παρθενομῆτορ, εὐλογοῦντες ἅμα τὸν τόκον σου Ἄχραντε, καὶ ὑπερυψοῦντες, εἰς πάντας τοὺς αἰῶνας.
Κανών γ', ᾨδὴ η', τοῦ Μάρτυρος
Ἦχος πλ. δ'
Οἱ θεορρήμονες παῖδες ΤΟ ΑΚΟΥΤΕ
Ἡ ἑπομένη σοι χάρις ἀοράτως, καταλαμπρύνουσα Μάρτυς, ἀνδραγαθίας ἐνέπλησεν· Εὐλογεῖτε βοῶντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.Δρόμῳ συντόνῳ χρησάμενος Ἀθλοφόρε, πρὸς τὸ ποθούμενον τέλος, τῆς Βασιλείας κατήντησας· Εὐλογεῖτε κραυγάζων τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.Εἰς ἀπεράντους αἰῶνας διαμένει, ἡ τῶν Μαρτύρων σου δόξα, καὶ ἡ ἀθάνατος εὔκλεια· Εὐλογοῦμεν διὸ σε ἀπαύστως τὸν Κύριον, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.ΘεοτοκίονΣεσαρκωμένον τὸν Λόγον συλλαβοῦσα, τὸν πρὶν ἀσώματον Εὔας, ἀρὰν τῆς πάλαι ἀνέτρεψας, εὐλογίαν Παρθένε, τῷ κόσμῳ κυήσασα· ὅθεν σε ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Οἱ θεορρήμονες Παῖδες ἐν τῇ καμίνῳ, σὺν τῷ πυρὶ καὶ τὴν πλάνην, καταπατοῦντες ὑπέψαλλον· Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».
Κανών α', ᾨδὴ θ', ὁ Προεόρτιος
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων φύσις γεραίρουσα, τὴν ἱερὰν πανήγυριν, τῆς Θεομήτορος, καὶ βοάτω· Χαίροις παμμακάριστε, Θεοτόκε Ἁγνὴ ἀειπάρθενε».Ἴδε ὁ Ἀμνός, ὁ αἲρων τὰ πταίσματα τῆς ἀνθρωπότητος, ἦλθεν ἐπεδήμησε· καὶ πρὸς τὸν δοῦλον αἰτῶν τὸ Βάπτισμα, δουλοπρεπῶς ἐφίσταται, ἐλευθερῶσαι ζητῶν, δουλωθέντας, ἡμᾶς τῷ ἀλάστορι, καὶ τὸ κάλλος πρὶν ἀπολέσαντας.Ὤφθη ἐμφανῶς, Θεὸς σωματούμενος, δι' ἀγαθότητα, καὶ τὰ Ἰορδάνια, περιβαλέσθαι ἔρχεται νάματα, ὁ περιβάλλων νέφεσι, τὸν οὐρανὸν ἀληθῶς, τούτου πάντες, νῦν προεορτάσωμεν, τὴν σεπτὴν ἐν χαρᾷ Ἐπιφάνειαν.Σκίρτησον χαρά, καὶ προετοιμάσθητι, καθυποδέξασθαι, ὕδωρ τὸ ἁλλόμενον, ὦ Ἰορδάνη εἰς αἰωνίαν ζωήν, οἱ ποταμοὶ χορεύσατε, βλέποντες νῦν τῆς τρυφῆς, τὸν χειμάρρουν, ῥείθροις ἐπιβαίνοντα, καὶ κακίας τὴν χύσιν ξηραίνοντα.Ηὔγασεν ἡμῖν, ἡμέρα σωτήριος, τοῖς ἐν νυκτὶ τῶν παθῶν, πάντοτε καθεύδουσι· καὶ γὰρ ἐπέστη Χριστὸς ὁ Κύριος, δικαιοσύνης Ἥλιος, ὢν καὶ νοούμενος, ὑποκλῖναι, δούλῳ κεφαλὴν αὐτοῦ, καὶ σαρκὶ βαπτισθῆναι θελήματι.ΘεοτοκίονΦρίττει Χερουβὶμ καὶ πᾶσα οὐράνιος φύσις Πανάμωμε, τὸν ὑπὲρ κατάληψιν, σεπτόν σου τόκον ὁμοιωθέντα ἡμῖν, δι' εὐσπλαγχνίαν ἄφατον, καὶ βαπτισθέντα σαρκί, οὗ τὴν θείαν, πάντες Ἐπιφάνειαν, ἑορτάζομεν νῦν ἀγαλλόμενοι.
Κανών β', ᾨδὴ θ', τοῦ Προφήτου
Ἦχος πλ. δ'
Ἔφριξε πᾶσα ἀκοὴ ΤΟ ΑΚΟΥΤΕ
Ἐπέστη ἡ θεοφεγγής, τοῦ Προφήτου ἑορτὴ καὶ σεβάσμιος, περιαυγάζουσα, τοὺς συνελθόντας πίστει καὶ ψάλλοντας, προφητικαῖς μαρμαρυγαῖς, καὶ πᾶσι πηγάζουσα, ψυχῶν ἰάματα, καὶ φωτίζουσα φαιδρῶς τοὺς θεόφρονας.Τήρησον τῇ ζωαρχικῇ, κραταιᾷ τε δεξιᾷ σου Φιλάνθρωπε, τὴν Ἐκκλησίαν σου, ταῖς ἱκεσίαις τοῦ σοῦ θεράποντος, τοῦ προθεσπίσαντος ἡμῖν τὴν σὴν ἐνανθρώπησιν, δι' ἧς ἀνέτειλε, σωτηρία καὶ πιστῶν ἀπολύτρωσις.ΘεοτοκίονὭριμον δρέπομαι ζωήν, μὴ βλαπτόμενος τῷ ξύλῳ τῆς γνώσεως· σὺ γὰρ Πανάμωμε, ζωῆς τὸ ξύλον Χριστὸν ἐξήνθησας, τὸν τάς εἰσόδους τῆς ζωῆς, τοῖς πᾶσι γνωρίσαντα· διὸ σε πάναγνε, Θεοτόκον οἱ πιστοὶ καταγγέλλομεν.
Κανών γ', ᾨδὴ θ', τοῦ Μάρτυρος
Ἦχος πλ. δ'
Τὸν προδηλωθέντα ΤΟ ΑΚΟΥΤΕ
Ἵλεων γενέσθαι, δυσώπησον τὸν Δεσπότην, τοῖς ἐν πίστει σε τιμῶσι, καὶ τὴν σὴν φωτοφόρον, καὶ σεπτὴν Ἑορτὴν ἐκτελοῦσι, Γόρδιε Μαρτύρων ἐγκαλλώπισμα.Νῦν τῆς ἀκηράτου, τρυφῆς καὶ τῆς θεοπτίας, ἐμφορούμενος Γόρδιε, καὶ φωτὸς ἀνεσπέρου, ἐν σκηναῖς αἰωνίοις κομίζῃ, τάς ἐπικαρπίας τῶν ἀγώνων σου.Αὕτη ἡ ἡμέρα, τὴν σὴν ἄθλησιν ἐπεῖδεν, ἣν οὐκ ἠμαύρωσεν ὁ χρόνος, οὐκ ἐκάλυψε λήθη, ἀλλ' ἀεὶ τοῖς ὑμνοῦσί σε πίστει, Μάρτυς ἀνατέλλει ὥσπερ ἥλιος.Δόξαν τὴν ῥευστήν, καὶ φθαρτὴν καὶ πεπατημένην, παριδὼν θέοφρον Μάρτυς, ἀϊδίου νῦν δόξης, καὶ χαρᾶς ἀληθοῦς ἀπολαύεις, θρόνῳ τοῦ Δεσπότου παριστάμενος.ΘεοτοκίονὩς διασωθέντες, Παρθένε πρὶν τῆς κατάρας, διὰ τοῦ σοῦ θείου τόκου, ἐπαξίως ὑμνοῦμεν, εὐχαρίστως πάντες μελῳδοῦντες· Χαῖρε Θεοτόκε ἡ ἐλπὶς ἡμῶν.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Τὸν προδηλωθέντα, ἐν ὄρει τῷ Νομοθέτῃ ἐν πυρὶ καὶ βάτῳ, τόκον τὸν τῆς Ἀειπαρθένου, εἰς ἡμῶν τῶν πιστῶν σωτηρίαν, ὓμνοις ἀσιγήτοις μεγαλύνομεν».
Ἐξαποστειλάριον τοῦ Μάρτυρος
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Γορδίου τοῦ θεόφρονος, καὶ πανενδόξου Μάρτυρος, αὔτη ἐπεῖδεν ἡμέρα, τὴν ἄθλησιν, ἧς τὴν μνήμην, λαμπρῶς νῦν ἐκτελέσωμεν, Χριστοῦ γὰρ ὑπερήθλησε. Διαναστῶμεν προθύμως, ὦ φιλομάρτυρες πάντες, πρὸς ἀρετῶν εὐκαρπίαν.
Ἐξαποστειλάριον, Προεόρτιον
Ἦχος γ'
Ἐν Πνεύματι τῷ Ἱερῷ ΤΟ ΑΚΟΥΤΕ
Τὴν Βηθλεὲμ ἀφέμενοι, τὸ καινότατον θαῦμα, πρός, Ἰορδάνην δράμωμεν, ἐκ ψυχῆς θερμοτάτης, κἀκεῖσε κατοπτεύσωμεν τὸ φρικτὸν Μυστήριον· θεοπρεπῶς γὰρ ἐπέστη, γυμνωθεὶς ὁ Χριστός μου, ἐπενδύων με στολήν, τῆς οὐρανῶν Βασιλείας.
Εἰς τοὺς Αἴνους ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.
Ἦχος πλ. β'
Αἱ Ἀγγελικαὶ ΤΟ ΑΚΟΥΤΕ
Θρόνον οὐρανόν, κεκτημένος ὁ Δεσπότης, ἦλθεν ἐπὶ γῆς, σαρκωθεὶς ἐκ τῆς Παρθένου, καὶ πρὸς τὸν Ἰορδάνην, ἐπιστὰς τὸ καθάρσιον, πάντων ἑξαιτεῖ τὸν Ἰωάννην. Αἱ πατριαὶ τῆς γῆς ἁπάσης, αὐτῷ ψάλλωμεν· Εὐλογημένος ὁ φανείς, Θεὸς ἡμῶν δόξα σοι.
Ἦχος πλ. β'
Ἔφθασε Χριστός, πρὸς τὰ ῥεῖθρα Ἰορδάνου, Βάπτισμα αἰτῶν, ὁ καθαίρων ἁμαρτίας. Πᾶσα ἡ γῆ σκιρτάτω· Οὐρανοὶ εὐφραινέσθωσαν· Χαῖρε τῶν Ἐθνῶν ἡ Ἐκκλησία, τῷ Βασιλεῖ νυμφευομένη, πιστῶς βόησον· Εὐλογημένος ὁ φανείς, Θεὸς ἡμῶν δόξα σοι.
Ἦχος πλ. β'
Ὄρη γλυκασμόν, εὐφροσύνης σταλαξάτω, χεῖρας μυστικῶς, νῦν κροτήσατε τὰ Ἔθνη, ἡ ἔρημος ἀνθείτω Ἰορδάνη ὑπόδεξαι, δεῦρο Βαπτιστὰ τῷ μυστηρίῳ, τοῦ Λυτρωτοῦ ὑπούργει χαίρων, λαοὶ μέλψωμεν· Εὐλογημένος ὁ φανείς, Θεὸς ἡμῶν δόξα σοι.
Ἦχος πλ. β'
Φῶς τὸ ἐκ φωτός, ὑπὲρ χρόνον προεκλάμψαν, τοῖς ἐν τῇ νυκτί, καθημένοις ἐπεφάνη, καὶ σκότος ἁμαρτίας, ἐκκαθᾶραν ἐφώτισε. Χόρευσον Ἀδάμ· εὐφραίνου Εὕα, ἡ λύτρωσις Χριστὸς ἐπέστη, Δαυῒδ βόησον· Εὐλογημένος ὁ φανείς, Θεὸς ἡμῶν δόξα σοι.
Δοξαστικὸν
Ἦχος πλ. β'
Αἱ Ἀγγελικαὶ ΤΟ ΑΚΟΥΤΕ
Ἄστρον Ἰακώβ, ἑξανέτειλε τῷ κόσμῳ, καὶ τὴν φλογεράν, τῶν ἀνθρώπων ἁμαρτίαν, ἀναλαβὼν ἐνθάπτει, Ἰορδάνου τοῖς νάμασι, λάμπων τῆς θεότητος τῷ φέγγει, καὶ φωτισμὸν θεογνωσίας, διδοὺς Ἔθνεσιν· Εὐλογημένος ὁ φανείς, Θεὸς ἡμῶν δόξα σοι.
Θεοτοκίον
Ἦχος πλ. β'
Αἱ Ἀγγελικαὶ ΤΟ ΑΚΟΥΤΕ
Νόμου πληρωτής, κατὰ σάρκα χρηματίσας, ἦλθεν ὁ Χριστός, ἀπαρχὴν τῆς σωτηρίας, ἐπὶ τὸν Ἰορδάνην, ἐκτελέσαι ὡς εὔσπλαγχνος, καὶ τῷ Βαπτιστῇ καθυποκλίνει, τὴν κορυφὴν πιστῶς βοῶντι, λαοὶ κράξωμεν· Εὐλογημένος ὁ φανείς, Θεὸς ἡμῶν δόξα σοι.
Ἀποστιχα ΣτιχηρὰἮχος β'Οἶκος τοῦ Ἐφραθᾶ ΤΟ ΑΚΟΥΤΕἈπὸ τῆς Βηθλεέμ, ἐπὶ τὸν Ἰορδάνην, μεταβῶμεν· ἐκεῖ γάρ, τὸ φῶς τοῖς ἐν τῷ σκότει, αὐγάζειν ἤδη ἄρχεται.Στίχ. Διὰ τοῦτο μνησθήσομαί σου ἐκ γῆς Ἰορδάνου καὶ Ἐρμωνιίμ.Γῆ ἡ τοῦ Ζαβουλών, οἱ πέραν Ἰορδάνου, ἀκούσατε· Ἐγγίζει, Χριστὸς ἡ σωτηρία, τὸ φῶς ἡ ἀπολύτρωσις.Στίχ. Εἴδοσάν σε ὕδατα ὁ Θεός, εἴδοσάν σε ὕδατα καὶ ἐφοβήθησαν.Εὐτρέπιζε καὶ σύ, Ἰορδάνη τὸ ῥεῖθρον· ὁ πυρὶ γὰρ βαπτίζων, ἐγγίζει τοῦ καινίσαι, τὸ συντριβὲν πλαστούργημα.
Θεοτοκίον
Ἦχος β'
Οἶκος τοῦ Ἐφραθᾶ ΤΟ ΑΚΟΥΤΕ
Ὤφθη τὸ πατρικόν, ἀπαύγασμα τῆς δόξης, ἐν ῥείθροις Ἰορδάνου, Βαπτίσματι καθαῖρον, τὸν ῥύπον τῶν ψυχῶν ἡμῶν.
| TA ΜΗΝΑΙΑ | Ιανουάριος | 03 |
Jan 04
Τῌ Δ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥΠροεόρτια τῶν Φώτωνκαὶ ἡ Σύναξις τῶν Ἁγίων Ἑβδομήκοντα ἈποστόλωνΜνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοκτίστου.
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῶν Ἀποστόλων.
Στιχηρὰ Προσόμοια τῶν Ἀποστόλων
Ἦχος δ'
Ἔδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕ
Κλεόπαν Ἀνδρόνικον, Σιλουανόν τε καὶ Ἄγαβον, Ἀνανίαν καὶ Φίλιππον, Πρóχορον, Νικάνορα, Ῥοῦφον καὶ Σωσθένην, Λῖνόν τε καὶ Στάχυν, Στέφανον Τίμωνα Ἑρμᾶν, Φλέγοντα Μᾶρκον, Λουκᾶν Σωσίπατρον, Ἰάσονα καὶ Γάϊον καὶ Τυχικόν, καὶ Φιλήμονα, ἱεροῖς μελῳδήμασιν, οἱ πιστοὶ μακαρίσωμεν.
Ἦχος δ'
Νάρκισσος καὶ Τρόφιμος, Καῖσαρ Ζηνᾶς καὶ Ἀρίσταρχος, Μᾶρκος Σίλας καὶ Γάϊος, Ἑρμῆς καὶ Ἀσύγκριτος, Ἀπολλὼς Κηφᾶς τε, Κλήμης καὶ Ἰοῦστος, Κούαρτος Ἔραστος Λουκᾶς, Ὀνησιφόρος Κάρπος καὶ Εὔοδος, Ματθίας καὶ Ἰάκωβος καὶ Οὐρβανὸς Ἀριστόβουλος, Τυχικὸς καὶ Ἀρίσταρχος, ἐπαξίως τιμάσθωσαν.
Ἦχος δ'
Πούδην Ἡρωδίωνα, καὶ Ἀρτεμᾶν καὶ Φιλόλογον, Ὀλυμπᾶν τε καὶ Ῥόδιον, Ἀπελλῆν Ἀμπλίαν, Πατροβᾶν καὶ Τίτον, Τέρπνὸν καὶ Θαδδαῖον, Ἐπαινετὸν τὸν θαυμαστόν, Ἀχαϊκόν τε, Ἀκύλαν Λούκιον, Βαρνάβαν Φουρτουνάτόν τε, καὶ Ἀπολλὼ τὸν ἀοίδιμον, καὶ τὸν Κρήσκην τιμήσωμεν, τοὺς σεπτοὺς θεοκήρυκας.
Ἕτερα Στιχηρὰ Προσόμοια τοῦ Ὁσίου
Ἦχος β'
Ὅτε ἐκ τοῦ ξύλου σε νεκρὸν ΤΟ ΑΚΟΥΤΕ
Ὅτε κατετρώθης τὴν ψυχήν, ἔρωτι τῷ θείῳ Παμμάκαρ, τὸν σὸν ἐπάρας σταυρόν, χαίρων ἠκολούθησας τῷ σταυρωθέντι Χριστῷ καὶ νεκρώσας τὸ φρόνημα, σαρκὸς ἐγκρατείᾳ, Πνεύματος ἐνέργειαν ζῶσαν εἰσδέδεξαι, λύειν νοσημάτων χειμῶνα, θέρμη πρεσβειῶν εὐπροσδέκτων· ὅθεν σε συμφώνως μακαρίζομεν.
Ἦχος β'
Ὅτε ἐπιμόνοις προσευχαῖς, καὶ συντονωτάτῃ νηστείᾳ, τὸ ὀπτικὸν τῆς ψυχῆς, Πάτερ ἀπεκάθηρας, ναὸς γεγένησαι, Τρισηλίου θεότητος, καὶ Ἱερωσύνης, χρῖσμα θεῖον ἅγιον ὑποδεξάμενος, ἒνδον τῶν ἀδύτων εἰσῆλθες, θύων διὰ σὲ τὸν τυθέντα, διὰ συγκατάβασιν ἀπόρρητον.
Ἦχος β'
Πρᾶος, ἀνεξίκακος ὀφθείς, ἐν ἀκεραιότητι γνώμης, Πάτερ Θεόκτιστε, κατεκληρονόμησας, πραέων ὄντως τὴν γῆν, καὶ μεθέξει θεούμενος, τρυφῆς ἀπολαύεις, καὶ ἀγαλλιάσεως, καὶ χαρμονῆς ἀληθοῦς, ἔνθα μνημονεύων μὴ παύσῃ, τῶν ἐορταζόντων ἐκ πόθου, καὶ τὴν σὴν τιμώντων θείαν κοίμησιν.
Θεοτοκίον
Ἦχος γ'
Φαιδρὰ μὲν ἡ παρελθοῦσα Ἑορτή, ἔνδοξος ἡ παροῦσα ἡμέρα· Ἐν ἐκείνῃ τὸν Σωτῆρα Μάγοι προσεκύνησαν· ἐν ταύτῃ δὲ τὸν Δεσπότην, δοῦλος κλητὸς ἐβάπτισεν. Ἐκεῖ Ποιμένες ἀγραυλοῦντες, εἶδον καὶ ἐθαύμασαν· ὧδε φωνὴ τοῦ Πατρός, τὸν μονογενῆ Υἱὸν ἐκήρυξε.
Εἰς τὸν Στίχον Στιχηρὰ Προσόμοια.Ἦχος β' Οἶκος τοῦ Ἐφραθᾶ ΤΟ ΑΚΟΥΤΕὈ λύχνος τῷ Φωτί, ἡ αὐγὴ τῷ Ἡλίῳ, ὁ φίλος τῷ Νυμφίῳ, ὁ Πρόδρομος τῷ Λόγῳ, Προφῆτα καθυπούργησον.Στίχ. Διὰ τοῦτο μνησθήσομαί σου ἐκ γῆς Ἰορδάνου καὶ Ἐρμωνιίμ.Ἦλθεν ὁ φωτισμός, ἡ λύτρωσις ἐφάνη, ἐν Ἰορδάνῃ, δεῦτε, συνέλθωμεν ῥυφθῆναι, καὶ ᾆσαι προεόρτια.Στίχ. Εἴδοσάν σε ὕδατα ὁ Θεός, εἴδοσάν σε ὕδατα καὶ ἐφοβήθησαν.Πάντα μοι διὰ σοῦ, τὰ καλὰ Θεοτόκε, ὁ Θεὸς ἐν ἀνθρώποις, τὸ φῶς ἐν Ἰορδάνῃ, κἀγὼ ἐν τῷ φωτὶ αὐτοῦ.
Θεοτοκίον
Ἦχος πλ. β'
Ἔρχεται πρὸς Ἰορδάνην, Χριστὸς ἡ ἀλήθεια, τοῦ βαπτισθῆναι ὑπὸ Ἰωάννου, καί φησὶ πρὸς αὐτόν. Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρὸς με; οὐ τολμῶ ὁ χόρτος προσψαῦσαι τῷ πυρί, σὺ με ἁγίασον Δεσπότα, τῇ θείᾳ ἐπιφανείᾳ σου.
Ἀπολυτίκιον τῶν Ἁγίων Ἀποστόλων
Ἦχος γ'
Ἀπόστολοι Ἅγιοι, πρεσβεύσετε τῷ ἐλεήμονι Θεῷ ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.
Ἀπολυτίκιον, Προεόρτιον
Ἦχος δ' ΤΟ ΑΚΟΥΤΕ
Ἑτοιμάζου Ζαβουλών, καὶ εὐτρεπίζου Νεφθαλείμ. Ἰορδάνη ποταμέ, στῆθι ὑπόδεξαι σκιρτῶν, τοῦ βαπτισθῆναι ἐρχόμενον τὸν Δεσπότην. Ἀγάλλου ὁ Ἀδὰμ σὺν τῇ Προμήτορι, μὴ κρύπτετε ἑαυτούς, ὡς ἐν Παραδείσῳ τὸ πρίν· καὶ γὰρ γυμνοὺς ἰδὼν ὑμᾶς ἐπέφανεν, ἵνα ἐνδύσῃ τὴν πρώτην στολήν, Χριστὸς ἐφάνη, τὴν πᾶσαν κτίσιν, θέλων ἀνακαινίσαι.
Ἐν τοῖς Ἀποδείπνοις ὁ Κανὼν οὗ ἡ ἀκροστιχίς.Τῇ μακρᾷ πέμπτῃ μακρὸν ὕμνον ἐξᾴδω.ᾨδὴ α'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τμηθείσῃ τμᾶται, πόντος ἐρυθρός, κυματοτρόφος δὲ ξηραίνεται βυθός, ὁ αὐτὸς ὁμοῦ ἀόπλοις γεγονὼς βατός, καὶ πανοπλίταις τάφος· ᾠδὴ δὲ θεοτερπὴς ἀναμέλπετο· Ἐνδόξως δεδόξασται, Χριστὸς ὁ Θεὸς ἡμῶν».Ἡ πανταιτία, καὶ παρεκτικὴ ζωῆς, ἡ ἄπειρος Σοφία τοῦ Θεοῦ, ᾠκοδόμησε τὸν οἶκον ἑαυτῆς, Ἁγνῆς ἐξ ἀπειράνδρου Μητρός, πρός, Ἰορδάνου δὲ νῦν ῥοὰς ἔρχεται, αἰτοῦσα τὸ Βάπτισμα, βροτῶν εἰς ἀνάπλασιν.Μυσταγωγοῦσα, πάντας συγκαλεῖ, τοὺς ἐξ Ἐθνῶν ἡ τοῦ Θεοῦ Σοφία, πρὸς τὸ φῶς, τοὺς ἐν σκότει πρὶν ἀγνοίας ἀφεγγοῦς, κειμένους εἰς ἐπίγνωσιν ἀληθείας, ἀνάγουσα μυστικῶς τῷ Βαπτίσματι, καρδίας καθαίροντι, καὶ κτίζοντι Πνεύματι.Ἀκουτισθῶμεν, νῦν προφητικῶν, ἐκπληρουμένων διὰ Πνεύματος φωνῶν· ὁ βαπτίζων γὰρ ἐν Πνεύματι καὶ πυρί, ἐπείγεται Χριστὸς πρὸς Ἰορδάνην. Προσέλθετε πρὸς αὐτὸν καὶ φωτίσθητε· ὑμῶν γὰρ τὰ πρόσωπα, οὐ καταισχυνθήσονται.
ᾨδὴ γ'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Κύριος ὢν πάντων, καὶ κτίστης Θεός, τὸ κτιστὸν ὁ ἀπαθής, πτωχεύσας σεαυτῷ ἣνωσας, καὶ τοῖς ρείθροις ἔμελλες ἐλθεῖν, αὐτὸς ὢν τοῖς λαοῖς προσεφώνεις· Ὕδωρ τῆς ζωῆς ἀντλήσατε, καὶ πίστει στερεωθήσεσθε».Ῥύσιον ψυχῶν, καὶ σωμάτων ἅμα, τοῦ Βαπτίσματος τὴν χάριν, Σῶτερ ἔρχῃ χαρίσασθαι· διὰ τοῦτο βραβεύεις νῦν ἡμῖν, καὶ χάριν ἀντὶ χάριτος κράζων· Ὕδωρ τῆς ζωῆς ἀντλήσατε, καὶ πίστει στερεωθήσεσθε.Ἄφρων ἀνήρ, ὁ μὴ γινώσκων Θεόν· διαφθείρεται καὶ γάρ, ἀτόποις ἐπιτηδευμασιν, ἐλαττοῦται παντὸς ἐξ ἀγαθοῦ, καὶ πάσης ἐκπίπτει σωτηρίας, οὗπερ τῆς μερίδος ἅπαντες, οἱ Χριστὸν γνόντες ῥυσθείημεν.
ᾨδὴ δ'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Προκατιδὼν ὁ Προφήτης, τοῦ μυστηρίου σου τὸ ἀπόρρητον, Χριστὲ προανεφώνησεν· Ἔθου κραταιάν, Βαπτίσματος τὴν χάριν τοῖς πίστει, τοῦτο δεχομένοις ἅπασιν, εἰς λύτρωσιν τῶν ἀμπλακημάτων ἡμῶν».Ἐπὶ τὸ Βάπτισμα σπεύδεις, τὸ τοῖς θνητοῖς πηγάζον τὴν ἄφεσιν, πεφορτισμένοις ἅπασι, πταίσμασι κακοῖς, κακῶς ἐν μοχθηρίᾳ βιοῦσι, τὴν κατὰ ψυχὴν ἀνάπαυσιν αὐτοῖς, ὡς οἰκτίρμων παρέξειν ἐπαγγειλάμενος.Μεταλαβὼν τῆς σαρκός μου, τῆς σῆς θεότητος μεταδίδως μοι· εἰκὼν γὰρ ἀπαράλλακτος, ὢν τοῦ σοῦ Πατρός, χωρεῖς ἐπὶ χειρῶν σου Σῶτερ τὸ πλάσμα, πλὴν τῆς ἁμαρτίας, ἄνθρωπος φανείς, τῷ ὁμοίῳ καθαίρων, Λόγε τὸ ὅμοιον.Πόμα καὶ χρῖσμα καὶ Πνεῦμα, τῆς σῆς σφραγῖδος Σῶτερ γνωρίσματα, καὶ μυστικὰ χαρίσματα, καὶ τῶν δωρεῶν τῶν θείων, ἀξιέραστα γέρα· τὸν Μονογενῆ καὶ γὰρ σε ἱλασμόν, ὁ Πατὴρ εἰς τὸν κόσμον ἀπέστειλεν.
ᾨδὴ ε'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τῷ συνδέσμῳ τῆς δειλίας, συνεχόμενος νῦν ὁ Πρόδρομος, παραιτεῖται τὸ βαπτίζειν, εὐλαβῶς Χριστὸν θεασάμενος, γυμνὸν ἑστῶτα ἐπὶ τοῦ ὕδατος, ὕδατι στεγάζοντα τὰ ὑπερῷα».Ἡ τὸ ἄσχετον κρατοῦσα, καὶ ὑπερῷον ἐν αἰθέρι ὕδωρ, ἡ ἀβύσσους χαλινοῦσα, καὶ θαλάσσας ἀναχαιτίζουσα, Θεοῦ Σοφία, μολεῖ πρὸς Ἰορδάνην· Βάπτισμα δὲ δέχεται, χειρὸς ἐκ δούλου.Μορφωθεὶς Ἀδὰμ τὸν πρῶτον, Βαπτισμῷ ἥκει καθᾶραι Χριστός, ὁ νεφέλαις δὲ τὸν πόλον, περιβάλλων καὶ ἀναβαλλόμενος φῶς, γυμνὸς ὁρᾶται, ἐν Ἰορδάνου ῥείθροις· καὶ χειρὶ κατέχεται, ὁ πάντα φέρων.
ᾨδὴ ς'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἄβυσσος ἐσχάτη, ἁμαρτημάτων ἐκύκλωσέ με, καὶ τὸν κλύδωνα μηκέτι φέρων, ὡς Ἰωνᾶς τῷ Δεσπότῃ βοῶ σοι· Ἐκ φθορᾶς με ἀνάγαγε».Κύριόν σε γνόντες, οὐρανοὶ διηγοῦνται τὴν σήν, Σῶτερ δόξαν ἐν τῇ σῇ γεννήσει, νῦν δὲ Πατὴρ σε κηρύττει, Υἱὸν ἀγαπητὸν βαπτιζόμενον.Ῥύπον πᾶς ὁ φέρων, ἀπορρυφθήτω δακρύων κρουνοῖς, καὶ Χριστῷ ἐν τρόμῳ προσερχέσθω, πυρὶ καὶ Πνεύματι θείῳ, καθᾶραι προϊόντι τὴν φύσιν ἡμῶν.
ᾨδὴ ζ'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Οἱ Παῖδες ἐν Βαβυλῶνι, καμίνου φλόγα οὐκ ἔπτηξαν, ἀλλ' ἐν μέσῳ φλογὸς ἐμβληθέντες, δροσιζόμενοι ἔψαλλον· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν».Νευστάζων κάραν πρὸς ἔχθραν, μηδεὶς δολίως κινήσειε, τῷ πλησίον κακῶς ἀποδοῦναι, κακὸν ἀντὶ κακοῦ μελετῶν, ἀλλ' ἐν ἀγάπῃ Κύριον, τὸν φανέντα τιμήσωμεν.Ὑμῶν Χριστοῦ ὅσοι φίλοι, μικρὸν προσκακοπαθὴσατε, τούτῳ μορφωθέντι καὶ φανέντι, καθ' ἡμᾶς καὶ τὸ Βάπτισμα, ἐπειγομένῳ δέξασθαι, τῆς εἰκόνος εἰς κάθαρσιν.Μεθ' ὅστις ἐμοῦ κατέλθῃ, καὶ συνταφῇ τῷ Βαπτίσματι, μετ' ἐμοῦ τῆς δόξης ἀπολαύσει, καὶ τῆς ἀναστάσεως, Χριστὸς νῦν ἐπαγγέλλεται· ᾧ πιστῶς ὑπαντήσωμεν.
ᾨδὴ η'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Νόμων πατρῴων οἱ μακαριστοί, ἐν Βαβυλῶνι Νέοι προκινδυνεύοντες, βασιλεύοντος κατέπτυσαν, προσταγῆς ἀλογίστου, καὶ συνημμένοι, ᾧ οὐκ ἐχωνεύθησαν πυρί, τοῦ κρατοῦντος ἐπάξιον, ἀνέμελπον τὸν ὕμνον· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».Οἱ δαιτυμόνες τῆς Θεοῦ τροφῆς, τῆς Βηθλεὲμ τῷ λόγῳ κατατρυφήσαντες, σὺν Ἀγγέλοις τε δοξάσαντες, καὶ Ποιμέσι καὶ Μάγοις, τὸν σαρκωθέντα, νῦν πρὸς Ἰορδάνην μυστικῶς, πορευθῶμεν ὀψόμενοι, μυστήριον τὸ μέγα, ὅπερ ἥκει Χριστὸς ἐκτελέσων, ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.Νόμου τηροῦντες τὸ κεφάλαιον, καὶ προφητῶν ἀγάπην ἐνστερνισάμενοι, μιμηταὶ Χριστοῦ γενώμεθα, δι' ἀγάπησιν ἄκραν σάρκα λαβόντος, καὶ διὰ Βαπτίσματος ἡμᾶς τῷ Πατρὶ καταλλάξαντος, καὶ διδάξαντος μέλπειν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.Ἐδεξιοῦτο τὸν ἐρχόμενον, τάς ἁμαρτίας πάντων καθᾶραι νάμασιν, ἀλλὰ τοῦτον διεκώλυε, συστελλόμενος φόβῳ· Ἐγὼ γὰρ χρείαν ἔχω βαπτισθῆναι ὑπὸ σοῦ, τῷ Νυμφίῳ ἀντέφησεν, ὁ φίλος ἡ φωνή τε τῷ Λόγῳ, καὶ Ἡλίῳ ὁ λύχνος, ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ξενίας Δεσποτικῆς, καὶ ἀθανάτου τραπέζης, ἐν πενιχρῷ σπηλαίῳ πρίν, ἀπολαύσαντες, νῦν πρὸς Ἰορδάνην δράμωμεν, μυστήριον ὀψόμενοι ξένον, τὸ τῆς ἄνω λαμπρότητος πρόξενον».Ἄπιτε τῆς Βηθλεέμ, οἱ τρυφηταὶ τῶν θαυμάτων, πρὸς χώραν Ἰορδάνου, κἀκεῖ ὀψόμενοι, ἔργα μυστικῶς τελούμενα, Βαπτίσματί τε τὸν Χριστὸν προσελθόντα· τὸν Ἀδὰμ ἀναπλάσαι, καὶ γὰρ σεσάρκωται.Δημιουργὸς γεννηθείς, ἐκ τοῦ Πατρὸς πρὸ αἰώνων, ἐτέχθη ἐπ' ἐσχάτων, ἀτρέπτως σαρκωθείς, Κόρης ἐξ ἁγνῆς θεόπαιδος, διπλοῦς Θεὸς καὶ ἄνθρωπος θέλων, τὸν Ἀδὰμ ἀναπλάσαι διὰ Βαπτίσματος.Ὡς ἄνθρωπος ἐπέστης, οὐσίᾳ οὐ φαντασίᾳ, ὡς εἷς ἐν μέσῳ πάντων, ζητῶν τὸ Βάπτισμα, ὁ μόνος φύσει ἀνεύθυνος· ἐνθάψαι γὰρ εὐθύνας ἦλθες, τῶν ἀνθρώπων, ἐν ὕδασι βαπτιζόμενος.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα
Ἦχος δ'
Ταχὺ προκατάλαβε ΤΟ ΑΚΟΥΤΕ
Ἰδοὺ παραγίνεται, πρὸς Ἰορδάνην Χριστός, φωνεῖ τῷ Προδρόμῳ τε· Δεῦρο μὲ βάπτισον, τὸν πᾶσαν καθαίροντα, κόσμου τὴν ἁμαρτίαν, ποταμίοις ἐν ῥείθροις, ἔκτεινόν σου τὴν χεῖρα, κορυφήν μου πρὸς θείαν· χειρὸς γὰρ τὸ παράπτωμα, ἦλθον ἰάσασθαι.Δόξα... Καὶ νῦν... ὁ αὐτὸςὉ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ΤΟ ΑΚΟΥΤΕΤὸν Βασιλέα τοῦ παντὸς καὶ Δεσπότην ἐπὶ τὸ Βάπτισμα πιστοὶ καθορῶντες, θεοπρεπῶς ἐρχόμενον ὑμνήσωμεν αὐτόν, τρίβους καρδιῶν ἡμῶν, εὐτρεπίσωμεν πόθῳ, σπίλους ἀποπλύνοντες, τῶν δεινῶν ἐγκλημάτων· Ἰδοὺ γὰρ σῶσαι γένος τῶν βροτῶν, ἐν Ἰορδάνου ῥοαῖς παραγίνεται.
Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα
Ἦχος πλ. δ'
Ἀνέστης ἐκ νεκρὼν ΤΟ ΑΚΟΥΤΕ
Ὁ μέγας Βαπτιστής, τοῦ Κυρίου ἀγάλλου· ἐπέστη γὰρ Χριστός, ὑπὸ σοῦ βαπτισθῆναι, τρέμεις ὡς ὑπηρέτης· ὁ γὰρ Δεσπότης κεφαλὴν κλίνει σοι· ἅψαι τῆς θείας κάρας, τοῦ ἁπτομένου χειρὶ τὰ σύμπαντα, καὶ εὐδοκίᾳ σῴζοντος Θεοῦ, τὸ γένος τῶν ἀνθρώπων.Δόξα... Καὶ νῦν... τὸ αὐτὸ
Προεόρτιος, οὗ ἡ Ἀκροστιχίς.Κατὰ Ἀλφάβητον.Ἰωσήφ.ᾨδὴ α'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ, ἐν ἀβύσσῳ ἴχνεσι, τὸν διώκτην Φαραώ, καθορῶν ποντούμενον, Θεῷ ἐπινίκιον ᾠδήν, ἐβόα ᾄσωμεν».Ἀγαλλιάσθω ἡ κτίσις, αἱ πατριαί, τῶν Ἐθνῶν ᾀδέτωσαν. Ἰησοῦς ὁ Βασιλεύς, πάσης γῆς προέρχεται ῥοαῖς, Ἰορδάνου τὴν ἡμῶν, ποιῆσαι κάθαρσιν.Βασιλικὴν ἁλουργίδα παρθενικῶν, ἐξ αἱμάτων Κύριε, ἐνδυσάμενος σαρκί, ποταμοῦ πρὸς ῥεύματα γυμνός, ἐπιβαίνεις τὴν ἡμῶν, ἐνδύων γύμνωσιν.Γόνος Πατρὸς προανάρχου σὺ πεφυκώς, πρὸς τὸν Γόνον εὔσπλαγχνε, Ζαχαρίου εὐτελῶς, παραγίνῃ βάπτισμα αἰτῶν, ὅπως χάριτι υἱοὺς Θεοῦ ποιήσῃς ἡμᾶς.
Κανὼν τῶν Ἀποστόλων, οὗ ἡ Ἀκροστιχίς.Χριστοῦ Μαθητὰς δευτέρους ἐπαινέσω.Ἰωσήφ.ᾨδὴ α'
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα».Χριστῷ μαθητεύσαντες, τῷ δι' ἡμᾶς ὕλῃ σώματος, φανέντι Πανεύφημοι, κατεφωτίσατε, κόσμον ἅπαντα, ἀκτῖσιν εὐσεβείας, τὸ σκότος μειώσαντες τῆς ἀθεότητος.Ῥεόντων ἀφέμενοι, τὸ πεφυρμένον καὶ ἄστατον, Χριστῷ ἡκολούθησαν, Κρήσκης καὶ Πρόχορος, καί, Ἀνδρόνικος, Θαδδαῖος καὶ Νικάνωρ, φωστῆρες γενόμενοι, θεοειδέστατοι.Ἰσχὺν τοῦ ἀλάστορος, κατεπαλαίσατε ἔνδοξοι, ἰσχύϊ τοῦ Πνεύματος, τοὺς τῇ μανίᾳ τε, ἀθεότητος, τελείως παρεθέντας, ἰσχύος ἐπλήσατε, καὶ θείας γνώσεως.Σαρκὸς ὁμοιώματι, ἐπιφανέντα τὸν Κύριον, Ἀμπλίας ἐκήρυξε, Στάχυς καὶ Φίλιππος, ὡς Ἀπόστολοι, ὡς θεῖοι Ἱεράρχαι, ὡς ὄντες διάκονοι, τῶν ὑπὲρ ἔννοιαν.ΘεοτοκίονΤὸ θεῖον παλάτιον, τοῦ Βασιλέως τιμήσωμεν, ἐν ᾧ κατεσκήνωσε, καθὼς ἠθέλησε, τὴν ἀπείρανδρον, καὶ μόνην Θεοτόκον, δι' ἧς ἐθεώθημεν, ὑμνολογήσωμεν.
Κανὼν τοῦ Ὁσίου.Ποίημα Θεοφάνους.ᾨδὴ α'
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐν βυθῷ κατέστρωσέ ποτε, τὴν Φαραωνίτιδα πανστρατιάν, ἡ ὑπέροπλος δύναμις, σαρκωθεὶς ὁ Λόγος δέ, τὴν παμμόχθηρον ἁμαρτίαν ἐξήλειψεν, ὁ δεδοξασμένος Κύριος· ἐνδόξως γὰρ δεδόξασται».Τῆς τρυφῆς χειμάρρους ὁ Χριστός, νάμασι προέρχεται, δουλοπρεπῶς τοῦ Ἰορδάνου λούσασθαι, τὰ ὄρη σκιρτήσατε, ἀγαλλίασιν, οἱ βουνοὶ περιζώσασθε, οἱ ῥερυπωμένοι, κάθαρσιν πρὸς θείαν εὐτρεπίσθητε.Ἡ φωσφόρος μνήμη σου ἡμῖν, σήμερον ἐξέλαμψεν, ἡλιακὰς μαρμαρυγὰς Θεόκτιστε, τῶν κατορθωμάτων σου, τῶν παθῶν ἡμῶν, ἐλαυνούσας κατήφειαν, ἥν ἐπιτελοῦντες, πίστει σε καὶ πόθῳ μακαρίζομεν.Πτερωθεὶς τῷ πόθῳ Χριστοῦ, γέγονας μετάρσιος, τῆς κοσμικῆς ἀπαναστὰς συγχύσεως· ὅθεν προσεχώρησας, πρὸς ἀσκήσεως τὰ ἐπίπονα σκάμματα, καὶ δι' ἐγκρατείας, Ἄγγελος καθάπερ ἐπεβίωσας.ΘεοτοκίονΤὴν Ἁγνὴν ἀγνεύοντι νοΐ, δεῦτε μακαρίσωμεν, τὴν καλλονὴν Ἰακὼβ ἣν ἠγάπησε, Θεὸς ἐκλεξάμενος, ἣν κατῴκησεν, ὡς σκηνὴν ἁγιάσματος, ὡς τιμιωτέραν, πάντων τῶν κτισμάτων ἀνυμνήσωμεν.
Κανών α', ᾨδὴ γ', ὁ Προεόρτιος
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Οὐκ ἔστιν Ἅγιος ὡς σὺ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου Ἀγαθέ, καὶ στερεώσας ἡμᾶς, ἐν τῇ πέτρᾳ τῆς ὁμολογίας σου».Δεσπόζων πάντων ὡς Θεός, δούλου φέρεις εἰκόνα, καὶ πρὸς δοῦλον οἰκτίρμον, παραγίνῃ σαρκικῶς, Βαπτίσματι θεουργῷ, τῆς δουλείας, τοῦ ἐχθροῦ ἐξαίρων ἡμᾶς.Ἐπέστης ῥείθρῳ διατί; ποίαν κάθαρσιν θέλων, ποῖον ῥύπον ἐκπλύνειν, ὑπεράγαθε ζητῶν; ὑμνῶ σου τὴν ὑπὲρ νοῦν, διὰ σπλάγχνα Λόγε συγκατάβασιν.Ζητῶν τὸ πρόβατον Χριστέ, ὅπερ ἄγριος λύκος, κατεσπάραξε δόλῳ, Ἰορδάνου ταῖς ῥοαῖς, ἐφίστασαι ἐκβοῶν, τῷ Προδρόμῳ· Δεῦρο σύ με βάπτισον.
Κανών β', ᾨδὴ γ', τῶν Ἀποστόλων
Ἦχος δ'
Τοὺς σοὺς ὑμνολόγους ΤΟ ΑΚΟΥΤΕ
Οἷα ποταμοὺς ὑμᾶς ὁ Λόγος, εἰς πᾶσαν ἐξέπεμψε τὴν γῆν, πληροῦντες ταύτην Πάνσοφοι, ἀρδείαις θείου Πνεύματος, καὶ τὸν φλογμὸν ἐξαίροντες, τῆς ἀθεΐας ἐν χάριτι.Ὑμνήσωμεν Τίμωνα τὸν θεῖον, τὸν Σίλαν τε καὶ Σιλουανόν, καὶ πίστει ἐπαινέσωμεν, Ἐπαινετὸν τὸν ἔνδοξον, καὶ Οὐρβανὸν καὶ Ἄγαβον, τοὺς ἀληθῶς χριστοκήρυκας.Μακάριοι ἤδη γεγονότες, ὡς ὄντως μακάριον Θεόν, διδάσκαλον πλουτήσαντες, τοὺς πρὶν ἀθλίους Πάνσοφοι, μετόχους ἀπεδείξατε, ἐνθέου μακαριότητος.ΘεοτοκίονἉγνὴ πρὸ τοῦ τόκου καὶ ἐν τόκῳ, καὶ μετὰ τὸν τόκον ἀληθῶς, Παρθενομῆτορ πέφηνας· Θεὸν γὰρ ἀπεκύησας, ὃν Ἀποστόλων σύλλογος, περιφανῶς ἀνεκήρυξεν.
Κανών γ', ᾨδὴ γ', τοῦ Ὁσίου
Ἦχος β'
Ἐν πέτρᾳ με τῆς πίστεως ΤΟ ΑΚΟΥΤΕ
Ἀβύσσους τῷ προστάγματι ὁ ποιήσας, ὁ ὕδατι στεγάζων τὰ ὑπερῷα, ἐν ὕδασι προέρχεται βαπτισθῆναι, ψυχὴ γρηγόρησον, παθῶν καθάρθητι, ἀρετῶν προσφέρουσα τὰ βλαστήματα.Ἡδύπνοον ὡς ῥόδον τῇ γεωργίᾳ, τοῦ Πνεύματος ἀσκήσεως ἐν λειμῶνι, ἐξήνθησας Θεόκτιστε εὐωδίας, πληρῶν τοὺς ψάλλοντας, Θεῷ ἑκάστοτε· Ὡς οὐκ ἒστιν ἅγιος, πλὴν σου Κύριε.Ἐλαία ὡς κατάκαρπος ἐν τῷ οἴκῳ, Κυρίου ἀνεβλάστησας τῷ ἐλαίῳ, τῶν πόνων σου Θεόκτιστε ἱλαρύνων, ἡμῶν τὰ πρόσωπα, ψαλλόντων, Ὅσιε· Ὡς οὐκ ἒστιν ἅγιος, πλὴν σου Κύριε.ΘεοτοκίονΠολλοὶ οἱ πολεμοῦντες με ἀπὸ ὕψους, ἐν ὀδύνῃ ἐξέλιπεν ἡ ζωή μου, κατέδυσα εἰς χάος πλημμελημάτων, σῶσον μὲ Δέσποινα, μὴ ὑπερίδῃς με, προστασίαν ἄμαχον· σὲ γὰρ κέκτημαι.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ἐν πέτρᾳ με τῆς πίστεως στερεώσας, ἐπλάτυνας τὸ στόμα μου ἐπ' ἐχθρούς μου· εὐφράνθη γὰρ τὸ πνεῦμά μου ἐν τῷ ψάλλειν. Οὐκ ἒστιν ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἒστι δίκαιος πλὴν σου Κύριε»
Κάθισμα τῶν Ἀποστόλων
Ἦχος γ'
Θείας πίστεως ΤΟ ΑΚΟΥΤΕ
Στῦλοι ἄσειστοι τῆς Ἐκκλησίας, ἑδραιώματα τῆς εὐσεβείας, γεγενημένοι Μαθηταὶ τοῦ Θεοῦ ἡμῶν, διατηρήσατε ταύτην ἀλώβητον, ἀποσοβοῦντες τοῦ πλάνου τὰ σκάνδαλα, καὶ αἰτούμενοι, Χριστὸν τὸν Θεὸν ἑκάστοτε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.Δόξα... τοῦ Ὁσίου Ἦχος α’Τοῦ λίθου σφραγισθέντος ΤΟ ΑΚΟΥΤΕΠοιμάνας θεαρέστως τοῦ Κυρίου τὸ ποίμνιον, τῇ σύριγγι τοῦ λόγου, θεοφόρε Θεόκτιστε, εἰς χλόην ἀπαθείας καὶ ζωῆς, προσήγαγες σῳζόμενον Θεῷ, καὶ πρὸς τοῦτον ἐκδημήσας, μισθὸν τῶν πόνων εἴληφας ἐπάξιον. Δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σε στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.Καὶ νῦν... Προεόρτιον, ὅμοιονΤοῦ Ἰησοῦ γεννηθέντος, ἐκ Παρθένου Μαρίας, καὶ ἐν Ἰορδάνῃ βαπτισθέντος ὑπὸ τοῦ Ἰωάννου, τὸ Πνεῦμα κατῆλθεν ἐπ' αὐτόν, ὁρώμενον ἐν εἴδει Περιστερᾶς· διὰ τοῦτο ὁ Προφήτης, σὺν τοῖς Ἀγγέλοις ἔλεγε κραυγάζων· Δόξα τῇ παρουσίᾳ σου Χριστέ, δόξα τῇ Βασιλείᾳ σου, δόξα τῇ οἰκονομίᾳ σου, μόνε φιλάνθρωπε.
Κανών α', ᾨδὴ δ', ὁ Προεόρτιος
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Χριστός μου δύναμις, Θεὸς καὶ Κύριος, ἡ σεπτὴ Ἐκκλησία θεοπρεπῶς, μέλπει ἀνακράζουσα, ἐκ διανοίας καθαρᾶς, ἐν Κυρίῳ ἑορτάζουσα».Ἡνίκα εἶδέ σε, τὸ ῥεῖθρον Κύριε, Ἰορδάνου ἐστράφη, ἡ δὲ πολλοῖς, πάθεσι κατάρρυπος, φύσις ἡμῶν πρὸς οὐρανούς, ἀνεστράφη προσκυνοῦσά σε.Θαμβεῖται ἥλιος, ὁρῶν σε Ἥλιε, σαρκικῶς γυμνωθέντα καὶ μυστικῶς, πᾶσαν καταυγάζοντα, τὴν γυμνωθεῖσαν σκοτεινῇ, παραβάσει φύσιν Δέσποτα.Ἰδοὺ ἡ κάθαρσις, ἰδοὺ ἡ λύτρωσις, ἡ ἀνάπλασις πάντων, ὁ φωτισμός, ἦλθεν εἰς τὰ ἴδια, οἰκειωθῶμεν οὖν αὐτῷ, διὰ βίου καθαρότητος.
Κανών β', ᾨδὴ δ', τῶν Ἀποστόλων
Ἦχος δ'
Τὴν ἀνεξιχνίαστον ΤΟ ΑΚΟΥΤΕ
Θάλασσαν ἐτάραξαν τὴν τῶν Ἐθνῶν, ταύτην ἐπιβάντες οἱ πάνσοφοι, καθάπερ ἵπποι, τοῦ Σωτῆρος Μαθηταί, καὶ τοὺς πιστοὺς διέσωσαν, ὕδατι Ἁγίῳ καὶ Πνεύματι.Ἤστραψαν ὡς ἥλιος ἐπὶ τῆς γῆς, Πούδης Ἀπελλῆς καὶ Φιλόλογος, καὶ Ἡρωδίων, Ῥοῦφός τε καὶ Πατροβᾶς, καὶ τοὺς πιστοὺς ἐφώτισαν, σκότους ἀγνωσίας ῥυσάμενοι.Τείνας ἐξαπέστειλε βέλη ὑμᾶς, ὡς ἠκονημένα ὁ εὔσπλαγχνος, βέλη συνθλῶντα, τοῦ ἐχθροῦ καὶ τοὺς δεινῶς, τραυματισθέντας Ἔνδοξοι, χάριτι Θεοῦ θεραπεύοντας.Αἴνεσιν προσάξωμεν τῷ Λυτρωτῇ, ἀνυμνολογοῦντες Ῥοδίωνα, τὸν θεηγόρον, καὶ Ἑρμῆν τὸν εὐκλεῆ, καὶ τὸν σοφὸν Ἀσύγκριτον, Λῖνόν τε τὸν θεῖον καὶ Γάϊον.ΘεοτοκίονΣὲ μακαριώτατος πάλαι χορός, τῶν προφητευόντων ἐν Πνεύματι, θεηγορίαις, ἱεραῖς θεοπρεπῶς, κατονομάζει Πάναγνε, Πύλην τε καὶ Ὄρος κατάσκιον.
Κανών γ', ᾨδὴ δ', τοῦ Ὁσίου
Ἦχος β'
Ἐλήλυθας, ἐκ Παρθένου ΤΟ ΑΚΟΥΤΕ
Ἐστάλαξαν, γλυκασμὸν οἱ τῶν πόνων ἱδρῶτές σου, πικρίαν ἐξαίροντες, τὴν τῶν Δαιμόνων Ἀοίδιμε, νόσων φυγαδεύοντες, τάς ἁλμυρὰς διεκχύσεις ἀξιάγαστε.Θεουμένος, ἀνενδότοις καθάρσεσιν Ὅσιε, φωστὴρ ἐχρημάτισας, τῶν Μοναστῶν φαεινότατος, τύπος ἀκριβέστατος, καὶ ποδηγέτης, καὶ πύργος ἀδιάσειστος.Διέρρηξας, τῶν παθῶν τάς θαλάσσας Θεόκτιστε, τῇ ῥάβδῳ τῆς Πίστεως, καὶ Φαραὼ τὸν ἀόρατον, Πάτερ κατεπόντισας, ἐπαγγελίας πρὸς χθόνα φθάσας Ὅσιε.ΘεοτοκίονΚεκράξομαι, ἐν νυκτὶ καὶ ἡμέρᾳ Πανάμωμε, πρὸς σὲ καὶ σωθήσομαι, καὶ ἡδονῶν ὑπερβήσομαι, τεῖχος καὶ ῥυσθήσομαι, πειρατηρίων, Δαιμόνων, μεσιτείᾳ σου.
Κανών α', ᾨδὴ ε', ὁ Προεόρτιος
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τῷ θείῳ φέγγει σου ἀγαθέ, τάς τῶν ὀρθριζόντων σοι ψυχάς, πόθῳ καταύγασον δέομαι, σὲ εἰδέναι Λόγε Θεοῦ, τὸν ὄντως Θεόν, ἐκ ζόφου τῶν πταισμάτων ἀνακαλούμενον».Καρποφορήσωμεν τῷ Χριστῷ, βίον καθαρόν· ἔρχεται γάρ, ἀποκαθαίρων τοῖς ὕδασι, τῶν ἁμαρτημάτων τὸν ῥύπον χάριτι, ὁ μόνος εὐεργέτης καὶ ἀναμάρτητος.Λαὸς ἐν σκότει τῶν δυσχερῶν, πάλαι ὁ καθήμενος τὸ φῶς, ἐπιφανὲν σοι τὸ ἄδυτον, βλέψον, καὶ ταῖς θείαις αὐγαῖς φωτίσθητι, καὶ τοῦ ἐπιφανέντος τὴν χάριν ὕμνησον.Μέγα μυστήριον ἐκτελῶν, μέγιστον πρὸς Πρόδρομον τὸν σόν, ὦ μεγαλόδωρε Κύριε, ἔρχῃ σμικρυνθεῖσαν τὴν ἀνθρωπότητα, ἀρρήτως μεγαλύνων διὰ Βαπτίσματος.
Κανών β', ᾨδὴ ε', τῶν Ἀποστόλων
Ἦχος δ'
Ἐξέστη τὰ σύμπαντα ΤΟ ΑΚΟΥΤΕ
Δεσμεῖν τε πανεύφημοι, καὶ λύειν ὡς Ἀπόστολοι, λαβόντες ὑμεῖς τὴν ἐξουσίαν, τοὺς δεδεμένους κακοπιστίας δεσμῷ, ἐλύσατε· ὅθεν τὴν ὑμῶν, μνήμην ἑορτάζομεν, πιστῶς περιχορεύοντες.Ἐνθέοις, Ἀρίσταρχος, τιμάσθω μελῳδήμασι, Τέρτιος, Ἰάσων καὶ Σωσθένης, Καῖσαρ καὶ Μᾶρκος, Λουκᾶς Σωσίπατρος, Κούαρτος καὶ θεῖος Ἀπελλῆς, Κλήμης Ἐπαφρόδιτος, καὶ ὁ πάνσοφος Ἔραστος.Ὑμᾶς ὡς τοὺς Δώδεκα, ἀπέστειλεν ὁ Κύριος, πᾶσαν ἐκριζοῦντας ἀθεΐαν, πᾶσιν ἀνθρώποις καταφυτεύοντας, γνῶσιν θεϊκὴν περιφανῶς, ἔνδοξοι Ἀπόστολοι, πρεσβευταὶ τῶν ψυχῶν ἡμῶν.ΘεοτοκίονΤὰ ὄμματα φώτισον, Παρθένε τῆς καρδίας μου, λάμψον μοι ἀκτῖνα μετανοίας, σκότους μὲ ῥῦσαὶ διαιωνίζοντος, Πύλη τοῦ φωτὸς Χριστιανῶν, πάντων τὸ προσφύγιον, τῶν πιστῶς ἀνυμνούντων σε.
Κανών γ', ᾨδὴ ε', τοῦ Ὁσίου
Ἦχος β'
Ὁ φωτισμὸς τῶν ἐν σκότει ΤΟ ΑΚΟΥΤΕ
Τῶν προσευχῶν, τῷ ἀρότρῳ ἀνανεώσας, γῆν τῆς καρδίας, ταύτῃ κατεβάλου τοῦ λόγου σπόρον, Πάτερ θέοφρον, καὶ πολύχουν ἐδρέψω, εὐκαρπίαν τῶν εὐφημούντων σε, πάντων εὐσεβῶν, τάς ψυχὰς διατρέφουσαν.Ἄγρυπνον νοῦν, ἀενάως προσφέρων, Πάτερ θέοφρον, πάθη κατεκοίμισας ψυχοφθόρα, ὄρθρον πρὸς θεῖον, ἐπειγόμενος φθάσαι, πρὸς ἀδύτου φωτὸς λαμπρότητα, τῶν εὐφραινομένων, ἐν ᾧ ἡ κατοίκησις.Ὡς θεαυγής, καὶ φωσφόρος καὶ πλήρης τῶν χαρισμάτων, Πνεύματος τοῦ θείου ὑπάρχων Πάτερ, τῆς ἀκακίας τὸ ἀνόθευτον ἦθος, ὑποφαίνων πᾶσιν, ἐδείκνυες, Ἄγγελος καθάπερ, βιῶν μετὰ σώματος.ΘεοτοκίονἈνατολῆς, τῆς ἐξ ὕψους φανείσης, ἐδείχθης Πύλη, θρόνος ἐπηρμένος τοῦ Βασιλέως, οὐρανομήκης, καὶ μετάρσιος Κλῖμαξ, ᾗ ἐπέβη Χριστὸς Πανάχραντε, καὶ τοῖς ἀπωσμένοις, βροτοῖς προσωμίλησεν.
Κανών α', ᾨδὴ ς', ὁ Προεόρτιος
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τοῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῷ κλύδωνι, τῷ εὐδίῳ λιμένι σου προσδραμών, βοῶ σοι· Ἀνάγαγε, ἐκ φθορᾶς τὴν ζωήν μου Πολυέλεε».Ναμάτων ὡς ἔμπλεως, μυστικῶν ὡς ποταμός, εἰρήνης μόνε Κύριε, πρὸς ποταμὸν ἐφίστασαι ἐκ μικρᾶς, σταγόνος αἰτούμενος, βαπτισθῆναι ὁ μόνος ἀναμάρτητος.Ξενίζεται ἄνωθεν, τῶν Ἀγγέλων ὁ χορός, κατανοῶν γυμνούμενον, τὸν ταῖς νεφέλαις σκέποντα οὐρανόν, καὶ κράζει· Τὶς αὕτη σου, ἡ πολλὴ πρὸς ἀνθρώπους συγκατάβασις;Ὁ πλήρης κεκένωται· ὁ ἀόρατος ἰδού, σωματωθεὶς ἐπέφανεν, Ἰορδάνη εὐφράνθητι ποταμέ, τὰ ῥεῖθρά σου πλήρωσον, ὅπως λούσῃς τὴν πάντων ἀναγέννησιν.
Κανών β', ᾨδὴ ς', τῶν Ἀποστόλων
Ἦχος δ'
Τήν θείαν ταύτην ΤΟ ΑΚΟΥΤΕ
Εἰς πάντα κόσμον ἐρράνατε, τὸ ὕδωρ τῆς ζωῆς τὸ σωτήριον, νεφέλαι ἔμψυχοι, ἀναδειχθέντες Ἀπόστολοι, καὶ τῶν πιστῶν καρδίας κατεδροσίσατε.Ῥημάτων θείων ἡ δύναμις, ὑμῶν τὴν τῶν ῥητόρων ἐνίκησε, πολλὴν δεινότητα, καὶ τοὺς ἀσόφους ἐσόφισε, μωραινομένους γνώσει τῆς πλάνης Πάνσοφοι.Ὁ θεῖος Πούδης καὶ Τρόφιμος, Φιλήμων ὁ κλεινὸς καὶ Ἀρίσταρχος, Ὀνησιφόρος τε, καὶ Τυχικὸς ὁ πανάριστος, ὡς Μαθηταὶ τοῦ Λόγου μεγαλυνέσθωσαν.ΘεοτοκίονὙμνῶ σε μόνη Πανύμνητε, δοξάζω σε ἀεὶ θεοδόξαστε, καὶ μακαρίζω σε, ἣν γενεαὶ μακαρίζουσι, τῶν γενεῶν Παρθένε θεομακάριστε.
Κανών γ', ᾨδὴ ς', τοῦ Ὁσίου
Ἦχος β'
Ἐν ἀβύσσῳ πταισμάτων ΤΟ ΑΚΟΥΤΕ
Πονηρίας ὑπέταξας πνεύματα, Πνεύματος Ἁγίου δειχθεὶς ἐνδιαίτημα, τοῦ τὴν ἰσχύν σοι πνεύσαντος, θεοφόρε παμμάκαρ Θεόκτιστε.Λογικῇ βακτηρίᾳ σου Ὅσιε, πόᾳ τῆς ἀσκήσεως Πάτερ ἐξέθρεψας, τὸ λογικὸν σου ποίμνιον, καὶ πρὸς μάνδραν οὐράνιον ἴθυνας.ΘεοτοκίονΟὐρανὸν ὁ τανύσας βουλήματι, ἄλλον ἐπὶ γῆς οὐρανὸν σε ἀνέδειξε, Θεογεννῆτορ Ἄχραντε, καὶ ἐκ σοῦ τοῖς ἐν σκότει ἐπέφανεν.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον· Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε».
Κοντάκιον τῶν Ἀποστόλων
Ἦχος β'
Τὰ ἄνω ζητῶν ΤΟ ΑΚΟΥΤΕ
Χριστοῦ Μαθητῶν, χορὸν τῶν Ἑβδομήκοντα, ἐνθέως πιστοί, ὑμνήσωμεν σήμερον, καὶ πανηγυρίσωμεν· δι' αὐτῶν γὰρ πάντες ἐμάθομεν, Τριάδα σέβειν ἀμέριστον· ὑπάρχουσι γὰρ λύχνοι θείας Πίστεως.
Ὁ Οἶκος
Τῶν Ἑβδομήκοντα Ἀποστόλων τὴν χορείαν, συμφώνως οἱ πιστοί, ἱεραῖς εὐφημήσωμεν μελῳδίαις, Στέφανον, Πρόχορόν τε καὶ Σίλαν καὶ Νικάνορα. Τίμωνα καὶ Ἀμπλίαν καὶ Παρμενᾶν, Ἀπελλῆν τε Ἰάκωβον, Φίλιππον, Ἀρίσταρχον, καὶ Ματθίαν, Ἡρωδίωνα, Κρήσκην καὶ Φλέγοντα Βαρνάβαν, Λῖνον καὶ Ὀλυμπᾶν, Λουκᾶν καὶ Ἀσύγκριτον, καὶ τοὺς λοιπούς· ὑπάρχουσι γὰρ λύχνοι θείας Πίστεως.
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ Δ' τοῦ αὐτοῦ μηνός, Ἡ Σύναξις τῶν ἁγίων καὶ ἐνδόξων Ἑβδομήκοντα Ἀποστόλων.ΣτίχοιΤοὺς Ἑβδομήκοντ᾽ εὐκλεεῖς Ἀποστόλους,Καὶ ὧδ᾽ ὁμοῦ σύμπαντας εὐφημεῖν θέμις.Ἀμφὶ τετάρτην ἄνδρας ἀγακλεέας κυδαίνω.Τῇ αὐτῇ ἡμέρᾳ, Ὁ Ὅσιος Θεόκτιστος, ὁ Ἡγούμενος τοῦ ἐν τῷ Κουκούμῳ τῆς Σικελίας, ἐν εἰρήνῃ τελειοῦται.ΣτίχοιἘν γῇ χλοαυγεῖ τῆς Ἐδὲμ Θεοκτίστῳ,Μοῖραν δίδως, ἄκτιστε τοῦ Θεοῦ Λόγε.Τῇ αὐτῇ ἡμέρᾳ, Οἱ ἅγιοι ἓξ Μάρτυρες ἐν εἰρήνῃ τελειοῦνται.ΣτίχοιΨυχαὶ διαυγεῖς ἓξ ἀποπτᾶσαι βίου,Ἑξαπτέρυξι συμπαρίστανται Νόοις.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ζωσίμου Μοναχοῦ καὶ Ἀθανασίου Κομενταρησίου.ΣτίχοιἈθανάσιος συνθανὼν τῷ Ζωσίμῳ,᾽Ἒνδον πέτρας ἥδιστα καὶ συζῆν ἔχει.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ὁσίας Ἀπολλιναρίας τῆς Συγκλητικής.ΣτίχοιΑἴρουσιν ἐκ γῆς τὴν Ἀπολλιναρίαν.Καὶ γὰρ κατοικεῖν οὐρανοὺς ἦν ἀξία.Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Κανών α', ᾨδὴ ζ', ὁ Προεόρτιος
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Δροσοβόλον μὲν τὴν κάμινον εἰργάσατο, Ἄγγελος τοῖς ὁσίοις Παισί, τοὺς Χαλδαίους δὲ καταφλέγον πρόσταγμα Θεοῦ, τὸν τύραννον ἔπεισε βοᾶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».Πῶς σε ῥεῖθρα ὑποδέξονται ποτάμια, τρυφῆς ὄντα χειμάρρουν Χριστέ; πῶς ὁ Πρόδρομος, ἐκτενεῖ τὴν χεῖρα ἐπὶ σέ, χειρὶ πλαστουργήσαντα αὐτόν, καὶ ἐκ χειρὸς τοῦ πονηροῦ, ἐξαγαγόντα ἡμᾶς;Ῥεῖθρον Κύριε ὑπάρχων ἀγαθότητος, πρὸς ῥεῖθρα Ἰορδάνια, πῶς ἐφίστασαι, ἀφθαρσίας νάματα ζητῶν; ποτίσαι τοὺς γεύσει πονηρᾷ, καθυπαχθέντας τῇ φθορᾷ, φθόνῳ τοῦ ὄφεως.Σταλαξάτωσαν τὰ ὄρη ἀγαλλίασιν, καὶ οἱ βουνοὶ σκιρτάτωσαν, εὐφραινόμενοι, ποταμοὶ κροτείτωσαν χειρί, ἐπέφανεν ἥκει ὁ Χριστός, ἐν ποταμῷ τὰ τῶν βροτῶν, ἐνθάψαι πταίσματα.
Κανών β', ᾨδὴ ζ', τῶν Ἀποστόλων
Ἦχος δ'
Οὐκ ἐλάτρευσαν τῇ κτίσει ΤΟ ΑΚΟΥΤΕ
Σαγηνεύσαντες τῷ λόγῳ ἀνειλκύσατε, τῆς ἀθεΐας βυθοῦ, Ἔθνη πολύσπορα, σημείοις καὶ τέρασιν ἐπιστηρίξαντες, τὰ φρονήματα, τούτων σοφοὶ Ἀπόστολοι, ὁδηγοὶ πεπλανημένων.Ἐμβιβάσαντες πρὸς ὅρμον γαληνότατον, τοὺς θαλαττεύοντας, τῇ ἅλμῃ τῶν δυσχερῶν, σωτῆρες ἐδείχθητε· Ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.Πάντες Εὔοδον καὶ Καρπὸν μακαρίσωμεν, καὶ Τυχικὸν καὶ Κηφᾶν, Ἰοῦστον καὶ Ἀρτεμᾶν, Ζηνᾶν τε τὸν ἔνδοξον, ὡς τοῦ Χριστοῦ Μαθητάς, ἀναμέλποντες· ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.Ἀστραπόμορφοι τῷ Πνεύματι γενόμενοι, Χριστοῦ Ἀπόστολοι, τοὺς κρατουμένους νυκτί, ἀγνοίας ἐρρύσασθε, καὶ πρὸς τὸ φῶς τῆς ζωῆς, ὡδηγήσατε, ἀναβοῶντας πάντοτε· Ὁ Θεὸς εὐλογητὸς εἶ.ΘεοτοκίονἹλαστήριον Πανάμωμε γεγένησαι, ἁμαρτανόντων ἀεί, τεκοῦσα ὑπερφυῶς, τοῦ κόσμου τὸν αἴροντα, τὴν ἁμαρτίαν Χριστόν· ᾧ κραυγάζομεν· Ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Κανών γ', ᾨδὴ ζ', τοῦ Ὁσίου
Ἦχος β'
Ἀντίθεον πρόσταγμα ΤΟ ΑΚΟΥΤΕ
Δακρύων προσχύσεσιν ἐναποσβέσας, παθῶν ὑπεκκαύματα, Θεόκτιστε μακάριε, θαυμάτων ἀνέβλυσας, ῥεῖθρα ἀείζωα, οἷς περ ἀποπλύνονται, ψυχῶν τε καὶ σωμάτων, νόσοι ἀοίδιμε.Δαυῒδ τὴν πραότητα Πάτερ ζηλώσας, ἐκτήσω τὸ ἄμεμπτον, Ἰὼβ καὶ τὴν ἀπάθειαν, Ἰακὼβ τὸ ἄπλαστον, καὶ πίστιν τοῦ Ἀβραάμ, Πέτρου τὴν θερμότητα, μεθ' ὧν κατασκηνώσας, ἡμῶν μνημόνευε.ΘεοτοκίονΖωὴν ἐνυπόστατον ἡμῖν τεκοῦσα, θανάτῳ τὸν θάνατον, Παρθένε καταργήσασαν, δεινῶν ἐπικλύσεσι, θανατωθέντα μέ, ζώωσον πρεσβείαις σου Ἁγνή, εὐλογημένη καὶ ὑπερένδοξε.
Κανών α', ᾨδὴ η', ὁ Προεόρτιος
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐκ φλογὸς τοῖς Ὁσίοις, δρόσον ἐπήγασας, καὶ δικαίου θυσίαν ὕδατι ἔφλεξας· ἅπαντα γὰρ δρᾷς Χριστέ, μόνῳ τῷ βούλεσθαι· Σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας».Τὰ ποτάμια ῥεῖθρα μηλωτῇ ἔτεμεν, Ἐλισαῖος τὴν χάριν, τὴν τοῦ Βαπτίσματος, προσκιαγραφῶν, ἥν Χριστὸς ἀπειργάσατο, τούτοις ἐπιβαίνων, ὁ μόνος εὐεργέτης.Ὑπεσήμανε πάλαι Προφήτης ἔνδοξος, τοῦ Βαπτίσματος χάριν, ἁλσὶ τὰ ὕδατα, ἄγονα τὰ πρίν, ἐκτελέσας πολύγονα, τοῦ ἐπιφανέντος, Θεοῦ ἡμῶν δυνάμει.Φάραγξ πᾶσα τῶν θείων δώρων πλησθήσεται, καὶ βουνὸς ἐνάντιος ταπεινωθήσεται, καὶ τὰ σκολιὰ εἰς εὐθέα τραπήσεται, τῇ τοῦ σαρκωθέντος, Θεοῦ ἐπιφανείᾳ.
Κανών β', ᾨδὴ η', τῶν Ἀποστόλων
Ἦχος δ'
Παῖδας εὐαγεῖς ΤΟ ΑΚΟΥΤΕ
Νεώσαντες φρένας χερσωθείσας, ἀρότρῳ τοῦ λόγου παναοίδιμοι, ταύταις τὰ σωτήρια, σπέρματα ἐσπείρατε, καὶ εὐσεβείας ἄσταχυν ἑκατοστεύοντα, ἐδρέψασθε τῶν ἀνασωθέντων, τὴν πληθὺν Κυρίου, Ἀπόστολοι πανσόφως.Ἐπαίνοις Ἰάκωβον ἐνθέοις, Κλεόπαν Βαρνάβαν τε καὶ Στέφανον, Νάρκισσον τὸν πάνσοφον, Μᾶρκον Ἀριστόβουλον, καὶ Ἀπελλῆν τιμήσωμεν, ὡς Ἀποστόλους Χριστοῦ· Τὸν Κύριον ὑμνεῖτε βοῶντες, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.Σταυρὸν ἀντὶ θώρακος φοροῦντες, πρὸς πάσας ἀνδρείως ἐχωρήσατε, φάλαγγας τοῦ δράκοντος, πάνσοφοι Ἀπόστολοι, καὶ ταύτας διολέσαντες, οὓς ἠχμαλώτευσεν, ἀνθρώπους συνελάβεσθε πίστει, καὶ τῷ ζωοδότῃ, προσήξατε Δεσπότῃ.ΘεοτοκίονὮ θαῦμα ἐπέκεινα θαυμάτων! πῶς τίκτεις καὶ μένεις παρθενεύουσα; πάναγνε Θεόνυμφε· Λόγον γὰρ ἐγέννησας, τὸν τῷ Πατρὶ συνάναρχον, ᾧ πάντες ψάλλομεν. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Κανών γ', ᾨδὴ η', τοῦ Ὁσίου
Ἦχος β'
Τὸν ἐν καμίνῳ τοῦ πυρὸς ΤΟ ΑΚΟΥΤΕ
Ἐν ἀκακίᾳ τὴν ζωήν, διανύσας ἀληθῶς θέοφρον Πάτερ, τοῦ ἐχθροῦ τὴν κακίαν, τελειοτάτῳ νοΐ, καθεῖλες· Ὑμνεῖτε τὸν Κύριον, καὶ ὑπερυψοῦτε, Θεόκτιστε κραυγάζων.Νῦν ἡ ἀξίνη τῶν ψυχῶν, ἀπειλεῖ τὴν ἐκτομήν, ψυχή μου σπεῦσον, καὶ παθῶν τάς ἀκάνθας, ἀποτεμοῦσα καρπούς, ὡρίμους Κυρίῳ προσάγαγε, ταῖς τοῦ θεοφόρου, εὐχαῖς διασωθεῖσα.ΘεοτοκίονἈπὸ πασῶν σε γενεῶν, ἐξελέξατο Χριστὸς εἰς κατοικίαν, ἑαυτῷ Θεοτόκε, ἀνακαινίζων ἡμᾶς, φθαρέντας ἑνώσει τῇ κρείττονι· ὅθεν σε ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Τὸν ἐν καμίνῳ τοῦ πυρός, τῶν Ἑβραίων τοῖς Παισὶ συγκαταβάντα, καὶ τὴν φλόγα εἰς δρόσον, μεταβαλόντα Θεόν, ὑμνεῖτε τὰ ἔργα ὡς Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».
Κανών α', ᾨδὴ θ', ὁ Προεόρτιος
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον, ὂν οὐ τολμᾷ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα, διὰ σοῦ δὲ Πάναγνε ὡράθη βροτοῖς, Λόγος σεσαρκωμένος, ὂν μεγαλύνοντες, σὺν ταῖς οὐρανίαις στρατιαῖς σε μεγαλύνομεν».Χερσὶν ὁ πλάσας Χριστὲ τὸν ἄνθρωπον, ἐν τῇ χειρὶ Προδρόμου ὑποκύπτεις ὡς ἄνθρωπος, ταπεινούμενος ὅπως ὑψώσῃς με, πάλαι ταπεινωθέντα, καὶ ἀπολλύμενον, δόξα τῇ ἐνδόξῳ, καὶ φρικτῇ οἰκονομίᾳ σου.Ψυχῶν ἡ κάθαρσις εὐτρεπίζεται, ὁ φωτισμός, ἡ λύσις τῶν δεινῶν ἐπεδήμησεν, Ἰορδάνη ποταμὲ εὐφράνθητι, χόρευσον πᾶσα ἡ κτίσις, γῆ τε καὶ θάλασσα, κρότησον δοξάζουσα Χριστόν, τὸν ὑπεραγαθόν.Ὡς ὢν ἁπάντων καλῶν τὸ πλήρωμα, ἔρχῃ βοῶν τῷ πλήρει, ἁγιότητος δούλῳ σου, ἐκπλαγέντι τὴν σὴν συγκατάβασιν· Ἔγγισον βάπτισόν με· θέλω πληρῶσαι γάρ, φύσιν τῶν βροτῶν ἁγιασμοῦ, καὶ καθαρότητος.
Κανών β', ᾨδὴ θ', τῶν Ἀποστόλων
Ἦχος δ'
Ἅπας γηγενὴς ΤΟ ΑΚΟΥΤΕ
Ἴασαι ἡμῶν, Χριστὲ τὰ παθήματα, τῶν Ἀποστόλων εὐχαῖς, τῶν ἀγαπησάντων σε, καὶ κηρυξάντων ἐν πᾶσιν ἔθνεσι, Θεὸν ὁμοῦ καὶ Κύριον, Δημιουργὸν τοῦ παντός, καὶ εἰδώλων, πᾶσαν ἀμαυρότητα, διωξάντων φωτὶ τοῦ κηρύγματος.Ὥσπερ ἀστραπαί, τῷ κόσμῳ ἐξέλαμψαν, Λουκᾶς ὁμοῦ καὶ Ἑρμῆς, Μᾶρκος Ἀνανίας τε, καὶ σὺν Ματθίᾳ ὁ ἱερὸς Ὀλυμπᾶς, καὶ τῶν πιστῶν τὸ πλήρωμα, σαφῶς ἐφώτισαν· οὓς ἐν πίστει, σήμερον τιμήσωμεν, ἱεροῖς καὶ σεπτοῖς μελῳδήμασι.Στῶμεν εὐσεβῶς, ἐν οἴκῳ Θεοῦ ἡμῶν, καὶ μακαρίσωμεν, τοὺς Ἱεροκήρυκας, καὶ Διδασκάλους καὶ ἀγγελόφρονας, καὶ πλουτιστὰς σωτῆράς τε, καὶ ἀντιλήπτορας, καὶ προστάτας, πάντων χρηματίζοντας, τῶν τιμώντων αὐτῶν τὰ μνημόσυνα.Ἤστραψαν φωτί, ἀΰλῳ τοῦ Πνεύματος, Ἀκύλας Ἀχαϊκός, Κάρπος τε ὁ ἔνδοξος, καὶ Φουρτουνάτος σὺν τοῖς ἑξήκοντα, καὶ ἓξ Χριστοῦ θεράπουσι, καὶ ἱεροὶς Μαθηταῖς, καὶ καρδίας, πάντων καταυγάζουσι, τῇ φωσφόρῳ αὐτῶν μνήμῃ σήμερον.ΘεοτοκίονΦέγγος ἀστραπῆς, τοῦ τόκου σου ἔλαμψε, καὶ κατεφαίδρυνε, πᾶσαν τὴν ὑφήλιον, καὶ τὸν προστάτην τοῦ σκότους ὤλεσε, Θεογεννῆτορ πάναγνε, Ἀγγέλων καύχημα, καὶ ἀνθρώπων, πάντων τὸ διάσωσμα, τῶν ἀπαύστοις φωναῖς εὐφημούντων σε.
Κανών γ', ᾨδὴ θ', τοῦ Ὁσίου
Ἦχος β'
Ἀνάρχου Γεννήτορος ΤΟ ΑΚΟΥΤΕ
Θεοῦ κτίσις πέφυκας, Θεόκτιστε ἀνόθευτος, μὴ νοθεύσας ψυχῆς σου τὸ κάλλος Ὅσιε, τῶν ἁμαρτημάτων κηλῖσιν, ἀλλὰ σαυτόν, ὅλον ὠραΐσας, καλῶν ἐπιδόσεσι· διὰ τοῦτο σε γεραίρομεν.Ἀρεταῖς κοσμούμενος, ἀγάπῃ λαμπρυνόμενος, τῶν καλῶν ταῖς ἰδέαις καταστραπτόμενος, πρὸς τοὺς σοὺς μετέβης Πατέρας, Πάτερ σοφέ, ἐν πίονι γήρᾳ, σῖτος ὥριμος, θησαυροῖς θείοις τηρούμενος.Ἡ ποίμνη σου σήμερον, χορεύει ἑορτάζουσα, φωτοφόρον τὴν μνήμην τῆς σῆς κοιμήσεως, ἣν ἐπευλογεῖν οὐρανόθεν, καὶ μεταστάς, μὴ λίπῃς τρισμάκαρ, Θεῷ παριστάμενος, σὺν Ἀγγέλοις Παμμακάριστε.ΘεοτοκίονΖωὴν ἡ κυήσασα, βροτῶν εἰς ἀπολύτρωσιν, νεκρωθεῖσαν Παρθένε τοῖς παραπτώμασι, ζώωσον Ἁγνὴ τὴν ψυχήν μου, ὡς συμπαθής, ὡς μόνη προστάτις, τῶν καταφευγόντων σου, ἐν τῇ σκέπῃ Παναμώμητε.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ἀνάρχου Γεννήτορος, Υἱὸς Θεὸς καὶ Κύριος, σαρκωθεὶς ἐκ Παρθένου, ἡμῖν ἐπέφανε, τὰ ἐσκοτισμένα φωτίσαι, συναγαγεῖν τὰ ἐσκορπισμένα· Διὸ τὴν πανύμνητον, Θεοτόκον μεγαλύνομεν».
Ἐξαποστειλάριον
Ἦχος γ'
Ὁ οὐρανὸν τοῖς ἄστροις ΤΟ ΑΚΟΥΤΕ
Καταλιπόντες κόσμον, οἱ Ἑβδομήκοντα Λόγε, σοὶ μαθητεύονται πόθῳ, τῷ Λόγῳ καὶ Διδασκάλῳ, τῆς ἀγνωσίας τὸν κόσμον, ἀποκαθαίροντες πίστει.
Ἐξαποστειλάριον, Προεόρτιον
Ἦχος γ'
Ὁ οὐρανὸν τοῖς ἄστροις ΤΟ ΑΚΟΥΤΕ
Ὁ ἐκ Πατρὸς ἀχρόνως, πρὸ τῶν αἰώνων γεννηθείς, Υἱὸς καὶ σάρκα φορέσας, ὑπερφυῶς ἐκ Γυναικός, προέρχεται βαπτισθῆναι, εἰς ἀναγέννησιν κόσμου.
Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.
Στιχηρὰ Προσόμοια
Ἦχος πλ. β'
Αἱ Ἀγγελικαὶ ΤΟ ΑΚΟΥΤΕ
Ὅν περ ἡ φωνή, τοῦ βοῶντος προετύπου, ἦλθεν ὁ Χριστός, ἐν τοῖς ῥείθροις Ἰορδάνου, καὶ τῷ Προδρόμῳ ἔφη· Δεῦρο πλῦνόν με ὕδασι, βάπτισόν με νῦν συγκαταβάντα· τὸν γὰρ Ἀδὰμ ἐκπλῦναι ἦλθον, τοῦ πρὶν πτώματος· Εὐλογημένος ὁ φανείς, Θεὸς ἡμῶν δόξα σοι.
Ἦχος πλ. β'
Ὕψος οὐρανοῦ, οὐδαμῶς ἐξιχνιάσω, ἄστρων ἀριθμόν, οὐδὲ γῆν ἀναμετρήσω, καὶ πῶς τῆς κορυφῆς σου, τῷ Δεσπότῃ ὁ Πρόδρομος, ἅψομαι χειρί; πῶς δὲ βαπτίσω, τὸν φέροντα δρακὶ τὴν κτίσιν, διὸ κράζω σοι· Εὐλογημένος ὁ φανείς, Θεὸς ἡμῶν δόξα σοι.
Ἦχος πλ. β'
Σύνθρονος Πατρί, καὶ τῷ Πνεύματι ὑπάρχων, ταῖς ἀγγελικαῖς, στρατιαῖς δορυφοροῦμαι, ἀλλὰ σμικρῷ σπηλαίῳ ἐξενίσθην τικτόμενος, ἐν τῇ Βηθλεὲμ δι' εὐσπλαγχνίαν· διὸ καὶ νῦν τὴν δεξιὰν σου, ἐμοὶ δάνεισον, ἵνα καὶ πλύνω ἐν ἐμοί, τοῦ κόσμου τὰ πταίσματα.
Ἦχος πλ. β'
Ἒκλυσας ποτέ, ἁμαρτίας ἐπὶ Νῶε, λόγῳ διασχών, καταρράκτας οὐρανίους, καὶ πῶς σε Ἰορδάνης, κατιδὼν ὑποστήσεται; ἤδη γὰρ τὸ ῥεῖθρον ἀναστρέφει, ἐπέγνω σε ἡ κτίσις πᾶσα, κἀγὼ κράζω σοι· Εὐλογημένος ὁ φανείς, Θεὸς ἡμῶν δόξα σοι.
Δοξαστικὸν
Ἦχος πλ. β'
Ἵνα πληρωθῇ, τοῦ Πατρὸς ἡ εὐδοκία, ἦλθον ἐπὶ γῆς, ἐνδυσάμενος πτωχείαν. Ὁ οὐρανός μοι θρόνος ἡ δὲ γῆ ὑποπόδιον, σοὶ δὲ τὸν αὐχένα ὑποκλίνω· ἐν τούτῳ γὰρ παρεγενόμην, ἐμὲ βάπτισον, καὶ ἐν ἐμοὶ τὰ τῶν βροτῶν, καθαίροντα πταίσματα.
Θεοτοκίον
Ἦχος πλ. β'
Σύ τὸν Ἰσραήλ, διὰ στύλου καὶ νεφέλης, πρὶν φωταγωγῶν, καὶ δροσίζων ἐν ἐρήμῳ, σὺ ὁ δεσπόζων πάντων, ὁ τῇ φύσει ἀνέκφραστος, δούλου τὴν μορφὴν πῶς ἐνεδύσω; οὐ ψαύσω σου πυρὸς ὁ χόρτος, αὐτὸς με βάπτισον· ἐγὼ γὰρ χρῄζω ὑπὸ σοῦ, καθάρσιον δέξασθαι.
Ἀπόστιχα, Ἦχος β'Οἶκος τοῦ Ἐφραθᾶ ΤΟ ΑΚΟΥΤΕὬφθη τὸ πατρικόν, ἀπαύγασμα τῆς δόξης, ἐν Ἰορδάνου ῥείθροις, Βαπτίσματι καθαῖρον, τὸν ῥύπον τῶν ψυχῶν ἡμῶν.Στίχ. Διὰ τοῦτο μνησθήσομαί σου ἐκ γῆς Ἰορδάνου καὶ Ἐρμωνιίμ.Δέχου δουλοπρεπῶς, Προφῆτα Ἰωάννη, τὸν Λυτρωτὴν τοῦ κόσμου, καὶ βάπτισον τὸν Κτίστην, βροτῶν εἰς ἀναγέννησιν.Στίχ. Εἴδοσάν σε ὕδατα ὁ Θεός, εἴδοσάν σε ὕδατα καὶ ἐφοβήθησαν.Ἦλθεν ὁ φωτισμός, ἡ λύτρωσις ἐφάνη, ἐν Ἰορδάνῃ, δεῦτε, συνέλθωμεν ῥυφθῆναι, καὶ ᾆσαι προεόρτια.
Θεοτοκίον
Ἦχος β'
Οἶκος τοῦ Ἐφραθᾶ ΤΟ ΑΚΟΥΤΕ
Σήμερον ὁ Χριστός, σωτήριον ἀνθρώποις, λυτήριον δωρεῖται, ψυχῶν καθαίρων ῥύπον, πυρὶ τῷ τοῦ Βαπτίσματος.
| TA ΜΗΝΑΙΑ | Ιανουάριος | 04 |
Jan 05
Τῌ Ε' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥΠροεόρτια τῶν ΦώτωνΜνήμη τῶν Ἁγίων Μαρτύρων Θεοπέμπτου καὶ ΘεωνᾶΜνήμη τῆς Ὁσίας Συγκλητικῆς.
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ προσόμοια τῶν Μαρτύρων.
Στιχηρὰ προσόμοια τῶν Μαρτύρων
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσι ΤΟ ΑΚΟΥΤΕ
Θεωνᾶν καὶ Θεόπεμπτον, τοὺς σοφοὺς ἀνυμνήσωμεν· τοῖς Χριστοῦ γὰρ δόγμασι πειθαρχούμενοι, λατρείαν πᾶσαν ἀθέμιτον, λαμπρῶς καταργήσαντες, τῇ ἁγίᾳ καὶ σεπτῇ, εὐσεβῶς λελατρεύκασιν, ἕνα Κύριον, καὶ Θεὸν πρὸ προσώπου τῶν τυράννων, εὐθαρσῶς ὁμολογοῦντες, καὶ στεφανούμενοι ἄνωθεν.
Ἦχος δ'
Τὸ τοῦ βίου χαμαίζηλον, καὶ τρυφῆς τὴν εὐπάθειαν, καὶ τὴν ἀπανθοῦσαν δόξαν Πανεύφημοι, καταλιπόντες ὡς πρόσκαιρον, Χριστῷ ἐκολλήθητε, τῷ αὐτοῦ κάλλει τερπνῶς, ὡς ὡραίῳ φλεγόμενοι, καὶ προσήχθητε, ὡς ἡδύπνοα ῥόδα, καὶ τῷ στέφει, τῆς ἀφθάρτου Βασιλείας, θεοσθενῶς συνεστέφθητε.
Ἦχος δ'
Οἱ τὸν κόσμον μισήσαντες, ὑπερκόσμιοι ὤφθητε, πρωτοτόκων Ἐκκλησίᾳ συνήφθητε, καὶ τοῖς ἀγγέλοις συνᾴδετε, ᾠδὴν τὴν ἀκήρατον, ἐνωπίῳ τῷ Θεῷ, παρεστῶτες ἐνώπιοι, καὶ τὴν ἄθεσμον, τῶν εἰδώλων ἀπάτην καθελόντες, τῶν Τυράννων τὴν μανίαν, μαρτυρικῶς κατεβάλετε.
Ἕτερα Στιχηρὰ Προσόμοια τῆς Ὁσίας
Ἦχος α'
Τῶν οὐρανίων ταγμάτων ΤΟ ΑΚΟΥΤΕ
Τὸ εὐκλεὲς τῶν Πατέρων, ὄντως ποθήσασα, εὐκλείας τῆς ἀφθάρτου, ἐπεθύμησας· ὅθεν, ἐκστᾶσα τῶν ἡδέων, σῶμα τὸ σόν, πόνοις πᾶσιν ἐξέδωκας, καὶ νῦν τῶν πόνων λαμβάνεις τάς ἀμοιβάς, τῷ Χριστῷ συμβασιλεύουσα.
Ἦχος α'
Ὁ τὸν Ἰὼβ συγχωρήσας, τῷ ἐξαιτήσαντι, καὶ σὲ πυρῶσαι θέλων, ὡς χρυσίον ἀφῆκε, τὸ σῶμα πάσχειν βίᾳ τοῦ πονηροῦ· ὅθεν σὺ καταισχύνασα, τῇ καρτερίᾳ τῶν νόσων τὸν πειραστήν, τῷ τῆς νίκης στέφει ἔστεψαι.
Ἦχος α'
Τὸ τοῦ νυμφίου ὡραῖον, κάλλος ποθήσασα, Χριστοῦ καὶ νυμφευθῆναι, τούτῳ σὺ βουληθεῖσα, πάσαις ταῖς ἰδέαις τῶν ἀγαθῶν, διὰ πόνων ἀσκήσεως, σαυτὴν ἐκόσμησας· ὅθεν, νῦν σὺν αὐτῷ, βασιλεύεις εἰς νυμφῶνα αὐτοῦ.
Θεοτοκίον
Ἦχος πλ. β'
Ἑτοιμάζου Ἰορδάνη ποταμέ· ἰδοὺ γὰρ παραγίνεται Χριστὸς ὁ Θεός, βαπτισθῆναι ὑπὸ Ἰωάννου, ἵνα τῶν δρακόντων ἀοράτους κεφαλάς, συνθλάσῃ τῇ θεότητι, ἐν τοῖς ὕδασι τοῖς σοῖς, ἀγάλλου ἡ ἔρημος, Ἰορδάνου, τὰ ὄρη σκιρτήσατε εὐφροσύνῃ· ἣκει γὰρ ἡ αἰώνιος ζωή, ἀνακαλέσαι τὸν Ἀδάμ. Φωνὴ βοῶντος βόησον, ὦ Ἰωάννη Πρόδρομε· Ἑτοιμάσατε ὁδοὺς τοῦ Κυρίου, καὶ τάς τρίβους αὐτοῦ, εὐθείας ἀπεργάσασθε.
Ἀπόστιχα Στιχηρὰ ΠροσόμοιαἮχος πλ. β'Τριήμερος ἀνέστης Χριστὲ ΤΟ ΑΚΟΥΤΕἩ γῆ καὶ τὰ ἐπίγεια, σκιρτήσατε ἀγάλλεσθε, ὁ χειμάρρους, τῆς τρυφῆς ἐν ποταμῷ, βαπτίζεται τὴν χύσιν, ξηραίνων τῆς κακίας, καὶ ἀναβλύζει θείαν ἄφεσιν.Στίχ. Διὰ τοῦτο μνησθήσομαί σου ἐκ γῆς Ἰορδάνου καὶ Ἐρμωνιίμ.Φωτὸς ὢν χορηγὸς Ἰησοῦς, μὴ χρῄζων βαπτισθῆναι σαρκί, ἐπιβαίνει, Ἰορδάνου ταῖς ῥοαῖς, φωτίσαι τοὺς ἐν σκότει, βουλόμενος ἐν πίστει, τούτῳ προθύμως ὑπαντήσωμεν.Στίχ. Εἴδοσάν σε ὕδατα ὁ Θεός, εἴδοσάν σε ὕδατα καὶ ἐφοβήθησαν.Φορέσας τὴν τοῦ δούλου μορφήν, προέρχῃ βαπτισθῆναι Χριστέ, ὑπὸ δούλου, Ἰορδάνου ταῖς ῥοαῖς, λυτρούμενος δουλείας, τῆς πάλαι ἁμαρτίας, καὶ ἁγιάζων καὶ φωτίζων ἡμᾶς.
Θεοτοκίον
Ἦχος πλ. β'
Ἀγαλλιάσθω ἡ ἔρημος τοῦ Ἰορδάνου, καὶ ἀνθείτω ὡς κρίνον· φωνὴ γὰρ βοῶντος ἠκούσθη ἐν αὐτῇ· Ἑτοιμάσατε τὴν ὁδὸν τοῦ Κυρίου· ὁ γὰρ τὰ ὄρη στήσας σταθμῷ, καὶ τάς νάπας ζυγῷ, ὁ τὰ πάντα πληρῶν ὡς Θεός, βαπτίζεται ὑπὸ δούλου· πτωχεύειν ἤρξατο, ὁ τὰ πλούσια δῶρα χαριζόμενος. Ἤκουσεν Εὕα. Ἐν λύπαις τέξῃ τέκνα· νῦν δὲ ἤκουσεν ἡ Παρθένος· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ, ὁ ἔχων τὸ μέγα ἔλεος.
Ἀπολυτίκιον
Ἦχος δ'
Ἀπεστρέφετό ποτέ, ὁ Ἰορδάνης ποταμός, τῇ μηλωτῇ Ἐλισαιέ, ἀναληφθέντος Ἠλιού, καὶ διῃρεῖτο τὰ ὕδατα ἔνθεν καὶ ἔνθεν, καὶ γέγονεν αὐτῷ, ξηρὰ ὁδὸς ἡ ὑγρά, εἰς τύπον ἀληθῶς τοῦ Βαπτίσματος, δι' οὗ ἡμεῖς τὴν ῥέουσαν, τοῦ βίου διαπερῶμεν διάβασιν, Χριστὸς ἐφάνη, ἐν Ἰορδάνῃ, ἁγιάσαι τὰ ὕδατα.
Ἐν τοῖς Ἀποδείπνοις, Κανών, οὗ ἡ ἀκροστιχίς, ἄνευ τῶν Εἱρμῶν τῶν τεσσάρων πρώτων ᾨδῶν.Καὶ σήμερον δὲ Σάββατον μέλπω μέγα.ᾨδὴ α'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Κύματι θαλάσσης, τὸν κρύψαντα πάλαι, διώκτην τύραννον, τὰ Ἰορδάνια, ῥεῖθρα συστέλλει καὶ κρύπτει, τὴν ἐμὴν νῦν καθαιρόμενον, ἀνθρωπίνως κάθαρσιν· ἐνδόξως γὰρ δεδόξασται».Κύριε Θεέ μου, φωτώνυμον ὕμνον, καὶ προεόρτιον, ᾠδήν σοι ᾄσομαι, τῷ θείοις Θεοφανείοις, μυστικῶς ἀναγεννῶντι με, καὶ πρὸς τὴν λαμπρότητα, τὴν θείαν ἐπανάγοντι.Ἄνω πρὸ αἰώνων, καὶ κάτω προσφάτως, ἐπιφανέντα σε, τὰ ὑπερκόσμια, καὶ τὰ περίγεια Σῶτερ, κατεπλήττοντο θεώμενα, καὶ τὴν ὑπὲρ λόγον σου, ἀνύμνουν συγκατάβασιν.Ἵνα σοῦ τῆς δόξης, τὰ πάντα πληρώσῃς, σαυτὸν ἐκένωσας, μέχρι καὶ δούλου μορφῆς, νῦν δὲ παλάμῃ τοῦ δούλου, ὑποκλινεὶς κεφαλὴν δουλικῶς, τὴν ἐμὴν ἀνάπλασιν, καὶ κάθαρσιν δωρούμενος.
ᾨδὴ γ'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σὲ τὸν ἐπὶ ὑδάτων, ἑδράσαντα πᾶσαν τὴν γῆν ἀσχέτως, ἡ κτίσις κατιδοῦσα, σαρκὶ κρυπτόμενον νάμασι, θάμβει πολλῷ συνείχετο· Οὐκ ἒστιν Ἅγιος, πλὴν σου Κύριε κραυγάζουσα».Σύμβολα πρὶν Προφήταις, παρέδειξας τῆς σῆς Θεοφάνειας, νῦν δὲ τὰ κεκρυμμένα, ταῖς ἐνεργείαις ἐγνώρισας, ἐπιφανεὶς μυστήρια, ἀνθρώποις σήμερον, νέμων νέαν ἀναγέννησιν.Ἣπλωσεν Ἰορδάνης, τὰ ὕδατα ὡς νῶτα μετὰ τρόμου, τοῦ δέξασθαι τὸν Κτίστην, σωματικῶς βαπτιζόμενον, τὸν πάντας ἁγιάζοντα· Οὐκ ἒστιν Ἅγιος, πλὴν σου Κύριε κραυγάζοντας.Μέγα πρὸς σωτηρίαν, ἐφόδιον τὸ Βάπτισμα παρέχει, Χριστὸς τοῖς αἰσθομένοις, αὐτοῦ τῆς θείας ἐλλάμψεως, ἐν εὐφροσύνῃ ψάλλουσιν· Οὐκ ἒστιν Ἅγιος, πλὴν σου Κύριε φιλάνθρωπε.
ᾨδὴ δ'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὴν πρὸς τὸ Βάπτισμά σου ἔλευσιν, προορῶν Ἀββακούμ, ἐξεστηκὼς ἐβόα· Εἰς θάλασσαν τοὺς ἵππους σου, ὕδατα πολλά, ἐπεβίβασας Σῶτερ διαταράσσοντας».Ἐπιφανέντος σου ἐν σώματι, ἡγιάσθη ἡ γῆ, ὕδατα ηὐλογήθη, ὁ οὐρανὸς πεφώτισται· γένος δὲ βροτῶν, τῆς πικρᾶς τυραννίδος ἐχθροῦ λελύτρωται.Ῥήματι θείῳ νῦν ὁ Πρόδρομος, ἐξ ἐρήμου μολεῖ, πρός, Ἰορδάνην λέγων· Μετανοεῖτε ἤγγικεν, ἡ τῶν Οὐρανῶν Βασιλεία καλοῦσα, πάντας πρὸς δόξαν Θεοῦ.Ὁ μεταστρέψας πρὶν τὴν θάλασσαν, εἰς ξηρὰν καὶ πηγάς, ἐξ ἀκροτόμου βλύσας, πταισμάτων χωνευτήριον, νῦν ἀποτελεῖ, Ἰορδάνου τὸ ῥεῖθρον, πυρὶ τοῦ Πνεύματος.
ᾨδὴ ε'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θεοφανείας σου Χριστέ, τῆς πρὸς ἡμᾶς συμπαθῶς γενομένης, Ἡσαΐας φῶς ἰδὼν ἀνέσπερον, ἐκ νυκτὸς ὀρθρίσας ἐκραύγαζεν. Οἱ πεφωτισμένοι ἣκατε, λούσασθε, καὶ δι᾽ ὕδατος θείου καὶ Πνεύματος σαφῶς, καὶ ψυχὴν καὶ τὸ σῶμα ἀποκαθάρατε».Νεοποιεῖς τοὺς γηγενεῖς, νέος Ἀδὰμ χρηματίσας ὁ Πλάστης, ἐν πυρὶ καὶ Πνεύματι καὶ ὕδατι, ξένην ἐκτελῶν ἀναγέννησιν, καὶ ἀνάπλασιν θαυμαστήν, δίχα συντρίψεως, καὶ χωνευτηρίων, Βαπτίσματι θεουργῷ καινοποιούμενος.Διὰ τοῦ Πνεύματος ψυχάς, καινοποιεῖς, διὰ δὲ τοῦ ὕδατος, ἁγιάζεις τὸ σῶμα τὸ σύνθετον, ζῶον ἀναπλάττων τὸν ἄνθρωπον· τῷ διπλῷ γὰρ τὰ συγγενῆ, χρησίμως φάρμακα σοφῇ προμηθείᾳ, προσάγεις ὡς ἰατρός, σωμάτων καὶ τῶν ψυχῶν.Ἐξ ἀλοχεύτου προελθών, ὁ γεννηθεὶς ἐκ Πατρὸς πρὸ αἰώνων, πρὸς τὸν ἐκ στείρας παραγέγονας, ἐξαιτῶν ὡς ἄνθρωπος Βάπτισμα, ἀλλ' ἐξ ὕδατος μυστικῶς, διὰ τοῦ Πνεύματος ἀπειργάσω Σῶτερ, πολύτεκνον Ἐκκλησίαν, τὴν πρὶν ἄγονον.
ᾨδὴ ς'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Συνεσχέθη, ἀλλ' οὐ κατεσχέθη, φόβῳ ὁ θεῖος Βαπτιστής· εἰ γὰρ καὶ συνεστάλη, προσεγγίσαι τῷ πυρὶ ὁ χόρτος, ἀλλὰ ἀκούσας· Ἄφες ἄρτι, ἔδραμε, τὸ ἐπίταγμα πληρῶν ὡς δοῦλος, θείας τε ἄνωθεν, μαρτυρούσης φωνῆς, ἢκουσεν Υἱὸν τὸν προαιώνιον».Ἀπεγράφης, ἀλλ' οὐκ ἐδουλώθης, Καίσαρος θεσμοῖς πειθαρχῶν· εἰ γὰρ καὶ τῆς δουλείας, παραμύθιον ἡμῖν παρέχων, ἑκὼν ὑπείκεις, καὶ τελεῖς τὸ δίδραχμον, ἀλλὰ νόμῳ τῷ τῆς ἁμαρτίας, πρὶν πεπραμένους ἡμᾶς ἠλευθέρωσας νῦν, καὶ υἱοθεσίας κατηξίωσας.Βασιλεύεις, ἀλλ' οὐ κατὰ κόσμον, φύσει πεφυκὼς Βασιλεύς· εἰ γὰρ καὶ κατὰ σάρκα, ἐκ φυλῆς Δαυῒδ τεχθεὶς τὸν θρόνον, τῆς βασιλείας Σῶτερ τούτου ἔλαβες, ἀλλ' ἀΐδιον ἔχεις τὸ κράτος, συμβασιλεύων Πατρί, πρὸ αἰώνων ἀεί, καὶ εἰς τοὺς αἰῶνας σὺν τῷ Πνεύματι.Βασιλεὺς μέν, ὁ τοῦ κόσμου Ἄρχων, καὶ τῶν ἐν τοῖς ὕδασι, πάλαι προσηγορεύθη, ἀλλ' ἐμπνίγεται τῇ σῇ καθάρσει, καὶ καθαιρεῖται, ὡς τῇ λίμνῃ Λεγεών, τῶν χειρῶν δὲ σου Σῶτερ τὸ πλάσμα, τὸ δουλωθὲν ὑπ' αὐτοῦ, κραταιᾷ σου χειρί, τῆς ἐλευθερίας κατηξίωσας.
ᾨδὴ ζ'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἄφραστον θαῦμα! ὁ ἐν καμίνῳ ῥυσάμενος, τοὺς Ὁσίους Παῖδας ἐκ φλογός, κλίνει κορυφήν, καὶ αἰτεῖ τὸ Βάπτισμα, ὑπὸ τοῦ δούλου, καθαίρων τοὺς βοῶντας· Λυτρωτὰ ὁ Θεός, εὐλογητὸς εἶ».Τέμνεται ῥεῖθρον, πρὶν μηλωτῇ Ἰορδάνιον, προτυπούσῃ Βάπτισμα τὸ σόν, δι' οὗ τῶν παθῶν, ῥήγνυται χιτώνιον· καὶ ἀφθαρσίας ἔνδυμα αὐτουργεῖται, τοῖς βοῶσι· Χριστὲ ὁ Θεός, εὐλογητὸς εἶ.Ὄλβιον ῥεῖθρον· ἐν ἑαυτῷ γὰρ δεξάμενον, βαπτισθέντα τὸν Δημιουργόν, δέδεικται πηγή, ζωηφόρου νάματος, εἰς σωτηρίαν ἡμῶν τῶν μελῳδούντων· Λυτρωτὰ ὁ Θεός, εὐλογητὸς εἶ.Νέκρωσιν θείαν, συμβολικῶς εἰκονίζοντες, καταδύσει ὕδατος τριττῇ, ἐν τῷ Βαπτισμῷ Χριστῷ συνθαπτόμεθα, τῇ τριημέρῳ ἐγέρσει κοινωνοῦντες, καὶ βοῶντες Χριστῷ· Εὐλογητὸς εἶ.Μία ἡ χάρις, Πατρὸς Υἱοῦ τε καὶ Πνεύματος, τελειοῦσα τοὺς τὴν δωρεάν, στέργοντας πιστῶς, τοῦ θείου Βαπτίσματος, υἱοθεσίας λαβόντας ἐξουσίαν, τοῦ βοᾶν· Ὁ Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἒκστηθι φρίττων οὐρανέ, καὶ σαλευθήτωσαν, τὰ θεμέλια τῆς γῆς· ἰδοὺ γὰρ ὕδωρ περιβάλλεται, ὁ φλέξας ὕδασι πρίν, Δικαίου θυσίαν παραδόξως· ὂν Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, Λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».Λύτρωσιν ἔρχεται Χριστός, διὰ Βαπτίσματος, παρασχεῖν πᾶσι πιστοῖς· ἐν τούτῳ τὸν Ἀδὰμ καθαίρει γάρ, τὸν πεπτωκότα ὑψοῖ, τὸν ῥίψαντα Τύραννον αἰσχύνει, τοὺς οὐρανοὺς ἀνοίγει, Πνεῦμα θεῖον καθέλκει, καὶ τῆς ἀφθαρσίας, τὴν μέθεξιν δωρεῖται.Πέπαυται πλάνη τοῦ ἐχθροῦ· φωνὴ βοῶντος γάρ, ἐν ἐρήμῳ τὴν ὁδόν, Κυρίου κράζει εὐτρεπίσατε, καὶ πάσας τρίβους αὐτοῦ, εὐθείας ποιήσατε προστάττει· φάραγξ ἡ ταπεινὴ γάρ, φύσις βροτῶν ὑψοῦται· ὂρος καὶ βουνὸς δέ, δυσμενῶν ταπεινοῦνται.Ὢ παραδόξων δωρεῶν! ὢ θείας χάριτος, καὶ ἀφράστου ἀνοχῆς! Ἰδοὺ γὰρ ὕδατι καθαίρει με, πυρὶ φωτίζει με, καὶ Πνεύματι θείῳ τελειοῖ με, ὁ Πλάστης καὶ Δεσπότης, νῦν ἐν τῷ Ἰορδάνῃ, τὴν ἐμὴν φορέσας φύσιν ἀναμαρτήτως.
ᾨδὴ θ'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Μὴ ἐποδύρεσθε μάτην, ἀπογνώσεως βρόχοις, ἀποπνιγόμενοι βροτοί, ὑπεύθυνοι κακῶν, ἀλλ' ἐν κατανύξει ψυχῆς προσέλθωμεν, τῷ καθαίροντι πάντας, ὡς μόνῳ καθαρῶ, καὶ διδόντι συγγνώμην διὰ Βαπτίσματος».Ἐπὶ τῷ ξένῳ σου τόκῳ, τὸ πρὶν ἐκ τῆς Παρθένου, ὑπερφυῶς ἐθαυμαστώθης, Λόγε τοῦ Θεοῦ, νῦν δὲ μεγαλύνῃ, μέγα Μυστήριον, ἐκτελῶν παραδόξως, μεθέξει τῇ σεπτῇ, Κολυμβήθραν πολύτεκνον θείῳ Πνεύματι.Γῆ ἡγιάσθη Γεννήσει, τῇ ἁγίᾳ σου Λόγε, διηγουμένων οὐρανῶν, σὺν ἄστροις δόξαν σήν, νῦν δὲ τῶν ὑδάτων φύσις εὐλόγηται, σοῦ σαρκὶ βαπτισθέντος, καὶ γένος γηγενῶν, πρὸς τὴν πρὶν ἐπανῆλθεν αὖθις εὐγένειαν.Ἀγαλλιάσθω Γῆ πᾶσα· Οὐρανὸς εὐφραινέσθω· Κόσμος σκιρτάτω· Ποταμοί, κροτείτωσαν χειρί, αἱ Πηγαὶ καὶ Λίμναι, Ἄβυσσοι θάλασσαι, συγχαιρέτωσαν· ἣκει Χριστὸς γὰρ τὸν Ἀδάμ, ἐκκαθᾶραι καὶ σῶσαι θείῳ Βαπτίσματι.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα
Ἦχος α'
Χορὸς Ἀγγελικὸς ΤΟ ΑΚΟΥΤΕ
Εὐφραίνου ποταμέ, Ἰορδάνη· ἐν σοὶ γάρ, ὁ πάντων Ποιητής, παραγίνεται θέλων, τὸ Βάπτισμα εἰσδέξασθαι, ὑπὸ δούλου ὡς εὔσπλαγχνος, τέρπου χόρευε, Ἀδὰμ καὶ Εὒα προμῆτορ· ἐπεδήμησεν, ἡ ἀπολύτρωσις πάντων, Θεὸς ὁ ὑπεραγαθός.Δόξα... Καὶ νῦν... ὅμοιονΧειμάρρους τῆς τρυφῆς, ὁ Δεσπότης ὑπάρχων, προέρχεται ῥοαῖς, ποταμοῦ βαπτισθῆναι, ποτίσαι βουλόμενος, ἀφθαρσίας με νάματα, ὃν θεώμενος, ὁ Ἰωάννης ἐβόα· Πῶς τὴν χεῖρά μου, τῇ κορυφῇ σου ἐκτείνω, ἣν τρέμει τὰ σύμπαντα;
Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα
Ἦχος γ'
Τὴν ὡραιότητα ΤΟ ΑΚΟΥΤΕ
Τὸν ἀκατάληπτον, σάρκα πτωχεύσαντα, καὶ πρὸς τὸ Βάπτισμα, παραγενόμενον, καὶ τὴν ἀνάπλασιν ἡμῶν, ἐν αὐτῷ ἐργαζόμενον, ἅπαντες ὑμνήσωμεν, ὡς Θεὸν πολυέλεον, καὶ τὴν συγκατάβασιν, τὴν αὐτοῦ μεγαλύνωμεν, βοῶντες εὐχαρίστῳ καρδίᾳ. Δόξα Χριστὲ τῇ ἐπιφανείᾳ σου.Δόξα... Καὶ νῦν... ὅμοιονἈδὰμ τὴν γύμνωσιν, ἐνδύων εὔσπλαγχνε, καταστολὴν δόξης, μέλλεις γυμνοῦσθαι σαρκί, ἐν Ἰορδάνῃ ποταμῷ, ὢ θαύματος παραδόξου! πῶς, σε ὑποδέξεται, ὕδωρ Δεσπότα Κύριε, ὕδασι στεγάζοντα, ὑπερῷα ὡς γέγραπται; ὑμνοῦμεν Ἰησοῦ εὐεργέτα, πάντες τὴν σὴν ἐπιφάνειαν.
Προεόρτιος, οὗ ἡ Ἀκροστιχίς.Κανὼν ὁ Προεόρτιος ΠοίημαἸωσὴφ.ᾨδὴ α'
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Πικρᾶς δουλείας ῥυσθείς, Ἰσραήλ, τὴν ἄβατον διῆλθεν ὡς ἤπειρον· ἐχθρὸν δὲ ὁρῶν ποντούμενον, ὕμνον ἐν εὐφροσύνῃ, ᾄδει Θεῷ, τῷ τερατουργοῦντι βραχίονι ὑψηλῷ· Ὅτι δεδόξασται».Χριστὸς μολεῖ πρὸς τὸ βάπτισμα. Χριστὸς πρός, Ἰορδάνην ἐφίσταται. Χριστὸς τάς ἡμῶν ἐν ὕδασι, θάπτει νῦν ἁμαρτίας, ὡς ἀγαθός, ἐν ἀγαλλιάσει, ἀνυμνήσωμεν αὐτόν· Ὅτι δεδόξασται.Ῥανάτωσαν εὐφραινόμεναι, νεφέλαι εὐφροσύνην αἰώνιον, Χριστὸς Ἰησοῦς προέρχεται, νάμασιν Ἰορδάνου, τοὺς ποταμούς, τῶν ἁμαρτημάτων, κατακλύσαι φωτισμὸν πᾶσι δωρούμενος.Ἰδοὺ τὸ φῶς ἐπιφαίνεται, ἰδοὺ ὁ ἱλασμὸς ἀναδείκνυται, ἰδοὺ ὁ Σωτὴρ ἐφίσταται, λάμψαι τοῖς ἐν τῷ σκότει, θείας αὐγάς, τοῦτον διανοίαις, καθαραῖς χαρμονικῶς ὑποδεξώμεθα.
Κανών β', ᾨδὴ α', τῆς Ὁσίας
Ἦχος β'
Δεῦτε λαοὶ ΤΟ ΑΚΟΥΤΕ
Στέψαι τὴν σήν, ᾄσμασι μνήμην προῄρημαι, σοὶ πεποιθὼς ὁ ἄμουσος, καὶ ὅλος ἄναγνος, ἀλλὰ δίδου μοι λόγον, σοφίας καὶ ἁγνείας, σαῖς παρακλήσεσιν.Ὅλον τὸν νοῦν, πρὸς θεῖον ὕψος ἐπάρασα, καὶ τῶν χρηστῶν τὴν ἄβυσσον, καὶ ἀπολαύσεων, ἐπιγνοῦσα τὸ χρῆμα, ἁπάντων ἀπανέστης, τῶν προσηκόντων σοι.Νοῦν πρὸς Θεόν, ἀναπτεροῦσα τὸν ὕψιστον, σῶμα τὸ σὸν ἡλούμενον, εἰς τὰ χαμαίζηλα, ἐγκρατείᾳ καὶ πόνοις, ἐκούφιζες ποθοῦσα, βαρεῖαν εὔκλειαν.ΘεοτοκίονΜείνας ὃ ἦν, καὶ σαρκωθεὶς ἐκ νηδύος σου, ὃ ἦμεν ἐδωρήσατο, ἡμῖν τὸ πρότερον, ἐκ χοὸς γεγονόσι, ῥυσάμενος πταισμάτων, Θεογεννήτρια.
Κανών γ', ᾨδὴ α', τῶν Μαρτύρων
Ἦχος βαρὺς
ᾌσωμεν τῷ Κυρίῳ ΤΟ ΑΚΟΥΤΕ
Δεῦτε πιστοὶ συμφώνως, ἑορτάσωμεν τὴν ὑπερένδοξον, μνήμην τῶν Ἀθλοφόρων, ἐν ᾠδαῖς πνευματικαῖς, δοξολογοῦντες Χριστόν.Οἱ Ἀθλοφόροι Χριστοῦ, καὶ τῆς Πίστεως στερροὶ ὑπέρμαχοι, κατὰ τῆς ἀσεβείας, ὁπλισάμενοι στερρῶς ἐχθροὺς ἐνίκησαν.Ὁ ἀσεβὴς διώκτης, καὶ τῆς πίστεως Χριστοῦ ἀλλότριος, κατὰ τῶν ἀθλοφόρων, ἐμμανεὶς ὁ δυσσεβής, πίστει κατήργηται.ΘεοτοκίονΤὴν ποίμνην ἣν ἐκτήσω, Θεογεννήτρια ταύτην περίσῳζε, ἀπὸ πάσης ἀνάγκης, δυσωποῦσα τὸν Σωτῆρα, καὶ Θεὸν ἡμῶν.
Κανών α', ᾨδὴ γ', ὁ Προεόρτιος
Ἦχος α'
Τῷ πρὸ τῶν αἰώνων ΤΟ ΑΚΟΥΤΕ
«Μὴ ἐν τῇ σοφίᾳ, καὶ τῷ πλούτῳ καυχάσθω θνητὸς τῷ αὐτοῦ, ἀλλὰ ἐν τῇ πίστει τοῦ Κυρίου, ὀρθοδόξως κραυγάζων, Χριστῷ τῷ Θεῷ καὶ μέλπων ἀεί· Ἐπὶ τὴν πέτραν τῶν σῶν ἐντολῶν, στήριξόν με Δέσποτα».Ὁ πρὸ τῶν αἰώνων, συνεδρεύων Πατρὶ καὶ τῷ Πνεύματι, νῦν ἐπ' ἐσχάτων ἐκ Παρθένου, σαρκωθεὶς καθὼς οἶδε, Χριστὸς μολεῖ πρὸς τὸ Βάπτισμα, ἀθανασίαν τῷ θείῳ λουτρῷ, πᾶσι παρεχόμενος.Ὕδατι ἐνθάψαι, τάς ἡμῶν ἁμαρτίας βουλόμενος, τοῦ Ἰορδάνου ἐν τοῖς ῥείθροις, διὰ σπλάγχνα ἐλέους, Χριστὸς ὁ Θεὸς προέρχεται, καὶ ἀναπλάττει φθαρέντας ἡμᾶς, διὰ τοῦ Βαπτίσματος.Γύμνωσιν αἰσχίστην, περιστέλλων Ἀδὰμ τοῦ προπάτορος, ἀπογυμνοῦσαι ἑκουσίως, καὶ ῥοαῖς Ἰορδάνου, σαυτὸν περιστέλλεις ὕδασι, τὰ ὑπερῷα στεγάζων Χριστέ, μόνε πολυέλεε.
Κανών β', ᾨδὴ γ', τῆς Ὁσίας
Ἦχος β'
Στερέωσον ἡμᾶς ἐν σοί ΤΟ ΑΚΟΥΤΕ
Ἐφείσω τῆς σαρκὸς πολλοῖς ἐν τραύμασιν, οὐδόλως ἀσχέτως πιεζομένης, πρὸς τοὺς πόνους τῆς ἀσκήσεως, ὁ πειράζων ἐν οἷς ἐναπεκρούετο.Πορείαν τὴν στενὴν ζωῆς τὴν πρόξενον, ἀφθάρτου καὶ θείας σὺ ᾑρετίσω, τὴν πλατεῖαν καταπτύσασα, ἧς οὐδὲν χεῖρον ὄντως τῷ νοῦν ἔχοντι.Ζεούσης παρειὰς τὸ ἄνθος ἔφυγες, τῇ τήξει καὶ πόνοις τῆς ἐγκρατείας, καὶ τὸ φλέγον τῶν ὀμμάτων σου, τῶν δακρύων κρουνοῖς ἐναπεσβέννυτο.ΘεοτοκίονὉ Λόγος σαρκωθεὶς ἐκ σοῦ Πανάμωμε, τὴν σάρκα τοῦ ῥύπου θέλων ἐκπλῦναι, ὑποδείγματι καθάρσεως, ἀρρυπώτου τοῖς ὕδασι βαπτίζεται.
Κανών γ', ᾨδὴ γ', τῶν Μαρτύρων
Ἦχος βαρὺς
Ἐστερεώθη ἡ καρδία μου ΤΟ ΑΚΟΥΤΕ
Τῆς εὐσεβείας καὶ τῆς πίστεως τοὺς προστάτας, τοὺς θείους ἀθλοφόρους εὐφημήσωμεν, Θεόπεμπτον καὶ Θεωνᾶν τὸν ἀοίδιμον.Κανὼν καὶ τύπος καὶ ὑπόδειγμα φανέντες, οἱ Χριστοῦ Μεγαλομάρτυρες, τῶν Ἁγίων γεγόνασιν, ὁδηγοὶ πρὸς τὴν ἄθλησιν.Ζηλοῦντες τούτων τὴν ἐνάρετον πολιτείαν, οἱ Μάρτυρες ὁμαδὸν ἐπὶ τοῦ βήματος, παρεστῶτες ἐκραύγαζον· Χριστιανοί ἐσμεν ἅπαντες.ΘεοτοκίονἘτέχθης ἐκ Παρθένου ἀνερμηνεύτως, ἐφάνης ὡς ηὐδόκησας φιλάνθρωπε, καὶ τὸν κόσμον ἀνεκαίνισας Κύριε.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ἐστερεώθη ἡ καρδία μου ἐν Κυρίῳ, ὑψώθη κέρας μου ἐν Θεῷ μου, καὶ ἐπλατύνθη ἐπ᾽ ἐχθρούς μου τὸ στόμα μου».
Κάθισμα τῆς Ὁσίας
Ἦχος πλ. α'
Τὸν συνάναρχον ΤΟ ΑΚΟΥΤΕ
Ἀσκητῶν ὑπερβᾶσα σὺ τὸ φερέπονον, ἐν οὐρανοῖς ἀπολαύεις διαφερούσης μονῆς, καὶ τῆς κρείττονος αἴγλης ἀναπεπλήρωσαι, ὅτι κατ' ἄνδρας τὴν σκληράν, διοδεύσασα ὁδόν, νενίκηκας τὰ παρόντα, καὶ Ἀγγέλοις καθωμοιώθης, καὶ νῦν τῆς δόξης συμμετέχεις αὐτῶν.Δόξα... Τῶν ΜαρτύρωνἮχος α' Τὸν τάφον σου Σωτὴρ ΤΟ ΑΚΟΥΤΕΘεόπεμπτος ὀφθείς, Ἱεράρχης τῶν κάτω, ἐφάνη ταῖς ποιναῖς Ἱεράρχης τῶν ἄνω. Τυράννων προστάγματος, παρακούσας αἰκίζεται, ἀγαλλόμενος, ἀναβοῶν. Σέβω μόνον, τὸν ἐνθάψαντα, τοῦ Ἰορδάνου τοῖς ῥείθροις, βροτῶν παραπτώματα.Καὶ νῦν... Προεόρτιον, ὅμοιονὉ μέγας ὑετός, πρὸς ποτάμια ῥεῖθρα, προέρχεται σαρκί, βαπτισθῆναι θελήσας, πρὸς ὃν ὁ θεῖος Πρόδρομος, ἐκθαμβούμενος ἔλεγε· Πῶς βαπτίσω σε, ῥύπον μὴ ἔχοντα ὅλως; πῶς ἐκτείνω μου, τὴν δεξιὰν ἐπὶ κάραν, ἣν τρέμει τὰ σύμπαντα;
Κανών α', ᾨδὴ δ', ὁ Προεόρτιος
Ἦχος α'
Ῥάβδος ἐκ τῆς ῥίζης ΤΟ ΑΚΟΥΤΕ
«Ἀκήκοε πάλαι Ἀββακούμ, Χριστέ σου ὁ θαυμάσιος, τὴν ἀκοὴν καὶ φόβῳ ἔκραζεν. Ἀπὸ Θαιμὰν ὁ Θεός, ἥξει καὶ ὁ Ἅγιος, ὂρους ἐκ δασέος κατασκίου, τοῦ σῶσαι σοῦ τοὺς Χριστούς· Δόξα τῇ δυνάμει σου Κύριε».Ὕδωρ ἀπαντλήσατε ζωῆς· ἰδοὺ νῦν παραγέγονεν, ὁ τῆς εἰρήνης Ποταμὸς ἀληθῶς, ξηρᾶναι τὰ θολερά, ἀπιστίας ὕδατα, καὶ τὸν φωτισμὸν ἀναπηγάσαι, τοῖς μελῳδοῦσιν αὐτῷ. Δόξα τῇ δυνάμει σου Κύριε.Εὐφράνθητι ἔρημος τὸ πρίν, διψῶσα φύσις ἅπασα, ἡ τῶν ἀνθρώπων, νῦν ἐπέφανε, χειμάρρους ὁ τῆς τρυφῆς, Ἰορδάνου νάμασι, λύων τὸν αὐχμὸν τῆς ἁμαρτίας, ᾧ μελῳδοῦμεν πιστῶς· Δόξα τῇ δυνάμει σου Κύριε.Βοῶντος φωνὴ προφητικῶς, ἐρήμοις περιήχησε, ταῖς διανοίαις. Ἑτοιμάσατε, ὁδοὺς εὐθείας Χριστῷ, ἐρχομένῳ λέγουσα, ὅπως βαπτισμῷ ἀναχωνεύσῃ, παλαιωθέντας ἡμᾶς, λύων τὴν ἀρχαίαν ἀπόφασιν.
Κανών β', ᾨδὴ δ', τῆς Ὁσίας
Ἦχος β'
Ἐλήλυθας, ἐκ Παρθένου ΤΟ ΑΚΟΥΤΕ
Σὺ σώματος, διαφέρουσα κάλλεσι γέγονας, τοῖς πολλοῖς παραίτιος, οὐκ εὐτυχούσης ὁράσεως· ὅθεν ἀφανίσασα σαυτήν, μετέσχες θείας ὡραιότητος.Ὑπέμεινας, ὡς Ἰὼβ τὴν τοῦ σώματος κάκωσιν, οὐ προῆκας λόγιον, τὴν τελευτὴν ἐπισπώμενον, χρόνῳ καὶ τῇ φύσει δέ, εἴξασα, θείαν ἀπῆρας πρὸς κατοίκησιν.Μεμόνωσαι, συγγενῶν καὶ γονέων καὶ κτήσεως, τὸν Χριστὸν μονώτατον, ἐπαγομένη τὸν ἄσυλον, πλοῦτον καὶ ἀδάπανον, μεθ᾽ οὗ τῆς ἄνωθεν δόξης ὤφθης μέτοχος.ΘεοτοκίονὉ τόκος σου, τὸν Ἀδὰμ τῆς φθορᾶς ἐλυτρώσατο, φθορᾶς βροτεργάτιδος, ἄνευ καὶ γὰρ ὑπὲρ ἄνθρωπον, γέγονεν ἡ σύλληψις· διὸ φθορᾶς τῶν κακῶν με, Κόρη λύτρωσαι.
Κανών γ', ᾨδὴ δ', τῶν Μαρτύρων
Ἦχος βαρὺς
Εἰσακήκοα τὴν ἀκοὴν ΤΟ ΑΚΟΥΤΕ
Πᾶσαν ἤρδευσαν τὴν οἰκουμένην, λόγοις ἐνθέοις, οἱ Χριστοῦ Μεγαλομάρτυρες, καὶ πλάνην κατήργησαν.Πλοῦτον ἄσυλον ἐφεῦρον, ὄντως οἱ Ἀθλοφόροι, πλοῦτον καὶ δόξαν λαμπρότητα, τῶν ἐπὶ γῆς δὲ κατέπτυσαν.Θωρακισάμενοι οἱ Ἀθλοφόροι, Χριστοῦ τῷ ὅπλῳ, τοῦ τυράννου τὴν ὠμότητα, ἐν τούτῳ πᾶσαν κατέβαλον.ΘεοτοκίονΜήτηρ ἄχραντε εὐλογημένη, Ἁγνὴ Παρθένε, τοὺς ὑμνοῦντας σε περίσῳζε, ἀπὸ πάσης περιστάσεως.
Κανών α', ᾨδὴ ε', ὁ Προεόρτιος
Ἦχος α'
Θεὸς ὢν εἰρήνης ΤΟ ΑΚΟΥΤΕ
«Τὸ φῶς τὸ ἄδυτον, λάμψον Χριστέ, ταῖς καρδίαις τῶν πίστει ὑμνούντων σε, εἰρήνην σου δωρούμενος, ἡμῖν τὴν ὑπὲρ νοῦν· ὅπως ἐξ ἀγνωσίας, νυκτὸς πρὸς τὴν ἡμέραν, τῶν ἐντολῶν σου τρέχοντες, δοξολογῶμέν σε φιλάνθρωπε».Εἰρήνης ὑπάρχων, Χριστὲ Βασιλεύς, τὸ τῆς ἔχθρας μεσότοιχον ἔλυσας, σαρκὸς ἐν ὁμοιώματι, φανεὶς ἐπὶ τῆς γῆς· ὅθεν τὴν ἔλευσίν σου, ἰδὼν ὁ Ἰωάννης, κατεπλήττετο φόβῳ, χειροθετεῖν σε κελευόμενος.Δρακόντων τάς κάρας, συντρίψαι Χριστός, ἐπειγόμενος νῦν παραγίνεται, τοῖς ὕδασι καὶ τρέμοντι, βοᾷ τῷ Βαπτιστῇ. Ἔκτεινόν σου τὴν χεῖρα, καὶ ἅψαι κορυφῆς μου, καὶ δειλίαν ἀπόθου, ἐπιτελῶν τὸ προσταττόμενον.Ἐδήλου Προφήτης, τὴν χάριν ποτέ, τοῦ Βαπτίσματος θείῳ ἐν Πνεύματι πατάξας Ἰορδάνια, τὰ ῥεῖθρα μηλωτῇ, ἅτινα διῃρέθη, ἡμῖν ὀδοποιοῦντα, ἀναγέννησιν θείαν, τοῦ ἐν αὐτοῖς ἐπιφανέντος Χριστοῦ.
Κανών β', ᾨδὴ ε', τῆς Ὁσίας
Ἦχος β'
Ὁ τοῦ φωτὸς χορηγὸς ΤΟ ΑΚΟΥΤΕ
Ναὸς γεγένησαι, τοῦ ἐνοικοῦντος ἐν ἁγνοῖς πνεύμασι, Λόγου σοφή· ἐφαίδρυνας σὺ γάρ, ἀσκήσεως πολλοῖς, ἐν πόνοις ψυχῆς σου, τὸ κάλλος πανένδοξε.Σάρκα ἐνέκρωσας, φοινισσομένην φυσικῇ χάριτι, πόνοις πολλοῖς φαιδρύνουσα μᾶλλον φωτὶ τῶν ἀρετῶν, ψυχῆς τὴν εἰκόνα, φαιδρῶς καταλάμπουσαν.Ὕλην τοῦ σώματος, τῷ τῆς ψυχῆς σου πρὸς Χριστὸν ἔρωτι, φλέξασα σύ, τανῦν τοῖς ἀΰλοις, ἀΰλως ἀληθῶς, Ἀγγέλοις συγχαίρεις, Θεὸν κατοπτεύουσα.ΘεοτοκίονΚάρας συνέθλασεν, ἡ κεφαλὴ τῶν εὐσεβῶν Πάναγνε, ῥείθροις τανῦν, τῶν ἐμφωλευόντων, δρακόντων ὁ τεχθείς, ἐκ τῆς σῆς νηδύος, σπορᾶς ὄντως ἂνευθεν.
Κανών γ', ᾨδὴ ε', τῶν Μαρτύρων
Ἦχος βαρὺς
Οἱ ὀρθρίζοντες Λόγε ΤΟ ΑΚΟΥΤΕ
Οἱ σοφοὶ Ἀθλοφόροι, τῆς πίστεως ὁπλῖται, τάς βασάνους γενναίως, ἐχθρῶν τῶν παρανόμων, νικήσαντες ὁμοῦ, στεφάνους ἐδέξαντο.Οὐ θωπεία, οὐ πλάνη, οὐ δόξα τῶν γηΐνων, ἠδυνήθη ἐκκόψαι, τῆς πίστεως τὸν δρόμον, ὑμῶν τῶν Ἀθλητῶν· διὸ ἀγάλλεσθε.Παρεστῶτες τῷ θρόνῳ, τῆς δόξης τοῦ Κυρίου, μετ᾽ Ἀγγέλων ἀπαύστως, πρεσβεύσατε δοθῆναι, πταισμάτων ἱλασμόν, τοῖς πίστει ὑμνοῦσιν ὑμᾶς.ΘεοτοκίονΠαναγία Παρθένε, ἡ Κεχαριτωμένη, ἡ τεκοῦσα ἐν χρόνῳ, τὸν Λόγον ὑπὲρ λόγον, δυσώπησον αὐτόν, σῶσαι τάς ψυχὰς ἡμῶν.
Κανών α', ᾨδὴ ς', ὁ Προεόρτιος
Ἦχος α'
Σπλάγχνων Ἰωνᾶν ΤΟ ΑΚΟΥΤΕ
«Ὅλος ἐκ παθῶν, ἀμέτρων συνέχομαι, καὶ κήτει κακῶν συγκαταπέπομαι· ἀλλ' ἀνάγαγε ἐκ φθορᾶς ὁ Θεὸς με ὡς πρὶν Ἰωνᾶν, καὶ πίστει τὴν ἀπάθειάν μοι δώρησαι, ὅπως ἐν φωνῇ αἰνέσεως, ἀληθείας τε πνεύματι θύσω σοι».Σπλάγχνα οἰκτιρμῶν, Χριστὸς ἐνδεικνύμενος, ἐν δούλου μορφῇ ὁ ἀναλλοίωτος, παραγίνεται, πρὸς τὸν δοῦλον αἰτούμενος Βάπτισμα, τῆς δουλείας ἀφαρπάζων τὸ ἀνθρώπινον, οὗπερ ἐκπλαγεὶς τὴν ἔλευσιν, δειλιᾷ καὶ τῷ φόβῳ συστέλλεται.Πῶς σε ποταμοῦ, ῥοαὶ ὑποδέξωνται, τὸ ἄστεκτον πῦρ νῦν ἀφικόμενον; πῶς τὴν γύμνωσιν, ἐπουράνιοι βλέψωσιν Ἄγγελοι; πῶς τὴν χεῖρα Ἰωάννης ἐπεκτείνῃ σοι, Λόγε τοῦ Θεοῦ προάναρχε, τῷ αὐτὸν ἀπὸ γῆς διαπλάσαντι;Θάλασσα διχῇ, φυγοῦσα ἐδήλωσε, τοῦ νέου λαοῦ θείαν διάβασιν, ἣν εἰργάσατο, ποταμῷ τῇ σαρκὶ ἀφικόμενος, ὁ ἐκ πέτρας παραδόξως βλύσας νάματα, τοῦτον, ὡς Θεὸν δοξάσωμεν, τὴν ἡμῶν συντριβὴν ἀναπλάσαντα.
Κανών β', ᾨδὴ ς', τῆς Ὁσίας
Ἦχος β'
Ἐν ἀβύσσῳ πταισμάτων ΤΟ ΑΚΟΥΤΕ
Λαμπρυνθεῖσα τῇ αἴγλῃ τοῦ Πνεύματος, πᾶσαν τὴν ἀπόλαυσιν ἀπεσκοράκισας, τῶν σαρκικῶν ὀρέξεων· τῶν καλῶν γὰρ ἐτρώθης τῷ ἔρωτι.Ἤστραψέ σου φωσφόρου τὴν σήμερον, μνήμη τηλαυγέστερον καταφωτίζουσα, τὴν τῶν ψυχῶν σκοτόμαιναν, Μοναχῶν Ἀσκουσῶν ἐγκαλλώπισμα.Τὸ σεμνὸν τῆς ἁγνείας ἐτήρησας, στέργουσα, τὸν θάλαμον τὸν ἀδιάφθορον· τοῦ γὰρ Χριστοῦ τῷ ἔρωτι, ἐπυρώθης τοῦ ξένου νυμφίου σου.ΘεοτοκίονἽνα δόξης πλησθῶμεν ἐλήλυθεν, ἄδοξον εἰς ἄνθρωπον δόξης ὁ Κύριος· ὡς γὰρ βροτὸς ῥυπτόμενος, σὸς Υἱὸς τοὺς ἀνθρώπους ἐδόξασεν.
Κανών γ', ᾨδὴ ς', τῶν Μαρτύρων
Ἦχος βαρὺς
Ο Ἰωνᾶς ἐκ κοιλίας ΤΟ ΑΚΟΥΤΕ
Κατήργησαν τῶν εἰδώλων τὴν πλάνην, οἱ Μάρτυρες ἐν σταδίῳ ἀθλοῦντες, καὶ ἀσέβειαν πᾶσαν, ἐξηφάνισαν ἐκ γῆς, τῇ ἀθλήσει αὐτῶν.Παρέστησεν ὁ ἐχθρὸς καὶ διώκτης, τῆς πίστεως τοὺς αὐτοῦ ὑπηρέτας, ξιφήρεις ὥσπερ ἄρνας, ἀνελεῖν ἡμᾶς πικρῶς, Μάρτυρες ἔνδοξοι.Ὡς εἴδετε ὁ χορὸς τῶν Ἁγίων, τοὺς τυράννους ἐνωπλισμένους τῷ ξίφει, ἀδειλάνδρως ἐβοᾶτε. Στρατιῶται τοῦ Χριστοῦ, πέλομεν ὦ δικασταί.ΘεοτοκίονὋν ἔτεκες Θεοτόκε ἀνερμηνεύτως, Θεὸν ἡμῶν δυσωποῦσα μὴ παύσῃ, ῥυσθῆναι ἐκ κινδύνων, τοὺς ὑμνοῦντας σε Ἁγνὴ ἀειπάρθενε.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ὁ Ἰωνᾶς ἐκ κοιλίας ᾅδου ἐβόα· Ἀνάγαγε ἐκ φθορᾶς τὴν ζωήν μου· ἡμεῖς δὲ σοι βοῶμεν, Παντοδύναμε Σωτήρ, ἐλέησον ἡμᾶς».
Κοντάκιον
Ἦχος δ'
Ἐπεφάνης σήμερον ΤΟ ΑΚΟΥΤΕ
Ἐν τοῖς ῥείθροις σήμερον τοῦ Ἰορδάνου, γεγονὼς ὁ Κύριος, τῷ Ἰωάννῃ ἐκβοᾷ. Μὴ δειλιάσῃς βαπτίσαι με· σῶσαι γὰρ ἥκω, Ἀδὰμ τὸν πρωτόπλαστον.
Ὁ Οἶκος
Οὐκ ἀπαιτῶ σε, Βαπτιστά, τοὺς ὅρους ὑπερβῆναι· οὐ λέγω σοι· Εἰπέ μοι, ἃ λέγεις τοῖς ἀνόμοις, καὶ παραινεῖς ἁμαρτωλοῖς, μόνον βάπτισόν με σιωπῶν, καὶ προσδοκῶν τὰ ἀπὸ τοῦ Βαπτίσματος· ἕξεις γὰρ διὰ τούτων ἀξίωμα, ὅπερ οὐχ ὑπῆρξε τοῖς Ἀγγέλοις, καὶ γὰρ πάντων τῶν Προφητῶν μείζονά σε ποιήσω, ἐκείνων μὲν οὐδεὶς σαφῶς με κατεῖδεν, ἀλλ᾽ ἐν τύποις καὶ ἐν σκιαῖς καὶ ἐνυπνίοις, σὺ δέ, ἐπὶ σοῦ ἱστάμενον κατὰ γνώμην· σῶσαι γὰρ ἥκω, Ἀδὰμ τὸν πρωτοπλαστον.
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ Ε' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων Θεοπέμπτου καὶ Θεωνᾶ.ΣτίχοιὍπως τελευτᾷ Θεόπεμπτος, εἰπάτω.Ἀθλῶν τελευτῶ, τὴν κάραν τμηθεὶς ξίφει.Ἒθεντὸ μ,᾽ ἐκραύγαζε τοῦ Ψαλτηρίου,Λάκκῳ, Θεωνᾶς Μάρτυς, ἐν κατωτάτῳ.Πέμπτῃ ἐκ ξίφεος λίπε τὸν δὲ βίον Θεόπεμπτος.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Συγκλητικῆς.ΣτίχοιΣυγκλητικὴ λιποῦσα δουλείαν βίου,Κλητοῖς Θεοῦ σύνεστι δούλοις ἐν πόλῳ.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Γρηγορίου, τοῦ ἐν Ἀκρίτᾳ.ΣτίχοιὉ Γρηγόριος ἀρεταῖς λάμψας μέγα,Λαμπρῶς μεταστάς, καὶ μέγα πλουτεῖ κλέος.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Φωστηρίου.Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Σάϊς, ἐν θαλάσσῃ βληθείς, τελειοῦται.ΣτίχοιἮλθον θαλάσσῃ εἰς βάθη, λέγει Σάϊς,Φυγὼν τὰ ποντίζοντα τῆς πλάνης βάθη.Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Θεόειδος ὑπὸ δημίων πατούμενος τελειοῦται.ΣτίχοιΠόδες πατοῦντες σαρκίον Θεοείδου,Ψυχὴν ἀποθλίβουσι ληνῷ τοῦ πόλου.Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ὁσία Δομνίνα ἐν εἰρήνῃ τελειοῦται.ΣτίχοιΧαρίζεταί σοι τὴν ἄνω κληρουχίαν,Δομνίνα, σαρκὸς ἡ κάτω κακουχία.Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ὁσία Τατιανὴ ἐν εἰρήνῃ τελειοῦται.ΣτίχοιΤατιανὴ τακεῖσα νηστείαις πάλαι,Νῦν Ἀγγέλοις σύνεστι νηστείας φίλοις.Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς.
Κανών α', ᾨδὴ ζ', ὁ Προεόρτιος
Ἦχος α'
Οἱ Παῖδες εὐσεβείᾳ ΤΟ ΑΚΟΥΤΕ
Ὑπῆλθον ὡς νυμφῶνα τῆς καμίνου, τὴν φλόγα τὴν ἄσβεστον, οἱ δι᾽ εὐσέβειάν ποτε, Παῖδες Ἅγιοι δειχθέντες Θεῷ, καὶ συμφώνως μελῳδοῦντες, ὕμνον ἔψαλλον· Ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.Χριστὸς ἡ σωτηρία, ἐπεφάνη φωτισμὸν δωρούμενος, ἀγαλλιάσθω οὐρανός, αἱ νεφέλαι δὲ ῥανάτωσαν, ἀληθῶς δικαιοσύνην τοῖς κραυγάζουσιν· Ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.Ὁ πόκος ὃν προεῖδε, Γεδεὼν πλήρη λεκάνην ὕδατος, ἐναποστάξαντα σαφῶς, τὸ σὸν Βάπτισμα ἐδήλου Χριστέ, ὃ παρέξεις βαπτισθεὶς τοῖς ἀναμέλπουσιν· Ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.Ἁλσὶ τὰ ἀτεκνοῦντα, Ἐλισαῖος θεραπεύσας ὕδατα, τὴν εὐτεκνίαν τῆς σεπτῆς, Κολυμβήθρας προεικόνισεν, ἐσομένην μυστικῶς τοῖς ἀναμέλπουσιν· ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.
Κανών β', ᾨδὴ ζ', τῆς Ὁσίας
Ἦχος β'
Ἀντίθεον πρόσταγμα ΤΟ ΑΚΟΥΤΕ
Κακῶς προμηθούμενος ὁ ἐναντίος, ψυχῆς σου, τὸ εὔτονον, μαλάξαι νόσοις ᾤετο· Ἰὼβ δὲ ἐνέτυχε μαρτυρικῷ καὶ σοφῷ, πόνον ἀπεκρούσθη οὖν τῶν σῶν, ὑπομονῇ σοφῇ τιτρωσκόμενος.Ἡ σὴ νῦν προσώκειλεν ἐκ τρικυμίας, τοῦ βίου πρὸς εὔδιον, ψυχὴ λιμένα βρίθουσα, καλλίστων ἐνθέων τε, τῶν ἀγωγίμων σοφή, ἔνθα προητοίμασται τῶν σῶν, τληπαθειῶν πολλῶν ἡ ἀνάπαυλα.Σοφῶς καθωδήγησας ἐν κοινοβίῳ, τὸν τόπον τυγχάνουσα, μὴ μεταλλάττειν πώποτε· μεγάλης γὰρ πρόξενος ἡ ἀμοιβὴ πημονῆς, λόγοις τε καὶ πράξεσιν ὀνεῖν, τάς μοναζούσας ὄντως οὐκ ὤκνησας.ΘεοτοκίονὙδάτων ἡ φύσις με τῆς ἁμαρτίας, ἐκπλύνει τοῦ τόκου σου τῷ ὑπὲρ λόγον νεύματι· Θεοῦ γὰρ ἡ κάθαρσις, τοῦ Ποιητοῦ τοῦ φωτός, ῥύπτει Θεονύμφευτε πολλοῖς, τοὺς ῥυπωθέντας Κόρη ἐν πταίσμασι.
Κανών γ', ᾨδὴ ζ', τῶν Μαρτύρων
Ἦχος βαρὺς
Κάμινον καιομένην ΤΟ ΑΚΟΥΤΕ
Τέλος τοῦ Μαρτυρίου, ἐδέξασθε ὁμοῦ, τῷ ξίφει θανατούμενοι, σὺν γυναιξί, καὶ παισί, Χριστῷ βοῶντες· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.Ἠγάλλοντο οἱ Ἅγιοι, ὁρῶντες ἑαυτούς, τῷ ξίφει τελειουμένους, καὶ πίστει ἀνεκραύγαζον· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.Τῶν ἀσεβῶν τὸ φρύαγμα, ἠφάνισται ἐκ γῆς, καὶ οἱ θεοὶ πεπτώκασιν, εἰς γῆν καὶ συνετρίβησαν, τῇ τῶν Μαρτύρων ὁμολογίᾳ, καὶ θείᾳ στερρότητι.ΘεοτοκίονΠερίσῳζε τὴν ποίμνην σου, πανάχραντε Ἁγνή, ἐκ πάσης περιστάσεως, ὡς μόνη προστασία, τοῦ γένους ἡμῶν εὐλογημένη, Θεοτόκε Πανύμνητε.
Κανών α', ᾨδὴ η', ὁ Προεόρτιος
Ἦχος α'
Θαύματος ὑπερφυοῦς ΤΟ ΑΚΟΥΤΕ
«Τέρατος ὑπερφυοῦς ἔδειξε τύπον, ἡ πυρένδροσος κάμινος πάλαι· τὸ γὰρ πῦρ οὐκ ἔφλεξε νέους Παῖδας, Χριστοῦ προδηλοῦν, τὴν ἀσπόρως ἐκ Παρθένου θείαν Γέννησιν· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.Αἴνεσιν μεγαλοφώνως τῷ Δεσπότῃ, ἀναπέμψωμεν· ἦλθεν ἐφάνη, ἐπιβαίνει ὕδασι, καὶ γυμνοῦται ὁ Οὐρανόν, ταῖς νεφέλαις περιβάλλων καὶ βαπτίζεται, καθαίρων ἡμᾶς τοὺς ἀναμέλποντας· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.Δεῦτε νοερῶς πρός, Ἰορδάνην, ἀφικώμεθα θέαμα μέγα, ἐν αὐτῷ ὀψόμενοι· Ἰησοῦς γὰρ ὁ φωτισμός, παραγίνεται, καὶ δούλου ὑποκλίνεται, παλάμῃ σὺν τρόμῳ ἀναμέλποντος· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.Ἄνθραξ ὃν προεῖδεν Ἡσαΐας, ἐν τοῖς ὕδασι τοῦ Ἰορδάνου, ἀναφθεὶς συμφλέξεται ὕλην πᾶσαν ἁμαρτιῶν, καὶ παρέξει συντριβεῖσι τὴν ἀνάπλασιν· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.
Κανών β', ᾨδὴ η', τῆς Ὁσίας
Ἦχος β'
Τὸν ἐν καμίνῳ τοῦ πυρός ΤΟ ΑΚΟΥΤΕ
Σὺ Μακαρία πρὸς τὴν γῆν, τῶν πραέων ἀληθῶς φθάσαι ἐπόθεις, ἔνθα τάξεις Ἀγγέλων, Ὁσίων καὶ Ἀσκητῶν, Παρθένων οἰκοῦσιν αἰώνια, ἀνυμνολογοῦσαι, Χριστὸν εἰς τοὺς αἰῶνας.Κάλλει τῆς φύσεως πασῶν, διαφέρουσα ψυχῆς ἐπεμελήθης, ἵνα πάντα τὰ πάθη τὰ ψυχικὰ νουνεχῶς, νικήσῃς· διὸ κάλλος σώματος, σβέσασα ἀνῆψας, ἀσκήσει τὴν ψυχήν σου.Ἄγρυπον νοῦν πρὸς τὸν Θεόν, προθυμίᾳ τῆς ψυχῆς σὺ κεκτημένη, μεθοδείας τοῦ πλάνου, τοῦ σοφιστοῦ τῶν κακῶν, εἰς τέλος ἐκοίμισας Ἔνδοξε, καὶ νῦν κοιμηθεῖσα, βιοῖς εἰς τοὺς αἰῶνας.ΘεοτοκίονἈναγεννῆσαι τοὺς βροτούς, ὁ Υἱός σου βουληθεὶς πρός, Ἰορδάνην, ὥς περ ἄνθρωπος σπεύδει, Ἁγνή, δι᾽ ἄκραν στοργήν, ἀρρύπως βαπτισθῆναι ἅπαντα, ῥύπον τῆς κακίας, βυθίζων τῶν ἀνθρώπων.
Κανών γ', ᾨδὴ η', τῶν Μαρτύρων
Ἦχος βαρὺς
Τὸν μόνον ἄναρχον ΤΟ ΑΚΟΥΤΕ
Τὸν μόνον εὔσπλαγχνον, Βασιλέα τῆς δόξης, ὁμολογοῦντες, οἱ σοφοὶ Ἀθλοφόροι, ἐδέξαντο τὰ βραβεῖα τῆς νίκης, βοῶντες εὐθαρσῶς· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.Στερρῶς ἀντέστησαν, οἱ Χριστοῦ Ἀθλοφόροι πρὸς τοὺς τυράννους, ἐναθλοῦντες γενναίως, νικήσαντες τῶν εἰδώλων τὴν πλάνην, βοῶντες εὐθαρσῶς· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.Ὥσπερ ἀδάμαντες, οἱ γενναῖοι ὁπλῖται, τάς τῶν τυράννων, ἀπειλὰς καὶ βασάνους, νικήσαντες, ἐν χαρᾷ ἀνεβόων. Ὑμνεῖτε Ἱερεῖς, Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.ΘεοτοκίονΤὸν μόνον εὔσπλαγχνον, προαιώνιον Λόγον, τὸν ἐκ Παρθένου, ἐπ᾽ ἐσχάτων τεχθέντα, καὶ σώσαντα τῶν ἀνθρώπων τὸ γένος· ὑμνεῖτε Ἱερεῖς, Λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.Ὁ Εἱρμὸς«Τὸν μόνον ἄναρχον, Βασιλέα τῆς δόξης, ὃν εὐλογοῦσιν, οὐρανῶν αἱ Δυνάμεις, καὶ φρίττουσι τῶν Ἀγγέλων αἱ τάξεις, ὑμνεῖτε Ἱερεῖς, Λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».
Κανών α', ᾨδὴ θ', ὁ Προεόρτιος
Ἦχος α'
Μυστήριον ξένον ΤΟ ΑΚΟΥΤΕ
«Ἀπόρρητον τὸ τῆς Παρθένου μυστήριον· Οὐρανὸς γὰρ αὓτη, καὶ Θρόνος Χερουβικός, καὶ φωσφόρος ἀνεδείχθη Παστάς, τοῦ Θεοῦ καὶ Παντοκράτορος· αὐτὴν εὐσεβῶς, ὡς Θεοτόκον μεγαλύνομεν».Μυστήριον ξένον, ὀρῶ καὶ παράδοξον! Ἰησοῦς ἐφίσταται, θέλων πρὸς ποταμὸν Ἰορδάνην, βοῶν Ἰωάννῃ· Τὴν σὴν δεξιάν μοι φίλε δάνεισον, φρικτὰ ἐκτελοῦντι, εἰς λαοῦ μου περιποίησιν.Τὰ ἔρημα τοῦ Ἰορδάνου ἀνθείτωσαν, οἱ ἐν σκότει κείμενοι, μέγα ἐπιφανὲν ὑμῖν, φέγγος ἰδόντες σκιρτήσατε· Χριστός, Γαλιλαίᾳ ἀφικόμενος, σαρκὶ βαπτισθῆναι, ὑπὸ δούλου καταδέχεται.Εὐφράνθητι νῦν Ἰορδάνη καὶ χόρευε, ὦ Ἰωάννη σκίρτησον, πᾶσα ἡ οἰκουμένη ἀγάλλου, ἰδοὺ ἐπεφάνη Χριστός, καὶ γυμνοῦται καὶ βαπτίζεται, στολὴν περιβάλλων, ἀφθαρσίας τὸ ἀνθρώπινον.ΘεοτοκίονΣυνέλαβες δίχα φθορᾶς Παναμώμητε, τὸν ἀπερινόητον· τίκτεις δὲ ὑπὲρ φύσιν καὶ λόγον, τὸν λόγῳ τὰ πάντα σαφῶς, ὑποστήσαντα βουλήματι, αὐτὸν ὡς Θεὸν ἀεὶ δυσώπει, τοῦ σωθῆναι ἡμάς.
Κανών β', ᾨδὴ θ', τῆς Ὁσίας
Ἦχος β'
Ἀνάρχου Γεννήτορος ΤΟ ΑΚΟΥΤΕ
Λαμπρύνασα κάλλεσι, τῆς Παρθενίας Ἔνδοξε, σεαυτὴν ὡραΐζεις τοῖς διαδήμασι, τῆς ἀσκητικῆς πολιτείας· ὅθεν διπλῷ, στέφει καταστέφει, ὁ ξένος Νυμφίος σου, οὗ ἐτρώθης σὺ τῷ ἔρωτι.Ἐλπὶς οὐ κατῄσχυνε, Συγκλητικὴ σε πάνσεμνε, τῶν μελλόντων ἣν ἔσχες ἐν τῇ καρδίᾳ σου· νῦν γὰρ ἀπολαύεις τῶν πόνων, τάς ἀμοιβάς, παρὰ τοῦ Σωτῆρος, ἀνθ᾽ ὧν τῆς ἀσκήσεως, ἅπαν εἶδος ἐπετήδευσας.Ἰσχὺν καὶ κραταίωμα, σεμνὴ Χριστὸν ἐνδέδυσαι, καὶ εἰς γῆν ἀδικίαν κατεταπείνωσας, τοῦ λελαληκότος εἰς ὕψος, σὺ τὴν ὀφρύν· ὅθεν σε στεφάνῳ, τῆς νίκης ἐκόσμησεν, ὁ τῆς νίκης βραβευτής, Ἰησοῦς.ΘεοτοκίονἘν σοὶ τοῦ Προπάτορος, ἡ πτῶσις στάσιν ἔλαβε· προχωρεῖν περαιτέρω σθένος μὴ ἔχουσα, τῷ γὰρ Βαπτισμῷ τοῦ Υἱοῦ σου, ἅπαν κακόν, νῦν κατεβαπτίσθη, οὐκοῦν τὴν αἰτίαν σε, τῆς καθάρσεως γεραίρομεν.
Κανών γ', ᾨδὴ θ', τῶν Μαρτύρων
Ἦχος βαρὺς
Τὴν ὑπὲρ φύσιν Μητέρα ΤΟ ΑΚΟΥΤΕ
Καταπατήσαντες πάντας, εἰδωλολάτρας τῇ πίστει, οἱ Ἀθλοφόροι Χριστοῦ τὸν θεῖον δρόμον, ἐτέλεσαν εὐσεβῶς, καὶ τὴν πίστιν ἐκραταίωσαν.Τῶν ἐπιγείων ἁπάντων, καταφρονήσαντες πίστει, οἱ Ἀθλοφόροι Χριστοῦ ὁμοῦ προθύμως, ἀθλήσαντες ἐκ Θεοῦ, ἐκομίσαντο ἰάματα.Οἱ Ἀθλοφόροι ἀνδρείως, θωρακισάμενοι πίστει, τὸν τοῦ Κυρίου Σταυρὸν τάς παρατάξεις, καθεῖλον τάς τοῦ ἐχθροῦ, καὶ στεφάνους ἐκομίσαντο.ΘεοτοκίονἩ ἐν γαστρὶ συλλαβοῦσα, τὸν ἀπερίληπτον Λόγον, καὶ τοῦτον ἄνευ σπορᾶς ἡμῖν τεκοῦσα, ἱκέτευε ἐκτενῶς, τοῦ σωθῆναι τάς ψυχὰς ἡμῶν.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Τὴν ὑπὲρ φύσιν Μητέρα, καὶ κατὰ φύσιν Παρθένον, τὴν μόνην ἐν γυναιξὶν εὐλογημένην, ᾄσμασιν οἱ πιστοί, κατὰ χρέος μεγαλύνομεν».
Ἐξαποστειλάριον τῶν Μαρτύρων
Ἦχος γ'
Ὁ οὐρανὸν τοῖς ἄστροις ΤΟ ΑΚΟΥΤΕ
Ἰσχὺς ἐν ταῖς βασάνοις, ἐπέμφθη σοι παρὰ Θεοῦ, Θεόπεμπτε Ἱεράρχα· ἐν ᾗ πρὸς πίστιν Θεωνᾶν, συναθλητὴν ἐπεσπάσω· μεθ᾽ οὗ σε νῦν εὐφημοῦμεν.
Ἐξαποστειλάριον, Προεόρτιον
Ἦχος γ'
Ὁ οὐρανὸν τοῖς ἄστροις ΤΟ ΑΚΟΥΤΕ
Ὁ ἐκ Παρθένου λάμψας, ἐν Βηθλεὲμ σωματικῶς, πρὸς Ἰορδάνην νῦν σπεύδεις, ῥύπον ἐκπλῦναι γηγενῶν, φωταγωγῶν τοὺς ἐν σκότει, διὰ Βαπτίσματος θείου.
Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους δ΄ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.
Στιχηρὰ Προσόμοια
Ἦχος πλ. β΄
Αἱ Ἀγγελικαὶ ΤΟ ΑΚΟΥΤΕ
Τὶ ἀμφιγνοεῖς, Βαπτιστὰ οἰκονομίαν, ἣν περ ἐκτελῶ, εἰς ἁπάντων σωτηρίαν, τὰ πάλαι ἄφες ἄρτι, καὶ λογίζου τὰ πρόσφατα, πίστευε Θεῷ συγκαταβάντι, καὶ προσελθὼν ἐμοὶ ὑπούργει· Θεὸς ἦλθον γάρ, δι᾽ εὐσπλαγχνίαν τὸν Ἀδάμ, καθᾶραι τοῦ πτώματος.
Ἦχος πλ. β΄
Αἴρων τάς ἡμῶν, ἁμαρτίας ἐπὶ ὤμων, ἦλθες Ἰησοῦ, πρὸς τὰ ῥεῖθρα Ἰορδάνου, ἐγὼ δὲ δέδοικα σου, τὸ φρικτὸν τῆς ἐλεύσεως· πῶς οὖν μοι κελεύεις σε βαπτίσαι; αὐτὸς ἐμὲ καθᾶραι ἣκεις, καὶ πῶς Βάπτισμα, τὸ παρ’ ἐμοῦ ἐπιζητεῖς, τὸ πάντων καθάρσιον.
Ἦχος πλ. β΄
Φύσεως ἐμῆς, ἀκατάληπτος ὁ λόγος, δούλου δὲ μορφήν, ἐνδυσάμενος προῆλθον, ἐπὶ τὸν Ἰορδάνην, μηδαμῶς μοι ἀμφίβαλλε. Δεῦρο, μὴ φοβοῦ, προσέγγισόν μοι, τὴν δεξιὰν τῇ κορυφῇ μου, τιθεὶς βόησον· Εὐλογημένος ὁ φανείς, Θεὸς ἡμῶν δόξα σοι.
Ἦχος πλ. β΄
Ὤ τῆς ὑπὲρ νοῦν, καὶ ἀμέτρου σου πτωχείας, Λόγε τοῦ Θεοῦ! δι᾽ ἐμὲ τὸν πεπτωκότα, ἐπέγνων σε δι᾽ οἶκτον, τὸν Ἀδὰμ ἐνδυσάμενον, καὶ τοὺς ἐξ Ἀδὰμ καινοποιοῦντα, καὶ πειθαρχῶν τῇ σῇ κελεύσει, πιστῶς κράζω σοι· Εὐλογημένος ὁ φανείς, Θεὸς ἡμῶν δόξα σοι.
Δοξαστικὸν
Ἦχος πλ. β΄
Αἱ Ἀγγελικαὶ ΤΟ ΑΚΟΥΤΕ
Τρόμῳ λειτουργῶν, Ἰωάννης τῷ Δεσπότῃ, χαίρει τῇ ψυχῇ, καὶ βοᾷ μετ᾽ εὐφροσύνης. Συγχάρητέ μοι πᾶσαι, γενεαὶ τοῦ Προπάτορος· ἦλθε γὰρ ἡμῶν ἡ προσδοκία, ἐλήλυθεν ἐν Ἰορδάνῃ, Χριστὸς ἅπαντας, τῆς ἁμαρτίας τοῦ Ἀδάμ, καθᾶραι ὡς εὔσπλαγχνος.
Θεοτοκίον
Ἦχος πλ. β΄
Αἱ Ἀγγελικαὶ ΤΟ ΑΚΟΥΤΕ
ᾌσωμεν Λαοί, τῷ τεχθέντι ἐκ Παρθένου, καὶ ἐν ποταμῷ, βαπτισθέντι Ἰορδάνου, καὶ πρὸς αὐτὸν βοῶμεν, Βασιλεῦ πάσης κτίσεως, δώρησαι ἡμῖν ἀκατακρίτως, ἐν καθαρᾷ τῇ συνειδήσει, πιστῶς φθάσαι σου, καὶ τὴν ἁγίαν ἐκ νεκρῶν, τριήμερον Ἔγερσιν.
Εἰς τὸν Στίχον, ΣτιχηρὰἮχος β᾽ Οἶκος τοῦ Ἐφραθᾶ ΤΟ ΑΚΟΥΤΕἼδε ὁ Βασιλεύς, ἰδοὺ ἡ προσδοκία, τοῦ Ἰσραὴλ ἐπέστη· Λαοὶ ἀγαλλιᾶσθε, τὸ φῶς γὰρ ἐπιφαίνεται.Στίχ. Διὰ τοῦτο μνησθήσομαί σου ἐκ γῆς Ἰορδάνου καὶ Ἐρμωνιίμ.Ὦπται τοῖς ἐπὶ γῆς, μετὰ σαρκὸς τὸ θεῖον, νῦν φῶς τοῖς ἐν τῷ σκότει, ἐπέφανε καὶ πᾶσιν, ἡ χάρις ἑξανέτειλεν.Στίχ. Εἴδοσάν σε ὕδατα ὁ Θεός, εἴδοσάν σε ὕδατα καὶ ἐφοβήθησαν.Ὁ λύχνος τῷ Φωτί, ἡ αὐγὴ τῷ Ἡλίῳ, Πρόδρομος τῷ Λόγῳ, ὁ φίλος τῷ Νυμφίῳ, Προφῆτα καθυπούργησον.
Θεοτοκίον
Ἦχος πλ. δ᾽
Ἰωάννη Βαπτιστά, ὁ ἐν μήτρᾳ γνωρίσας με τὸν Ἀμνόν, ἐν ποταμῷ μοι διακόνησον, μετὰ Ἀγγέλων μοι λειτούργησον, ἐκτείνας ἅψαι τῇ χειρί σου, τῆς κορυφῆς μου τῆς ἀχράντου, καὶ ὅταν ἴδῃς τὰ ὄρη τρέμοντα, καὶ τὸν Ἰορδάνην ἐπαναστραφέντα, σὺν τούτοις βόησον· ὁ σαρκωθεὶς ἐκ Παρθένου, εἰς ἡμῶν σωτηρίαν, Κύριε δόξα σοι.
| TA ΜΗΝΑΙΑ | Ιανουάριος | 05 |
ΑΚΟΛΟΥΘΙΑ ΤΩΝ ΩΡΩΝ
ΩΡΑ ΠΡΩΤΗ
Ἱερεὺς Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα της ἀληθείας ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν ὁ θησαυρός τῶν ἀγαθῶν καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος καὶ σῶσον ἀγαθέ, τὰς ψυχὰς ἡμῶν. Ἀμήν.
Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς (ἐκ τρίτου).
Δόξα... Καὶ νῦν...
Παναγία Τριάς, ἐλέησον ἡμᾶς.
Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν.
Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν.
Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν,
ἕνεκεν του ὀνόματός σου.
Κύριε ἐλέησον (ἐκ τρίτου)
Δόξα... Καὶ νῦν...
Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ἱερεὺς Ὅτι σοῦ ἐστιν ἡ βασιλεία...
Κύριε ἐλέησον ιβ'
Δόξα... Καὶ νῦν...
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, Χριστῷ τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.
καὶ τοὺς ἑπομένους ψαλμούς.
Ψαλμὸς Ε' (5)
Τὰ ῥήματά μου ἐνώτισαι, Κύριε, σύνες τῆς κραυγῆς μου. Πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ὁ Βασιλεύς μου καὶ ὁ Θεός μου. Ὅτι πρὸς σὲ προσεύξομαι, Κύριε, τὸ πρωῒ εἰσακούσῃ τῆς φωνῆς μου. Τὸ πρωῒ παραστήσομαί σοι, καὶ ἐπόψει με, ὅτι οὐχὶ Θεὸς θέλων ἀνομίαν σὺ εἶ, οὐ παροικήσει σοι πονηρευόμενος, οὐδὲ διαμενοῦσι παράνομοι κατέναντι τῶν ὀφθαλμῶν σου. Ἐμίσησας πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν, ἀπολεῖς πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος. Ἄνδρα αἱμάτων καὶ δόλιον βδελύσσεται Κύριος. Ἐγὼ δὲ ἐν τῷ πλήθει τοῦ ἐλέους σου εἰσελεύσομαι εἰς τὸν οἶκόν σου, προσκυνήσω πρὸς ναὸν ἅγιόν σου ἐν φόβῳ σου. Κύριε, ὁδήγησόν με ἐν τῇ δικαιοσύνῃ σου ἕνεκα τῶν ἐχθρῶν μου, κατεύθυνον ἐνώπιόν σου τὴν ὁδόν μου. Ὅτι οὐκ ἔστιν ἐν τῷ στόματι αὐτῶν ἀλήθεια, ἡ καρδία αὐτῶν ματαία. Τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν, ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν· κρῖνον αὐτούς, ὁ Θεός. Ἀποπεσάτωσαν ἀπὸ τῶν διαβουλιῶν αὐτῶν, κατὰ τὸ πλῆθος τῶν ἀσεβειῶν αὐτῶν ἔξωσον αὐτούς, ὅτι παρεπίκρανάν σε, Κύριε. Καὶ εὐφρανθείησαν πάντες οἱ ἐλπίζοντες ἐπὶ σέ, εἰς αἰῶνα ἀγαλλιάσονται, καὶ κατασκηνώσεις ἐν αὐτοῖς, καὶ καυχήσονται ἐν σοὶ πάντες οἱ ἀγαπῶντες τὸ ὄνομά σου. Ὅτι σὺ εὐλογήσεις δίκαιον. Κύριε, ὡς ὅπλῳ εὐδοκίας ἐστεφάνωσας ἡμᾶς.
Ψαλμὸς ΚΒ' (22)
Κύριος ποιμαίνει με, καὶ οὐδὲν με ὑστερήσει· εἰς τόπον χλόης, ἐκεῖ με κατεσκήνωσεν. Ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέ με, τὴν ψυχήν μου ἐπέστρεψεν. Ὡδήγησέ με ἐπὶ τρίβους δικαιοσύνης, ἕνεκεν τοῦ ὀνόματος αὐτοῦ. Ἐὰν γὰρ καὶ πορευθῶ ἐν μέσῳ σκιᾶς θανάτου, οὐ φοβηθήσομαι κακά· ὅτι σὺ μετ᾿ ἐμοῦ εἶ. Ἡ ῥάβδος σου καὶ ἡ βακτηρία σου, αὗταί με παρεκάλεσαν. Ἡτοίμασας ἐνώπιόν μου τράπεζαν, ἐξ ἐναντίας τῶν θλιβόντων με. Ἑλίπανας ἐν ἐλαίῳ τὴν κεφαλήν μου, καὶ τὸ ποτήριόν σου μεθύσκον μὲ ὡσεὶ κράτιστον. Καὶ τὸ ἔλεός σου καταδιώξει με πάσας τὰς ἡμέρας τῆς ζωῆς μου. Καὶ τὸ κατοικεῖν μὲ ἐν οἴκῳ Κυρίου, εἰς μακρότητα ἡμερῶν.
Ψαλμὸς ΚΣΤ' (26)
Κύριος φωτισμός μου καὶ Σωτήρ μου, τίνα φοβηθήσομαι; Κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου, ἀπὸ τίνος δειλιάσω; Ἐν τῷ ἐγγίζειν ἐπ᾽ ἐμὲ κακοῦντας, τοῦ φαγεῖν τὰς σάρκας μου, οἱ θλίβοντές με καὶ οἱ ἐχθροί μου, αὐτοὶ ἠσθένησαν καὶ ἔπεσον. Ἐὰν παρατάξηται ἐπ᾽ ἐμὲ παρεμβολή, οὐ φοβηθήσεται ἡ καρδία μου. Ἐὰν ἐπαναστῇ ἐπ᾽ ἐμὲ πόλεμος, ἐν ταύτῃ ἐγὼ ἐλπίζω. Μίαν ᾐτησάμην παρὰ Κυρίου, ταύτην ζητήσω· τοῦ κατοικεῖν με ἐν οἴκῳ Κυρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου. Τοῦ θεωρεῖν με τὴν τερπνότητα Κυρίου, καὶ ἐπισκέπτεσθαι τὸν ναὸν τὸν ἅγιον αὐτοῦ. Ὅτι ἔκρυψέ με ἐν σκηνῇ αὐτοῦ, ἐν ἡμέρᾳ κακῶν μου ἐσκέπασέ με, ἐν ἀποκρύφῳ τῆς σκηνῆς αὐτοῦ, ἐν πέτρᾳ ὕψωσέ με· καὶ νῦν ἰδοὺ ὕψωσε κεφαλήν μου ἐπ᾽ ἐχθρούς μου. Ἐκύκλωσα, καὶ ἔθυσα ἐν τῇ σκηνὴ αὐτοῦ θυσίαν αἰνέσεως καὶ ἀλαλαγμοῦ, ᾄσω καὶ ψαλῶ τῷ Κυρίῳ. Εἰσάκουσον, Κύριε, τῆς φωνῆς μου, ἧς ἐκέκραξα· ἐλέησόν με καὶ εἰσάκουσόν μου. Σοὶ εἶπεν ἡ καρδία μου· Κύριον ζητήσω· ἐξεζήτησέ σε τὸ πρόσωπόν μου· τὸ πρόσωπόν σου, Κύριε, ζητήσω· Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾽ ἐμοῦ, καὶ μὴ ἐκκλίνῃς ἐν ὀργῇ ἀπὸ τοῦ δούλου σου. Βοηθός μου γενοῦ, μὴ ἀποσκορακίσῃς με, καὶ μὴ ἐγκαταλίπῃς με, ὁ Θεὸς ὁ Σωτήρ μου. Ὅτι ὁ πατήρ μου καὶ ἡ μήτηρ μου ἐγκατέλιπόν με, ὁ δὲ Κύριος προσελάβετό με. Νομοθέτησόν με, Κύριε, ἐν τῇ ὁδῷ σου, καὶ ὁδήγησόν με ἐν τρίβῳ εὐθείᾳ, ἕνεκα τῶν ἐχθρῶν μου. Μὴ παραδῷς με εἰς ψυχὰς θλιβόντων με. Ὅτι ἐπανέστησάν μοι μάρτυρες ἄδικοι, καὶ ἐψεύσατο ἡ ἀδικία ἑαυτῇ. Πιστεύω τοῦ ἰδεῖν τὰ ἀγαθὰ Κυρίου ἐν γῇ ζώντων. Ὑπόμεινον τὸν Κύριον, ἀνδρίζου, καὶ κραταιούσθω ἡ καρδία σου, καὶ ὑπόμεινον τὸν Κύριον.
Δόξα... Καὶ νῦν... Ἀλληλούϊα, γ' Κύριε ἐλέησον, γ'
Δόξα...
Τροπάριον
Ἀπεστρέφετο ποτέ, ὁ Ἰορδάνης ποταμός, τῇ μηλωτῇ Ἐλισαιέ, ἀναληφθέντος Ἠλιού, καὶ διῃρεῖτο τὰ ὕδατα ἔνθεν καὶ ἔνθεν· καὶ γέγονεν αὐτῷ ξηρὰ ὁδὸς ἡ ὑγρά, εἰς τύπον ἀληθῶς τοῦ Βαπτίσματος, δι᾽ οὗ ἡμεῖς τὴν ῥέουσαν, τοῦ βίου διαπερῶμεν διάβασιν, Χριστὸς ἐφάνη, ἐν Ἰορδάνῃ, ἁγιάσαι τὰ ὕδατα.
Καὶ νῦν... Θεοτοκίον
Τὶ σε καλέσωμεν, ὦ Κεχαριτωμένη; Οὐρανόν, ὅτι ἀνέτειλας τὸν Ἥλιον τῆς δικαιοσύνης· Παράδεισον, ὅτι ἐβλάστησας τὸ ἄνθος τῆς ἀφθαρσίας· Παρθένον, ὅτι ἔμεινας ἄφθορος· ἁγνὴν Μητέρα, ὅτι ἔσχες σαῖς ἁγίαις ἀγκάλαις υἱόν, τὸν πάντων Θεόν. Αὐτὸν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἶτα ψάλλομεν τὰ ἑπόμενα τρία Ἰδιόμελα, δευτεροῦντες αὐτά, τὸ πρῶτον χωρὶς Στίχων, τὸ δεύτερον μετὰ τῶν Στίχων, καὶ τὸ τρίτον εἰς τό, Δόξα, Καὶ νῦν, οὕτω ποιοῦντες καὶ εἰς τὰ ἐν ταῖς λοιπαῖς Ὥραις τοιαῦτα Τροπάρια.
Στιχηρὰ Ἰδιόμελα
Ἦχος πλ. δ'
Σήμερον τῶν ὑδάτων ἁγιάζεται ἡ φύσις· καὶ ῥήγνυται ὁ Ἰορδάνης, καὶ τῶν ἰδίων ναμάτων ἐπέχει τὸ ῥεῦμα, Δεσπότην ὁρῶν ῥυπτόμενον.
Καὶ πάλιν τὸ αὐτὸ
Στίχ. Διὰ τοῦτο μνησθήσομαί σου ἐκ γῆς Ἰορδάνου καὶ Ἐρμωνιείμ.
Ἦχος πλ. δ'
Ὡς ἄνθρωπος ἐν ποταμῷ ἦλθες Χριστὲ Βασιλεῦ, καὶ δουλικὸν Βάπτισμα λαβεῖν, σπεύδεις ἀγαθέ, ὑπὸ τῶν τοῦ Προδρόμου χειρῶν, διὰ τὰς ἁμαρτίας ἡμῶν φιλάνθρωπε.
Στίχ. Εἴδοσάν σε ὕδατα ὁ Θεός, εἴδοσάν σε ὕδατα καὶ ἐφοβήθησαν.
Καὶ πάλιν τὸ αὐτὸ
Δόξα...Ἦχος πλ. δ'
Πρὸς τὴν φωνὴν τοῦ βοῶντος ἐν τῇ ἐρήμῳ, ἑτοιμάσατε τὴν ὁδὸν τοῦ Κυρίου, ἦλθες Κύριε, μορφὴν δούλου λαβών, Βάπτισμα αἰτῶν, ὁ μὴ γνοὺς ἁμαρτίαν. Εἴδοσάν σε ὕδατα καὶ ἐφοβήθησαν· σύντρομος γέγονεν ὁ Πρόδρομος, καὶ ἐβόησε λέγων· Πῶς φωτίσει ὁ λύχνος τὸ Φῶς; πῶς χειροθετήσει ὁ δοῦλος τὸν Δεσπότην; Ἁγίασον ἐμὲ καὶ τὰ ὕδατα Σωτήρ, ὁ αἴρων τοῦ κόσμου τὴν ἁμαρτίαν.
Καὶ νῦν... Πάλιν τὸ αὐτὸ
Προκείμενον Ἦχος δ'
Ἑβρόντησε Κύριος ἐπὶ ὑδάτων πολλῶν.
Στίχ. Ἀγαπήσω σε, Κύριε, ἡ ἰσχύς μου.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα
(Κεφ. 35, 110)
Τάδε λέγει Κύριος· Εὐφράνθητι ἔρημος διψῶσα, ἀγαλλιάσθω ἔρημος, καὶ ἀνθείτω ὡς κρίνον. Καὶ ἐξανθήσει, καὶ ὑλοχαρήσει, καὶ ἀγαλλιάσεται τὰ ἔρημα τοῦ Ἰορδάνου, καὶ ἡ δόξα τοῦ Λιβάνου ἐδόθη αὐτῇ, καὶ ἡ τιμὴ τοῦ Καρμήλου, καὶ ὁ λαός μου ὄψεται τὴν δόξαν Κυρίου, καὶ τὸ ὕψος τοῦ Θεοῦ, ἰσχύσατε χεῖρες ἀνειμέναι, καὶ γόνατα παραλελυμένα. Παρακαλέσατε, καὶ εἴπατε τοῖς ὀλιγοψυχοις τῇ διανοίᾳ, ἰσχύσατε καὶ μὴ φοβεῖσθε· ἰδοὺ ὁ Θεὸς ἡμῶν κρίσιν ἀνταποδίδωσι, καὶ ἀνταποδώσει, αὐτὸς ἥξει καὶ σώσει ἡμᾶς. Τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν, καὶ ὦτα κωφῶν ἀκούσονται. Τότε ἁλεῖται χωλὸς ὡς ἔλαφος, καὶ τρανὴ ἔσται γλῶσσα μογγιλάλων, ὅτι ἐρράγη ἐν τῇ ἐρήμῳ ὕδωρ, καὶ φάραγξ ἐν γῇ διψώσῃ. Καὶ ἔσται ἡ ἄνυδρος εἰς ἕλη, καὶ εἰς τὴν διψῶσαν γῆν πηγὴ ὕδατος ἔσται, ἐκεῖ ἔσται εὐφροσύνη ὀρνέων, ἐπαύλεις σειρήνων, καὶ καλάμη καὶ ἕλη. Καὶ ἔσται ἐκεῖ ὁδὸς καθαρά, καὶ ὁδὸς ἁγία κληθήσεται, οὐ μὴ παρέλθῃ ἐκεῖ ἀκάθαρτος, οὐδὲ ἔσται ἐκεῖ ὁδὸς ἀκαθάρτου, οἱ δὲ διεσπαρμένοι πορεύσονται ἐπ᾽ αὐτῆς, καὶ οὐ μὴ πλανηθῶσι. Καὶ οὐκ ἔσται ἐκεῖ λέων, οὐδὲ τῶν πονηρῶν θηρίων, οὐ μὴ ἀναβῇ εἰς αὐτήν, οὐδὲ μὴ εὑρεθῇ ἐκεῖ, ἀλλὰ πορεύσονται ἐν αὐτῇ λελυτρωμένοι, καὶ συνηγμένοι διὰ Κύριον. Καὶ ἀποστραφήσονται, καὶ ἥξουσιν εἰς Σιὼν μετ᾽ εὐφροσύνης καὶ ἀγαλλιάσεως, καὶ εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν· ἐπὶ γὰρ τῆς κεφαλῆς αὐτῶν αἴνεσις καὶ ἀγαλλίαμα, καὶ εὐφροσύνη καταλήψεται αὐτούς· ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμός.
Ὁ Ἀπόστολος
Πράξεων τῶν Ἀποστολων, (Κεφ. 13, 2532)
Ἐν ταῖς ἡμέραις ἐκείναις ὡς ἐπλήρου ὁ Ἰωάννης τὸν δρόμον ἔλεγε· Τίνα με ὑπονοεῖτε εἶναι, οὐκ, εἰμὶ ἐγώ, ἀλλ᾽ ἰδοὺ ἔρχεται μετ᾽ ἐμέ, οὗ οὐκ εἰμὶ ἄξιος τὸ ὑπόδημα τῶν ποδῶν λῦσαι, Ἄνδρες ἀδελφοὶ υἱοὶ γένους Ἀβραάμ, καὶ οἱ ἐν ὑμῖν φοβούμενοι τὸν Θεόν, ὑμῖν ὁ λόγος τῆς σωτηρίας ταύτης ἀπεστάλη. Οἱ γὰρ κατοικοῦντες ἐν Ἱερουσαλήμ, καὶ οἱ Ἄρχοντες αὐτῶν, τοῦτον ἀγνοήσαντες, καὶ τὰς φωνὰς τῶν Προφητῶν τὰς κατὰ πᾶν Σάββατον ἀναγιγνωσκομένας, κρίναντες ἐπλήρωσαν. Καὶ μηδεμίαν αἰτίαν θανάτου εὑρόντες, ᾐτήσαντο Πιλᾶτον ἀναιρεθῆναι αὐτόν. Ὡς δὲ ἐτέλεσαν ἅπαντα τὰ περὶ αὐτοῦ γεγραμμένα, καθελόντες ἀπὸ τοῦ ξύλου ἔθηκαν εἰς μνημεῖον, ὁ δὲ Θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν. Ὃς ὤφθη ἐπὶ ἡμέρας πλείους τοῖς συναναβᾶσιν αὐτῷ ἀπὸ τῆς Γαλιλαίας εἰς Ἱερουσαλήμ, οἵτινες νῦν εἰσι μάρτυρες αὐτοῦ πρός τὸν λαόν. Καὶ ἡμεῖς ἡμᾶς εὐαγγελιζόμεθα τὴν πρὸς τοὺς Πατέρας ἐπαγγελίαν γενομένην. Ὅτι ταύτην ὁ Θεὸς ἐκπεπλήρωκε τοῖς τέκνοις αὐτῶν ἡμῖν, ἀναστήσας Ἰησοῦν.
Ἐκ τοῦ κατὰ Ματθαῖον, γ΄ 1 6Τῷ καιρῷ ἐκείνῳ, παραγίνεται ᾽Ιωάννης ὁ βαπτιστὴς κηρύσσων ἐν τῇ ἐρήμῳ τῆς ᾽Ιουδαίας καὶ λέγων· Μετανοεῖτε, ἤγγικεν γὰρ ἡ βασιλεία τῶν οὐρανῶν. Οὗτος γάρ ἐστιν ὁ ῥηθεὶς διὰ ᾽Ησαΐου τοῦ προφήτου λέγοντος· Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ. Αὐτὸς δὲ ὁ ᾽Ιωάννης εἶχεν τὸ ἔνδυμα αὐτοῦ ἀπὸ τριχῶν καμήλου καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ, ἡ δὲ τροφὴ ἦν αὐτοῦ ἀκρίδες καὶ μέλι ἄγριον. Τότε ἐξεπορεύετο πρὸς αὐτὸν ῾Ιεροσόλυμα καὶ πᾶσα ἡ ᾽Ιουδαία καὶ πᾶσα ἡ περίχωρος τοῦ ᾽Ιορδάνου,καὶ ἐβαπτίζοντο ἐν τῷ ᾽Ιορδάνῃ ποταμῷ ὑπ᾽ αὐτοῦ ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν.
Μετὰ τὸ Εὐαγγέλιο:
Τὰ διαβήματά μου κατεύθυνον κατὰ τὸ λόγιόν σου, καὶ μὴ κατακυριευσάτω μου πᾶσα ἀνομία.
Λύτρωσαί με ἀπὸ συκοφαντίας ἀνθρώπων, καὶ φυλάξω τὰς ἐντολάς σου.
Τὸ πρόσωπόν σου ἐπίφανον ἐπὶ τὸν δοῦλόν σου, καὶ δίδαξόν με τὰ δικαιώματά σου.
Πληρωθήτω τὸ στόμα μου αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσω τὴν δόξαν σου, ὅλην τὴν ἡμέραν τὴν μεγαλοπρέπειάν σου.
Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς (ἐκ τρίτου).
Δόξα... Καὶ νῦν...
Παναγία Τριάς, ἐλέησον ἡμᾶς.
Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν.
Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν.
Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν,
ἕνεκεν του ὀνόματός σου.
Κύριε ἐλέησον (ἐκ τρίτου)
Δόξα... Καὶ νῦν...
Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ἱερεὺς Ὅτι σοῦ ἐστιν ἡ βασιλεία...
Κοντάκιον, Ἦχος δ' ΤΟ ΑΚΟΥΤΕ
Ἐν τοῖς ῥείθροις σήμερον τοῦ Ἰορδάνου, γεγονὼς ὁ Κύριος, τῷ Ἰωάννῃ ἐκβοᾷ· Μὴ δειλιάσῃς βαπτίσαι με· σῶσαι γὰρ ἥκω, Ἀδὰμ τὸν πρωτόπλαστον.
Κύριε ἐλέησον μ'
Ὁ ἐν παντὶ καιρῷ καὶ πάσῃ ὥρᾳ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς προσκυνούμενος καὶ δοξαζόμενος Χριστὸς ὁ Θεός, ὁ μακρόθυμος, ὁ πολυέλεος, ὁ πολυεύσπλαγχνος, ὁ τοὺς δικαίους ἀγαπῶν καί τοὺς ἁμαρτωλοὺς ἐλεῶν, ὁ πάντας καλῶν πρὸς σωτηρίαν διά τῆς ἐπαγγελίας τῶν μελλόντων ἀγαθῶν , αὐτός Κύριε, πρόσδεξαι καὶ ἡμῶν ἐν τῇ ὥρᾳ ταύτῃ τὰς ἐντεύξεις καὶ ἴθυνον τὴν ζωὴν ἡμῶν πρὸς τὰς ἐντολάς σου. Τὰς ψυχὰς ἡμῶν ἁγίασον, τὰ σώματα ἅγνισον , τοὺς λογισμοὺς διόρθωσον, τὰς ἐννοίας κάθαρον καὶ ῥῦσαι ἡμᾶς ἀπὸ πάσης θλίψεως, κακῶν καὶ ὀδύνης. Τείχισον ἡμᾶς ἁγίοις σου Ἀγγέλοις, ἵνα τῇ παρεμβολῇ αὐτῶν φρουρούμενοι καὶ ὁδηγούμενοι καταντήσωμεν εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ εἰς τὴν ἐπίγνωσιν τῆς ἀπροσίτου σου δόξης, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Κύριε ἐλέησον γ'
Δόξα... Καὶ νῦν...
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Ἐν ὀνόματι Κυρίου εὐλόγησον, Πάτερ. ὁ Ἱερεύς. ὁ Θεός οἰκτειρήσαι ἡμᾶς..., καὶ τὴν παροῦσαν.
Εὐχὴν
Χριστέ, τὸ φῶς τὸ ἀληθινόν, τὸ φωτίζον καὶ ἁγιάζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον, σημειωθήτω ἐφ' ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, ἵνα ἐν αὐτῷ ὀψώμεθα φῶς τὸ ἀπρόσιτον, καὶ κατεύθυνον τὰ διαβήματα ἡμῶν πρὸς ἐργασίαν τῶν ἐντολῶν σου, πρεσβείαις τῆς παναχράντου σου Μητρός, καὶ πάντων σου τῶν Ἁγίων. Ἀμὴν.
ΩΡΑ ΤΡΙΤΗ
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, Χριστῷ τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.
Εἶτα τοὺς ἑπομένους Ψαλμούς.
Ψαλμὸς ΚΗ᾽ (28)
Ἐνέγκατε τῷ Κυρίῳ, υἱοὶ Θεοῦ, ἐνέγκατε τῷ Κυρίῳ υἱοὺς κριῶν. Ἐνέγκατε τῷ Κυρίῳ δόξαν ὀνόματι αὐτοῦ· προσκυνήσατε τῷ Κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ. Φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων· ὁ Θεὸς τῆς δόξης ἑβρόντησε Κύριος ἐπὶ ὑδάτων πολλῶν. Φωνὴ Κυρίου ἐν ἰσχύϊ, φωνὴ Κυρίου ἐν μεγαλοπρεπείᾳ. Φωνὴ Κυρίου συντρίβοντος κέδρους, καὶ συντρίψει Κύριος τὰς κέδρους τοῦ Λιβάνου καὶ λεπτυνεῖ αὐτάς, ὡς τὸν μόσχον τὸν Λίβανον, καὶ ὁ ἠγαπημένος ὡς υἱὸς μονοκερώτων. Φωνὴ Κυρίου διακόπτοντος φλόγα πυρός. Φωνὴ Κυρίου συσσείοντος ἔρημον· καὶ συσσείσει Κύριος τὴν ἔρημον Κάδδης. Φωνὴ Κυρίου καταρτιζομένη ἐλάφους καὶ ἀποκαλύψει δρυμούς, καὶ ἐν τῷ Ναῷ αὐτοῦ πᾶς τις λέγει δόξαν, Κύριος τὸν κατακλυσμὸν κατοικιεῖ, καὶ καθιεῖται Κύριος Βασιλεὺς εἰς τὸν αἰῶνα, Κύριος ἰσχὺν τῷ λαῷ αὐτοῦ δώσει, Κύριος εὐλογήσει τὸν λαὸν αὐτοῦ ἐν εἰρήνῃ.
Ψαλμὸς ΜΑ᾽ (41)
Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σέ, ὁ Θεός. Ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν Θεὸν τὸν ἰσχυρόν, τὸν ζῶντα· πότε ἥξω, καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ Θεοῦ; Ἐγενήθη τὰ δάκρυά μου ἐμοὶ ἄρτος, ἡμέρας καὶ νυκτός, ἐν τῷ λέγεσθαί μοι καθ᾽ ἑκάστην ἡμέραν, Ποῦ ἐστιν ὁ Θεός σου; Ταῦτα ἐμνήσθην, καὶ ἐξέχεα ἐπ᾽ ἐμὲ τὴν ψυχήν μου. Ὅτι διελεύσομαι ἐν τόπῳ σκηνῆς θαυμαστῆς, ἕως τοῦ οἴκου τοῦ Θεοῦ, ἐν φωνῇ ἀγαλλιάσεως καὶ ἐξομολογήσεως ἤχου ἑορτάζοντος. Ἴνα τὶ περίλυπος εἶ, ἡ ψυχή μου, καὶ ἵνα τὶ συνταράσσεις με; Ἔλπισον ἐπὶ τὸν Θεόν, ὅτι ἐξομολογήσομαι αὐτῷ, σωτήριον τοῦ προσώπου μου, καὶ ὁ Θεός μου. Πρὸς ἐμαυτὸν ἡ ψυχή μου ἐταράχθη· διὰ τοῦτο μνησθήσομαί σου ἐκ γῆς Ἰορδάνου, καὶ Ἐρμωνιείμ, ἀπὸ ὄρους μικροῦ. Ἄβυσσος ἄβυσσον ἐπικαλεῖται εἰς φωνὴν τῶν καταρρακτῶν σου. Πάντες οἱ μετεωρισμοί σου, καὶ τὰ κύματά σου ἐπ᾽ ἐμὲ διῆλθον. Ἡμέρας ἐντελεῖται Κύριος τὸ ἔλεος αὐτοῦ, καὶ νυκτὸς ᾠδὴ αὐτῷ παρ᾽ ἐμοί. Προσευχὴ τῶ Θεῷ τῆς ζωῆς μου· ἐρῶ τῷ Θεῷ, Ἀντιλήπτωρ μου εἶ. Διὰ τί μου ἐπελάθου, καὶ ἵνα τὶ σκυθρωπάζων πορεύομαι, ἐν τῷ ἐκθλίβειν τὸν ἐχθρόν μου· Ἐν τῷ καταθλᾶσθαι τὰ ὀστᾶ μου, ὠνείδιζόν με οἱ ἐχθροί μου· Ἐν τῷ λέγειν αὐτοὺς μοι καθ᾽ ἑκάστην ἡμέραν, Ποῦ ἐστιν ὁ Θεός σου; ἵνα τὶ περίλυπος εἶ, ἡ ψυχή μου, καὶ ἵνα τὶ συνταράσσεις με; Ἔλπισον ἐπὶ τὸν Θεόν, ὅτι ἐξομολογήσομαι αὐτῷ· σωτήριον τοῦ προσώπου μου, καὶ ὁ Θεός μου.
Ψαλμὸς Ν' (50)
Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεός σου καὶ
κατὰ τὸ πλῆθος των οἰκτιρμῶν σου
ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ
πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας
μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν
με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω
καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι
διὰ παντὸς Σοὶ μόνῳ ἥμαρτον καὶ
τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως
ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ
νικήσῃς ἐν τῷ κρίνεσθαί σε.Ἰδοὺ
γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν
ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ
μου.Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας
τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας
σου ἐδήλωσάς μοι.Ῥαντιεῖς με ὑσσώπῳ
καὶ καθαρισθήσομαι πλυνεῖς με καὶ
ὑπὲρ χιόνα λευκανθήσομαι.Ἀκουτιεῖς
μοι ἀγαλλίασιν καὶ εὐφροσύνην
ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.Ἀπόστρεψον
τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν
μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ
Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον
ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψῃς
με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμα
τὸ ἅγιόν μὴ ἀντανέλῃς ἀπ' ἐμοῦἈπόδος
μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου
καὶ πνεύματι ἡγεμονικῷ στήριξόν
με.Διδάξω ἀνόμους τὰς ὁδούς σου
καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν.Ῥῦσαί
με ἐξ αἱμάτων ὁ Θεὸς ὁ Θεὸς τῆς
σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά
μου τὴν δικαιοσύνην σου. Κύριε τὰ
χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου
ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ
ἠθέλησας θυσίαν ἔδωκα ἂν ὁλοκαυτώματα
οὐκ εὐδοκήσεις Θυσία τῷ Θεῷ πνεῦμα
συντετριμμένον καρδίαν συντετριμμένην
καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ
ἐξουθενώσει Ἀγάθυνον Κύριε ἐν τῇ
εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω
τὰ τείχη Ἱερουσαλημ. Τότε εὐδοκήσεις
θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ
ὁλοκαυτώματα, τότε ἀνοίσουσιν ἐπὶ
τὸ θυσιαστήριόν σου μόσχους.
Δόξα... Καὶ νῦν... Ἀλληλούϊα, γ' Κύριε ἐλέησον, γ'
Δόξα...
Τροπάριον
Ἀπεστρέφετο ποτέ, ὁ Ἰορδάνης ποταμός, τῇ μηλωτῇ Ἐλισαιέ, ἀναληφθέντος Ἠλιού, καὶ διῃρεῖτο τὰ ὕδατα ἔνθεν καὶ ἔνθεν· καὶ γέγονεν αὐτῷ ξηρὰ ὁδὸς ἡ ὑγρά, εἰς τύπον ἀληθῶς τοῦ Βαπτίσματος, δι᾽ οὗ ἡμεῖς τὴν ῥέουσαν, τοῦ βίου διαπερῶμεν διάβασιν, Χριστὸς ἐφάνη, ἐν Ἰορδάνῃ, ἁγιάσαι τὰ ὕδατα.
Καὶ νῦν... Θεοτοκίον
Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς. Σὲ ἱκετεύομεν, πρέσβευε, Δέσποινα, μετὰ τῶν Ἀποστόλων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἶτα ψάλλομεν τὰ ἑπόμενα τρία Ἰδιόμελα, δευτεροῦντες αὐτά, τὸ πρῶτον χωρὶς Στίχων, τὸ δεύτερον μετὰ τῶν Στίχων, καὶ τὸ τρίτον εἰς τό, Δόξα, Καὶ νῦν, οὕτω ποιοῦντες καὶ εἰς τὰ ἐν ταῖς λοιπαῖς Ὥραις τοιαῦτα Τροπάρια.
Στιχηρὰ Ἰδιόμελα
Ἦχος πλ. δ'
Ἡ τοῦ Προδρόμου καὶ Βαπτιστοῦ, τοῦ Προφήτου, καὶ ὑπὲρ πάντας τιμηθέντος τοὺς Προφήτας, ἐτρόμαξε νῦν χεὶρ δεξιά, ὅτε ἐθεάσατό σε τὸν Ἀμνὸν τοῦ Θεοῦ, τόν καθαίροντα κόσμου ἁμαρτήματα, καὶ ἀγωνίᾳ συσχεθεὶς ἐβόα· Οὐ τολμῶ προσψαῦσαι Λόγε τῆς κορυφῆς σου· αὐτὸς ἁγίασόν με, καὶ φώτισον οἰκτίρμον· αὐτὸς γὰρ εἶ ἡ ζωὴ καὶ τὸ φῶς, καὶ ἡ εἰρήνη τοῦ κόσμου.
Καὶ πάλιν τὸ αὐτὸ
Στίχ. Διὰ τοῦτο μνησθήσομαί σου ἐκ γῆς Ἰορδάνου καὶ Ἐρμωνιείμ.
Ἦχος δ'
Ἡ Τριὰς ὁ Θεὸς ἡμῶν, ἑαυτὴν ἡμῖν σήμερον, ἀδιαιρέτως πεφανέρωκεν· ὁ μὲν γὰρ Πατήρ, ἐναργῆ μαρτυρίαν τῷ συγγενεῖ ἐπεφώνησε, τὸ Πνεῦμα περιστερᾶς ἐν εἰκόνι κατέπτη οὐρανόθεν· ὁ Υἱὸς τὴν ἄχραντον κορυφὴν τῷ Προδρόμῳ ὑπέκλινε, καὶ βαπτισθείς, τὸ ἀνθρώπινον ἐκ δουλείας ἐρρύσατο, ὡς φιλάνθρωπος.
Στίχ. Εἴδοσάν σε ὕδατα ὁ Θεός, εἴδοσάν σε ὕδατα καὶ ἐφοβήθησαν.
Καὶ πάλιν τὸ αὐτὸ
Δόξα...Ἦχος πλ. α'
Ἐρχόμενος μετὰ σαρκός, πρὸς Ἰορδάνην Κύριε, βαπτισθῆναι θέλων, ἐν σχήματι ἀνθρώπου ζωοδότα, ἵνα τοὺς πλανηθέντας ἡμᾶς ὡς εὔσπλαγχνος, πάσης μηχανῆς καὶ παγίδος τοῦ δράκοντος, ῥυσάμενος φωτίσῃς, ἐκ Πατρὸς μεμαρτύρησαι, τὸ δὲ θεῖον Πνεῦμα, περιστερᾶς ἐν εἴδει σοι ἐπέστη. Ἀλλ᾽ οἴκισον ψυχαῖς ἡμετέραις σαυτόν, φιλάνθρωπε.
Καὶ νῦν... Πάλιν τὸ αὐτὸ
Προκείμενον Ἦχος δ'
Εἴδοσάν σε ὕδατα ὁ Θεός, εἴδοσάν σε ὕδατα καὶ ἐφοβήθησαν.
Στίχ. Φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων.
Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα
(Κεφ. 1, 1620)
Τάδε λέγει Κύριος. Λούσασθε, καὶ καθαροὶ γίνεσθε· ἀφέλετε τὰς πονηρίας ὑμῶν ἀπὸ τῶν ψυχῶν ὑμῶν, ἀπέναντι τῶν ὀφθαλμῶν μου, παύσασθε ἀπὸ τῶν πονηριῶν ὑμῶν. Μάθετε καλὸν ποιεῖν, ἐκζητήσατε κρίσιν, ῥύσασθε ἀδικούμενον, κρίνατε ὀρφανῷ, καὶ δικαιώσατε χήραν. Καὶ δεῦτε καὶ διαλεχθῶμεν, λέγει Κύριος· καὶ ἐὰν ὧσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ· ἐὰν δὲ ὧσιν ὡς κόκκινον, ὡς ἔριον λευκανῶ. Καὶ ἐὰν θέλητε, καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε, ἐὰν δὲ μὴ θέλητε, μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται· τὸ γὰρ στόμα Κυρίου ἐλάλησε ταῦτα.
Ὁ Ἀπόστολος
Πράξεων τῶν Ἀποστόλων, (Κεφ. 19, 18)
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἐγένετο ἐν τῷ τὸν Ἀπολλὼ εἶναι ἐν Κορίνθῳ, Παῦλον διελθόντα τὰ ἀνωτερικὰ μέρη, ἐλθεῖν εἰς Ἔφεσον, καὶ εὑρὼν τινας μαθητάς, εἶπε πρὸς αὐτούς. Εἰ Πνεῦμα ἅγιον ἐλάβετε πιστεύσαντες; οἱ δὲ εἶπον πρὸς αὐτόν· Ἀλλ᾽ οὐδὲ εἰ Πνεῦμα ἅγιόν ἐστιν ἠκούσαμεν. Εἶπε δὲ πρὸς αὐτούς· Εἰς τὶ οὖν ἐβαπτίσθητε; οἱ δὲ εἶπον· Εἰς τὸ Ἰωάννου βάπτισμα. Εἶπε δὲ Παῦλος· Ἰωάννης μὲν ἐβάπτισε βάπτισμα μετανοίας, τῷ λαῷ λέγων, εἰς τὸν ἐρχόμενον μετ᾽ αὐτὸν ἵνα πιστεύσωσι, τουτέστιν, εἰς τὸν Χριστὸν Ἰησοῦν. Ἀκούσαντες δὲ ἐβαπτίσθησαν εἰς τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ. Καὶ ἐπιθέντος αὐτοῖς τοῦ Παύλου τὰς χεῖρας, ἦλθε τὸ Πνεῦμα τὸ Ἅγιον ἐπ᾽ αὐτούς, ἐλάλουν τε γλώσσαις καὶ προεφήτευον. Ἦσαν δὲ οἱ πάντες ἄνδρες ὡσεὶ δεκαδύω. Εἰσελθὼν δὲ εἰς τὴν συναγωγήν, ἐπαρρησιάζετο ἐπὶ μῆνας τρεῖς διαλεγόμενος, καὶ πείθων τὰ περὶ τῆς Βασιλείας τοῦ Θεοῦ.
Ἐκ τοῦ κατὰ Μᾶρκον α΄ 1 8᾿Αρχὴ τοῦ εὐαγγελίου ᾿Ιησοῦ Χριστοῦ, υἱοῦ τοῦ Θεοῦ. ῾Ως γέγραπται ἐν τοῖς προφήταις, ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου·φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ,ἐγένετο ᾿Ιωάννης βαπτίζων ἐν τῇ ἐρήμῳ καὶ κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν. Καὶ ἐξεπορεύετο πρὸς αὐτὸν πᾶσα ἡ ᾿Ιουδαία χώρα καὶ οἱ ῾Ιεροσολυμῖται, καὶ ἐβαπτίζοντο πάντες ἐν τῷ ᾿Ιορδάνῃ ποταμῷ ὑπ᾿ αὐτοῦ ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν. Ἦν δὲ ὁ ᾿Ιωάννης ἐνδεδυμένος τρίχας καμήλου καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ, καὶ ἐσθίων ἀκρίδας καὶ μέλι ἄγριον. Καὶ ἐκήρυσσε λέγων· ἔρχεται ὁ ἰσχυρότερός μου ὀπίσω μου, οὗ οὐκ εἰμὶ ἱκανὸς κύψας λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ·ἐγὼ μὲν ἐβάπτισα ὑμᾶς ἐν ὕδατι, αὐτὸς δὲ βαπτίσει ὑμᾶς ἐν Πνεύματι ῾Αγίῳ.
Μετὰ ταῦτα λέγει ὁ Ἀναγνώστης
Κύριος ὁ Θεὸς εὐλογητός, εὐλογητὸς Κύριος ἡμέραν καθ' ἡμέραν· κατευοδώσαι ἡμῖν ὁ Θεὸς τῶν σωτηρίων ἡμῶν, ὁ Θεὸς ἡμῶν, ὁ Θεὸς τοῦ σῴζειν.
Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς (ἐκ τρίτου).
Δόξα... Καὶ νῦν...
Παναγία Τριάς, ἐλέησον ἡμᾶς.
Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν.
Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν.
Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν,
ἕνεκεν του ὀνόματός σου.
Κύριε ἐλέησον (ἐκ τρίτου)
Δόξα... Καὶ νῦν...
Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ἱερεὺς Ὅτι σοῦ ἐστιν ἡ βασιλεία...
Κοντάκιον, Ἦχος δ' ΤΟ ΑΚΟΥΤΕ
Ἐν τοῖς ῥείθροις σήμερον τοῦ Ἰορδάνου, γεγονὼς ὁ Κύριος, τῷ Ἰωάννῃ ἐκβοᾷ· Μὴ δειλιάσῃς βαπτίσαι με· σῶσαι γὰρ ἥκω, Ἀδὰμ τὸν πρωτόπλαστον.
Κύριε ἐλέησον μ'
Ὁ ἐν παντὶ καιρῷ καὶ πάσῃ ὥρᾳ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς προσκυνούμενος καὶ δοξαζόμενος Χριστὸς ὁ Θεός, ὁ μακρόθυμος, ὁ πολυέλεος, ὁ πολυεύσπλαγχνος, ὁ τοὺς δικαίους ἀγαπῶν καί τοὺς ἁμαρτωλοὺς ἐλεῶν, ὁ πάντας καλῶν πρὸς σωτηρίαν διά τῆς ἐπαγγελίας τῶν μελλόντων ἀγαθῶν , αὐτός Κύριε, πρόσδεξαι καὶ ἡμῶν ἐν τῇ ὥρᾳ ταύτῃ τὰς ἐντεύξεις καὶ ἴθυνον τὴν ζωὴν ἡμῶν πρὸς τὰς ἐντολάς σου. Τὰς ψυχὰς ἡμῶν ἁγίασον, τὰ σώματα ἅγνισον , τοὺς λογισμοὺς διόρθωσον, τὰς ἐννοίας κάθαρον καὶ ῥῦσαι ἡμᾶς ἀπὸ πάσης θλίψεως, κακῶν καὶ ὀδύνης. Τείχισον ἡμᾶς ἁγίοις σου Ἀγγέλοις, ἵνα τῇ παρεμβολῇ αὐτῶν φρουρούμενοι καὶ ὁδηγούμενοι καταντήσωμεν εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ εἰς τὴν ἐπίγνωσιν τῆς ἀπροσίτου σου δόξης, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Κύριε ἐλέησον γ'
Δόξα... Καὶ νῦν...
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Ἐν ὀνόματι Κυρίου εὐλόγησον, Πάτερ. ὁ Ἱερεύς. ὁ Θεός οἰκτειρήσαι ἡμᾶς..., καὶ τὴν παροῦσαν.
Εὐχὴν
Δέσποτα Θεέ, Πάτερ Παντοκράτορ, Κύριε, Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα, μία Θεότης, μία Δύναμις, ἐλέησόν με τὸν ἁμαρτωλόν· καὶ οἷς ἐπίστασαι κρίμασι, σῶσόν με τὸν ἀνάξιον δοῦλόν σου, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΩΡΑ ΕΚΤΗ
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, Χριστῷ τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.
Εἶτα τοὺς ἑπομένους Ψαλμούς.
Ψαλμὸς ΟΓ᾽ (73)
Ἴνα τί, ὁ Θεός, ἀπώσω εἰς τέλος; ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου; Μνήσθητι τῆς συναγωγῆς σου, ἧς ἐκτήσω ἀπ᾽ ἀρχῆς. Ἐλυτρώσω ῥάβδον κληρονομίας σου, ὄρος Σιὼν τοῦτο, ὃ κατεσκήνωσας ἐν αὐτῷ. Ἔπαρον τὰς χεῖράς σου ἐπὶ τὰς ὑπερηφανίας αὐτῶν εἰς τέλος· ὅσα ἐπονηρεύσατο ὁ ἐχθρὸς ἐν τῷ ἁγίῳ σου. Καὶ ἐνεκαυχήσαντο οἱ μισοῦντές σε ἐν μέσῳ τῆς ἑορτῆς σου. Ἔθεντο τὰ σημεῖα αὐτῶν σημεῖα, καὶ οὐκ ἔγνωσαν, ὡς εἰς τὴν ἔξοδον ὑπεράνω. Ὡς ἐν δρυμῷ ξύλων, ἀξίναις ἐξέκοψαν τὰς θύρας αὐτῆς ἐπὶ τὸ αὐτό, ἐν πελέκει καὶ λαξευτηρίῳ κατέρραξαν αὐτήν. Ἐνεπύρισαν ἐν πυρὶ τὸ ἁγιαστήριόν σου, εἰς τὴν γῆν ἐβεβήλωσαν τὸ σκήνωμα τοῦ ὀνόματός σου. Εἶπον ἐν τῇ καρδίᾳ αὐτῶν αἱ συγγένειαι αὐτῶν ἐπὶ τὸ αὐτό· Δεῦτε καὶ καταπαύσωμεν πάσας τὰς ἑορτὰς τοῦ Θεοῦ ἀπὸ τῆς γῆς. Τὰ σημεῖα αὐτῶν οὐκ εἴδομεν· οὐκ ἔστιν ἔτι προφήτης, καὶ ἡμᾶς οὐ γνώσεται ἔτι. Ἕως πότε, ὁ Θεός, ὀνειδιεῖ ὁ ἐχθρός, παροξυνεῖ ὁ ὑπεναντίος τὸ ὄνομά σου εἰς τέλος; ἵνα τὶ ἀποστρέφεις τὴν χεῖρά σου, καὶ τὴν δεξιάν σου ἐκ μέσου τοῦ κόλπου σου εἰς τέλος; ὁ δὲ Θεός, Βασιλεὺς ἡμῶν πρὸ αἰώνων, εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς. Σὺ ἐκραταίωσας ἐν τῇ δυνάμει σου τὴν θάλασσαν, σὺ συνέτριψας τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος. Σὺ συνέθλασας τὴν κεφαλὴν τοῦ δράκοντος, ἔδωκας αὐτὸν βρῶμα λαοῖς τοῖς Αἰθίοψι. Σὺ διέρρηξας πηγὰς καὶ χειμάρρους, σὺ ἐξήρανας ποταμοὺς Ἠθάμ. Σὴ ἐστιν ἡ ἡμέρα, καὶ σὴ ἐστιν ἡ νύξ· σὺ κατηρτίσω φαῦσιν καὶ ἥλιον. Σὺ ἐποίησας πάντα τὰ ὡραῖα τῆς γῆς, θέρος καὶ ἔαρ σὺ ἔπλασας αὐτά. Μνήσθητι ταύτης· ἐχθρὸς ὠνείδισε τὸν Κύριον, καὶ λαὸς ἄφρων παρώξυνε τὸ ὄνομά σου. Μὴ παραδῷς τοῖς θηρίοις ψυχὴν ἐξομολογουμένην σοι, τῶν ψυχῶν τῶν πενήτων σου μὴ ἐπιλάθῃ εἰς τέλος. Ἐπίβλεψον εἰς τὴν διαθήκην σου, ὅτι ἐπληρώθησαν οἱ ἐσκοτισμένοι τῆς γῆς οἴκων ἀνομιῶν. Μὴ ἀποστραφήτω τεταπεινωμένος καὶ κατῃσχυμμένος, πτωχὸς καὶ πένης αἰνέσουσι τὸ ὄνομά σου. Ἀνάστα ὁ Θεός, δίκασον τὴν δίκην σου, μνήσθητι τοῦ ὀνειδισμοῦ σου, τοῦ ὑπὸ ἄφρονος ὅλην τὴν ἡμέραν. Μὴ ἐπιλάθῃ τῆς φωνῆς τῶν οἰκετῶν σου· ἡ ὑπερηφανία τῶν μισούντων σε ἀνέβη διαπαντός.
Ψαλμὸς ΟΣΤ᾽ (76)
Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς τὸν Θεόν, καὶ προσέσχε μοι. Ἐν ἡμέρα θλίψεώς μου, τὸν Θεὸν ἐξεζήτησα, ταῖς χερσί μου νυκτὸς ἐναντίον αὐτοῦ, καὶ οὐκ ἠπατήθην. Ἀπῃνήνατο παρακληθῆναι ἡ ψυχή μου· ἐμνήσθην τοῦ Θεοῦ, ηὐφράνθην, ἠδολέσχησα, καὶ ὠλιγοψύχησε τὸ πνεῦμά μου. Προκατελάβοντο φυλακὰς οἱ ὀφθαλμοί μου· ἐταράχθην, καὶ οὐκ ἐλάλησα. Διελογισάμην ἡμέρας ἀρχαίας, καὶ ἔτη αἰώνια ἐμνήσθην. Καὶ ἐμελέτησα, νυκτὸς μετὰ τῆς καρδίας μου ἠδολέσχουν, καὶ ἔσκαλλε τὸ πνεῦμά μου. Μὴ εἰς τοὺς αἰῶνας ἀπώσεται Κύριος, καὶ οὐ προσθήσει τοῦ εὐδοκῆσαι ἔτι; Ἢ εἰς τέλος τὸ ἔλεος αὐτοῦ ἀποκόψει; συνετέλεσε ῥῆμα ἀπὸ γενεᾶς εἰς γενεάν; Μὴ ἐπιλήσεται τοῦ οἰκτειρῆσαι ὁ Θεός; ἢ συνέξει ἐν τῇ ὀργῇ αὐτοῦ τοὺς οἰκτιρμοὺς αὐτοῦ; Καὶ εἶπα· Νῦν ἠρξάμην, αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου. Ἐμνήσθην τῶν ἔργων Κυρίου· ὅτι μνησθήσομαι ἀπὸ τῆς ἀρχῆς τῶν θαυμασίων σου. Καὶ μελετήσω ἐν πᾶσι τοῖς ἔργοις σου, καὶ ἐν τοῖς ἐπιτηδεύμασί σου ἀδολεσχήσω. Ὁ Θεός, ἐν τῷ ἁγίῳ ἡ ὁδός σου, τὶς Θεὸς μέγας ὡς ὁ Θεὸς ἡμῶν; σὺ εἶ, ὁ Θεός, ὁ ποιῶν θαυμάσια. Ἐγνώρισας ἐν τοῖς λαοῖς τὴν δύναμίν σου, ἐλυτρώσω ἐν τῷ βραχίονί σου τὸν λαόν σου, τοὺς υἱούς, Ἰακὼβ καί, Ἰωσήφ. Εἴδοσάν σε ὕδατα καὶ ἐφοβήθησαν, ἐταράχθησαν ἄβυσσοι. Πλῆθος ἠχοῦς ὑδάτων, φωνήν ἔδωκαν αἱ νεφέλαι. Καὶ γὰρ τὰ βέλη σου διαπορεύονται· φωνὴ τῆς βροντῆς σου ἐν τῷ τροχῷ. Ἔφαναν αἱ ἀστραπαί σου τῇ οἰκουμένῃ, ἐσαλεύθη, καὶ ἔντρομος ἐγενήθη ἡ γῆ. Ἐν τῇ θαλάσσῃ αἱ ὁδοί σου, καὶ αἱ τρίβοι σου ἐν ὕδασι πολλοῖς, καὶ τὰ ἴχνη σου οὐ γνωσθήσονται. Ὡδήγησας ὡς πρόβατα τὸν λαόν σου, ἐν χειρὶ Μωϋσῇ καὶ Ἀαρών.
Ψαλμός (90)
Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ Ὑψίστου ἐν σκέπῃ τοῦ Θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται. Ἐρεῖ τῷ Κυρίῳ· Ἀντιλήπτωρ μου εἶ, καὶ καταφυγή μου ὁ Θεός μου, καὶ ἐλπιῶ ἐπ' αὐτὸν. Ὅτι αὐτὸς ῥύσεταί με ἐκ παγίδος θηρευτῶν, καὶ ἀπὸ λόγου ταραχώδους. Ἐν τοῖς μεταφρένοις αὐτοῦ ἐπισκιάσει σοι καὶ ὑπὸ τὰς πτέρυγας αὐτοῦ ἐλπιεῖς· ὅπλῳ κυκλώσει σε ἡ ἀλήθεια αὐτοῦ. Οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ, ἀπὸ βέλους πετομένου ἡμέρας, ἀπὸ πράγματος ἐν σκότει διαπορευομένου, ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινοῦ. Πεσεῖται ἐκ τοῦ κλίτους σου χιλιὰς καὶ μυριὰς ἐκ δεξιῶν σου, πρὸς σὲ δὲ οὐκ ἐγγιεῖ. Πλὴν τοῖς ὀφθαλμοῖς σου κατανοήσεις καὶ ἀνταπόδοσιν ἁμαρτωλῶν ὄψει. Ὅτι σὺ Κύριε ἡ ἐλπίς μου· τὸν Ὕψιστον ἔθου καταφυγήν σου. Οὐ προσελεύσεται πρὸς σὲ κακὰ καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου. Ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου. Ἐπὶ χειρῶν ἀροῦσί σε μή ποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου. Ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα. Ὅτι ἐπ' ἐμὲ ἤλπισεν καὶ ῥύσομαι αὐτὸν· σκεπάσω αὐτὸν ὅτι ἔγνω τὸ ὄνομά μου. Κεκράξεται πρός με, καὶ ἐπακούσομαι αὐτοῦ· μετ' αὐτοῦ εἰμι ἐν θλίψει, ἐξελοῦμαι καὶ δοξάσω αὐτὸν.
Μακρότητα ἡμερῶν ἐμπλήσω αὐτὸν, καὶ δείξω αὐτῷ τὸ σωτήριόν μου.
Δόξα... Καὶ νῦν... Ἀλληλούϊα, γ' Κύριε ἐλέησον, γ'
Δόξα...
Τροπάριον
Ἀπεστρέφετο ποτέ, ὁ Ἰορδάνης ποταμός, τῇ μηλωτῇ Ἐλισαιέ, ἀναληφθέντος Ἠλιού, καὶ διῃρεῖτο τὰ ὕδατα ἔνθεν καὶ ἔνθεν· καὶ γέγονεν αὐτῷ ξηρὰ ὁδὸς ἡ ὑγρά, εἰς τύπον ἀληθῶς τοῦ Βαπτίσματος, δι᾽ οὗ ἡμεῖς τὴν ῥέουσαν, τοῦ βίου διαπερῶμεν διάβασιν, Χριστὸς ἐφάνη, ἐν Ἰορδάνῃ, ἁγιάσαι τὰ ὕδατα.
Καὶ νῦν... Θεοτοκίον
Ὅτι οὐκ ἔχομεν παρρησίαν διὰ τὰ πολλὰ ἠμῶν ἁμαρτήματα, σὺ τὸν ἐκ σοῦ γεννηθέντα δυσώπησον, Θεοτόκε Παρθένε· πολλὰ γὰρ ἰσχύει δέησις Μητρὸς πρὸς εὐμένειαν Δεσπότου. Μὴ παρίδῃς ἁμαρτωλὼν ἱκεσίας ἡ πάνσεμνος, ὅτι ἐλεήμων ἐστί, καὶ σῴζειν δυνάμενος, ὁ καὶ παθεῖν ὑπὲρ ἡμῶν καταδεξάμενος.
Εἶτα ψάλλομεν τὰ ἑπόμενα τρία Ἰδιόμελα, δευτεροῦντες αὐτά, τὸ πρῶτον χωρὶς Στίχων, τὸ δεύτερον μετὰ τῶν Στίχων, καὶ τὸ τρίτον εἰς τό, Δόξα, Καὶ νῦν, οὕτω ποιοῦντες καὶ εἰς τὰ ἐν ταῖς λοιπαῖς Ὥραις τοιαῦτα Τροπάρια.
Στιχηρὰ Ἰδιόμελα
Ἦχος πλ. δ'
Τάδε λέγει Κύριος πρός, Ἰωάννην. Προφῆτα δεῦρο βάπτισόν με, τὸν σὲ δημιουργήσαντα· τὸν φωτίζοντα χάριτι, καὶ καθαίροντα ἅπαντας, ἅψαι θείας κορυφῆς μου, καὶ μὴ διστάσῃς. Προφῆτα, ἄφες ἄρτι· καὶ γὰρ πληρῶσαι παραγέγονα, δικαιοσύνην πᾶσαν. Σὺ οὖν μὴ διστάσῃς ὅλως· καὶ γὰρ τὸν κεκρυμμένον τοῖς ὕδασι πολέμιον, τόν ἄρχοντα τοῦ σκότους, ἐπείγομαι ὀλέσαι· λυτρούμενος τὸν κόσμον, ἐκ τῶν αὐτοῦ παγίδων νῦν, παρέχων ὡς φιλάνθρωπος, ζωὴν τὴν αἰώνιον.
Καὶ πάλιν τὸ αὐτὸ
Στίχ. Διὰ τοῦτο μνησθήσομαί σου ἐκ γῆς Ἰορδάνου καὶ Ἐρμωνιείμ.
Ἦχος πλ. β'
Σήμερον ἡ ψαλμικὴ Προφητεία, πέρας λαβεῖν ἐπείγεται· ἡ θάλασσα γὰρ φησιν, εἶδε καὶ ἔφυγεν· ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω, ἀπὸ προσώπου Κυρίου, ἀπὸ προσώπου τοῦ Θεοῦ Ἰακώβ, ἐλθόντος ὑπὸ δούλου δέξασθαι Βάπτισμα· ἵνα ἡμεῖς, εἰδωλικῆς ἀκαθαρσίας ἐκπλυθέντες, φωτισθῶμεν τὰς ψυχὰς δι᾽ αὐτοῦ.
Στίχ. Εἴδοσάν σε ὕδατα ὁ Θεός, εἴδοσάν σε ὕδατα καὶ ἐφοβήθησαν.
Καὶ πάλιν τὸ αὐτὸ
Δόξα...Ἦχος πλ. α'
Τὶ ἀναχαιτίζεις σου τὰ ὕδατα ὦ Ἰορδάνη; τὶ ἀναποδίζεις τὸ ῥεῖθρον, καὶ οὐ προβαίνεις τὴν κατὰ φύσιν πορείαν. Οὐ δύναμαι φέρειν, φησί, πῦρ καταναλίσκον· ἐξίσταμαι, καὶ φρίττω τὴν ἄκραν συγκατάβασιν· ὅτι οὐκ εἴωθα τὸν καθαρὸν ἀποπλύνειν, οὐκ ἔμαθον τὸν ἀναμάρτητον ἀποσμήχειν, ἀλλὰ τὰ ῥερυπωμένα σκεύη ἐκκαθαίρειν. Ἀκάνθας φλέγειν με ἁμαρτημάτων διδάσκει, ὁ ἐν ἐμοὶ βαπτιζόμενος Χριστός· ὁ Ἰωάννης συμμαρτυρεῖ μοι· ἡ Φωνὴ τοῦ Λόγου βοᾷ· ἴδε ὁ Ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Αὐτῷ πιστοὶ βοήσωμεν· ὁ ἐπιφανεὶς Θεός, εἰς τὴν ἡμῶν σωτηρίαν, δόξα σοι.
Καὶ νῦν... Πάλιν τὸ αὐτὸ
Προκείμενον Ἦχος πλ. δ'
Φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων.
Στίχ. Ἐνέγκατε τῷ Κυρίῳ, υἱοὶ Θεοῦ.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα
(Κεφ. 12, 36)
Τάδε λέγει Κύριος· Ἀντλήσατε ὕδωρ μετ᾽ εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ σωτηρίου. Καὶ ἐρεῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Ὑμνεῖτε τὸν Κύριον, βοᾶτε τὸ ὄνομα αὐτοῦ, ἀναγγείλατε ἐν τοῖς Ἔθνεσι τὰ ἔνδοξα αὐτοῦ. Ὑμνήσατε τὸ ὄνομα Κυρίου, ὅτι ὑψηλὰ ἐποίησεν· ἀναγγείλατε ταῦτα ἐν πάσῃ τῇ γῇ. Ἀγαλλιᾶσθε, καὶ εὐφραίνεσθε οἱ κατοικοῦντες Σιών· ὅτι ὑψώθη ὁ Ἅγιος τοῦ Ἰσραὴλ ἐν μέσῳ αὐτῆς.
Ὁ Ἀπόστολος
Πρὸς Ῥωμαίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα, (Κεφ. 6, 311)
Ἀδελφοί, ὅσοι εἰς Χριστὸν ἐβαπτίσθημεν, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν. Συνετάφημεν οὖν αὐτῷ διὰ τοῦ Βαπτίσματος εἰς τὸν θάνατον, ἵνα, ὥς περ ἠγέρθη Χριστὸς ἐκ νεκρῶν, διὰ τῆς δόξης τοῦ Πατρός, οὕτω καὶ ἡμεῖς ἐν καινότητι ζωῆς περιπατήσωμεν. Εἰ γὰρ σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα. Τοῦτο γινώσκοντες, ὅτι ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συνεσταυρώθη, ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας, τοῦ μηκέτι δουλεύειν ἡμᾶς τῇ ἁμαρτίᾳ· ὁ γὰρ ἀποθανών, δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας. Εἰ δὲ ἀπεθάνομεν σὺν Χριστῷ, πιστεύομεν, ὅτι καὶ συζήσομεν αὐτῷ, Εἰδότες ὅτι Χριστὸς ἐγερθείς ἐκ νεκρῶν, οὐκ ἔτι ἀποθνῄσκει, θάνατος αὐτοῦ οὐκ ἔτι κυριεύει. Ὅ γὰρ ἀπέθανε τῇ ἁμαρτίᾳ, ἀπέθανεν ἐφάπαξ· ὃ δὲ ζῇ, ζῇ τῷ Θεῷ. Οὕτω καὶ ἡμεῖς λογίζεσθε ἑαυτούς, νεκροὺς μὲν εἶναι τῇ ἁμαρτίᾳ, ζῶντας δὲ τῷ Θεῷ, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.
Ἐκ τοῦ κατὰ Μᾶρκον α΄ 9 11Τῷ καιρῷ ἐκείνῳ, ἦλθεν ὁ Ἰησοῦς ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας καὶ ἐβαπτίσθη ὑπὸ Ἰωάννου εἰς τὸν Ἰορδάνην. καὶ εὐθέως ἀναβαίνων ἀπὸ τοῦ ὕδατος εἶδε σχιζομένους τοὺς οὐρανοὺς καὶ τὸ Πνεῦμα ὡσεὶ περιστερὰν καταβαῖνον ἐπ' αὐτόν· καὶ φωνὴ ἐγένετο ἐκ τῶν οὐρανῶν· Σὺ εἶ ὁ υἱός μου ὁ ἀγαπητός, ἐν σοὶ ηὐδόκησα.
Μετὰ ταῦτα λέγει ὁ Ἀναγνώστης
Ταχὺ προκαταλαβέτωσαν ἡμᾶς οἱ οἰκτιρμοί σου, Κύριε, ὅτι ἐπτωχεύσαμεν σφόδρα· βοήθησον ἡμῖν, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ἔνεκεν τῆς δόξης τοῦ ὀνόματός σου. Κύριε, ῥῦσαι ἡμᾶς, καὶ ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς (ἐκ τρίτου).
Δόξα... Καὶ νῦν...
Παναγία Τριάς, ἐλέησον ἡμᾶς.
Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν.
Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν.
Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν,
ἕνεκεν του ὀνόματός σου.
Κύριε ἐλέησον (ἐκ τρίτου)
Δόξα... Καὶ νῦν...
Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ἱερεὺς Ὅτι σοῦ ἐστιν ἡ βασιλεία...
Κοντάκιον, Ἦχος δ' ΤΟ ΑΚΟΥΤΕ
Ἐν τοῖς ῥείθροις σήμερον τοῦ Ἰορδάνου, γεγονὼς ὁ Κύριος, τῷ Ἰωάννῃ ἐκβοᾷ· Μὴ δειλιάσῃς βαπτίσαι με· σῶσαι γὰρ ἥκω, Ἀδὰμ τὸν πρωτόπλαστον.
Κύριε ἐλέησον μ'
Ὁ ἐν παντὶ καιρῷ καὶ πάσῃ ὥρᾳ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς προσκυνούμενος καὶ δοξαζόμενος Χριστὸς ὁ Θεός, ὁ μακρόθυμος, ὁ πολυέλεος, ὁ πολυεύσπλαγχνος, ὁ τοὺς δικαίους ἀγαπῶν καί τοὺς ἁμαρτωλοὺς ἐλεῶν, ὁ πάντας καλῶν πρὸς σωτηρίαν διά τῆς ἐπαγγελίας τῶν μελλόντων ἀγαθῶν , αὐτός Κύριε, πρόσδεξαι καὶ ἡμῶν ἐν τῇ ὥρᾳ ταύτῃ τὰς ἐντεύξεις καὶ ἴθυνον τὴν ζωὴν ἡμῶν πρὸς τὰς ἐντολάς σου. Τὰς ψυχὰς ἡμῶν ἁγίασον, τὰ σώματα ἅγνισον , τοὺς λογισμοὺς διόρθωσον, τὰς ἐννοίας κάθαρον καὶ ῥῦσαι ἡμᾶς ἀπὸ πάσης θλίψεως, κακῶν καὶ ὀδύνης. Τείχισον ἡμᾶς ἁγίοις σου Ἀγγέλοις, ἵνα τῇ παρεμβολῇ αὐτῶν φρουρούμενοι καὶ ὁδηγούμενοι καταντήσωμεν εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ εἰς τὴν ἐπίγνωσιν τῆς ἀπροσίτου σου δόξης, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Κύριε ἐλέησον γ'
Δόξα... Καὶ νῦν...
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Ἐν ὀνόματι Κυρίου εὐλόγησον, Πάτερ. ὁ Ἱερεύς. ὁ Θεός οἰκτειρήσαι ἡμᾶς..., καὶ τὴν παροῦσαν.
Εὐχὴν
Θεέ, καὶ Κύριε τῶν δυνάμεων καὶ πάσης κτίσεως Δημιουργέ, ὁ διὰ σπλάγχνα ἀνεικάστου ἐλέους σου τὸν μονογενῆ σου Υἱόν, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, καταπέμψας ἐπὶ σωτηρίᾳ τοῦ γένους ἡμῶν, καὶ διὰ τοῦ τιμίου αὐτοῦ Σταυροῦ τὸ χειρόγραφον τῶν ἁμαρτιῶν ἡμῶν διαρρήξας, καὶ θριαμβεύσας ἐν αὐτῷ τὰς ἀρχὰς καὶ ἐξουσίας τοῦ σκότους. Αὐτὸς Δέσποτα φιλάνθρωπε, πρόσδεξαι καὶ ἡμῶν τῶν ἁμαρτωλῶν τὰς εὐχαριστηρίους ταύτας, καὶ ἱκετηρίους ἐντεύξεις· καὶ ῥῦσαι ἡμᾶς ἀπὸ παντὸς ὀλεθρίου καὶ σκοτεινοῦ παραπτώματος, καὶ πάντων τῶν κακῶσαι ἡμᾶς ζητούντων ὁρατῶν καὶ ἀοράτων ἐχθρῶν. Καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας ἡμῶν, καὶ μὴ ἐκκλίνῃς τὰς καρδίας ἡμῶν εἰς λόγους, ἢ εἰς λογισμοὺς πονηρίας· ἀλλὰ τῷ πόθῳ σου τρῶσον ἡμῶν τὰς ψυχάς. Ἵνα διὰ παντὸς πρὸς σὲ ἀτενίζοντες, καὶ τῷ παρὰ σοῦ φωτὶ ὁδηγούμενοι, σὲ τὸ ἀπρόσιτον καὶ ἀΐδιον κατοπτεύοντες φῶς, ἀκατάπαυστόν σοι τὴν ἐξομολόγησιν, καὶ εὐχαριστίαν ἀναπέμπωμεν, τῷ ἀνάρχῳ Πατρί, σὺν τῷ μονογενεῖ σου Υἱῷ, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΩΡΑ ΕΝΑΤΗ
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, Χριστῷ τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.
Εἶτα τοὺς ἑπομένους Ψαλμούς.
Ψαλμὸς 92
Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο Κύριος δύναμιν καὶ περιεζώσατο. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται. Ἕτοιμος ὁ θρόνος σου ἀπὸ τότε, ἀπὸ τοῦ αἰῶνος σὺ εἶ. Ἐπῆραν οἱ ποταμοί, Κύριε, ἐπῆραν οἱ Ποταμοὶ φωνὰς αὐτῶν, ἀροῦσιν οἱ ποταμοὶ ἐπιτρίψεις αὐτῶν, ἀπὸ φωνῶν ὑδάτων πολλῶν, θαυμαστοὶ οἱ μετεωρισμοὶ τῆς θαλάσσης, θαυμαστὸς ἐν ὑψηλοῖς ὁ Κύριος. Τὰ μαρτύριά σου ἐπιστώθησαν σφόδρα. Τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν.
Ψαλμὸς ΡΙΓ᾽ (113)
Ἐν ἐξόδῳ Ἰσραὴλ ἐξ Αἰγύπτου, οἴκου Ἰακὼβ ἐκ λαοῦ βαρβάρου, ἐγενήθη Ἰουδαία ἁγίασμα αὐτοῦ. Ἡ θάλασσα εἶδε, καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω. Τὰ ὄρη ἐσκίρτησαν ὡσεὶ κριοί, καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων. Τὶ σοι ἐστι θάλασσα, ὅτι ἔφυγες; καὶ σὺ Ἰορδάνη, ὅτι ἐστράφης εἰς τὰ ὀπίσω; Τὰ ὄρη, ὅτι ἐσκιρτήσατε ὡσεὶ κριοί, καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων; Ἀπὸ προσώπου Κυρίου ἐσαλεύθη ἡ γῆ, ἀπὸ προσώπου τοῦ Θεοῦ Ἰακώβ. Τοῦ στρέψαντος τὴν πέτραν εἰς λίμνας ὑδάτων, καὶ τὴν ἀκρότομον εἰς πηγὰς ὑδάτων. Μὴ ἡμῖν, Κύριε, μὴ ἡμῖν, ἀλλ᾽ ἢ τῷ ὀνόματί σου δὸς δόξαν, ἐπὶ τῷ ἐλέει σου καὶ τῇ ἀληθείᾳ σου. Μήποτε εἴπωσι τὰ Ἔθνη, Ποῦ ἐστιν ὁ Θεὸς αὐτῶν; Ὁ δὲ Θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ, καὶ ἐν τῇ γῇ, πάντα ὅσα ἠθέλησεν ἐποίησε. Τὰ εἴδωλα τῶν Ἐθνῶν, ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων. Στόμα ἔχουσι καὶ οὐ λαλήσουσιν, ὀφθαλμοὺς ἔχουσι, καὶ οὐκ ὄψονται, ὦτα ἔχουσι, καὶ οὐκ ἀκούσονται, ῥῖνας ἔχουσι, καὶ οὐκ ὀσφρανθήσονται, χεῖρας ἔχουσι, καὶ οὐ ψηλαφήσουσι, πόδας ἔχουσι, καὶ οὐ περιπατήσουσιν· οὐ φωνήσουσιν ἐν τῷ λάρυγγι αὐτῶν. Ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτά, καὶ πάντες οἱ πεποιθότες ἐπ᾽ αὐτοῖς. Οἶκος Ἰσραὴλ ἤλπισεν ἐπὶ Κύριον, βοηθὸς καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν. Οἶκος Ἀαρὼν ἤλπισεν ἐπὶ Κύριον, βοηθὸς καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν. Οἱ φοβούμενοι τὸν Κύριον, ἤλπισαν ἐπὶ Κύριον, βοηθὸς καὶ ὑπερασπιστὴς αὐτῶν ἐστι, Κύριος μνησθεὶς ἡμῶν εὐλόγησεν ἡμᾶς. Εὐλόγησε, τὸν οἶκον Ἰσραήλ, εὐλόγησε τὸν οἶκον Ἀαρών. Εὐλόγησε τοὺς φοβουμένους τὸν Κύριον, τοὺς μικροὺς μετὰ τῶν μεγάλων. Προσθείη Κύριος ἐφ᾽ ἡμᾶς, καὶ ἐπὶ τοὺς υἱοὺς ὑμῶν. Εὐλογημένοι ὑμεῖς τῷ Κυρίῳ, τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν, ὁ οὐρανὸς τοῦ οὐρανοῦ τῷ Κυρίῳ, τὴν δέ, γῆν ἔδωκε τοῖς υἱοῖς τῶν ἀνθρώπων, οὐχ οἱ νεκροὶ αἰνέσουσί σε, Κύριε, οὐδὲ πάντες οἱ καταβαίνοντες εἰς ᾅδου, ἀλλ᾽ ἡμεῖς οἱ ζῶντες εὐλογήσομεν τὸν Κύριον, ἀπὸ τοῦ νῦν, καὶ ἕως τοῦ αἰῶνος.
Ψαλμὸς ΠΕ' (85)
Κλῖνον Κύριε τὸ οὖς σου καὶ ἐπάκουσόν μου ὅτι πτωχὸς καὶ πένης εἰμὶ ἐγὼ. Φύλαξον τὴν ψυχήν μου ὅτι ὅσιός εἰμι· σῶσον τὸν δοῦλόν σου ὁ Θεός μου τὸν ἐλπίζοντα ἐπὶ σὲ. Ἐλέησόν με Κύριε, ὅτι πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν· εὔφρανον τὴν ψυχὴν τοῦ δούλου σου ὅτι πρὸς σὲ Κύριε ἦρα τὴν ψυχήν μου. Ὅτι σὺ, Κύριε, χρηστὸς καὶ ἐπιεικὴς καὶ πολυέλεος πᾶσι τοῖς ἐπικαλουμένοις σε. Ἐνώτισαι Κύριε τὴν προσευχήν μου καὶ πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου. Ἐν ἡμέρᾳ θλίψεώς μου ἐκέκραξα πρὸς σὲ, ὅτι επήκουσάς μου. Οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, Κύριε, καὶ οὐκ ἔστι κατὰ τὰ ἔργα σου. Πάντα τὰ Ἔθνη ὅσα ἐποίησας ἥξουσιν καὶ προσκυνήσουσιν ἐνώπιόν σου, Κύριε, καὶ δοξάσουσι τὸ ὄνομά σου. Ὅτι μέγας εἶ σὺ καὶ ποιῶν θαυμάσια, σὺ εἶ Θεὸς μόνος. Ὁδήγησόν με, Κύριε, ἐν τῇ ὁδῷ σου καὶ πορεύσομαι ἐν τῇ ἀληθείᾳ σου· εὐφρανθήτω ἡ καρδία μου τοῦ φοβεῖσθαι τὸ ὄνομά σου. Ἐξομολογήσομαί σοι, Κύριε ὁ Θεός μου, ἐν ὅλῃ καρδίᾳ μου καὶ δοξάσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα. Ὅτι τὸ ἔλεός σου μέγα ἐπ' ἐμὲ, καὶ ἐρρύσω τὴν ψυχήν μου ἐξ ᾅδου κατωτάτου. Ὁ Θεὸς, παράνομοι ἐπανέστησαν ἐπ' ἐμὲ καὶ συναγωγὴ κραταιῶν ἐζήτησαν τὴν ψυχήν μου καὶ οὐ προέθεντό σε ἐνώπιον αὐτῶν. Καὶ σὺ, Κύριε, ὁ Θεὸς μου, οἰκτίρμων καὶ ἐλεήμων, μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινός. Ἐπίβλεψον ἐπ' ἐμὲ καὶ ἐλέησόν με· δὸς τὸ κράτος σου τῷ παιδί σου καὶ σῶσον τὸν υἱὸν τῆς παιδίσκης σου. Ποίησον μετ' ἐμοῦ σημεῖον εἰς ἀγαθὸν καὶ ἰδέτωσαν οἱ μισοῦντές με καὶ αἰσχυνθήτωσαν· ὅτι σὺ Κύριε ἐβοήθησάς μοι καὶ παρεκάλεσάς με.
Δόξα... Καὶ νῦν... Ἀλληλούϊα, γ' Κύριε ἐλέησον, γ'
Δόξα...
Τροπάριον
Ἀπεστρέφετο ποτέ, ὁ Ἰορδάνης ποταμός, τῇ μηλωτῇ Ἐλισαιέ, ἀναληφθέντος Ἠλιού, καὶ διῃρεῖτο τὰ ὕδατα ἔνθεν καὶ ἔνθεν· καὶ γέγονεν αὐτῷ ξηρὰ ὁδὸς ἡ ὑγρά, εἰς τύπον ἀληθῶς τοῦ Βαπτίσματος, δι᾽ οὗ ἡμεῖς τὴν ῥέουσαν, τοῦ βίου διαπερῶμεν διάβασιν, Χριστὸς ἐφάνη, ἐν Ἰορδάνῃ, ἁγιάσαι τὰ ὕδατα.
Καὶ νῦν... Θεοτοκίον
Ὁ δι' ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας Ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρὶ σου· δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον· δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον, πρεσβεύουσαν ὑπὲρ ἡμῶν, καὶ σῶσον, Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.
Εἶτα ψάλλομεν τὰ ἑπόμενα τρία Ἰδιόμελα, δευτεροῦντες αὐτά, τὸ πρῶτον χωρὶς Στίχων, τὸ δεύτερον μετὰ τῶν Στίχων, καὶ τὸ τρίτον εἰς τό, Δόξα, Καὶ νῦν, οὕτω ποιοῦντες καὶ εἰς τὰ ἐν ταῖς λοιπαῖς Ὥραις τοιαῦτα Τροπάρια.
Στιχηρὰ Ἰδιόμελα
Ἦχος βαρὺς
Θάμβος ἦν κατιδεῖν, τὸν οὐρανοῦ καὶ γῆς Ποιητήν, ἐν ποταμῷ γυμνωθέντα, Βάπτισμα ὑπὸ δούλου, εἰς ἡμῶν σωτηρίαν, δεχόμενον ὡς δοῦλον, καὶ χοροὶ Ἀγγέλων ἐξεπλήττοντο, φόβῳ καὶ χαρᾷ. Μεθ᾽ ὧν προσκυνοῦμέν σε, σῶσον ἡμᾶς Κύριε.
Καὶ πάλιν τὸ αὐτὸ
Στίχ. Διὰ τοῦτο μνησθήσομαί σου ἐκ γῆς Ἰορδάνου καὶ Ἐρμωνιείμ.
Ἦχος β'
Ὅτε πρὸς αὐτὸν ἐρχόμενον ὁ Πρόδρομος, τὸν Κύριον τῆς δόξης, ἐβόα θεωρῶν· ἴδε, ὁ λυτρούμενος τὸν κόσμον παραγέγονεν ἐκ φθορᾶς· ἴδε, ῥύεται ἡμᾶς ἐκ θλίψεως· ἰδού, ὁ ἁμαρτημάτων ἄφεσιν χαριζόμενος, ἐπὶ γῆς ἐκ Παρθένου Ἁγνῆς ἐλήλυθε δι᾽ ἔλεον, καὶ ἀντὶ δούλων, υἱοὺς Θεοῦ ἐργάζεται, ἀντὶ δὲ σκότους φωτίζει τὸ ἀνθρώπινον, διὰ τοῦ ὕδατος τοῦ θείου Βαπτισμοῦ αὐτοῦ. Λοιπὸν δεῦτε συμφώνως αὐτὸν δοξολογήσωμεν, σὺν Πατρὶ καὶ Ἁγίῳ Πνεύματι..
Στίχ. Εἴδοσάν σε ὕδατα ὁ Θεός, εἴδοσάν σε ὕδατα καὶ ἐφοβήθησαν.
Καὶ πάλιν τὸ αὐτὸ
Δόξα... Καὶ νῦν... Ἦχος πλ. α'
Ἱστέον ὅτι τὸ παρὸν ἰδιόμελον ἀναγινώσκεται πρότερον εὐλαβῶς καὶ μεγαλοφώνως παρὰ τοῦ Κανονάρχου ἐν τῷ μέσῳ τοῦ Ναοῦ. εἶτα ψάλλεται μελωδικῶς ἀπὸ τῶν δύω Χορῶν.
Τὴν χεῖρά σου τὴν ἁψαμένην, τὴν ἀκήρατον κορυφὴν τοῦ Δεσπότου (ἐκ τρίτου).
μεθ᾽ ἧς καὶ δακτύλῳ αὐτόν, ἡμῖν καθυπέδειξας, ἔπαρον ὑπὲρ ἡμῶν, Βαπτιστά,
ὡς παρρησίαν ἔχων πολλήν· καὶ γὰρ μείζων τῶν Προφητῶν ἁπάντων, ὑπ᾽ αὐτοῦ μεμαρτύρησαι.
Τοὺς ὀφθαλμούς σου πάλιν δέ, τοὺς τὸ Πανάγιον Πνεῦμα κατιδόντας,
ὡς ἐν εἴδει περιστερᾶς κατελθόν, ἀναπέτασον πρὸς αὐτὸν Βαπτιστά, ἵλεων ἡμῖν ἀπεργασάμενος.
Καὶ δεῦρο στῆθι μεθ᾽ ἡμῶν (ἐκ γ').
ἐπισφραγίζων τὸν ὕμνον, καὶ προεξάρχων τῆς πανηγύρεως.
Προκείμενον Ἦχος γ'
Κύριος φωτισμός μου καὶ Σωτήρ μου.
Στίχ. Κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα
(Κεφ. 49, 815)
Τάδε λέγει Κύριος, Καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι καὶ ἔπλασά σε, καὶ ἔδωκά σε, καὶ ἔθηκά σε εἰς διαθήκην Ἐθνῶν, τοῦ καταστῆσαι τὴν γῆν, καὶ κατακληρονομῆσαι κληρονομίας ἐρήμους, λέγοντα τοῖς ἐν δεσμοῖς, Ἐξέλθετε· καὶ τοῖς ἐν τῷ σκότει, Ἀνακαλύπτεσθε, ἐν πάσαις ταῖς ὁδοῖς βοσκηθήσονται, καὶ ἐν πάσαις ταῖς τρίβοις ἡ νομὴ αὐτῶν, οὐ πεινάσουσιν, οὐδὲ διψήσουσιν, οὐδὲ πατάξει αὐτοὺς ὁ καύσων, οὐδὲ ὁ ἥλιος, ἀλλ᾽ ὁ ἐλεῶν αὐτοὺς παρακαλέσει αὐτούς καὶ διὰ πηγῶν ὑδάτων ἄξει αὐτούς. Καὶ θήσω πᾶν ὄρος εἰς ὁδόν, καὶ πᾶσαν τρίβον εἰς βόσκημα αὐτοῖς. Ἰδοὺ οὗτοι πόρρωθεν ἥξουσιν, οὗτοι ἀπὸ Βορρᾶ καὶ θαλάσσης, ἄλλοι δὲ ἐκ γῆς Περσῶν. Εὐφραινέσθωσαν οἱ οὐρανοί, καὶ ἀγαλλιάσθω ἡ γῆ, ῥηξάτω τὰ ὄρη εὐφροσύνην, καὶ οἱ βουνοὶ δικαιοσύνην, ὅτι ἠλέησεν ὁ Θεὸς τὸν λαόν αὐτοῦ, καὶ τοὺς ταπεινοὺς τοῦ λαοῦ αὐτοῦ παρεκάλεσεν. Εἶπε δὲ Σιών· Ἐγκατέλιπέ με Κύριος, καὶ ὁ Κύριος ἐπελάθετό μου. Μὴ ἐπιλήσεται γυνὴ τοῦ παιδίου αὐτῆς; ἢ τοῦ μὴ ἐλεῆσαι τὰ ἔκγονα τῆς κοιλίας αὐτῆς; εἰ δὲ καὶ ταῦτα ἐπιλάθοιτο γυνή, ἀλλ᾽ ἐγὼ οὐκ ἐπιλήσομαί σου λέγει Κύριος Παντοκράτωρ.
Ὁ Ἀπόστολος
Πρὸς Τίτον Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα, (Κεφ. 2, 1114 & 3, 47)
Τέκνον Τίτε, ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ, ἡ σωτήριος πᾶσιν ἀνθρώποις, παιδεύουσα ἡμᾶς, ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν, καὶ τὰς κοσμικὰς ἐπιθυμίας, σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι, προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα, καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν, ἵνα λυτρώσηται ἡμᾶς ἀπὸ πάσης ἀνομίας, καὶ καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον, ζηλωτὴν καλῶν ἔργων. Ὅτε δὲ ἡ χρηστότης καὶ ἡ φιλανθρωπία ἐπεφάνη τοῦ Σωτῆρος ἡμῶν Θεοῦ, οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ, ὧν ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸν αὐτοῦ ἔλεον ἔσωσεν ἡμᾶς, διὰ λουτροῦ παλιγγενεσίας, καὶ ἀνακαινώσεως Πνεύματος ἁγίου, οὗ ἐξέχεεν ἐφ᾽ ἡμᾶς πλουσίως, διὰ Ἰησοῦ Χριστοῦ τοῦ Σωτῆρος ἡμῶν, ἵνα δικαιωθέντες τῇ ἐκείνου χάριτι, κληρονόμοι γενώμεθα κατ᾽ ἐλπίδα ζωῆς αἰωνίου.
Ἐκ τοῦ κατὰ Λουκᾶν. γ΄ 1 18᾽Εν ἔτει δὲ πεντεκαιδεκάτῳ τῆς ἡγεμονίας Τιβερίου Καίσαρος, ἡγεμονεύοντος Ποντίου Πιλάτου τῆς ᾽Ιουδαίας, καὶ τετραρχοῦντος τῆς Γαλιλαίας ῾Ηρῴδου, Φιλίππου δὲ τοῦ ἀδελφοῦ αὐτοῦ τετραρχοῦντος τῆς ᾽Ιτουραίας καὶ Τραχωνίτιδος χώρας, καὶ Λυσανίου τῆς ᾽Αβιληνῆς τετραρχοῦντος, ἐπὶ ἀρχιερέως ῞Αννα καὶ Καϊάφα, ἐγένετο ῥῆμα Θεοῦ ἐπὶ ᾽Ιωάννην τὸν Ζαχαρίου υἱὸν ἐν τῇ ἐρήμῳ. Καὶ ἦλθεν εἰς πᾶσαν τὴν περίχωρον τοῦ ᾽Ιορδάνου κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν,ὡς γέγραπται ἐν βίβλῳ λόγων ᾽Ησαΐου τοῦ προφήτου, Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, Ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ. Πᾶσα φάραγξ πληρωθήσεται καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται, καὶ ἔσται τὰ σκολιὰ εἰς εὐθείαν καὶ αἱ τραχεῖαι εἰς ὁδοὺς λείας·καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ. ῎Ελεγεν οὖν τοῖς ἐκπορευομένοις ὄχλοις βαπτισθῆναι ὑπ᾽ αὐτοῦ, Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς;ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας· καὶ μὴ ἄρξησθε λέγειν ἐν ἑαυτοῖς, Πατέρα ἔχομεν τὸν ᾽Αβραάμ, λέγω γὰρ ὑμῖν ὅτι δύναται ὁ θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ ᾽Αβραάμ. Ἤδη δὲ καὶ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται. Καὶ ἐπηρώτων αὐτὸν οἱ ὄχλοι λέγοντες, Τί οὖν ποιήσωμεν; ἀποκριθεὶς δὲ λέγει αὐτοῖς· Ὁ ἔχων δύο χιτῶνας μεταδότω τῷ μὴ ἔχοντι, καὶ ὁ ἔχων βρώματα ὁμοίως ποιείτω. Ἦλθον δὲ καὶ τελῶναι βαπτισθῆναι καὶ εἶπον πρὸς αὐτόν· Διδάσκαλε, τί ποιήσωμεν; ὁ δὲ εἶπεν πρὸς αὐτούς· Μηδὲν πλέον παρὰ τὸ διατεταγμένον ὑμῖν πράσσετε. Ἐπηρώτων δὲ αὐτὸν καὶ στρατευόμενοι λέγοντες· Τί ποιήσωμεν καὶ ἡμεῖς; καὶ εἶπε πρὸς αὐτοὺς· Μηδένα διασείσητε μηδὲ συκοφαντήσητε, καὶ ἀρκεῖσθε τοῖς ὀψωνίοις ὑμῶν. Προσδοκῶντος δὲ τοῦ λαοῦ καὶ διαλογιζομένων πάντων ἐν ταῖς καρδίαις αὐτῶν περὶ τοῦ ᾽Ιωάννου, μήποτε αὐτὸς εἴη ὁ Χριστός,ἀπεκρίνατο ὁ ᾽Ιωάννης ἅπασι λέγων · ᾽Εγὼ μὲν ὕδατι βαπτίζω ὑμᾶς· ἔρχεται δὲ ὁ ἰσχυρότερός μου, οὗ οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ· αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί·οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ διακαθᾶραι τὴν ἅλωνα αὐτοῦ καὶ συναγαγεῖν τὸν σῖτον εἰς τὴν ἀποθήκην αὐτοῦ, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ. Πολλὰ μὲν οὖν καὶ ἕτερα παρακαλῶν εὐηγγελίζετο τὸν λαόν.
Μετὰ ταῦτα λέγει ὁ Ἀναγνώστης
Μὴ δὴ παραδῴης ἡμᾶς εἰς τέλος, διὰ τὸ ὄνομά σου τὸ Ἅγιον· καὶ μὴ διασκεδάσῃς τὴν διαθήκην σου, καὶ μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφ' ἡμῶν, διὰ Ἀβραὰμ τὸν ἠγαπημένον ὑπὸ σοῦ, καὶ διὰ Ἰσαὰκ τὸν δοῦλόν σου καὶ Ἰσραὴλ τὸν Ἅγιόν σου.
Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς (ἐκ τρίτου).
Δόξα... Καὶ νῦν...
Παναγία Τριάς, ἐλέησον ἡμᾶς.
Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν.
Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν.
Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν,
ἕνεκεν του ὀνόματός σου.
Κύριε ἐλέησον (ἐκ τρίτου)
Δόξα... Καὶ νῦν...
Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ἱερεὺς Ὅτι σοῦ ἐστιν ἡ βασιλεία...
Κοντάκιον, Ἦχος δ' ΤΟ ΑΚΟΥΤΕ
Ἐν τοῖς ῥείθροις σήμερον τοῦ Ἰορδάνου, γεγονὼς ὁ Κύριος, τῷ Ἰωάννῃ ἐκβοᾷ· Μὴ δειλιάσῃς βαπτίσαι με· σῶσαι γὰρ ἥκω, Ἀδὰμ τὸν πρωτόπλαστον.
Κύριε ἐλέησον μ'
Ὁ ἐν παντὶ καιρῷ καὶ πάσῃ ὥρᾳ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς προσκυνούμενος καὶ δοξαζόμενος Χριστὸς ὁ Θεός, ὁ μακρόθυμος, ὁ πολυέλεος, ὁ πολυεύσπλαγχνος, ὁ τοὺς δικαίους ἀγαπῶν καί τοὺς ἁμαρτωλοὺς ἐλεῶν, ὁ πάντας καλῶν πρὸς σωτηρίαν διά τῆς ἐπαγγελίας τῶν μελλόντων ἀγαθῶν , αὐτός Κύριε, πρόσδεξαι καὶ ἡμῶν ἐν τῇ ὥρᾳ ταύτῃ τὰς ἐντεύξεις καὶ ἴθυνον τὴν ζωὴν ἡμῶν πρὸς τὰς ἐντολάς σου. Τὰς ψυχὰς ἡμῶν ἁγίασον, τὰ σώματα ἅγνισον , τοὺς λογισμοὺς διόρθωσον, τὰς ἐννοίας κάθαρον καὶ ῥῦσαι ἡμᾶς ἀπὸ πάσης θλίψεως, κακῶν καὶ ὀδύνης. Τείχισον ἡμᾶς ἁγίοις σου Ἀγγέλοις, ἵνα τῇ παρεμβολῇ αὐτῶν φρουρούμενοι καὶ ὁδηγούμενοι καταντήσωμεν εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ εἰς τὴν ἐπίγνωσιν τῆς ἀπροσίτου σου δόξης, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Κύριε ἐλέησον γ'
Δόξα... Καὶ νῦν...
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Ἐν ὀνόματι Κυρίου εὐλόγησον, Πάτερ. ὁ Ἱερεύς. ὁ Θεός οἰκτειρήσαι ἡμᾶς..., καὶ τὴν παροῦσαν.
Εὐχὴν
Δέσποτα Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ὁ μακροθυμήσας ἐπὶ τοῖς ἡμῶν πλημμελήμασι, καὶ ἄχρι τῆς παρούσης ὥρας ἀγαγὼν ἡμᾶς, ἐν ᾗ ἐπὶ τοῦ ζωοποιοῦ ξύλου κρεμάμενος, τῷ εὐγνώμονι ληστῇ τὴν εἰς τὸν Παράδεισον ὡδοποίησας εἴσοδον, καὶ θανάτῳ τὸν θάνατον ὤλεσας, ἱλάσθητι ἡμῖν τοῖς ταπεινοῖς, καὶ ἁμαρτωλοῖς καὶ ἀναξίοις δούλοις σου. Ἡμάρτομεν γὰρ καὶ ἠνομήσαμεν, καὶ οὐκ ἐσμὲν ἄξιοι ἆραι τὰ ὄμματα ἡμῶν, καὶ βλέψαι εἰς τὸ ὕψος τοῦ οὐρανοῦ, διότι κατελίπομεν τὴν ὁδόν τῆς δικαιοσύνης σου καὶ ἐπορεύθημεν ἐν τοῖς θελήμασι τὼν καρδιῶν ἡμῶν. Ἀλλ' ἱκετεύομεν τὴν σὴν ἀνείκαστον ἀγαθότητα· Φεῖσαι ἡμῶν, Κύριε κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου, καὶ σῶσον ἡμᾶς διὰ τὸ ὄνομά σου τὸ Ἅγιον, ὅτι ἐξέλιπον ἐν ματαιότητι αἱ ἡμέραι ἡμῶν. Ἐξελοῦ ἡμᾶς τῆς τοῦ ἀντικειμένου χειρός,καὶ ἄφες ἡμῖν τὰ ἁμαρτήματα, καὶ νέκρωσον τὸ σαρκικὸν ἡμῶν φρόνημα· ἵνα τὸν παλαιὸν ἀποθέμενοι ἄνθρωπον, τὸν νέον ἐνδυσώμεθα, καὶ σοὶ ζήσωμεν τῷ ἡμετέρῳ Δεσπότῃ καὶ κηδεμόνι. Καὶ οὕτω τοῖς σοῖς ἀκολουθοῦντες προστάγμασιν, εἰς τὴν αἰώνιον ἀνάπαυσιν καταντήσωμεν, ἔνθα πάντων ἐστὶ τῶν εὐφραινομένων ἡ κατοικία. Σὺ γὰρ εἶ ἡ ὄντως ἀληθινὴ εὐφροσύνη καὶ ἀγαλλίασις τῶν ἀγαπώντων σε, Χριστὲ ὁ Θεὸς ἡμῶν· καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ Παναγίῳ, καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Εἶτα τὰ Τυπικά, χῦμα
ΨΑΛΜΟΣ ΡΒ' (102)
Ἦχος πλ. δ'
Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ.
Τὸν εὐϊλατεύοντα πάσας τὰς ἀνομίας σου, τὸν ἰώμενον πάσας τὰς νόσους σου.
Τὸν λυτρούμενον ἐκ φθορᾶς τὴν ζωήν σου, τὸν στεφανοῦντά σε ἐν ἐλέει καὶ οἰκτιρμοῖς.
Τὸν ἐμπιπλῶντα ἐν ἀγαθοῖς τὴν ἐπιθυμίαν σου, ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου.
Ποιῶν ἐλεημοσύνας ὁ Κύριος, καὶ κρῖμα πᾶσι τοῖς ἀδικουμένοις.
Ἐγνώρισε τὰς ὁδοὺς αὐτοῦ τῷ Μωϋσῇ, τοῖς υἱοῖς Ἰσραὴλ τὰ θελήματα αὐτοῦ.
Οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, μακρόθυμος καὶ πολυέλεος, οὐκ εἰς τέλος ὀργισθήσεται, οὐδὲ εἰς τὸν αἰῶνα μηνιεῖ.
Οὐ κατὰ τὰς ἀνομίας ἡμῶν ἐποίησεν ἡμῖν, οὐδὲ κατὰ τὰς ἁμαρτίας ἡμῶν ἀνταπέδωκεν ἡμῖν.
Ὅτι κατὰ τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ τῆς γῆς, ἐκραταίωσε Κύριος τὸ ἔλεος αὐτοῦ ἐπὶ τοὺς φοβουμένους αὐτόν.
Καθόσον ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν, ἐμάκρυνεν ἀφ' ἡμῶν τὰς ἀνομίας ἡμῶν.
Καθὼς οἰκτείρει πατὴρ υἱούς, ὠκτείρησε Κύριος τοὺς φοβουμένους αὐτόν, ὅτι αὐτὸς ἔγνω τὸ πλάσμα ἡμῶν, ἐμνήσθη ὅτι χοῦς ἑσμεν.
Ἄνθρωπος, ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ, ὡσεὶ ἄνθος τοῦ ἀγροῦ, οὕτως ἐξανθήσει.
Ὅτι πνεῦμα διῆλθεν ἐν αὐτῷ, καὶ οὐχ ὑπάρξει, καὶ οὐκ ἐπιγνώσεται ἔτι τὸν τόπον αὐτοῦ.
Τὸ δὲ ἔλεος τοῦ Κυρίου ἀπὸ τοῦ αἰῶνος, καὶ ἕως τοῦ αἰῶνος ἐπὶ τοὺς φοβουμένους αὐτόν.
Καὶ ἡ δικαιοσύνη αὐτοῦ ἐπὶ υἱοῖς υἱῶν, τοῖς φυλάσσουσι τὴν διαθήκην αὐτοῦ, καὶ μεμνημένοις τῶν ἐντολῶν αὐτοῦ τοῦ ποιῆσαι αὐτάς.
Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει.
Εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ Ἄγγελοι αὐτοῦ, δυνατοὶ ἰσχύϊ, ποιοῦντες τὸν λόγον αὐτοῦ, τοῦ ἀκοῦσαι τῆς φωνῆς τῶν λόγων αὐτοῦ.
Εὐλογεῖτε τὸν Κύριον, πᾶσαι αἱ δυνάμεις αὐτοῦ, λειτουργοὶ αὐτοῦ, οἱ ποιοῦντες τὸ θέλημα αὐτοῦ.
Εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ, εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.
Ἦχος β'
Δόξα...
ΨΑΛΜΟΣ ΡΜΕ' (145)
Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον, αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.
Μὴ πεποίθατε ἐπ' ἄρχοντας, ἐπὶ υἱοὺς ἀνθρώπων, οἷς οὐκ ἔστι σωτηρία.
Ἐξελεύσεται τὸ πνεῦμα αὐτοῦ, καὶ ἐπιστρέψει εἰς τὴν γῆν αὐτοῦ.
Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπολοῦνται πάντες οἱ διαλογισμοὶ αὐτοῦ.
Μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ.
Τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς.
Τὸν φυλάσσοντα ἀλήθειαν εἰς τὸν αἰῶνα, ποιοῦντα κρῖμα τοῖς ἀδικουμένοις, διδόντα τροφὴν τοῖς πεινῶσι.
Κύριος λύει πεπεδημένους, Κύριος σοφοῖ τυφλούς, Κύριος ἀνορθοῖ κατερραγμένους, Κύριος ἀγαπᾷ δικαίους, Κύριος φυλάσσει τοὺς προσηλύτους.
Ὀρφανὸν καὶ χήραν ἀναλήψεται, καὶ ὁδόν ἁμαρτωλῶν ἀφανιεῖ.
Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν.
Καὶ νῦν...
Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας. Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.
Ἐν τῇ Βασιλείᾳ σου μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ σου.
Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.
Μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται.
Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν.
Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται.
Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται.
Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.
Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται.
Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.
Μακάριοί ἐστε, ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ' ὑμῶν, ψευδόμενοι ἕνεκεν ἐμοῦ.
Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς.
Δόξα... Καὶ νῦν...
Μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ σου.
Μνήσθητι ἡμῶν, Δέσποτα, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ σου.
Μνήσθητι ἡμῶν, Ἅγιε, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ σου.
Χορὸς ὁ ἐπουράνιος ὑμνεῖ σε καὶ λέγει· Ἅγιος, Ἅγιος, Ἅγιος, Κύριος Σαβαώθ, πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης σου.
Στίχ. Προσέλθετε πρὸς αὐτόν, καὶ φωτίσθητε·
Χορὸς ὁ ἐπουράνιος ὑμνεῖ σε καὶ λέγει· Ἅγιος, Ἅγιος, Ἅγιος, Κύριος Σαβαώθ, πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης σου.
Δόξα...
Χορὸς Ἁγίων Ἀγγέλων καὶ Ἀρχαγγέλων, μετὰ πασῶν τῶν ἐπουρανίων Δυνάμεων ὑμνεῖ σε καὶ λέγει· Ἅγιος, Ἅγιος, Ἅγιος, Κύριος Σαβαώθ, πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης σου.
Καὶ νῦν...
Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα, Παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων.
Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱόν του Θεοῦ τὸν Μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων. Φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι' οὗ τὰ πάντα ἐγένετο. Τὸν δι' ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος Ἁγίου καὶ Μαρίας τῆς Παρθένου καὶ ἐνανθρωπήσαντα. Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου καὶ παθόντα καὶ ταφέντα. Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς Γραφάς. Καὶ ἀνελθόντα εἰς τοὺς Οὐρανοὺς καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός. Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος.
Καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ Κύριον, τὸ Ζωοποιόν , τὸ ἐκ του Πατρὸς ἐκπορευόμενον, τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διά τῶν Προφητῶν.
Εἰς Μίαν, Ἁγίαν, Καθολικὴν καὶ Ἀποστολικὴν Ἐκκλησίαν. Ὁμολογῶ ἕν Βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν. Προσδοκῶ ἀνάστασιν νεκρῶν. Καὶ ζωήν τοῦ μέλλοντος αἰῶνος, Ἀμήν.
Ἄνες, ἄφες, συγχώρησον, ὁ Θεός, τὰ παραπτώματα ἡμῶν, τὰ ἑκούσια καὶ τὰ ἀκούσια, τὰ ἐν ἔργῳ καὶ λόγῳ, τὰ ἐν γνώσει καὶ ἀγνοίᾳ, τὰ ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ, τὰ κατὰ νοῦν καὶ διάνοιαν· τὰ πάντα ἡμῖν συγχώρησον, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.
Πάτερ ἡμῶν... Ὅτι σοῦ ἐστιν...
Κοντάκιον, Ἦχος δ' ΤΟ ΑΚΟΥΤΕ
Ἐν τοῖς ῥείθροις σήμερον τοῦ Ἰορδάνου, γεγονὼς ὁ Κύριος, τῷ Ἰωάννῃ ἐκβοᾷ· Μὴ δειλιάσῃς βαπτίσαι με· σῶσαι γὰρ ἥκω, Ἀδὰμ τὸν πρωτόπλαστον.
Τό, Κύριε ἐλέησον, ιβ'. Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον... ἐκ γ'.
Δόξα... Καὶ νῦν... Τό, Εὐλογήσω τὸν Κύριον...
Καὶ Ἀπόλυσις
| TA ΜΗΝΑΙΑ | Ιανουάριος | Ώρες |
Ἅγια Θεοφάνεια
ΜΕΓΑΣ ΑΓΙΑΣΜΟΣΜετὰ δὲ τὴν ὀπισθάμβωνον Εὐχήν, ἐξερχόμεθα ἐν τῇ Κολυμβήθρᾳ, προπορευομένου τοῦ Ἱερέως μετὰ λαμπάδων καὶ τοῦ θυμιατοῦ, καὶ ἡμεῖς ψάλλομεν τὰ παρόντα Ἰδιόμελα Ἦχος πλ. δ΄.Σωφρονίου Πατριάρχου ἹεροσολύμωνΦωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων βοᾷ λέγουσα· Δεῦτε λάβετε πάντες, Πνεῦμα σοφίας, Πνεῦμα συνέσεως, Πνεῦμα φόβου Θεοῦ, τοῦ ἐπιφανέντος Χριστοῦ. Σήμερον τῶν ὑδάτων, ἁγιάζεται ἡ φύσις, καὶ ῥήγνυται ὁ Ἰορδάνης, καὶ τῶν ἰδίων ναμάτων ἐπέχει τὸ ῥεῦμα, Δεσπότην ὁρῶν ῥυπτόμενον. Ὡς ἄνθρωπος ἐν ποταμῷ, ἦλθες Χριστὲ Βασιλεῦ, καὶ δουλικὸν Βάπτισμα λαβεῖν, σπεύδεις ἀγαθέ, ὑπὸ τῶν τοῦ Προδρόμου χειρῶν, διὰ τάς ἁμαρτίας ἡμῶν φιλάνθρωπε.Δόξα... Καὶ νῦν... ὁ αὐτὸςΠρὸς τὴν φωνὴν τοῦ βοῶντος ἐν τῇ ἐρήμῳ· Ἐτοιμάσατε τὴν ὁδὸν τοῦ Κυρίου, ἦλθες Κύριε, μορφὴν δούλου λαβών, Βάπτισμα αἰτῶν, ὁ μὴ γνοὺς ἁμαρτίαν. Εἴδοσάν σε ὕδατα, καὶ ἐφοβήθησαν, σύντρομος γέγονεν ὁ Πρόδρομος, καὶ ἐβόησε λέγων· πῶς φωτίσει ὁ λύχνος τὸ Φῶς; πῶς χειροθετήσει δοῦλος τὸν Δεσπότην; ἁγίασον ἐμὲ καὶ τὰ ὕδατα Σωτήρ, ὁ αἲρων τοῦ κόσμου τὴν ἁμαρτίαν.Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα(Κεφ. 35, 110)Τάδε λέγει Κύριος· Εὐφράνθητι ἔρημος διψῶσα, ἀγαλλιάσθω ἔρημος, καὶ ἀνθείτω ὡς κρίνον. Καὶ ἑξανθήσει, καὶ ὑλοχαρήσει, καὶ ἀγαλλιάσεται τὰ ἔρημα τοῦ Ἰορδάνου· καὶ ἡ δόξα τοῦ Λιβάνου ἐδόθη αὐτῇ, καὶ ἡ τιμὴ τοῦ Καρμήλου· καὶ ὁ λαός μου ὄψεται τὴν δόξαν Κυρίου, καὶ τὸ ὕψος τοῦ Θεοῦ. Ἰσχύσατε χεῖρες ἀνειμέναι, καὶ γόνατα παραλελυμένα. Παρακαλέσατε, καὶ εἴπατε τοῖς ὀλιγοψύχοις τῇ διανοίᾳ· Ἰσχύσατε καὶ μὴ φοβεῖσθε· ἰδοὺ ὁ Θεὸς ἡμῶν κρίσιν ἀνταποδίδωσι, καὶ ἀνταποδώσει, αὐτὸς ἥξει καὶ σώσει ἡμᾶς. Τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν, καὶ ὦτα κωφῶν ἀκούσονται. Τότε ἁλεῖται χωλὸς ὡς ἔλαφος, καὶ τρανὴ ἔσται γλῶσσα μογγιλάλων, ὅτι ἐρράγη ἐν τῇ ἐρήμῳ ὕδωρ, καὶ φάραγξ ἐν γῇ διψώσῃ. Καὶ ἔσται ἡ ἄνυδρος εἰς ἕλη, καὶ εἰς τὴν διψῶσαν γῆν πηγὴ ὕδατος ἔσται, ἐκεῖ ἔσται εὐφροσύνη ὀρνέων, ἐπαύλεις ποιμνίων καὶ καλάμη καὶ ἕλη. Καὶ ἔσται ἐκεῖ ὁδὸς καθαρά, καὶ ὁδὸς ἁγία κληθήσεται, οὐ μὴ παρέλθῃ ἐκεῖ ἀκάθαρτος, οὐδὲ ἔσται ἐκεῖ ὁδὸς ἀκάθαρτος, οἱ δὲ διεσπαρμένοι πορεύσονται ἐπ᾽ αὐτῆς, καὶ οὐ μὴ πλανηθῶσι. Καὶ οὐκ ἔσται ἐκεῖ λέων, οὐδὲ τῶν πονηρῶν θηρίων, οὐ μὴ ἀναβῇ εἰς αὐτήν, οὐδὲ μὴ εὑρεθῇ ἐκεῖ· ἀλλὰ πορεύσονται ἐν αὐτῇ λελυτρωμένοι καὶ συνηγμένοι ὑπὸ Κυρίου. Καὶ ἀποστραφήσονται, καὶ ἥξουσιν εἰς Σιὼν μετ᾽ εὐφροσύνης καὶ ἀγαλλιάσεως, καὶ εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν· ἐπὶ γὰρ τῆς κεφαλῆς αὐτῶν αἴνεσις καὶ ἀγαλλίαμα, καὶ εὐφροσύνη καταλήψεται αὐτούς· ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμός.Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα(Κεφ. 55, 113)Τάδε λέγει Κύριος· οἱ διψῶντες πορεύεσθε ἐφ᾽ ὕδωρ, καὶ ὅσοι μὴ ἔχετε ἀργύριον, βαδίσαντες ἀγοράσατε, καὶ φάγεσθε, καὶ πίεσθε ἄνευ ἀργυρίου καὶ τιμῆς οἶνον καὶ στέαρ, ἵνα τὶ τιμᾶσθε ἀργυρίου ἐν οὐκ ἄρτοις, καὶ ὁ μόχθος ὑμῶν οὐκ εἰς πλησμονήν; Ἀκούσατέ μου, καὶ φάγεσθε ἀγαθά, καὶ ἐντρυφήσει ἐν ἀγαθοῖς ἡ ψυχὴ ὑμῶν. Προσέχετε τοῖς ὠσὶν ὑμῶν, καὶ ἐπακολουθεῖτε ταῖς ὁδοῖς μου, εἰσακούσατέ μου, καὶ ζήσεται ἐν ἀγαθοῖς ἡ ψυχὴ ὑμῶν, καὶ διαθήσομαι ὑμῖν Διαθήκην αἰώνιον, τὰ ὅσια Δαυῒδ τὰ πιστά. Ἰδοὺ μαρτύριον ἐν Ἔθνεσιν ἔδωκα αὐτόν, ἄρχοντα καὶ προστάσσοντα ἐν Ἔθνεσιν. Ἰδοὺ Ἔθνη, ἃ οὐκ οἴδασί σε, ἐπικαλέσονταί σε, καὶ λαοί, οἳ οὐκ ἐπίστανταί σε, ἐπὶ σὲ καταφεύξονται, ἕνεκεν Κυρίου τοῦ Θεοῦ σου, καὶ τοῦ Ἁγίου Ἰσραήλ, ὅτι ἐδόξασέ σε. Ζητήσατε τὸν Κύριον, καὶ ἐν τῷ εὑρίσκειν αὐτόν, ἐπικαλέσασθε, ἡνίκα δ᾽ ἂν ἐγγίζῃ ὑμῖν, ἀπολιπέτω ὁ ἀσεβὴς τάς ὁδοὺς αὐτοῦ, καὶ ἀνὴρ ἄνομος τάς βουλὰς αὐτοῦ, καὶ ἐπιστράφητε πρὸς Κύριον, καὶ ἐλεηθήσεσθε, καὶ κράξεσθε, ὅτι ἐπὶ πολὺ ἀφήσει τάς ἁμαρτίας ὑμῶν. Οὐ γὰρ εἰσιν αἱ βουλαί μου, ὥσπερ αἱ βουλαὶ ὑμῶν, οὐδ᾽ ὥσπερ αἱ ὁδοὶ ὑμῶν, αἱ ὁδοί μου, λέγει Κύριος. Ἀλλ᾽ ὡς ἀπέχει ὁ οὐρανὸς ἀπὸ τῆς γῆς, οὕτως ἀπέχει ἡ ὁδός μου ἀπὸ τῶν ὁδῶν ὑμῶν, καὶ τὰ διανοήματα ὑμῶν ἀπὸ τῆς διανοίας μου. Ὡς γὰρ ἂν καταβῇ ὑετός, ἢ χιὼν ἐκ τοῦ οὐρανοῦ, καὶ οὐ μὴ ἀποστραφῇ ἕως ἂν μεθύσῃ τὴν γῆν, καὶ ἐκτέκῃ, καὶ ἐκβλαστήσῃ, καὶ δῷ σπέρμα τῷ σπείροντι, καὶ ἄρτον εἰς βρῶσιν, οὕτως ἔσται τὸ ῥῆμά μου, ὃ ἐὰν ἐξέλθῃ ἐκ τοῦ στόματός μου, οὐ μὴ ἀποστραφῇ πρὸς με κενόν, ἕως ἂν τελεσθῇ ὅσα ἂν ἠθέλησα, καὶ εὐοδώσω τάς ὁδούς μου, καὶ τὰ ἐντάλματά μου. Ἐν γὰρ εὐφροσύνῃ ἐξελεύσεσθε, καὶ ἐν χαρᾷ διδαχθήσεσθε· τὰ γὰρ ὄρη καὶ οἱ βουνοὶ ἑξαλοῦνται, προσδεχόμενοι ὑμᾶς ἐν χαρᾷ, καὶ πάντα τὰ ξύλα τοῦ ἀγροῦ ἐπικροτήσει τοῖς κλάδοις. Καὶ ἀντὶ τῆς στοιβῆς ἀναβήσεται κυπάρισσος, ἀντί, δὲ τῆς κονύζης ἀναβήσεται μυρσίνη, καὶ ἔσται Κυρίῳ εἰς ὄνομα, καὶ εἰς σημεῖον αἰώνιον, καὶ οὐκ ἐκλείψει.Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα(Κεφ. 12, 36)Τάδε λέγει Κύριος· Ἀντλήσατε ὕδωρ μετ᾽ εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ σωτηρίου. Καὶ ἐρεῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· Ὑμνεῖτε τὸν Κύριον, βοᾶτε τὸ ὄνομα αὐτοῦ, ἀναγγείλατε ἐν τοῖς Ἔθνεσι τὰ ἔνδοξα αὐτοῦ, μιμνῄσκεσθε, ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ. Ὑμνήσατε τὸ ὄνομα Κυρίου, ὅτι ὑψηλὰ ἐποίησεν, ἀναγγείλατε ταῦτα ἐν πάσῃ τῇ γῇ. Ἀγαλλιᾶσθε, καὶ εὐφραίνεσθε οἱ κατοικοῦντες Σιών, ὅτι ὑψώθη ὁ Ἅγιος τοῦ Ἰσραὴλ ἐν μέσῳ αὐτῆς.Προκείμενον Ἦχος γ΄Κύριος φωτισμός μου καὶ Σωτήρ μου.Στίχ. Κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου.Πρὸς Κορινθίους Α΄ Ἐπιστολῆς Παύλου(Κεφ. 10, 14)Ἀδελφοί, οὐ θέλω ὑμᾶς ἀγνοεῖν, ὅτι οἱ Πατέρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν, καὶ πάντες διὰ τῆς θαλάσσης διῆλθον. Καὶ πάντες εἰς τὸν Μωϋσῆν ἐβαπτίσαντο, ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ. Καὶ πάντες τὸ αὐτὸ βρῶμα πνευματικόν ἔφαγον. Καὶ πάντες τὸ αὐτὸ πόμα πνευματικόν ἔπιον· ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας· ἡ δὲ πέτρα ἦν ὁ Χριστός.Ἀλληλούϊα Ἦχος δ᾽Φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων.Στίχ. Ὁ Θεὸς τῆς δόξης ἐβρόντησεν ἐπὶ τῶν ὑδάτων.Εὐαγγέλιον κατὰ ΜᾶρκονΤῷ καιρῷ ἐκείνῳ, ἦλθεν ὁ Ἰησοῦς ἀπὸ Ναζαρέτ τῆς Γαλιλαίας, καὶ ἐβαπτίσθη ὑπὸ Ἰωάννου εἰς τὸν Ἰορδάνην. Καὶ εὐθέως ἀναβαίνων ἀπὸ τοῦ ὕδατος, εἶδε σχιζομένους τοὺς οὐρανοὺς, καὶ τὸ Πνεῦμα ὡσεὶ περιστερὰν καταβαῖνον ἐπ᾽αὐτόν. Καὶ φωνὴ ἐγένετο ἐκ τῶν οὐρανῶν· Σὺ εἶ ὁ Υἰός μου ὁ ἀγαπητὸς, ἐν ᾧ ηὐδόκησα.Καὶ εὐθὺς ὁ Διάκονος Τὰ Εἰρηνικά. Ἐν ὅσῳ δὲ λέγονται ταῦτα ὑπὸ τοῦ Διακόνου, ὁ Ἱερεὺς λέγει μυστικῶς τὴν ἑξῆς Εὐχήν· Κύριε Ἰησοῦ Χριστέ, κλπ. Ἐν εἰρήνῃ, τοῦ Κυρίου δεηθῶμεν.Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν Ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν, καὶ τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.Ὑπὲρ τοῦ Ἁγίου Οἴκου τούτου, Καὶ τῶν μετὰ πίστεως, εὐλαβείας, καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος), τοῦ τιμίου Πρεσβυτερίου τῆς ἐν Χριστῷ Διακονίας, παντὸς τοῦ Κλήρου καὶ τοῦ Λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.Ὑπὲρ τῆς ἁγίας Μονῆς ταύτης, πάσης Πόλεως Χώρας, καὶ τῶν πίστει οἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν.Ὑπὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς, καὶ καιρῶν εἰρηνικῶν, τοῦ Κυρίου δεηθῶμεν.Ὑπὲρ πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καὶ τῆς σωτηρίας αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν.Ὑπὲρ τοῦ ἁγιασθῆναι τὸ ὕδωρ τοῦτο, τῇ δυνάμει καὶ ἐνεργείᾳ καὶ ἐπιφοιτήσει τοῦ Ἁγίου Πνεύματος, τοῦ Κυρίου δεηθῶμεν.Ὑπὲρ τοῦ καταφοιτῆσαι τοῖς ὕδασι τούτοις τὴν καθαρτικὴν τῆς ὑπερουσίου Τριάδος ἐνέργειαν, τοῦ Κυρίου δεηθῶμεν.Ὑπὲρ τοῦ δωρηθῆναι αὐτοῖς τὴν χάριν τῆς ἀπολυτρώσεως, τὴν εὐλογίαν τοῦ Ἰορδάνου, τοῦ Κυρίου δεηθῶμεν.Ὑπὲρ τοῦ φωτισθῆναι ἡμᾶς φωτισμὸν γνώσεως καὶ εὐσεβείας, διὰ τῆς ἐπιφοιτήσεως τοῦ Ἁγίου Πνεύματος, τοῦ Κυρίου δεηθῶμεν.Ὑπὲρ τοῦ γενέσθαι τὸ ὕδωρ τοῦτο ἁγιασμοῦ δῶρον, ἁμαρτημάτων λυτήριον, εἰς ἴασιν ψυχῆς καὶ σώματος, καὶ πρὸς πᾶσαν ὠφέλειαν ἐπιτήδειον, τοῦ Κυρίου δεηθῶμεν.Ὑπὲρ τοῦ γενέσθαι αὐτὸ ὕδωρ ἁλλόμενον εἰς ζωὴν αἰώνιον, τοῦ Κυρίου δεηθῶμεν.Ὑπὲρ τοῦ ἀναδειχθῆναι αὐτὸ ἀποτρόπαιον πάσης ἐπιβουλῆς ὁρατῶν καὶ ἀοράτων ἐχθρῶν, τοῦ Κυρίου δεηθῶμεν.Ὑπὲρ τῶν ἀντλούντων καὶ ἀρυομένων εἰς ἁγιασμὸν οἴκων, τοῦ Κυρίου δεηθῶμεν.Ὑπὲρ τοῦ γενέσθαι αὐτὸ πρὸς καθαρισμὸν ψυχῶν καὶ σωμάτων, πᾶσι τοῖς ἀρυομένοις πίστει, καὶ μεταλαμβάνουσιν ἐξ αὐτοῦ, τοῦ Κυρίου δεηθῶμεν.Ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς ἐμπλησθῆναι ἁγιασμοῦ, διὰ τῆς τῶν ὑδάτων τούτων μεταλήψεως, τῇ ἀοράτῳ ἐπιφανείᾳ τοῦ Ἁγίου Πνεύματος, τοῦ Κυρίου δεηθῶμεν.Ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν, καὶ ἐλεῆσαι ἡμᾶς, τοῦ Κυρίου δεηθῶμεν.Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.Ἀντιλαβοῦ, σῶσον ἐλέησον, καὶ διαφύλαξον ἡμᾶς ὁ Θεὸς τῇ σῇ χάριτι.Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.ὁ ἱερεὺς τὴν Εὐχὴν μυστικῶςΚύριε Ἰησοῦ Χριστέ, ὁ μονογενὴς Υἱός, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρός, ὁ ἀληθινὸς Θεός, ἡ πηγὴ τῆς ζωῆς καὶ τῆς ἀθανασίας, τὸ φῶς τὸ ἐκ φωτός, ὁ ἐλθὼν εἰς τὸν κόσμον τοῦ φωτίσαι αὐτόν, καταύγασον ἡμῶν τὴν διάνοιαν τῷ Ἁγίῳ σου Πνεύματι, καὶ πρόσδεξαι ἡμᾶς μεγαλωσύνην καὶ εὐχαριστίαν σοι προσάγοντας, ἐπὶ τοῖς ἀπ᾽ αἰῶνος θαυμαστοῖς σου μεγαλουργήμασι, καὶ τῇ ἐπ᾽ ἐσχάτων τῶν αἰώνων σωτηρίῳ σου οἰκονομίᾳ, ἐν ᾗ τὸ ἀσθενὲς ἡμῶν καὶ πτωχὸν περιβαλόμενος φύραμα, καὶ τοῖς τῆς δουλείας μέτροις συγκατιών, ὁ τῶν ἁπάντων Βασιλεύς, ἔτι καὶ δουλικῇ χειρὶ ἐν τῷ Ἰορδάνῃ βαπτισθῆναι κατεδέξω, ἵνα τὴν τῶν ὑδάτων φύσιν ἁγιάσας ὁ ἀναμάρτητος, ὀδοποιήσῃς ἡμῖν τὴν δι᾽ ὕδατος καὶ Πνεύματος ἀναγέννησιν, καὶ πρὸς τὴν πρώτην ἡμᾶς ἀποκαταστήσῃς ἐλευθερίαν. Οὗ τινος θείου Μυστηρίου τὴν ἀνάμνησιν ἐορτάζοντες, δεόμεθά σου φιλάνθρωπε Δέσποτα. Ῥᾶνον ἐφ᾽ ἡμᾶς τοὺς ἀναξίους δούλους σου, κατὰ τὴν θείαν σου ἐπαγγελίαν, ὕδωρ καθάρσιον, τῆς σῆς εὐσπλαγχνίας τὴν δωρεάν, εἰς τὸ ἐπὶ τῷ ὕδατι τούτῳ τὴν αἴτησιν ἡμῶν τῶν ἁμαρτωλῶν εὐπρόσδεκτον γενέσθαι τῇ σῇ ἀγαθότητι, καὶ τὴν εὐλογίαν σου δι᾽ αὐτοῦ ἡμῖν τε καὶ παντὶ τῷ πιστῷ σου χαρισθῆναι λαῷ, εἰς δόξαν τοῦ ἁγίου προσκυνητοῦ σου Ὀνόματος. Σοὶ γὰρ πρέπει πᾶσα δόξα, τιμή, καὶ προσκύνησις, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ, καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σοῦ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.Καὶ εἰπὼν καθ᾽ ἑαυτὸν τό, Ἀμήν, τοῦ Διακόνου ἤδη πεπληρωκότος τὴν Συναπτήν, ἄρχεται ὁ ἱερεὺς μεγαλοφώνως τῆς Εὐχῆς ταύτης.Ποίημα Σωφρονίου Πατριάρχου ἹεροσολύμωνΤριὰς ὑπερούσιε, ὑπεράγαθε, ὑπέρθεε, παντοδύναμε, παντεπίσκοπε, ἀόρατε, ἀκατάληπτε. Δημιουργὲ τῶν νοερῶν οὐσιῶν καὶ τῶν λογικῶν φύσεων, ἡ ἔμφυτος ἀγαθότης, τὸ Φῶς τὸ ἀπρόσιτον, τὸ φωτίζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον, λάμψον κἀμοὶ τῷ ἀναξίῳ δούλῳ σου, φώτισόν μου τῆς διανοίας τὰ ὄμματα, ὅπως ἀνυμνῆσαι τολμήσω τὴν ἄμετρον εὐεργεσίαν καὶ δύναμιν. Εὐπρόσδεκτος γενέσθω ἡ παρ᾽ ἐμοῦ δέησις διὰ τὸν παρεστῶτα λαόν, ὅπως τὰ πλημμελήματά μου μὴ κωλύσωσιν ἐνθάδε παραγενέσθαι τὸ ἅγιόν σου Πνεῦμα, ἀλλὰ συγχώρησόν μοι ἀκατακρίτως βοᾶν σοι καὶ λέγειν καὶ νῦν, Ὑπεράγαθε· Δοξάζομέν σε Δέσποτα φιλάνθρωπε, Παντοκράτορ, προαιώνιε Βασιλεῦ. Δοξάζομέν σε τὸν Κτίστην, καὶ Δημιουργὸν τοῦ παντός. Δοξάζομέν σε, Υἱὲ τοῦ Θεοῦ μονογενές, τὸν ἀπάτορα ἐκ Μητρός, καὶ ἀμήτορα ἐκ Πατρός· ἐν γὰρ τῇ προλαβούσῃ Ἑορτῇ νήπιόν σε εἴδομεν, ἐν δὲ τῇ παρούσῃ τέλειόν σε ὁρῶμεν, τὸν ἐκ τελείου τέλειον ἐπιφανέντα Θεὸν ἡμῶν. Σήμερον γὰρ ὁ τῆς Ἑορτῆς ἡμῖν ἐπέστη καιρός, καὶ χορὸς ἁγίων ἐκκλησιάζει ἡμῖν, καὶ Ἄγγελοι μετὰ ἀνθρώπων συνεορτάζουσι. Σήμερον ἡ χάρις τοῦ Ἁγίου Πνεύματος, ἐν εἴδει περιστερᾶς, τοῖς ὕδασιν ἐπεφοίτησε. Σήμερον ὁ ἄδυτος Ἥλιος ἀνέτειλε, καὶ ὁ κόσμος τῷ φωτὶ Κυρίου καταυγάζεται. Σήμερον ἡ Σελήνη λαμπραῖς ταῖς ἀκτῖσι τῷ κόσμῳ συνεκλαμπρύνεται. Σήμερον οἱ φωτοειδεῖς ἀστέρες τῇ φαιδρότητι τῆς λάμψεως τὴν οἰκουμένην καλλωπίζουσι. Σήμερον αἱ νεφέλαι ὑετὸν δικαιοσύνης τῇ ἀνθρωπότητι οὐρανόθεν δροσίζουσι. Σήμερον ὁ Ἄκτιστος ὑπὸ τοῦ ἰδίου πλάσματος βουλῇ χειροθετεῖται. Σήμερον ὁ Προφήτης καὶ Πρόδρομος τῷ Δεσπότῃ προσέρχεται, ἀλλὰ τρόμῳ παρίσταται, ὁρῶν Θεοῦ πρὸς ἡμᾶς συγκατάβασιν. Σήμερον τὰ τοῦ Ἰορδάνου νάματα εἰς ἰάματα μεταποιεῖται τῇ τοῦ Κυρίου παρουσίᾳ. Σήμερον ῥείθροις μυστικοῖς πᾶσα ἡ κτίσις ἀρδεύεται. Σήμερον τὰ τῶν ἀνθρώπων πταίσματα τοῖς ὕδασι τοῦ Ἰορδάνου ἀπαλείφονται. Σήμερον ὁ Παράδεισος ἠνέωκται τοῖς ἀνθρώποις, καὶ ὁ τῆς Δικαιοσύνης Ἥλιος καταυγάζει ἡμῖν. Σήμερον τὸ πικρὸν ὕδωρ, τὸ ἐπὶ Μωϋσέως τῷ λαῷ, εἰς γλυκύτητα μεταποιεῖται τῇ τοῦ Κυρίου παρουσίᾳ. Σήμερον τοῦ παλαιοῦ θρήνου ἀπηλλάγημεν καὶ ὡς νέος Ἰσραὴλ διεσώθημεν. Σήμερον τοῦ σκότους ἐλυτρώθημεν, καὶ τῷ φωτὶ τῆς θεογνωσίας καταυγαζόμεθα. Σήμερον ἡ ἀχλὺς τοῦ κόσμου καθαίρεται τῇ ἐπιφανείᾳ τοῦ Θεοῦ ἡμῶν. Σήμερον λαμπαδοφεγγεῖ πᾶσα ἡ κτίσις ἄνωθεν. Σήμερον ἡ πλάνη κατήργηται, καὶ ὁδὸν ἡμῖν σωτηρίας ἐργάζεται ἡ τοῦ Δεσπότου ἐπέλευσις. Σήμερον τὰ ἄνω τοῖς κάτω συνεορτάζει, καὶ τὰ κάτω τοῖς ἄνω συνομιλεῖ. Σήμερον ἡ ἱερὰ καὶ μεγαλόφωνος τῶν Ὀρθοδόξων πανήγυρις ἀγάλλεται. Σήμερον ὁ Δεσπότης πρὸς τὸ βάπτισμα ἐπείγεται, ἵνα ἀναβιβάσῃ πρὸς ὕψος τὸ ἀνθρώπινον. Σήμερον ὁ ἀκλινὴς τῷ ἰδίῳ οἰκέτῃ ὑποκλίνεται, ἵνα ἡμᾶς ἐκ τῆς δουλείας ἐλευθερώσῃ. Σήμερον Βασιλείαν οὐρανῶν ὠνησάμεθα· τῆς γὰρ Βασιλείας τοῦ Κυρίου οὐκ ἔσται τέλος. Σήμερον γῆ καὶ θάλασσα τὴν τοῦ κόσμου χαρὰν ἐμερίσαντο, καὶ ὁ κόσμος εὐφροσύνης πεπλήρωται. Εἴδοσάν σε ὕδατα, ὁ Θεός, εἴδοσάν σε ὕδατα καὶ ἐφοβήθησαν. Ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω, θεασάμενος τὸ πῦρ τῆς θεότητος, σωματικῶς κατερχόμενον, καὶ εἰσερχόμενον ἐπ᾽ αὐτόν. Ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω, θεωρῶν τὸ Πνεῦμα τὸ Ἅγιον, ἐν εἴδει περιστερᾶς κατερχόμενον, καὶ περιϊπτάμενόν σοι. Ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω, ὁρῶν τὸν Ἀόρατον ὁραθέντα, τὸν Κτίστην σαρκωθέντα, τὸν Δεσπότην ἐν δούλου μορφῇ. Ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω, καὶ τὰ ὄρη ἐσκίρτησαν, Θεὸν ἐν σαρκὶ καθορῶντα, καὶ νεφέλαι φωνὴν ἔδωκαν, θαυμάζουσαι τὸν παραγενόμενον, φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, δεσποτικὴν πανήγυριν σήμερον ἐν τῷ Ἰορδάνῃ ὁρῶντες, αὐτὸν δὲ τὸν τῆς παρακοῆς θάνατον, καὶ τὸ τῆς πλάνης κέντρον, καὶ τὸν τοῦ, ᾍδου σύνδεσμον ἐν τῷ Ἰορδάνῃ βυθίσαντα, καὶ Βάπτισμα σωτηρίας τῷ κόσμῳ δωρησάμενον. Ὅθεν κἀγὼ ὁ ἁμαρτωλὸς καὶ ἀνάξιος δοῦλος σου, τὰ μεγαλεῖα τῶν θαυμάτων σου διηγούμενος, συνεχόμενος φόβῳ, ἐν κατανύξει βοῶ σοι·Μετὰ δὲ τὴν συμπλήρωσιν, λέγει γεγονωτέρᾳ φωνῇ.Μέγας εἶ, Κύριε, καὶ θαυμαστὰ τὰ ἔργα σου, καὶ οὐδεὶς λόγος ἐξαρκέσει πρὸς ὕμνον τῶν θαυμασίων σου (ἐκ γ'). Σὺ γὰρ βουλήσει ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι παραγαγὼν τὰ σύμπαντα τῷ σῷ κράτει συνέχεις τὴν κτίσιν, καὶ τῇ σῇ προνοίᾳ διοικεῖς τὸν κόσμον. Σὺ ἐκ τεσσάρων στοιχείων τὴν κτίσιν συναρμόσας, τέτταρσι καιροῖς τὸν κύκλον τοῦ ἐνιαυτοῦ ἐστεφάνωσας. Σὲ τρέμουσιν αἱ νοεραὶ πᾶσαι Δυνάμεις. Σὲ ὑμνεῖ ἥλιος, σὲ δοξάζει σελήνη, σοὶ ἐντυγχάνει τὰ ἄστρα, σοὶ ὑπακούει τὸ φῶς, σὲ φρίττουσιν ἄβυσσοι, σοὶ δουλεύουσιν αἱ πηγαί. Σὺ ἐξέτεινας τὸν οὐρανὸν ὡσεὶ δέρριν· σὺ ἐστερέωσας τὴν γῆν ἐπὶ τῶν ὑδάτων· σὺ περιετείχισας τὴν θάλασσαν ψάμμῳ· σὺ πρὸς ἀναπνοὰς τὸν ἀέρα ἐξέχεας· Ἀγγελικαὶ Δυνάμεις σοὶ λειτουργοῦσιν· οἱ τῶν, Ἀρχαγγέλων χοροὶ σὲ προσκυνοῦσι· τὰ πολυόμματα Χερουβίμ, καὶ τὰ ἑξαπτέρυγα Σεραφὶμ κύκλῳ ἱστάμενα καὶ περιϊπτάμενα, φόβῳ τῆς ἀπροσίτου σου δόξης κατακαλύπτονται. Σὺ γὰρ Θεὸς ὤν ἀπερίγραπτος, ἄναρχός τε καὶ ἀνέκφραστος, ἦλθες ἐπὶ τῆς γῆς, μορφὴν δούλου λαβὼν, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος· οὐ γὰρ ἔφερες, Δέσποτα, διὰ σπλάγχνα ἐλέους σου, θεάσασθαι ὑπὸ τοῦ διαβόλου τυραννούμενον τὸ γένος τῶν ἀνθρώπων, ἀλλ᾽ ἦλθες καὶ ἔσωσας ἡμᾶς. Ὁμολογοῦμεν τὴν χάριν, κηρύττομεν τὸν ἔλεον, οὐ κρύπτομεν τὴν εὐεργεσίαν, τάς τῆς φύσεως ἡμῶν γονὰς ἠλευθέρωσας, παρθενικὴν ἡγίασας μήτραν τῷ τόκῳ σου, πᾶσα ἡ κτίσις ὕμνησέ σε ἐπιφανέντα. Σὺ γὰρ ὁ Θεὸς ἡμῶν ἐπὶ τῆς γῆς ὤφθης, καὶ τοῖς ἀνθρώποις συνανεστράφης. Σὺ καὶ τὰ Ἰορδάνια ῥεῖθρα ἡγίασας, οὐρανόθεν καταπέμψας τὸ Πανάγιόν σου Πνεῦμα, καὶ τάς κεφαλὰς τῶν ἐκεῖσε ἐμφωλευόντων συνέτριψας δρακόντων. Αὐτὸς οὖν, φιλάνθρωπε Βασιλεῦ, πάρεσο καὶ νῦν διὰ τῆς ἐπιφοιτήσεως τοῦ Ἁγίου σου Πνεύματος, καὶ ἁγίασον τὸ ὕδωρ τοῦτο (ἐκ γ΄ ). Καὶ δὸς αὐτῷ τὴν χάριν τῆς ἀπολυτρώσεως, τὴν εὐλογίαν τοῦ Ἰορδάνου. Ποίησον αὐτὸ ἀφθαρσίας πηγήν, ἁγιασμοῦ δῶρον, ἁμαρτημάτων λυτήριον, νοσημάτων ἀλεξιτήριον, δαίμοσιν ὀλέθριον, ταῖς ἐναντίαις δυνάμεσιν ἀπρόσιτον, Ἀγγελικῆς ἰσχύος πεπληρωμένον, ἵνα πάντες οἱ ἀρυόμενοι καὶ μεταλαμβάνοντες ἔχοιεν αὐτὸ πρὸς καθαρισμὸν ψυχῶν καὶ σωμάτων, πρὸς ἰατρείαν παθῶν, πρὸς ἁγιασμὸν οἴκων, πρὸς πᾶσαν ὠφέλειαν ἐπιτήδειον. Σὺ γὰρ εἶ ὁ Θεὸς ἡμῶν, ὁ δι᾽ ὕδατος καὶ Πνεύματος ἀνακαινίσας τὴν παλαιωθεῖσαν φύσιν ὑπὸ τῆς ἁμαρτίας. Σὺ εἶ ὁ Θεὸς ἡμῶν, ὁ δι᾽ ὕδατος κατακλύσας ἐπὶ τοῦ Νῶε τὴν ἁμαρτίαν. Σὺ εἶ ὁ Θεὸς ἡμῶν, ὁ διὰ θαλάσσης ἐλευθερώσας ἐκ τῆς δουλείας Φαραώ, διὰ Μωϋσέως, τὸ γένος τῶν Ἑβραίων· Σὺ εἶ ὁ Θεὸς ἡμῶν ὁ διαρρήξας πέτραν ἐν ἐρήμῳ, καὶ ἐρρύησαν ὕδατα, καὶ χείμαρροι κατεκλύσθησαν, καὶ διψῶντα τὸν λαόν σου κορέσας. Σὺ εἶ ὁ Θεὸς ἡμῶν, ὁ δι᾽ ὕδατος καὶ πυρός, διὰ τοῦ Ἡλίου, ἀπαλλάξας τὸν Ἰσραὴλ ἐκ τῆς πλάνης τοῦ Βάαλ. Αὐτὸς καὶ νῦν, Δέσποτα, ἁγίασον τὸ ὕδωρ τοῦτο, τῷ Πνεύματί σου τῷ Ἁγίῳ. (ἐκ γ') Δὸς πᾶσι, τοῖς τε μεταλαμβάνουσι, τὸν ἁγιασμόν, τὴν εὐλογίαν, τὴν κάθαρσιν, τὴν ὑγείαν. Καὶ σῶσον, Κύριε, τοὺς δούλους σου, τοὺς πιστοὺς Βασιλεῖς ἡμῶν. (ἐκ γ΄) Καὶ φύλαξον αὐτοὺς ὑπὸ τὴν σκέπην σου ἐν εἰρήνῃ, ὑπόταξον ὑπὸ τοὺς πόδας αὐτῶν πάντα ἐχθρὸν καὶ πολέμιον, χάρισαι αὐτοῖς τὰ πρὸς σωτηρίαν αἰτήματα καὶ ζωὴν τὴν αἰώνιον. Μνήσθητι, Κύριε, τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος), καὶ παντὸς τοῦ Πρεσβυτερίου, τῆς ἐν Χριστῷ Διακονίας, καὶ παντὸς ἱερατικοῦ τάγματος, καὶ τοῦ περιεστῶτος λαοῦ, καὶ τῶν δι᾽ εὐλόγους αἰτίας ἀπολειφθέντων ἀδελφῶν ἡμῶν, καὶ ἐλέησον αὐτοὺς καὶ ἡμᾶς, κατὰ τὸ μέγα σου ἔλεος. Ἵνα καὶ διὰ στοιχείων, καὶ διὰ Ἀγγέλων, καὶ διὰ ἀνθρώπων, καὶ διὰ ὁρωμένων, καὶ διὰ ἀοράτων, δοξάζηταί σου τὸ πανάγιον ὄνομα, σὺν τῷ Πατρί, καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.Εἰρήνη πᾶσι.Τάς κεφαλὰς ἡμῶν.Καὶ ἡ Εὐχὴ μυστικῶςΚλῖνον, Κύριε, τὸ οὖς σου, καὶ ἐπάκουσον ἡμῶν, ὁ ἐν Ἰορδάνῃ βαπτισθῆναι καταδεξάμενος, καὶ ἁγιάσας τὰ ὕδατα· καὶ εὐλόγησον πάντας ἡμᾶς, τοὺς διὰ τῆς κλίσεως τῶν ἑαυτῶν αὐχένων σημαίνοντας τὸ τῆς δουλείας πρόσχημα. Καὶ καταξίωσον ἡμᾶς ἐμπλησθῆναι τοῦ ἁγιασμοῦ σου διὰ τῆς τοῦ ὕδατος τούτου μεταλήψεώς τε καὶ ῥαντισμοῦ, καὶ γενέσθω ἡμῖν, Κύριε, εἰς ὑγείαν ψυχῆς καὶ σώματος.ἘκφώνησιςΣὺ γὰρ εἶ ὁ ἁγιασμὸς τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, καὶ σοὶ τὴν δόξαν, καὶ εὐχαριστίαν, καὶ προσκύνησιν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ Παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.Καὶ εὐθύς, εὐλογῶν τὰ ὕδατα σταυροειδῶς, βαπτίζει τὸν τίμιον Σταυρόν, ὄρθιον αὐτὸν κατάγων ἐν τῷ ὕδατι καὶ ἀνάγων, ψάλλων καὶ τὸ παρὸν:Τροπάριον Ἦχος α΄ τρὶςἘν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητόν σε Υἱὸν ὀνομάζουσα· καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.Καὶ ῥαντίζει πάντα τὸν Λαὸν ἐκ τοῦ ὕδατος ψάλλων τὸ κοντάκιον. Ἦχος δ' Ἐπεφάνης σήμερον τῇ οἰκουμένῃ, καὶ τὸ φῶς σου Κύριε, ἐσημειώθη ἐφ᾽ ἡμᾶς, ἐν ἐπιγνώσει ὑμνοῦντας σε. Ἦλθες ἐφάνης τὸ Φῶς τὸ ἀπρόσιτον.Εἰσερχόμενοι δὲ ἐν τῷ Ναῷ, ψάλλομεν τὸ πάρον τροπάριον τῆς η' ᾠδῆς εἰς Ἦχον β΄. Μυστήριον παράδοξον.Τριάδος ἡ φανέρωσις, ἐν Ἰορδάνῃ γέγονεν· αὔτη γὰρ ὑπέρθεος φύσις, ὁ Πατὴρ ἐφώνησεν. Οὗτος ὁ βαπτιζόμενος, Υἱὸς ὁ ἀγαπητός μου, τὸ Πνεῦμα συμπαρῆν τῷ ὁμοίῳ ὅν εὐλογοῦσι Λαοί, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.Ἦχος πλ. β΄Ἀνυμνήσωμεν οἱ πιστοί, τῆς περὶ ἡμᾶς τοῦ Θεοῦ οἰκονομίας τὸ μέγεθος· ἐν γὰρ τῷ ἡμῶν παραπτώματι, γενόμενος ἄνθρωπος, τὴν ἡμῶν κάθαρσιν καθαίρεται ἐν τῷ Ἰορδάνῃ, ὁ μόνος καθαρὸς καὶ ἀκήρατος, ἁγιάζων ἐμὲ καὶ τὰ ὕδατα καὶ τάς κεφαλὰς τῶν δρακόντων, συντρίβων ἐπὶ τοῦ ὕδατος. Ἀντλήσωμεν οὖν ὕδωρ, μετ᾽ εὐφροσύνης ἀδελφοί· ἡ γὰρ χάρις τοῦ Πνεύματος, τοῖς πιστῶς ἀντλοῦσιν, ἀοράτως ἐπιδίδοται, παρὰ Χριστοῦ τοῦ Θεοῦ, καὶ Σωτῆρος τῶν ψυχῶν ἠμών.Εἶτα ὁ ψαλμός, Εὐλογήσω τὸν Κύριον, καὶ δίδοται τὸ κατακλαστόν, καὶ γίνεται τελεία Ἀπόλυσις.Τοῦ Μακαριωτάτου Μητροπολίτου κυροῦ Μάρκου Ἐφέσου, περὶ τῆς Ἑορτῆς τῶν Φώτων, ἤτοι τῶν δώδεκα ἡμερῶν.
| TA ΜΗΝΑΙΑ | Ιανουάριος | Θεοφάνεια |
Jan 06
Τῌ ΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥΤὰ Ἅγια Θεοφάνεια τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Ἰδιόμελα.
Στιχηρὰ Ἰδιόμελα
Ἦχος β'
Ἰωάννου Μοναχοῦ
Τὸν φωτισμὸν ἡμῶν, τὸν φωτίσαντα πάντα ἄνθρωπον, ἰδὼν ὁ Πρόδρομος, βαπτισθῆναι παραγενόμενον, χαίρει τῇ ψυχῇ, καὶ τρέμει τῇ χειρί· δείκνυσιν αὐτόν, καὶ λέγει τοῖς λαοῖς· Ἴδε ὁ λυτρούμενος τὸν Ἰσραήλ, ὁ ἐλευθερῶν ἡμᾶς ἐκ τῆς φθορᾶς. Ὦ ἀναμάρτητε, Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι. (Δὶς)
Ἦχος β'
Τοῦ Λυτρωτοῦ ἡμῶν, ὑπὸ δούλου βαπτιζομένου, καὶ τῇ τοῦ Πνεύματος παρουσίᾳ μαρτυρουμένου, ἔφριξαν ὁρῶσαι Ἀγγέλων στρατιαί, φωνὴ δὲ οὐρανόθεν ἠνέχθη ἐκ Πατρός. Οὗτος ὃν ὁ Πρόδρομος χειροθετεῖ, Υἱός μου ὑπάρχει ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα, Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι. (Δὶς)
Ἦχος β'
Τὰ Ἰορδάνια ῥεῖθρα, σὲ τὴν πηγὴν ἐδέξατο, καὶ ὁ Παράκλητος, ἐν εἴδει περιστερᾶς κατήρχετο, κλίνει κορυφήν, ὁ κλίνας οὐρανούς, κράζει καὶ βοᾷ, πηλὸς τῷ πλαστουργῷ· Τί μοι ἐπιτάττεις τὰ ὑπὲρ ἐμέ; ἐγὼ χρείαν ἔχω τοῦ σοῦ Βαπτισμοῦ. Ὦ ἀναμάρτητε, Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Ἦχος β'
Σῶσαι βουλόμενος, τὸν πλανηθέντα ἄνθρωπον, οὐκ ἀπηξίωσας δούλου μορφὴν ἐνδύσασθαι· ἔπρεπε γὰρ σοὶ τῷ Δεσπότῃ, καὶ Θεῷ, ἀναδέξασθαι τὰ ἡμῶν ὑπὲρ ἡμῶν· σὺ γὰρ βαπτισθεὶς σαρκὶ Λυτρωτά, τῆς ἀφέσεως ἠξίωσας ἡμᾶς, διὸ βοῶμέν σοι· Εὐεργέτα Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Δοξαστικὸν
Ἦχος β'
Βύζαντος
Ὑπέκλινας κάραν τῷ Προδρόμῳ, συνέθλασας κάρας τῶν δρακόντων, ἐπέστης ἐν τοῖς ῥείθροις, ἐφώτισας τὰ σύμπαντα, τοῦ δοξάζειν σε Σωτήρ, τὸν φωτισμὸν τῶν ψυχῶν ἡμῶν.
Α'. Γενέσεως τὸ Ἀνάγνωσμα(Κεφ. 1, 113)Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος, καὶ σκότος ἐπέκειτο ἐπάνω τῆς Ἀβύσσου, καὶ Πνεῦμα Θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος. Καὶ εἶπεν ὁ Θεός· Γενηθήτω φῶς, καὶ ἐγένετο φῶς. Καὶ εἶδεν ὁ Θεὸς τὸ φῶς, ὅτι καλόν, καὶ διεχώρισεν ὁ Θεὸς ἀνάμεσον τοῦ φωτός, καὶ ἀνάμεσον τοῦ σκότους. Καὶ ἐκάλεσεν ὁ Θεὸς τὸ φῶς, Ἡμέραν, καὶ τὸ σκότος ἐκάλεσε, Νύκτα· καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωΐ, ἡμέρα μία. Καὶ εἶπεν ὁ Θεός Γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος, καὶ ἔστω διαχωρίζον ἀναμέσον ὕδατος καὶ ὕδατος, καὶ ἐγένετο οὕτω. Καὶ ἐποίησεν ὁ Θεὸς τὸ στερέωμα, καὶ διεχώρισεν ὁ Θεὸς ἀνάμεσον τοῦ ὕδατος, ὃ ἦν ὑποκάτω τοῦ στερεώματος, καὶ ἀναμέσον τοῦ ὕδατος τοῦ ἐπάνω τοῦ στερεώματος. Καὶ ἐκάλεσεν ὁ Θεὸς τὸ στερέωμα, Οὐρανόν, καὶ εἶδεν ὁ Θεός, ὅτι καλόν· καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωΐ, ἡμέρα δευτέρα. Καὶ εἶπεν ὁ Θεός. Συναχθήτω τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς συναγωγὴν μίαν, καὶ ὀφθήτω ἡ ξηρά, καὶ ἐγένετο οὕτω, καὶ συνήχθη τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς τάς συναγωγὰς αὐτῶν, καὶ ὤφθη ἡ ξηρά. Καὶ ἐκάλεσεν ὁ Θεὸς τὴν ξηράν, Γῆν, καὶ τὰ συστήματα τῶν ὑδάτων ἐκάλεσε, Θαλάσσας, καὶ εἶδεν ὁ Θεὸς ὅτι καλόν. Καὶ εἶπεν ὁ Θεός. Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ᾽ ὁμοιότητα, καὶ ξύλον κάρπιμον ποιοῦν καρπόν, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ, κατὰ γένος ἐπὶ τῆς γῆς, καὶ ἐγένετο οὕτω. Καὶ ἐξήνεγκεν ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ᾽ ὁμοιότητα ἐπὶ τῆς γῆς, καὶ ξύλον κάρπιμον ποιοῦν καρπόν, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ, κατὰ γένος ἐπὶ τῆς γῆς, καὶ εἶδεν ὁ Θεός, ὅτι καλόν, καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωΐ, ἡμέρα τρίτη.Β′. Τῆς Ἐξόδου τὸ Ἀνάγνωσμα(Κεφ. 14, 1529)Εἶπε Κύριος πρὸς Μωσῆν· Τὶ βοᾶς πρὸς με; λάλησον τοῖς υἱοῖς Ἰσραὴλ καὶ ἀναζευξάτωσαν. Καὶ σὺ ἔπαρον τὴν ῥάβδον σου, καὶ ἔκτεινον τὴν χεῖρά σου ἐπὶ τὴν θάλασσαν, καὶ ῥῆξον αὐτήν, καὶ εἰσελθέτωσαν οἱ υἱοὶ Ἰσραὴλ εἰς μέσον τῆς θαλάσσης κατὰ τὸ ξηρόν. Καὶ ἰδοὺ ἐγὼ σκληρυνῶ τὴν καρδίαν Φαραώ, καὶ τῶν θεραπόντων αὐτοῦ, καὶ τῶν Αἰγυπτίων πάντων, καὶ εἰσελεύσονται ὀπίσω αὐτῶν, καὶ ἐνδοξασθήσομαι ἐν Φαραώ, καὶ ἐν πάσῃ τῇ στρατιᾷ αὐτοῦ, καὶ ἐν τοῖς ἅρμασι, καὶ ἐν τοῖς ἵπποις αὐτοῦ. Καὶ γνώσονται πάντες οἱ Αἰγύπτιοι, ὅτι ἐγὼ εἰμι Κύριος, ἐνδοξαζομένου μου ἐν Φαραώ, καὶ ἐν τοῖς ἅρμασι, καὶ ἐν τοῖς ἵπποις αὐτοῦ. Ἐξέτεινε δὲ Μωϋσῆς τὴν χεῖρα ἐπὶ τὴν θάλασσαν, καὶ ἐπήγαγε Κύριος τὴν θάλασσαν ἐν ἀνέμῳ νότῳ βιαίῳ ὅλην τὴν νύκτα, καὶ ἐποίησε τὴν θάλασσαν ξηράν, καὶ διεσχίσθη τὸ ὕδωρ. Καὶ εἰσῆλθον οἱ υἱοὶ Ἰσραὴλ εἰς μέσον θαλάσσης κατὰ τὸ ξηρόν, καὶ ὕδωρ αὐτοῖς τεῖχος ἐκ δεξιῶν, καὶ τεῖχος ἐξ εὐωνύμων. Κατεδίωξαν δὲ οἱ Αἰγύπτιοι, καὶ εἰσῆλθον ὀπίσω αὐτῶν πᾶσα ἡ ἵππος Φαραώ, καὶ τὰ ἅρματα καὶ οἱ ἀναβάται εἰς τὸ μέσον τῆς θαλάσσης. Ἐξέτεινε δὲ Μωϋσῆς τὴν χεῖρα ἐπὶ τὴν θάλασσαν, καὶ ἀποκατεστάθη τὸ ὕδωρ πρὸς ἡμέραν ἐπὶ χώρας. Οἱ δὲ Αἰγύπτιοι ἔφυγον ἐπὶ τὸ ὕδωρ, καὶ ἐξετίναξε Κύριος τοὺς Αἰγυπτίους εἰς μέσον τῆς θαλάσσης. Καὶ ἐπαναστραφὲν τὸ ὕδωρ ἐκάλυψε τὰ ἅρματα, καὶ τοὺς ἀναβάτας, καὶ πᾶσαν τὴν δύναμιν Φαραώ, τοὺς εἰσπορευομένους ὀπίσω αὐτῶν εἰς τὴν θάλασσαν οὐ κατελείφθη ἐξ αὐτῶν οὐδὲ εἷς. Οἱ δὲ υἱοὶ Ἰσραὴλ ἐπορεύθησαν διὰ ξηρᾶς ἐν μέσῳ τῆς θαλάσσης.Γ'. Τῆς Ἐξόδου τὸ Ἀνάγνωσμα(Κεφ. 15, 2227 & 16, 1 )Ἐξῆρε Μωϋσῆς τοὺς υἱοὺς Ἰσραὴλ ἀπὸ θαλάσσης Ἐρυθρᾶς, καὶ ἤγαγεν αὐτοὺς εἰς τὴν ἔρημον Σούρ, καὶ ἐπορεύοντο τρεῖς ἡμέρας ἐν τῇ ἐρήμῳ, καὶ οὐχ εὕρισκον ὕδωρ ὥς τε πιεῖν. Ἦλθον δὲ εἰς Μερράν· καὶ οὐκ ἠδύναντο πιεῖν ὕδωρ ἐκ Μερρᾶς· πικρὸν γὰρ ἦν· διὰ τοῦτο ἐπωνομάσθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου Π ι κ ρ ί α. Καὶ διεγόγγυζεν ὁ λαὸς κατὰ Μωϋσῆ, λέγοντες. Τὶ πιώμεθα; Ἐβόησε δὲ Μωϋσῆς πρὸς Κύριον, καὶ ἔδειξεν αὐτῷ Κύριος ξύλον, καὶ ἐνέβαλεν αὐτὸ εἰς τὸ ὕδωρ, καὶ ἐγλυκάνθη· ἐκεῖ ἔθετο αὐτῷ ὁ Θεὸς δικαιώματα καὶ κρίσεις, καὶ ἐκεῖ αὐτὸν ἐπείρασε, καὶ εἶπεν. Ἐὰν ἀκοῇ ἀκούσῃ τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ σου, καὶ τὰ ἀρεστὰ ἐνώπιον αὐτοῦ ποιήσῃς, καὶ ἐνωτίσῃ τάς ἐντολὰς αὐτοῦ, καὶ φυλάξῃς πάντα τὰ δικαιώματα αὐτοῦ, πᾶσαν νόσον, ἥν ἐπήγαγον τοῖς Αἰγυπτίοις, οὐκ ἐπάξω ἐπὶ σέ· ἐγὼ γὰρ εἰμὶ Κύριος ὁ ἰώμενός σε. Καὶ ἦλθον εἰς Αἰλείμ, καὶ ἦσαν ἐκεῖ δώδεκα πηγαὶ ὑδάτων, καὶ ἑβδομήκοντα στελέχη φοινίκων, παρενέβαλον δὲ ἐκεῖ παρὰ τὰ ὕδατα. Ἀπῆραν δὲ ἐξ Αἰλείμ, καὶ ἦλθε πᾶσα ἡ Συναγωγὴ υἱῶν Ἰσραὴλ εἰς τὴν ἔρημον Σίν, ὅ ἐστιν ἀνάμεσον Αἰλείμ, καὶ ἀνάμεσον Σινᾶ.Τροπάριον Ἦχος πλ. α′Ἐπεφάνης ἐν τῷ κόσμῳ, ὁ τὸν κόσμον ποιήσας, ἵνα φωτίσῃς τοὺς ἐν σκότει καθημένους· Φιλάνθρωπε δόξα σοι.Στὶχ α′ Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς, καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ᾽ ἡμᾶς, καὶ ἐλεήσαι ἡμᾶς.Ἵνα φωτίσῃς τοὺς ἐν σκότει καθημένους· Φιλάνθρωπε δόξα σοι.Στίχ. β′ Τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου, ἐν πᾶσιν Ἔνθεσιν τὸ σωτήριον σοῦ.Ἵνα φωτίσῃς τοὺς ἐν σκότει καθημένους· Φιλάνθρωπε δόξα σοι.Στίχ. γ′ Ἐξομολογησάσθωσάν σοι λαοί, ὁ Θεός, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες, γῆ ἔδωκε τὸν καρπὸν αὐτῆς.Ἵνα φωτίσῃς τοὺς ἐν σκότει καθημένους. Φιλάνθρωπε δόξα σοι.Στίχ. δ′ Εὐλογήσαι ἡμᾶς, ὁ Θεός, ὁ Θεὸς ἡμῶν, εὐλογήσαι ἡμᾶς, ὁ Θεός. Καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς.Ἵνα φωτίσῃς τοὺς ἐν σκότει καθημένους· Φιλάνθρωπε δόξα σοι.Δόξα... Καὶ νῦν...Τροπάριον Ἦχος πλ. α′Ἐπεφάνης ἐν τῷ κόσμῳ, ὁ τὸν κόσμον ποιήσας, ἵνα φωτίσῃς τοὺς ἐν σκότει καθημένους· Φιλάνθρωπε δόξα σοι.
Δ'. Ἰησοῦ τοῦ Ναυῆ τὸ Ἀνάγνωσμα(Κεφ. 3, 78, 1517)Εἶπε Κύριος πρὸς Ἰησοῦν· Ἐν τῇ ἡμέρα ταύτῃ ἄρχομαι τοῦ ὑψῶσαι σε κατενώπιον πάντων τῶν υἱῶν Ἰσραήλ, ἵνα γνῶσιν, ὅτι καθὼς ἤμην μετὰ Μωϋσῆ, οὕτως ἔσομαι καὶ μετὰ σοῦ. Καὶ νῦν ἔντειλαι τοῖς Ἱερεῦσι, τοῖς αἴρουσι τὴν Κιβωτὸν τῆς Διαθήκης, λέγων· Ὡς ἂν εἰσέλθητε ἐπὶ μέρους τοῦ ὕδατος τοῦ Ἰορδάνου, καὶ ἐν τῷ Ἰορδάνῃ στήσεσθε. Ὡς δὲ ἐπορεύοντο οἱ Ἱερεῖς οἱ αἴροντες τὴν Κιβωτὸν τῆς Διαθήκης Κυρίου, ἐπὶ τὸν Ἰορδάνην, καὶ οἱ πόδες τῶν Ἱερέων, τῶν αἰρόντων τὴν Κιβωτόν, ἐβάφησαν εἰς μέρος τοῦ ὕδατος τοῦ Ἰορδάνου, (ὁ δὲ Ἰορδάνης ἐπληροῦτο καθ᾽ ὅλην τὴν κρηπῖδα αὐτοῦ, ὡς ἐν ἡμέραις θερισμοῦ πυρῶν) καὶ ἔστη τὰ ὕδατα τὰ καταβαίνοντα ἄνωθεν εἰς πῆγμα ἓν ἀφεστηκὸς μακρὰν σφόδρα, ἀπὸ Ἀδαμὶ τῆς πόλεως, ἕως μέρους Καριαθιαρίμ· τὸ δὲ καταβαῖνον κατέβη εἰς τὴν θάλασσαν Ἄραβα, μέχρι θαλάσσης τῶν ἁλῶν, ἕως τέλους ἐξέλιπε. Καὶ ὁ λαὸς εἱστήκει ἀπέναντι Ἱεριχώ καὶ ἔστησαν οἱ Ἱερεῖς, οἱ αἴροντες τὴν Κιβωτὸν τῆς Διαθήκης Κυρίου, ἐπὶ ξηρᾶς ἐν μέσῳ τοῦ Ἰορδάνου ἕτοιμοι, καὶ πάντες οἱ υἱοί, Ἰσραὴλ διέβησαν διὰ ξηρᾶς, ἕως συνετέλεσε πᾶς ὁ λαὸς διαβαίνων τὸν Ἰορδάνην.Ε'. Βασιλειῶν τετάρτης τὸ Ἀνάγνωσμα(Κεφ. 2, 614)Εἶπεν Ἠλίας τῷ Ἐλισαιέ Κάθου δὴ ἐνταῦθα, ὅτι Κύριος ἀπέσταλκέ με ἕως τοῦ Ἰορδάνου. Καὶ εἶπεν Ἐλισαιέ. Ζῇ Κύριος, καὶ ζῇ ἡ ψυχή σου, εἰ ἐγκαταλείψω σε, καὶ ἐπορεύθησαν ἀμφότεροι. Καὶ πεντήκοντα ἄνδρες ἀπὸ τῶν υἱῶν τῶν Προφητῶν ἦλθον, καὶ ἔστησαν ἐξ ἐναντίας μακρόθεν, ἀμφότεροι δὲ ἔστησαν ἐπὶ τοῦ Ἰορδάνου. Καὶ ἔλαβεν Ἠλίας τὴν μηλωτὴν αὐτοῦ, καὶ εἵλησεν αὐτήν, καὶ ἐπάταξεν ἐν αὐτῇ τὰ ὕδατα, καὶ διῃρέθη τὸ ὕδωρ ἔνθεν καὶ ἔνθεν, καὶ διέβησαν ἀμφότεροι διὰ ξηρᾶς. Καὶ ἐγένετο ὡς διῆλθον, εἶπεν Ἠλίας τῷ Ἐλισαιέ. Αἴτησαι, τὶ ποιήσω σοι, πρὶν ἢ ἀναληφθῆναί με ἀπὸ σοῦ. Καὶ εἶπεν Ἐλισαιέ Γενηθήτω δὴ τὸ Πνεῦμα τὸ ἐπὶ σοὶ δισσῶς ἐπ᾽ ἐμοί. Καὶ εἶπεν Ἠλίας. Ἐσκλήρυνας τοῦ αἰτήσασθαι. πλήν, ἐάν, ἴδῃς με ἀναλαμβανόμενον ἀπὸ σοῦ, ἔσται σοὶ οὕτως, ἐὰν δὲ μὴ ἴδῃς, οὐ μὴ γένηται. Καὶ ἐγένετο αὐτῶν πορευομένων καὶ λαλούντων, καὶ ἰδοὺ ἅρμα πυρός, καὶ ἵπποι πυρός, καὶ διεχώρισεν ἀνάμεσον ἀμφοτέρων, καὶ ἀνελήφθη Ἠλίας ἐν συσσεισμῷ, ὡς εἰς τὸν οὐρανόν. Καὶ Ἐλισαιὲ ἑώρα, καὶ αὐτὸς ἐβόα. Πάτερ, Πάτερ, ἅρμα Ἰσραὴλ καὶ ἱππεὺς αὐτοῦ, καὶ οὐκ εἶδεν αὐτὸν οὐκ ἔτι, καὶ ἐκράτησεν Ἐλισαιὲ τοῦ ἱματίου αὐτοῦ, καὶ διέρρηξεν αὐτὸ εἰς δύο. Καὶ ἀνείλετο τὴν μηλωτὴν Ἠλιοὺ Ἐλισαιέ, τὴν πεσοῦσαν ἐπάνωθεν αὐτοῦ. Καὶ ἐπέστρεψεν Ἐλισαιέ, καὶ ἔστη ἐπὶ τοῦ χείλους τοῦ Ἰορδάνου, καὶ ἔλαβεν Ἐλισαιὲ τὴν μηλωτὴν Ἠλιοὺ, τὴν πεσοῦσαν ἐπάνωθεν αὐτοῦ καὶ ἐπάταξε τὰ ὕδατα, καὶ οὐ διῃρέθη, καὶ εἶπεν Ἐλισαιέ· Ποῦ ἐστιν ὁ Θεὸς Ἠλιοὺ Ἀπφώ; καὶ ἐπάταξεν Ἐλισαιὲ τὰ ὕδατα ἐκ δευτέρου, καὶ διῃρέθη τὰ ὕδατα, καὶ διῆλθε διὰ ξηρᾶς.ΣΤ'. Βασιλειῶν τετάρτης τὸ Ἀνάγνωσμα(Κεφ, 5, 914)Παρεγένετο Νεεμάν, Ἄρχων Βασιλέως Ἀσσυρίων, σὺν τοῖς ἅρμασιν αὐτοῦ καὶ ἵπποις αὐτοῦ, καὶ ἔστη ἐπὶ τῆς θύρας τοῦ οἴκου Ἐλισαιέ. Καὶ ἀπέστειλεν Ἐλισαιὲ ἄγγελον πρὸς αὐτόν, λέγων Πορευθείς, λοῦσαι ἐν τῷ Ἰορδάνῃ ἑπτάκις, καὶ ἐπιστρέψει ἡ σάρξ σου ἐπὶ σοί, καὶ καθαρισθήσῃ. Καὶ ἐθυμώθη Νεεμάν, καὶ ἀπῆλθε, καὶ εἶπεν Ἰδοὺ δὴ ἔλεγον, ὅτι ἐξελεύσεται πρὸς με, καὶ ἐπικαλέσεται ἐν ὀνόματι Κυρίου τοῦ Θεοῦ αὐτοῦ, καὶ ἐπιθήσει τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸ λεπρόν, καὶ ἀποσυνάξει αὐτὸ ἀπὸ τῆς σαρκός μου, οὐκ ἀγαθὸς Ἀβανὰ καὶ Φαρφά, ποταμοὶ Δαμασκού, ὑπὲρ τὸν Ἰορδάνην, καὶ ὑπὲρ πάντα τὰ ὕδατα Ἰσραήλ; οὐχὶ πορευθεὶς λούσομαι ἐν αὐτοῖς, καὶ καθαρισθήσομαι; Καὶ ἀπέστρεψε καὶ ἀπῆλθεν ἐν θυμῷ. Καὶ προσῆλθον οἱ παῖδες αὐτοῦ, καὶ εἶπον πρὸς αὐτόν Πάτερ, εἰ μέγαν λόγον ἐλάλησε πρὸς σὲ ὁ Προφήτης, οὐκ ἂν ἐποίησας; καὶ ὅτι εἶπε πρὸς σέ, λοῦσαι καὶ καθαρίσθητι; Καὶ κατέβη Νεεμὰν καὶ ἐβαπτίσατο ἐν τῷ Ἰορδάνῃ ἑπτάκις κατὰ τὸ ῥῆμα τοῦ ἀνθρώπου τοῦ Θεοῦ, καὶ ἐπέστρεψεν ἡ σὰρξ αὐτοῦ ἐπ᾽ αὐτὸν ὡς παιδαρίου μικροῦ, καὶ ἐκαθαρίσθη.Τροπάριον Ἦχος πλ. β'Ἁμαρτωλοῖς καὶ τελώναις, διὰ πλήθους ἐλέους σου ἐπεφάνης Σωτὴρ ἡμῶν, ποῦ γὰρ εἶχε τὸ φῶς σου λάμψαι, εἰμὴ τοῖς ἐν σκότει καθημένοις; δόξα σοι.Στίχ. α' Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.Ποῦ γὰρ εἶχε τὸ φῶς σου λάμψαι, εἰμὴ τοῖς ἐν σκότει καθημένοις; δόξα σοι.Στίχ. β' Ἐπῆραν οἱ ποταμοί, Κύριε, ἐπῆραν οἱ ποταμοὶ φωνὰς αὐτῶν.Ποῦ γὰρ εἶχε τὸ φῶς σου λάμψαι, εἰμὴ τοῖς ἐν σκότει καθημένοις; δόξα σοι.Στίχ. γ' Θαυμαστοὶ οἱ μετεωρισμοὶ τῆς θαλάσσης, θαυμαστὸς ἐν ὑψηλοῖς ὁ Κύριος.Ποῦ γὰρ εἶχε τὸ φῶς σου λάμψαι, εἰμὴ τοῖς ἐν σκότει καθημένοις; δόξα σοι.Στίχ. δ' Τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν.Ποῦ γὰρ εἶχε τὸ φῶς σου λάμψαι, εἰμὴ τοῖς ἐν σκότει καθημένοις; δόξα σοι.Δόξα... Καὶ νῦν...Ἁμαρτωλοῖς καὶ τελώναις, διὰ πλήθους ἐλέους σου ἐπεφάνης Σωτὴρ ἡμῶν, ποῦ γὰρ εἶχε τὸ φῶς σου λάμψαι, εἰμὴ τοῖς ἐν σκότει καθημένοις; δόξα σοι.
Ζ'. Προφητείας Ἠσαΐου τὸ Ἀνάγνωσμα(Κεφ. 1, 1620)Τάδε λέγει Κύριος. Λούσασθε, καὶ καθαροὶ γίνεσθε, ἀφέλετε τάς πονηρίας ὑμῶν ἀπὸ τῶν ψυχῶν ὑμῶν, ἀπέναντι τῶν ὀφθαλμῶν μου, παύσασθε ἀπὸ τῶν πονηριῶν ὑμῶν. Μάθετε καλὸν ποιεῖν, ἐκζητήσατε κρίσιν, ῥύσασθε ἀδικούμενον, κρίνατε ὀρφανῷ καὶ δικαιώσατε χήραν. Καὶ δεῦτε καὶ διαλεχθῶμεν, λέγει Κύριος, καὶ ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ. Ἐὰν δὲ ὦσιν ὡς κόκκινον, ὡς ἔριον λευκανῶ. Καὶ ἐὰν θέλητε, καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε, ἐὰν δὲ μὴ θέλητε, μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται· τὸ γὰρ στόμα Κυρίου ἐλάλησε ταῦτα.Η΄. Γενέσεως τὸ Ἀνάγνωσμα(Κεφ. 32, 110)Ἀναβλέψας, Ἰακώβ, εἶδε παρεμβολὴν Θεοῦ παρεμβεβληκυῖαν, καὶ συνήντησαν αὐτῷ οἱ Ἄγγελοι τοῦ Θεοῦ. Εἶπε δὲ Ἰακώβ, ἡνίκα εἶδεν αὐτούς. Παρεμβολὴ Θεοῦ αὕτη, καὶ ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Παρεμβολή. Ἀπέστειλε δὲ Ἰακὼβ ἀγγέλους ἔμπροσθεν αὐτοῦ πρὸς Ἡσαῦ τὸν ἀδελφὸν αὐτοῦ εἰς γῆν Σηείρ, εἰς χώραν Ἐδώμ. Καὶ ἐνετείλατο αὐτοῖς, λέγων· Οὕτως ἐρεῖτε τῷ Κυρίῳ μου Ἡσαῦ. Οὕτω λέγει ὁ παῖς σου Ἰακώβ Μετὰ Λάβαν παρῴκησα, καὶ ἐχρόνισα ἕως τοῦ νῦν. Καὶ ἐγένοντό μοι πρόβατα, καὶ βόες, καὶ ὄνοι, καὶ παῖδες, καὶ παιδίσκαι, καὶ ἀπέστειλα ἀναγγεῖλαι τῷ Κυρίῳ μου Ἡσαῦ, ἵνα εὕρῃ χάριν ὁ παῖς σου ἐναντίον σου. Καὶ ἀπέστρεψαν οἱ ἄγγελοι πρός, Ἰακώβ, λέγοντες· Ἤλθομεν πρὸς Ἡσαῦ τὸν ἀδελφὸν σου, καὶ ἰδοὺ αὐτὸς ἔρχεται εἰς συνάντησίν σου, καὶ τετρακόσιοι ἄνδρες μετ᾽ αὐτοῦ. Ἐφοβήθη δὲ Ἰακὼβ σφόδρα, καὶ ἠπορεῖτο, καὶ διεῖλε τὸν λαὸν τὸν μετ᾽ αὐτοῦ, καὶ τοὺς βόας, καὶ τὰ πρόβατα, εἰς δύω παρεμβολάς. Καὶ εἶπεν Ἰακώβ· Ἐὰν ἔλθῃ Ἡσαῦ εἰς παρεμβολὴν μίαν, καὶ κόψῃ αὐτήν, ἔσται ἡ παρεμβολὴ ἡ δευτέρα εἰς τὸ σῴζεσθαι. Καὶ εἶπεν Ἰακώβ. Ὁ Θεὸς τοῦ Πατρός μου Ἀβραάμ, καὶ ὁ Θεὸς τοῦ Πατρός μου Ἰσαάκ, Κύριε, ὁ εἰπών μοι· Ἀπότρεχε εἰς τὴν γῆν τῆς γεννήσεώς σου, καὶ εὖ σοι ποιήσω, ἰκανούσθω μοι ἀπὸ πάσης δικαιοσύνης, καὶ ἀπὸ πάσης ἀληθείας, ἧς ἐποίησας τῷ παιδί σου· ἐν γὰρ τῇ ῥάβδῳ μου ταύτῃ διέβην τὸν Ἰορδάνην.Θ'. Τῆς Ἐξόδου τὸ Ἀνάγνωσμα(Κεφ. 2, 510)Κατέβη ἡ θυγάτηρ Φαραὼ λούσασθαι ἐπὶ τὸν ποταμόν, καὶ αἱ ἅβραι παρεπορεύοντο αὐτῇ παρὰ τὸν ποταμόν, καὶ ἰδοῦσα θῖβιν ἐν τῷ ἕλει, ἀποστείλασα τὴν ἅβραν, ἀνείλετο αὐτήν. Ἀνοίξασα δὲ ὁρᾷ παιδίον κλαῖον ἐν τῇ θίβει καὶ ἐφείσατο αὐτοῦ ἡ θυγάτηρ Φαραώ, καὶ εἶπεν Ἀπὸ τῶν παιδίων τῶν Ἑβραίων τοῦτο. Καὶ εἶπεν ἡ ἀδελφὴ αὐτοῦ τῇ θυγατρὶ Φαραώ· Θέλεις καλέσω σοι γυναῖκα τροφεύουσαν ἐκ τῶν Ἑβραίων, καὶ θηλάσει σοι τὸ παιδίον, καὶ εἶπεν αὐτῇ ἡ θυγάτηρ Φαραώ Πορεύου. Ἐλθοῦσα δὲ ἡ νεᾶνις, ἐκάλεσε τὴν μητέρα τοῦ παιδίου. Εἶπε δὲ πρὸς αὐτὴν ἡ θυγάτηρ Φαραώ Διατήρησόν μοι τὸ παιδίον τοῦτο, καὶ θήλασόν μοι αὐτό, ἐγὼ δὲ δώσω σοι τὸν μισθόν. Ἔλαβε δὲ ἡ γυνὴ τὸ παιδίον, καὶ ἐθήλαζεν αὐτό. Ἀνδρυνθέντος δὲ τοῦ παιδίου, εἰσήγαγεν αὐτὸ πρὸς τὴν θυγατέρα Φαραώ, καὶ ἐγενήθη αὐτῇ εἰς υἱόν, ἐπωνόμασε δὲ τὸ ὄνομα αὐτοῦ Μωϋσῆν, λέγουσα· Ἐκ τοῦ ὕδατος αὐτὸν ἀνειλόμην.Ι'. Κριτῶν τὸ Ἀνάγνωσμα(Κεφ. 6, 3639)Εἶπε Γεδεὼν πρὸς τὸν Θεόν· Εἰ σῴζεις ἐν τῇ χειρί μου τὸν Ἰσραήλ, ὂν τρόπον ἐλάλησας, ἰδοὺ ἐγὼ ἀπερείδομαι τὸν πόκον τῶν ἐρίων ἐν τῇ ἅλωνι· καὶ ἐὰν γὲνηται δρόσος ἐπὶ τὸν πόκον μόνον, ἐπὶ δὲ πᾶσαν τὴν γῆν ξηρασία, γνώσομαι ὅτι σῴζεις ἐν τῇ χειρί μου τόν Ἰσραήλ, ὃν τρόπον ἐλάλησας. Καὶ ἐγένετο οὕτω, καὶ ὀρθρίσας Γεδεὼν τῇ ἐπαύριον, ἀπεπίεσε τὸν πόκον, καὶ ἀπερρύη δρόσος ἐκ τοῦ πόκου, πλήρης λεκάνη ὕδατος. Καὶ εἶπε Γεδεὼν πρὸς τὸν Θεόν Μὴ ὀργισθήτω ὁ θυμός σου ἐν ἐμοί, καὶ λαλήσω ἔτι ἅπαξ, καὶ πειράσω ἔτι ἅπαξ ἐν τῷ πόκῳ· γενηθήτω δὴ ξηρασία ἐπὶ τὸν πόκον μόνον, ἐπὶ δὲ πᾶσαν τὴν γῆν δρόσος. Καὶ ἐποίησεν ὁ Θεὸς οὕτως ἐν τῇ νυκτὶ ἐκείνῃ, καὶ ἐγένετο ξηρασία ἐπὶ τὸν πόκον μόνον, ἐπὶ δὲ πᾶσαν τὴν γῆν ἐγένετο δρόσος.ΙΑ'. Βασιλειῶν τρίτης τό Ἀνάγνωσμα(Κεφ. 18, 3039)Εἶπεν Ἠλίας πρὸς τὸν λαόν Προσαγάγετε πρὸς με, καὶ προσήγαγε πᾶς ὁ λαὸς πρὸς αὐτόν. Καὶ ἔλαβεν Ἠλίας δώδεκα λίθους, κατὰ ἀριθμὸν τῶν δώδεκα φυλῶν τοῦ Ἰσραήλ, ὡς ἐλάλησε Κύριος πρὸς αὐτόν, λέγων· Ἰσραὴλ ἔσται τὸ ὄνομά σου. Καὶ ᾠκοδόμησε τοὺς λίθους ἐν ὀνόματι Κυρίου, καὶ ἰάσατο τὸ θυσιαστήριον τὸ κατεσκαμμένον, καὶ ἐποίησε θαλαά, χωροῦσαν δύω μετρητὰς σπέρματος, κυκλόθεν τοῦ θυσιαστηρίου. Καὶ ἐπέθηκε τάς σχίδακας ἐπὶ τὸ θυσιαστήριον, ὃ ἐποίησε, καὶ ἐμέλισε τὸ ὁλοκαύτωμα, καὶ ἐπέθηκεν ἐπὶ τάς σχίδακας, καὶ ἐστοίβασεν ἐπὶ τὸ θυσιαστήριον. Καὶ εἶπεν Ἠλίας Λάβετέ μοι τέσσαρας ὑδρίας ὕδατος, καὶ ἐπιχέατε εἰς τὸ ὁλοκαύτωμα καὶ ἐπὶ τάς σχίδακας. Καὶ εἶπε· Δευτερώσατε, καὶ ἐδευτέρωσαν, καὶ εἶπε· Τρισσεύσατε καὶ ἐτρίσσευσαν. Καὶ διεπορεύετο τὸ ὕδωρ κύκλῳ τοῦ θυσιαστηρίου, καὶ τὴν θαλαὰ ἔπλησεν ὕδατος. Καὶ ἀνεβόησεν Ἠλίας εἰς τὸν οὐρανόν, καὶ εἶπε Κύριε, ὁ Θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, ἐπάκουσόν μου σήμερον ἐν πυρί, καὶ γνώτωσαν πᾶς ὁ λαὸς οὗτος, ὅτι σὺ εἶ μόνος Κύριος, ὁ Θεὸς Ἰσραήλ, καὶ ἐγὼ δοῦλος σός, καὶ διὰ σὲ πεποίηκα ταῦτα πάντα, καὶ σὺ ἐπέστρεψας τὴν καρδίαν τοῦ λαοῦ τούτου ὀπίσω σου. Καὶ ἔπεσε πῦρ παρὰ Κυρίου ἐκ τοῦ οὐρανοῦ, καὶ κατέφαγε τὰ ὁλοκαυτώματα, καὶ τάς σχίδακας, καὶ τὸ ὕδωρ τὸ ἐν θαλαά, καὶ τοὺς λίθους καὶ τὸν χοῦν ἐξέλειξε τὸ πῦρ. Καὶ ἔπεσε πᾶς ὁ λαὸς ἐπὶ πρόσωπον αὐτῶν, καὶ εἶπον· Ἀληθῶς Κύριος ὁ Θεός, αὐτός ἐστιν ὁ Θεός.ΙΒ'. Βασιλειῶν τετάρτης τὸ Ἀνάγνωσμα(Κεφ. 2, 1922)Εἶπον οἱ ἄνδρες τῆς πόλεως Ἱεριχὼ πρὸς Ἐλισαιέ· ἰδοὺ ἡ κατοίκησις τῆς πόλεως ταύτης ἀγαθή, καθὼς σὺ, Κύριε, βλέπεις, καὶ τὰ ὕδατα πονηρά, καὶ ἡ γῆ ἀτεκνουμένη. Καὶ εἶπεν Ἐλισαιέ Λάβετέ μοι ὑδρίσκην καινήν, καὶ θέσθε ἐκεῖ ἅλας. Καὶ ἔλαβεν αὐτό, καὶ ἐξῆλθεν ἐπὶ τὴν διέξοδον τῶν ὑδάτων, καὶ ἔρριψεν ἐκεῖ τὸ ἅλας, καὶ εἶπε Τάδε λέγει Κύριος, ἴαμαι τὰ ὕδατα ταῦτα, οὐκ ἔτι ἔσται ἐκεῖθεν ἀποθνῄσκων, οὐδὲ ἀτεκνουμένη δι᾽ αὐτά. Καὶ ἰάθη τὰ ὕδατα ἕως τῆς ἡμέρας ταύτης, κατὰ τὸ ῥῆμα, ὃ ἐλάλησεν Ἐλισαιέ.ΙΓ'. Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα(Κεφ. 49, 815)Τάδε λέγει Κύριος Καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι, καὶ ἔπλασά σε, καὶ ἔδωκά σε, καὶ ἔθηκά σε εἰς Διαθήκην Ἐθνῶν, τοῦ κατακτῆσαι τὴν γῆν, καὶ κατακληρονομῆσαι κληρονομίας ἐρήμους, λέγοντα τοῖς ἐν δεσμοῖς Ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει, Ἀνακαλύπτεσθε ἐν πάσαις ταῖς ὁδοῖς βοσκηθήσονται, καὶ ἐν πάσαις ταῖς τρίβοις ἡ νομὴ αὐτῶν, οὐ πεινάσουσιν, οὐδὲ διψήσουσιν, οὐδὲ πατάξει αὐτοὺς ὁ καύσων, οὐδὲ ὁ ἥλιος, ἀλλ᾽ ὁ ἐλεῶν αὐτούς, παρακαλέσει αὐτούς, καὶ διὰ πηγῶν ὑδάτων ἄξει αὐτούς. Καὶ θήσω πᾶν ὄρος εἰς ὁδόν, καὶ πᾶσαν τρίβον εἰς βόσκημα αὐτοῖς. Ἰδοὺ οὗτοι πόρρωθεν ἥξουσιν, οὗτοι ἀπὸ Βορρᾶ καὶ θαλάσσης, ἄλλοι δὲ ἐκ γῆς Περσῶν. Εὐφραινέσθωσαν οἱ οὐρανοί, καὶ ἀγαλλιάσθω ἡ γῆ, ῥηξάτω τὰ ὅρη εὐφροσύνην, καὶ οἱ βουνοὶ δικαιοσύνην, ὅτι ἠλέησεν ὁ Θεὸς τὸν λαὸν αὐτοῦ, καὶ τοὺς ταπεινοὺς τοῦ λαοῦ αὐτοῦ παρεκάλεσεν. Εἶπε δὲ Σιών Ἐγκατέλιπέ με Κύριος, καὶ ὁ Κύριος ἐπελάθετό μου. Μὴ ἐπιλήσεται γυνὴ τοῦ παιδίου αὐτῆς, ἢ τοῦ μὴ ἐλεῆσαι τὰ ἔγγονα τῆς κοιλίας αὐτῆς; Εἰ δὲ καὶ ταῦτα ἐπιλάθοιτο γυνή, ἀλλ᾽ ἐγὼ οὐκ ἐπιλήσομαί σου, λέγει Κύριος Παντοκράτωρ.
Προκείμενον Ἦχος γ'Κύριος φωτισμός μου καὶ Σωτήρ μου.Στίχ. Κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου.Πρὸς Κορινθίους Α᾽ Ἐπιστολῆς Παύλου(Κεφ. 9, 1927)Ἀδελφοί, ἐλεύθερος ὢν ἐκ πάντων, πᾶσιν ἐμαυτὸν ἐδούλωσα, ἵνα τοὺς πλείονας κερδήσω. Καὶ ἐγενόμην τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, ἵνα Ἰουδαίους κερδήσω, τοῖς ὑπὸ νόμον, ὡς ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον κερδήσω, τοῖς ἀνόμοις ὡς ἄνομος (μὴ ὤν ἄνομος Θεῷ, ἀλλ᾽ ἔννομος Χριστῷ), ἵνα κερδήσω ἀνόμους. Ἐγενόμην τοῖς ἀσθενέσιν ὡς ἀσθενής, ἵνα τοὺς ἀσθενεῖς κερδήσω, τοῖς πᾶσι γέγονα τὰ πάντα, ἵνα πάντως τινὰς σώσω. Τοῦτο δὲ ποιῶ διὰ τὸ Εὐαγγέλιον, ἵνα συγκοινωνὸς αὐτοῦ γένωμαι, οὐκ οἴδατε ὅτι οἱ ἐν τῷ σταδίῳ τρέχοντες πάντες μὲν τρέχουσιν, εἷς δὲ λαμβάνει τὸ βραβεῖον. Οὕτω τρέχετε, ἵνα καταλάβητε. Πᾶς δὲ ὁ ἀγωνιζόμενος, πάντα ἐγκρατεύεται, ἐκεῖνοι μὲν οὖν, ἵνα φθαρτὸν στέφανον λάβωσιν, ὑμεῖς δὲ ἄφθαρτον. Ἐγὼ τοίνυν οὕτω τρέχω, ὡς οὐκ ἀδήλως, οὕτω πυκτεύω, ὡς οὐκ ἀέρα δέρων. Ἀλλ᾽ ὑποπιάζω μου τὸ σῶμα, καὶ δουλαγωγῶ, μήπως ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι.Ἀλληλούϊα, Ἦχος γ'Ἐξηρεύσατο ἡ καρδία μου λόγον ἀγαθόν.Στίχ. Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπωνΕὐαγγέλιον κατὰ ΛουκᾶνἘν ἔτει πεντεκαιδεκάτῳ...
ΕΙΣ ΤΗΝ ΛΙΤΗΝἸδιόμελα Ἦχος δ΄Κοσμᾶ ΜοναχοῦὉ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον, δι᾽ ἡμᾶς καθ᾽ ἡμᾶς γενέσθαι κατηξίωσε, ῥεῖθρα περιβάλλεται σήμερον τὰ Ἰορδάνια, οὐκ αὐτὸς τούτων πρὸς κάθαρσιν δεόμενος, ἀλλ᾽ ἡμῖν ἐν ἑαυτῷ οἰκονομῶν τὴν ἀναγέννησιν. Ὢ τοῦ θαύματος! δίχα πυρὸς ἀναχωνεύει, καὶ ἀναπλάττει ἄνευ συντρίψεως, καὶ σῴζει τοὺς εἰς αὐτὸν φωτιζομένους, Χριστὸς ὁ Θεός, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.Ὁ αὐτὸςΣε τὸν ἐν Πνεύματι καὶ πυρί, καθαίροντα τὴν ἁμαρτίαν τοῦ κόσμου, καθορῶν ὁ Βαπτιστής, ἐρχόμενον πρὸς αὐτόν, δειλιῶν καὶ τρέμων ἐβόα λέγων· Οὐ τολμῶ κρατῆσαι τὴν κορυφήν σου τὴν ἄχραντον· σὺ με ἁγίασον Δέσποτα τῇ ἐπιφανείᾳ σου, μόνε φιλάνθρωπε.Ὁ αὐτὸςΔεῦτε μιμησώμεθα τάς φρονίμους Παρθένους, δεῦτε ὑπαντήσωμεν τῷ φανέντι Δεσπότῃ, ὅτι προῆλθεν ὡς νυμφίος πρὸς τὸν Ἰωάννην. Ὁ Ἰορδάνης ἰδὼν σε ἔπτηξε καὶ ἔμεινεν. Ὁ Ἰωάννης ἐβόα· Οὐ τολμῶ κρατῆσαι κορυφῆς ἀθανάτου. Τὸ Πνεῦμα κατήρχετο ἐν εἴδει περιστερᾶς, ἁγιάσαι τὰ ὕδατα, καὶ φωνῇ οὐρανόθεν· Οὗτός ἐστιν ὁ υἱός μου, ὁ ἐλθὼν εἰς τὸν κόσμον, σῶσαι γένος ἀνθρώπων· Κύριε δόξα σοι.Ὁ αὐτὸςΒαπτίζεται Χριστός, καὶ ἂνεισιν ἐκ τοῦ ὕδατος· συναναφέρει γὰρ ἑαυτῷ τὸν κόσμον, καὶ ὁρᾷ σχιζομένους τοὺς οὐρανούς, οὓς ὁ Ἀδὰμ ἔκλεισεν ἑαυτῷ καὶ τοῖς μετ᾽ αὐτόν. Καὶ τὸ Πνεῦμα μαρτυρεῖ τῇ Θεότητι· τῷ ὁμοίῳ γὰρ προστρέχει, καὶ φωνῇ ἐξ οὐρανοῦ· ἐκεῖθεν γὰρ ὁ μαρτυρούμενος, Σωτὴρ τῶν ψυχῶν ἡμῶν.Ὁ αὐτὸςἜτρεμεν ἡ χεὶρ τοῦ Βαπτιστοῦ, ὅτε τῆς ἀχράντου κορυφῆς ἥψατο, ἐστράφη Ἰορδάνης ποταμὸς εἰς τὰ ὀπίσω, μὴ τολμῶν λειτουργῆσαί σοι· ὁ γὰρ αἰδεσθείς, Ἰησοῦν τὸν τοῦ Ναυῆ, πῶς τὸν Ποιητὴν αὐτοῦ δειλιάσαι οὐκ εἶχεν; Ἀλλὰ πᾶσαν ἐπλήρωσας οἰκονομίαν, Σωτὴρ ἡμῶν, ἵνα σώσῃς τὸν κόσμον τῇ Ἐπιφανείᾳ σου, μόνε φιλάνθρωπε.Δόξα... Ἦχος πλ. δ΄Ἰωάννου ΜοναχοῦΚύριε, πληρῶσαι βουλόμενος, ἃ ὥρισας ἀπ᾽ αἰῶνος, ἀπὸ πάσης τῆς κτίσεως, λειτουργοὺς τοῦ μυστηρίου σου ἔλαβες, ἐκ τῶν Ἀγγέλων τὸν Γαβριήλ, ἐκ τῶν ἀνθρώπων τὴν Παρθένον, ἐκ τῶν οὐρανῶν τὸν Ἀστέρα, καὶ ἐκ τῶν ὑδάτων τὸν Ἰορδάνην, ἐν ᾧ τὸ ἀνόμημα τοῦ κόσμου ἐξείληψας, Σωτὴρ ἡμῶν δόξα σοι.Καὶ νῦν... ὁ αὐτὸς ἈνατολίουΣήμερον ἡ κτίσις φωτίζεται, σήμερον τὰ πάντα εὐφραίνονται, τὰ οὐράνια ἅμα καὶ τὰ ἐπίγεια. Ἄγγελοι καὶ ἄνθρωποι συμμίγνυνται· ὅπου γὰρ Βασιλέως παρουσία, καὶ ἡ τάξις παραγίνεται. Δράμωμεν τοίνυν ἐπὶ τὸν Ἰορδάνην, ἴδωμεν πάντες τόν Ἰωάννην, πῶς βαπτίζει Κορυφήν, ἀχειροποίητον καὶ ἀναμάρτητον. Διὸ Ἀποστολικὴν φωνὴν προσᾴδοντες, συμφώνως βοήσωμεν· Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ, ἡ σωτήριος πᾶσιν ἀνθρώποις, καταυγάζουσα καὶ παρέχουσα πιστοῖς τὸ μέγα ἔλεος.
Ἀπόστιχα Στιχηρὰ Ἰδιόμελα.Ἦχος πλ. β΄ ἈνατολίουἘν Ἰορδάνῃ ποταμῷ, ἰδὼν σε ὁ Ἰωάννης πρὸς αὐτὸν ἐρχόμενον ἔλεγε, Χριστὲ ὁ Θεός· Τὶ πρὸς τὸν δοῦλον παραγέγονας, ῥύπον μὴ ἔχων Κύριε; εἰς ὄνομα δὲ τίνος σε βαπτίσω; Πατρός; ἀλλὰ τοῦτον φέρεις ἐν ἑαυτῷ. Υἱοῦ; ἀλλ᾽ αὐτὸς ὑπάρχεις ὁ σαρκωθείς. Πνεύματος Ἁγίου; καὶ τοῦτο οἶδας διδόναι τοῖς πιστοῖς διὰ στόματος. Ὁ ἐπιφανεὶς Θεός, ἐλέησον ἡμᾶς.Ὁ αὐτὸςΣτίχ. Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω.Εἴδοσάν σε ὕδατα ὁ Θεός, εἴδοσάν σε ὕδατα καὶ ἐφοβήθησαν· πρὸς τὴν σὴν γὰρ δόξαν ἀντοφθαλμῆσαι τὰ Χερουβὶμ οὐ δύνανται, οὐδὲ ἀτενίσαι τὰ Σεραφίμ ἀλλὰ φόβῳ παριστάμενα, τὰ μὲν βαστάζουσι, τὰ δὲ δοξάζουσι τὴν δύναμίν σου. Μεθ᾽ ὧν οἰκτίρμον, ἀναγγέλλομεν τὴν αἴνεσίν σου λέγοντες· Ὁ ἐπιφανεὶς Θεός, ἐλέησον ἡμᾶς.Ὁ αὐτὸςΣτίχ. Τὶ σοί ἐστι θάλασσα, ὅτι ἔφυγες; καὶ σοὶ Ἰορδάνη ὅτι ἐστράφης εἰς τὰ ὀπίσω;Σήμερον ὁ οὐρανοῦ καὶ γῆς Ποιητής, παραγίνεται σαρκὶ ἐν Ἰορδάνῃ, Βάπτισμα αἰτῶν ὁ ἀναμάρτητος, ἵνα καθάρῃ τὸν κόσμον ἀπὸ τῆς πλάνης τοῦ ἐχθροῦ, καὶ βαπτίζεται ὑπὸ δούλου, ὁ Δεσπότης τῶν ἁπάντων, καὶ καθαρισμὸν δι᾽ ὕδατος τῷ γένει τῶν ἀνθρώπων δωρεῖται. Αὐτῷ βοήσωμεν, ὁ ἐπιφανεὶς Θεὸς ἡμῶν, δόξα σοι.
Δοξαστικὸν
Ἦχος πλ. δ΄
Θεοφάνους
Τὸν ἐκ Παρθένου Ἥλιον, βλέπων ὁ ἐκ στείρας Λύχνος φαεινός, ἐν Ἰορδάνῃ αἰτούμενον Βάπτισμα, ἐν δειλίᾳ καὶ χαρᾷ, ἐβόα πρὸς αὐτόν· Σὺ με ἁγίασον Δέσποτα τῇ θείᾳ Ἐπιφανείᾳ σου.
Ἀπολυτίκιον
Ἦχος α'
Ἐκ τρίτου
Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητόν σε Υἱὸν ὀνομάζουσα· καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α᾽ Στιχολογίαν, Κάθισμα
Ἦχος γ'
Τὴν ὡραιότητα ΤΟ ΑΚΟΥΤΕ
Ἐπιφανέντος σου ἐν Ἰορδάνῃ Σωτήρ, καὶ βαπτισθέντος σου ὑπὸ Προδρόμου Χριστέ, ἠγαπημένος Υἱὸς ἐμαρτυρήθης ὅθεν καὶ συνάναρχος, τῷ Πατρὶ πεφανέρωσαι. Πνεῦμα δὲ τὸ Ἅγιον, ἐπὶ σὲ κατεγίνετο, ἐν ᾧ καὶ φωτισθέντες βοῶμεν Δόξα Θεῷ τῷ ἐν Τριάδι.Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ
Μετὰ τὴν β᾽ Στιχολογίαν, Κάθισμα
Ἦχος δ'
Κατεπλάγη Ἰωσὴφ ΤΟ ΑΚΟΥΤΕ
Ἰορδάνη ποταμέ, τὶ ἐθαμβήθης θεωρῶν; Τὸν ἀθεώρητον γυμνόν, εἶδον καὶ ἔφριξα φησί καὶ πῶς γὰρ τοῦτον οὐκ ἔμελλον φρῖξαι καὶ δῦναι; οἱ Ἄγγελοι αὐτόν, ὁρῶντες ἔφριξαν ἐξέστη οὐρανός, καὶ γῆ ἐτρόμαξε καὶ συνεστάλη θάλασσα καὶ πάντα, τὰ ὁρατὰ καὶ ἀόρατα. Χριστὸς ἐφάνη, ἐν Ἰορδάνῃ, ἁγιάσαι τὰ ὕδατα.Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ
Μετὰ τὸν Πολυέλεον,
Ἦχος δ'
Ταχὺ προκατάλαβε ΤΟ ΑΚΟΥΤΕ
Τὰ ῥεῖθρα ἡγίασας τὰ Ἰορδάνια, τὸ κράτος συνέτριψας, τῆς ἁμαρτίας, Χριστὲ ὁ Θεὸς ἡμῶν ὑπέκλινας τῇ παλάμῃ, σεαυτὸν τοῦ Προδρόμου, καὶ ἔσωσας ἐκ πλάνης, τῶν ἀνθρώπων τὸ γένος. διὸ σε ἱκετεύομεν Σῶσον τὸν κόσμον σου.Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ
Προκείμενον Ἦχος δ΄Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω.Στίχ. Τὶ σοί ἐστι θάλασσα ὅτι ἔφυγες;
Δόξα... Ἦχος β᾽Τὰ σύμπαντα σήμερον ἀγαλλιάσθω Χριστὸς ἐφάνη ἐν Ἰορδάνῃ.Καὶ νῦν... τὸ αὐτὸΣτίχ. Ἐλέησον μὲ ὁ Θεός...ἸδιόμελονἮχος πλ. β΄Θεὸς Λόγος ἐπεφάνη ἐν σαρκί, τῷ γένει τῶν ἀνθρώπων ἵστατο βαπτισθῆναι ἐν Ἰορδάνῃ, καὶ ἔλεγεν πρὸς αὐτὸν ὁ Πρόδρομος Πῶς ἐκτείνω χεῖρα, καὶ ἅψωμαι κορυφῆς κρατούσης τὰ σύμπαντα; Εἰ καὶ ἐκ Μαρίας ὑπάρχεις βρέφος, ἀλλ᾽ οἶδά σε Θεὸν προαιώνιον, ἐπὶ γῆς βαδίζεις, ὁ ὑμνούμενος ὑπὸ τῶν Σεραφίμ, καὶ δοῦλος Δεσπότην, βαπτίζειν οὐ μεμάθηκα Ἀκατάληπτε Κύριε, δόξα σοι.
Κανὼν τοῦ Κυρίου Κοσμᾶ οὗ ἡ Ἀκροστιχίς.Βάπτισμα ῥύψις γηγενῶν ἁμαρτάδος.ᾨδὴ α'
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Βυθοῦ ἀνεκάλυψε πυθμένα, καὶ διὰ ξηρᾶς οἰκείους ἕλκει, ἐν αὐτῷ κατακαλύψας ἀντιπάλους, ὁ κραταιός, ἐν πολέμοις Κύριος, ὅτι δεδόξασται.».Ἀδὰμ τὸν φθαρέντα ἀναπλάττει, ῥείθροις Ἰορδάνου καὶ δρακόντων, κεφαλὰς ἐμφωλευόντων διαθλάττει, ὁ Βασιλεὺς τῶν αἰώνων Κύριος, ὅτι δεδόξασται.Πυρὶ τῆς θεότητος ἀΰλῳ, σάρκα ὑλικὴν ἠμφιεσμένος, Ἰορδάνου περιβάλλεται τὸ νᾶμα, ὁ σαρκωθεὶς ἐκ Παρθένου Κύριος ὅτι δεδόξασται.Τὸν ῥύπον ὁ σμήχων τῶν ἀνθρώπων, τούτοις καθαρθεὶς ἐν Ἰορδάνῃ, οἷς θελήσας ὡμοιώθη ὃ ἦν μείνας, τοὺς ἐν σκότει φωτίζει Κύριος, ὅτι δεδόξασται.Ἕτερος Κανὼν Ἰαμβικός, τοῦ Ἁγίου Ἰωάννου τοῦ Δαμασκηνοῦ, οὗ ἡ Ἀκροστιχὶς διὰ Στίχων Ἡρωελεγείων.Σήμερον ἀχράντοιο βαλών,Θεοφεγγέϊ πυρσῷ,Πνεύματος, ἐνθάπτει νάμασιν, ἀμπλακίην,Φλέξας παμμεδέοντος ἐΰς Πάϊς·Ἠπιόων δέ, Ὑμνηταῖς μελέων τῶν δε δίδωσι χάριν.Ἰαμβικὸς Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Στείβει θαλάσσης, κυματούμενον σάλον,Ἤπειρον αὖθις, Ἰσραὴλ δεδειγμένον.Μέλας δὲ πόντος, τριστάτας Αἰγυπτίων,Ἔκρυψεν ἄρδην, ὑδατόστρωτος τάφος,Ῥώμῃ κραταιᾷ, δεξιᾶς τοῦ Δεσπότου.»Ὄρθρου φανέντος τοῖς βροτοῖς σελασφόρου,Νῦν ἐξ ἐρήμου, πρὸς ῥοὰς ἸορδάνουἌναξ ὑπέσχες, ἡλίου σὸν αὐχένα,Χώρου ζοφώδους, τὸν Γενάρχην ἁρπάσαι,Ῥύπου τε παντός, ἐκκαθᾶραι τὴν κτίσιν.Ἄναρχε ῥείθροις, συνταφέντα σοι Λόγε,Νέον περαίνεις, τὸν φθαρέντα τῇ πλάνῃ,Ταύτην ἀφράστως, πατρόθεν δεδεγμένος,Ὄπα κρατίστην Οὗτος ἠγαπημένος,Ἴσος τέ μοι Παῖς, χρηματίζει τὴν φύσιν.
ᾨδὴ γ', Κανών τῆς Ἐορτῆς
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἰσχὺν ὁ διδούς, τοῖς Βασιλεῦσιν ἡμῶν Κύριος, καὶ κέρας χρηστῶν αὐτοῦ ὑψῶν, Παρθένου ἀποτίκτεται, μολεῖ δὲ πρὸς τὸ Βάπτισμα· διὸ πιστοὶ βοήσωμεν Οὐκ ἒστιν ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἒστι δίκαιος, πλὴν σου Κύριε.»Στειρεύουσα πρίν, ἠτεκνωμένη δεινῶς σήμερον, εὐφραίνου Χριστοῦ ἡ Ἐκκλησία δι᾽ ὕδατος καὶ Πνεύματος· υἱοὶ γὰρ σοι γεγέννηνται, ἐν πίστει ἀνακράζοντες Οὐκ ἔστιν ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἒστι δίκαιος, πλὴν σου Κύριε.Μεγάλῃ φωνῇ, ἐν τῇ ἐρήμῳ βοᾷ Πρόδρομος Χριστοῦ ἑτοιμάσατε ὁδούς, καὶ τρίβους τοῦ Θεοῦ ἡμῶν, εὐθείας ἀπεργάσασθε, ἐν πίστει ἀνακράζοντες Οὐκ ἒστιν ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἒστι δίκαιος, πλὴν σου Κύριε.Ἰαμβικὸς Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ὅσοι παλαιῶν, ἐκλελύμεθα βρόχων,Βορῶν λεόντων, συντεθλασμένων μύλας,Ἀγαλλιῶμεν, καὶ πλατύνωμεν στόμα,Λόγῳ πλέκοντες, ἐκ λόγων μελῳδίαν,ᾯ τῶν πρὸς ἡμᾶς, ἥδεται δωρημάτων.»Νέκρωσιν ὁ πρίν, ἐμφυτεύσας τῇ κτίσει,Θηρὸς κακούργου, σχηματισθεὶς εἰς φύσιν,Ἐπισκοπεῖται , σαρκικῇ παρουσίᾳ·Ὄρθρῳ φάναντι, προσβαλὼν τῷ Δεσπότῃ,Φλᾶν τὴν ἑαυτοῦ, δυσμενεστάτην κάραν.Ἕλκει πρὸς αὐτὸν τὴν θεόδμητον φύσιν,Γαστρὸς τυράννου, συγκεχωσμένην ὂροις.Γεννᾷ τε αὖθις, γηγενῶν ἀναπλάσει,Ἔργον φέριστον, ἐκτελῶν ὁ Δεσπότης.Ἷκται γὰρ αὐτήν, ἐξαλεξῆσαι θέλων.
Ἡ Ὑπακοὴ
Ἦχος πλ. α'
Ὅτε τῇ Ἐπιφανείᾳ σου ἐφώτισας τὰ σύμπαντα, τότε ἡ ἁλμυρὰ τῆς ἀπιστίας θάλασσα ἔφυγε, καὶ ὁ Ἰορδάνης κάτω ῥέων ἐστράφη, πρὸς οὐρανὸν ἀνυψῶν ἡμᾶς, ἀλλὰ τῷ ὕψει τῶν θείων ἐντολῶν σου, συντήρησον Χριστὲ ὁ Θεός, πρεσβείαις τῆς Θεοτόκου, καὶ ἐλέησον ἡμᾶς.
ᾨδὴ δ', Κανών τῆς Ἐορτῆς
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἀκήκοε Κύριε φωνῆς σου, ὃν εἶπας· Φωνὴ βοῶντος ἐν ἐρήμῳ ὅτε ἐβρόντησας πολλῶν ἐπὶ ὑδάτων, τῷ σῷ μαρτυρούμενος Υἱῷ, ὅλος γεγονὼς τοῦ παρόντος, Πνεύματος δὲ ἐβόησε Σὺ εἶ Χριστός, Θεοῦ σοφία καὶ δύναμις».Ῥυπτόμενον ἥλιον τίς εἶδεν, ὁ Κήρυξ βοᾷ, τὸν ἔκλαμπρον τῇ φύσει, ἵνα σε Ὕδασιν Ἀπαύγασμα τῆς δόξης, Πατρὸς χαρακτὴρ ἀϊδίου ἐκπλύνω· καὶ χόρτος ὤν, πυρὶ ψαύσω τῆς σῆς Θεότητος; σὺ γὰρ Χριστός, Θεοῦ σοφία καὶ δύναμις.Ὑπέφηνεν ἔνθεον ἣν εἶχεν, εὐλάβειαν Μωσῆς περιτυχὼν σοι ὡς γὰρ τῆς βάτου σε φωνήσαντα ᾐσθήθη, εὐθὺς ἀπεστράφη τάς ὄψεις· ἐγὼ δὲ πῶς βλέψω σε τρανῶς, ἢ πῶς χειροθετήσω σε; σὺ γὰρ Χριστός, Θεοῦ σοφία καὶ δύναμις.Ψυχῆς τελῶν ἔμφρονος, καὶ λόγῳ τιμώμενος, ἀψύχων εὐλαβοῦμαι· εἰ γὰρ βαπτίσω σε, κατήγορόν μοι ἔσται, πυρὶ καπνιζόμενον ὄρος, φυγοῦσα δὲ θάλασσα διχῇ, καὶ Ἰορδάνης οὗτος στραφείς· σὺ γὰρ Χριστός, Θεοῦ σοφία καὶ δύναμις.Ἰαμβικὸς Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Πυρσῷ καθαρθεὶς μυστικῆς θεωρίας,Ὑμνῶν Προφήτης τὴν βροτῶν καινουργίαν,Ῥήγνυσι γῆρυν, Πνεύματι κροτουμένην,Σάρκωσιν ἐμφαίνουσαν ἀρρήτου Λόγου,ᾯ τῶν δυναστῶν τὰ κράτη συνετρίβη».Πεμφθεὶς ὁ Πατρὸς παμφαέστατος Λόγος,Νυκτὸς διῶσαι τὴν καχέσπερον σχέσιν,Ἔκριζον ἥκεις, καὶ βροτῶν ἁμαρτίας,Υἷας συνελκύσαι τε τῇ σῇ Βαπτίσει,Μάκαρ φαεινούς, ἐκ ῥοῶν Ἰορδάνου.Αὐτὸν προσιδὼν τὸν περίκλυτον Λόγον,Τρανῶς ὁ κήρυξ ἐκβοᾶται τῇ κτίσει,Οὗτος προών μου, δεύτερος τῷσαρκίῳ, Σύμμορφος ἐξέλαμψεν ἐνθέῳ σθένει,Ἔχθιστον ἡμῶν ἐξελεῖν ἁμαρτίαν.Νομὴν πρὸς αὐτὴν τὴν φερέσβιον φέρων,Θηρᾷ δρακόντων φωλεοῖς ἐπιτρέχων.Ἄπλητα κύκλα καββαλὼν Θεὸς Λόγος,Πτέρνῃ τε τὸν πλήττοντα παμπήδην γένος,Τοῦτον καθειργνύς, ἐκσαῴζει τὴν κτίσιν.
ᾨδὴ ε', Κανών τῆς Ἐορτῆς
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἰησοῦς ὁ ζωῆς ἀρχηγός, λῦσαι τὸ κατάκριμα ἥκει, Ἀδὰμ τοῦ πρωτοπλάστου καθαρσίων δέ, ὡς Θεὸς μὴ δεόμενος, τῷ πεσόντι καθαίρεται ἐν τῷ Ἰορδάνῃ· ἐν ᾧ τὴν ἔχθραν κτείνας, ὑπερέχουσαν πάντα νοῦν, εἰρήνην χαρίζεται».Συνελθόντων ἀπείρων λαῶν, ὑπὸ Ἰωάννου βαπτισθῆναι, αὐτὸς ἐν μέσῳ ἔστη, προσεφώνει δὲ τοῖς παροῦσι Τὶς ἔδειξεν ἀπειθεῖς, τὴν ὀργὴν ὑμῖν ἐκκλῖναι τὴν μέλλουσαν; καρποὺς ἀξίους Χριστῷ ἐκτελεῖτε παρὼν γὰρ νῦν, εἰρήνην χαρίζεται.Γεωργὸς ὁ καὶ Δημιουργός, μέσος ἑστηκὼς ὡς εἰς ἁπάντων, καρδίας ἐμβατεύει καθαρτήριον δὲ πτύον χειρισάμενος, τὴν παγκόσμιον ἅλωνα πανσόφως διΐστησι, τὴν ἀκαρπίαν φλέγων, εὐκαρποῦσιν αἰώνιον, ζωὴν χαριζόμενος.Ἰαμβικὸς Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ἐχθροῦ ζοφώδους καὶ βεβορβορωμένου,Ἰὸν καθάρσει Πνεύματος λελουμένοι,Νέαν προσωρμίσθημεν ἀπλανῆ τρίβον,Ἄγουσαν ἀπρόσιτον εἰς θυμηδίαν,Μόνοις προσιτήν, οἷς Θεὸς κατηλλάγη».Ἀθρῶν ὁ Πλάστης ἐν ζόφῳ τῶν πταισμάτων,Σειραῖς ἀφύκτοις, ὅν διαρθροῖ δακτύλοις,Ἵστησιν ἀμφ᾽ ὤμοισιν ἐξάρας ἄνω,Νῦν ἐν πολυρρύτοισι δίναις ἐκπλύνων,Αἴσχους παλαιοῦ τῆς Ἀδὰμ καχεξίας.Μετ᾽ εὐσεβείας προσδράμωμεν εὐτόνως,Πηγαῖς ἀχράντοις ῥεύσεως σωτηρίου,Λόγον κατοπτεύσοντες ἐξ ἀκηράτου,Ἄντλημα προσφέροντα δίψης ἐνθέου,Κόσμου προσηνῶς ἐξακεύμενον νόσον.
ᾨδὴ ς', Κανών τῆς Ἐορτῆς
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἡ φωνὴ τοῦ Λόγου, ὁ λύχνος τοῦ Φωτός, ὁ Ἑωσφόρος, ὁ τοῦ Ἡλίου Πρόδρομος, ἐν τῇ ἐρήμῳ. Μετανοεῖτε, πᾶσι βοᾷ τοῖς λαοῖς, καὶ προκαθαίρεσθε· ἰδοὺ γὰρ πάρεστι Χριστός, ἐκ φθορᾶς τὸν κόσμον λυτρούμενος».Γεννηθεὶς ἀρρεύστως, ἐκ Θεοῦ καὶ Πατρός, ἐκ τῆς Παρθένου, δίχα σαρκοῦται ῥύπου Χριστός οὗ τὸν ἱμάντα, τὴν ἐξ ἡμῶν τοῦ Λόγου συνάφειαν, λύειν ἀμήχανον (διδάσκει ὁ Πρόδρομος), γηγενεῖς ἐκ πλάνης λυτρούμενος.Ἐν πυρὶ βαπτίζει, τελευταίῳ Χριστός, τοὺς ἀπειθοῦντας, καὶ μὴ Θεὸν φρονοῦντας αὐτόν· ἐν Πνεύματι δὲ καινοποιεῖ, δι᾽ ὕδατος χάριτι, τοὺς ἐπιγνώμονας αὐτοῦ τῆς Θεότητος, τῶν πλημμελημάτων λυτρούμενος.Ἰαμβικὸς Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ἱμερτὸν ἐξέφηνε σὺν πανολβίῳ,Ἤχῳ Πατήρ, ὃν γαστρὸς ἐξηρεύξατο.Ναί φησιν, Οὗτος, συμφυὴς γόνος πέλων,Φώταυγος ἐξώρουσεν ἀνθρώπων γένους,Λόγος τέ μου ζῶν, καὶ βροτὸς προμηθείᾳ».Ἐκ ποντίου λέοντος ὁ τριέσπερος,Ξένως Προφήτης ἐγκάτοις φλοιδούμενος,Αὖθις προῆλθε, τῆς παλιγγενεσίας,Σωτηρίαν δράκοντος ἐκ βροτοκτόνου,Πᾶσι προφαίνων, τῶν χρόνων ἐπ᾽ ἐσχάτων.Ἀνειμένων Πόλοιο παμφαῶν πτυχῶν,Μύστης ὁρᾷ πρὸς Πατρὸς ἐξικνούμενον,Μένον τε Πνεῦμα τῷ παναχράντῳ Λόγῳ, Ἐπελθὸν ὡς πέλειαν ἀφράστῳ τρόπῳ,Δήμοις τε φαίνει, προσδραμεῖν τῷ Δεσπότῃ.
Κοντάκιον
Ἦχος δ' ΤΟ ΑΚΟΥΤΕ
Ἐπεφάνης σήμερον τῇ οἰκουμένῃ, καὶ τὸ φῶς σου Κύριε, ἐσημειώθη ἐφ᾽ ἡμᾶς, ἐν ἐπιγνώσει ὑμνοῦντας σε. Ἦλθες ἐφάνης τὸ Φῶς τὸ ἀπρόσιτον.
Ὁ Οἶκος
Τῇ Γαλιλαίᾳ τῶν Ἐθνῶν, τῇ τοῦ Ζαβουλὼν χώρᾳ, καὶ τοῦ Νεφθαλεὶμ γαίᾳ, ὡς εἶπεν ὁ Προφήτης, φῶς μέγα ἔλαμψε Χριστός· τοῖς ἐσκοτισμένοις φαεινὴ ὤφθη αὐγή, ἐκ Βηθλεὲμ ἀστράπτουσα μᾶλλον δὲ ἐκ Μαρίας ὁ Κύριος πάσῃ τῇ οἰκουμένῃ ἀνατέλλει τάς ἀκτῖνας, ὁ Ἥλιος τῆς Δικαιοσύνης. Διὸ οἱ ἐξ Ἀδὰμ γυμνοί, δεῦτε πάντες ὑποδύωμεν αὐτόν, ἵνα θαλφθῶμεν· σκέπη γὰρ γυμνῶν, καὶ αἴγλη ἐσκοτισμένων, ἦλθες ἐφάνης τὸ Φῶς τὸ ἀπρόσιτον.
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΣΤ᾽ τοῦ αὐτοῦ μηνός, τὰ Ἅγια Θεοφάνεια τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.ΣτίχοιΤοὺς οὐρανοὺς Βάπτισμα τοῦ Χριστοῦ σχίσαν,Τοὺς αὐτὸ μὴ χραίνοντας ἔνδον εἰσάγει.Βάπτισεν ἐν ποταμῷ Χριστὸν Πρόδρομος κατὰ ἕκτην.Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ᾨδὴ ζ', Κανών τῆς Ἐορτῆς
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Νέους εὐσεβεῖς, καμίνῳ πυρὸς προσομιλήσαντας, διασυρίζον πνεῦμα δρόσου, ἀβλαβεῖς διεφύλαξε, καὶ θείου Ἀγγέλου συγκατάβασις ὅθεν ἐν φλογὶ δροσιζόμενοι, εὐχαρίστως ἀνέμελπον Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ».Ὥσπερ οὐρανῷ, σὺν τρόμῳ καὶ θαύματι παρίσταντο, ἐν Ἰορδάνῃ αἱ Δυνάμεις τῶν Ἀγγέλων σκοπούμεναι, τοσαύτην Θεοῦ τὴν συγκατάβασιν, ὅπως ὁ κρατῶν τὴν ὑπέρῳον τῶν ὑδάτων ὑπόστασιν, ἐν τοῖς ὕδασι, σωματοφόρος ἕστηκεν, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.Νεφέλη ποτέ, καὶ θάλασσα θείου προεικόνιζε, Βαπτίσματος τὸ θαῦμα, ἐν οἷς ὁ πρὶν βαπτίζεται, διεξοδικῶς τῷ Νομοθέτῃ λαός, θάλασσα δὲ ἦν τύπος ὕδατος, καὶ νεφέλη τοῦ Πνεύματος, οἷς τελούμενοι· Εὐλογητὸς εἶ κράζομεν, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.Ἅπαντες πιστοί, ἐν ᾧ τὴν τελείωσιν ἐλάβομεν, θεολογοῦντες ἀσιγήτως, σὺν Ἀγγέλοις δοξάσωμεν, Πατέρα Υἱὸν καὶ Πνεῦμα Ἅγιον· τοῦτο γὰρ Τριὰς ὑποστάσεσιν ὁμοούσιος, εἷς δὲ Θεός, ᾧ καὶ ψάλλομεν Ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.Ἰαμβικὸς Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ἔφλεξε ῥείθρῳ τῶν δρακόντων τάς κάρας,Ὁ τῆς καμίνου τὴν μετάρσιον φλόγα,Νέους φέρουσαν εὐσεβεῖς κατευνάσας,Τὴν δυσκάθεκτον ἀχλὺν ἐξ ἁμαρτίας,Ὅλην πλύνει δέ, τῇ δρόσῳ τοῦ Πνεύματος».Σὲ ζωγραφοῦσαν τὴν Ἀσσύριον φλόγα,Ἐκστῶσαν ἵστης, εἰς δρόσον μετηγμένην.Ὕδωρ ὅθεν νῦν ἀμφιέσσαο φλέγον,Σίντην κάκιστον Χριστὲ προσκεκευθμένον,Πρὸς τὴν ὄλισθον ἐκκαλούμενον τρίβον.Ἀπορραγέντος τοῦ Ἰορδάνου πάλαι,Ἰσθμῷ περᾶται λαός, Ἰσραηλίτης,Σὲ τὸν κράτιστον ἐμφοροῦντα τὴν κτίσιν,Ἠπειγμένως νῦν ἐν ῥοαῖς διαγράφων,Πρὸς τὴν ἄρρευστον καὶ ἀμείνονα τρίβον.Ἴδμεν τὸ πρῶτον τὴν πανώλεθρον κλύσιν,Οἰκτρῶς σε πάντων εἰς φθορὰν παρεισάγειν,Ὦ τρισμέγιστα χρηματίζων καὶ ξένα.Νῦν δὲ κλύσαντα Χριστὲ τὴν ἁμαρτίαν,Δι᾽ εὐπάθειαν, καὶ βροτῶν σωτηρίαν.
ᾨδὴ η', Κανών τῆς Ἐορτῆς
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Μυστήριον παράδοξον, ἡ Βαβυλῶνος ἔδειξε κάμινος, πηγάσασα δρόσον, ὅτι ῥείθροις ἔμελλεν, ἄϋλον πῦρ εἰσδέχεσθαι ὁ Ἰορδάνης, καὶ στέγειν σαρκί, βαπτιζόμενον τὸν Κτίστην, ὅν εὐλογοῦσι Λαοί, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας».Ἀπόθου φόβον ἅπαντα, ὁ Λυτρωτὴς τῷ Προδρόμῳ ἔφησεν· ἐμοὶ δὲ πειθάρχει, ὡς Χριστῷ μοι πρόσελθε τοῦτο γὰρ φύσει πέφυκα ἐμῷ προστάγματι εἶξον, καὶ βάπτισόν με συγκαταβάντα, ὅν εὐλογοῦσι Λαοί, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.Ῥημάτων ὡς ἀκήκοεν, ὁ Βαπτιστὴς τοῦ Δεσπότου, σύντρομος παλάμην ἐκτείνει, χειραπτήσας ὅμως δέ, τὴν κορυφὴν τοῦ Πλάστου αὐτοῦ, τῷ βαπτισθέντι ἐβόα Ἁγίασόν με· σὺ γὰρ Θεός μου, ὅν εὐλογοῦσι Λαοί, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.Τριάδος ἡ φανέρωσις, ἐν Ἰορδάνῃ γέγονεν· αὔτη γὰρ ὑπέρθεος φύσις, ὁ Πατὴρ ἐφώνησεν. Οὗτος ὁ βαπτιζόμενος, Υἱὸς ὁ ἀγαπητός μου, τὸ Πνεῦμα συμπαρῆν τῷ ὁμοίῳ ὅν εὐλογοῦσι Λαοί, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.Ἰαμβικὸς Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ἐλευθέρα μὲν ἡ κτίσις γνωρίζεται.Υἱοὶ δὲ φωτός, οἱ πρὶν ἐσκοτισμένοι.Μόνος στενάζει, τοῦ σκότους ὁ προστάτης.Νῦν εὐλογείτω συντόνως τὸν αἴτιον,Ἡ πρὶν τάλαινα τῶν Ἐθνῶν παγκληρία».Τριττοὶ θεουδεῖς ἐμπύρως δροσούμενοι,Αἰγλῆντα τριτταῖς παμφαῶς ἁγιστείαις,Σαφῶς ἐδήλουν τὴν ὑπέρτατον φύσιν,Μίξει βροτείᾳ πυρπολοῦσαν ἐν δρόσῳ,Εὐκτῶς ἅπασαν τὴν ὀλέθριον πλάνην.Λευχειμονείτω πᾶσα γήϊνος φύσις,Ἐκπτώσεως νῦν οὐρανῶν ἐπηρμένηᾯ γὰρ τὰ πάντα συντετήρηται ΛόγῳΝάουσι ῥείθροις ἐκπλυθεῖσα πταισμάτων,Τῶν πρὶν πέφευγε παμφαῶς λελουμένη.
ᾨδὴ θ', Κανών τῆς Ἐορτῆς
Ἦχος β'
Ἡ Τιμιωτέρα: Οὐ στιχολογεῖται, ἀντ’ αὐτῆς ἡ θ΄ ᾨδή ἀμφοτέρων τῶν Κανόνων τῆς Ἑορτῆς, ὡς ἑξῆς:Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Μεγάλυνον, ψυχή μου, τήν τιμιωτέραν τῶν ἄνω στρατευμάτων.«Ἀπορεῖ πᾶσα γλῶσσα, εὐφημεῖν πρὸς ἀξίαν, ἰλιγγιᾷ δὲ νοῦς καὶ ὑπερκόσμιος, ὑμνεῖν σε Θεοτόκε ὅμως ἀγαθὴ ὑπάρχουσα, τὴν πίστιν δέχου καὶ γὰρ τὸν πόθον οἶδας, τὸν ἔνθεον ἡμῶν σὺ γὰρ Χριστιανῶν εἶ προστάτις, σὲ μεγαλύνομεν.»Μεγάλυνον, ψυχή μου, τόν ἐν Ἰορδάνῃ ἐλθόντα βαπτισθῆναι.Δαυῒδ πάρεσο, Πνεύματι τοῖς φωτιζομένοις Νῦν προσέλθετε, ᾆδε πρὸς Θεόν, ἐν πίστει λέγων φωτίσθητε οὗτος ὁ πτωχὸς ἐκέκραξεν Ἀδὰμ ἐν πτώσει καὶ γὰρ αὐτοῦ εἱσήκουσε Κύριος ἐλθών, ῥείθροις τοῦ Ἰορδάνου, φθαρέντα δὲ ἀνεκαίνισεν.Μεγάλυνον, ψυχή μου, τόν ὑπό Προδρόμου τό βάπτισμα λαβόντα.Ὁ Ἡσαΐας λούσασθε, καὶ καθάρθητε φάσκει τάς πονηρίας ἔναντι, ἀφέλεσθε Κυρίου οἱ διψῶντες, ὕδωρ ἐπὶ ζῶν πορεύεσθε ῥανεῖ γὰρ ὕδωρ καινοποιὸν Χριστός, τοῖς προστρέχουσιν αὐτῷ ἐν πίστει, καὶ πρὸς ζωὴν τὴν ἀγήρω, βαπτίζει Πνεύματι.Μεγάλυνον, ψυχή μου, τόν ἐκ τῆς πατρῴας φωνῆς μαρτυρηθέντα.Συντηρώμεθα χάριτι, πιστοὶ καὶ σφραγῖδι ὡς γὰρ ὄλεθρον ἔφυγον, φλιᾶς Ἑβραῖοι πάλαι αἱμαχθείσης· οὕτω καὶ ἡμῖν, ἐξόδιον τὸ θεῖον τοῦτο, τῆς παλιγγενεσίας λουτήριον ἔσται ἔνθεν καὶ τῆς Τριάδος, ὀψόμεθα φῶς τὸ ἄδυτον.Ἰαμβικὸς Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕΣήμερον ὁ Δεσπότης, κλίνει τόν αὐχένα χειρί τῇ τοῦ Προδρόμου.«Ὢ τῶν ὑπὲρ νοῦν, τοῦ τόκου σου θαυμάτων!Νύμφη πάναγνε, Μῆτερ εὐλογημένηΔι᾽ ἧς τυχόντες παντελοῦς σωτηρίας,Ἐπάξιον κροτοῦμεν ὡς εὐεργέτῃ,Δῶρον φέροντες ὕμνον εὐχαριστίας.»Σήμερον Ἰωάννης, βαπτίζει τόν Δεσπότην ἐν ῥείθροις Ἰορδάνου.«Ὢ τῶν ὑπὲρ νοῦν, τοῦ τόκου σου θαυμάτων!Νύμφη πάναγνε, Μῆτερ εὐλογημένηΔι᾽ ἧς τυχόντες παντελοῦς σωτηρίας,Ἐπάξιον κροτοῦμεν ὡς εὐεργέτῃ,Δῶρον φέροντες ὕμνον εὐχαριστίας.»Δόξα...Μεγάλυνον, ψυχή μου, τῆς τρισυποστάτου καί ἀδιαιρέτου Θεότητος τό κράτος.Ἴδμεν τὰ Μωσεῖ τῇ βάτῳ δεδειγμένα,Δεῦρο ξένοις, θεσμοῖσιν ἐξειργασμένα.Ὡς γὰρ σέσωσται, πυρφοροῦσα Παρθένος,Σελασφόρον τεκοῦσα τὸν εὐεργέτην,Ἰορδάνου τε, ῥεῖθρα προσδεδεγμένα.Καί νῦν...Μεγάλυνον, ψυχή μου, τήν λυτρωσαμένην ἡμᾶς ἐκ τῆς κατάρας.Χρίεις τελειῶν, τὴν βρότειον οὐσίαν,Ἄναξ ἄναρχε, Πνεύματος κοινωνία,Ῥοαῖς ἀχράντοις, ἐκκαθάρας καὶ σκότους,Ἰσχὺν θριαμβεύσας τε, τὴν ἐπηρμένην,Νῦν εἰς ἄληκτον, ἐξαμείβεαι βίον.
Ἐξαποστειλάριον τῆς Ἐορτῆς
Ἦχος γ'
Ἐπεσκέψατο ἡμᾶς ΤΟ ΑΚΟΥΤΕ, Ἐκ τρίτου
Ἐπεφάνη ὁ Σωτήρ, ἡ χάρις ἡ ἀλήθεια, ἐν ῥείθροις τοῦ Ἰορδάνου, καὶ τοὺς ἐν σκότει καὶ σκιᾷ, καθεύδοντας ἐφώτισε καὶ γὰρ ἦλθεν ἐφάνη, τὸ φῶς τὸ ἀπρόσιτον.
Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους ς᾽ καὶ ψάλλομεν Στιχηρὰ Ἰδιόμελα.
Στιχηρὰ Ἰδιόμελα
Ἦχος α'
Γερμανοῦ Πατριάρχου
Φῶς ἐκ φωτός, ἔλαμψε τῷ κόσμῳ, Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ ἐπιφανεὶς Θεός, τοῦτον λαοὶ προσκυνήσωμεν. (Δὶς)
Ἦχος α'
Πῶς σε Χριστέ, δοῦλοι τὸν Δεσπότην ἀξίως τιμήσωμεν; ὅτι ἐν τοῖς ὕδασι, πάντας ἡμᾶς ἀνεκαίνισας.
Ἦχος α'
Σὺ ἐν Ἰορδάνῃ βαπτισθεὶς ὁ Σωτὴρ ἡμῶν, τὰ ῥεῖθρα ἡγίασας, τῇ παλάμῃ τοῦ δούλου χειροθετούμενος, καὶ τὰ πάθη τοῦ Κόσμου ἰώμενος. Μέγα τὸ μυστήριον τῆς οἰκονομίας σου! φιλάνθρωπε Κύριε, δόξα σοι.
Ἦχος α'
Τὸ ἀληθινὸν φῶς ἐπεφάνη, καὶ πᾶσι τὸν φωτισμὸν δωρεῖται. Βαπτίζεται Χριστὸς μεθ᾽ ἡμῶν, ὁ πάσης ἐπέκεινα καθαρότητος ἐνίησι τὸν ἁγιασμὸν τῷ ὕδατι, καὶ ψυχῶν τοῦτο καθάρσιον γίνεται ἐπίγειον τὸ φαινόμενον, καὶ ὑπὲρ τοὺς οὐρανοὺς τὸ νοούμενον διὰ λουτροῦ σωτηρία, δι᾽ ὕδατος τὸ Πνεῦμα διὰ καταδύσεως, ἡ πρὸς Θεὸν ἡμῶν ἄνοδος γίνεται θαυμάσια τὰ ἔργα σου Κύριε! δόξα σοι.
Ἦχος α'
Ὁ περιβάλλων τὸν οὐρανὸν ἐν νεφέλαις, ῥεῖθρα περιβάλλεται σήμερον τὰ Ἰορδάνια καὶ τὴν ἐμὴν καθαίρεται κάθαρσιν, ὁ τοῦ κόσμου αἴρων τὴν ἁμαρτίαν καὶ ὑπὸ τοῦ συγγενοῦς ἄνωθεν μαρτυρεῖται Πνεύματος, Υἱὸς μονογενὴς ὑπάρχων τοῦ ὑψίστου Πατρός, πρὸς ὃν βοήσωμεν Ὁ ἐπιφανεὶς καὶ σώσας ἡμᾶς, Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Δοξαστικὸν
Ἦχος πλ. β'
Ἀνατολίου
Νάματα Ἰορδάνια περιεβάλου Σωτήρ, ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον καὶ ἔκλινας κορυφὴν τῷ Προδρόμῳ ὁ τὸν οὐρανὸν μετρήσας σπιθαμῇ, ἵνα ἐπιστρέψῃς κόσμον ἐκ πλάνης, καὶ σώσῃς τάς ψυχὰς ἡμῶν.
Θεοτοκίον
Ἦχος β'
Ἀνατολίου
Σήμερον ὁ Χριστός, ἐν Ἰορδάνῃ ἦλθε βαπτισθῆναι. Σήμερον Ἰωάννης ἅπτεται, κορυφῆς τοῦ Δεσπότου. Αἱ δυνάμεις τῶν οὐρανῶν ἐξέστησαν, τὸ παράδοξον ὁρῶσαι μυστήριον. Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἰδὼν ἀνεστρέφετο. Ἡμεῖς δὲ οἱ φωτισθέντες βοῶμεν· Δόξα τῷ φανέντι Θεῷ, καὶ ἐπὶ γῆς ὀφθέντι, καὶ φωτίσαντι τὸν κόσμον.
Μεγάλη Δοξολογία
Εἰς τὴν Λειτουργίαν ψάλλομεν, ἀντὶ τῶν Τυπικῶν, τὰ Ἀντίφωνα.
Ἀντίφωνον Α᾽Ἦχος β'Στίχ. α'. Ἐν ἐξόδῳ Ἰσραὴλ ἐξ Αἰγύπτου, οἴκου Ἰακώβ.Στίχ. β'. Ἐγενήθη Ἰουδαία ἁγίασμα αὐτοῦ, ἐκ λαοῦ βαρβάρου.Στίχ. γ'. Ἡ θάλασσα εἶδε, καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω.Στίχ. δ'. Τὶ σοί ἐστι θάλασσα ὅτι ἔφυγες; καὶ σοὶ Ἰορδάνη, ὅτι ἐστράφης εἰς τὰ ὀπίσω;Ἀντίφωνον Β᾽Ἦχος β'Στίχ. α'. Ἠγάπησα, ὅτι εἰσακούσεται Κύριος τῆς φωνῆς τῆς δεήσεώς μου.Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν Ἰορδάνῃ ὑπὸ Ἰωάννου βαπτισθείς, ψάλλοντάς σοι, Ἀλληλούϊα.Στιχ. β'. Ὅτι ἔκλινε τὸ οὖς αὐτοῦ ἐμοί, καὶ ἐν ταῖς ἡμέραις μου ἐπικαλέσομαι.Στίχ. γ'. Περιέσχον μοι ὠδῖνες θανάτου, κίνδυνοι ᾅδου εὓροσὰν με.Στίχ. δ'. Ἐλεήμων ὁ Κύριος καὶ δίκαιος, καὶ ὁ Θεὸς ἡμῶν ἐλεεῖ.Ἀντίφωνον Γ᾽Ἦχος α'Στίχ. α'. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.Ἦχος α'Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητόν σε Υἱὸν ὀνομάζουσα καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.Στίχ. β'. Εἰπάτω δὴ οἶκος Ἰσραήλ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.Στίχ. γ'. Εἰπάτω δὴ οἶκος Ἀαρών, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.Στίχ. δ'. Εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοι τὸ Κύριον, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.Ε ἰ σ ο δ ι κ ὸ νΕὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν. Σῶσον ἡμὰς Υἱὲ Θεοῦ, ὁ ἐν Ἰορδάνῃ ὑπὸ Ἰωάννου βαπτισθείς, ψάλλοντάς σοι, Ἀλληλούϊα.Ἦχος α'Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητόν σε Υἱὸν ὀνομάζουσα, καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.Δόξα... Καὶ νῦν...Κοντάκιον Ἦχος δ'Ἐπεφάνης σήμερον τῇ οἰκουμένῃ, καὶ τὸ φῶς σου Κύριε, ἐσημειώθη ἐφ᾽ ἡμᾶς, ἐν ἐπιγνώσει ὑμνοῦντας σε. Ἦλθες ἐφάνης τὸ Φῶς τὸ ἀπρόσιτον.Ἀντὶ δὲ τοῦ ΤρισαγίουὍσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Ἀλληλούϊα.
ᾨδὴ θ', Κανών τῆς Ἐορτῆς
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Μεγάλυνον, ψυχή μου, τήν τιμιωτέραν τῶν ἄνω στρατευμάτων.«Ἀπορεῖ πᾶσα γλῶσσα, εὐφημεῖν πρὸς ἀξίαν, ἰλιγγιᾷ δὲ νοῦς καὶ ὑπερκόσμιος, ὑμνεῖν σε Θεοτόκε ὅμως ἀγαθὴ ὑπάρχουσα, τὴν πίστιν δέχου καὶ γὰρ τὸν πόθον οἶδας, τὸν ἔνθεον ἡμῶν σὺ γὰρ Χριστιανῶν εἶ προστάτις, σὲ μεγαλύνομεν.»
ΚοινωνικὸνἘπεφάνη ἡ χάρις τοῦ Θεοῦ, ἡ σωτήριος πᾶσιν ἀνθρώποις. Ἀλληλούϊα.
ΜΕΓΑΣ ΑΓΙΑΣΜΟΣΜετὰ δὲ τὴν ὀπισθάμβωνον Εὐχήν, ἐξερχόμεθα ἐν τῇ Κολυμβήθρᾳ, προπορευομένου τοῦ Ἱερέως μετὰ λαμπάδων καὶ τοῦ θυμιατοῦ, καὶ ἡμεῖς ψάλλομεν τὰ παρόντα Ἰδιόμελα Ἦχος πλ. δ΄.Σωφρονίου Πατριάρχου ἹεροσολύμωνΦωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων βοᾷ λέγουσα· Δεῦτε λάβετε πάντες, Πνεῦμα σοφίας, Πνεῦμα συνέσεως, Πνεῦμα φόβου Θεοῦ, τοῦ ἐπιφανέντος Χριστοῦ. Σήμερον τῶν ὑδάτων, ἁγιάζεται ἡ φύσις, καὶ ῥήγνυται ὁ Ἰορδάνης, καὶ τῶν ἰδίων ναμάτων ἐπέχει τὸ ῥεῦμα, Δεσπότην ὁρῶν ῥυπτόμενον. Ὡς ἄνθρωπος ἐν ποταμῷ, ἦλθες Χριστὲ Βασιλεῦ, καὶ δουλικὸν Βάπτισμα λαβεῖν, σπεύδεις ἀγαθέ, ὑπὸ τῶν τοῦ Προδρόμου χειρῶν, διὰ τάς ἁμαρτίας ἡμῶν φιλάνθρωπε.Δόξα... Καὶ νῦν... ὁ αὐτὸςΠρὸς τὴν φωνὴν τοῦ βοῶντος ἐν τῇ ἐρήμῳ· Ἐτοιμάσατε τὴν ὁδὸν τοῦ Κυρίου, ἦλθες Κύριε, μορφὴν δούλου λαβών, Βάπτισμα αἰτῶν, ὁ μὴ γνοὺς ἁμαρτίαν. Εἴδοσάν σε ὕδατα, καὶ ἐφοβήθησαν, σύντρομος γέγονεν ὁ Πρόδρομος, καὶ ἐβόησε λέγων· πῶς φωτίσει ὁ λύχνος τὸ Φῶς; πῶς χειροθετήσει δοῦλος τὸν Δεσπότην; ἁγίασον ἐμὲ καὶ τὰ ὕδατα Σωτήρ, ὁ αἲρων τοῦ κόσμου τὴν ἁμαρτίαν.Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα(Κεφ. 35, 110)Τάδε λέγει Κύριος· Εὐφράνθητι ἔρημος διψῶσα, ἀγαλλιάσθω ἔρημος, καὶ ἀνθείτω ὡς κρίνον. Καὶ ἑξανθήσει, καὶ ὑλοχαρήσει, καὶ ἀγαλλιάσεται τὰ ἔρημα τοῦ Ἰορδάνου· καὶ ἡ δόξα τοῦ Λιβάνου ἐδόθη αὐτῇ, καὶ ἡ τιμὴ τοῦ Καρμήλου· καὶ ὁ λαός μου ὄψεται τὴν δόξαν Κυρίου, καὶ τὸ ὕψος τοῦ Θεοῦ. Ἰσχύσατε χεῖρες ἀνειμέναι, καὶ γόνατα παραλελυμένα. Παρακαλέσατε, καὶ εἴπατε τοῖς ὀλιγοψύχοις τῇ διανοίᾳ· Ἰσχύσατε καὶ μὴ φοβεῖσθε· ἰδοὺ ὁ Θεὸς ἡμῶν κρίσιν ἀνταποδίδωσι, καὶ ἀνταποδώσει, αὐτὸς ἥξει καὶ σώσει ἡμᾶς. Τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν, καὶ ὦτα κωφῶν ἀκούσονται. Τότε ἁλεῖται χωλὸς ὡς ἔλαφος, καὶ τρανὴ ἔσται γλῶσσα μογγιλάλων, ὅτι ἐρράγη ἐν τῇ ἐρήμῳ ὕδωρ, καὶ φάραγξ ἐν γῇ διψώσῃ. Καὶ ἔσται ἡ ἄνυδρος εἰς ἕλη, καὶ εἰς τὴν διψῶσαν γῆν πηγὴ ὕδατος ἔσται, ἐκεῖ ἔσται εὐφροσύνη ὀρνέων, ἐπαύλεις ποιμνίων καὶ καλάμη καὶ ἕλη. Καὶ ἔσται ἐκεῖ ὁδὸς καθαρά, καὶ ὁδὸς ἁγία κληθήσεται, οὐ μὴ παρέλθῃ ἐκεῖ ἀκάθαρτος, οὐδὲ ἔσται ἐκεῖ ὁδὸς ἀκάθαρτος, οἱ δὲ διεσπαρμένοι πορεύσονται ἐπ᾽ αὐτῆς, καὶ οὐ μὴ πλανηθῶσι. Καὶ οὐκ ἔσται ἐκεῖ λέων, οὐδὲ τῶν πονηρῶν θηρίων, οὐ μὴ ἀναβῇ εἰς αὐτήν, οὐδὲ μὴ εὑρεθῇ ἐκεῖ· ἀλλὰ πορεύσονται ἐν αὐτῇ λελυτρωμένοι καὶ συνηγμένοι ὑπὸ Κυρίου. Καὶ ἀποστραφήσονται, καὶ ἥξουσιν εἰς Σιὼν μετ᾽ εὐφροσύνης καὶ ἀγαλλιάσεως, καὶ εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν· ἐπὶ γὰρ τῆς κεφαλῆς αὐτῶν αἴνεσις καὶ ἀγαλλίαμα, καὶ εὐφροσύνη καταλήψεται αὐτούς· ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμός.Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα(Κεφ. 55, 113)Τάδε λέγει Κύριος· οἱ διψῶντες πορεύεσθε ἐφ᾽ ὕδωρ, καὶ ὅσοι μὴ ἔχετε ἀργύριον, βαδίσαντες ἀγοράσατε, καὶ φάγεσθε, καὶ πίεσθε ἄνευ ἀργυρίου καὶ τιμῆς οἶνον καὶ στέαρ, ἵνα τὶ τιμᾶσθε ἀργυρίου ἐν οὐκ ἄρτοις, καὶ ὁ μόχθος ὑμῶν οὐκ εἰς πλησμονήν; Ἀκούσατέ μου, καὶ φάγεσθε ἀγαθά, καὶ ἐντρυφήσει ἐν ἀγαθοῖς ἡ ψυχὴ ὑμῶν. Προσέχετε τοῖς ὠσὶν ὑμῶν, καὶ ἐπακολουθεῖτε ταῖς ὁδοῖς μου, εἰσακούσατέ μου, καὶ ζήσεται ἐν ἀγαθοῖς ἡ ψυχὴ ὑμῶν, καὶ διαθήσομαι ὑμῖν Διαθήκην αἰώνιον, τὰ ὅσια Δαυῒδ τὰ πιστά. Ἰδοὺ μαρτύριον ἐν Ἔθνεσιν ἔδωκα αὐτόν, ἄρχοντα καὶ προστάσσοντα ἐν Ἔθνεσιν. Ἰδοὺ Ἔθνη, ἃ οὐκ οἴδασί σε, ἐπικαλέσονταί σε, καὶ λαοί, οἳ οὐκ ἐπίστανταί σε, ἐπὶ σὲ καταφεύξονται, ἕνεκεν Κυρίου τοῦ Θεοῦ σου, καὶ τοῦ Ἁγίου Ἰσραήλ, ὅτι ἐδόξασέ σε. Ζητήσατε τὸν Κύριον, καὶ ἐν τῷ εὑρίσκειν αὐτόν, ἐπικαλέσασθε, ἡνίκα δ᾽ ἂν ἐγγίζῃ ὑμῖν, ἀπολιπέτω ὁ ἀσεβὴς τάς ὁδοὺς αὐτοῦ, καὶ ἀνὴρ ἄνομος τάς βουλὰς αὐτοῦ, καὶ ἐπιστράφητε πρὸς Κύριον, καὶ ἐλεηθήσεσθε, καὶ κράξεσθε, ὅτι ἐπὶ πολὺ ἀφήσει τάς ἁμαρτίας ὑμῶν. Οὐ γὰρ εἰσιν αἱ βουλαί μου, ὥσπερ αἱ βουλαὶ ὑμῶν, οὐδ᾽ ὥσπερ αἱ ὁδοὶ ὑμῶν, αἱ ὁδοί μου, λέγει Κύριος. Ἀλλ᾽ ὡς ἀπέχει ὁ οὐρανὸς ἀπὸ τῆς γῆς, οὕτως ἀπέχει ἡ ὁδός μου ἀπὸ τῶν ὁδῶν ὑμῶν, καὶ τὰ διανοήματα ὑμῶν ἀπὸ τῆς διανοίας μου. Ὡς γὰρ ἂν καταβῇ ὑετός, ἢ χιὼν ἐκ τοῦ οὐρανοῦ, καὶ οὐ μὴ ἀποστραφῇ ἕως ἂν μεθύσῃ τὴν γῆν, καὶ ἐκτέκῃ, καὶ ἐκβλαστήσῃ, καὶ δῷ σπέρμα τῷ σπείροντι, καὶ ἄρτον εἰς βρῶσιν, οὕτως ἔσται τὸ ῥῆμά μου, ὃ ἐὰν ἐξέλθῃ ἐκ τοῦ στόματός μου, οὐ μὴ ἀποστραφῇ πρὸς με κενόν, ἕως ἂν τελεσθῇ ὅσα ἂν ἠθέλησα, καὶ εὐοδώσω τάς ὁδούς μου, καὶ τὰ ἐντάλματά μου. Ἐν γὰρ εὐφροσύνῃ ἐξελεύσεσθε, καὶ ἐν χαρᾷ διδαχθήσεσθε· τὰ γὰρ ὄρη καὶ οἱ βουνοὶ ἑξαλοῦνται, προσδεχόμενοι ὑμᾶς ἐν χαρᾷ, καὶ πάντα τὰ ξύλα τοῦ ἀγροῦ ἐπικροτήσει τοῖς κλάδοις. Καὶ ἀντὶ τῆς στοιβῆς ἀναβήσεται κυπάρισσος, ἀντί, δὲ τῆς κονύζης ἀναβήσεται μυρσίνη, καὶ ἔσται Κυρίῳ εἰς ὄνομα, καὶ εἰς σημεῖον αἰώνιον, καὶ οὐκ ἐκλείψει.Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα(Κεφ. 12, 36)Τάδε λέγει Κύριος· Ἀντλήσατε ὕδωρ μετ᾽ εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ σωτηρίου. Καὶ ἐρεῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· Ὑμνεῖτε τὸν Κύριον, βοᾶτε τὸ ὄνομα αὐτοῦ, ἀναγγείλατε ἐν τοῖς Ἔθνεσι τὰ ἔνδοξα αὐτοῦ, μιμνῄσκεσθε, ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ. Ὑμνήσατε τὸ ὄνομα Κυρίου, ὅτι ὑψηλὰ ἐποίησεν, ἀναγγείλατε ταῦτα ἐν πάσῃ τῇ γῇ. Ἀγαλλιᾶσθε, καὶ εὐφραίνεσθε οἱ κατοικοῦντες Σιών, ὅτι ὑψώθη ὁ Ἅγιος τοῦ Ἰσραὴλ ἐν μέσῳ αὐτῆς.Προκείμενον Ἦχος γ΄Κύριος φωτισμός μου καὶ Σωτήρ μου.Στίχ. Κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου.Πρὸς Κορινθίους Α΄ Ἐπιστολῆς Παύλου(Κεφ. 10, 14)Ἀδελφοί, οὐ θέλω ὑμᾶς ἀγνοεῖν, ὅτι οἱ Πατέρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν, καὶ πάντες διὰ τῆς θαλάσσης διῆλθον. Καὶ πάντες εἰς τὸν Μωϋσῆν ἐβαπτίσαντο, ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ. Καὶ πάντες τὸ αὐτὸ βρῶμα πνευματικόν ἔφαγον. Καὶ πάντες τὸ αὐτὸ πόμα πνευματικόν ἔπιον· ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας· ἡ δὲ πέτρα ἦν ὁ Χριστός.Ἀλληλούϊα Ἦχος δ᾽Φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων.Στίχ. Ὁ Θεὸς τῆς δόξης ἐβρόντησεν ἐπὶ τῶν ὑδάτων.Εὐαγγέλιον κατὰ ΜᾶρκονΤῷ καιρῷ ἐκείνῳ, ἦλθεν ὁ Ἰησοῦς ἀπὸ Ναζαρέτ τῆς Γαλιλαίας, καὶ ἐβαπτίσθη ὑπὸ Ἰωάννου εἰς τὸν Ἰορδάνην. Καὶ εὐθέως ἀναβαίνων ἀπὸ τοῦ ὕδατος, εἶδε σχιζομένους τοὺς οὐρανοὺς, καὶ τὸ Πνεῦμα ὡσεὶ περιστερὰν καταβαῖνον ἐπ᾽αὐτόν. Καὶ φωνὴ ἐγένετο ἐκ τῶν οὐρανῶν· Σὺ εἶ ὁ Υἰός μου ὁ ἀγαπητὸς, ἐν ᾧ ηὐδόκησα.Καὶ εὐθὺς ὁ Διάκονος Τὰ Εἰρηνικά. Ἐν ὅσῳ δὲ λέγονται ταῦτα ὑπὸ τοῦ Διακόνου, ὁ Ἱερεὺς λέγει μυστικῶς τὴν ἑξῆς Εὐχήν· Κύριε Ἰησοῦ Χριστέ, κλπ. Ἐν εἰρήνῃ, τοῦ Κυρίου δεηθῶμεν.Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν Ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν, καὶ τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.Ὑπὲρ τοῦ Ἁγίου Οἴκου τούτου, Καὶ τῶν μετὰ πίστεως, εὐλαβείας, καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος), τοῦ τιμίου Πρεσβυτερίου τῆς ἐν Χριστῷ Διακονίας, παντὸς τοῦ Κλήρου καὶ τοῦ Λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.Ὑπὲρ τῆς ἁγίας Μονῆς ταύτης, πάσης Πόλεως Χώρας, καὶ τῶν πίστει οἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν.Ὑπὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς, καὶ καιρῶν εἰρηνικῶν, τοῦ Κυρίου δεηθῶμεν.Ὑπὲρ πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καὶ τῆς σωτηρίας αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν.Ὑπὲρ τοῦ ἁγιασθῆναι τὸ ὕδωρ τοῦτο, τῇ δυνάμει καὶ ἐνεργείᾳ καὶ ἐπιφοιτήσει τοῦ Ἁγίου Πνεύματος, τοῦ Κυρίου δεηθῶμεν.Ὑπὲρ τοῦ καταφοιτῆσαι τοῖς ὕδασι τούτοις τὴν καθαρτικὴν τῆς ὑπερουσίου Τριάδος ἐνέργειαν, τοῦ Κυρίου δεηθῶμεν.Ὑπὲρ τοῦ δωρηθῆναι αὐτοῖς τὴν χάριν τῆς ἀπολυτρώσεως, τὴν εὐλογίαν τοῦ Ἰορδάνου, τοῦ Κυρίου δεηθῶμεν.Ὑπὲρ τοῦ φωτισθῆναι ἡμᾶς φωτισμὸν γνώσεως καὶ εὐσεβείας, διὰ τῆς ἐπιφοιτήσεως τοῦ Ἁγίου Πνεύματος, τοῦ Κυρίου δεηθῶμεν.Ὑπὲρ τοῦ γενέσθαι τὸ ὕδωρ τοῦτο ἁγιασμοῦ δῶρον, ἁμαρτημάτων λυτήριον, εἰς ἴασιν ψυχῆς καὶ σώματος, καὶ πρὸς πᾶσαν ὠφέλειαν ἐπιτήδειον, τοῦ Κυρίου δεηθῶμεν.Ὑπὲρ τοῦ γενέσθαι αὐτὸ ὕδωρ ἁλλόμενον εἰς ζωὴν αἰώνιον, τοῦ Κυρίου δεηθῶμεν.Ὑπὲρ τοῦ ἀναδειχθῆναι αὐτὸ ἀποτρόπαιον πάσης ἐπιβουλῆς ὁρατῶν καὶ ἀοράτων ἐχθρῶν, τοῦ Κυρίου δεηθῶμεν.Ὑπὲρ τῶν ἀντλούντων καὶ ἀρυομένων εἰς ἁγιασμὸν οἴκων, τοῦ Κυρίου δεηθῶμεν.Ὑπὲρ τοῦ γενέσθαι αὐτὸ πρὸς καθαρισμὸν ψυχῶν καὶ σωμάτων, πᾶσι τοῖς ἀρυομένοις πίστει, καὶ μεταλαμβάνουσιν ἐξ αὐτοῦ, τοῦ Κυρίου δεηθῶμεν.Ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς ἐμπλησθῆναι ἁγιασμοῦ, διὰ τῆς τῶν ὑδάτων τούτων μεταλήψεως, τῇ ἀοράτῳ ἐπιφανείᾳ τοῦ Ἁγίου Πνεύματος, τοῦ Κυρίου δεηθῶμεν.Ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν, καὶ ἐλεῆσαι ἡμᾶς, τοῦ Κυρίου δεηθῶμεν.Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.Ἀντιλαβοῦ, σῶσον ἐλέησον, καὶ διαφύλαξον ἡμᾶς ὁ Θεὸς τῇ σῇ χάριτι.Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.ὁ ἱερεὺς τὴν Εὐχὴν μυστικῶςΚύριε Ἰησοῦ Χριστέ, ὁ μονογενὴς Υἱός, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρός, ὁ ἀληθινὸς Θεός, ἡ πηγὴ τῆς ζωῆς καὶ τῆς ἀθανασίας, τὸ φῶς τὸ ἐκ φωτός, ὁ ἐλθὼν εἰς τὸν κόσμον τοῦ φωτίσαι αὐτόν, καταύγασον ἡμῶν τὴν διάνοιαν τῷ Ἁγίῳ σου Πνεύματι, καὶ πρόσδεξαι ἡμᾶς μεγαλωσύνην καὶ εὐχαριστίαν σοι προσάγοντας, ἐπὶ τοῖς ἀπ᾽ αἰῶνος θαυμαστοῖς σου μεγαλουργήμασι, καὶ τῇ ἐπ᾽ ἐσχάτων τῶν αἰώνων σωτηρίῳ σου οἰκονομίᾳ, ἐν ᾗ τὸ ἀσθενὲς ἡμῶν καὶ πτωχὸν περιβαλόμενος φύραμα, καὶ τοῖς τῆς δουλείας μέτροις συγκατιών, ὁ τῶν ἁπάντων Βασιλεύς, ἔτι καὶ δουλικῇ χειρὶ ἐν τῷ Ἰορδάνῃ βαπτισθῆναι κατεδέξω, ἵνα τὴν τῶν ὑδάτων φύσιν ἁγιάσας ὁ ἀναμάρτητος, ὀδοποιήσῃς ἡμῖν τὴν δι᾽ ὕδατος καὶ Πνεύματος ἀναγέννησιν, καὶ πρὸς τὴν πρώτην ἡμᾶς ἀποκαταστήσῃς ἐλευθερίαν. Οὗ τινος θείου Μυστηρίου τὴν ἀνάμνησιν ἐορτάζοντες, δεόμεθά σου φιλάνθρωπε Δέσποτα. Ῥᾶνον ἐφ᾽ ἡμᾶς τοὺς ἀναξίους δούλους σου, κατὰ τὴν θείαν σου ἐπαγγελίαν, ὕδωρ καθάρσιον, τῆς σῆς εὐσπλαγχνίας τὴν δωρεάν, εἰς τὸ ἐπὶ τῷ ὕδατι τούτῳ τὴν αἴτησιν ἡμῶν τῶν ἁμαρτωλῶν εὐπρόσδεκτον γενέσθαι τῇ σῇ ἀγαθότητι, καὶ τὴν εὐλογίαν σου δι᾽ αὐτοῦ ἡμῖν τε καὶ παντὶ τῷ πιστῷ σου χαρισθῆναι λαῷ, εἰς δόξαν τοῦ ἁγίου προσκυνητοῦ σου Ὀνόματος. Σοὶ γὰρ πρέπει πᾶσα δόξα, τιμή, καὶ προσκύνησις, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ, καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σοῦ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.Καὶ εἰπὼν καθ᾽ ἑαυτὸν τό, Ἀμήν, τοῦ Διακόνου ἤδη πεπληρωκότος τὴν Συναπτήν, ἄρχεται ὁ ἱερεὺς μεγαλοφώνως τῆς Εὐχῆς ταύτης.Ποίημα Σωφρονίου Πατριάρχου ἹεροσολύμωνΤριὰς ὑπερούσιε, ὑπεράγαθε, ὑπέρθεε, παντοδύναμε, παντεπίσκοπε, ἀόρατε, ἀκατάληπτε. Δημιουργὲ τῶν νοερῶν οὐσιῶν καὶ τῶν λογικῶν φύσεων, ἡ ἔμφυτος ἀγαθότης, τὸ Φῶς τὸ ἀπρόσιτον, τὸ φωτίζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον, λάμψον κἀμοὶ τῷ ἀναξίῳ δούλῳ σου, φώτισόν μου τῆς διανοίας τὰ ὄμματα, ὅπως ἀνυμνῆσαι τολμήσω τὴν ἄμετρον εὐεργεσίαν καὶ δύναμιν. Εὐπρόσδεκτος γενέσθω ἡ παρ᾽ ἐμοῦ δέησις διὰ τὸν παρεστῶτα λαόν, ὅπως τὰ πλημμελήματά μου μὴ κωλύσωσιν ἐνθάδε παραγενέσθαι τὸ ἅγιόν σου Πνεῦμα, ἀλλὰ συγχώρησόν μοι ἀκατακρίτως βοᾶν σοι καὶ λέγειν καὶ νῦν, Ὑπεράγαθε· Δοξάζομέν σε Δέσποτα φιλάνθρωπε, Παντοκράτορ, προαιώνιε Βασιλεῦ. Δοξάζομέν σε τὸν Κτίστην, καὶ Δημιουργὸν τοῦ παντός. Δοξάζομέν σε, Υἱὲ τοῦ Θεοῦ μονογενές, τὸν ἀπάτορα ἐκ Μητρός, καὶ ἀμήτορα ἐκ Πατρός· ἐν γὰρ τῇ προλαβούσῃ Ἑορτῇ νήπιόν σε εἴδομεν, ἐν δὲ τῇ παρούσῃ τέλειόν σε ὁρῶμεν, τὸν ἐκ τελείου τέλειον ἐπιφανέντα Θεὸν ἡμῶν. Σήμερον γὰρ ὁ τῆς Ἑορτῆς ἡμῖν ἐπέστη καιρός, καὶ χορὸς ἁγίων ἐκκλησιάζει ἡμῖν, καὶ Ἄγγελοι μετὰ ἀνθρώπων συνεορτάζουσι. Σήμερον ἡ χάρις τοῦ Ἁγίου Πνεύματος, ἐν εἴδει περιστερᾶς, τοῖς ὕδασιν ἐπεφοίτησε. Σήμερον ὁ ἄδυτος Ἥλιος ἀνέτειλε, καὶ ὁ κόσμος τῷ φωτὶ Κυρίου καταυγάζεται. Σήμερον ἡ Σελήνη λαμπραῖς ταῖς ἀκτῖσι τῷ κόσμῳ συνεκλαμπρύνεται. Σήμερον οἱ φωτοειδεῖς ἀστέρες τῇ φαιδρότητι τῆς λάμψεως τὴν οἰκουμένην καλλωπίζουσι. Σήμερον αἱ νεφέλαι ὑετὸν δικαιοσύνης τῇ ἀνθρωπότητι οὐρανόθεν δροσίζουσι. Σήμερον ὁ Ἄκτιστος ὑπὸ τοῦ ἰδίου πλάσματος βουλῇ χειροθετεῖται. Σήμερον ὁ Προφήτης καὶ Πρόδρομος τῷ Δεσπότῃ προσέρχεται, ἀλλὰ τρόμῳ παρίσταται, ὁρῶν Θεοῦ πρὸς ἡμᾶς συγκατάβασιν. Σήμερον τὰ τοῦ Ἰορδάνου νάματα εἰς ἰάματα μεταποιεῖται τῇ τοῦ Κυρίου παρουσίᾳ. Σήμερον ῥείθροις μυστικοῖς πᾶσα ἡ κτίσις ἀρδεύεται. Σήμερον τὰ τῶν ἀνθρώπων πταίσματα τοῖς ὕδασι τοῦ Ἰορδάνου ἀπαλείφονται. Σήμερον ὁ Παράδεισος ἠνέωκται τοῖς ἀνθρώποις, καὶ ὁ τῆς Δικαιοσύνης Ἥλιος καταυγάζει ἡμῖν. Σήμερον τὸ πικρὸν ὕδωρ, τὸ ἐπὶ Μωϋσέως τῷ λαῷ, εἰς γλυκύτητα μεταποιεῖται τῇ τοῦ Κυρίου παρουσίᾳ. Σήμερον τοῦ παλαιοῦ θρήνου ἀπηλλάγημεν καὶ ὡς νέος Ἰσραὴλ διεσώθημεν. Σήμερον τοῦ σκότους ἐλυτρώθημεν, καὶ τῷ φωτὶ τῆς θεογνωσίας καταυγαζόμεθα. Σήμερον ἡ ἀχλὺς τοῦ κόσμου καθαίρεται τῇ ἐπιφανείᾳ τοῦ Θεοῦ ἡμῶν. Σήμερον λαμπαδοφεγγεῖ πᾶσα ἡ κτίσις ἄνωθεν. Σήμερον ἡ πλάνη κατήργηται, καὶ ὁδὸν ἡμῖν σωτηρίας ἐργάζεται ἡ τοῦ Δεσπότου ἐπέλευσις. Σήμερον τὰ ἄνω τοῖς κάτω συνεορτάζει, καὶ τὰ κάτω τοῖς ἄνω συνομιλεῖ. Σήμερον ἡ ἱερὰ καὶ μεγαλόφωνος τῶν Ὀρθοδόξων πανήγυρις ἀγάλλεται. Σήμερον ὁ Δεσπότης πρὸς τὸ βάπτισμα ἐπείγεται, ἵνα ἀναβιβάσῃ πρὸς ὕψος τὸ ἀνθρώπινον. Σήμερον ὁ ἀκλινὴς τῷ ἰδίῳ οἰκέτῃ ὑποκλίνεται, ἵνα ἡμᾶς ἐκ τῆς δουλείας ἐλευθερώσῃ. Σήμερον Βασιλείαν οὐρανῶν ὠνησάμεθα· τῆς γὰρ Βασιλείας τοῦ Κυρίου οὐκ ἔσται τέλος. Σήμερον γῆ καὶ θάλασσα τὴν τοῦ κόσμου χαρὰν ἐμερίσαντο, καὶ ὁ κόσμος εὐφροσύνης πεπλήρωται. Εἴδοσάν σε ὕδατα, ὁ Θεός, εἴδοσάν σε ὕδατα καὶ ἐφοβήθησαν. Ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω, θεασάμενος τὸ πῦρ τῆς θεότητος, σωματικῶς κατερχόμενον, καὶ εἰσερχόμενον ἐπ᾽ αὐτόν. Ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω, θεωρῶν τὸ Πνεῦμα τὸ Ἅγιον, ἐν εἴδει περιστερᾶς κατερχόμενον, καὶ περιϊπτάμενόν σοι. Ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω, ὁρῶν τὸν Ἀόρατον ὁραθέντα, τὸν Κτίστην σαρκωθέντα, τὸν Δεσπότην ἐν δούλου μορφῇ. Ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω, καὶ τὰ ὄρη ἐσκίρτησαν, Θεὸν ἐν σαρκὶ καθορῶντα, καὶ νεφέλαι φωνὴν ἔδωκαν, θαυμάζουσαι τὸν παραγενόμενον, φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, δεσποτικὴν πανήγυριν σήμερον ἐν τῷ Ἰορδάνῃ ὁρῶντες, αὐτὸν δὲ τὸν τῆς παρακοῆς θάνατον, καὶ τὸ τῆς πλάνης κέντρον, καὶ τὸν τοῦ, ᾍδου σύνδεσμον ἐν τῷ Ἰορδάνῃ βυθίσαντα, καὶ Βάπτισμα σωτηρίας τῷ κόσμῳ δωρησάμενον. Ὅθεν κἀγὼ ὁ ἁμαρτωλὸς καὶ ἀνάξιος δοῦλος σου, τὰ μεγαλεῖα τῶν θαυμάτων σου διηγούμενος, συνεχόμενος φόβῳ, ἐν κατανύξει βοῶ σοι·Μετὰ δὲ τὴν συμπλήρωσιν, λέγει γεγονωτέρᾳ φωνῇ.Μέγας εἶ, Κύριε, καὶ θαυμαστὰ τὰ ἔργα σου, καὶ οὐδεὶς λόγος ἐξαρκέσει πρὸς ὕμνον τῶν θαυμασίων σου (ἐκ γ'). Σὺ γὰρ βουλήσει ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι παραγαγὼν τὰ σύμπαντα τῷ σῷ κράτει συνέχεις τὴν κτίσιν, καὶ τῇ σῇ προνοίᾳ διοικεῖς τὸν κόσμον. Σὺ ἐκ τεσσάρων στοιχείων τὴν κτίσιν συναρμόσας, τέτταρσι καιροῖς τὸν κύκλον τοῦ ἐνιαυτοῦ ἐστεφάνωσας. Σὲ τρέμουσιν αἱ νοεραὶ πᾶσαι Δυνάμεις. Σὲ ὑμνεῖ ἥλιος, σὲ δοξάζει σελήνη, σοὶ ἐντυγχάνει τὰ ἄστρα, σοὶ ὑπακούει τὸ φῶς, σὲ φρίττουσιν ἄβυσσοι, σοὶ δουλεύουσιν αἱ πηγαί. Σὺ ἐξέτεινας τὸν οὐρανὸν ὡσεὶ δέρριν· σὺ ἐστερέωσας τὴν γῆν ἐπὶ τῶν ὑδάτων· σὺ περιετείχισας τὴν θάλασσαν ψάμμῳ· σὺ πρὸς ἀναπνοὰς τὸν ἀέρα ἐξέχεας· Ἀγγελικαὶ Δυνάμεις σοὶ λειτουργοῦσιν· οἱ τῶν, Ἀρχαγγέλων χοροὶ σὲ προσκυνοῦσι· τὰ πολυόμματα Χερουβίμ, καὶ τὰ ἑξαπτέρυγα Σεραφὶμ κύκλῳ ἱστάμενα καὶ περιϊπτάμενα, φόβῳ τῆς ἀπροσίτου σου δόξης κατακαλύπτονται. Σὺ γὰρ Θεὸς ὤν ἀπερίγραπτος, ἄναρχός τε καὶ ἀνέκφραστος, ἦλθες ἐπὶ τῆς γῆς, μορφὴν δούλου λαβὼν, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος· οὐ γὰρ ἔφερες, Δέσποτα, διὰ σπλάγχνα ἐλέους σου, θεάσασθαι ὑπὸ τοῦ διαβόλου τυραννούμενον τὸ γένος τῶν ἀνθρώπων, ἀλλ᾽ ἦλθες καὶ ἔσωσας ἡμᾶς. Ὁμολογοῦμεν τὴν χάριν, κηρύττομεν τὸν ἔλεον, οὐ κρύπτομεν τὴν εὐεργεσίαν, τάς τῆς φύσεως ἡμῶν γονὰς ἠλευθέρωσας, παρθενικὴν ἡγίασας μήτραν τῷ τόκῳ σου, πᾶσα ἡ κτίσις ὕμνησέ σε ἐπιφανέντα. Σὺ γὰρ ὁ Θεὸς ἡμῶν ἐπὶ τῆς γῆς ὤφθης, καὶ τοῖς ἀνθρώποις συνανεστράφης. Σὺ καὶ τὰ Ἰορδάνια ῥεῖθρα ἡγίασας, οὐρανόθεν καταπέμψας τὸ Πανάγιόν σου Πνεῦμα, καὶ τάς κεφαλὰς τῶν ἐκεῖσε ἐμφωλευόντων συνέτριψας δρακόντων. Αὐτὸς οὖν, φιλάνθρωπε Βασιλεῦ, πάρεσο καὶ νῦν διὰ τῆς ἐπιφοιτήσεως τοῦ Ἁγίου σου Πνεύματος, καὶ ἁγίασον τὸ ὕδωρ τοῦτο (ἐκ γ΄ ). Καὶ δὸς αὐτῷ τὴν χάριν τῆς ἀπολυτρώσεως, τὴν εὐλογίαν τοῦ Ἰορδάνου. Ποίησον αὐτὸ ἀφθαρσίας πηγήν, ἁγιασμοῦ δῶρον, ἁμαρτημάτων λυτήριον, νοσημάτων ἀλεξιτήριον, δαίμοσιν ὀλέθριον, ταῖς ἐναντίαις δυνάμεσιν ἀπρόσιτον, Ἀγγελικῆς ἰσχύος πεπληρωμένον, ἵνα πάντες οἱ ἀρυόμενοι καὶ μεταλαμβάνοντες ἔχοιεν αὐτὸ πρὸς καθαρισμὸν ψυχῶν καὶ σωμάτων, πρὸς ἰατρείαν παθῶν, πρὸς ἁγιασμὸν οἴκων, πρὸς πᾶσαν ὠφέλειαν ἐπιτήδειον. Σὺ γὰρ εἶ ὁ Θεὸς ἡμῶν, ὁ δι᾽ ὕδατος καὶ Πνεύματος ἀνακαινίσας τὴν παλαιωθεῖσαν φύσιν ὑπὸ τῆς ἁμαρτίας. Σὺ εἶ ὁ Θεὸς ἡμῶν, ὁ δι᾽ ὕδατος κατακλύσας ἐπὶ τοῦ Νῶε τὴν ἁμαρτίαν. Σὺ εἶ ὁ Θεὸς ἡμῶν, ὁ διὰ θαλάσσης ἐλευθερώσας ἐκ τῆς δουλείας Φαραώ, διὰ Μωϋσέως, τὸ γένος τῶν Ἑβραίων· Σὺ εἶ ὁ Θεὸς ἡμῶν ὁ διαρρήξας πέτραν ἐν ἐρήμῳ, καὶ ἐρρύησαν ὕδατα, καὶ χείμαρροι κατεκλύσθησαν, καὶ διψῶντα τὸν λαόν σου κορέσας. Σὺ εἶ ὁ Θεὸς ἡμῶν, ὁ δι᾽ ὕδατος καὶ πυρός, διὰ τοῦ Ἡλίου, ἀπαλλάξας τὸν Ἰσραὴλ ἐκ τῆς πλάνης τοῦ Βάαλ. Αὐτὸς καὶ νῦν, Δέσποτα, ἁγίασον τὸ ὕδωρ τοῦτο, τῷ Πνεύματί σου τῷ Ἁγίῳ. (ἐκ γ') Δὸς πᾶσι, τοῖς τε μεταλαμβάνουσι, τὸν ἁγιασμόν, τὴν εὐλογίαν, τὴν κάθαρσιν, τὴν ὑγείαν. Καὶ σῶσον, Κύριε, τοὺς δούλους σου, τοὺς πιστοὺς Βασιλεῖς ἡμῶν. (ἐκ γ΄) Καὶ φύλαξον αὐτοὺς ὑπὸ τὴν σκέπην σου ἐν εἰρήνῃ, ὑπόταξον ὑπὸ τοὺς πόδας αὐτῶν πάντα ἐχθρὸν καὶ πολέμιον, χάρισαι αὐτοῖς τὰ πρὸς σωτηρίαν αἰτήματα καὶ ζωὴν τὴν αἰώνιον. Μνήσθητι, Κύριε, τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος), καὶ παντὸς τοῦ Πρεσβυτερίου, τῆς ἐν Χριστῷ Διακονίας, καὶ παντὸς ἱερατικοῦ τάγματος, καὶ τοῦ περιεστῶτος λαοῦ, καὶ τῶν δι᾽ εὐλόγους αἰτίας ἀπολειφθέντων ἀδελφῶν ἡμῶν, καὶ ἐλέησον αὐτοὺς καὶ ἡμᾶς, κατὰ τὸ μέγα σου ἔλεος. Ἵνα καὶ διὰ στοιχείων, καὶ διὰ Ἀγγέλων, καὶ διὰ ἀνθρώπων, καὶ διὰ ὁρωμένων, καὶ διὰ ἀοράτων, δοξάζηταί σου τὸ πανάγιον ὄνομα, σὺν τῷ Πατρί, καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.Εἰρήνη πᾶσι.Τάς κεφαλὰς ἡμῶν.Καὶ ἡ Εὐχὴ μυστικῶςΚλῖνον, Κύριε, τὸ οὖς σου, καὶ ἐπάκουσον ἡμῶν, ὁ ἐν Ἰορδάνῃ βαπτισθῆναι καταδεξάμενος, καὶ ἁγιάσας τὰ ὕδατα· καὶ εὐλόγησον πάντας ἡμᾶς, τοὺς διὰ τῆς κλίσεως τῶν ἑαυτῶν αὐχένων σημαίνοντας τὸ τῆς δουλείας πρόσχημα. Καὶ καταξίωσον ἡμᾶς ἐμπλησθῆναι τοῦ ἁγιασμοῦ σου διὰ τῆς τοῦ ὕδατος τούτου μεταλήψεώς τε καὶ ῥαντισμοῦ, καὶ γενέσθω ἡμῖν, Κύριε, εἰς ὑγείαν ψυχῆς καὶ σώματος.ἘκφώνησιςΣὺ γὰρ εἶ ὁ ἁγιασμὸς τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, καὶ σοὶ τὴν δόξαν, καὶ εὐχαριστίαν, καὶ προσκύνησιν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ Παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.Καὶ εὐθύς, εὐλογῶν τὰ ὕδατα σταυροειδῶς, βαπτίζει τὸν τίμιον Σταυρόν, ὄρθιον αὐτὸν κατάγων ἐν τῷ ὕδατι καὶ ἀνάγων, ψάλλων καὶ τὸ παρὸν:Τροπάριον Ἦχος α΄ τρὶςἘν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητόν σε Υἱὸν ὀνομάζουσα· καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.Καὶ ῥαντίζει πάντα τὸν Λαὸν ἐκ τοῦ ὕδατος ψάλλων τὸ κοντάκιον. Ἦχος δ' Ἐπεφάνης σήμερον τῇ οἰκουμένῃ, καὶ τὸ φῶς σου Κύριε, ἐσημειώθη ἐφ᾽ ἡμᾶς, ἐν ἐπιγνώσει ὑμνοῦντας σε. Ἦλθες ἐφάνης τὸ Φῶς τὸ ἀπρόσιτον.Εἰσερχόμενοι δὲ ἐν τῷ Ναῷ, ψάλλομεν τὸ πάρον τροπάριον τῆς η' ᾠδῆς εἰς Ἦχον β΄. Μυστήριον παράδοξον.Τριάδος ἡ φανέρωσις, ἐν Ἰορδάνῃ γέγονεν· αὔτη γὰρ ὑπέρθεος φύσις, ὁ Πατὴρ ἐφώνησεν. Οὗτος ὁ βαπτιζόμενος, Υἱὸς ὁ ἀγαπητός μου, τὸ Πνεῦμα συμπαρῆν τῷ ὁμοίῳ ὅν εὐλογοῦσι Λαοί, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.Ἦχος πλ. β΄Ἀνυμνήσωμεν οἱ πιστοί, τῆς περὶ ἡμᾶς τοῦ Θεοῦ οἰκονομίας τὸ μέγεθος· ἐν γὰρ τῷ ἡμῶν παραπτώματι, γενόμενος ἄνθρωπος, τὴν ἡμῶν κάθαρσιν καθαίρεται ἐν τῷ Ἰορδάνῃ, ὁ μόνος καθαρὸς καὶ ἀκήρατος, ἁγιάζων ἐμὲ καὶ τὰ ὕδατα καὶ τάς κεφαλὰς τῶν δρακόντων, συντρίβων ἐπὶ τοῦ ὕδατος. Ἀντλήσωμεν οὖν ὕδωρ, μετ᾽ εὐφροσύνης ἀδελφοί· ἡ γὰρ χάρις τοῦ Πνεύματος, τοῖς πιστῶς ἀντλοῦσιν, ἀοράτως ἐπιδίδοται, παρὰ Χριστοῦ τοῦ Θεοῦ, καὶ Σωτῆρος τῶν ψυχῶν ἠμών.Εἶτα ὁ ψαλμός, Εὐλογήσω τὸν Κύριον, καὶ δίδοται τὸ κατακλαστόν, καὶ γίνεται τελεία Ἀπόλυσις.Τοῦ Μακαριωτάτου Μητροπολίτου κυροῦ Μάρκου Ἐφέσου, περὶ τῆς Ἑορτῆς τῶν Φώτων, ἤτοι τῶν δώδεκα ἡμερῶν.
| TA ΜΗΝΑΙΑ | Ιανουάριος | 06 |
Jan 07
Τῌ Ζ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥἩ Σύναξις τοῦ τιμίου ἐνδόξου Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου.
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ ἰδιόμελα τῆς Ἑορτῆς τρία.
Στιχηρὰ Ἰδιόμελα
Ἦχος β'
Ἰωάννου Μοναχοῦ
Τὸν φωτισμὸν ἡμῶν, τὸν φωτίσαντα πάντα ἄνθρωπον, ἰδὼν ὁ Πρόδρομος, βαπτισθῆναι παραγενόμενον, χαίρει τῇ ψυχῇ, καὶ τρέμει τῇ χειρί· δείκνυσιν αὐτόν, καὶ λέγει τοῖς λαοῖς· Ἴδε ὁ λυτρούμενος τὸν Ἰσραήλ, ὁ ἐλευθερῶν ἡμᾶς ἐκ τῆς φθορᾶς. Ὦ ἀναμάρτητε, Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Ἦχος β'
Τοῦ Λυτρωτοῦ ἡμῶν, ὑπὸ δούλου βαπτιζομένου, καὶ τῇ τοῦ Πνεύματος παρουσίᾳ μαρτυρουμένου, ἔφριξαν ὁρῶσαι Ἀγγέλων στρατιαί, φωνὴ δὲ οὐρανόθεν ἠνέχθη ἐκ Πατρός. Οὗτος ὃν ὁ Πρόδρομος χειροθετεῖ, Υἱός μου ὑπάρχει ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα, Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Ἦχος β'
Τὰ Ἰορδάνια ῥεῖθρα, σὲ τὴν πηγὴν ἐδέξατο, καὶ ὁ Παράκλητος, ἐν εἴδει περιστερᾶς κατήρχετο, κλίνει κορυφήν, ὁ κλίνας οὐρανούς, κράζει καὶ βοᾷ, πηλὸς τῷ πλαστουργῷ· Τί μοι ἐπιτάττεις τὰ ὑπὲρ ἐμέ; ἐγὼ χρείαν ἔχω τοῦ σοῦ Βαπτισμοῦ. Ὦ ἀναμάρτητε, Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Ἕτερα Στιχηρὰ Προσόμοια τοῦ Προδρόμου
Ἦχος α'
Πανεύφημοι Μάρτυρες ὑμᾶς ΤΟ ΑΚΟΥΤΕ
Πανεύφημε Πρόδρομε Χριστοῦ, Βαπτιστὰ θεόληπτε σὲ εὐσεβῶς μακαρίζοντες, Χριστὸν δοξάζομεν, τὸν ἐν Ἰορδάνῃ, κλίναντα τὴν κάραν σοι, καὶ φύσιν τῶν βροτῶν ἁγιάσαντα. Αὐτὸν οὖν πρέσβευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Ἦχος α'
Ὑψόθεν προσέβλεψας σοφέ, Ἰωάννη Πρόδρομε, Πατρὸς τὴν δόξαν τὴν ἄρρητον, Υἱὸν ἐν ὕδατι, καὶ τὸ Πνεῦμα εἶδες, ἐπελθὸν ὡς πέλειαν, καθαῖρον καὶ φωτίζον τὰ πέρατα· διὸ Τριάδος σε, μυστιπόλον ἀναμέλποντες, σοῦ τιμῶμεν, τὴν θείαν πανήγυριν.
Ἦχος α'
Ῥωσθεὶς θείᾳ χάριτι Χριστοῦ, Βαπτιστὰ καὶ Πρόδρομε, σὺ τόν Ἀμνὸν ἡμῖν ἔδειξας, τὸν κόσμου αἴροντα, ἁμαρτίας πάσας· καὶ αὐτῷ προσήρμοσας, δυάδα Μαθητῶν χαίρων σήμερον· ὃν καθικέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Δοξαστικὸν
Ἦχος πλ. β'
Ἔνσαρκε Λύχνε, Πρόδρομε τοῦ Σωτῆρος, βλάστημα Στείρας, φίλε τοῦ ἐκ Παρθένου, ὃν σκιρτήμασι νηδύος προσεκύνησας, καὶ ἐβάπτισας νάμασι τοῦ Ἰορδάνου, τούτῳ πρέσβευε δεόμεθα Προφῆτα, τάς τῶν μελλόντων ἡμᾶς ἐκφυγεῖν τρικυμίας.
Θεοτοκίον
Ἦχος πλ. β'
Θεὸς Λόγος ἐπεφάνη ἐν σαρκί, τῷ γένει τῶν ἀνθρώπων, ἵστατο βαπτισθῆναι ἐν Ἰορδάνῃ, καὶ ἔλεγε πρὸς αὐτὸν ὁ Πρόδρομος· Πῶς ἐκτείνω χεῖρα, καὶ ἅψωμαι κορυφῆς κρατούσης τὰ σύμπαντα; Εἰ καὶ ἐκ Μαρίας ὑπάρχεις βρέφος, ἀλλ' οἶδα σε Θεὸν προαιώνιον, ἐπὶ τῆς γῆς βαδίζεις, ὁ ὑμνούμενος ὑπὸ τῶν Σεραφὶμ καὶ δοῦλος Δεσπότην, βαπτίζειν οὐ μεμάθηκα. Ἀκατάληπτε Κύριε, δόξα σοι.
Προκείμενον Ἦχος βαρὺςὉ Θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, πάντα ὅσα ἠθέλησεν ὁ Κύριος ἐποίησεν.Στίχ. Ἐν ἐξόδῳ Ἰσραὴλ ἐξ Αἰγύπτου, οἴκου Ἰακώβ.Ὁ Θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, πάντα ὅσα ἠθέλησεν ὁ Κύριος ἐποίησεν.Στίχ. Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω.Ὁ Θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, πάντα ὅσα ἠθέλησεν ὁ Κύριος ἐποίησεν.Στίχ. Τὶ σοί ἐστι θάλασσα, ὅτι ἔφυγες; καὶ σοὶ Ἰορδάνη, ὅτι ἐστράφης εἰς τὰ ὀπίσω;Ὁ Θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, πάντα ὅσα ἠθέλησεν ὁ Κύριος ἐποίησεν.
Εἰς τὸν Στίχον Στιχηρὰ Προσόμοια.Ἦχος δ'Ἔδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕὩς εἶδέ σε Δέσποτα, ὁ Ἰωάννης ὁ Πρόδρομος, πρὸς αὐτὸν ἀφικόμενον, ἔκθαμβος γενόμενος, ὡς εὐγνώμων δοῦλος, σὺν φόβῳ ἐβόα· Τὶς ἡ ταπείνωσις Σωτήρ; τὶς ἡ πτωχεία, ἣν περιβέβλησαι; ὁ πλούτῳ ἀγαθότητος, ταπεινωθέντα τὸν ἄνθρωπον, ἀνυψώσας ὡς εὔσπλαγχνος, ὡς αὐτὸν ἐνδυσάμενος.Στίχ. Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω.Δεῦρο δή μοι σήμερον, ἐπιτελοῦντι μυστήριον, τῷ Προδρόμῳ ἀντέφησε, φρικτῶς διακόνησον, ὁ Σωτὴρ τῶν ὅλων, καὶ μὴ δειλιάσῃς· τὸν συντριβέντα γὰρ Ἀδάμ, τῇ ἁμαρτίᾳ καινοποιούμενος, βαπτίζομαι ὡς ἄνθρωπος, ὁ κατὰ φύσιν ἀμόλυντος, Ἰορδάνου τοῖς ὕδασιν, ἐν οἷς βλέπεις παρόντα με.Στίχ. Τὶ σοί ἐστι θάλασσα, ὅτι ἔφυγες; καὶ σοὶ Ἰορδάνη ὅτι ἐστράφης εἰς τὰ ὀπίσω;Ἥλιον ῥυπτόμενον, τὶς γηγενῶν ἐθεάσατο; Ἰωάννης ἀντέφησε, καὶ τὸν ἐπενδύοντα, οὐρανὸν νεφέλαις, γυμνούμενον ὅλον; καὶ τὸν πηγὰς καὶ ποταμούς, δημιουργοῦντα ὕδασι βαίνοντα; ἐκπλήττομαι τὴν ἄφατον, οἰκονομίαν σου Δέσποτα! μὴ βαρύνῃς τὸν δοῦλον σου, φοβεροῖς ἐπιτάγμασιν.
Δοξαστικὸν
Ἦχος δ'
Ὡς τοῦ Πνεύματος ἐραστής,καὶ τῆς χάριτος θεοφθόγγος χελιδών, τρανῶς τὴν οἰκονομίαν τοῦ Βασιλέως, βροτῶν τῷ γένει ἐξ Ἁγνῆς φαεινῶς ἀνατείλαντος, εἰς μερόπων ἀνάκλησιν, κατεμήνυσας Πρόδρομε, τῶν σκυθρωπῶν ἠθῶν, ἀπελαύνων τὸ τέρμα, καὶ ζωῆς ἀϊδίου ἐπιλαβέσθαι ἰθύνων, τάς καρδίας τῶν ἐν μετανοίᾳ βαπτιζομένων, μάκαρ θεόληπτε.
Θεοτοκίον
Ἦχος δ'
Δεῦτε μιμησώμεθα τάς φρονίμους Παρθένους· δεῦτε ὑπαντήσωμεν τῷ φανέντι Δεσπότῃ· ὅτι προῆλθεν ὡς νυμφίος πρὸς τὸν Ἰωάννην, ὁ Ἰορδάνης ἰδὼν σε ἔπτηξε καὶ ἔμεινεν· ὁ Ἰωάννης ἐβόα· Οὐ τολμῶ κρατῆσαι κορυφῆς ἀθανάτου· τὸ Πνεῦμα κατήρχετο, ἐν εἴδει περιστερᾶς, ἁγιάσαι τὰ ὕδατα· καὶ φωνὴ οὐρανόθεν· Οὗτός ἐστιν ὁ Υἱός μου, ὁ ἐλθὼν εἰς τὸν κόσμον, σῶσαι γένος ἀνθρώπων, Κύριε δόξα σοι.
Ἀπολυτίκιον τοῦ Ἁγίου
Ἦχος β'
Μνήμη δικαίου μετ᾽ ἐγκωμίων, σοὶ δὲ ἀρκέσει ἡ μαρτυρία τοῦ Κυρίου Πρόδρομε· ἀνεδείχθης γὰρ ὄντως καὶ Προφητῶν σεβασμιώτερος, ὅτι καὶ ἐν ῥείθροις βαπτίσαι κατηξιώθης τὸν κηρυττόμενον. Ὅθεν τῆς ἀληθείας ὑπεραθλήσας, χαίρων εὐηγγελίσω καὶ τοῖς ἐν ᾄδῃ, Θεὸν φανερωθέντα ἐν σαρκί, τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ παρέχοντα ἡμῖν τὸ μέγα ἔλεος.
Ἀπολυτίκιον τῆς ἑορτῆς
Ἦχος α'
Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητόν σε Υἱὸν ὀνομάζουσα· καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα
Ἦχος α'
Τοῦ λίθου σφραγισθέντος ΤΟ ΑΚΟΥΤΕ
Τοῦ Ἰησοῦ γεννηθέντος ἐκ Παρθένου Μαρίας, καὶ ἐν Ἰορδάνῃ βαπτισθέντος ὑπὸ Ἰωάννου, τὸ πνεῦμα κατῆλθεν ἐπ᾽αὐτόν, ὁρώμενον ἐν εἴδει περιστερᾶς· διὰ τοῦτο ὁ Προφήτης, σὺν τοῖς Ἀγγέλοις ἔλεγε κραυγάζων· Δόξα τῇ παρουσίᾳ σου Χριστέ, δόξα τῇ βασιλείᾳ σου, δόξα τῇ οἰκονομίᾳ σου, μόνε φιλάνθρωπε.Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ
Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα
Ἦχος δ'
Ἐπεφάνης σήμερον ΤΟ ΑΚΟΥΤΕ
Ἐν τοῖς ῥείθροις βλέψας σε τοῦ Ἰορδάνου, βαπτισθῆναι θέλοντα, ὁ μέγας Πρόδρομος Χριστέ, ἐν εὐφροσύνῃ ἐκραύγαζεν· Ἦλθες ἐφάνης τὸ φῶς τὸ ἀπρόσιτον.Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ
Κανὼν τοῦ Κυρίου Κοσμᾶ οὗ ἡ Ἀκροστιχίς.Βάπτισμα ῥύψις γηγενῶν ἁμαρτάδος.ᾨδὴ α'
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Βυθοῦ ἀνεκάλυψε πυθμένα, καὶ διὰ ξηρᾶς οἰκείους ἕλκει, ἐν αὐτῷ κατακαλύψας ἀντιπάλους, ὁ κραταιός, ἐν πολέμοις Κύριος, ὅτι δεδόξασται.».Ἀδὰμ τὸν φθαρέντα ἀναπλάττει, ῥείθροις Ἰορδάνου καὶ δρακόντων, κεφαλὰς ἐμφωλευόντων διαθλάττει, ὁ Βασιλεὺς τῶν αἰώνων Κύριος, ὅτι δεδόξασται.Πυρὶ τῆς θεότητος ἀΰλῳ, σάρκα ὑλικὴν ἠμφιεσμένος, Ἰορδάνου περιβάλλεται τὸ νᾶμα, ὁ σαρκωθεὶς ἐκ Παρθένου Κύριος ὅτι δεδόξασται.Τὸν ῥύπον ὁ σμήχων τῶν ἀνθρώπων, τούτοις καθαρθεὶς ἐν Ἰορδάνῃ, οἷς θελήσας ὡμοιώθη ὃ ἦν μείνας, τοὺς ἐν σκότει φωτίζει Κύριος, ὅτι δεδόξασται.Ἕτερος Κανὼν Ἰαμβικός, τοῦ Ἁγίου Ἰωάννου τοῦ Δαμασκηνοῦ, οὗ ἡ Ἀκροστιχὶς διὰ Στίχων Ἡρωελεγείων.Σήμερον ἀχράντοιο βαλών,Θεοφεγγέϊ πυρσῷ,Πνεύματος, ἐνθάπτει νάμασιν, ἀμπλακίην,Φλέξας παμμεδέοντος ἐΰς Πάϊς·Ἠπιόων δέ, Ὑμνηταῖς μελέων τῶν δε δίδωσι χάριν.Ἰαμβικὸς Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Στείβει θαλάσσης, κυματούμενον σάλον,Ἤπειρον αὖθις, Ἰσραὴλ δεδειγμένον.Μέλας δὲ πόντος, τριστάτας Αἰγυπτίων,Ἔκρυψεν ἄρδην, ὑδατόστρωτος τάφος,Ῥώμῃ κραταιᾷ, δεξιᾶς τοῦ Δεσπότου.»Ὄρθρου φανέντος τοῖς βροτοῖς σελασφόρου,Νῦν ἐξ ἐρήμου, πρὸς ῥοὰς ἸορδάνουἌναξ ὑπέσχες, ἡλίου σὸν αὐχένα,Χώρου ζοφώδους, τὸν Γενάρχην ἁρπάσαι,Ῥύπου τε παντός, ἐκκαθᾶραι τὴν κτίσιν.Ἄναρχε ῥείθροις, συνταφέντα σοι Λόγε,Νέον περαίνεις, τὸν φθαρέντα τῇ πλάνῃ,Ταύτην ἀφράστως, πατρόθεν δεδεγμένος,Ὄπα κρατίστην Οὗτος ἠγαπημένος,Ἴσος τέ μοι Παῖς, χρηματίζει τὴν φύσιν.
Ὁ Κανὼν τοῦ Προδρόμου, οὗ ἡ Ἀκροστιχίς.Βαπτιστὰ Χριστοῦ, τοὺς ἐπαίνους μου δέχουΘεοφάνους.
ᾨδὴ α'
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τῷ τὴν ἄβατον, κυμαινομένην θάλασσαν, θείῳ αὐτοῦ προστάγματι, ἀναξηράναντι, καὶ πεζεῦσαι δι' αὐτῆς, τὸν Ἰσραηλίτην λαὸν καθοδηγήσαντι, Κυρίῳ ᾄσωμεν· ἐνδόξως γὰρ δεδόξασται».Βαπτιζόμενον, τῷ τῶν παθῶν μου κλύδωνι, Πρόδρομε ταῖς πρεσβείαις σου, φθάσας διάσωσον· ἀπαθείας γὰρ αὐτός, γέγονας δοχεῖον σεπτόν, καὶ καθαρώτατον, Κυρίῳ ἄνωθεν, ἐκ βρέφους ἀνακείμενος.Ἀγαλλόμενος, ὁ Θεῷ παριστάμενος, Ἄγγελος τὸν ἰσάγγελον, εὐηγγελίσατο, Ζαχαρία τῷ σεπτῷ, σοῦ ἱεραρχοῦντι Πατρί, σὲ παμμακάριστε, Κυρίου Πρόδρομον, καὶ φίλον γενησόμενον.Πλήρης γέγονας, τοῦ Παναγίου Πνεύματος, ἔτι κοιλίᾳ σῆς Μητρός, ἒνδον φερόμενος, καὶ σκιρτήματι τερπνῷ, τὸν τῆς Παρθενίας καρπόν, χαίρων ἐμήνυσας, καὶ προσεκύνησας, Προφῆτα πανσεβάσμιε.Τὸν τὴν ἄβατον, πᾶσιν ἀνθρώποις πρότερον, ξένην ὁδὸν βιώσεως, ἀποτεμόμενον, καὶ βαπτίσαντα Χριστόν, ἐν ταῖς Ἰορδάνου ῥοαῖς, ἀνευφημήσωμεν, Κυρίου Πρόδρομον, τὸν θεῖον καὶ θεόφρονα.ΘεοτοκίονἹερώτατον, τῆς Παρθενίας τέμενος, ἡ ἐν γαστρὶ Θεὸν Λόγον, κυοφορήσασα, τοὺς προστρέχοντας εἰς σέ, καὶ προσκαλουμένους Ἁγνή, σῷζε πρεσβείαις σου, κινδύνων λύουσα, τὴν ἔφοδον πανάμωμε.Καταβασία, Ἰαμβικὸς ΤΟ ΑΚΟΥΤΕ«Στείβει θαλάσσης, κυματούμενον σάλον,Ἤπειρον αὖθις, Ἰσραὴλ δεδειγμένον·Μέλας δὲ πόντος, τριστάτας Αἰγυπτίων,Ἔκρυψεν ἄρδην, ὑδατόστρωτος τάφος,Ῥώμῃ κραταιᾷ δεξιᾶς τοῦ Δεσπότου».
ᾨδὴ γ', Κανών τῆς Ἐορτῆς
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἰσχὺν ὁ διδούς, τοῖς Βασιλεῦσιν ἡμῶν Κύριος, καὶ κέρας χρηστῶν αὐτοῦ ὑψῶν, Παρθένου ἀποτίκτεται, μολεῖ δὲ πρὸς τὸ Βάπτισμα· διὸ πιστοὶ βοήσωμεν Οὐκ ἒστιν ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἒστι δίκαιος, πλὴν σου Κύριε.»Στειρεύουσα πρίν, ἠτεκνωμένη δεινῶς σήμερον, εὐφραίνου Χριστοῦ ἡ Ἐκκλησία δι᾽ ὕδατος καὶ Πνεύματος· υἱοὶ γὰρ σοι γεγέννηνται, ἐν πίστει ἀνακράζοντες Οὐκ ἔστιν ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἒστι δίκαιος, πλὴν σου Κύριε.Μεγάλῃ φωνῇ, ἐν τῇ ἐρήμῳ βοᾷ Πρόδρομος Χριστοῦ ἑτοιμάσατε ὁδούς, καὶ τρίβους τοῦ Θεοῦ ἡμῶν, εὐθείας ἀπεργάσασθε, ἐν πίστει ἀνακράζοντες Οὐκ ἒστιν ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἒστι δίκαιος, πλὴν σου Κύριε.Ἰαμβικὸς Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ὅσοι παλαιῶν, ἐκλελύμεθα βρόχων,Βορῶν λεόντων, συντεθλασμένων μύλας,Ἀγαλλιῶμεν, καὶ πλατύνωμεν στόμα,Λόγῳ πλέκοντες, ἐκ λόγων μελῳδίαν,ᾯ τῶν πρὸς ἡμᾶς, ἥδεται δωρημάτων.»Νέκρωσιν ὁ πρίν, ἐμφυτεύσας τῇ κτίσει,Θηρὸς κακούργου, σχηματισθεὶς εἰς φύσιν,Ἐπισκοπεῖται, σαρκικῇ παρουσίᾳ·Ὄρθρῳ φάναντι, προσβαλὼν τῷ Δεσπότῃ,Φλᾶν τὴν ἑαυτοῦ, δυσμενεστάτην κάραν.Ἕλκει πρὸς αὐτὸν τὴν θεόδμητον φύσιν,Γαστρὸς τυράννου, συγκεχωσμένην ὂροις.Γεννᾷ τε αὖθις, γηγενῶν ἀναπλάσει,Ἔργον φέριστον, ἐκτελῶν ὁ Δεσπότης.Ἷκται γὰρ αὐτήν, ἐξαλεξῆσαι θέλων.
Κανών β', ᾨδὴ γ', τοῦ Προδρόμου
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐν πέτρᾳ με τῆς Πίστεως στερεώσας, ἐπλάτυνας τὸ στόμα μου ἐπ' ἐχθρούς μου· ηὐφράνθη γὰρ τὸ πνεῦμά μου ἐν τῷ ψάλλειν. Οὐκ ἒστιν ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἒστι δίκαιος πλὴν σου Κύριε».Στειρώσεως τὸ ὄνειδος διαλύσας, ἐπέγνως τῆς Παρθένου τὸν θεῖον Τόκον, σκιρτήσας ἀγαλλόμενος ἐν κοιλίᾳ,Μητρὸς πανεύφημε, Ἀγγέλων σύσκηνε, τοῦ Κυρίου Πρόδρομε, μύστα τῆς χάριτος.Τάς τρίβους προητοίμασας τοῦ Κυρίου, βαδίσας πρὸ προσώπου αὐτοῦ Προφῆτα· ὡς λύχνος πᾶσι φαίνων γὰρ τὸ τῆς δόξης, Πατρὸς ἀπαύγασμα, φανὲν σώματι, δι᾽ ὕδατος ὑπέδειξας, πάντων πρόκριτε.Ἀνέτειλας ὡς ὄρθρος δικαιοσύνης, τὸν Ἥλιον μηνύων τοῖς ἐν τῷ σκότει· τῆς πάντων σωτηρίας σὺ γὰρ ἐγένου,κήρυξ καὶ Πρόδρομος, καὶ πᾶσιν ἔλεγες· Τῷ Χριστῷ προσέλθετε, πίστει καὶ σῴζεσθε.ΘεοτοκίονΧαρὰν τὴν ἀνεκλάλητον δεξαμένη, συνέλαβες ἀσπόρως τὸν σὸν Δεσπότην, τὸν πᾶσαν τὴν ὑφήλιον Θεομῆτορ, ἀνακαλούμενον· ᾧ καὶ κραυγάζομεν· Ὡς οὐκ ἒστιν Ἅγιος, πλὴν σου Κύριε.Καταβασία. Ἰαμβικὸς ΤΟ ΑΚΟΥΤΕ«Ὅσοι παλαιῶν ἐκλελύμεθα βρόχων,Βορῶν λεόντων, συντεθλασμένων μύλας.Ἀγαλλιῶμεν καὶ πλατύνωμεν στόμα,Λόγῳ πλέκοντες ἐκ λόγων μελῳδίας·ᾯ τῶν πρὸς ἡμᾶς ἥδεται δωρημάτων».
Κάθισμα
Ἦχος α'
Τὸν τάφον σου Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ
Ὁ μέγας ὑετός, πρὸς ποτάμια ῥεῖθρα, προέρχεται σαρκί, βαπτισθῆναι θελήσας· πρὸς ὃν ὁ θεῖος Πρόδρομος, ἐκθαμβούμενος ἔλεγε· Πῶς βαπτίσω σε, ῥύπον μὴ ἔχοντα ὅλως; πῶς ἐκτείνω μου, τὴν δεξιὰν ἐπὶ κάραν, ἣν τρέμει τὰ σύμπαντα;Δόξα... Καὶ νῦν... Ἦχος δ'Κατεπλάγη Ἰωσὴφ ΤΟ ΑΚΟΥΤΕἙκὼν κατῆλθε ἐπὶ γῆς, καὶ ἐσαρκώθη δι᾽ ἡμᾶς, ὡς ηὐδόκησεν αὐτός, ὁ ἀκατάληπτος Θεός, καὶ βαπτισθῆναι ἠνέσχετο ὁ φωτισμὸς ἡμῶν· ὅθεν πρὸς αὐτὸν ἀπεφθέγγετο, ὁ Πρόδρομος βοῶν· Οὐ τολμῶ σου Σωτήρ, τῆς κορυφῆς ἐφάψασθαι, ὁρῶν σου, τὸ ἀκατάληπτον Κύριε, ὁ πάντα Λόγε, πρὸς τὸ συμφέρον, οἰκονομήσας δόξα σοι.
ᾨδὴ δ', Κανών τῆς Ἐορτῆς
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἀκήκοε Κύριε φωνῆς σου, ὃν εἶπας· Φωνὴ βοῶντος ἐν ἐρήμῳ ὅτε ἐβρόντησας πολλῶν ἐπὶ ὑδάτων, τῷ σῷ μαρτυρούμενος Υἱῷ, ὅλος γεγονὼς τοῦ παρόντος, Πνεύματος δὲ ἐβόησε Σὺ εἶ Χριστός, Θεοῦ σοφία καὶ δύναμις».Ῥυπτόμενον ἥλιον τίς εἶδεν, ὁ Κήρυξ βοᾷ, τὸν ἔκλαμπρον τῇ φύσει, ἵνα σε Ὕδασιν Ἀπαύγασμα τῆς δόξης, Πατρὸς χαρακτὴρ ἀϊδίου ἐκπλύνω· καὶ χόρτος ὤν, πυρὶ ψαύσω τῆς σῆς Θεότητος; σὺ γὰρ Χριστός, Θεοῦ σοφία καὶ δύναμις.Ὑπέφηνεν ἔνθεον ἣν εἶχεν, εὐλάβειαν Μωσῆς περιτυχὼν σοι ὡς γὰρ τῆς βάτου σε φωνήσαντα ᾐσθήθη, εὐθὺς ἀπεστράφη τάς ὄψεις· ἐγὼ δὲ πῶς βλέψω σε τρανῶς, ἢ πῶς χειροθετήσω σε; σὺ γὰρ Χριστός, Θεοῦ σοφία καὶ δύναμις.Ψυχῆς τελῶν ἔμφρονος, καὶ λόγῳ τιμώμενος, ἀψύχων εὐλαβοῦμαι· εἰ γὰρ βαπτίσω σε, κατήγορόν μοι ἔσται, πυρὶ καπνιζόμενον ὄρος, φυγοῦσα δὲ θάλασσα διχῇ, καὶ Ἰορδάνης οὗτος στραφείς· σὺ γὰρ Χριστός, Θεοῦ σοφία καὶ δύναμις.Ἰαμβικὸς Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Πυρσῷ καθαρθεὶς μυστικῆς θεωρίας,Ὑμνῶν Προφήτης τὴν βροτῶν καινουργίαν,Ῥήγνυσι γῆρυν, Πνεύματι κροτουμένην,Σάρκωσιν ἐμφαίνουσαν ἀρρήτου Λόγου,ᾯ τῶν δυναστῶν τὰ κράτη συνετρίβη».Πεμφθεὶς ὁ Πατρὸς παμφαέστατος Λόγος,Νυκτὸς διῶσαι τὴν καχέσπερον σχέσιν,Ἔκριζον ἥκεις, καὶ βροτῶν ἁμαρτίας,Υἷας συνελκύσαι τε τῇ σῇ Βαπτίσει,Μάκαρ φαεινούς, ἐκ ῥοῶν Ἰορδάνου.Αὐτὸν προσιδὼν τὸν περίκλυτον Λόγον,Τρανῶς ὁ κήρυξ ἐκβοᾶται τῇ κτίσει,Οὗτος προών μου, δεύτερος τῷσαρκίῳ, Σύμμορφος ἐξέλαμψεν ἐνθέῳ σθένει,Ἔχθιστον ἡμῶν ἐξελεῖν ἁμαρτίαν.Νομὴν πρὸς αὐτὴν τὴν φερέσβιον φέρων,Θηρᾷ δρακόντων φωλεοῖς ἐπιτρέχων.Ἄπλητα κύκλα καββαλὼν Θεὸς Λόγος,Πτέρνῃ τε τὸν πλήττοντα παμπήδην γένος,Τοῦτον καθειργνύς, ἐκσαῴζει τὴν κτίσιν.
Κανών β', ᾨδὴ δ', τοῦ Προδρόμου
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὑμνῶ σε ἀκοῇ γὰρ Κύριε, εἰσακήκοα καὶ ἐξέστην· ἕως ἐμοῦ ἥκεις γάρ, ἐμὲ ζητῶν τὸν πλανηθέντα. Διὸ τὴν πολλὴν σου συγκατάβασιν, τὴν εἰς ἐμὲ δοξάζω Πολυέλεε».Ῥυπῶντας ἀποπλύνειν ὕδατι, ἀπεστάλης πρὸς τοῦ Δεσπότου, εὐτρεπίζων δέχεσθαι, τὸν αἴροντα τὴν ἁμαρτίαν Χριστόν, καὶ τὴν πλάνην ἀπελαύνοντα, θεογνωσίας αἴγλῃ πανσεβάσμιε.Ἰοῦ με δρακοντίου δήγματος, ἰαθῆναι μάκαρ δυσώπει, ὁ τὸν Χριστὸν νάμασι, βαπτίσας τοῖς τοῦ Ἰορδάνου·ἐν ᾧ τῶν δρακόντων ἐμφωλεύουσαν, τὴν πονηρίαν ὁ Σωτὴρ συνέθλασε.Σοφίᾳ τοῦ Θεοῦ κοσμούμενος, προελήλυθας Χριστοκήρυξ· βοῶντος γὰρ γέγονας, κραυγάζουσα Μετανοεῖτε φωνή·ὡς Προφήτης προηγόρευσας, τὸν ὑπὲρ πάντας ἀνθρώπους σε δεικνύοντα.Τὴν ξένην καὶ ἀνθρώποις ἄτριπτον, ἐπαγόμενος πολιτείαν, ἐπέστης τοῖς ὕδασι, πανάριστε τοῦ Ἰορδάνου,φωνῆς τοῦ Πατρὸς ἀκροασόμενος, καὶ παρουσίαν Πνεύματος ὀψόμενος.ΘεοτοκίονὉ πάντα πλαστουργήσας Κύριος, καθ᾽ ἡμᾶς αὐτὸς πλαστουργεῖται· ὑποδὺς γὰρ Πάναγνε τὴν μήτραν σου τὴν Παναγίαν, μορφὴν τῶν ἀνθρώπων ἠμφιάσατο, καὶ τὴν αὐτοῦ εἰκόνα διεσώσατο.Καταβασία. Ἰαμβικὸς ΤΟ ΑΚΟΥΤΕ«Πυρσῷ καθαρθείς, μυστικῆς θεωρίας,Ὑμνῶν Προφήτης τὴν βροτῶν καινουργίαν,Ῥήγνυσι γῆρυν, Πνεύματι κροτουμένην,Σάρκωσιν ἐμφαίνουσαν ἀρρήτου Λόγου,ᾯ τῶν δυναστῶν, τὰ κράτη συνετρίβη».
ᾨδὴ ε', Κανών τῆς Ἐορτῆς
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἰησοῦς ὁ ζωῆς ἀρχηγός, λῦσαι τὸ κατάκριμα ἥκει, Ἀδὰμ τοῦ πρωτοπλάστου καθαρσίων δέ, ὡς Θεὸς μὴ δεόμενος, τῷ πεσόντι καθαίρεται ἐν τῷ Ἰορδάνῃ· ἐν ᾧ τὴν ἔχθραν κτείνας, ὑπερέχουσαν πάντα νοῦν, εἰρήνην χαρίζεται».Συνελθόντων ἀπείρων λαῶν, ὑπὸ Ἰωάννου βαπτισθῆναι, αὐτὸς ἐν μέσῳ ἔστη, προσεφώνει δὲ τοῖς παροῦσι Τὶς ἔδειξεν ἀπειθεῖς, τὴν ὀργὴν ὑμῖν ἐκκλῖναι τὴν μέλλουσαν; καρποὺς ἀξίους Χριστῷ ἐκτελεῖτε παρὼν γὰρ νῦν, εἰρήνην χαρίζεται.Γεωργὸς ὁ καὶ Δημιουργός, μέσος ἑστηκὼς ὡς εἰς ἁπάντων, καρδίας ἐμβατεύει καθαρτήριον δὲ πτύον χειρισάμενος, τὴν παγκόσμιον ἅλωνα πανσόφως διΐστησι, τὴν ἀκαρπίαν φλέγων, εὐκαρποῦσιν αἰώνιον, ζωὴν χαριζόμενος.Ἰαμβικὸς Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ἐχθροῦ ζοφώδους καὶ βεβορβορωμένου,Ἰὸν καθάρσει Πνεύματος λελουμένοι,Νέαν προσωρμίσθημεν ἀπλανῆ τρίβον,Ἄγουσαν ἀπρόσιτον εἰς θυμηδίαν,Μόνοις προσιτήν, οἷς Θεὸς κατηλλάγη».Ἀθρῶν ὁ Πλάστης ἐν ζόφῳ τῶν πταισμάτων,Σειραῖς ἀφύκτοις, ὂν διαρθροῖ δακτύλοις,Ἵστησιν ἀμφ᾽ ὤμοισιν ἐξάρας ἄνω,Νῦν ἐν πολυρρύτοισι δίναις ἐκπλύνων,Αἴσχους παλαιοῦ τῆς Ἀδὰμ καχεξίας.Μετ᾽ εὐσεβείας προσδράμωμεν εὐτόνως,Πηγαῖς ἀχράντοις ῥεύσεως σωτηρίου,Λόγον κατοπτεύσοντες ἐξ ἀκηράτου,Ἄντλημα προσφέροντα δίψης ἐνθέου,Κόσμου προσηνῶς ἐξακεύμενον νόσον.
Κανών β', ᾨδὴ ε', τοῦ Προδρόμου
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ φωτισμός, τῶν ἐν σκότει κειμένων ἡ σωτηρία, τῶν ἀπεγνωσμένων Χριστὲ Σωτήρ μου, πρὸς σὲ ὀρθρίζω Βασιλεῦ τῆς εἰρήνης, φώτισόν με τῇ ἐπιλάμψει σου· ἄλλον γὰρ ἐκτός σου, Θεὸν οὐκ ἐπίσταμαι».Ὑπερφυοῦς, ἀρετῆς λαμπηδόσιν ἠγλαϊσμένος, ὡς ἐξ οὐρανίου μυσταγωγίας, ῥείθροις ἐπέστης, Ἰορδάνου βαπτίζων, καὶ καθαίρων διὰ τοῦ ὕδατος, Πρόδρομε τοὺς πίστει, ψυχῆς προσιόντας σοι.Τὸ καθαρόν, καὶ ἀκήρατον φέγγος μέλλων βαπτίζειν, σκεῦος καθαρότητος ἀνεδείχθης· μείζων γὰρ πάντων, ὑπ' αὐτοῦ προεκρίθης. Προφητῶν τε σεβασμιώτερος· τὸν προφητευθέντα, ἰδεῖν γὰρ ἠξίωσαι.Ὁ προσταλείς, πρὸ προσώπου Κυρίου καὶ τάς εὐθείας, τρίβους τοῖς ἀνθρώποις ὑποδεικνύων, ἅπτεται τρέμων κορυφῆς τοῦ Δεσπότου, καὶ βαπτίζει λέγων ὁ Πρόδρομος· Ἕτερον ἐκτός σου, Θεὸν οὐκ ἐπίσταμαι.ΘεοτοκίονΥἱὸς Θεοῦ, ὁ Υἱός σου Παρθένε σαφῶς ἐδείχθη, ἔργα ὡς Θεὸς τελῶν βουλήσει μόνῃ· ὅθεν σε πάντες ἀληθῶς Θεοτόκον, καὶ κυρίως ἐπονομάζομεν· ἄλλην γὰρ Μητέρα, Θεοῦ οὐ γινώσκομεν.Καταβασία. Ἰαμβικὸς ΤΟ ΑΚΟΥΤΕ«Ἐχθροῦ ζοφώδους καὶ βεβορβορωμένου,Ἰὸν καθάρσει, Πνεύματος λελουμένοι,Νέαν προσωρμίσθημεν, ἀπλανῆ τρίβον,Ἄγουσαν ἀπρόσιτον εἰς θυμηδίαν,Μόνοις προσιτήν, οἷς Θεὸς κατηλλάγη».
ᾨδὴ ς', Κανών τῆς Ἐορτῆς
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἡ φωνὴ τοῦ Λόγου, ὁ λύχνος τοῦ Φωτός, ὁ Ἑωσφόρος, ὁ τοῦ Ἡλίου Πρόδρομος, ἐν τῇ ἐρήμῳ. Μετανοεῖτε, πᾶσι βοᾷ τοῖς λαοῖς, καὶ προκαθαίρεσθε· ἰδοὺ γὰρ πάρεστι Χριστός, ἐκ φθορᾶς τὸν κόσμον λυτρούμενος».Γεννηθεὶς ἀρρεύστως, ἐκ Θεοῦ καὶ Πατρός, ἐκ τῆς Παρθένου, δίχα σαρκοῦται ῥύπου Χριστός οὗ τὸν ἱμάντα, τὴν ἐξ ἡμῶν τοῦ Λόγου συνάφειαν, λύειν ἀμήχανον (διδάσκει ὁ Πρόδρομος), γηγενεῖς ἐκ πλάνης λυτρούμενος.Ἐν πυρὶ βαπτίζει, τελευταίῳ Χριστός, τοὺς ἀπειθοῦντας, καὶ μὴ Θεὸν φρονοῦντας αὐτόν· ἐν Πνεύματι δὲ καινοποιεῖ, δι᾽ ὕδατος χάριτι, τοὺς ἐπιγνώμονας αὐτοῦ τῆς Θεότητος, τῶν πλημμελημάτων λυτρούμενος.Ἰαμβικὸς Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ἱμερτὸν ἐξέφηνε σὺν πανολβίῳ,Ἤχῳ Πατήρ, ὃν γαστρὸς ἐξηρεύξατο.Ναί φησιν, Οὗτος, συμφυὴς γόνος πέλων,Φώταυγος ἐξώρουσεν ἀνθρώπων γένους,Λόγος τέ μου ζῶν, καὶ βροτὸς προμηθείᾳ».Ἐκ ποντίου λέοντος ὁ τριέσπερος,Ξένως Προφήτης ἐγκάτοις φλοιδούμενος,Αὖθις προῆλθε, τῆς παλιγγενεσίας,Σωτηρίαν δράκοντος ἐκ βροτοκτόνου,Πᾶσι προφαίνων, τῶν χρόνων ἐπ᾽ ἐσχάτων.Ἀνειμένων Πόλοιο παμφαῶν πτυχῶν,Μύστης ὁρᾷ πρὸς Πατρὸς ἐξικνούμενον,Μένον τε Πνεῦμα τῷ παναχράντῳΛόγῳ, Ἐπελθὸν ὡς πέλειαν ἀφράστῳ τρόπῳ,Δήμοις τε φαίνει, προσδραμεῖν τῷ Δεσπότῃ.
Κανών β', ᾨδὴ ς', τοῦ Προδρόμου
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου ἐπικαλοῦμαι ἄβυσσον· Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε»Σὺ τοῦ Λόγου φωνὴ προελήλυθας, καὶ ὡς Ἑωσφόρος ἀστὴρ ἀνατέταλκας, προκαταγγέλλων Πρόδρομε, σαφῶς Δικαιοσύνης τὸν Ἥλιον.Ἐπιγείους φροντίδας ἠγνόησας, καὶ τάς οὐρανίους ἐλπίδας ἐπλούτησας, ἐπὶ τῆς γῆς ὡς Ἄγγελος, τὴν ζωὴν διανύσας πανόλβιε.Προφητῶν σε σφραγῖδα γινώσκομεν, ὡς τῇ Παλαιᾷ καὶ Καινῇ μεσιτεύσαντα, καὶ Βαπτιστὴν καὶ Πρόδρομον, τοῦ Σωτῆρος Χριστοῦ καταγγέλλομεν.ΘεοτοκίονἈνερμήνευτος ὄντως ἡ σύλληψις, ἄφραστος ὁ τόκος σου καὶ ἀκατάληπτος, πᾶσι πιστοῖς γνωρίζεται, καὶ πιστεύεται μόνη Θεονυμφε.Καταβασία. Ἰαμβικὸς ΤΟ ΑΚΟΥΤΕ«Ἱμερτὸν ἐξέφηνε σὺν πανολβίῳ,Ἤχῳ Πατήρ, ὃν γαστρὸς ἐξηρεύξατο.Ναί φησιν, Οὗτος συμφυὴς γόνος πέλων,Φώταυγος ἐξώρουσεν ἀνθρώπων γένους,Λόγος τέ μου ζῶν, καὶ βροτὸς προμηθείᾳ».
Κοντάκιον
Ἦχος πλ. β'
αὐτομέλον ΤΟ ΑΚΟΥΤΕ
Τὴν σωματικὴν σου παρουσίαν δεδοικὼς ὁ Ἰορδάνης, τρόμῳ ὑπεστρέφετο, τὴν πνευματικὴν δὲ λειτουργίαν ἐκπληρῶν ὁ Ἰωάννης, φόβῳ ὑπεστέλλετο· τῶν Ἀγγέλων αἱ τάξεις ἐξεπλήττοντο, ὁρῶσαί σε ἐν ῥείθροις σαρκὶ βαπτιζόμενον, καὶ πάντες οἱ ἐν τῷ σκότει κατηυγάζοντο, ἀνυμνοῦντές σε τὸν φανέντα, καὶ φωτίσαντα τὰ πάντα.
Ὁ Οἶκος
Τῷ τυφλωθέντι Ἀδὰμ ἐν Ἐδέμ, ἐφάνη Ἥλιος ἐν Βηθλεέμ, καὶ ἤνοιξεν αὐτοῦ τάς κόρας, ἀποπλύνας αὐτὰς Ἰορδάνου τοῖς ὕδασι τῷ μεμελανωμένῳ καὶ συνεσκοτισμένῳ φῶς ἀνέτειλεν ἄσβεστον· οὐκ ἔτι αὐτῷ νύξ, ἀλλὰ πάντα ἡμέρα· τὸ πρὸς πρωῒ πρωΐ, δι᾽ αὐτὸν ἐγεννήθη· δειλινὸν γὰρ ἐκρύβη ὡς γέγραπται· εὗρεν αὐγήν, ἐγείρουσαν αὐτόν· ὁ πρὸς ἑσπέραν πεσών, ἀπηλλάγη τοῦ γνόφου, καὶ ἔφθασε πρὸς Ὄρθρον τὸν φανέντα, καὶ φωτίσαντα τὰ πάντα.
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ Ζ' τοῦ αὐτοῦ μηνός, Ἡ Σύναξις τοῦ Ἁγίου ἐνδόξου Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου. Συνέδραμε δὲ καὶ ἡ τῆς παντίμου καὶ ἁγίας αὐτοῦ Χειρὸς πρὸς τὴν Βασιλεύουσαν μετένεξις.ΣτίχοιἘμὴ σε γλῶσσα Κήρυξ πῶς ἂν αἰνέσῃ,Ὃν γλῶσσα Χριστοῦ γηγενῶν μείζω λέγει;Μνήμη ἐβδομάτη Προδρόμου λάχεν αἰδοίοιο.Ταῖς τοῦ σοῦ Προδρόμου πρεσβείαις, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ', Κανών τῆς Ἐορτῆς
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Νέους εὐσεβεῖς, καμίνῳ πυρὸς προσομιλήσαντας, διασυρίζον πνεῦμα δρόσου, ἀβλαβεῖς διεφύλαξε, καὶ θείου Ἀγγέλου συγκατάβασις ὅθεν ἐν φλογὶ δροσιζόμενοι, εὐχαρίστως ἀνέμελπον Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ».Ὥσπερ οὐρανῷ, σὺν τρόμῳ καὶ θαύματι παρίσταντο, ἐν Ἰορδάνῃ αἱ Δυνάμεις τῶν Ἀγγέλων σκοπούμεναι, τοσαύτην Θεοῦ τὴν συγκατάβασιν, ὅπως ὁ κρατῶν τὴν ὑπέρῳον τῶν ὑδάτων ὑπόστασιν, ἐν τοῖς ὕδασι, σωματοφόρος ἕστηκεν, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.Νεφέλη ποτέ, καὶ θάλασσα θείου προεικόνιζε, Βαπτίσματος τὸ θαῦμα, ἐν οἷς ὁ πρὶν βαπτίζεται, διεξοδικῶς τῷ Νομοθέτῃ λαός, θάλασσα δὲ ἦν τύπος ὕδατος, καὶ νεφέλη τοῦ Πνεύματος, οἷς τελούμενοι· Εὐλογητὸς εἶ κράζομεν, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.Ἅπαντες πιστοί, ἐν ᾧ τὴν τελείωσιν ἐλάβομεν, θεολογοῦντες ἀσιγήτως, σὺν Ἀγγέλοις δοξάσωμεν, Πατέρα Υἱὸν καὶ Πνεῦμα Ἅγιον· τοῦτο γὰρ Τριὰς ὑποστάσεσιν ὁμοούσιος, εἷς δὲ Θεός, ᾧ καὶ ψάλλομεν Ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.Ἰαμβικὸς Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ἔφλεξε ῥείθρῳ τῶν δρακόντων τάς κάρας,Ὁ τῆς καμίνου τὴν μετάρσιον φλόγα,Νέους φέρουσαν εὐσεβεῖς κατευνάσας,Τὴν δυσκάθεκτον ἀχλὺν ἐξ ἁμαρτίας,Ὅλην πλύνει δέ, τῇ δρόσῳ τοῦ Πνεύματος».Σὲ ζωγραφοῦσαν τὴν Ἀσσύριον φλόγα,Ἐκστῶσαν ἵστης, εἰς δρόσον μετηγμένην.Ὕδωρ ὅθεν νῦν ἀμφιέσσαο φλέγον,Σίντην κάκιστον Χριστὲ προσκεκευθμένον,Πρὸς τὴν ὄλισθον ἐκκαλούμενον τρίβον.Ἀπορραγέντος τοῦ Ἰορδάνου πάλαι,Ἰσθμῷ περᾶται λαός, Ἰσραηλίτης,Σὲ τὸν κράτιστον ἐμφοροῦντα τὴν κτίσιν,Ἠπειγμένως νῦν ἐν ῥοαῖς διαγράφων,Πρὸς τὴν ἄρρευστον καὶ ἀμείνονα τρίβον.Ἴδμεν τὸ πρῶτον τὴν πανώλεθρον κλύσιν,Οἰκτρῶς σε πάντων εἰς φθορὰν παρεισάγειν,Ὦ τρισμέγιστα χρηματίζων καὶ ξένα.Νῦν δὲ κλύσαντα Χριστὲ τὴν ἁμαρτίαν,Δι᾽ εὐπάθειαν, καὶ βροτῶν σωτηρίαν.
Κανών β', ᾨδὴ ζ', τοῦ Προδρόμου
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Βάτος ἐν ὄρει πυράφλεκτος, καὶ δροσοβόλος κάμινος Χαλδαϊκή, σαφῶς προγράφει σε Θεόνυμφε· τὸ γὰρ θεῖον ἄϋλον, ἐν ὑλικῇ γαστρί, πῦρ ἀφλέκτως ἐδέξω· διὸ τῷ ἐκ σοῦ τεχθέντι ψάλλομεν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».Ἱερουργήσας τὸ Βάπτισμα, καὶ τελειώσας Πρόδρομε τὰ πρὸς Θεόν, σαφῶς δοθέντα σοι Μυστήρια, ὡς ἀρνίον ἄκακον ἱερουργούμενος, προσηνέχθης θυσία· διὸ μετὰ σοῦ συμφώνως ψάλλομεν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.Νέος Ἠλίας γενόμενος, σὺν παρρησίᾳ Πρόδρομε καὶ βασιλεῖς σαφῶς ἐλέγχεις ἀνομήσαντας, σοῦ τὸν βίον ἄϋλον ἐπιδεικνύμενος, ὡς ἐκεῖνος τρισμάκαρ· διὸ μετὰ σοῦ Προφῆτα ψάλλομεν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.Ὁ προφητῶν περισσότερος, καὶ Ἀποστόλων Πρόδρομε τῶν τοῦ Χριστοῦ, τὸ θεῖον γέρας κληρωσάμενος, σὺ τοῦ Νόμου πλήρωμα, καὶ ἀπαρχὴ σαφῶς, νέας χάριτος ὤφθης· διὸ μετὰ σοῦ τρισμάκαρ ψάλλομεν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.ΘεοτοκίονὙμνολογίαις τὴν πάναγνον, καὶ θεοδόχον Δέσποιναν πανευσεβῶς, ἀξίως πάντες ἀνυμνήσωμεν, ὡς Θεὸν κυήσασαν, μονογενῆ ἡμῖν, τοῖς ἀνθρώποις ὀφθέντα, πρὸς ὃν οἱ πιστοὶ συμφώνως ψάλλομεν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.Καταβασία. Ἰαμβικὸς ΤΟ ΑΚΟΥΤΕ«Ἔφλεξε ῥείθρῳ τῶν δρακόντων τάς κάρας,Ὁ τῆς καμίνου, τὴν μετάρσιον φλόγα,Νέους φέρουσαν εὐσεβεῖς κατευνάσας.Τὴν δυσκάθεκτον, ἀχλὺν ἐξ ἁμαρτίας,Ὄλην πλύνει δέ, τῇ δρόσῳ τοῦ Πνεύματος».
ᾨδὴ η', Κανών τῆς Ἐορτῆς
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Μυστήριον παράδοξον, ἡ Βαβυλῶνος ἔδειξε κάμινος, πηγάσασα δρόσον, ὅτι ῥείθροις ἔμελλεν, ἄϋλον πῦρ εἰσδέχεσθαι ὁ Ἰορδάνης, καὶ στέγειν σαρκί, βαπτιζόμενον τὸν Κτίστην, ὅν εὐλογοῦσι Λαοί, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας».Ἀπόθου φόβον ἅπαντα, ὁ Λυτρωτὴς τῷ Προδρόμῳ ἔφησεν· ἐμοὶ δὲ πειθάρχει, ὡς Χριστῷ μοι πρόσελθε τοῦτο γὰρ φύσει πέφυκα ἐμῷ προστάγματι εἶξον, καὶ βάπτισόν με συγκαταβάντα, ὅν εὐλογοῦσι Λαοί, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.Ῥημάτων ὡς ἀκήκοεν, ὁ Βαπτιστὴς τοῦ Δεσπότου, σύντρομος παλάμην ἐκτείνει, χειραπτήσας ὅμως δέ, τὴν κορυφὴν τοῦ Πλάστου αὐτοῦ, τῷ βαπτισθέντι ἐβόα Ἁγίασόν με· σὺ γὰρ Θεός μου, ὅν εὐλογοῦσι Λαοί, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.Τριάδος ἡ φανέρωσις, ἐν Ἰορδάνῃ γέγονεν· αὔτη γὰρ ὑπέρθεος φύσις, ὁ Πατὴρ ἐφώνησεν. Οὗτος ὁ βαπτιζόμενος, Υἱὸς ὁ ἀγαπητός μου, τὸ Πνεῦμα συμπαρῆν τῷ ὁμοίῳ ὅν εὐλογοῦσι Λαοί, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.Ἰαμβικὸς Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ἐλευθέρα μὲν ἡ κτίσις γνωρίζεται.Υἱοὶ δὲ φωτός, οἱ πρὶν ἐσκοτισμένοι.Μόνος στενάζει, τοῦ σκότους ὁ προστάτης.Νῦν εὐλογείτω συντόνως τὸν αἴτιον,Ἡ πρὶν τάλαινα τῶν Ἐθνῶν παγκληρία».Τριττοὶ θεουδεῖς ἐμπύρως δροσούμενοι,Αἰγλῆντα τριτταῖς παμφαῶς ἁγιστείαις,Σαφῶς ἐδήλουν τὴν ὑπέρτατον φύσιν,Μίξει βροτείᾳ πυρπολοῦσαν ἐν δρόσῳ,Εὐκτῶς ἅπασαν τὴν ὀλέθριον πλάνην.Λευχειμονείτω πᾶσα γήϊνος φύσις,Ἐκπτώσεως νῦν οὐρανῶν ἐπηρμένηᾯ γὰρ τὰ πάντα συντετήρηται ΛόγῳΝάουσι ῥείθροις ἐκπλυθεῖσα πταισμάτων,Τῶν πρὶν πέφευγε παμφαῶς λελουμένη.
Κανών β', ᾨδὴ η', τοῦ Προδρόμου
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Κάμινός ποτε, πυρὸς ἐν Βαβυλῶνι, τάς ἐνεργείας διεμέριζε, τῷ θείῳ προστάγματι, τοὺς Χαλδαίους καταφλέγουσα, τοὺς δὲ πιστοὺς δροσίζουσα ψάλλοντας· εὐλογεῖτε, πάντα τὰ ἔργα τὸν Κύριον».Σὲ τὸν ἐπὶ γῆς, ἰσάγγελον φανέντα, παρηλλαγμένῳ πολιτεύματι, καὶ πάντων ἀνώτερον, Ἰωάννη παμμακάριστε, χαρμονικῶς γεραίρομεν, κράζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα τὸν Κύριον.Μίαν ἐν τρισί, Θεότητος οὐσίαν, ὁμοουσίοις ὑποστάσεσι, Προφῆτα μεμύησαι· τῇ φωνῇ γὰρ τοῦ Γεννήτορος, καὶ παρουσίᾳ Πνεύματος, ἔγνως τὸν βαπτισθέντα, Λόγον Θεοῦ τὸν ἀΐδιον.Ὄρθρος νοητός, τὸν Ἥλιον μηνύων, τὸν ἐκ Παρθένου ἀνατείλαντα, ἐκ στείρας προέδραμες, Ἰωάννη πανσεβάσμιε· καὶ τὸν Ἀμνὸν ἐκήρυξας, κόσμου τὴν ἁμαρτίαν, φιλανθρωπίᾳ τὸν αἴροντα.Ὓπερθεν ἡμᾶς, νῦν μάκαρ ἐποπτεύων, ταῖς σαῖς πρεσβείαις διαφύλαξον, τῷ θείῳ κηρύγματι, ἑπομένους σου πανόλβιε, καὶ διδαχαῖς ἐμμένοντας, Πρόδρομε τοῖς ἐνθέοις, καὶ σωτηρίοις σου δόγμασι.ΘεοτοκίονΔόξης τοῦ Πατρός, συνέλαβες ἀφράστως, τὸ προαιώνιον ἀπαύγασμα, καὶ Λόγον τὸν ἄναρχον, ἐν ἀρχῇ ὄντα νοούμενον, καὶ νῦν ἐκ σοῦ πρωτότοκον, Πάναγνε γεγονότα, ἀναλλοιώτως τῆς κτίσεως.Καταβασία. Ἰαμβικὸς ΤΟ ΑΚΟΥΤΕ«Ἐλευθέρα μὲν ἡ κτίσις γνωρίζεται.Υἱοὶ δὲ φωτός, οἱ πρὶν ἐσκοτισμένοι·Μόνος στενάζει τοῦ σκότους ὁ προστάτης·Νῦν εὐλογείτω συντόνως τὸν αἴτιον·Ἡ πρὶν τάλαινα τῶν Ἐθνῶν παγκληρία»
ᾨδὴ θ', Κανών τῆς Ἐορτῆς
Ἦχος β'
Ἡ Τιμιωτέρα: Οὐ στιχολογεῖται, ἀντ’ αὐτῆς ἡ θ΄ ᾨδή ἀμφοτέρων τῶν Κανόνων τῆς Ἑορτῆς, ὡς ἑξῆς:Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Μεγάλυνον, ψυχή μου, τήν τιμιωτέραν τῶν ἄνω στρατευμάτων.«Ἀπορεῖ πᾶσα γλῶσσα, εὐφημεῖν πρὸς ἀξίαν, ἰλιγγιᾷ δὲ νοῦς καὶ ὑπερκόσμιος, ὑμνεῖν σε Θεοτόκε ὅμως ἀγαθὴ ὑπάρχουσα, τὴν πίστιν δέχου καὶ γὰρ τὸν πόθον οἶδας, τὸν ἔνθεον ἡμῶν σὺ γὰρ Χριστιανῶν εἶ προστάτις, σὲ μεγαλύνομεν.»Μεγάλυνον, ψυχή μου, τόν ἐν Ἰορδάνῃ ἐλθόντα βαπτισθῆναι.Δαυῒδ πάρεσο, Πνεύματι τοῖς φωτιζομένοις Νῦν προσέλθετε, ᾆδε πρὸς Θεόν, ἐν πίστει λέγων φωτίσθητε οὗτος ὁ πτωχὸς ἐκέκραξεν Ἀδὰμ ἐν πτώσει καὶ γὰρ αὐτοῦ εἱσήκουσε Κύριος ἐλθών, ῥείθροις τοῦ Ἰορδάνου, φθαρέντα δὲ ἀνεκαίνισεν.Μεγάλυνον, ψυχή μου, τόν ὑπό Προδρόμου τό βάπτισμα λαβόντα.Ὁ Ἡσαΐας λούσασθε, καὶ καθάρθητε φάσκει τάς πονηρίας ἔναντι, ἀφέλεσθε Κυρίου οἱ διψῶντες, ὕδωρ ἐπὶ ζῶν πορεύεσθε ῥανεῖ γὰρ ὕδωρ καινοποιὸν Χριστός, τοῖς προστρέχουσιν αὐτῷ ἐν πίστει, καὶ πρὸς ζωὴν τὴν ἀγήρω, βαπτίζει Πνεύματι.Μεγάλυνον, ψυχή μου, τόν ἐκ τῆς πατρῴας φωνῆς μαρτυρηθέντα.Συντηρώμεθα χάριτι, πιστοὶ καὶ σφραγῖδι ὡς γὰρ ὄλεθρον ἔφυγον, φλιᾶς Ἑβραῖοι πάλαι αἱμαχθείσης· οὕτω καὶ ἡμῖν, ἐξόδιον τὸ θεῖον τοῦτο, τῆς παλιγγενεσίας λουτήριον ἔσται ἔνθεν καὶ τῆς Τριάδος, ὀψόμεθα φῶς τὸ ἄδυτον.Ἰαμβικὸς Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕΣήμερον ὁ Δεσπότης, κλίνει τόν αὐχένα χειρί τῇ τοῦ Προδρόμου.«Ὢ τῶν ὑπὲρ νοῦν, τοῦ τόκου σου θαυμάτων!Νύμφη πάναγνε, Μῆτερ εὐλογημένηΔι᾽ ἧς τυχόντες παντελοῦς σωτηρίας,Ἐπάξιον κροτοῦμεν ὡς εὐεργέτῃ,Δῶρον φέροντες ὕμνον εὐχαριστίας.»Σήμερον Ἰωάννης, βαπτίζει τόν Δεσπότην ἐν ῥείθροις Ἰορδάνου.«Ὢ τῶν ὑπὲρ νοῦν, τοῦ τόκου σου θαυμάτων!Νύμφη πάναγνε, Μῆτερ εὐλογημένηΔι᾽ ἧς τυχόντες παντελοῦς σωτηρίας,Ἐπάξιον κροτοῦμεν ὡς εὐεργέτῃ,Δῶρον φέροντες ὕμνον εὐχαριστίας.»Δόξα...Μεγάλυνον, ψυχή μου, τῆς τρισυποστάτου καί ἀδιαιρέτου Θεότητος τό κράτος.Ἴδμεν τὰ Μωσεῖ τῇ βάτῳ δεδειγμένα,Δεῦρο ξένοις, θεσμοῖσιν ἐξειργασμένα.Ὡς γὰρ σέσωσται, πυρφοροῦσα Παρθένος,Σελασφόρον τεκοῦσα τὸν εὐεργέτην,Ἰορδάνου τε, ῥεῖθρα προσδεδεγμένα.Καί νῦν...Μεγάλυνον, ψυχή μου, τήν λυτρωσαμένην ἡμᾶς ἐκ τῆς κατάρας.Χρίεις τελειῶν, τὴν βρότειον οὐσίαν,Ἄναξ ἄναρχε, Πνεύματος κοινωνία,Ῥοαῖς ἀχράντοις, ἐκκαθάρας καὶ σκότους,Ἰσχὺν θριαμβεύσας τε, τὴν ἐπηρμένην,Νῦν εἰς ἄληκτον, ἐξαμείβεαι βίον.
Κανών β', ᾨδὴ θ', τοῦ Προδρόμου
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἡ τὸν πρὸ ἡλίου φωστῆρα, τὸν Θεὸν ἑξανατείλαντα, σωματικῶς ἡμῖν ἐπιδημήσαντα, ἐκ λαγόνων παρθενικῶν, ἀφράστως σωματώσασα, εὐλογημένη πάναγνε σὲ Θεοτόκε μεγαλύνομεν.» Ἐκ τῆς ἐρημίας, ἡ Πρόδρομος φωνή, τὸν Λόγον δείκνυσι, σωματικῶς ἡμῖν ἐπιδημήσαντα, καὶ παρόντα περιχαρῶς, βαπτίζειν εὐτρεπίζεται, τὸν τάς ψυχὰς καθαίροντα, τῆς ἁμαρτίας διὰ πίστεως.Χάρις τε καὶ Νόμος, μεσίτην σε σεπτόν, σαφῶς προβάλλεται, τὸν μὲν σφραγίζοντα, τῆς δὲ ἀρχόμενον, τὸν ἁπάντων τῶν Προφητῶν, τῷ Λόγῳ προτιμώμενον, τὸν ὑπὲρ τὰ ὁρώμενα, νῦν βεβηκότα Πανσεβάσμιε.Ὁ τοῖς ἀσωμάτοις, ἐφάμιλλον ζωὴν ἐπιδειξάμενος, Ἀγγελικαῖς χορείαις συνευφραίνεται, καὶ τῷ θρόνῳ παρεστηκώς, τοῦ Δεσπότου ἀγάλλεται, τοῖς εὐφημοῦσιν ἄφεσιν, καὶ σωτηρίαν ἐξαιτούμενοςΘεοτοκίονὙπὲρ εὐσπλαγχνίαν, ὁ πάντων Λυτρωτής, ἄνθρωπος γίνεται, καὶ σαρκικὴν καταδέχεται γέννησιν, φιλάνθρωπος ὑπὲρ ἀνθρώπων, ὁ φύσει ὢν φιλάνθρωπος, παρθενικῆς ἐκ μήτρας σου, Θεογεννῆτορ παμμακάριστε.Καταβασία. Ἰαμβικὸς ΤΟ ΑΚΟΥΤΕ«Ὢ τῶν ὑπὲρ νοῦν τοῦ τόκου σου θαυμάτων!Νύμφη Παναγνέ, Μῆτερ εὐλογημένη.Δι' ἧς τυχόντες, παντελοῦς σωτηρίας·Ἐπάξιον κροτοῦμεν, ὡς εὐεργέτῃ·Δῶρον φέροντες, ὕμνον εὐχαριστίας».
Ἐξαποστειλάριον
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Προφήτην σε προέφησε, τῶν Προφητῶν ὑπέρτερον, ἐν γεννητοῖς ὁ Δεσπότης, γυναικῶν μείζονα πάντων· ὃν γὰρ Προφῆται ἅπαντες, καὶ Νόμος προκατήγγειλαν, Χριστὸν σαρκὶ ἑώρακας, ὃν καὶ βαπτίσας ἐδείχθης, σεβασμιώτερος πάντων.
Ἐξαποστειλάριον τῆς Ἑορτῆς
Ἦχος γ'
Ἐπεσκέψατο ἡμᾶς ΤΟ ΑΚΟΥΤΕ
Ἐπεφάνη ὁ Σωτήρ, ἡ χάρις ἡ ἀλήθεια, ἐν ῥείθροις τοῦ Ἰορδάνου, καὶ τοὺς ἐν σκότει καὶ σκιᾷ, καθεύδοντας ἐφώτισε· καὶ γὰρ ἦλθεν ἐφάνη, τὸ φῶς τὸ ἀπρόσιτον.
Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Ἰδιόμελα.
Στιχηρὰ Ἰδιόμελα
Ἦχος α'
Φῶς ἐκ φωτός, ἔλαμψε τῷ κόσμῳ, Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ ἐπιφανεὶς Θεός, τοῦτον λαοὶ προσκυνήσωμεν. (Δὶς)
Ἦχος α'
Πῶς σὲ Χριστέ, δοῦλοι τὸν Δεσπότην, ἀξίως τιμήσωμεν; ὅτι ἐν τοῖς ὕδασι, πάντας ἡμᾶς ἀνεκαίνισας.
Ἦχος α'
Σὺ ἐν Ἰορδάνῃ, βαπτισθεὶς ὁ Σωτὴρ ἡμῶν, τὰ ῥεῖθρα ἡγίασας, τῇ παλάμῃ τοῦ δούλου χειροθετούμενος, καὶ τὰ πάθη τοῦ κόσμου ἰώμενος· Μέγα τὸ μυστήριον τῆς οἰκονομίας σου! φιλάνθρωπε Κύριε, δόξα σοι.
Ἦχος α'
Τὸ ἀληθινὸν φῶς ἐπεφάνη, καὶ πᾶσι τὸν φωτισμὸν δωρεῖται, βαπτίζεται Χριστὸς μεθ' ἡμῶν, ὁ πάσης ἐπέκεινα καθαρότητος· ἐνίησι τὸν ἁγιασμὸν τῷ ὕδατι, καὶ ψυχῶν τοῦτο καθάρσιον γίνεται∙ ἐπίγειον τὸ φαινόμενον, καὶ ὑπὲρ τοὺς οὐρανοὺς τὸ νοούμενον∙ διὰ λουτροῦ σωτηρία∙ δι' ὕδατος τὸ Πνεῦμα, διὰ καταδύσεως, ἡ πρὸς Θεὸν ἡμῶν ἄνοδος γίνεται∙ Θαυμάσια τὰ ἔργα σου Κύριε! δόξα σοι.
Ἦχος α'
Ὁ περιβάλλων τὸν οὐρανὸν ἐν νεφέλαις, ῥεῖθρα περιβάλλεται σήμερον τὰ Ἰορδάνια∙ καὶ τὴν ἐμὴν καθαίρεται κάθαρσιν, ὁ τοῦ κόσμου αἴρων τὴν ἁμαρτίαν∙ καὶ ὑπὸ τοῦ συγγενοῦς ἄνωθεν μαρτυρεῖται Πνεύματος, Υἱὸς μονογενὴς ὑπάρχων τοῦ ὑψίστου Πατρός, πρὸς ὃν βοήσωμεν∙ Ὁ ἐπιφανεὶς καὶ σώσας ἡμᾶς, Χριστέ, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Δοξαστικὸν
Ἦχος πλ. β'
Ἄγγελος ἐκ στειρωτικῶν ὠδίνων, προῆλθες Βαπτιστά, ἐξ αὐτῶν τῶν σπαργάνων τὴν ἔρημον οἰκήσας, σφραγίς τε πάντων τῶν Προφητῶν ἐδείχθης· ὅν γὰρ ἐκεῖνοι πολυτρόπως ἐθεάσαντο, καὶ αἰνιγματωδῶς προεκήρυξαν, τοῦτον βαπτίσαι ἐν Ἰορδάνῃ κατηξιώθης· φωνῆς τε ἀκήκοας, Πατρικῆς οὐρανόθεν, μαρτυρούσης αὐτοῦ τὴν Υἱότητα· καὶ τὸ Πνεῦμα εἶδες περιστερᾶς ἐν εἴδει, τὴν φωνὴν ἕλκον ἐπὶ τὸν βαπτιζόμενον. Ἀλλ' ὦ πάντων τῶν Προφητῶν ὑπέρτερε, μὴ διαλίπῃς πρεσβεύειν ὑπὲρ ἡμῶν, τῶν πιστῶς σου τελούντων τὰ μνημόσυνα.
Θεοτοκίον
Ἦχος β'
Σήμερον ὁ Χριστός, ἐν Ἰορδάνῃ ἦλθε βαπτισθῆναι. Σήμερον Ἰωάννης ἅπτεται κορυφῆς τοῦ Δεσπότου. Αἱ Δυνάμεις τῶν οὐρανῶν ἐξέστησαν, τὸ παράδοξον ὁρῶσαι μυστήριον. Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἰδὼν ἀνεστρέφετο. Ἡμεῖς δὲ οἱ φωτισθέντες βοῶμεν· Δόξα τῷ φανέντι Θεῷ, καὶ ἐπὶ γῆς ὀφθέντι, καὶ φωτίσαντι τὸν Κόσμον.
Μεγάλη Δοξολογία
Εἰς τὴν Λειτουργίαν ψάλλομεν, ἀντὶ τῶν Τυπικῶν, τὰ Ἀντίφωνα.
Ἀντίφωνον Α᾽Ἦχος β'Στίχ. α'. Ἐν ἐξόδῳ Ἰσραὴλ ἐξ Αἰγύπτου, οἴκου Ἰακώβ.Στίχ. β'. Ἐγενήθη Ἰουδαία ἁγίασμα αὐτοῦ, ἐκ λαοῦ βαρβάρου.Στίχ. γ'. Ἡ θάλασσα εἶδε, καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω.Στίχ. δ'. Τὶ σοί ἐστι θάλασσα ὅτι ἔφυγες; καὶ σοὶ Ἰορδάνη, ὅτι ἐστράφης εἰς τὰ ὀπίσω;Ἀντίφωνον Β᾽Ἦχος β'Στίχ. α'. Ἠγάπησα, ὅτι εἰσακούσεται Κύριος τῆς φωνῆς τῆς δεήσεώς μου.Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν Ἰορδάνῃ ὑπὸ Ἰωάννου βαπτισθείς, ψάλλοντάς σοι, Ἀλληλούϊα.Στιχ. β'. Ὅτι ἔκλινε τὸ οὖς αὐτοῦ ἐμοί, καὶ ἐν ταῖς ἡμέραις μου ἐπικαλέσομαι.Στίχ. γ'. Περιέσχον μοι ὠδῖνες θανάτου, κίνδυνοι ᾅδου εὓροσὰν με.Στίχ. δ'. Ἐλεήμων ὁ Κύριος καὶ δίκαιος, καὶ ὁ Θεὸς ἡμῶν ἐλεεῖ.Ἀντίφωνον Γ᾽Ἦχος α'Στίχ. α'. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.Ἦχος α'Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητόν σε Υἱὸν ὀνομάζουσα καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.Στίχ. β'. Εἰπάτω δὴ οἶκος Ἰσραήλ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.Στίχ. γ'. Εἰπάτω δὴ οἶκος Ἀαρών, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.Στίχ. δ'. Εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοι τὸ Κύριον, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Εἰς τό, Ἑξαιρέτως
Ἦχος β'
Μεγαλυνάριον ΤΟ ΑΚΟΥΤΕ
Σήμερον ὁ Δεσπότης, κλίνει τόν αὐχένα χειρί τῇ τοῦ Προδρόμου.«Ὢ τῶν ὑπὲρ νοῦν τοῦ τόκου σου θαυμάτων! Νύμφη Πάναγνε, Μῆτερ εὐλογημένη. Δι' ἧς τυχόντες, παντελοῦς σωτηρίας, Ἐπάξιον κροτοῦμεν, ὡς εὐεργέτῃ, Δῶρον φέροντες, ὕμνον εὐχαριστίας».
ΚοινωνικὸνἘπεφάνη ἡ χάρις τοῦ Θεοῦ, ἡ σωτήριος πᾶσιν ἀνθρώποις. Ἀλληλούϊα.Εἰς μνημόσυνον αἰώνιον ἔσται Δίκαιος. Ἀλληλούια.
| TA ΜΗΝΑΙΑ | Ιανουάριος | 07 |
Jan 08
Τῌ Η' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥΜνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Γεωργίου τοῦ ΧοζεβίτουΜνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Δομνίκης.
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Ὁσίου.
Στιχηρὰ Προσόμοια τοῦ Ὁσίου
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσιν ΤΟ ΑΚΟΥΤΕ
Τῆς ψυχῆς τὴν ἀκρόπολιν, λογισμῶν οὐ κατέσεισαν, προσβολαὶ Μακάριε· σὺ γὰρ ἔπαλξιν, ὥσπερ τὴν σὴν προβαλλόμενος, στερέμνιον ἄσκησιν, διετήρησας σαυτόν, τοῦ δεινοῦ πολεμήτορος, ἀπαράτρωτον, ἀπήμαντον ὅλως, καὶ παρέστης, τῷ Δεσπότῃ τῶν ἁπάντων, νικητικῶς στεφανούμενος.
Ἦχος δ'
Οὐχ ὁδοῦ μῆκος ἴσχυσεν, οὐδὲ τόπων δυσχέρεια, παραλῦσαι Ὅσιε τὸ διάπυρον, τῆς πρὸς Θεὸν ἐκδημίας σου· κἀκεῖ γὰρ γενόμενος, καὶ τοῖς τόποις εὐφρανθείς, οὗ οἱ πόδες ἐπάτησαν, τοῦ Θεοῦ ἡμῶν, οὐκ ἠμέλησας ὅλως. Εἰ μὴ φθάσῃς, δι' ἀσκήσεως καὶ πόνων, καὶ πρὸς Σιὼν τὴν οὐράνιον.
Ἦχος δ'
Τὸν ἐγκάρδιον ἔρωτα, ὑποφαίνων τοῖς δάκρυσι, κατανύξει Ἔνδοξε, γῆν κατέβρεχες, καὶ ταῖς θριξὶν ἐναπέματτες, Χριστοῦ ὑποπόδιον· ἐννοῶν τε καὶ αὐτόν, ὡς παρόντα καὶ βλέποντα, ὃν ἐπόθησας· καὶ ἰχνῶν ἐπελάβου διανοίας, θεωρίαις θειοτάταις, τὴν σὴν ψυχὴν αὐγαζόμενος.
Στιχηρὰ τῆς Ἁγίας
Ἦχος δ'
Ἔδωκας Σημείωσιν ΤΟ ΑΚΟΥΤΕ
Ἐκ Δυσμῶν ἀνέτειλας, πρὸς τὴν Ἑῴαν πανόλβιε, ὡς ἀστὴρ φαεινότατος, ἀκτῖσιν ἀστράπτουσα, τῶν σῶν ἐναρέτων, πράξεων Ὁσία, καὶ κατεφώτισας πιστῶν, τάς διανοίας φέγγει θαυμάτων σου· διό σε μακαρίζομεν, καὶ τὴν σὴν μνήμην γεραίρομεν, τὸν Χριστὸν μεγαλύνοντες, τὸν σεπτῶς σε δοξάσαντα.
Ἦχος δ'
Τρωθεῖσα τῷ ἔρωτι, τῆς τοῦ Χριστοῦ ἀγαπήσεως, ὦ Δομνίκα πανεύφημε, αὐτῷ ἠκολούθησας ἀπαρνησαμένη, ἐπίκηρον δόξαν, καὶ τῆς σαρκὸς τάς ἡδονάς, καὶ πᾶσαν βίου ἄλλην ἀπόλαυσιν· διὸ σε εἰσῳκίσατο, εἰς φωτεινότατον θάλαμον, Ἰησοῦς ὁ φιλάνθρωπος, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος δ'
Πάθη τοῦ Κυρίου σου, καὶ Ποιητοῦ ἀναπλάττουσα, ἐν αὐτῇ ἀναδέδειξαι, τοῦ Λόγου ὡς ποίημα, λογικὸν Παρθένε, καὶ διὰ τοῦ Λόγου, ἐπαιδαγώγησας παθῶν, τῆς ἀλογίας τὰ παρεκκλίματα· διὸ καὶ καθ' ὁμοίωσιν, εὐθυποροῦσα ἀοίδιμε, ἀληθὲς καὶ ἀκίβδηλον, τοῦ Θεοῦ ὤφθης ἄγαλμα.
Θεοτοκίον
Ἦχος α'
Ὁ περιβάλλων τὸν οὐρανὸν ἐν νεφέλαις, ῥεῖθρα περιβάλλεται σήμερον τὰ Ἰορδάνια· καὶ τὴν ἐμὴν καθαίρεται κάθαρσιν, ὁ τοῦ κόσμου αἴρων τὴν ἁμαρτίαν, καὶ ὑπὸ τοῦ συγγενοῦς ἄνωθεν μαρτυρεῖται Πνεύματος, Υἱὸς μονογενὴς ὑπάρχων τοῦ ὑψίστου Πατρός. Πρὸς ὃν βοήσωμεν· Ὁ ἐπιφανεὶς καὶ σώσας ἡμᾶς, Χριστὲ ὁ Θεὸς ἡμῶν δόξα σοι.
Ἀποστιχα Στιχηρὰ ΠροσόμοιαἮχος πλ. β' Αἱ Ἀγγελικαὶ ΤΟ ΑΚΟΥΤΕΤὸ φωτιστικόν, καὶ φωτίζον τοὺς ἀνθρώπους, φῶς αὐτολαμπές, σὺ ὑπάρχων Ἰησοῦ μου, ἐν ῥείθροις, Ἰορδάνου, βαπτισθεὶς ὅλως ἔλαμψας, φῶς τὸ ὁμοούσιον Πατρί σου· ἐν ᾧ πᾶσα ἡ κτίσις φωτισθεῖσα, Χριστὲ κράζει σοι· Εὐλογημένος ὁ φανείς, Θεὸς ἡμῶν δόξα σοι.Στίχ. Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω.Ὡς διὰ σαρκός, κορεσθῆναι θείας δόξης, δεῦτε νοητῶς, καθαρθῶμεν τάς αἰσθήσεις, καὶ τὸν Χριστὸν ἰδόντες, ἐν σαρκὶ βαπτιζόμενον, τήν τε τοῦ δολίου διαθλῶντα, κάραν εὐφυῶς ὑμνολογοῦντες, αὐτῷ κράξωμεν· Εὐλογημένος ὁ φανείς, Θεὸς ἡμῶν δόξα σοι.Στίχ. Τὶ σοί ἐστι θάλασσα, ὅτι ἔφυγες; καὶ σοὶ Ἰορδάνη ὅτι ἐστράφης εἰς τὰ ὀπίσω;Νᾶμα ζωτικόν, σὺ ποτίζεις Ἰησοῦ μου, ἐν τῷ ποταμῷ, Ἰορδάνῃ εὐσπλαγχνίᾳ, ἡμᾶς τοὺς ἐκκαέντας, σοῦ τῇ δίψει φιλάνθρωπε· ὅθεν ποτισθέντες ἐκ πηγῆς σου, τῆς ἀθανάτου καὶ φωσφόρου, Χριστὲ ψάλλομεν· Εὐλογημένος ὁ φανείς, Θεὸς ἡμῶν δόξα σοι.
Θεοτοκίον
Ἦχος β'
Ἐν Ἰορδάνῃ ποταμῷ ἰδών σε ὁ Ἰωάννης πρὸς αὐτὸν ἐρχόμενον, ἔλεγε Χριστὲ ὁ Θεός· Τὶ πρὸς τὸν δοῦλον παραγέγονας, ῥύπον μὴ ἔχων Κύριε; Εἰς ὄνομα δὲ τίνος σε βαπτίσω; Πατρός; ἀλλὰ τοῦτον φέρεις ἐν σεαυτῷ. Υἱοῦ; ἀλλ' αὐτὸς ὑπάρχεις ὁ σαρκωθείς· Πνεύματος Ἁγίου; καὶ τοῦτο οἶδας διδόναι τοῖς πιστοῖς διὰ στόματος· Ὁ ἐπιφανεὶς Θεός, ἐλέησον ἡμᾶς.
Ἀπολυτίκιον τῆς ἑορτῆς
Ἦχος α'
Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητὸν σὲ Υἱὸν ὀνομάζουσα, καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα
Ἦχος δ'
Κατεπλάγη Ἰωσὴφ ΤΟ ΑΚΟΥΤΕ
Ἰησοῦς ὁ τοῦ Ναυῆ, ἐν Ἰορδάνῃ ποταμῷ, διαβιβάζων τὸν λαόν, καὶ τοῦ Θεοῦ τὴν κιβωτόν, ἐσκιαγράφει τὴν μέλλουσαν εὐεργεσίαν· εἰκόνα γὰρ ἡμῖν ἀναμορφώσεως, καὶ τύπον ἀψευδῆ ἀναγεννήσεως, ἡ μυστικὴ διάβασις τῶν δύω, σκιαγραφεῖ ἐν τῷ Πνεύματι. Χριστὸς ἐφάνη, ἐν Ἰορδάνῃ, ἁγιάσαι τὰ ὕδατα.Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ
Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα
Ἦχος πλ. δ'
Αὐλῶν ποιμενικῶν ΤΟ ΑΚΟΥΤΕ
Βαπτίζεται Χριστός, ὁ τὸν κόσμον φωτίζων, ἐξ ὕψους ὁ Πατήρ, ἐμαρτύρησε λέγων. Οὗτός ἐστιν ὁ Υἱός μου, ἐν ᾧ ηὐδόκησα, αὐτοῦ ἀκούετε. Οὗτός ἐστιν ὁ φωτίζων τὴν οἰκουμένην, τῇ εὐσπλαγχνίᾳ αὐτοῦ, ὁ βαπτισθεὶς καὶ σώσας ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων.Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ
Κανὼν τοῦ Κυρίου Κοσμᾶ οὗ ἡ Ἀκροστιχίς.Βάπτισμα ῥύψις γηγενῶν ἁμαρτάδος.ᾨδὴ α'
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Βυθοῦ ἀνεκάλυψε πυθμένα, καὶ διὰ ξηρᾶς οἰκείους ἕλκει, ἐν αὐτῷ κατακαλύψας ἀντιπάλους, ὁ κραταιός, ἐν πολέμοις Κύριος, ὅτι δεδόξασται.».Ἀδὰμ τὸν φθαρέντα ἀναπλάττει, ῥείθροις Ἰορδάνου καὶ δρακόντων, κεφαλὰς ἐμφωλευόντων διαθλάττει, ὁ Βασιλεὺς τῶν αἰώνων Κύριος, ὅτι δεδόξασται.Πυρὶ τῆς θεότητος ἀΰλῳ, σάρκα ὑλικὴν ἠμφιεσμένος, Ἰορδάνου περιβάλλεται τὸ νᾶμα, ὁ σαρκωθεὶς ἐκ Παρθένου Κύριος ὅτι δεδόξασται.Τὸν ῥύπον ὁ σμήχων τῶν ἀνθρώπων, τούτοις καθαρθεὶς ἐν Ἰορδάνῃ, οἷς θελήσας ὡμοιώθη ὃ ἦν μείνας, τοὺς ἐν σκότει φωτίζει Κύριος, ὅτι δεδόξασται.
Κανών β', ᾨδὴ α', τοῦ Ὁσίου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα».Ἀνοίξει τοῦ στόματος, δοῦναί μοι χάριν ἱκέτευσον, σοφίας Γεώργιε, τὴν ἀπαρχὴν Ἰησοῦ, ὅπως ᾄσω σου, τὴν μνήμην κατ’ ἀξίαν, ὁ ἄμουσος ᾄσμασι, θείοις γηθόμενος.Ἐν γῇ πεπολίτευσαι, ὥς περ ἀσώματος Μέγιστε, συνήφθης ἐντεῦθεν δέ, τῶν Ἀσωμάτων χοροῖς, τῷ ποιήσαντι, ᾠδαῖς ἐν τρισαγίοις, μέλπων καὶ δεχόμενος, τούτου τὴν ἔλλαμψιν.Τοῦ κόσμου ἠλόγησας, ὑπερκοσμίοις ἐννοίαις σου· ἀσκήσας ἐν κόσμῳ δέ, ὅπου ἐστράφη Χριστός, ἐξεδήμησας, ἀκήρατον πρὸς κόσμον, χοροῖς συναπτόμενος, τῶν πρωτοτόκων Σοφέ.ΘεοτοκίονἈνοίξας τὸ στόμα μου, Ἁγνὴ προῄρημαι μέλψαι σε, Σοφίαν τὴν τέξασαν, τὴν ἐνυπόστατον, ἀλλ' ὡς ἄναγνος, τὴν Πάναγνον ὡς θέμις, ὑμνῆσαι μὴ σθένων σε, αἰτῶ βοήθειαν.
Ὁ Κανὼν τῆς Ὁσίας, οὗ ἡ Ἀκροστιχίς.Τὴν καλλίπαιδα νῦν γεραίρω Δομνίκαν.Ἰωσὴφ.ᾨδὴ α'
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐν βυθῷ κατέστρωσέ ποτε, τὴν Φαραωνίτιδα, πανστρατιὰν ἡ ὑπέροπλος δύναμις, σαρκωθεὶς ὁ Λόγος δέ, τὴν παμμόχθηρον ἁμαρτίαν ἐξήλειψεν, ὁ δεδοξασμένος Κύριος· ἐνδόξως γὰρ δεδόξασται».Τῷ ἐνθέῳ πόθῳ τὴν ψυχήν, Ἔνδοξε πτερώσασα, τῶν σαρκικῶν θηράτρων ὑπερίπτασο· διὸ ἱκετεύω σε, θηρευθέντα με, ταῖς παγίσι τοῦ ὄφεως, σοῦ ταῖς ἱκεσίαις, πάνσεμνε Δομνίκα ἀπολύτρωσαι.Ἠκολούθεις χαίρουσα Χριστῷ, τούτου ἀνιχνεύουσα, τὴν Ἱερὰν νομοθεσίαν Πάνσεμνε, καὶ Παρθένων τάγμασι, συνηρίθμησαι, ὡς παρθένος καὶ ἄμωμος· ὅθεν σε τιμῶμεν, πίστει συνελθόντες Ἀξιάγαστε.Νυσταγμὸν κακίας οὐδαμῶς, Ἔνδοξε νυστάζουσα, ἐπαγρυπνεῖς ταῖς φωταυγέσι πράξεσι, καὶ πρὸς φῶς ἀνέσπερον, ἐξεδήμησας, ταῖς ἐκεῖθεν λαμπρότησι, περιχεομένη, καὶ φωταγωγοῦσα τοὺς ὑμνοῦντας σε.ΘεοτοκίονΚαὶ πρὸ τόκου ἄφθορος ἁγνή, καὶ μετὰ τὴν κύησιν Μήτηρ Θεοῦ, ὑπερφυῶς διέμεινας· ὅθεν σε ποθήσασα, θείῳ Πνεύματι, ἡ Δομνίκα ὀπίσω σου, ἄφθορος προσήχθη, τῷ Παμβασιλεῖ Υἱῷ σου, Ἄχραντε.
ᾨδὴ γ', Κανών τῆς Ἐορτῆς
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἰσχὺν ὁ διδούς, τοῖς Βασιλεῦσιν ἡμῶν Κύριος, καὶ κέρας χρηστῶν αὐτοῦ ὑψῶν, Παρθένου ἀποτίκτεται, μολεῖ δὲ πρὸς τὸ Βάπτισμα· διὸ πιστοὶ βοήσωμεν Οὐκ ἒστιν ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἒστι δίκαιος, πλὴν σου Κύριε.»Στειρεύουσα πρίν, ἠτεκνωμένη δεινῶς σήμερον, εὐφραίνου Χριστοῦ ἡ Ἐκκλησία δι᾽ ὕδατος καὶ Πνεύματος· υἱοὶ γὰρ σοι γεγέννηνται, ἐν πίστει ἀνακράζοντες Οὐκ ἔστιν ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἒστι δίκαιος, πλὴν σου Κύριε.Μεγάλῃ φωνῇ, ἐν τῇ ἐρήμῳ βοᾷ Πρόδρομος Χριστοῦ ἑτοιμάσατε ὁδούς, καὶ τρίβους τοῦ Θεοῦ ἡμῶν, εὐθείας ἀπεργάσασθε, ἐν πίστει ἀνακράζοντες Οὐκ ἒστιν ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἒστι δίκαιος, πλὴν σου Κύριε.
Κανών β', ᾨδὴ γ', τοῦ Ὁσίου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ἡ ζῶσα καὶ ἄφθονος πηγὴ, θίασον συγκροτήσαντας πνευματικόν στερέωσον· καὶ ἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον».Λουόμενος δάκρυσιν οἰκείοις, ἰλύος τὴν σάρκα κοσμικῆς, ἐκάθηρας καὶ ῥεύμασιν, ὡς ποταμίοις τούτοις δέ, τὴν τῶν δαιμόνων σύρροιαν, ἀσκητικῶς κατεπόντισας.Ὁσίως ἀμέμπτως καὶ δικαίως, τὸν βίον διέπρεψας σοφέ, πρὸς δὲ καὶ πόνοις χρώμενος, ἀσκητικοῖς τὴν ἄπονον, διαγωγὴν κεκλήρωσαι, θεομακάριστε Γεώργιε.Ἁλοὺς θείῳ ἔρωτι Παμμάκαρ, τῶν τόπων ἁγίων τῆς Σιών, πρὸς τούτους ἐπεδήμησας, κἀκεῖ διαμεμένηκας, ἕως θανάτου πάνσοφε πιέζων πόνοις τὴν σάρκα σου.ΘεοτοκίονΤὸν σὸν ὑμνολόγον ἐπταικότα, ἀσύγγνωστα Κόρη πρὸς ὁδόν, τῆς μετανοίας ἴθυνον, τὸν Λόγον ἡ κυήσασα, τοῦ κόσμου τὸν καθαίροντα, τάς ἁμαρτίας Θεόνυμφε.
Κανών γ', ᾨδὴ γ', τῆς Ὁσίας
Ἦχος β'
Ἐξήνθησεν ἡ ἔρημος ΤΟ ΑΚΟΥΤΕ
Πλωτῆρας θαλαττεύοντας, διεσώσω ἔλαιον, μετ' εὐλογίας πέμπουσα, τῇ θαλάσσῃ καὶ μεταβάλλουσα, εἰς γαλήνην Δομνίκα τὸ κλυδώνιον.Ἀΰλοις λαμπομένην σε, φρυκτωρίαις, Ἄγγελος, φωτοειδὴς ἐμήνυσεν, Ἱεράρχῃ ἐπιδημήσασαν, Βασιλίδα πρὸς πόλιν θείῳ νεύματι.Ἱστίῳ πτερουμένη, τῆς ἐγκρατείας ἔφθασας, τῆς ἀπαθείας Ἔνδοξε, τοὺς λιμένας· λιμήν τε γέγονας, τοῖς εἰς βάθη κακίας ὀλισθήσασι.ΘεοτοκίονΔυνάμωσον Πανάχραντε, τὸ ἀσθενές μου δύναμιν, ἡ τοῦ Ὑψίστου τέξασα, τὴν τὸ εἶναι πᾶσι παρέχουσαν, καὶ Δομνίκης τὴν μνήμην μεγαλύνασαν.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ἐξήνθησεν ἡ ἔρημος, ὡσεὶ κρίνον Κύριε, ἡ τῶν Ἐθνῶν στειρεύουσα, Ἐκκλησία τῇ παρουσίᾳ σου, ἐν ᾗ ἐστερεώθη ἡ καρδία μου».
Κάθισμα τῆς Ὁσίας
Ἦχος δ'
Ταχὺ προκατάλαβε ΤΟ ΑΚΟΥΤΕ
Τὴν σάρκα ἐσταύρωσας, σὺν τοῖς παθήμασι, καὶ πᾶσαν τὴν ἔφεσιν, πρὸς Χριστὸν ἔσχηκας, Δομνίκα Νυμφίον τὸν σόν· ἄφθαρτον διὰ τοῦτο, ἐκομίσω τὸ στέφος, καὶ Ἀγγέλων χορείαις, ἠριθμήθης Ὁσία, πρεσβεύουσα αὐτῷ ἐκτενῶς, ὑπὲρ τῶν τιμώντων σε.Δόξα... Καὶ νῦν...Τῆς Ἑορτῆς, ὅμοιονΤὰ ῥεῖθρα ἡγίασας τὰ Ἰορδάνια· τὸ κράτος συνέτριψας τῆς ἁμαρτίας, Χριστὲ ὁ Θεὸς ἡμῶν· ὑπέκλινας τῇ παλάμῃ, σεαυτὸν τοῦ Προδρόμου, καὶ ἔσωσας ἐκ τῆς πλάνης, τῶν ἀνθρώπων τὸ γένος· διὸ σε ἱκετεύομεν· Σῶσον τὸν κόσμον σου.
Κανών α', ᾨδὴ δ', τῆς Ἐορτῆς
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἀκήκοε Κύριε φωνῆς σου, ὃν εἶπας· Φωνὴ βοῶντος ἐν ἐρήμῳ ὅτε ἐβρόντησας πολλῶν ἐπὶ ὑδάτων, τῷ σῷ μαρτυρούμενος Υἱῷ, ὅλος γεγονὼς τοῦ παρόντος, Πνεύματος δὲ ἐβόησε Σὺ εἶ Χριστός, Θεοῦ σοφία καὶ δύναμις».Ῥυπτόμενον ἥλιον τίς εἶδεν, ὁ Κήρυξ βοᾷ, τὸν ἔκλαμπρον τῇ φύσει, ἵνα σε Ὕδασιν Ἀπαύγασμα τῆς δόξης, Πατρὸς χαρακτὴρ ἀϊδίου ἐκπλύνω· καὶ χόρτος ὤν, πυρὶ ψαύσω τῆς σῆς Θεότητος; σὺ γὰρ Χριστός, Θεοῦ σοφία καὶ δύναμις.Ὑπέφηνεν ἔνθεον ἣν εἶχεν, εὐλάβειαν Μωσῆς περιτυχὼν σοι ὡς γὰρ τῆς βάτου σε φωνήσαντα ᾐσθήθη, εὐθὺς ἀπεστράφη τάς ὄψεις· ἐγὼ δὲ πῶς βλέψω σε τρανῶς, ἢ πῶς χειροθετήσω σε; σὺ γὰρ Χριστός, Θεοῦ σοφία καὶ δύναμις.Ψυχῆς τελῶν ἔμφρονος, καὶ λόγῳ τιμώμενος, ἀψύχων εὐλαβοῦμαι· εἰ γὰρ βαπτίσω σε, κατήγορόν μοι ἔσται, πυρὶ καπνιζόμενον ὄρος, φυγοῦσα δὲ θάλασσα διχῇ, καὶ Ἰορδάνης οὗτος στραφείς· σὺ γὰρ Χριστός, Θεοῦ σοφία καὶ δύναμις.
Κανών β', ᾨδὴ δ', τοῦ Ὁσίου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ καθήμενος ἐν δόξῃ, ἐπὶ θρόνου Θεότητος, ἐν νεφέλῃ κούφῃ, ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος, τῇ ἀκηράτῳ παλάμῃ καὶ διέσωσε, τοὺς κραυγάζοντας. Δόξα Χριστὲ τῇ δυνάμει σου».Ταῖς νηστείαις ὡς σιτίοις, φιλοτίμως τρεφόμενος, τὴν ψυχήν σου Μάκαρ, νῦν εὐφραινομένην παρέστησας, τῷ Ποιητῇ τῶν ἁπάντων συγκαλέσαντι, πρὸς τὴν ἄνω σε, θείαν τρυφὴν ἀγαλλόμενον.Οὐρανός τις ἀνεφάνης, τοῖς πρακτέοις ὡς ἄστρασι, κατηγλαΐσμένος, φέρων ὡς φωσφόρον τὸν Κύριον, τὴν σὴν ψυχὴν ὡς σελήνην καταυγάζοντα, καὶ δεικνύοντα, τῆς παρ' αὐτῷ δόξης μέτοχον.Ὁ Δεσπότης οὐρανόθεν, δι' ἡμᾶς κατερχόμενος, τὴν Σιὼν εὑρίσκει, θεῖον ἀληθῶς εὐναστήριον· ᾗ ἐνσκηνώσας σὺ πόθῳ, ὥσπερ κλίμακι, πρὸς τὴν ἄνω ἀνῆλθες, Σιὼν ταύτῃ χρώμενος.ΘεοτοκίονὉ καθήμενος ἐν κόλποις, ἀϊδίως τοῦ φύσαντος, σαῖς ὠλέναις ὤφθη, νῦν ἀπεριγράπτως καθήμενος, τὴν τετοκυῖαν σε δείξας μετὰ γέννησιν, ἀειπάρθενον, καὶ ἀληθῶς ἀδιάφθορον.
Κανών γ', ᾨδὴ δ', τῆς Ὁσίας
Ἦχος β'
Ἐλήλυθας, ἐκ Παρθένου ΤΟ ΑΚΟΥΤΕ
Ἀπήστραψας, φωτισμὸν ἰαμάτων διώκουσα, παθῶν τὴν σκοτόμαιναν, καὶ τῶν δαιμόνων τάς φάλαγγας, πάντας δὲ ἐφώτισας, τοὺς εὐσεβῶς σοι Δομνίκα προσπελάζοντας.Νυμφίος σε, Βασιλεὺς ἐπουράνιος Ἔνδοξε, δοξάζει ἐνώπιον, τοῦ ἐπὶ γῆς βασιλεύοντος, καταπληττομένου σου, τὸν ἀκηλίδωτον βίον καὶ τὰ θαύματα.Ὑπήκοος, τῶν εὐχῶν σου ὑπάρχων ὁ Κύριος, σαφῶς προσημαίνει σοι, τόπον ἐν ᾧ φροντιστήριον, ἤγειρας, τὰ πνεύματα, τῆς πονηρίας Δομνίκα ἀπελάσασα.ΘεοτοκίονΝεκρώσεως, τοὺς χιτῶνας Ἀδὰμ ἐξεδύσατο, τῇ θείᾳ γεννήσει σου, καὶ τὴν στολὴν ἠμφιάσατο, μόνος ἣν ἐξύφανεν, ἐν τῇ γαστρὶ σου ὁ Λόγος σωματούμενος.
Κανών α', ᾨδὴ ε', τῆς Ἐορτῆς
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἰησοῦς ὁ ζωῆς ἀρχηγός, λῦσαι τὸ κατάκριμα ἥκει, Ἀδὰμ τοῦ πρωτοπλάστου καθαρσίων δέ, ὡς Θεὸς μὴ δεόμενος, τῷ πεσόντι καθαίρεται ἐν τῷ Ἰορδάνῃ· ἐν ᾧ τὴν ἔχθραν κτείνας, ὑπερέχουσαν πάντα νοῦν, εἰρήνην χαρίζεται».Συνελθόντων ἀπείρων λαῶν, ὑπὸ Ἰωάννου βαπτισθῆναι, αὐτὸς ἐν μέσῳ ἔστη, προσεφώνει δὲ τοῖς παροῦσι Τὶς ἔδειξεν ἀπειθεῖς, τὴν ὀργὴν ὑμῖν ἐκκλῖναι τὴν μέλλουσαν; καρποὺς ἀξίους Χριστῷ ἐκτελεῖτε παρὼν γὰρ νῦν, εἰρήνην χαρίζεται.Γεωργὸς ὁ καὶ Δημιουργός, μέσος ἑστηκὼς ὡς εἰς ἁπάντων, καρδίας ἐμβατεύει καθαρτήριον δὲ πτύον χειρισάμενος, τὴν παγκόσμιον ἅλωνα πανσόφως διΐστησι, τὴν ἀκαρπίαν φλέγων, εὐκαρποῦσιν αἰώνιον, ζωὴν χαριζόμενος.
Κανών β', ᾨδὴ ε', τοῦ Ὁσίου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου· σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον, Υἱόν, πᾶσι τοῖς ὑμνοῦσι σε, τὴν Εἰρήνην βραβεύουσα».Ἐξέστησαν Ἄγγελοι, καὶ πᾶς Ὁσίων σύλλογος, ὄντως τὸ ἀνένδοτον τῶν πόνων, τῶν σῶν ὁρῶντες, καὶ τὸ τοῦ βίου σκληρόν· σὺ γὰρ ὥσπερ ἄψυχος πονῶν, λίθος διετέλεσας, ἀρετῶν, πρὸς κατόρθωσιν.Εἰς πᾶσαν ἐξέλαμψεν, ἰδοὺ ψυχὴν ὁ Μέγιστος, πάντας ἐμπιπλῶν φωτοχυσίας, καὶ σκοτομήνης ἐλευθερῶν τῶν παθῶν, ὥσπερ καθαρώτατος καὶ νῦν, ἥλιος κινούμενος, τὴν σωτήριον κίνησιν.Πατρίδος ἐξένωσαι, τῆς σῆς σοφὲ Γεώργιε, ὑπὲρ τοὺς προσήκοντας τῷ βίῳ, Χριστὸν φιλήσας, τὸν ξενωθέντα βροτοῖς· ὅθεν ἐχρημάτισας αὐτοῦ, ἄξιος τῆς ἄνωθεν, ἀξιούμενος χάριτος.ΘεοτοκίονὩραίωσας ἄχραντε, σὺ τῶν βροτῶν τὸ πλήρωμα· σὺ γὰρ ἀνεδείχθης πλατυτέρα, τοῦ οὐρανίου, κύτους τεκοῦσα Θεόν, Λόγον ὡσεὶ δέρριν οὐρανούς, Κόρη τὸν ἐκτείναντα, καὶ βροτοὺς διαπλάσαντα.
Κανών γ', ᾨδὴ ε', τῆς Ὁσίας
Ἦχος β'
Ὁ τοῦ φωτὸς Χορηγὸς ΤΟ ΑΚΟΥΤΕ
Γεωπονήσασα, καὶ τῷ ἀρότρῳ τῶν εὐχῶν τέμνουσα, τὴν ψυχικήν, αὔλακα πολύχουν, ἐδρέψω τὸν καρπόν, θείαις ἀποθήκαις, Ἁγνὴ συντηρούμενον.Ἐπιφωτίζουσα, τὸν καθαρὸν σου λογισμὸν ἔβλεπες, τοῦ παντουργοῦ, Πνεύματος δυνάμει, τὰ πόρρω ὡς ἐγγύς, καὶ τῶν ἐσομένων, προλέγεις τὴν ἔκβασιν.Ῥώμῃ τοῦ Πνεύματος, ἱερουργὸς σε τελειοῖ χρίσματι, θεουργικῷ, τῆς διακονίας, ποιμαίνειν ἱεράς, ψυχὰς ἐγκελεύων, Δομνίκα θεόσοφε.ΘεοτοκίονἍγιον Κύριον, Κυριοτόκε τοῦ παντὸς τέτοκας, ὃν ἐκ ψυχῆς, Δομνίκα ποθοῦσα, παθῶν φθοροποιῶν, κατακυριεύει, Παρθένε ὑμνοῦσα σε.
Κανών α', ᾨδὴ ς', τῆς Ἐορτῆς
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἡ φωνὴ τοῦ Λόγου, ὁ λύχνος τοῦ Φωτός, ὁ Ἑωσφόρος, ὁ τοῦ Ἡλίου Πρόδρομος, ἐν τῇ ἐρήμῳ. Μετανοεῖτε, πᾶσι βοᾷ τοῖς λαοῖς, καὶ προκαθαίρεσθε· ἰδοὺ γὰρ πάρεστι Χριστός, ἐκ φθορᾶς τὸν κόσμον λυτρούμενος».Γεννηθεὶς ἀρρεύστως, ἐκ Θεοῦ καὶ Πατρός, ἐκ τῆς Παρθένου, δίχα σαρκοῦται ῥύπου Χριστός οὗ τὸν ἱμάντα, τὴν ἐξ ἡμῶν τοῦ Λόγου συνάφειαν, λύειν ἀμήχανον (διδάσκει ὁ Πρόδρομος), γηγενεῖς ἐκ πλάνης λυτρούμενος.Ἐν πυρὶ βαπτίζει, τελευταίῳ Χριστός, τοὺς ἀπειθοῦντας, καὶ μὴ Θεὸν φρονοῦντας αὐτόν· ἐν Πνεύματι δὲ καινοποιεῖ, δι᾽ ὕδατος χάριτι, τοὺς ἐπιγνώμονας αὐτοῦ τῆς Θεότητος, τῶν πλημμελημάτων λυτρούμενος.
Κανών β', ᾨδὴ ς', τοῦ Ὁσίου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐβόησε, προτυπῶν τὴν ταφὴν τὴν τριήμερον, ὁ Προφήτης Ἰωνᾶς, ἐν τῷ κήτει δεόμενος· Ἐκ φθορᾶς με ῥῦσαι,, Ἰησοῦ Βασιλεῦ τῶν Δυνάμεων».Ἐβόησας, πρὸς Θεὸν ἀενάοις σὺν δάκρυσι, καὶ τοῦ βίου, ὡς ἐκ κήτους δεινοῦ σε διέσωσε, πρὸς τάς ἀκυμάντους, καὶ ἀείρους πηγὰς τῆς θεώσεως.Τετράγωνον, ἀρετῶν ὁ χορὸς σε, κατέστησε, τεῖχος Μάκαρ, νοουμένων ἐχθρῶν μὴ πτοούμενον, τάς ἀκροβολίσεις· ὡς στερρὸς γὰρ νικᾷς τὸν πειράζοντα.Ὡς πρόβατον, Χοζεβᾶ τῷ σεμνείῳ προσέδραμες· τῇ δὲ πράξει, βακτηρίᾳ καθάπερ χρησάμενος, πρός, Ἐδὲμ ἰθύνεις, τὰ αὐτῷ ἐνοικούμενα πρόβατα.ΘεοτοκίονἘσκήνωσεν, ὡς βροτὸς ἐν νυδύϊ σου Κύριος, τὸν βροτὸν με, τῶν ἀφθίτων σκηνῶν ἀξιούμενος, παρορῶν μου πράξεις, τάς ἀθέσμους Ἁγνὴ καὶ τὰ πταίσματα.
Κανών γ', ᾨδὴ ς', τῆς Ὁσίας
Ἦχος β'
Ἐν ἀβύσσῳ πταισμάτων ΤΟ ΑΚΟΥΤΕ
Ἱερὸν προφητεῖον ἀνήγειρας, θείου Ζαχαρίου Προφήτου θεόφρονος, μεθ' οὗ ναὸν εἰς ἅγιον, συγχορεύεις Δομνίκα θεόσοφε.Ῥεῖθρον ὤφθης ἰάσεων ἄφθονον, πλυνοῦσα φλογμὸν παθημάτων καὶ βρύουσα, ἁγιασμὸν σωτήριον, κυριώνυμε Κόρη Θεόνυμφε.Ὡς καλὴν, ὡς ὡραίαν, ὡς ἔντιμον, ὡς τῆς παρθενίας αὐγαῖς διαλάμπουσαν, σὲ ὁ νυμφίος Κύριος, ἑαυτῷ συνεισάγει Ἀοίδιμε.ΘεοτοκίονΔι' ἐμὲ κατ’ ἐμὲ ἐχρημάτισε, βρέφος ὁ παντέλειος ἀνακαινίζων με, καὶ παλαιωθέντα πάθεσι, διὰ σοῦ Παναγία Θεονυμφε.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον· Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε».
Κοντάκιον τῆς Ἑορτῆς
Ἦχος δ' ΤΟ ΑΚΟΥΤΕ
Ἐπεφάνης σήμερον τῇ οἰκουμένῃ, καὶ τὸ φῶς σου Κύριε, ἐσημειώθη ἐφ' ἡμᾶς, ἐν ἐπιγνώσει ὑμνοῦντας σε· Ἦλθες ἐφάνης τὸ Φῶς τὸ ἀπρόσιτον.
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ Η' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Δομνίκης.ΣτίχοιΛιποῦσα τὴν γῆν οὐρανόφρων Δομνίκα,Εἰς οὐρανοὺς ἀνῆλθεν, ὥσπερ ἠγάπα.Δομνίκαν ὀγδοάτῃ πότμου λάβε νὺξ ἐρεβεννή.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Γεωργίου τοῦ Χοζεβίτου.ΣτίχοιΣὺν δάκρυσι σπείραντι τῷ Γεωργίῳ,Καιρὸς θερίζειν ἐστὶ σὺν εὐθυμίᾳ.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἰουλιανοῦ καὶ Βασιλίσσης καὶ τῶν σῦν αὐτοῖς Κελσίου καὶ Ἀντωνίου.ΣτίχοιἸουλιανῷ πολλὰ καὶ Βασιλίσσῃ,Ἔπαθλα κεῖνται, κειμένοις ἐκ τοῦ ξίφους.Τέμνει κεφαλὴν τὸ ξίφος τὴν Κελσίου,Καὶ σὺν κεφαλῇ τῇ δε τὴν Ἀντωνίου.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Καρτερίου.ΣτίχοιΠάλαιε Καρτέριε πρὸς πῦρ καὶ δόρυ,Τὸ καρτερὸν σου πρὸς πάλας δεικνὺς δύω.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Κύρου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως. Τελεῖται δὲ ἡ αὐτοῦ Σύναξις ἐν τῇ σεβασμίᾳ Μονῇ τῆς Χώρας, καὶ ἐν τῇ Μεγάλῃ Ἐκκλησίᾳ ἐν ἡμέρᾳ Κυριακῇ.ΣτίχοιὉ σὴν μελίζων σάρκα Κῦρος Χριστέ μου,Σαρκὸς διαστάς, σῷ παρίσταται θρόνῳ.Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ἅγιος Ἀττικός, Πατριάρχης Κωνσταντινουπόλεως, ἐν εἰρήνῃ τελειοῦται.ΣτίχοιὍλην ὑπερβὰς τὴν ὕλην τοῦ σαρκίου,Ἥκεις ὅλος νοῦς Ἀττικὲ πρὸς τοὺς Νόας.Τῇ αὐτῇ ἡμέρᾳ ὁ ἅγιος Προφήτης Σαμέας ὁ Ἐλαμίτης, ἐν εἰρήνῃ τελειοῦται.ΣτίχοιἘν γῇ τὸ μέλλον οὐκ ἔτι χρᾷ Σαμέας,Ἄνω γὰρ οὗτος ὁ προφητικὸς τρίπους.Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ἅγιος Ἀγάθων ἐν εἰρήνῃ τελειοῦται.ΣτίχοιὩς ἠγαθύνθην Ἀγάθων τὴν Καρδίαν,Εἰρηνικοῦ σοῦ καὶ μόνου μνησθεὶς τέλους.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων τοῦ Χριστοῦ Μαρτύρων Θεοφίλου Διακόνου καὶ Ἐλαδίου λαϊκοῦ. Πῦρ ζεῦγος ἀνδρῶν ἐν μεταφρένοις φέρει,Ἐπισκιωθὲν τοῦ Θεοῦ μεταφρένοις.Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
Κανών α', ᾨδὴ ζ', τῆς Ἐορτῆς
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Νέους εὐσεβεῖς, καμίνῳ πυρὸς προσομιλήσαντας, διασυρίζον πνεῦμα δρόσου, ἀβλαβεῖς διεφύλαξε, καὶ θείου Ἀγγέλου συγκατάβασις ὅθεν ἐν φλογὶ δροσιζόμενοι, εὐχαρίστως ἀνέμελπον Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ».Ὥσπερ οὐρανῷ, σὺν τρόμῳ καὶ θαύματι παρίσταντο, ἐν Ἰορδάνῃ αἱ Δυνάμεις τῶν Ἀγγέλων σκοπούμεναι, τοσαύτην Θεοῦ τὴν συγκατάβασιν, ὅπως ὁ κρατῶν τὴν ὑπέρῳον τῶν ὑδάτων ὑπόστασιν, ἐν τοῖς ὕδασι, σωματοφόρος ἕστηκεν, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.Νεφέλη ποτέ, καὶ θάλασσα θείου προεικόνιζε, Βαπτίσματος τὸ θαῦμα, ἐν οἷς ὁ πρὶν βαπτίζεται, διεξοδικῶς τῷ Νομοθέτῃ λαός, θάλασσα δὲ ἦν τύπος ὕδατος, καὶ νεφέλη τοῦ Πνεύματος, οἷς τελούμενοι· Εὐλογητὸς εἶ κράζομεν, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.Ἅπαντες πιστοί, ἐν ᾧ τὴν τελείωσιν ἐλάβομεν, θεολογοῦντες ἀσιγήτως, σὺν Ἀγγέλοις δοξάσωμεν, Πατέρα Υἱὸν καὶ Πνεῦμα Ἅγιον· τοῦτο γὰρ Τριὰς ὑποστάσεσιν ὁμοούσιος, εἷς δὲ Θεός, ᾧ καὶ ψάλλομεν Ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Κανών β', ᾨδὴ ζ', τοῦ Ὁσίου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν Κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ».Οὐκ ἐνέδωκας τοῖς πόνοις πιεζόμενος, τοῖς τῆς ἀσκήσεως, σατανικοῖς λογισμοῖς· τὸν νοῦν γὰρ ἀρρέμβαστον, πρὸς τὸν δυνάμενον, σῴζειν Κύριον, σὺ κεκτημένος ἅπασαν, προσβολὴν ἀπετινάξω.Χαμευνίαις ἀγρυπνίαις καὶ νηστείαις σου, πάντα ἐνέκρωσας, μέλη σοῦ τὰ ἐπὶ γῆς· καὶ νῦν τὴν ἀκήρατον, καὶ ἄπονον βιοτήν, ζῇς Μακάριε, ὑπὲρ ἡμῶν δεόμενος, τῶν ὑμνούντων σε σὺν πόθῳ.Τοῦ ἀεὶ Ὄντος τὸν τάφον ἐπεθύμησας, ἄκρως θεάσασθαι, καὶ προσκυνῆσαι Σοφέ, κἂν τούτῳ γενόμενος, ἔκρινας ὅσιον, δι' ἀσκήσεως, συννεκρωθῆναι Ὅσιε, τῷ δι' οἶκτον νεκρωθέντι.ΘεοτοκίονΟὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ τὸν Κτίστην σε, γνόντες κυήσασαν, ἀλλὰ Θεὸν ἀληθῆ, ἐκ σοῦ τὸν ἐκλάμψαντα, Λόγον γινώσκοντες, Κόρη κράζουσιν· Ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Κανών γ', ᾨδὴ ζ', τῆς Ὁσίας
Ἦχος β'
Ἀντίθεον πρόσταγμα ΤΟ ΑΚΟΥΤΕ
Ὁ νοῦς σου ταῖς νεύσεσι ταῖς πρὸς τὸ θεῖον, θεούμενος πάντοτε, φωτοειδὴς γεγένηται, ἐντεῦθεν ἐξέκλινας, τὸ δυσμενὲς τῆς σαρκός, μέλπουσα θεόσοφε· Ὁ ὢν εὐλογημένος, καὶ ὑπερένδοξος.Μυστήρια θεῖά σοι ἀποκαλύπτει, Θεὸς ὑπερούσιος, ἐν σοὶ ἀναπαυσάμενος· ὁρᾷς γὰρ φοιτήσαντα ἅγιον Ἄγγελον, καὶ καθαγιάσαντα Σεμνή, τὴν τῶν ὑδάτων φύσιν ἐν Πνεύματι.Ναὸς θείου Πνεύματος γεγενημένη, ναὸν πρὸς τὸν Ἅγιον, ὑπάρχουσα ἀκήκοας, φωνῆς διδασκούσης σε θεῖα Μυστήρια, καὶ τὴν ἐκ τοῦ σώματος, Σεμνὴ ἀποδημίαν τοῦ Βασιλεύοντος.ΘεοτοκίονἸσχύς μου καὶ ὕμνησις καὶ σωτηρία, ὑπάρχει ὁ Κύριος, ὁ σὲ Μητέρα πάναγνον, καὶ Νύμφην ἀνύμφευτον προεκλεξάμενος, ὃν ὑπὲρ τῶν δούλων σου ἀεί, μὴ διαλίπῃς πρεσβεύειν Ἄχραντε.
Κανών α', ᾨδὴ η', τῆς Ἐορτῆς
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Μυστήριον παράδοξον, ἡ Βαβυλῶνος ἔδειξε κάμινος, πηγάσασα δρόσον, ὅτι ῥείθροις ἔμελλεν, ἄϋλον πῦρ εἰσδέχεσθαι ὁ Ἰορδάνης, καὶ στέγειν σαρκί, βαπτιζόμενον τὸν Κτίστην, ὅν εὐλογοῦσι Λαοί, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας».Ἀπόθου φόβον ἅπαντα, ὁ Λυτρωτὴς τῷ Προδρόμῳ ἔφησεν· ἐμοὶ δὲ πειθάρχει, ὡς Χριστῷ μοι πρόσελθε τοῦτο γὰρ φύσει πέφυκα ἐμῷ προστάγματι εἶξον, καὶ βάπτισόν με συγκαταβάντα, ὅν εὐλογοῦσι Λαοί, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.Ῥημάτων ὡς ἀκήκοεν, ὁ Βαπτιστὴς τοῦ Δεσπότου, σύντρομος παλάμην ἐκτείνει, χειραπτήσας ὅμως δέ, τὴν κορυφὴν τοῦ Πλάστου αὐτοῦ, τῷ βαπτισθέντι ἐβόα Ἁγίασόν με· σὺ γὰρ Θεός μου, ὅν εὐλογοῦσι Λαοί, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.Τριάδος ἡ φανέρωσις, ἐν Ἰορδάνῃ γέγονεν· αὔτη γὰρ ὑπέρθεος φύσις, ὁ Πατὴρ ἐφώνησεν. Οὗτος ὁ βαπτιζόμενος, Υἱὸς ὁ ἀγαπητός μου, τὸ Πνεῦμα συμπαρῆν τῷ ὁμοίῳ ὅν εὐλογοῦσι Λαοί, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.
Κανών β', ᾨδὴ η', τοῦ Ὁσίου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος· νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».Ὅλως νυσταγμὸν τοῖς σοῖς βλεφάροις, οὐδ’ ὕπνον τοῖς ὀφθαλμοῖς σου Πάτερ ἔδωκας, ἕως ἐπιτήδειον καὶ ὡραῖον Ὅσιε, σαυτὸν εἰργάσω σκήνωμα, τοῦ Παντοκράτορος, ὃν ἅπαντα ὑμνοῦσι τὰ ἔργα, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.Εὕρηκας ἀνάπαυσιν τῶν πόνων, Παμμάκαρ τῶν ἀμετρήτων τὸν Παράδεισον, ὅν περ προητοίμασε, τοῖς αὐτὸν ποθήσασιν, ἀπὸ ψυχῆς ὁ Κύριος, κοινὸν βασίλειον, κραυγάζουσιν ἀπαύστως· Ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.Εὗρεν ἡ μονὴ τοῦ Χοζεβᾶ σε, κανόνα καὶ ἀκριβέστατον παράδειγμα, ἅπαν μετερχόμενον, ἐναρέτων πράξεων, εἶδος Ὁσίων καύχημα, σοφὲ Γεώργιε· διὸ βεβιωκότες ἐνθέως, μετὰ σοῦ σκιρτῶσιν, εἰς πάντας τοὺς αἰῶνας.ΘεοτοκίονὬφθη ὁ ἁπλοῦς τῇ θείᾳ φύσει, ἐκ σοῦ Θεομῆτορ ὄντως σύνθετος, ἔλεος δι' ἄφατον, τῇ αὐτοῦ θεότητι, σάρκα τὴν ἐξ αἱμάτων σου ὑποστησάμενος· διὸ σε Θεοτόκον εἰδότες ἀνυμνολογοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Κανών γ', ᾨδὴ η', τῆς Ὁσίας
Ἦχος β'
Τὸν ἐν καμίνῳ ΤΟ ΑΚΟΥΤΕ
Κεκοσμημένη ἀρεταῖς, καὶ θαυμάτων κροσσωτοῖς πεποικιλμένη, πρὸς ὡραῖον νυμφῶνα, τοῦ Βασιλέως Χριστοῦ, Δομνίκα ἀνέδραμες ψάλλουσα, καὶ ὑπερυψοῦσα, αὐτὸν εἰς τοὺς αἰῶνας.Ἀκολουθήσασα Χριστῷ, ὡς ποιμένι καθαρῷ ἀμνὰς Τιμία, πρὸς Οὐράνιον μάνδραν, τῶν ἐπισήμων ἐν ᾧ, προβάτων συναυλία πέφυκεν, ἐν ἀγαλλιάσει, ἐσκήνωσας Ἁγία.Νεύσει Θεοῦ παντουργικῇ, τὴν ἀπόθεσιν τοῦ σοῦ μαθοῦσα σκήνους, χαριστήριον αἶνον, καθαρωτάτῃ ψυχῇ, τῷ πάντων αἰτίῳ προσέφερες· οὗ τὸ σὸν εἰς χεῖρας, Σεμνὴ παρέθου πνεῦμα.ΘεοτοκίονΟ ὑπερούσιος Θεός, οὐσιοῦται δι’ ἡμᾶς τῶν σῶν ἐκ σπλάγχνων, τὴν φθαρεῖσαν οὐσίαν, ἀνακαινίσαι ζητῶν, δι’ οἶκτον Παρθένε καὶ ἔλεον, ὁ δεδοξασμένος, εἰς πάντας τοὺς αἰῶνας.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Τὸν ἐν καμίνῳ τοῦ πυρός, τῶν Ἑβραίων τοῖς Παισὶ συγκαταβάντα, καὶ τὴν φλόγα εἰς δρόσον, μεταβαλόντα Θεόν, ὑμνεῖτε τὰ ἔργα ὡς Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».
Κανών α', ᾨδὴ θ', τῆς Ἐορτῆς
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Μεγάλυνον, ψυχή μου, τήν τιμιωτέραν τῶν ἄνω στρατευμάτων.«Ἀπορεῖ πᾶσα γλῶσσα, εὐφημεῖν πρὸς ἀξίαν, ἰλιγγιᾷ δὲ νοῦς καὶ ὑπερκόσμιος, ὑμνεῖν σε Θεοτόκε ὅμως ἀγαθὴ ὑπάρχουσα, τὴν πίστιν δέχου καὶ γὰρ τὸν πόθον οἶδας, τὸν ἔνθεον ἡμῶν σὺ γὰρ Χριστιανῶν εἶ προστάτις, σὲ μεγαλύνομεν.»Μεγάλυνον, ψυχή μου, τόν ἐν Ἰορδάνῃ ἐλθόντα βαπτισθῆναι.Δαυῒδ πάρεσο, Πνεύματι τοῖς φωτιζομένοις Νῦν προσέλθετε, ᾆδε πρὸς Θεόν, ἐν πίστει λέγων φωτίσθητε οὗτος ὁ πτωχὸς ἐκέκραξεν Ἀδὰμ ἐν πτώσει καὶ γὰρ αὐτοῦ εἱσήκουσε Κύριος ἐλθών, ῥείθροις τοῦ Ἰορδάνου, φθαρέντα δὲ ἀνεκαίνισεν.Μεγάλυνον, ψυχή μου, τόν ὑπό Προδρόμου τό βάπτισμα λαβόντα.Ὁ Ἡσαΐας λούσασθε, καὶ καθάρθητε φάσκει τάς πονηρίας ἔναντι, ἀφέλεσθε Κυρίου οἱ διψῶντες, ὕδωρ ἐπὶ ζῶν πορεύεσθε ῥανεῖ γὰρ ὕδωρ καινοποιὸν Χριστός, τοῖς προστρέχουσιν αὐτῷ ἐν πίστει, καὶ πρὸς ζωὴν τὴν ἀγήρω, βαπτίζει Πνεύματι.Μεγάλυνον, ψυχή μου, τόν ἐκ τῆς πατρῴας φωνῆς μαρτυρηθέντα.Συντηρώμεθα χάριτι, πιστοὶ καὶ σφραγῖδι ὡς γὰρ ὄλεθρον ἔφυγον, φλιᾶς Ἑβραῖοι πάλαι αἱμαχθείσης· οὕτω καὶ ἡμῖν, ἐξόδιον τὸ θεῖον τοῦτο, τῆς παλιγγενεσίας λουτήριον ἔσται ἔνθεν καὶ τῆς Τριάδος, ὀψόμεθα φῶς τὸ ἄδυτον.
Κανών β', ᾨδὴ θ', τοῦ Ὁσίου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων φύσις γεραίρουσα, τὴν Ἱερὰν πανήγυριν τῆς Θεομήτορος, καὶ βοάτω· Χαίροις παμμακάριστε, Θεοτόκε Ἁγνὴ ἀειπάρθενε».Ἅπασαν τρυφήν, τοῦ βίου κατέπτυσας, Πάτερ θεσπέσιε, διὰ τὴν οὐράνιον, τρυφὴν καὶ δόξαν· σκληραγωγίᾳ γάρ, σὺ τῶν παθῶν ἐσπούδασας, σβέσαι τὴν κάμινον, καὶ πολλοῖς σου, δάκρυσι Γεώργιε, Μοναζόντων σεμνὸν ἐγκαλλώπισμα.Νῦν ὡς ἀληθῶς, Θεοῦ κατενώπιον, ἵστασαι Πάνσοφε, ᾧ περ δι’ ἀσκήσεως, οἰκειωθῆναι πρότερον ἔσπευσας, καὶ τῶν αὐτοῦ ἐμφάσεων, κατατρυφᾷς ἐμφανῶς· ὅθεν πᾶσι, δίδου τοῖς τιμῶσι σε, φωτισμὸν καὶ τῶν θείων τὴν μέθεξιν.Ἤρθης πρὸς τὸ φῶς, τὸ ἄδυτον Ἔνδοξε, σκότους τοῦ βίου ῥυσθείς, καὶ τῷ παντοκράτορι, καὶ τρισηλίῳ Φωτὶ παρίστασαι, μετὰ τῶν ἄνω τάξεων, καὶ τῆς ἐκεῖθεν τρυφᾷς, πεμπομένης, λάμψεως Μακάριε, καὶ ἡμᾶς φρυκτωρεῖς τοὺς ὑμνοῦντας σε.ΘεοτοκίονὍλον με Θεός, θεῶσαι βουλόμενος, ὅλος ἑνοῦταί σοι, καὶ τὸ ἀκατάληπτον, καινοτομεῖται πᾶσι Μυστήριον· τίκτεις Παρθένος ἄφθορος, καὶ σὰρξ ὁρᾶται Θεός· ὃν τιμῶντες, σὲ νῦν μακαρίζομεν, Μαριὰμ ὡς αὐτὴ προεφήτευσας.
Κανών γ', ᾨδὴ θ', τῆς Ὁσίας
Ἦχος β'
Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον ΤΟ ΑΚΟΥΤΕ
Ἱερώταται χορεῖαι, τῇ σεπτῇ σου κοιμήσει, ἐξάρχουσαι τῆς θείας σου ψυχῆς, τοῖς καθορῶσιν ἐφάνησαν, ἱεραῖς μελῳδίαις, εἰς τόπον ὁδηγοῦσαι σε σκηνῆς θαυμαστῆς, ἔνθα ἦχος, ἐορταζόντων Ἔνδοξε.Ὡς τῆς ἀμπέλου σὺ θεῖον, εὐφορώτατον κλῆμα, φανεῖσα κατανύξεως ἡμῖν, θείους ἐξήνθησας βότρυας, ἀναβλύζοντας οἶνον, ἰάσεων Δομνίκα τῶν ψυχῶν, καὶ καρδίας τῶν πίστει, τιμώντων σε εὐφραίνοντας.Σωματικῶν παθημάτων, ψυχικῶν τε κηλίδων, καὶ πάσης τοῦ ἐχθροῦ ἐπιβουλῆς, ῥῦσαι ἡμᾶς ταῖς πρεσβείαις σου, τοὺς τῇ σκέπῃ σου πόθῳ προσφεύγοντας Δομνίκα καὶ τὴν σήν, Ἑορτὴν ἐκτελοῦντας, τὴν θείαν καὶ σεβάσμιον.Ἡλιακὴν ὡς ἀκτῖνα καταυγάζουσαν πάντας, ὡς νύμφην τοῦ Χριστοῦ περικαλῆ, καὶ ὡς Τρυγόνα φιλόσεμνον, ὡς Ἐλαίαν ὡς Κέδρον, ὡς οὖσαν ἐκλεκτὴν Περιστεράν, εὐφημοῦμέν σε πάντες, Δομνίκα κυριώνυμε.ΘεοτοκίονΦεῖσαί μου Κύριε φεῖσαι, ὅταν μέλλῃς με κρίναι, καὶ μὴ καταδικάσῃς με εἰς πῦρ, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, δυσωπεῖ σε Παρθένος, ἡ σὲ κυοφορήσασα Χριστέ, τῶν Ἀγγέλων τὰ πλήθη, καὶ τῶν Ὁσίων τάγματα.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον, τὸν ἀρρήτῳ σοφίᾳ, ἥκοντα καινουργῆσαι τὸν Ἀδάμ, βρώσει φθορᾷ πεπτωκότα δεινῶς, ἐξ ἁγίας Παρθένου, ἀφράστως σαρκωθέντα δι' ἡμᾶς, οἱ πιστοὶ ὁμοφρόνως, ἐν ὕμνοις μεγαλύνομεν».
Ἐξαποστειλάριον τῆς Ὁσίας
Ἦχος γ'
Ἐπεσκέψατο ἡμᾶς ΤΟ ΑΚΟΥΤΕ
Τῶν γηΐνων καὶ φθαρτῶν, καταφρονήσασα Σεμνή, τῷ διαπύρῳ πρὸς Χριστόν, ζήλῳ σου τῶν ἐν οὐρανοῖς, ἀφθάρτων ἐπεθύμησας· Χριστὸς ὅθεν σὲ στέφει, ἀφθάρτοις ἐν στέμμασι.
Ἐξαποστειλάριον τῆς Ἑορτῆς
Ἦχος γ'
Ἐπεσκέψατο ἡμᾶς ΤΟ ΑΚΟΥΤΕ
Ἐπεφάνη ὁ Σωτήρ, ἡ χάρις ἡ ἀλήθεια, ἐν ῥείθροις τοῦ Ἰορδάνου, καὶ τοὺς ἐν σκότει καὶ σκιᾷ, καθεύδοντας ἐφώτισε· καὶ γὰρ ἦλθεν ἐφάνη, τὸ φῶς τὸ ἀπρόσιτον.
Ἀπόστιχα Στιχηρὰ ΠροσόμοιαἮχος β'Οἶκος τοῦ Ἐφραθᾶ ΤΟ ΑΚΟΥΤΕΜέγα καὶ φοβερόν, μυστήριον τελεῖται! Δεσπότης γὰρ τῶν ὅλων, βροτῶν εἰς ῥύψιν πάντων, χειρὶ δούλου βαπτίζεται.Στίχ. Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω.Ἄνωθεν ὁ Πατήρ, ἐβόα· Οὗτός ἐστιν, Υἱὸς ἀγαπητός μου, ὁ ἐν ῥείθροις Ἰορδάνου, σαρκὶ νῦν βαπτιζόμενος.Στίχ. Τὶ σοί ἐστι θάλασσα, ὅτι ἔφυγες; καὶ σοὶ Ἰορδάνη ὅτι ἐστράφης εἰς τὰ ὀπίσω;Τάξεις Ἀγγελικαί, ἰδοῦσαι τὸν Δεσπότην, ὁμοιωθέντα δούλοις, καὶ ῥείθροις βαπτισθέντα, ὑμνοῦσαι ἐξεπλήττοντο.
Θεοτοκίον
Ἦχος β'
Ἦλθεν ὁ φωτισμός, ἡ λύτρωσις ἐφάνη, ἐν Ἰορδάνῃ, δεῦτε, συνέλθωμεν ῥυφθῆναι, φαιδρῶς συνεορτάζοντες.
Εἰς τὴν Λειτουργίαν ψάλλομεν, ἀντὶ τῶν Τυπικῶν, τὰ Ἀντίφωνα.
Ἀντίφωνον Α᾽Ἦχος β'Στίχ. α'. Ἐν ἐξόδῳ Ἰσραὴλ ἐξ Αἰγύπτου, οἴκου Ἰακώβ.Στίχ. β'. Ἐγενήθη Ἰουδαία ἁγίασμα αὐτοῦ, ἐκ λαοῦ βαρβάρου.Στίχ. γ'. Ἡ θάλασσα εἶδε, καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω.Στίχ. δ'. Τὶ σοί ἐστι θάλασσα ὅτι ἔφυγες; καὶ σοὶ Ἰορδάνη, ὅτι ἐστράφης εἰς τὰ ὀπίσω;Ἀντίφωνον Β᾽Ἦχος β'Στίχ. α'. Ἠγάπησα, ὅτι εἰσακούσεται Κύριος τῆς φωνῆς τῆς δεήσεώς μου.Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν Ἰορδάνῃ ὑπὸ Ἰωάννου βαπτισθείς, ψάλλοντάς σοι, Ἀλληλούϊα.Στιχ. β'. Ὅτι ἔκλινε τὸ οὖς αὐτοῦ ἐμοί, καὶ ἐν ταῖς ἡμέραις μου ἐπικαλέσομαι.Στίχ. γ'. Περιέσχον μοι ὠδῖνες θανάτου, κίνδυνοι ᾅδου εὓροσὰν με.Στίχ. δ'. Ἐλεήμων ὁ Κύριος καὶ δίκαιος, καὶ ὁ Θεὸς ἡμῶν ἐλεεῖ.Ἀντίφωνον Γ᾽Ἦχος α'Στίχ. α'. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.Ἦχος α'Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητόν σε Υἱὸν ὀνομάζουσα καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.Στίχ. β'. Εἰπάτω δὴ οἶκος Ἰσραήλ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.Στίχ. γ'. Εἰπάτω δὴ οἶκος Ἀαρών, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.Στίχ. δ'. Εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοι τὸ Κύριον, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Εἰς τό, Ἑξαιρέτως
Ἦχος β'
Μεγαλυνάριον ΤΟ ΑΚΟΥΤΕ
Σήμερον ὁ Δεσπότης, κλίνει τόν αὐχένα χειρί τῇ τοῦ Προδρόμου.«Ὢ τῶν ὑπὲρ νοῦν τοῦ τόκου σου θαυμάτων! Νύμφη Πάναγνε, Μῆτερ εὐλογημένη. Δι' ἧς τυχόντες, παντελοῦς σωτηρίας, Ἐπάξιον κροτοῦμεν, ὡς εὐεργέτῃ, Δῶρον φέροντες, ὕμνον εὐχαριστίας».
ΚοινωνικὸνἘπεφάνη ἡ χάρις τοῦ Θεοῦ, ἡ σωτήριος πᾶσιν ἀνθρώποις. Ἀλληλούϊα.
| TA ΜΗΝΑΙΑ | Ιανουάριος | 08 |
Jan 09
Τῌ Θ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥΜνήμη τοῦ Ἁγίου Μάρτυρος Πολυεύκτου.
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς.
Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς
Ἦχος πλ. δ'
Κύριε εἰ καὶ κριτηρίῳ ΤΟ ΑΚΟΥΤΕ
Κύριε, εἰ καὶ Ἰωάννῃ παρέστης, ἐν Ἰορδάνῃ ὡς ἄνθρωπος, ἀλλ' οὐκ ἀπελείφθης τοῦ θρόνου, τῷ Πατρὶ συγκαθεζόμενος· καὶ βαπτισθεὶς δι' ἡμᾶς, τὸν κόσμον ἠλευθέρωσας, ἐκ τῆς δουλείας τοῦ ἀλλοτρίου, ὡς οἰκτίρμων καὶ φιλάνθρωπος.
Ἦχος πλ. δ'
Κύριε, εἰ καὶ Ἰορδάνου τὰ ῥεῖθρα, περιεβάλου ὡς ἄνθρωπος, ἀλλ' ἐμαρτυρήθης ἐξ ὕψους, τῇ καταβάσει τοῦ Πνεύματος, καὶ ἡ φωνὴ τοῦ Πατρός, Υἱὸν σε ἐμαρτύρησεν· ἀλλ' ἐμφάνηθι καὶ παράσχου, ἀφθαρσίαν ταῖς ψυχαῖς ἡμῶν.
Ἦχος πλ. δ'
Κύριε, σὺ ἐκ τοῦ Πατρὸς πρὸ αἰώνων, γεννηθεὶς ὁ ἀναλλοίωτος, ἦλθες ἐπ' ἐσχάτων τῶν χρόνων, καὶ μορφὴν δούλου ἀνέλαβες, καὶ τὴν εἰκόνα τὴν σήν, ὡς Κτίστης ἀνεκαίνισας· βαπτισθεὶς γὰρ ἐδωρήσω, ἀφθαρσίαν ταῖς ψυχαῖς ἡμῶν.
Στιχηρὰ Προσόμοια τοῦ Ἁγίου
Ἦχος α'
Τῶν οὐρανίων ταγμάτων ΤΟ ΑΚΟΥΤΕ
Δαυϊτικῶς ὡς ἐκ λάκκου, ταλαιπωρίας Χριστός, καὶ ἐκ πηλοῦ ἰλύος, τῶν εἰδώλων τῆς πλάνης, ἀνήγαγέ σε Μάρτυς· ἔστησε γάρ, ἐπὶ πέτραν τοὺς πόδας σου, τῆς ἑαυτοῦ ἐπιγνώσεως μυστικῶς· ὃν ἱκέτευε σωθῆναι ἡμᾶς.
Ἦχος α'
Οὔτε συζύγου ὁ πόθος, οὔτε τῶν τέκνων στοργή, οὐ κηδεστοῦ ἀξία, οὔτε περιουσία, κτημάτων ἢ χρημάτων, σοῦ τὸ στερρόν, τῆς ψυχῆς παρεσάλευσαν, ἀπὸ τῆς Πίστεως ὄντως τῆς εἰς Χριστόν, παμμακάριστε Πολύευκτε.
Ἦχος α'
Καὶ πρὸ τῆς χάριτος Μάκαρ, τῆς σῆς ἀθλήσεως, δικαιοσύνης ἔργοις, ἀληθῶς ἐκοσμήθης· ὅθεν μετὰ ταῦτα, Μάρτυς πιστός, ἠξιώθης γενέσθαι Χριστοῦ, ἐν τῷ ἰδίῳ σου αἵματι βαπτισθείς, εἰς τὸν θάνατον αὐτοῦ εὐσεβῶς.
Δοξαστικὸν, Τοῦ Ἁγίου
Ἦχος α'
Βύζαντος
Τὰ τῶν Ἀγγέλων στρατεύματα, σήμερον χορεύουσιν, ἐπὶ τῇ μνήμῃ τοῦ Μάρτυρος Πολυεύκτου, καὶ τῶν ἀνθρώπων τὸ γένος, πιστῶς πανηγυρίζει, καὶ χαρμονικὼς ἐκβοᾷ. Χαίροις Πανεύφημε, ὁ τοῦ πολυπλόκου Βελίαρ, τὰ ἔνέδρα τροπωσάμενος, καὶ τῆς νίκης τὸν στέφανον, παρὰ Χριστοῦ ἀναδησάμενος. Χαίροις Στρατιῶτα τοῦ μεγάλου Βασιλέως, καὶ Σωτῆρος ἡμῶν, ὁ τοὺς βωμοὺς τῶν εἰδώλων καταστρεψάμενος. Χαίροις Μαρτύρων ἐγκαλλώπισμα. Πρέσβευε λυτρωθῆναι ἀπὸ πάσης ἀνάγκης, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου.
Τῆς Ἑορτῆς
Ἦχος β'
Σήμερον ὁ οὐρανοῦ καὶ γῆς Ποιητής, παραγίνεται σαρκὶ ἐν Ἰορδάνῃ, βάπτισμα αἰτῶν ὁ ἀναμάρτητος, ἵνα καθάρῃ τὸν κόσμον ἀπὸ τῆς πλάνης τοῦ ἐχθροῦ, καὶ βαπτίζεται ὑπὸ δούλου ὁ Δεσπότης τῶν ἁπάντων, καὶ καθαρισμὸν δι᾽ ὕδατος, τῷ γένει τῶν ἀνθρώπων δωρεῖται. Αὐτῷ βοήσωμεν, ὁ ἐπιφανεὶς Θεὸς ἡμῶν, δόξα σοι.
Ἀποστιχα Στιχηρὰ ΠροσόμοιαἮχος πλ. β'Τριήμερος ἀνέστης Χριστὲ ΤΟ ΑΚΟΥΤΕἘπέστης ἐν τοῖς ὕδασιν, ὁ πᾶσιν ἀκατάληπτος, τῷ Προδρόμῳ, ὑποκλίνας κεφαλήν· καὶ κόσμον ἁγιάσας, δουλείας ἐλυτρώσω, τῷ βαπτισμῷ σου Ἀναμάρτητε.Στίχ. Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω.Υἱὸν ἀγαπητὸν ὁ Πατήρ, ἐκ τῶν ὑψίστων ἄνωθεν, καὶ τὸ Πνεῦμα ἐμαρτύρει σε Χριστέ· δι' οὗ τὸ τῆς Τριάδος, μυστήριον ἐγνώσθη, ἐν Ἰορδάνῃ βαπτισθέντος σου.Στίχ. Τὶ σοί ἐστι θάλασσα, ὅτι ἔφυγες; καὶ σοὶ Ἰορδάνη ὅτι ἐστράφης εἰς τὰ ὀπίσω;Ἡγίασας τὰ ῥεῖθρα Σωτήρ, τοῦ Ἰορδάνου ἅπαντα, καὶ τὴν φύσιν, τῶν ὑδάτων ὡς Θεός· διὸ σε καὶ δοξάζει, τὸ γένος τῶν ἀνθρώπων, καὶ ἀνυμνεῖ σὴν Ἐπιφάνειαν.
Θεοτοκίον
Ἦχος δ'
Ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον, δι' ἡμᾶς καθ' ἡμᾶς γενέσθαι κατηξίωσε, ῥεῖθρα περιβάλλεται σήμερον τὰ Ἰορδάνια, οὐκ αὐτὸς τούτων, πρὸς κάθαρσιν δεόμενος, ἀλλ' ἡμῖν ἐν ἑαυτῷ, οἰκονομῶν τὴν ἀναγέννησιν.Ὢ τοῦ θαύματος! δίχα πυρὸς ἀναχωνεύει, καὶ ἀναπλάττει ἄνευ συντρίψεως, καὶ σῴζει τοὺς εἰς αὐτὸν φωτιζομένους, Χριστὸς ὁ Θεός, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Ἀπολυτίκιον
Ἦχος δ' ΤΟ ΑΚΟΥΤΕ
Ταχὺ προκατάλαβε
Ὁ Μάρτυς σου, Κύριε, ἐν τῇ ἀθλήσει αὐτοῦ, τὸ στέφος ἐκομίσατο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· ἔχων γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλεν, ἔθραυσε καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση. Αὐτοῦ ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τάς ψυχὰς ἡμῶν.
Ἀπολυτίκιον τῆς ἑορτῆς
Ἦχος α'
Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητόν σε Υἱὸν ὀνομάζουσα, καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα
Ἦχος δ'
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ΤΟ ΑΚΟΥΤΕ
Τοῖς οἰκτιρμοῖς σου ὁ Θεὸς δυσωπούμενος, τὸ πλανηθὲν ἀπολωλὸς ἐξεζήτησας, διὰ σπλάγχνα ἐλέους σου φιλάνθρωπε· ὅθεν παραγέγονας, ἐπὶ τὸν Ἰορδάνην, γνωρίσαι τὸ μυστήριον, τῆς Ἁγίας Τριάδος· καὶ ἀνυμνοῦντες κραυγάζομεν πιστῶς· Ἦλθες ἐφάνης τὸ Φῶς τὸ ἀπρόσιτον.Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ
Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα
Ἦχος πλ. δ'
Ἀνέστης ἐκ νεκρῶν ΤΟ ΑΚΟΥΤΕ
Ἐπέφανεν ἡμῖν, ὁ τῶν ὅλων Δεσπότης, ἐν ῥείθροις μυστικῶς, Ἰορδάνου χωνεῦσαι, πᾶσαν τὴν ἁμαρτίαν, ὡς ἐλεήμων καὶ ὑπεράγαθος, πᾶσα κτίσις σκιρτάτω, ὅτι βαπτίζεται Χριστὸς ὁ Κύριος, ὁ εὐδοκήσας σῶσαι ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων.Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ
β' Κανών τῆς Ἐορτῆς, τοῦ Ἁγίου Ἰωάννου τοῦ Δαμασκηνοῦ, οὗ ἡ Ἀκροστιχὶς διὰ Στίχων Ἡρωελεγείων.ᾨδὴ α'
Ἦχος β'
Ἰαμβικὸς Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Στείβει θαλάσσης, κυματούμενον σάλον,Ἤπειρον αὖθις, Ἰσραὴλ δεδειγμένον.Μέλας δὲ πόντος, τριστάτας Αἰγυπτίων,Ἔκρυψεν ἄρδην, ὑδατόστρωτος τάφος,Ῥώμῃ κραταιᾷ, δεξιᾶς τοῦ Δεσπότου.»Ὄρθρου φανέντος τοῖς βροτοῖς σελασφόρου,Νῦν ἐξ ἐρήμου, πρὸς ῥοὰς ἸορδάνουἌναξ ὑπέσχες, ἡλίου σὸν αὐχένα,Χώρου ζοφώδους, τὸν Γενάρχην ἁρπάσαι,Ῥύπου τε παντός, ἐκκαθᾶραι τὴν κτίσιν.Ἄναρχε ῥείθροις, συνταφέντα σοι Λόγε,Νέον περαίνεις, τὸν φθαρέντα τῇ πλάνῃ,Ταύτην ἀφράστως, πατρόθεν δεδεγμένος,Ὄπα κρατίστην Οὗτος ἠγαπημένος,Ἴσος τέ μοι Παῖς, χρηματίζει τὴν φύσιν.
Ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς.Τὴν σὴν δίδου μοι Μάρτυς εὐκταίαν χάρινΘεοφάνους.ᾨδὴ α'
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἡ κεκομμένη, τὴν ἄτομον ἔτεμε, καὶ εἶδεν ἥλιος γῆν, ἣν οὐκ ἐθεάσατο, ἀλάστορα ἐχθρὸν τὸ ὕδωρ κατεπόντισε, καὶ ἄβατον διῆλθεν Ἰσραήλ, ᾠδὴ ἀνεμέλπετο. Τῷ Κυρίῳ ᾄσωμεν, ἐνδόξως γὰρ δεδόξασταιΤῆς πολυεύκτου, τρυφῆς ἐμφορούμενος, καὶ μακαρίας αἴγλης, ἔνδοξε πληρούμενος, καὶ τῆς Ἀγγελικῆς χορείας ἀξιούμενος, τοὺς τὴν σὴν εὐφημοῦντας Ἑορτήν, Πολύευκτε περίσῳζε, τῷ Κυρίῳ ψάλλοντας· Ἐνδόξως γὰρ δεδόξασται.Ἡ φωτοφόρος, καὶ εὔσημος μνήμη σου, φωτὸς τοῦ θειοτάτου, πλήρης ἀνατέταλκε, φωτίζουσα λαμπρῶς, τοὺς πίστει ἀνυμνοῦντάς σε, γενναῖε στρατιῶτα τοῦ Χριστοῦ, Πολύευκτε πανόλβιε, τῷ Κυρίῳ ψάλλοντας· Ἐνδόξως γὰρ δεδόξασται.Νενευρωμένος, ἰσχύϊ τοῦ Πνεύματος, καὶ θείαν δυναστείαν, Μάκαρ ἐνδυσάμενος, ἐχώρησας στερρῶς, πρὸς τὴν πάλην τοῦ ἀλάστορος, καὶ τοῦτον κατὰ κράτος καθελών, προθύμως ἀνεκραύγαζες· Τῷ Κυρίῳ ᾄσωμεν, ἐνδόξως γὰρ δεδόξασται.ΘεοτοκίονΣεσαρκωμένον, τὸν πρότερον ἄσαρκον, Παρθένε Θεοτόκε, τέτοκας πανάχραντε, πανάμωμος σαφῶς, Παρθένος διαμείνασα, τὸν πλούτῳ εὐσπλαγχνίας δι' ἡμᾶς, πτωχεύσαντα καὶ σώσαντα τοὺς αὐτῷ κραυγάζοντας· ἐνδόξως γὰρ δεδόξασται.
ᾨδὴ γ', β' Κανών τῆς Ἐορτῆς
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὅσοι παλαιῶν, ἐκλελύμεθα βρόχων,Βορῶν λεόντων, συντεθλασμένων μύλας,Ἀγαλλιῶμεν, καὶ πλατύνωμεν στόμα,Λόγῳ πλέκοντες, ἐκ λόγων μελῳδίαν,ᾯ τῶν πρὸς ἡμᾶς, ἥδεται δωρημάτων.»Νέκρωσιν ὁ πρίν, ἐμφυτεύσας τῇ κτίσει,Θηρὸς κακούργου, σχηματισθεὶς εἰς φύσιν,Ἐπισκοπεῖται , σαρκικῇ παρουσίᾳ·Ὄρθρῳ φάναντι, προσβαλὼν τῷ Δεσπότῃ,Φλᾶν τὴν ἑαυτοῦ, δυσμενεστάτην κάραν.Ἕλκει πρὸς αὐτὸν τὴν θεόδμητον φύσιν,Γαστρὸς τυράννου, συγκεχωσμένην ὂροις.Γεννᾷ τε αὖθις, γηγενῶν ἀναπλάσει,Ἔργον φέριστον, ἐκτελῶν ὁ Δεσπότης.Ἷκται γὰρ αὐτήν, ἐξαλεξῆσαι θέλων.
Κανών β', ᾨδὴ γ', τοῦ Ἁγίου Μάρτυρος
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σὺ εἶ τὸ στερέωμα, τῶν προστρεχόντων σοι Κύριε, σὺ εἶ τὸ φῶς τῶν ἐσκοτισμένων, καὶ ὑμνεῖ σε τὸ πνεῦμά μου».Ἤμειψας τὸ φρόνημα, πρὸς τὴν εὐσέβειαν ἄνωθεν, ἀξιωθείς, θείας ὀπτασίας, τοῦ Σωτῆρος Πολύευκτε.Νίκης ἐφιέμενος, πάντων κατέπτυσας Ἔνδοξε, τῶν ἐπὶ γῆς, καὶ τῆς οὐρανίου, κληρουχίας ἠξίωσαι.Δόξης ὀρεγόμενος, τῆς ὑπὲρ ἔννοιαν ὥρμησας, καρτερικῶς, καὶ τὴν τῶν ειδώλων, ἀδοξίαν κατέβαλες.ΘεοτοκίονἼθυνόν μοι Δέσποινα, τὰ διαβήματα, ἵνα σοῦ, πρὸς τὸν Υἱόν, δι' ἐπαινουμένης, πολιτείας πορεύσωμαι.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Σὺ εἶ τὸ στερέωμα, τῶν προστρεχόντων σοι Κύριε, σὺ εἶ τὸ φῶς τῶν ἐσκοτισμένων, καὶ ὑμνεῖ σε τὸ πνεῦμά μου».
Κάθισμα τοῦ Ἁγίου Μάρτυρος
Ἦχος πλ. α'
Τὸν συνάναρχον Λόγον ΤΟ ΑΚΟΥΤΕ
Ὡς καλὸς στρατιώτης Χριστοῦ τοῦ πάντων Θεοῦ, ἐν τῇ χάριτι τούτου ἐνδυναμούμενος, ὅλον μετέθηκας σαυτόν, ἐν τῇ ἀγάπῃ αὐτοῦ, διὰ Νεάρχου τοῦ πιστοῦ, συστρατιώτου σου σοφέ· διὸ νομίμως ἀθλήσας, ἀξίως ἐστεφανώθης, παρὰ Κυρίου Μάρτυς Πολύευκτε.Δόξα... Καὶ νῦν... Τῆς Ἑορτῆς ὅμοιονἸορδάνου τὸ ῥεῖθρον περιβαλλόμενος, ὁ τὸ φῶς παραδόξως ἀναβαλλόμενος, ἐν αὐτῷ τὴν τοῦ Ἀδάμ, φύσιν ἀνέπλασας, συντριβεῖσαν πονηρᾷ, παρακοῇ Λόγε Θεοῦ· διὸ σε ἀνευφημοῦμεν, καὶ τὴν ἁγίαν σου πάντες, δοξολογοῦμεν Ἐπιφάνειαν.
ᾨδὴ δ', β' Κανών τῆς Ἐορτῆς
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Πυρσῷ καθαρθεὶς μυστικῆς θεωρίας,Ὑμνῶν Προφήτης τὴν βροτῶν καινουργίαν,Ῥήγνυσι γῆρυν, Πνεύματι κροτουμένην,Σάρκωσιν ἐμφαίνουσαν ἀρρήτου Λόγου,ᾯ τῶν δυναστῶν τὰ κράτη συνετρίβη».Πεμφθεὶς ὁ Πατρὸς παμφαέστατος Λόγος,Νυκτὸς διῶσαι τὴν καχέσπερον σχέσιν,Ἔκριζον ἥκεις, καὶ βροτῶν ἁμαρτίας,Υἷας συνελκύσαι τε τῇ σῇ Βαπτίσει,Μάκαρ φαεινούς, ἐκ ῥοῶν Ἰορδάνου.Αὐτὸν προσιδὼν τὸν περίκλυτον Λόγον,Τρανῶς ὁ κήρυξ ἐκβοᾶται τῇ κτίσει,Οὗτος προών μου, δεύτερος τῷσαρκίῳ, Σύμμορφος ἐξέλαμψεν ἐνθέῳ σθένει,Ἔχθιστον ἡμῶν ἐξελεῖν ἁμαρτίαν.Νομὴν πρὸς αὐτὴν τὴν φερέσβιον φέρων,Θηρᾷ δρακόντων φωλεοῖς ἐπιτρέχων.Ἄπλητα κύκλα καββαλὼν Θεὸς Λόγος,Πτέρνῃ τε τὸν πλήττοντα παμπήδην γένος,Τοῦτον καθειργνύς, ἐκσαῴζει τὴν κτίσιν.
Κανών β', ᾨδὴ δ', τοῦ Ἁγίου Μάρτυρος
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σὺ μου ἰσχύς, Κύριε, σὺ μου καὶ δύναμις, σὺ Θεός μου, σὺ μου ἀγαλλίαμα, ὁ Πατρικοὺς κόλπους μὴ λιπών, καὶ τὴν ἡμετέραν, πτωχείαν ἐπισκεψάμενος· διὸ σὺν τῷ Προφήτῃ, Ἀββακούμ σοι κραυγάζω, τῇ δυνάμει σοι δόξα φιλάνθρωπε».Δι᾽ εὐσεβοῦς, ὁμολογίας Πανάριστε, τῷ Δεσπότῃ, σαυτὸν προσενήνοχας, τὴν δι᾽ αὐτόν, Ἔνδοξε σφαγήν, πόθῳ δεδεγμένος· καὶ μώμου παντὸς ἐλεύθερος, γενόμενος ἐντεῦθεν, τῷ Σωτῆρι κραυγάζεις. Τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.Ὁ γλυκασμός, τῆς εὐσεβείας ἠδύνθη σοι· ἐπτερώθης, θείας ἀγαπήσεως, τῷ καθαρῷ καὶ εἰλικρινεῖ, πόθῳ τετρωμένος, καὶ ἔρωτι πυρπολούμενος, τῆς ἄνω Βασιλείας, μελῳδεῖς τῷ Δεσπότῃ· Τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.Ὑπερφυεῖ, ὁμοφροσύνῃ συνδούμενος, τῷ Νεάρχῳ, τούτου τε τοῖς ῥήμασι, κατηχηθείς, πρὸς τὴν εὐσεβῆ, πίστιν τῆς Τριάδος, θέοφρον Μάρτυς Πολύευκτε, τῆς ὄντως πολυεύκτου, καὶ τῆς πεποθημένης, ἠξιώθης Μαρτύρων φαιδρότητος.Μαρτυρικοῖς συνηριθμήθης στρατεύμασι· βασιλείαν, ἔλαβες ἀσάλευτον, νεοσφαγής, ταύτης ἐπιβάς, ἔτι τῶν αἱμάτων, σταζόντων· ἤχθης δὲ Πάνσοφε, χαρᾶς ἀδιαδόχου, καὶ φωτὸς ἀνεσπέρου, καὶ μεγάλης εὐκλείας τευξόμενος.ΘεοτοκίονὉμοιωθείς, τοῖς ἐπὶ γῆς ὁ οὐράνιος, οὐρανίους, τούτους ἀπειργάσατο, καὶ πεπονθώς, φύσει παθητῇ, θείας ἀπαθείας, τὴν μέθεξιν ἐδωρήσατο· τὴν τοῦτον οὖν τεκοῦσαν, ἀπειρόγαμον Κόρην, Θεοτόκον εἰδότες δοξάζομεν.
ᾨδὴ ε', β' Κανών τῆς Ἐορτῆς
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐχθροῦ ζοφώδους καὶ βεβορβορωμένου,Ἰὸν καθάρσει Πνεύματος λελουμένοι,Νέαν προσωρμίσθημεν ἀπλανῆ τρίβον,Ἄγουσαν ἀπρόσιτον εἰς θυμηδίαν,Μόνοις προσιτήν, οἷς Θεὸς κατηλλάγη».Ἀθρῶν ὁ Πλάστης ἐν ζόφῳ τῶν πταισμάτων,Σειραῖς ἀφύκτοις, ὂν διαρθροῖ δακτύλοις,Ἵστησιν ἀμφ᾽ ὤμοισιν ἐξάρας ἄνω,Νῦν ἐν πολυρρύτοισι δίναις ἐκπλύνων,Αἴσχους παλαιοῦ τῆς Ἀδὰμ καχεξίας.Μετ᾽ εὐσεβείας προσδράμωμεν εὐτόνως,Πηγαῖς ἀχράντοις ῥεύσεως σωτηρίου,Λόγον κατοπτεύσοντες ἐξ ἀκηράτου,Ἄντλημα προσφέροντα δίψης ἐνθέου,Κόσμου προσηνῶς ἐξακεύμενον νόσον.
Κανών β', ᾨδὴ ε', τοῦ Ἁγίου Μάρτυρος
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἵνα τὶ με ἀπώσω, ἀπὸ τοῦ προσώπου σου τὸ φῶς τὸ ἄδυτον, καὶ ἐκάλυψέ με, τὸ ἀλλότριον σκότος τὸν δείλαιον; ἀλλ᾽ ἐπίστρεψόν με, καὶ πρὸς τὸ φῶς τῶν ἐντολῶν σου, τάς ὁδούς μου κατεύθυνον δέομαι».Ἵνα τῆς ἀϊδίου, τύχῃς ἀπολαύσεως Μακαριώτατε, τὰ τερπνὰ τοῦ βίου, καὶ τῆς φύσεως τὴν οἰκειότητα, καὶ τρυφὴν καὶ δόξαν, καὶ τὴν ζωὴν αὐτὴν παρεῖδες, καὶ ἐλπίδος τῆς σῆς οὐ διήμαρτες.Μεμυσταγωγημένος, τὰ τῆς θείας ὄψεως θεῖα μυστήρια, σταθερᾷ τῇ γνώμῃ, πρὸς τελείους ἀγῶνες ἐχώρησας· καὶ τροπαιοφόρος, ἀναδειχθεὶς τῶν ἀκηράτων, ἠξιώθης στεφάνων Πολύευκτε.Ἀθεώτατον σέβας, φύσει μισοπόνηρον ἔχων τὸ φρόνημα, εὐσεβῶς ἀπώσω, καὶ Θεοὺς τοὺς ματαίους κατέστρεψας, εὐσεβείας ζήλῳ πυρποληθεὶς καὶ προθυμίας, θεοπνεύστου πλησθεὶς Παναοίδιμε.ΘεοτοκίονῬήσεσι τῶν χειλέων, Πάναγνε ἑπόμενοι σὲ μακαρίζομεν· μετὰ σοῦ γὰρ ὄντως, μεγαλεῖα ποιήσας ὁ Κύριος, ἐμεγάλυνέ σε, καὶ ἀληθῆ Θεοῦ Μητέρα, γεννηθεὶς ἐκ γαστρός σου ἀνέδειξεν.
ᾨδὴ ς', β' Κανών τῆς Ἐορτῆς
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἱμερτὸν ἐξέφηνε σὺν πανολβίῳ,Ἤχῳ Πατήρ, ὃν γαστρὸς ἐξηρεύξατο.Ναί φησιν, Οὗτος, συμφυὴς γόνος πέλων,Φώταυγος ἐξώρουσεν ἀνθρώπων γένους,Λόγος τέ μου ζῶν, καὶ βροτὸς προμηθείᾳ».Ἐκ ποντίου λέοντος ὁ τριέσπερος,Ξένως Προφήτης ἐγκάτοις φλοιδούμενος,Αὖθις προῆλθε, τῆς παλιγγενεσίας,Σωτηρίαν δράκοντος ἐκ βροτοκτόνου,Πᾶσι προφαίνων, τῶν χρόνων ἐπ᾽ ἐσχάτων.Ἀνειμένων Πόλοιο παμφαῶν πτυχῶν,Μύστης ὁρᾷ πρὸς Πατρὸς ἐξικνούμενον,Μένον τε Πνεῦμα τῷ παναχράντῳΛόγῳ, Ἐπελθὸν ὡς πέλειαν ἀφράστῳ τρόπῳ,Δήμοις τε φαίνει, προσδραμεῖν τῷ Δεσπότῃ.
Κανών β', ᾨδὴ ς', τοῦ Ἁγίου Μάρτυρος
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἄβυσσος ἁμαρτιῶν, καὶ πταισμάτων καταιγὶς με ταράττει, καὶ πρὸς βυθὸν βιαίας συνωθεῖ ἀπογνώσεως· ἀλλ᾽ αὐτὸς τὴν κραταιάν, χεῖρά μοι ἔκτεινον, ὡς τῷ Πέτρῳ, καὶ ἐκ βυθοῦ ἀνάγαγε».Τάξεως Ἀγγελικῆς, ἠξιώθης ἀξιάγαστε Μάρτυς, ἀγγελικὸν τὸν ζῆλον, προφανῶς ἐνδειξάμενος· σὺν αὐτοῖς οὖν ἐκτενῶς, Μάκαρ ἱκέτευε λυτρωθῆναι, ἐκ πειρασμῶν τοὺς ἀνυμνοῦντάς σε.Ὕπνωσας ἀγαπητοῖς, Ἀθλητὰ τὸν ὀφειλόμενον ὕπνον, ἀποτμηθεὶς τὴν κάραν, διὰ ξίφους πολύαθλε· καὶ τανῦν ἐν οὐρανοῖς, κλῆρον ἀκήρατον ἐκληρώσω, μετὰ Μαρτύρων αὐλιζόμενος.Σύμμορφος καὶ κοινωνός, παθημάτων τοῦ Σωτῆρος ἐγένου, τοῦ δι' ἡμᾶς τῷ πάθει, τοῦ Σταυροῦ ὁμιλήσαντος· καὶ νῦν Μάκαρ σὺν αὐτῷ, ὡς ἐπηγγείλατο βασιλεύεις, εἰς τὸν αἰῶνα τὸν ἀπέραντον.ΘεοτοκίονἜχουσα τὸ συμπαθές, ὡς τεκοῦσα τὸν φιλάνθρωπον Λόγον, σῶσον ἡμᾶς βιαίας, καὶ δεινῆς περιστάσεως· σὲ γὰρ μόνον οἱ πιστοί, πάναγνε Δέσποινα προστασίαν, ἀκαταμάχητον κεκτήμεθα.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ἄβυσσος ἁμαρτιῶν, καὶ πταισμάτων καταιγὶς με ταράττει, καὶ πρὸς βυθὸν βιαίας συνωθεῖ ἀπογνώσεως· ἀλλ᾽Αὐτὸς τὴν κραταιάν, χεῖρά μοι ἔκτεινον, ὡς τῷ Πέτρῳ, καὶ ἐκ βυθοῦ φθορᾶς ἀνάγαγε».
Κοντάκιον τοῦ Ἁγίου Μάρτυρος
Ἦχος δ'
Ἐπεφάνης σήμερον ΤΟ ΑΚΟΥΤΕ
Ὁ Δεσπότης κλίνας μὲν ἐν Ἰορδάνῃ, κεφαλὴν συνέτριψε, τάς τῶν δρακόντων κεφαλάς· τοῦ Ἀθλοφόρου ἡ κάρα δέ, ἀποτμηθεῖσα τὸν δόλιον ᾔσχυνεν.
Ὁ Οἶκος
Ἐν Ἰορδάνῃ ποταμῷ, ὁ Κτίστης τῶν ἁπάντων, τὴν κάραν ὑποκλίνας, τὸ Βάπτισμα λαμβάνει· καὶ τῶν δρακόντων κεφαλὰς ἀοράτως συνθλάσας, ῥώμην παρέσχε τοῖς βροτοῖς κατὰ τοῦ μεγαλόφρονος, τοῦ πρὶν ἐν Παραδείσῳ πτερνίσαντος τὸν Ἀδάμ, ἐν βρώσει τῇ τοῦ ξύλου, καὶ θανάτῳ ὑποβαλόντος αὐτὸν παρ᾽ ἐλπίδα. Διὸ ὁ ἀθλητὴς νῦν Πολύευκτος, κολακείαις γυναικὸς μὴ ὑποκύψας, ἤθλησε στερρῶς, προτείνας τὴν κάραν, ἥνπερ ἀποτμηθεῖσα, τὸν δόλιον ᾔσχυνε.
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ Θ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Πολυεύκτου.ΣτίχοιὉ Πολύευκτος, οὗ πάθος τομὴ Λόγε,Πολλῆς δι᾽ εὐχῆς, εἶχε σοῦ παθεῖν χάριν.Ἀμφ' ἐνάτην Πολύευκτε τομὴ μέγα δῶκέ σου εὖχος.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Εὐστρατίου τοῦ θαυματουργοῦ.ΣτίχοιΚἂν Εὐστρατίου πνεῦμα λαμβάνῃ πόλος,Τὸ σῶμα τῇ γῇ θαυμάτων βλύζει χάριν.Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ', β' Κανών τῆς Ἐορτῆς
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἔφλεξε ῥείθρῳ τῶν δρακόντων τάς κάρας,Ὁ τῆς καμίνου τὴν μετάρσιον φλόγα,Νέους φέρουσαν εὐσεβεῖς κατευνάσας,Τὴν δυσκάθεκτον ἀχλὺν ἐξ ἁμαρτίας,Ὅλην πλύνει δέ, τῇ δρόσῳ τοῦ Πνεύματος».Σὲ ζωγραφοῦσαν τὴν Ἀσσύριον φλόγα,Ἐκστῶσαν ἵστης, εἰς δρόσον μετηγμένην.Ὕδωρ ὅθεν νῦν ἀμφιέσσαο φλέγον,Σίντην κάκιστον Χριστὲ προσκεκευθμένον,Πρὸς τὴν ὄλισθον ἐκκαλούμενον τρίβον.Ἀπορραγέντος τοῦ Ἰορδάνου πάλαι,Ἰσθμῷ περᾶται λαός, Ἰσραηλίτης,Σὲ τὸν κράτιστον ἐμφοροῦντα τὴν κτίσιν,Ἠπειγμένως νῦν ἐν ῥοαῖς διαγράφων,Πρὸς τὴν ἄρρευστον καὶ ἀμείνονα τρίβον.Ἴδμεν τὸ πρῶτον τὴν πανώλεθρον κλύσιν,Οἰκτρῶς σε πάντων εἰς φθορὰν παρεισάγειν,Ὦ τρισμέγιστα χρηματίζων καὶ ξένα.Νῦν δὲ κλύσαντα Χριστὲ τὴν ἁμαρτίαν,Δι᾽ εὐπάθειαν, καὶ βροτῶν σωτηρίαν.
Κανών β', ᾨδὴ ζ', τοῦ Ἁγίου Μάρτυρος
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θεοῦ συγκατάβασιν, τὸ πῦρ ᾐδέσθη ἐν Βαβυλῶνί ποτε· διὰ τοῦτο οἱ Παῖδες ἐν τῇ καμίνῳ ἀγαλλομένῳ ποδί, ὡς ἐν λειμῶνι χορεύοντες ἔψαλλον· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».Ὑπέδειξας Δεσπότα, τῷ σῷ οἰκέτῃ τὴν δυναστείαν σου· διὰ τοῦτο προθύμως, πρὸς τοὺς ἀγῶνας, ἦλθεν αὐτόκλητος, καὶ νικηφόρος γενόμενος ἔψαλλεν· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.Κλητὴ καὶ πανεύσημος, ἡ ἑορτή σου Μάρτυς ἀνέτειλε· τῆς γὰρ ἐπιφανείας τοῦ σοῦ Δεσπότου, φῶς ἐπιφέρεται, καὶ καταυγάζει τοὺς πίστει κραυγάζοντας.·Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.Τὸν πλοῦτον τὸν ἄσυλον, τὸ διαμένον εὗρες ἀξίωμα, καὶ τὸ μὴ διαπίπτον, ἀλλ' εἰς αἰῶνας ἀϊδιούμενον, εἴληφας κλέος, κραυγάζων θεσπέσιε· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.ΘεοτοκίονἈνάρχῳ Γεννήτορι, τὸν συννημένως ἀεὶ νοούμενον, συλλαβοῦσα Παρθένε, σεσαρκωμένον Υἱὸν γεγέννηκας, διὰ τὸ σῶσαι τοὺς πίστει κραυγάζοντας. Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
ᾨδὴ η', β' Κανών τῆς Ἐορτῆς
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐλευθέρα μὲν ἡ κτίσις γνωρίζεται.Υἱοὶ δὲ φωτός, οἱ πρὶν ἐσκοτισμένοι.Μόνος στενάζει, τοῦ σκότους ὁ προστάτης.Νῦν εὐλογείτω συντόνως τὸν αἴτιον,Ἡ πρὶν τάλαινα τῶν Ἐθνῶν παγκληρία».Τριττοὶ θεουδεῖς ἐμπύρως δροσούμενοι,Αἰγλῆντα τριτταῖς παμφαῶς ἁγιστείαις,Σαφῶς ἐδήλουν τὴν ὑπέρτατον φύσιν,Μίξει βροτείᾳ πυρπολοῦσαν ἐν δρόσῳ,Εὐκτῶς ἅπασαν τὴν ὀλέθριον πλάνην.Λευχειμονείτω πᾶσα γήϊνος φύσις,Ἐκπτώσεως νῦν οὐρανῶν ἐπηρμένηᾯ γὰρ τὰ πάντα συντετήρηται ΛόγῳΝάουσι ῥείθροις ἐκπλυθεῖσα πταισμάτων,Τῶν πρὶν πέφευγε παμφαῶς λελουμένη.
Κανών β', ᾨδὴ η', τοῦ Ἁγίου Μάρτυρος
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἑπταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν, ἐμμανῶς ἐξέκαυσε· δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών, τὸν Δημιουργόν, καὶ Λυτρωτὴν ἀνεβόα· οἱ παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».Ἱερουργεῖται σήμερον, ἡ πολύευκτος, μνήμη σου, Μάρτυς τοῦ Χριστοῦ, ἀθλοφόρε Πολύευκτε· Χριστῷ γὰρ εὐάρεστος, δεκτὴ θυσία γέγονας, τῷ σφαγιασθέντι, διὰ σὲ καὶ τυθέντι· ὃν παῖδες εὐλογοῦσιν, ἱερεῖς ἀνυμνοῦσι, λαοὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.Ἀθλητικὴν τὴν ἔνστασιν, Ἀθλητὰ μέχρις αἵματος, ἐπιδεδειγμένος, ἐπὶ γῆς Πολύευκτε, παστάδα πολύφωτον, ἐν οὐρανοῖς ἐσκήνωσας, τῇ τῶν σῶν αἱμάτων, βαπτισθεὶς κολυμβήθρᾳ, καὶ μέλπων· Τὸν Δεσπότην, Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.Νενεκρωμένην πταίσμασι, τὴν ψυχήν μου ἀνάστησον, τῇ μαρτυρικῇ σου, παρρησίᾳ χρώμενος, τοῖς θείοις προστάγμασι, διαρρυθμίζων Ἔνδοξε, ἀξιοπρεπῶς, πρὸς ἀρετὴν ἐπιστρέφων, βοῶσαν· Τὸν Δεσπότην, Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.ΘεοτοκίονΧαῖρε δι' ἧς ἐσχήκαμεν, τὴν χαρὰν τὴν αἰώνιον. Χαῖρε τὸ τῆς Εὔας, σκυθρωπὸν ἡ λύσασα, Ἀδὰμ τὴν κατήφειαν, πρὸς τὸ φαιδρὸν ἡ τρέψασα. Χαῖρε ἡ Θεόν, σωματωθέντα τεκοῦσα, Παρθένε Θεοτόκε, τῶν πιστῶν ἡ προστάτις, τῶν σὲ ὑπερυψούντων, εἰς πάντας τοὺς αἰῶνας.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ἑπταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν, ἐμμανῶς ἐξέκαυσε, δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών· τὸν Δημιουργόν, καὶ Λυτρωτὴν ἀνεβόα· οἱ παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».
ᾨδὴ θ', β' Κανών τῆς Ἐορτῆς
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Σήμερον ὁ Δεσπότης, κλίνει τόν αὐχένα χειρί τῇ τοῦ Προδρόμου.«Ὢ τῶν ὑπὲρ νοῦν, τοῦ τόκου σου θαυμάτων!Νύμφη πάναγνε, Μῆτερ εὐλογημένηΔι᾽ ἧς τυχόντες παντελοῦς σωτηρίας,Ἐπάξιον κροτοῦμεν ὡς εὐεργέτῃ,Δῶρον φέροντες ὕμνον εὐχαριστίας.»Σήμερον Ἰωάννης, βαπτίζει τόν Δεσπότην ἐν ῥείθροις Ἰορδάνου.«Ὢ τῶν ὑπὲρ νοῦν, τοῦ τόκου σου θαυμάτων!Νύμφη πάναγνε, Μῆτερ εὐλογημένηΔι᾽ ἧς τυχόντες παντελοῦς σωτηρίας,Ἐπάξιον κροτοῦμεν ὡς εὐεργέτῃ,Δῶρον φέροντες ὕμνον εὐχαριστίας.»Δόξα...Μεγάλυνον, ψυχή μου, τῆς τρισυποστάτου καί ἀδιαιρέτου Θεότητος τό κράτος.Ἴδμεν τὰ Μωσεῖ τῇ βάτῳ δεδειγμένα,Δεῦρο ξένοις, θεσμοῖσιν ἐξειργασμένα.Ὡς γὰρ σέσωσται, πυρφοροῦσα Παρθένος,Σελασφόρον τεκοῦσα τὸν εὐεργέτην,Ἰορδάνου τε, ῥεῖθρα προσδεδεγμένα.Καί νῦν...Μεγάλυνον, ψυχή μου, τήν λυτρωσαμένην ἡμᾶς ἐκ τῆς κατάρας.Χρίεις τελειῶν, τὴν βρότειον οὐσίαν,Ἄναξ ἄναρχε, Πνεύματος κοινωνία,Ῥοαῖς ἀχράντοις, ἐκκαθάρας καὶ σκότους,Ἰσχὺν θριαμβεύσας τε, τὴν ἐπηρμένην,Νῦν εἰς ἄληκτον, ἐξαμείβεαι βίον.
Κανών β', ᾨδὴ θ', τοῦ Ἁγίου Μάρτυρος
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἔφριξε πᾶσα ἀκοή, τὴν ἀπόρρητον Θεοῦ συγκατάβασιν! ὅπως ὁ Ὕψιστος, ἑκὼν κατῆλθε μέχρι καὶ σώματος,παρθενικῆς ἀπὸ γαστρός, γενόμενος ἄνθρωπος. Διὸ τὴν ἄχραντον, Θεοτόκον οἱ πιστοὶ μεγαλύνομεν».Ἄγε δὴ τὸν θεοστεφῆ, φιλομάρτυρες ὑμνήσωμεν Μάρτυρα, ὃν συνεδόξασε, τῇ φωτωνύμῳ αὐτοῦ ὁ Ὕψιστος, Ἐπιφανείᾳ καὶ σεπτῇ, ἡμέρᾳ τετίμηκε, καὶ ἐστεφάνωσε, καὶ ἐνθέοις ἀρεταῖς κατεκόσμησε.Ῥεύμασι τῶν μαρτυρικῶν, ἐκχυθέντων σου αἱμάτων ἀπέπνιξας, τὸν δυσμενέστατον, τὸν τὴν κακίαν δημιουργήσαντα· τὴν Ἐκκλησίαν δὲ Χριστοῦ, ἀρδεύων ἐφαίδρυνας, θεομακάριστε, τὴν ἐν πίστει σε ἀεὶ μακαρίζουσαν.Ἴθι μοι Μάρτυς ἀρρωγός, πειρασμῶν με ἐκ ποικίλων ῥυόμενος, καὶ περιστάσεων, δεσμῶν τε λύων τῆς αἱρέσεως, καὶ χαλεπῆς ἐλευθερῶν, φρουρὰς ταῖς πρεσβείαις σου, τὸν ἀνυμνοῦντά σε, διανοίᾳ καθαρᾷ παναοίδιμε.ΘεοτοκίονΝόμου τε σὺ καὶ Προφητῶν, τὸ κεφάλαιον Χριστὸν καὶ τὸ πλήρωμα, Πάναγνε τέτοκας, δι᾽ εὐσπλαγχνίας, ἄπειρον πέλαγος, ἐνανθρωπῆσαι δι' ἡμᾶς, ἐκ σοῦ εὐδοκήσαντα, καὶ διασώσαντα, τοὺς ἐν πίστει σε ἀεὶ μεγαλύνοντας.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ἔφριξε πᾶσα ἀκοή, τὴν ἀπόρρητον Θεοῦ συγκατάβασιν! ὅπως ὁ Ὕψιστος, ἑκὼν κατῆλθε μέχρι καὶ σώματος, παρθενικῆς ἀπὸ γαστρός, γενόμενος ἄνθρωπος· Διὸ τὴν ἄχραντον, Θεοτόκον οἱ πιστοὶ μεγαλύνομεν».
Ἐξαποστειλάριον τοῦ Ἁγίου Μάρτυρος
Ἦχος γ'
Ἐν πνεύματι τῷ ἱερῷ ΤΟ ΑΚΟΥΤΕ
Πολύευκτον κτησάμενος, ἐκ ψυχῆς Πολυεύκτου, τὸν πλοῦτον τὸν οὐράνιον, ὦ Πολύευκτε μάκαρ, καὶ δόξαν καὶ λαμπρότητα, ἐν Θεῷ γενόμενος· καὶ στέφος θεῖον ἐδέξω, ἐκ χειρὸς τοῦ Ὑψίστου, σὺν Μαρτύρων τοῖς χοροῖς, ὡς Μάρτυς τῆς ἀληθείας.
Ἐξαποστειλάριον τῆς Ἑορτῆς
Ἦχος γ'
Ἐν πνεύματι τῷ ἱερῷ ΤΟ ΑΚΟΥΤΕ
Ἐν δουλικῷ τῷ σχήματι, παραγέγονας Λόγε, καὶ Βάπτισμα ὁ ἄχρονος, ὡς βροτὸς ἐπεζήτεις· ἐξέστη γῆ καὶ οὐρανός, καὶ Ἀγγέλων τάγματα, καὶ τῶν ὑδάτων ἡ φύσις, ὁ δὲ Πρόδρομος πτήξας, ἐν δειλίᾳ καὶ χαρᾷ, τὴν λειτουργίαν ἐτέλει.
Ἀποστιχα Στιχηρὰ ΠροσόμοιαἮχος πλ. β'Αἱ Ἀγγελικαὶ ΤΟ ΑΚΟΥΤΕΦράσον καὶ εἰπέ, ὦ Προφῆτα Ἡσαΐα· Τὶς ὁ κεκραγώς, ἐν ἐρήμῳ τῇ βοήσει; Ἀντλήσατε δὴ ὕδωρ, εὐφροσύνης καθάρσιον. Οὗτος Ἰωάννης ὁ βαπτίζων, ἐν τῇ ἐρήμῳ καὶ βοήσας· Χριστὸς ἔρχεται· Εὐλογημένος ὁ φανείς, Θεὸς ἡμῶν δόξα σοι.Στίχ. Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω.Ὢ τῆς ὑπὲρ νοῦν, καὶ ἀφάτου εὐσπλαγχνίας! πῶς ὁ Ποιητής, τῷ ποιήματι προσκλίνει, τὴν ἄχραντον καὶ θείαν, κορυφὴν τῷ βαπτίσματι! Δόξα τῷ φανέντι ἐν τῷ κόσμῳ, καὶ ζωὴν ἡμῖν παρεσχηκότι, ἐν ᾧ ψάλλομεν· Εὐλογημένος ὁ φανεὶς, Θεὸς ἡμῶν δόξα σοι.Στίχ. Τὶ σοί ἐστι θάλασσα, ὅτι ἔφυγες; καὶ σοὶ Ἰορδάνη ὅτι ἐστράφης εἰς τὰ ὀπίσω;Ὡς ἐπιβλαβῶν, τῶν γηΐνων ἀπαχθέντες, δεῦτε νοητῶς, καθαρθῶμεν τάς αἰσθήσεις· καὶ τὸν Χριστὸν ἰδόντες ἐν σαρκὶ βαπτιζόμενον, ὑπὸ Ἰωάννου τοῦ Προδρόμου, πάντες σὺν αὐτῷ ὑμνολογοῦντες, πιστῶς κράξωμεν· Εὐλογημένος ὁ φανεὶς, Θεὸς ἡμῶν δόξα σοι.
Θεοτοκίον
Ἦχος πλ. β'
Αἱ Ἀγγελικαὶ ΤΟ ΑΚΟΥΤΕ
Τρυφὴ ζωτική, ἐκ χειμάρρου Ἰορδάνου, ἀνέβλυσεν ἡμῖν, τοῦ Βαπτίσματος ἡ χάρις, ἐν ᾧ οἱ φωτισθέντες, τῷ Βαπτίσματι λέγομεν· Δόξα τῷ φανέντι ἐν τῷ κόσμῳ, καὶ ζωὴν ἡμῖν παρεσχηκότι· ᾧ καὶ ψάλλομεν. Εὐλογημένος ὁ φανεὶς, Θεὸς ἡμῶν δόξα σοι.
Εἰς τὴν Λειτουργίαν ψάλλομεν, ἀντὶ τῶν Τυπικῶν, τὰ Ἀντίφωνα.
Ἀντίφωνον Α᾽Ἦχος β'Στίχ. α'. Ἐν ἐξόδῳ Ἰσραὴλ ἐξ Αἰγύπτου, οἴκου Ἰακώβ.Στίχ. β'. Ἐγενήθη Ἰουδαία ἁγίασμα αὐτοῦ, ἐκ λαοῦ βαρβάρου.Στίχ. γ'. Ἡ θάλασσα εἶδε, καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω.Στίχ. δ'. Τὶ σοί ἐστι θάλασσα ὅτι ἔφυγες; καὶ σοὶ Ἰορδάνη, ὅτι ἐστράφης εἰς τὰ ὀπίσω;Ἀντίφωνον Β᾽Ἦχος β'Στίχ. α'. Ἠγάπησα, ὅτι εἰσακούσεται Κύριος τῆς φωνῆς τῆς δεήσεώς μου.Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν Ἰορδάνῃ ὑπὸ Ἰωάννου βαπτισθείς, ψάλλοντάς σοι, Ἀλληλούϊα.Στιχ. β'. Ὅτι ἔκλινε τὸ οὖς αὐτοῦ ἐμοί, καὶ ἐν ταῖς ἡμέραις μου ἐπικαλέσομαι.Στίχ. γ'. Περιέσχον μοι ὠδῖνες θανάτου, κίνδυνοι ᾅδου εὓροσὰν με.Στίχ. δ'. Ἐλεήμων ὁ Κύριος καὶ δίκαιος, καὶ ὁ Θεὸς ἡμῶν ἐλεεῖ.Ἀντίφωνον Γ᾽Ἦχος α'Στίχ. α'. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.Ἦχος α'Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητόν σε Υἱὸν ὀνομάζουσα καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.Στίχ. β'. Εἰπάτω δὴ οἶκος Ἰσραήλ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.Στίχ. γ'. Εἰπάτω δὴ οἶκος Ἀαρών, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.Στίχ. δ'. Εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοι τὸ Κύριον, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Εἰς τό, Ἑξαιρέτως
Ἦχος β'
Μεγαλυνάριον ΤΟ ΑΚΟΥΤΕ
Σήμερον ὁ Δεσπότης, κλίνει τόν αὐχένα χειρί τῇ τοῦ Προδρόμου.«Ὢ τῶν ὑπὲρ νοῦν τοῦ τόκου σου θαυμάτων! Νύμφη Πάναγνε, Μῆτερ εὐλογημένη. Δι' ἧς τυχόντες, παντελοῦς σωτηρίας, Ἐπάξιον κροτοῦμεν, ὡς εὐεργέτῃ, Δῶρον φέροντες, ὕμνον εὐχαριστίας».
ΚοινωνικὸνἘπεφάνη ἡ χάρις τοῦ Θεοῦ, ἡ σωτήριος πᾶσιν ἀνθρώποις. Ἀλληλούϊα.
| TA ΜΗΝΑΙΑ | Ιανουάριος | 09 |
Jan 10
Τῌ Ι' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥΜνήμη τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν Γρηγορίου Ἐπισκόπου ΝύσσηςΜνήμη τοῦ Δομετιανοῦ Ἐπισκόπου Μελιτηνῆς.
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Γρηγορίου.
Στιχηρὰ Προσόμοια τοῦ Γρηγορίου
Ἦχος πλ. α'
Ὅσιε Πάτερ ΤΟ ΑΚΟΥΤΕ
Ὅσιε Πάτερ, Ἱερώτατε Γρηγόριε, ὁ κάλαμος ὁ πλήρης τῆς Παρακλήτου πνοῆς, καὶ γλῶσσα τρανοτάτη τῆς εὐσεβείας· λύχνος πολύφωτος, τῆς θείας αὐγῆς, κήρυξ ἀληθείας, κρηπὶς θεολογίας, πηγὴ δογμάτων τῶν ὑψηλῶν, τῶν διδαγμάτων χειμάρρους τῶν μελιρρύτων, λύρα θεόφθογγος ᾀσμάτων θεογράφων, ἡ καθηδύνουσα πιστῶν τάς διανοίας, Χριστὸν ἱκέτευε, Χριστὸν δυσώπει Πάνσοφε, τὸν ἐν ῥείθροις τοῦ Ἰορδάνου, ἀναπλάσαντα κόσμον, σῶσαι τὰς ψυχὰς ἡμῶν.
Ἦχος πλ. α'
Ὅσιε Πάτερ, πανσεβάσμιε Γρηγόριε, ὁ πέλεκυς ὁ κόπτων αἱρετικῶν τάς ὁρμάς, ἡ δίστομος ῥομφαία τοῦ Παρακλήτου, μάχαιρα τέμνουσα τάς νόθους σποράς, πῦρ τάς φρυγανώδεις αἱρέσεις καταφλέγον, καὶ πτύον ὄντως γεωργικόν, ᾧ τὸ βαρύ τε καὶ κοῦφον τῶν δογμάτων, εὖ διακρίνεται· καὶ στάθμη ἀκριβείας, πάντας ἰθύνουσα, πρὸς τρίβους σωτηρίας. Χριστὸν ἱκέτευε, Χριστὸν δυσώπει πάντοτε, τὸν ἐν ῥείθροις τοῦ Ἰορδάνου, ἀναπλάσαντα κόσμον, σῶσαι τὸ γένος ἡμῶν.
Ἦχος πλ. α'
Ὅσιε Πάτερ, παμμακάριστε Γρηγόριε, τὸ στόμα τὸ πηγάζον τάς μακαρίας φωνάς, ἐκ τῶν ἀδαπανήτων τοῦ σωτηρίου, ἀπαρυόμενον καὶ θείων πηγῶν, λόγους προσευχῆς τε τοῖς πᾶσιν ἑρμηνεῦον, κανὼν ἰθύνων πρὸς ἀρετήν, ὁ θεωρίαις ἐνθέοις λελαμπρυσμένος, αἴγλῃ λαμπόμενος, Τριάδος τῆς ἀκτίστου, ἧς καὶ ὑπέρμαχος, ἀήττητος ἐγένου, Χριστὸν ἱκέτευε, Χριστὸν δυσώπει, Ὅσιε, τὸν ἐν ῥείθροις τοῦ Ἰορδάνου, ἀναπλάσαντα κόσμον, σῶσαι τὸ γένος ἡμῶν.
Στιχηρὰ Προσόμοια τοῦ Δομετιανοῦ
Ἦχος α'
Πανεύφημοι Μάρτυρες ΤΟ ΑΚΟΥΤΕ
Ὁ γῆν καταλήψεσθαι τὸ πρίν, ἀπειλήσας ἅπασαν, καὶ ἐξαλείφειν τὴν θάλασσαν, κατακαυχώμενος, τοῖς πιστοῖς ἐδείχθη, ὡς στρουθίον σήμερον, καὶ καταγελαστότερος κώνωπος, οὗ ὑπεκρίνετο, τὴν ἰδέαν, ὥσπερ φόβητρον, ὑπεισδύνας, τῷ Χριστοῦ θεράποντι.
Ἦχος α'
Δομετιανὸς ἡμᾶς πιστοί, συγκαλεῖται σήμερον, πρὸς εὐωχίαν θεάρεστον, τούτῳ συνέλθωμεν, εὐθυμίας γνώμῃ, καὶ πανηγυρίσωμεν, σὺν τούτῳ τὰ αὐτοῦ κατορθώματα, καθικετεύοντες, τὸν Σωτῆρα τῶν ψυχῶν ἡμῶν, τὴν εἰρήνην, τῷ κόσμῳ δωρήσασθαι.
Ἦχος α'
Ηὔξησας τὸ τάλαντον Χριστοῦ, τὸ δοθὲν σοι Παντιμε, τῇ διπλασίονι χάριτι, ὡς δοῦλος γνήσιος· ὅθεν ἐπακούεις. Εὖ σοι δοῦλε γένοιτο, ὡς ὄντι ἀγαθῷ σοι θεράποντι· καὶ ἤδη εἴσελθε, εἰς χαρὰν τὴν τοῦ Κυρίου σου, τῶν καμάτων, τὰ γέρα ληψόμενος.
Δοξαστικὸν, Τοῦ Ἁγίου Γρηγορίου
Ἦχος δ'
Τὸν τῆς σοφίας λόγον σου, καταγλαΐσας ἐν ἀρετῇ ἀπροσίτῳ, περικαλὴς ἀμφοτέρωθεν γέγονας, Νυσσαέων Γρηγόριε, ἐν τῇ θεοφθόγγῳ σου φωνῇ, ὡραΐζων καὶ τέρπων τὸν λαὸν γνωστικῶς, Τριάδος τὸ ὁμόθεον πανσόφως ἐκτιθέμενος· ὅθεν καὶ ἐν ὀρθοδόξοις δόγμασι, τάς ἀλλοφύλους αἱρέσεις ἐκπολεμήσας, τὸ κράτος τὸ τῆς Πίστεως, ἐν τοῖς πέρασιν ἤγειρας. Χριστῷ παριστάμενος σὺν τοῖς ἀΰλοις Λειτουργοῖς, ταῖς ψυχαῖς ἡμῶν αἴτησαι, εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Τῆς Ἑορτῆς
Ἦχος δ'
Ἔτρεμεν ἡ χεὶρ τοῦ βαπτιστοῦ, ὅτε τῆς ἀχράντου σου κορυφῆς ἥψατο· ἐστράφη Ἰορδάνης ποταμὸς εἰς τὰ ὀπίσω, μὴ τολμῶν λειτουργῆσαί σοι· ὁ γὰρ αἰδεσθεὶς Ἰησοῦν τὸν τοῦ Ναυῆ, πῶς τὸν Ποιητὴν αὐτοῦ, δειλιᾶσαι οὐκ εἶχεν; Ἀλλὰ πᾶσαν ἐπλήρωσας οἰκονομίαν Σωτὴρ ἡμῶν, ἵνα σώσῃς τὸν κόσμον, τῇ Ἐπιφανείᾳ σου, μόνε φιλάνθρωπε.
Ἀποστιχα Στιχηρὰ ΠροσόμοιαἮχος β'Οἶκος τοῦ Ἐφραθᾶ ΤΟ ΑΚΟΥΤΕἎσμα καινοπρεπές, ᾀδέτω πᾶσα κτίσις, τῷ ἐκ Παρθένου φύντι, Χριστῷ καὶ βαπτισθέντι, ἐν Ἰορδάνῃ σήμερον.Στίχ. Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω.Σάλπιγξ προφητική, ὁ Πρόδρομος βοάτω. Ποιήσατε Κυρίῳ, τῷ βαπτισθέντι ῥείθροις, καρποὺς ἀρίστων πράξεων.Στίχ. Τὶ σοί ἐστι θάλασσα, ὅτι ἔφυγες; καὶ σοὶ Ἰορδάνη ὅτι ἐστράφης εἰς τὰ ὀπίσω;Λάμψαν τὸ συγγενές, ἐξ ὕψους θεῖον Πνεῦμα, περιστερᾶς ἐν εἴδει, ὁρώμενον ἀφράστως, νῦν τῷ Χριστῷ προσέδραμε.
Δοξαστικὸν, Τοῦ Ἁγίου Γρηγορίου
Ἦχος δ'
Βίον ἔνθεον κατορθώσας, θεωρίᾳ τὴν πρᾶξιν κατελάμπρυνας, θεοφάντορ Γρηγόριε· τὴν γὰρ σοφίαν φιλήσας ἔρωτι θείῳ, ἐκ στόματος τοῦ Πνεύματος, τὴν χάριν κατεπλούτησας· καὶ ὡς κηρίον μέλιτος, τὸν γλυκασμόν σου τῶν λόγων ἀποστάξας, ἀεὶ εὐφραίνεις νοήμασι θείοις, τὴν Ἐκκλησίαν τοῦ Θεοῦ. Διὸ ἐν Οὐρανοῖς, ἱεραρχικῶς αὐλιζόμενος, ὑπὲρ ἡμῶν ἀπαύστως πρέσβευε, τῶν ἐκτελούντων τὴν μνήμην σου.
Τῆς Ἑορτῆς
Ἦχος δ'
Σὲ τὸν ἐν πνεύματι καὶ πυρί, καθαίροντα τὴν ἁμαρτίαν τοῦ κόσμου, καθορῶν ὁ Βαπτιστὴς ἐρχόμενον πρὸς αὐτόν, δειλιῶν καὶ τρέμων, ἐβόα λέγων· Οὐ τολμῶ κρατῆσαι τὴν κορυφήν σου τὴν ἄχραντον, σὺ με ἁγίασον Δεσπότα τῇ Ἐπιφανείᾳ σου, μόνε φιλάνθρωπε.
Ἀπολυτίκιον
Ἦχος δ'
Ὁ Θεὸς τῶν Πατέρων ἡμῶν ὁ ποιῶν ἀεὶ μεθ᾿ ἡμῶν κατὰ τὴν σὴν ἐπιείκειαν, μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφ' ἡμῶν, ἀλλὰ ταῖς αὐτῶν ἱκεσίαις, ἐν εἰρήνῃ κυβέρνησον τὴν ζωὴν ἡμῶν.
Ἀπολυτίκιον τῆς Ἑορτῆς
Ἦχος α'
Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητὸν σὲ Υἱὸν ὀνομάζουσα, καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα
Ἦχος γ'
Ἡ Παρθένος σήμερον ΤΟ ΑΚΟΥΤΕ
Ὁ Δεσπότης σήμερον, ἐν Ἰορδάνῃ ἐπέστη, βαπτισθεὶς ἐν ὕδασιν, ὑπὸ τοῦ θείου Προδρόμου, ἄνωθεν ὁ Πατὴρ δὲ προσεμαρτύρει· Οὗτός ἐστιν ὁ Υἱὸς ὁ ἀγαπητός μου, καὶ τὸ Πνεῦμα ἐπεφάνη, ἐν ξένῃ θέᾳ, περιστερᾶς ἐπ᾿ αὐτόν.Δόξα... Καὶ νῦν... τὸ αὐτὸ
Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα
Ἦχος δ'
Κατεπλάγη Ἰωσὴφ ΤΟ ΑΚΟΥΤΕ
Θεοφάνειας ὁ καιρός, Χριστὸς ἐπέφανεν ἡμῖν, ἐν Ἰορδάνῃ ποταμῷ, δεῦτε ἀντλήσωμεν πιστοί, ὕδωρ ἀφέσεως τῶν ἁμαρτιῶν ἡμῶν· Χριστὸς γὰρ ἐν σαρκὶ ἐπεδήμησε, τὸ πρόβατον ζητῶν τὸ θηριάλωτον, καὶ ἀνευρὼν εἰσήγαγεν ὡς εὔσπλαγχνος, εἰς τὸν Παράδεισον αὖθις, Χριστὸς ἐφάνη, ἐν Ἰορδάνῃ, καὶ τὸν κόσμον ἐφώτισε.Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ
Κανὼν τοῦ Κυρίου Κοσμᾶ οὗ ἡ Ἀκροστιχίς.Βάπτισμα ῥύψις γηγενῶν ἁμαρτάδος.ᾨδὴ α'
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Βυθοῦ ἀνεκάλυψε πυθμένα, καὶ διὰ ξηρᾶς οἰκείους ἕλκει, ἐν αὐτῷ κατακαλύψας ἀντιπάλους, ὁ κραταιός, ἐν πολέμοις Κύριος, ὅτι δεδόξασται.».Ἀδὰμ τὸν φθαρέντα ἀναπλάττει, ῥείθροις Ἰορδάνου καὶ δρακόντων, κεφαλὰς ἐμφωλευόντων διαθλάττει, ὁ Βασιλεὺς τῶν αἰώνων Κύριος, ὅτι δεδόξασται.Πυρὶ τῆς θεότητος ἀΰλῳ, σάρκα ὑλικὴν ἠμφιεσμένος, Ἰορδάνου περιβάλλεται τὸ νᾶμα, ὁ σαρκωθεὶς ἐκ Παρθένου Κύριος ὅτι δεδόξασται.Τὸν ῥύπον ὁ σμήχων τῶν ἀνθρώπων, τούτοις καθαρθεὶς ἐν Ἰορδάνῃ, οἷς θελήσας ὡμοιώθη ὃ ἦν μείνας, τοὺς ἐν σκότει φωτίζει Κύριος, ὅτι δεδόξασται.
Ὁ Κανὼν τοῦ Ἁγίου Γρηγορίου.Ποίημα Ἰωάννου Μοναχοῦ.ᾨδὴ α'
Ἦχος πλ. α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἵππον καὶ ἀναβάτην, εἰς θάλασσαν Ἐρυθράν, ὁ συντρίβων πολέμους ἐν ὑψηλῷ βραχίονι, Χριστὸς ἐξετίναξεν, Ἰσραὴλ δὲ ἔσωσεν, ἐπινίκιον ὕμνον ᾄδοντα».Ἄβυσσος ὢν σοφίας, καὶ γνώσεως θησαυρός, καὶ αὐτοαγαθότης, φωτοχυσίαν νέμοις μοι, Χριστὲ τῆς ἐνδόξου σου, Ἐκκλησίας ᾄσμασι, τὸν φωστῆρα ὑμνεῖν Γρηγόριον.Δέχοιο διδασκάλων, Γρηγόριε τὸ λαμπρόν, ἐγκαλλώπισμα Πάτερ, τὸ πενιχρὸν ἐφύμνιον, τῇ σῇ προσφερόμενον, ἐξ ἀγάπης μνήμῃ· ἐν ᾗ Χριστὸν ἡμῖν ἐξιλέωσαι.Λόγῳ ἱερομύστα, πλουσίῳ τε καὶ σοφῷ, τὴν σεπτὴν Ἐκκλησίαν, θεολογεῖν ἐδίδαξας, Μονάδα Τρισάριθμον, καὶ Τριάδα σύνθρονον, καὶ ὁμότιμον ὦ Γρηγόριε.ΘεοτοκίονΠίστις ἡγείσθω μόνη, καὶ μὴ ἀπόδειξις, τῶν ὑπὲρ νοῦν θαυμάτων, Θεογεννῆτορ Κόρη τῶν σῶν· τὸν γὰρ ἀκατάληπτον, Θεὸν Λόγον τέτοκας, ἐνδυσάμενος τὴν ἀνθρωπότητα.
Ὁ Κανὼν τοῦ Ἁγίου Δομετιανοῦᾨδὴ α'
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σοῦ ἡ τροπαιοῦχος δεξιά, θεοπρεπῶς ἐν ἰσχύϊ δεδόξασται· αὕτη γάρ, Ἀθάνατε, ὡς πανσθενὴς ὑπεναντίους ἔθραυσε, τοῖς Ἰσραηλίταις, ὁδὸν βυθοῦ καινουργήσασα».Τάς ἐπαναστάσεις τῆς σαρκός, καὶ τῶν παθῶν τάς ἑφόδους θεόληπτε, καὶ τὸν ἐγειρόμενον, ἐν τῇ ψυχῇ μου κατευνάσας πόλεμον, εἰρηναίᾳ Πάτερ, ἐν καταστάσει συντήρησον.Ἔρωτι καὶ πόθῳ ἀκλινεῖ, τῆς ἀνωτάτης σοφίας ἁψάμενος, σάρκα καθυπέταξας, καὶ τῆς γῆς ἀπετινάχθης Ὅσιε, καὶ Θεὸς τῷ ὄντι, ὡς ἐν μεθέξει γεγένησαι.Δομετιανὸς ὁ θαυμαστός, κατὰ μικρὸν ἀπὸ γῆς ἀνυψούμενος, ἧκεν ἐκ δυνάμεως, ἀμυδροτέρας πρὸς τελείαν δύναμιν, καὶ τάς ἀναβάσεις, ἐν τῇ καρδίᾳ διέθετο.Θεοτοκίον Ὕδασιν ἐμβάψας τῆς σαρκός, ὃ προσελάβετο Κύριος φύραμα, ἐκ τῶν σῶν εἰργάσατο, παρθενικῶν αἱμάτων τὸ σωτήριον, πρὸς τάς παρατάξεις, τάς ἐναντίας ἀχείρωτον.
ᾨδὴ γ', Κανών τῆς Ἐορτῆς
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἰσχὺν ὁ διδούς, τοῖς Βασιλεῦσιν ἡμῶν Κύριος, καὶ κέρας χρηστῶν αὐτοῦ ὑψῶν, Παρθένου ἀποτίκτεται, μολεῖ δὲ πρὸς τὸ Βάπτισμα· διὸ πιστοὶ βοήσωμεν Οὐκ ἒστιν ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἒστι δίκαιος, πλὴν σου Κύριε.»Στειρεύουσα πρίν, ἠτεκνωμένη δεινῶς σήμερον, εὐφραίνου Χριστοῦ ἡ Ἐκκλησία δι᾽ ὕδατος καὶ Πνεύματος· υἱοὶ γὰρ σοι γεγέννηνται, ἐν πίστει ἀνακράζοντες Οὐκ ἔστιν ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἒστι δίκαιος, πλὴν σου Κύριε.Μεγάλῃ φωνῇ, ἐν τῇ ἐρήμῳ βοᾷ Πρόδρομος Χριστοῦ ἑτοιμάσατε ὁδούς, καὶ τρίβους τοῦ Θεοῦ ἡμῶν, εὐθείας ἀπεργάσασθε, ἐν πίστει ἀνακράζοντες Οὐκ ἒστιν ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἒστι δίκαιος, πλὴν σου Κύριε.
Κανών β', ᾨδὴ γ', τοῦ Ἁγίου Γρηγορίου
Ἦχος πλ. α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ πήξας ἐπ' οὐδενός, τὴν γῆν τῇ προστάξει σου, καὶ μετεωρίσας ἀσχέτως βρίθουσαν, ἐπὶ τὴν ἀσάλευτον Χριστέ, πέτραν τῶν ἐντολῶν σου, τὴν Ἐκκλησίαν σου στερέωσον, μόνε ἀγαθὲ καὶ φιλάνθρωπε».Σαρκὸς μὲν τῷ ἡγεμόνι, νῷ τὰ σκιρτήματα, τῷ Παμβασιλεῖ δὲ τὸν νοῦν ὑπέταξας· ὅθεν ἀπροσκόπτως τὴν ὁδόν, τῶν ἐντολῶν ἀνύσας, σὺ τῆς Τριάδος ἐνδιαίτημα, γέγονας εἰκότως Γρηγόριε.Τῇ πράξει τὴν θεωρίαν, Πάτερ προσέθηκας· διὸ τάς ἡνίας τῆς Ἐκκλησίας σοι, φέρων ἐγχειρίζει ὁ Χριστός, ἣν περ ἀνεπιλήπτως, ὡς μυστιπόλος ἐκυβέρνησας, ἄριστος παμμάκαρ Γρηγόριε.Προβαίνων τῶν ἀρετῶν, τῷ ὄρει Γρηγόριε, καὶ τάς ἀναβάσεις ἐν τῇ καρδίᾳ σου, σὺ διατιθέμενος ἐκ γῆς, ἤρθης ἀλήκτῳ δρόμῳ, πρὸς ἐπουράνιον πολίτευμα, πρὸ τῆς ἐκ σαρκὸς ἐκδημίας σου.ΘεοτοκίονΣὺ μήτηρ Θεοῦ, ἀσυνδυάστως γεγένησαι, τοῦ ἐξ ἀκηράτου Πατρὸς ἐκλάμψαντος, ἄνευθεν ὠδίνων μητρικῶν· ὅθεν σε Θεοτόκον,σεσαρκωμένον γὰρ ἐκύησας Λόγον, ὀρθοδόξως κηρύττομεν.
Κανών γ', ᾨδὴ γ', τοῦ Ἁγίου Δομετιανοῦ
Ἦχος α'
Ὁ μόνος εἰδὼς ΤΟ ΑΚΟΥΤΕ
Ἐν τῇ κραταιότητι αὐτοῦ, ἐχθρὸς ὁ παλαιότατος, τῆς σῆς ψυχῆς οὐ σθένων τὸ εὔστολον, παρασαλεῦσαι καθυποκρίνεται, ἐν καιρῷ πρὸς ἔκλυσιν, τῆς σῆς καρτερότητος, ζωϋφίων πτηνῶν τὸ φαυλότατον.Τῇ μεγαλαυχίᾳ τῆς αὐτοῦ, δικαίως ἐξουθένωται, παραπληξίας δράκων ὁ δείλαιος, καὶ κυνομυίας εἰς εἶδος τέτραπται, ἀσθενείᾳ πλείονι, καὶ ποσὶν ὑποτέτακται, τῶν δικαίων ὡραίοις πατούμενος.ΘεοτοκίονἘκ σοῦ γεννηθεὶς ἄνευ σπορᾶς, Υἱὸς ὁ προαιώνιος, Παρθενομῆτορ κόσμον ἀνέπλασε, τὸν κεκρυμμένον ὄφιν τοῖς ὕδασιν, ἐν τῷ βαπτισμῷ αὐτοῦ, θανατώσας Κύριος, καὶ φθορᾶς τοὺς ἀνθρώπους ῥυσάμενος.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ὁ μόνος εἰδὼς τῆς τῶν βροτῶν, οὐσίας τὴν ἀσθένειαν, καὶ συμπαθῶς αὐτὴν μορφωσάμενος, περίζωσόν με ἐξ ὕψους δύναμιν, τοῦ βοᾶν σοι· Ἅγιος, ὁ τῆς δόξης Κύριος, ὁ ἀνείκαστος ἐν ἀγαθότητι».
Κάθισμα τοῦ Ἱεράρχου
Ἦχος γ'
Θείας πίστεως ΤΟ ΑΚΟΥΤΕ
Θείαν ἔλλαμψιν κεκληρωμένος, βίον ἄϋλον ἐξησκημένος, ὁμωνύμῳ ἱερατείᾳ διέπρεψας· ὑπερφυῶς γὰρ τρανώσας τὰ δόγματα, ὀρθοδοξίᾳ τὸν κόσμον ἐστήριξας. Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.Δόξα... τοῦ ὉσίουἮχος α'Τοῦ λίθου σφραγισθέντος ΤΟ ΑΚΟΥΤΕΤῷ τῆς ἱερωσύνης σεμνυνόμενος Πάτερ, χρίσματι θεοδότῳ κατελάμπρυνας τοῦτο, ἐνθέοις καλλοναῖς τῶν ἀρετῶν, καὶ θείᾳ πρὸς Χριστὸν ὑποταγῇ, καὶ τελέσας σου τὸν δρόμον, ἐν οὐρανοῖς βοᾷς μετὰ Ἀγγέλων· Δόξα τῇ εὐσπλαγχνίᾳ σου Σωτήρ, δόξα τῇ βασιλείᾳ σου, δόξα τῇ οἰκονομίᾳ σου, μόνε φιλάνθρωπε.Καὶ νῦν... Τῆς Ἑορτῆς, ὅμοιονΤοῦ Ἰησοῦ γεννηθέντος ἐκ Παρθένου Μαρίας, καὶ ἐν Ἰορδάνῃ βαπτισθέντος ὑπὸ Ἰωάννου, τὸ Πνεῦμα κατῆλθεν ἐπ' αὐτόν, ὁρώμενον ἐν εἴδει Περιστερᾶς· διὰ τοῦτο ὁ Προφήτης, σὺν τοῖς Ἀγγέλοις ἔλεγε κραυγάζων· Δόξα τῇ παρουσίᾳ σου Χριστέ· δόξα τῇ βασιλείᾳ σου, δόξα τῇ οἰκονομίᾳ σου μόνε φιλάνθρωπε.
Κανών α', ᾨδὴ δ', τῆς Ἐορτῆς
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἀκήκοε Κύριε φωνῆς σου, ὃν εἶπας· Φωνὴ βοῶντος ἐν ἐρήμῳ ὅτε ἐβρόντησας πολλῶν ἐπὶ ὑδάτων, τῷ σῷ μαρτυρούμενος Υἱῷ, ὅλος γεγονὼς τοῦ παρόντος, Πνεύματος δὲ ἐβόησε Σὺ εἶ Χριστός, Θεοῦ σοφία καὶ δύναμις».Ῥυπτόμενον ἥλιον τίς εἶδεν, ὁ Κήρυξ βοᾷ, τὸν ἔκλαμπρον τῇ φύσει, ἵνα σε Ὕδασιν Ἀπαύγασμα τῆς δόξης, Πατρὸς χαρακτὴρ ἀϊδίου ἐκπλύνω· καὶ χόρτος ὤν, πυρὶ ψαύσω τῆς σῆς Θεότητος; σὺ γὰρ Χριστός, Θεοῦ σοφία καὶ δύναμις.Ὑπέφηνεν ἔνθεον ἣν εἶχεν, εὐλάβειαν Μωσῆς περιτυχὼν σοι ὡς γὰρ τῆς βάτου σε φωνήσαντα ᾐσθήθη, εὐθὺς ἀπεστράφη τάς ὄψεις· ἐγὼ δὲ πῶς βλέψω σε τρανῶς, ἢ πῶς χειροθετήσω σε; σὺ γὰρ Χριστός, Θεοῦ σοφία καὶ δύναμις.Ψυχῆς τελῶν ἔμφρονος, καὶ λόγῳ τιμώμενος, ἀψύχων εὐλαβοῦμαι· εἰ γὰρ βαπτίσω σε, κατήγορόν μοι ἔσται, πυρὶ καπνιζόμενον ὄρος, φυγοῦσα δὲ θάλασσα διχῇ, καὶ Ἰορδάνης οὗτος στραφείς· σὺ γὰρ Χριστός, Θεοῦ σοφία καὶ δύναμις.
Κανών β', ᾨδὴ δ', τοῦ Ἁγίου Γρηγορίου
Ἦχος πλ. α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὴν θείαν ἐννοήσας σου κένωσιν, προβλεπτικῶς ὁ Ἀββακούμ, Χριστέ, ἐν τρόμῳ ἐβόα σοι· Εἰς σωτηρίαν λαοῦ σου, τοῦ σῶσαι τοὺς χρηστοὺς σου ἐλήλυθας».Ὡς στῦλος καθωράθης ὁλόφωτος, βίῳ τε λόγῳ τε θερμῷ, ὀρθοδοξίας Γρηγόριε, πεπυρσευμένος τῷ ζήλῳ, τοῦ νέου Ἰσραὴλ προηγούμενος.Τὴν χάριν δεδεγμένος τοῦ Πνεύματος, τὸ εὐτελὲς τοῦ νομικοῦ, διεῖλες ἔνδυμα γράμματος, καὶ τὸ κρυπτόμενον κάλλος, ἡμῖν τῶν ἐννοιῶν ἀπεκάλυψας.Τοῦ θείου προελθοῦσαν ἐκ στόματος, θεοπαράδοτον εὐχήν, συντετμημένως Γρηγόριε, ὡς μυστιπόλος τῶν θείων, σαφῶς τῇ Ἐκκλησίᾳ ἐπλάτυνας.ΘεοτοκίονἘκτὸς μὲν συναφείας συνέλαβες, ἀδιαφθόρως ἐν γαστρί, καὶ πρὶν ὠδινῆσαι τέτοκας· καὶ μετὰ τόκον Παρθένος, Θεὸν σαρκὶ τεκοῦσα πεφύλαξαι.
Κανών γ', ᾨδὴ δ', τοῦ Ἁγίου Δομετιανοῦ
Ἦχος α'
Ὄρος σε τῇ χάριτι ΤΟ ΑΚΟΥΤΕ
Τὸν Νόμον ὑπέδειξας, τῆς χάριτος εἶναι σκιάν, τοῖς ἐν τῷ Νόμῳ τὸν Θεόν, Ἑβραίοις σέβουσι Σοφέ, καὶ τὸ Εὐαγγέλιον, τῆς ἀληθοῦς θεοφάνειας Μυστήριον, Χριστῷ κραυγάζων· Δόξα τῇ δυνάμει σου Κύριε.Ἀστράψας ἀστήρ, ὡς ἐξ Ἑῴας πολύφωτος, τὴν Ἐκκλησίαν δᾳδουχεῖς, ἀνακηρύττων τὸν Χριστόν, σοφαῖς ἀποδείξεσι, πανευσεβῶς, δικαιοσύνης τὸν Ἥλιον, αὐτὸν κραυγάζων· Δόξα τῇ δυνάμει σου Κύριε.Κακίας ἁπάσης, ἀπερράγης καὶ σχέσεως, προσύλου Πάτερ ἐν σπουδῇ, καὶ κατελάμπρυνας φωτί, Πατρίδος πληρώματα, τῆς σῆς σοφέ, καὶ τούτοις πλοῦτον ἐπώμβρησας, ἀφθονωτέρᾳ χρυσίου ποσότητι.ΘεοτοκίονΛόγος καθὸ Θεός, ὑπάρχων ἀόρατος, προσειληφὼς ἐκ γυναικός, ἀνθρώπου φύσιν ὁρατός, τελεῖται καὶ καθαίρεται, ἐν ποταμῷ, ὁ ἁμαρτίας ἀλλότριος, τὸν πεπτωκότα καθαίρων τοῦ πταίσματος.
Κανών α', ᾨδὴ ε', τῆς Ἐορτῆς
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἰησοῦς ὁ ζωῆς ἀρχηγός, λῦσαι τὸ κατάκριμα ἥκει, Ἀδὰμ τοῦ πρωτοπλάστου καθαρσίων δέ, ὡς Θεὸς μὴ δεόμενος, τῷ πεσόντι καθαίρεται ἐν τῷ Ἰορδάνῃ· ἐν ᾧ τὴν ἔχθραν κτείνας, ὑπερέχουσαν πάντα νοῦν, εἰρήνην χαρίζεται».Συνελθόντων ἀπείρων λαῶν, ὑπὸ Ἰωάννου βαπτισθῆναι, αὐτὸς ἐν μέσῳ ἔστη, προσεφώνει δὲ τοῖς παροῦσι Τὶς ἔδειξεν ἀπειθεῖς, τὴν ὀργὴν ὑμῖν ἐκκλῖναι τὴν μέλλουσαν; καρποὺς ἀξίους Χριστῷ ἐκτελεῖτε παρὼν γὰρ νῦν, εἰρήνην χαρίζεται.Γεωργὸς ὁ καὶ Δημιουργός, μέσος ἑστηκὼς ὡς εἰς ἁπάντων, καρδίας ἐμβατεύει καθαρτήριον δὲ πτύον χειρισάμενος, τὴν παγκόσμιον ἅλωνα πανσόφως διΐστησι, τὴν ἀκαρπίαν φλέγων, εὐκαρποῦσιν αἰώνιον, ζωὴν χαριζόμενος.
Κανών β', ᾨδὴ ε', τοῦ Ἁγίου Γρηγορίου
Ἦχος πλ. α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ ἀναβαλλόμενος, φῶς ὡς ἱμάτιον, πρὸς σὲ ὀρθρίζω, καὶ σοὶ κραυγάζω, τὴν ψυχήν μου φώτισον, τὴν ἐσκοτισμένην, Χριστὲ ὡς μόνος εὔσπλαγχνος».Σὺ ὡς πῦρ κατέφλεξας, τάς τῶν αἱρέσεων, ἀκανθηφόρους πλοκὰς τῶν λόγων, τῶν πιστῶν τάς φρένας δέ, ἐφώτισας μάκαρ, μυσταγωγὲ Γρηγόριε.Εὐνομίου ἤλεγξας, σὺ τὸ ἀνόμοιον, καὶ τούτου λόγους δυσδιαφεύκτους, τῶν ἀρκύων βρόχους τε σφοδρούς, ὡς ἀράχνης ὑφάσματα διέλυσας.Ἤλεγξας πανάριστε, τὸν ἀθεώτατον Μακεδόνιον, τὸ θεῖον Πνεῦμα, ἀδεῶς ὑβρίσαντα, ὡς ἄμοιρον τούτου, ὑπάρχοντα Γρηγόριε.ΘεοτοκίονΣὺ δικαιοσύνην τε καὶ ἀπολύτρωσιν, ἡμῖν τεκοῦσα, Χριστὸν ἀσπόρως, ἐλευθέραν ἔδρασας ἀρᾶς, Θεοτόκε, τὴν φύσιν τοῦ Προπάτορος.
Κανών γ', ᾨδὴ ε', τοῦ Ἁγίου Δομετιανοῦ
Ἦχος α'
Ὁ φωτίσας τῇ ἐλλάμψει ΤΟ ΑΚΟΥΤΕ
Ἐπέβλεψεν, ἐπὶ γῆς ὁ Δεσπότης τῆς κτίσεως, καὶ τὰ ταύτης ἐσαλεύθη θέοφρον θεμέλια, καὶ δεινῶς ἐτρόμαξε· σὲ δὲ ψυχῆς ἀνδρεία Πάτερ, τῆς προσευχῆς οὐ παρέκλινεν.Οὐκ ἠνέσχου, βλασφημούντων ἀκούειν Ἀοίδιμε, καὶ λαλούντων εἰς τὸ ὕψος ἀδικίαν δι᾿ ἄνοιαν· ἀλλ᾿ αὐτοὺς ἐπέστρεψας, Ποιμαντικῇ σου βακτηρίᾳ, καὶ τὸ νοσοῦν ἐθεράπευσας.Μίαν φύσιν, ἐν Χριστῷ ἐσφαλμένως κηρύττεσθαι, θεορρῆμον, οὐδαμῶς συνεχώρησας σύνθετον, ἀλλ᾿ αὐτοὺς ἐζωγράφησας, τῇ τῶν δογμάτων σου σαγήνῃ, καὶ πρὸς τὸ φῶς ἐπανήγαγες.ΘεοτοκίονἘγλύκανε, τῶν ὑδάτων πικρίαν ἐν ἅλατι, Ἐλισαῖος· ὁ δὲ σὸς Θεομῆτορ Υἱὸς καὶ Θεός, βαπτισθεὶς ἐν ὕδατι, τῆς ἁμαρτίας τὴν πικρίαν, καὶ τὴν ὀδύνην ἐξείλετο.
Κανών α', ᾨδὴ ς', τῆς Ἐορτῆς
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἡ φωνὴ τοῦ Λόγου, ὁ λύχνος τοῦ Φωτός, ὁ Ἑωσφόρος, ὁ τοῦ Ἡλίου Πρόδρομος, ἐν τῇ ἐρήμῳ. Μετανοεῖτε, πᾶσι βοᾷ τοῖς λαοῖς, καὶ προκαθαίρεσθε· ἰδοὺ γὰρ πάρεστι Χριστός, ἐκ φθορᾶς τὸν κόσμον λυτρούμενος».Γεννηθεὶς ἀρρεύστως, ἐκ Θεοῦ καὶ Πατρός, ἐκ τῆς Παρθένου, δίχα σαρκοῦται ῥύπου Χριστός οὗ τὸν ἱμάντα, τὴν ἐξ ἡμῶν τοῦ Λόγου συνάφειαν, λύειν ἀμήχανον (διδάσκει ὁ Πρόδρομος), γηγενεῖς ἐκ πλάνης λυτρούμενος.Ἐν πυρὶ βαπτίζει, τελευταίῳ Χριστός, τοὺς ἀπειθοῦντας, καὶ μὴ Θεὸν φρονοῦντας αὐτόν· ἐν Πνεύματι δὲ καινοποιεῖ, δι᾽ ὕδατος χάριτι, τοὺς ἐπιγνώμονας αὐτοῦ τῆς Θεότητος, τῶν πλημμελημάτων λυτρούμενος.
Κανών β', ᾨδὴ ς', τοῦ Ἁγίου Γρηγορίου
Ἦχος πλ. α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Μαινομένην κλύδωνι, ψυχοφθόρῳ Δέσποτα Χριστέ, τῶν παθῶν τὴν θάλασσαν κατεύνασον, καὶ ἐκ φθορᾶς, ἀνάγαγέ με ὡς εὔσπλαγχνος».Ταπεινὸν τὸ φρόνημα, κεκτημένος πᾶσί τε πραΰς, μαχητὴς ἐδείκνυσο Γρηγόριε, πρὸς τοὺς Χριστοῦ, μειοῦν τὴν δόξαν σπουδάζοντας.Τὴν Ἀρείου ἔκφυλον, τῆς Τριάδος, λόγῳ δαψιλεῖ, τολμηρὰν διαίρεσιν Γρηγόριε, σὺ παντελῶς, καθῄρηκας τῇ σοφίᾳ σου.Ἀμαθῶς τὴν ἕνωσιν, τῆς Τριάδος, σύγχυσιν φρονῶν, ὑπὸ σοῦ Σαβέλλιος ἐλήλεγκται, θεομαχῶν, Γρηγόριε παμμακάριστε.ΘεοτοκίονἩ Παρθένος ἔτεκες, καὶ τεκοῦσα, ἔμεινας ἁγνή, ἐν χερσὶ τὸν φέροντα τὰ σύμπαντα, ὡς ἀληθῶς, Παρθένος Μήτηρ βαστάσασα.
Κανών γ', ᾨδὴ ς', τοῦ Ἁγίου Δομετιανοῦ
Ἦχος α'
Ἐκύκλωσεν ἡμᾶς ΤΟ ΑΚΟΥΤΕ
Ἐρρύσθησαν ὡς ἐκ παγίδος Ὅσιε, θανάτου κινδυνεύοντες, οἱ λαοί, καὶ παθημάτων ὁ ἐσμός, πόρρω ταῖς εὐχαῖς σου ἀπελήλατο· καὶ γὰρ αὐτοί, πρῶτοί σὲ ἔσχον συλλήπτορα.Ἀνέστειλας ἐν ἱκεσίᾳ πάνσοφε, τὴν ῥύμην τοῦ νοσήματος, τῇ Παρθένῳ καὶ Μητρὶ τοῦ Λυτρωτοῦ, θᾶττον προσδραμών· οὐ γὰρ ὑπήνεγκας, ποιμὴν ὡς ὤν, κινδυνευούσης ποίμνης ἀνέχεσθαι.ΘεοτοκίονἘξέστησαν τὰ τῶν Ἀγγέλων τάγματα, ὁρῶντα τὸν ἀόρατον, ἐκ Παρθένου γεννηθέντα ἐν σαρκί, καὶ τὸν ἀϋλίᾳ δοξαζόμενον, ἐν ποταμῷ, τοῦ βαπτισθῆναι καταδυόμενον.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ἐκύκλωσεν ἡμᾶς ἐσχάτη ἄβυσσος· οὐκ ἔστιν ὁ ῥυόμενος· ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς. Σῶσον τὸν λαόν σου ὁ Θεὸς ἡμῶν· σὺ γὰρ ἰσχύς, τῶν ἀσθενούντων καὶ ἐπανόρθωσις».
Κοντάκιον
Ἦχος α'
Χορὸς Ἀγγελικὸς ΤΟ ΑΚΟΥΤΕ
Τὸ ὄμμα τῆς ψυχῆς, γρηγορῶν Ἱεράρχα, ὡς γρήγορος Ποιμήν, ἀνεδείχθης τῷ κόσμῳ, καὶ ῥάβδῳ τῆς σοφίας σου, παμμακάριστε Ὅσιε, πάντας ἤλασας, τοὺς κακοδόξους ὡς λύκους, ἀδιάφθορον, διατηρήσας τὴν ποίμνην, Γρηγόριε πάνσοφε.
Ὁ Οἶκος
Ἐξ ἀμελείας ὁ δείλαιος ἀναπέπτωκα, καὶ πρὸς θάνατον ὕπνωσα· ἀλλ᾿ ὡς ποιμὴν γρηγορώτατος, ἔγειρόν με Πάτερ, καὶ τὰ πάθη μου κοίμισον, τὰ κακῶς τυραννοῦντά με, ὅπως ἐξανιστάμενος, καθαρῶς ᾄδω σου τὴν φωσφόρον μετάστασιν, ἣν ὁ Δεσπότης τῆς οἰκουμένης ἐδόξασεν ἀξίως, ὡς οἰκέτου πιστοτάτου, ὡς δογματιστοῦ πανσόφου, ὡς φίλου καὶ μύστου, καὶ ὡς οἰκονόμου τῶν αὐτοῦ παραδόσεων, ὧν καλῶς ἐφύλαξας τὴν χρῆσιν ἀμίαντον, Γρηγόριε πάνσοφε.
Κοντάκιον
Ἦχος πλ. β´
Τὴν ἐν πρεσβείαις ΤΟ ΑΚΟΥΤΕ
Τῆς Ἐκκλησίας ὁ ἔνθεος Ἱεράρχης, καὶ τῆς σοφίας σεβάσμιος ὑμνογράφος, Νύσσης ὁ γρήγορος νοῦς Γρηγόριος, σὺν Ἀγγέλοις χορεύων, καὶ ἐντρυφῶν τῷ θείῳ φωτί, πρεσβεύει ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.
Ὁ Οἶκος
Αἴγλῃ φρικτῇ ὁ λάμψας ἐν κόσμῳ ὑπὲρ Ἥλιον Λόγε, καὶ ἀκτῖσι φωτὸς φαιδρύνας Σῶτερ τὰ σύμπαντα, σὺ ὁ ἐν τοῖς ὕδασι τοῦ Ἰορδάνου ὡς βροτὸς βαπτισθῆναι καταξιώσας, πλῦνόν μου τοὺς ῥύπους ἅμα καὶ σπίλους τῶν πολλῶν ἐγκλημάτων, παρέχων μοι χάριν τοῦ μέλψαι τὸν σοφὸν Ἱεράρχην καὶ μύστην σου· μεσίτην γὰρ αὐτὸν ἄγω σοι, καὶ αὐτὸν δυσωπῶν ἀνακράζω ἀεί, πρεσβεύειν ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ Ι' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Γρηγορίου Ἐπισκόπου Νύσσης.ΣτίχοιἩ Μοῦσα Γρηγόριος, οὗ Νύσσα θρόνος,οὐ Πιερίαν, ἀλλ᾿ Ἐδὲμ σκηνὴν ἔχει.Γρηγόριον δεκάτῃ θανάτου κνέφας ἀμφεκάλυψεν.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Δομετιανοῦ Ἐπισκόπου Μελιτηνῆς.ΣτίχοιΔομετιανὸς τῆς φθορᾶς ἀπηλλάγη,Εἴπερ φθορὰν χρὴ τὸν βίον τοῦτον λέγειν.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Μαρκιανοῦ, Πρεσβυτέρου καὶ Οἰκονόμου τῆς μεγάλης Ἐκκλησίας.ΣτίχοιἈπῆρεν ἔνθεν πρὸς πόλου μέγα κλέος,Ὁ Μαρκιανός, οὗ κλέος κἂν γῇ μέγα.Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἀμμώνιος ἐν εἰρήνῃ τελειοῦται.ΣτίχοιΤῆς ἀρετῆς ὁ θεῖος ἐσβέσθη λύχνος,Λύχνων μυσάντων σαρκικῶν Ἀμμωνίου.Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
Κανών α', ᾨδὴ ζ', τῆς Ἐορτῆς
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Νέους εὐσεβεῖς, καμίνῳ πυρὸς προσομιλήσαντας, διασυρίζον πνεῦμα δρόσου, ἀβλαβεῖς διεφύλαξε, καὶ θείου Ἀγγέλου συγκατάβασις ὅθεν ἐν φλογὶ δροσιζόμενοι, εὐχαρίστως ἀνέμελπον Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ».Ὥσπερ οὐρανῷ, σὺν τρόμῳ καὶ θαύματι παρίσταντο, ἐν Ἰορδάνῃ αἱ Δυνάμεις τῶν Ἀγγέλων σκοπούμεναι, τοσαύτην Θεοῦ τὴν συγκατάβασιν, ὅπως ὁ κρατῶν τὴν ὑπέρῳον τῶν ὑδάτων ὑπόστασιν, ἐν τοῖς ὕδασι, σωματοφόρος ἕστηκεν, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.Νεφέλη ποτέ, καὶ θάλασσα θείου προεικόνιζε, Βαπτίσματος τὸ θαῦμα, ἐν οἷς ὁ πρὶν βαπτίζεται, διεξοδικῶς τῷ Νομοθέτῃ λαός, θάλασσα δὲ ἦν τύπος ὕδατος, καὶ νεφέλη τοῦ Πνεύματος, οἷς τελούμενοι· Εὐλογητὸς εἶ κράζομεν, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.Ἅπαντες πιστοί, ἐν ᾧ τὴν τελείωσιν ἐλάβομεν, θεολογοῦντες ἀσιγήτως, σὺν Ἀγγέλοις δοξάσωμεν, Πατέρα Υἱὸν καὶ Πνεῦμα Ἅγιον· τοῦτο γὰρ Τριὰς ὑποστάσεσιν ὁμοούσιος, εἷς δὲ Θεός, ᾧ καὶ ψάλλομεν Ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Κανών β', ᾨδὴ ζ', τοῦ Ἁγίου Γρηγορίου
Ἦχος πλ. α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ ὑπερυψούμενος, τῶν πατέρων Κύριος, τὴν φλόγα κατέσβεσε, τοὺς Παῖδας ἐδρόσισε, συμφώνως μελῳδοῦντας· Ὁ Θεὸς εὐλογητὸς εἶ».Ἔρωτι ἑνούμενος, τρισαυγοῦς θεότητος, τῷ φέγγει Γρηγόριε, τοῖς πᾶσιν ὡς ἔσοπτρον, ἐκστίλβων ἀπαστράπτεις, τοῦ φωτὸς ἀντανακλάσεις.Θησαυρὸν τοὺς λόγους σου, πατρικῶς κατέλιπες, ἠθῶν ψυχῆς κάθαρσιν, καὶ γνώσεως πλήρωσιν, τοῖς πίστει μελῳδοῦσιν· ὁ Θεὸς εὐλογητὸς εἶ.Πρῶτον νοῦν καὶ αἴτιον, Πατέρα κατήγγειλας, Λόγου μὲν Γεννήτορα, ὁμοῦ Προβολέα τε, τοῦ Πνεύματος Τριάδα, μελῳδῶν· Εὐλογητὸς εἶ.ΘεοτοκίονΜίαν μὲν ὑπόστασιν, ἐν δυσὶ ταῖς φύσεσι, Πανάμωμε τέτοκας, Θεὸν σωματούμενον, ᾧ πάντες μελῳδοῦμεν· Ὁ Θεὸς εὐλογητὸς εἶ.
Κανών γ', ᾨδὴ ζ', τοῦ Ἁγίου Δομετιανοῦ
Ἦχος α'
Σὲ νοητήν, Θεοτόκε κάμινον ΤΟ ΑΚΟΥΤΕ
Ἡ ἀψευδής, τοῖς πιστοῖς πεπλήρωται, ἐπαγγελία προφανῶς· ὁ γὰρ θεῖος Δομετιανός, χάριτος ἠξίωται, λύειν τὰ νοσήματα, καὶ ἀπελαύνειν δαιμόνια, τὸν αἰνετὸν καταγγέλλων Θεὸν καὶ ὑπερένδοξον.Ἐπὶ τῆς γῆς, μεθ᾿ ἡμῶν γενόμενος, καὶ σαρκικῶς ἀναστραφείς, μεταδέδωκε τοῖς αὐτῷ, κατακολουθήσασι, καὶ τοῖς ἀγαπήσασι, θαυματουργίας χαρίσματα, ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.Τῆς δυσσεβοῦς, καθεῖλεν αἱρέσεως, ὁ θεῖος Δομετιανός, τοῦ Σεβήρου τάς διδαχάς, καὶ τὴν ἀπαράτρωτον, Πίστιν τὴν Ὀρθόδοξον, θεοπρεπῶς ὑπεσήμανε, τὸν αἰνετὸν καταγγέλλων, Θεὸν καὶ ὑπερένδοξον.ΘεοτοκίονΤῆς πατρικῆς, οὐκ ἀπέστη φύσεως, ὁ θεῖος Λόγος σαρκωθείς, ἐκ Παρθένου· καὶ γὰρ αὐτήν, ἀκριβῶς τετήρηκε, μένουσαν ἀμείωτον, ἐν τῷ σαρκοῦσθαι, καὶ δέχεται, τὴν ἐκ Πατρὸς μαρτυρίαν, Χριστὸς ὁ ὑπερένδοξος.
Κανών α', ᾨδὴ η', τῆς Ἐορτῆς
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Μυστήριον παράδοξον, ἡ Βαβυλῶνος ἔδειξε κάμινος, πηγάσασα δρόσον, ὅτι ῥείθροις ἔμελλεν, ἄϋλον πῦρ εἰσδέχεσθαι ὁ Ἰορδάνης, καὶ στέγειν σαρκί, βαπτιζόμενον τὸν Κτίστην, ὅν εὐλογοῦσι Λαοί, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας».Ἀπόθου φόβον ἅπαντα, ὁ Λυτρωτὴς τῷ Προδρόμῳ ἔφησεν· ἐμοὶ δὲ πειθάρχει, ὡς Χριστῷ μοι πρόσελθε τοῦτο γὰρ φύσει πέφυκα ἐμῷ προστάγματι εἶξον, καὶ βάπτισόν με συγκαταβάντα, ὅν εὐλογοῦσι Λαοί, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.Ῥημάτων ὡς ἀκήκοεν, ὁ Βαπτιστὴς τοῦ Δεσπότου, σύντρομος παλάμην ἐκτείνει, χειραπτήσας ὅμως δέ, τὴν κορυφὴν τοῦ Πλάστου αὐτοῦ, τῷ βαπτισθέντι ἐβόα Ἁγίασόν με· σὺ γὰρ Θεός μου, ὅν εὐλογοῦσι Λαοί, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.Τριάδος ἡ φανέρωσις, ἐν Ἰορδάνῃ γέγονεν· αὔτη γὰρ ὑπέρθεος φύσις, ὁ Πατὴρ ἐφώνησεν. Οὗτος ὁ βαπτιζόμενος, Υἱὸς ὁ ἀγαπητός μου, τὸ Πνεῦμα συμπαρῆν τῷ ὁμοίῳ ὅν εὐλογοῦσι Λαοί, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.
Κανών β', ᾨδὴ η', τοῦ Ἁγίου Γρηγορίου
Ἦχος πλ. α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σοὶ τῷ παντουργῶ, ἐν τῇ καμίνῳ Παῖδες, παγκόσμιον πλέξαντες, χορείαν ἔμελπον· Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».Ὅλην τὴν αὐγήν, τοῦ Παρακλήτου μάκαρ, ἐδέξω φοιτήσασαν, κραυγάζων Ὅσιε· Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.Βρύουσιν ἡμῖν, κατὰ τὸν θεῖον λόγον, Χριστοῦ ἐκ κοιλίας σου, ποταμοὶ γνώσεως· ὄντως πηγὴν γάρ, ἀέναον ἡ χάρις, ἔδειξε τῷ κόσμῳ, σὲ Πάτερ εἰς αἰῶνας.Ὢ τῆς θαυμαστῆς, ἀδελφικῆς δυάδος, σαρκί τε ὁμαίμονος, τὰ θεῖα σύμφρονος! ταύτην τιμῶντες, Βασίλειον ἐνδίκως, ἅμα Γρηγορίῳ, τιμῶμεν εἰς αἰῶνας.ΘεοτοκίονΣὲ τὴν ὑπὲρ νοῦν, θεανδρικῶς τὸν Λόγον, Παρθένε κυήσασαν, καὶ παρθενεύουσαν, πάντα τὰ ἔργα, ἀξίως εὐλογοῦμεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Κανών γ', ᾨδὴ η', τοῦ Ἁγίου Δομετιανοῦ
Ἦχος α'
Ἐν καμίνῳ Παῖδες Ἰσραὴλ ΤΟ ΑΚΟΥΤΕ
Ὑπερέβης ἅπαντα θεσμόν, τῆς φύσεως ἀνθρώπων· Θεῷ δὲ προσεπελάσθης, Θεορρῆμον ἐφετῶν, ἀκροτάτῳ μέλπων αὐτῷ· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.Ἐπακούσας θείων ἐντολῶν, ἐσκόρπισας ἀφθόνως, τὸν πλοῦτον τοῖς δεομένοις, εὐπειθείας λογισμῷ, βοῶν Ἀξιάγαστε· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.Ἰαμάτων Δομετιανέ, ἀνελλιπὴς ἐγένου, βλυστάνουσα πόμα κρήνη, καὶ χειμάρρους τῆς τρυφῆς, ποταμὸς εἰρήνης τε τοῖς βοῶσι· Πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.ΘεοτοκίονἘν καμίνῳ σε συμβολικῶς, προέγραψαν οἱ Παῖδες, Παρθένε, καὶ ἐν τῇ βάτῳ προετύπωσε Μωσῆς· Ἡσαΐας εἶδέ τε τεξομένην, βρέφος ἀνάνδρως, τὸν Κύριον τῆς δόξῃς, ὃν ὑπερυψοῦμεν, εἰς πάνταςτοὺς αἰῶνας.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ἐν καμίνῳ Παῖδες, Ἰσραήλ, ὡς ἐν χωνευτηρίῳ, τῷ κάλλει τῆς εὐσεβείας, καθαρώτερον χρυσοῦ, ἀπέστιλβον λέγοντες· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».
Κανών α', ᾨδὴ θ', τῆς Ἐορτῆς
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Μεγάλυνον, ψυχή μου, τήν τιμιωτέραν τῶν ἄνω στρατευμάτων.«Ἀπορεῖ πᾶσα γλῶσσα, εὐφημεῖν πρὸς ἀξίαν, ἰλιγγιᾷ δὲ νοῦς καὶ ὑπερκόσμιος, ὑμνεῖν σε Θεοτόκε ὅμως ἀγαθὴ ὑπάρχουσα, τὴν πίστιν δέχου καὶ γὰρ τὸν πόθον οἶδας, τὸν ἔνθεον ἡμῶν σὺ γὰρ Χριστιανῶν εἶ προστάτις, σὲ μεγαλύνομεν.»Μεγάλυνον, ψυχή μου, τόν ἐν Ἰορδάνῃ ἐλθόντα βαπτισθῆναι.Δαυῒδ πάρεσο, Πνεύματι τοῖς φωτιζομένοις Νῦν προσέλθετε, ᾆδε πρὸς Θεόν, ἐν πίστει λέγων φωτίσθητε οὗτος ὁ πτωχὸς ἐκέκραξεν Ἀδὰμ ἐν πτώσει καὶ γὰρ αὐτοῦ εἱσήκουσε Κύριος ἐλθών, ῥείθροις τοῦ Ἰορδάνου, φθαρέντα δὲ ἀνεκαίνισεν.Μεγάλυνον, ψυχή μου, τόν ὑπό Προδρόμου τό βάπτισμα λαβόντα.Ὁ Ἡσαΐας λούσασθε, καὶ καθάρθητε φάσκει τάς πονηρίας ἔναντι, ἀφέλεσθε Κυρίου οἱ διψῶντες, ὕδωρ ἐπὶ ζῶν πορεύεσθε ῥανεῖ γὰρ ὕδωρ καινοποιὸν Χριστός, τοῖς προστρέχουσιν αὐτῷ ἐν πίστει, καὶ πρὸς ζωὴν τὴν ἀγήρω, βαπτίζει Πνεύματι.Μεγάλυνον, ψυχή μου, τόν ἐκ τῆς πατρῴας φωνῆς μαρτυρηθέντα.Συντηρώμεθα χάριτι, πιστοὶ καὶ σφραγῖδι ὡς γὰρ ὄλεθρον ἔφυγον, φλιᾶς Ἑβραῖοι πάλαι αἱμαχθείσης· οὕτω καὶ ἡμῖν, ἐξόδιον τὸ θεῖον τοῦτο, τῆς παλιγγενεσίας λουτήριον ἔσται ἔνθεν καὶ τῆς Τριάδος, ὀψόμεθα φῶς τὸ ἄδυτον.
Κανών β', ᾨδὴ θ', τοῦ Ἁγίου Γρηγορίου
Ἦχος πλ. α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἡσαΐα χόρευε· ἡ Παρθένος ἔσχεν ἐν γαστρί, καὶ ἔτεκεν υἱὸν τὸν Ἐμμανουήλ, Θεόν τε καὶ ἄνθρωπον, Ἀνατολὴ ὄνομα αὐτῷ, ὃν μεγαλύνοντες, τὴν Παρθένον μακαρίζομεν».Τῶν κατορθωμάτων τε, καὶ τῶν λόγων, σοῦ τάς ἀστραπάς, Γρηγόριε εὐφημεῖν, νοῦς ἀδυνατῶν, σαφῶς ὁ ἡμέτερος ὁμολογεῖ, ἧτταν εὐκλεῆ, σοῦ καταγγέλλει δέ, ὑπὲρ δύναμιν τὸν ἔπαινον.Μυστιπόλων ἄριστε, τῇ Τριάδι, νῦν παρεστηκώς, σὺν Ἀποστόλων χορῷ, καὶ τῶν Προφητῶν, Μαρτύρων Δικαίων τε, Πατριαρχῶν, μέμνησο ἡμῶν, τῶν ἀνυμνούντων σου, τὸ μνημόσυνον Γρηγόριε.Ἐποπτεύεις ἄνωθεν, προασπίζων, νῦν Ἀρχιερεῦ, τῆς Ἐκκλησίας Χριστοῦ, νίκας τῷ πιστῷ, δωρούμενος Ἄνακτι, καὶ δουλικόν, σύντριψον ζυγόν, σοῦς σῴζων πρόσφυγας, ταῖς πρεσβείαις σου Γρηγόριε.ΘεοτοκίονὩς τεκοῦσα Πάναγνε, τῶν κτισμάτων, τὸν Δημιουργόν, κατὰ παντὸς γεννητοῦ, φέρεις τὴν ἀρχήν, ἀσύγκριτον ἔχουσα, ὑπεροχήν, καὶ ὑπερφυῆ· ὅθεν τὸν Τόκον σου, προσκυνοῦντες σε δοξάζομεν.
Κανών γ', ᾨδὴ θ', τοῦ Ἁγίου Δομετιανοῦ
Ἦχος α'
Τύπον τῆς Ἁγνῆς ΤΟ ΑΚΟΥΤΕ
Ἔστης Πάτερ τῆς ἐφέσεως, τῶν ὀρεκτῶν κρατήσας τὸ τελειότατον, καὶ ἐδέξαντο, Πατριαρχῶν σε σκηνώματα, καὶ Δικαίων Ὁσίων τὰ τάγματα, μεθ' ὧν καθικετεύοις, ὑπὲρ ἡμῶν τὸν Παντοκράτορα,Ἔσχεν ὥσπερ χρῆμα τίμιον, ἡ σὴ Πατρὶς τὸ σῶμά σου τὸ πολύαθλον, κατακρύψασα, τοῖς ἑαυτῆς κόλποις Ἔνδοξε, μητρικοῖς ὁρμωμένη κινήμασι· σοῦ γὰρ ἐπαπολαύειν, τοὺς ἀλλοτρίους οὐκ ἠνέσχετο.Ἴθι βοηθὸς γενέσθαι μοι, ἐν πειρασμοῖς τοῦ βίου καὶ περιστάσεσι, καὶ κατεύνασον, τὸν ἐγειρόμενον κλύδωνα, κατ' ἐμοῦ τῶν παθῶν καὶ γαλήνιον, ὅρμισον πρὸς λιμένα, τῇ αὔρᾳ Πάτερ τῆς πρεσβείας σου.ΘεοτοκίονἜστη μέχρι σοῦ ὁ θάνατος, τοῦ καθ᾿ ἡμᾶς γενέσθαι, διὰ τὸ σῶσαι ἡμᾶς ὑπερούσιε, Υἱὲ Θεοῦ εὐδοκήσαντος, ἐξ ἀνάνδρου Μητρὸς καὶ τοῖς ὕδασιν, ἡμᾶς ἀναχωνεῦσαι, πυρὶ τῷ θείῳ τοῦ Βαπτίσματος.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Τύπον τῆς ἁγνῆς λοχείας σου, πυρπολουμένη βάτος, ἔδειξεν ἄφλεκτος, καὶ νῦν καθ᾿ ἡμῶν, τῶν πειρασμῶν ἀγριαίνουσαν, κατασβέσαι αἰτοῦμεν τὴν κάμινον, ἵνα σε Θεοτόκε, ἀκαταπαύστως μεγαλύνωμεν».
Ἐξαποστειλάριον
Ἦχος γ'
Ἐπεσκέψατο ἡμᾶς ΤΟ ΑΚΟΥΤΕ
Τὸν ποιμένα τὸν καλόν, Γρηγόριον τὸν πάνσοφον, τῶν Νυσσαέων Πρόεδρον, τοῦ Βασιλείου τοῦ σοφοῦ, ὁμότροπον ὁμαίμονα, ἐν ᾠδαῖς τε καὶ ὕμνοις, τιμήσωμεν ἅπαντες.
Ἐξαποστειλάριον τῆς Ἑορτῆς
Ἦχος γ'
Ἐπεσκέψατο ἡμᾶς ΤΟ ΑΚΟΥΤΕ
Ἐπεφάνη ὁ Σωτήρ, ἡ χάρις ἡ ἀλήθεια, ἐν ῥείθροις τοῦ Ἰορδάνου, καὶ τοὺς ἐν σκότει καὶ σκιᾷ, καθεύδοντας ἐφώτισε· καὶ γὰρ ἦλθεν ἐφάνη, τὸ φῶς τὸ ἀπρόσιτον.
Εἰς τὸν Στίχον Στιχηρὰ Προσόμοια.Ἦχος β' Οἶκος τοῦ Ἐφραθᾶ ΤΟ ΑΚΟΥΤΕΝῦν ξένην ὁ Σωτὴρ βροτοῖς δωρεῖται ῥύψιν, χωρὶς ἀναχωνεύων, πυρὸς καὶ ἀναπλάττων, ψυχὰς δίχα συντρίψεως.Στίχ. Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω.Ὕδωρ θείας ζωῆς, πηγῶν ἐκ σωτηρίων, λαοὶ μετ᾿ εὐφροσύνης, ἀντλήσατε προθύμως ψυχῶν εἰς ἀπολύτρωσιν.Στίχ. Τὶ σοί ἐστι θάλασσα, ὅτι ἔφυγες; καὶ σοὶ Ἰορδάνη ὅτι ἐστράφης εἰς τὰ ὀπίσω;Ἦλθεν ὁ φωτισμός, ἡ χάρις ἐπεφάνη, ἡ λύτρωσις ἐπέστη, ὁ κόσμος ἐφωτίσθη, λαοὶ χαρᾶς ἐμπλήσθητε.
Δοξαστικὸν
Ἦχος α'
Ἀνατολίου
Ὁ τῆς ὀρθῆς πίστεως γενναῖος ἀγωνιστής, ὁ συγκακοπαθήσας ὡς καλὸς στρατιώτης Χριστοῦ τοῦ Θεοῦ, καὶ τῷ στρατολογήσαντι ἀρέσας, ἀγωνίζου καὶ νῦν ὑπὲρ τῆς Ἐκκλησίας, τὸν καλὸν ἀγῶνα, διατηρῶν αὐτῆς, τῶν σῶν δογμάτων ἀσάλευτον, τὴν κρηπῖδα Γρηγόριε.
Θεοτοκίον
Ἦχος α'
Ἀνατολίου
Σὺ ἐν Ἰορδάνῃ βαπτισθείς, ὁ Σωτὴρ ἡμῶν, τὰ ῥεῖθρα ἡγίασας, τῇ παλάμῃ τοῦ δούλου χειροθετούμενος, καὶ τὰ πάθη τοῦ κόσμου ἰώμενος. Μέγα τὸ μυστήριον τῆς ἐπιφανείας σου! φιλάνθρωπε Κύριε, δόξα σοι.
Εἰς τὴν Λειτουργίαν ψάλλομεν, ἀντὶ τῶν Τυπικῶν, τὰ Ἀντίφωνα.
Ἀντίφωνον Α᾽Ἦχος β'Στίχ. α'. Ἐν ἐξόδῳ Ἰσραὴλ ἐξ Αἰγύπτου, οἴκου Ἰακώβ.Στίχ. β'. Ἐγενήθη Ἰουδαία ἁγίασμα αὐτοῦ, ἐκ λαοῦ βαρβάρου.Στίχ. γ'. Ἡ θάλασσα εἶδε, καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω.Στίχ. δ'. Τὶ σοί ἐστι θάλασσα ὅτι ἔφυγες; καὶ σοὶ Ἰορδάνη, ὅτι ἐστράφης εἰς τὰ ὀπίσω;Ἀντίφωνον Β᾽Ἦχος β'Στίχ. α'. Ἠγάπησα, ὅτι εἰσακούσεται Κύριος τῆς φωνῆς τῆς δεήσεώς μου.Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν Ἰορδάνῃ ὑπὸ Ἰωάννου βαπτισθείς, ψάλλοντάς σοι, Ἀλληλούϊα.Στιχ. β'. Ὅτι ἔκλινε τὸ οὖς αὐτοῦ ἐμοί, καὶ ἐν ταῖς ἡμέραις μου ἐπικαλέσομαι.Στίχ. γ'. Περιέσχον μοι ὠδῖνες θανάτου, κίνδυνοι ᾅδου εὓροσὰν με.Στίχ. δ'. Ἐλεήμων ὁ Κύριος καὶ δίκαιος, καὶ ὁ Θεὸς ἡμῶν ἐλεεῖ.Ἀντίφωνον Γ᾽Ἦχος α'Στίχ. α'. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.Ἦχος α'Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητόν σε Υἱὸν ὀνομάζουσα καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.Στίχ. β'. Εἰπάτω δὴ οἶκος Ἰσραήλ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.Στίχ. γ'. Εἰπάτω δὴ οἶκος Ἀαρών, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.Στίχ. δ'. Εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοι τὸ Κύριον, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Εἰς τό, Ἑξαιρέτως
Ἦχος β'
Μεγαλυνάριον ΤΟ ΑΚΟΥΤΕ
Σήμερον ὁ Δεσπότης, κλίνει τόν αὐχένα χειρί τῇ τοῦ Προδρόμου.«Ὢ τῶν ὑπὲρ νοῦν τοῦ τόκου σου θαυμάτων! Νύμφη Πάναγνε, Μῆτερ εὐλογημένη. Δι' ἧς τυχόντες, παντελοῦς σωτηρίας, Ἐπάξιον κροτοῦμεν, ὡς εὐεργέτῃ, Δῶρον φέροντες, ὕμνον εὐχαριστίας».
ΚοινωνικὸνἘπεφάνη ἡ χάρις τοῦ Θεοῦ, ἡ σωτήριος πᾶσιν ἀνθρώποις. Ἀλληλούϊα.
| TA ΜΗΝΑΙΑ | Ιανουάριος | 10 |
Jan 11
Τῌ ΙΑ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥΜνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοδοσίου τοῦ Κοινοβιάρχου.
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Στιχολογοῦμεν τὴν α' στάσιν τοῦ Μακάριος ἀνήρ. Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.
Στιχηρὰ Προσόμοια
Ἦχος πλ. α'
Ὅσιε Πάτερ ΤΟ ΑΚΟΥΤΕ
Ὅσιε Πάτερ, θεοφόρε Θεοδόσιε, μεγάλως ἠγωνίσω ἐν τῇ προσκαίρῳ ζωῇ, ἐν ὕμνοις καὶ νηστείαις καὶ ἀγρυπνίαις, τύπος γενόμενος τῶν σῶν φοιτητῶν, νῦν δὲ συγχορεύεις μετὰ τῶν Ἀσωμάτων, Χριστὸν ἀπαύστως δοξολογῶν, τὸν ἐκ Θεοῦ Θεὸν Λόγον καὶ Λυτρωτήν, τὸν ὑποκλίναντα τὴν κάραν τῷ Προδρόμῳ, καὶ ἁγιάσαντα τὴν φύσιν τῶν ὑδάτων. Αὐτὸν ἱκέτευε, αὐτὸν δυσώπει Ὅσιε, δωρηθῆναι τῇ Ἐκκλησίᾳ, ὁμόνοιαν, εἰρήνην, καὶ μὲγα ἔλεος. (Δίς)
Ἦχος πλ. α'
Ὅσιε Πάτερ, θεοφόρε Θεοδόσιε, εὑροῦσα ὡς ἐπόθει, τὴν καθαρὰν σου ψυχήν, τοῦ Πνεύματος ἡ χάρις τοῦ Παναγίου, σοὶ ἐνεσκήνωσεν ὡς ἄχραντον φῶς, οὗ τῇ ἐνεργείᾳ φαιδρῶς ἠγλαϊσμένος, Χριστὸν ἀπαύστως δοξολογεῖς, τὸν ἐν δυσὶ ταῖς οὐσίαις ἕνα Υἱόν, τὸν βαπτιζόμενον χειρὶ τῇ τοῦ Προδρόμου, καὶ μαρτυρούμενον τῇ φωνῇ τῇ πατρῴᾳ. Αὐτὸν ἱκέτευε, αὐτὸν δυσώπει Ὅσιε, δωρηθῆναι τῇ οἰκουμένῃ, ὁμόνοιαν, εἰρήνην, καὶ μέγα ἔλεος. (Δίς)
Ἦχος πλ. α'
Ὅσιε Πάτερ, θεοφόρε Θεοδόσιε, εἰκότως ἠξιώθης τῆς μακαρίας ζωῆς, ἁγνείᾳ καὶ ἀσκήσει ταύτην εὑρών· ζῶν γὰρ μετέστης πρὸς τὴν ἄνω ζωήν, πᾶσι χαίρειν εἰπών, καὶ σὺν τοῖς Ἀσωμάτοις, Χριστὸν ἀπαύστως δοξολογῶν, τὸν ἐκ Παρθένου ἀφράστως σάρκα λαβόντα, καὶ καταδύσαντα τάς ἡμῶν ἁμαρτίας, ἐν τῷ Βαπτίσματι, ἐν ῥείθροις Ἰορδάνου. Αὐτὸν ἱκέτευε, αὐτὸν δυσώπει Ὅσιε, δωρηθῆναι τῇ οἰκουμένῃ, ὁμόνοιαν, εἰρήνην, καὶ μέγα ἔλεος. (Δίς)
Δοξαστικὸν
Ἦχος β'
Ὅσιε Πάτερ, ὡς πόλιν ζῶντος Θεοῦ, εὔφραναν τὴν ἱερὰν σου ψυχήν, τοῦ ποταμοῦ τὰ ὁρμήματα, τοῦ ὕδατος τῆς ἀφέσεως, τοῦ διελθόντος τὸν Ἰορδάνην, καὶ πᾶσι τοῖς πέρασι, τῆς εὐσεβείας τὸν λόγον πηγάσαντος, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, ὃν ἱκέτευε παμμάκαρ Θεοδόσιε, τοῦ σωθῆναι τάς ψυχὰς ἡμῶν.
Θεοτοκίον
Ἦχος β'
Ὑπέκλινας κάραν τῷ Προδρόμῳ, συνέθλασας κάρας τῶν δρακόντων, ἐπέστης ἐν τοῖς ῥείθροις, ἐφώτισας τὰ σύμπαντα, τοῦ δοξάζειν σε Σωτήρ, τὸν φωτισμὸν τῶν ψυχῶν ἡμῶν.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα(Κεφ. 3, 19)Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα, οἱ δὲ εἰσὶν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται. Ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῇς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας, οἱ πεποιθότες ἐπ' αὐτῷ, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα(Κεφ. 5, 1523 & 6, 13)Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν· συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως· ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς. Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνέτε· μάθετε, δικασταί, περάτων γῆς, ἐνωτίσασθε, οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις Ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα(Κεφ. 4, 715)Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος ἠγαπήθη· καὶ μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ, διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Ἀπόστιχα Στιχηρὰ Προσόμια τῆς Ἑορτῆς.Ἦχος δ' Ἔδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕἼδε πῶς περίκειμαι, τὴν σὴν εἰκόνα ἣν ἔπλασα, ὑπὲρ νοῦν ταπεινούμενος, ὁ Κύριος ἔφησε. Τὶ οὖν ξένον φίλε, εἰ καθυποκύπτω, τῇ δεξιᾷ σου ὥς περ εἷς, τῶν σῶν συνδούλων καὶ περιβάλλομαι, γυμνούμενος τὰ ὕδατα; τοὺς γυμνωθέντας γὰρ βούλομαι, ἐπενδῦσαι ὡς εὔσπλαγχνος, ἀφθαρσίαν αἰώνιον.Στίχ. Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω.Ὤφθης σωματούμενος, ἀλλὰ νηδὺς σε ἐδέξατο, ἀκατάφλεκτος μείνασα· κάμινος γὰρ πόρρωθεν, ταύτην εἰκονίζει, μὴ φλέξασα Παῖδας, ἐγὼ δὲ χόρτος ὢν πυρί, πῶς ἐπιθήσω χεῖράς σοι Δεσπότα; ὃν φρίττει τὰ οὐράνια, καὶ τὰ ἐπίγεια ἅπαντα; Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.Στίχ. Τὶ σοί ἐστι θάλασσα, ὅτι ἔφυγες; καὶ σοὶ Ἰορδάνη ὅτι ἐστράφης εἰς τὰ ὀπίσω;Σὺ με ἐν τοῖς ὕδασι, τοῦ Ἰορδάνου ἀπόπλυνον, ῥύπον ὅλως μὴ ἔχοντα, ὁ Κύριος ἔφησε· καὶ ἡ ῥυπωθεῖσα, φύσις τῶν ἀνθρώπων, τῇ παραβάσει τοῦ Ἀδάμ, ἀποπλυθεῖσα καινὴ γενήσεται· ἐμοῦ βαπτιζομένου γάρ, ἡ ἀναγέννησις ἅπασι, τοῖς ἀνθρώποις δι' ὕδατος, καὶ τοῦ Πνεύματος γίνεται.
Δοξαστικὸν
Ἦχος πλ. δ'
Τοῦ Στουδίτου
Τῶν Μοναστῶν τὰ πλήθη, τὸν καθηγητὴν σε τιμῶμεν, Πατὴρ ἡμῶν Θεοδόσιε· διὰ σοῦ γὰρ τὴν τρίβον, τὴν ὄντως εὐθεῖαν, πορεύεσθαι ἔγνωμεν. Μακάριος εἶ, τῷ Χριστῷ δουλεύσας, καὶ ἐχθροῦ θριαμβεύσας τὴν δύναμιν, Ἀγγέλων συνόμιλε, Ὁσίων ὁμόσκηνε καὶ Δικαίων. Μεθ᾿ ὧν πρέσβευε τῷ Κυρίῳ, ἐλεηθῆναι τάς ψυχὰς ἡμῶν.
Θεοτοκίον
Ἦχος πλ. δ'
Τὰ τῶν Ἀγγέλων στρατεύματα ἐξίσταντο, ὁρῶντά σε σήμερον ἐν Ἰορδάνῃ, γυμνὸν ἑστῶτα Σωτὴρ ἐν τοῖς ὕδασι, καὶ τὴν ἄχραντον κορυφήν σου ὑποκλίναντα, βαπτισθῆναι ὑπὸ Ἰωάννου· σοῦ γὰρ πτωχεύσαντος ἑκουσίως, ὁ κόσμος ἐπλουτίσθη, Κύριε δόξα σοι.
Ἀπολυτίκιον
Ἦχος πλ. δ' ΤΟ ΑΚΟΥΤΕ
Ταῖς τῶν δακρύων σου ῥοαῖς, τῆς ἐρήμου τὸ ἄγονον ἐγεώργησας· καὶ τοῖς ἐκ βάθους στεναγμοῖς, εἰς ἑκατὸν τοὺς πόνους ἐκαρποφόρησας· καὶ γέγονας φωστὴρ τῇ οἰκουμένῃ, λάμπων τοῖς θαύμασιν. Ὅσιε Πατὴρ ἡμῶν Θεοδόσιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τάς ψυχὰς ἡμῶν.
Ἀπολυτίκιον τῆς ἑορτῆς
Ἦχος α'
Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητόν σε Υἱὸν ὀνομάζουσα· καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα
Ἦχος δ'
Κατεπλάγη Ἰωσὴφ ΤΟ ΑΚΟΥΤΕ
Ἰησοῦς ὁ τοῦ Ναυῆ, ἐν Ἰορδάνῃ ποταμῷ, διαβιβάζων τὸν λαόν, καὶ τοῦ Θεοῦ τὴν κιβωτόν, ἐσκιαγράφει τὴν μέλλουσαν εὐεργεσίαν· εἰκόνα γὰρ ἡμῖν ἀναμορφώσεως, καὶ τύπον ἀψευδῆ ἀναγεννήσεως, ἡ μυστικὴ διάβασις τῶν δύω, σκιαγραφεῖ ἐν τῷ Πνεύματι. Χριστὸς ἐφάνη, ἐν Ἰορδάνῃ, ἁγιάσαι τὰ ὕδατα.Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ
Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα
Ἦχος δ'
Κατεπλάγη Ἰωσὴφ ΤΟ ΑΚΟΥΤΕ
Θεοφάνειας ὁ καιρός, Χριστὸς ἐπέφανεν ἡμῖν, ἐν Ἰορδάνῃ ποταμῷ, δεῦτε ἀντλήσωμεν πιστοί, ὕδωρ ἀφέσεως τῶν ἁμαρτιῶν ἡμῶν· Χριστός, γὰρ ἐν σαρκὶ ἐπεδήμησε, τὸ πρόβατον ζητῶν τὸ θηριάλωτον· καὶ ἀνευρὼν εἰσήγαγεν ὡς εὔσπλαγχνος, εἰς τὸν Παράδεισον αὖθις, Χριστὸς ἐφάνη, ἐν Ἰορδάνῃ, καὶ τὸν κόσμον ἐφώτισε.Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ
Μετὰ τὸν Πολυέλεον, Κάθισμα τοῦ Ὁσίου
Ἦχος γ'
Θείας Πίστεως ΤΟ ΑΚΟΥΤΕ
Θείας αἴρων σου χεῖρας πρὸς ὕψος, στῦλος Ὅσιε φωσφόρος ὤφθης, τῶν προσευχῶν ἐν ταῖς ἀκτῖσι λαμπόμενος· πρὸς οὐρανὸν γὰρ πτερώσας διάνοιαν, καὶ τῶν ἀρρήτων γενόμενος μέτοχος, ὅλος ἤστραψας, Χριστὸν τὸν Θεὸν αἰτούμενος, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.Δόξα... Καὶ νῦν... τῆς ἙορτῆςἩ Παρθένος σήμερον ΤΟ ΑΚΟΥΤΕὉ Δεσπότης σήμερον, ἐν Ἰορδάνῃ ἐπέστη, βαπτισθεὶς ἐν ὕδασιν, ὑπὸ τοῦ θείου Προδρόμου· ἄνωθεν ὁ Πατὴρ δὲ προσεμαρτύρει· Οὗτός ἐστιν ὁ Υἱὸς ὁ ἀγαπητός μου, καὶ τὸ Πνεῦμα ἐπεφάνη, ἐν ξένῃ θέᾳ, περιστερᾶς ἐπ᾿ αὐτόν.
Προκείμενον, Ἦχος δ'Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.Στίχ. Τὶ ἀνταποδώσωμεν τῷ Κυρίῳ.
Δόξα... Ταῖς τοῦ σοῦ Ὁσίου...Καὶ νῦν... Ταῖς τῆς Θεοτόκου...Εἶτα τὸ ἸδιόμελονἮχος πλ. β'Ὅσιε Πάτερ, εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος τῶν κατορθωμάτων σου, δι᾿ ὧν ἐν τοῖς οὐρανοῖς, εὗρες μισθὸν τῶν καμάτων σου. Τῶν Δαιμόνων ὤλεσας τάς φάλαγγας, τῶν Ἀγγέλων ἔφθασας τὰ τάγματα, ὧν τὸν βίον ἀμέμπτως ἐζήλωσας. Παρρησίαν ἔχων πρὸς Χριστὸν τὸν Θεόν, εἰρήνην αἴτησαι ταῖς ψυχαῖς ἡμῶν.
β' Κανών τῆς Ἐορτῆς, τοῦ Ἁγίου Ἰωάννου τοῦ Δαμασκηνοῦ, οὗ ἡ Ἀκροστιχὶς διὰ Στίχων Ἡρωελεγείων.ᾨδὴ α'
Ἦχος β'
Ἰαμβικὸς Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Στείβει θαλάσσης, κυματούμενον σάλον,Ἤπειρον αὖθις, Ἰσραὴλ δεδειγμένον.Μέλας δὲ πόντος, τριστάτας Αἰγυπτίων,Ἔκρυψεν ἄρδην, ὑδατόστρωτος τάφος,Ῥώμῃ κραταιᾷ, δεξιᾶς τοῦ Δεσπότου.»Ὄρθρου φανέντος τοῖς βροτοῖς σελασφόρου,Νῦν ἐξ ἐρήμου, πρὸς ῥοὰς ἸορδάνουἌναξ ὑπέσχες, ἡλίου σὸν αὐχένα,Χώρου ζοφώδους, τὸν Γενάρχην ἁρπάσαι,Ῥύπου τε παντός, ἐκκαθᾶραι τὴν κτίσιν.Ἄναρχε ῥείθροις, συνταφέντα σοι Λόγε,Νέον περαίνεις, τὸν φθαρέντα τῇ πλάνῃ,Ταύτην ἀφράστως, πατρόθεν δεδεγμένος,Ὄπα κρατίστην Οὗτος ἠγαπημένος,Ἴσος τέ μοι Παῖς, χρηματίζει τὴν φύσιν..
Κανών α', ᾨδὴ α', τοῦ Ὁσίου
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐν βυθῷ κατέστρωσε ποτέ, τὴν Φαραωνίτιδα, πανστρατιὰν ἡ ὑπέροπλος δύναμις· σαρκωθεὶς ὁ Λόγος δέ, τὴν παμμόχθηρον ἁμαρτίαν ἐξήλειψεν, ὁ δεδοξασμένος Κύριος, ἐνδόξως γὰρ δεδόξασται».Ὡς σοφὸς ταξίαρχος ἡμῶν, Πάτερ Θεοδόσιε, θεοπρεπῶς τὴν ᾠδὴν προανάκρουσον, τῷ ἐπιδημήσαντι, εἰς παγκόσμιον σωτηρίαν Χριστῷ τῷ Θεῷ, καὶ τὴν παναγίαν μνήμην σου, σὺν ἑαυτῷ δοξάσαντι.Ἐξ ἐρήμου Πρόδρομος Χριστοῦ, τῆς Ἀαρωνίτιδος, ὁ Ἐλισάβετ βλαστὸς προελήλυθεν, ἐν τῇ Κολυμβήθρᾳ δέ, Θεοδόσιος γεννηθεὶς διὰ Πνεύματος, ἐρημοπολίτης γέγονε, τῷ Ἰησοῦ ἑπόμενος.Βαπτισθέντος ῥείθροις τοῦ Χριστοῦ, τῆς Ἰσραηλίτιδος, συναγωγῆς καθαιρεῖται τὸ φρύαγμα, ἐν τῇ Ἐκκλησίᾳ δέ, ἡ ἰσάγγελος πολιτεία πεφύτευται· ἣν ἀνεπιστρόφως ἤνυσας, παμμάκαρ Θεοδόσιε.Κοινωνὸς τοῦ πάθους γεγονώς, Πάτερ δι᾿ ἀσκήσεως, τοῦ δι' ἡμᾶς τῷ Σταυρῷ ὁμιλήσαντος, ἐπαξίως σύμμορφος, ἐχρημάτισας τῆς αὐτοῦ ἀναστάσεως, καὶ συγκληρονόμος γέγονας, τῆς δόξης Θεοδόσιε.ΘεοτοκίονΝεανίδων θείων ὁ χορός, ἐνθεαστικώτατα, ἐν γυναιξί σε καλὴν ᾀσματίζουσι, Θεοτόκε Δέσποινα, καλλοναῖς ὡραϊζομένην θεότητος· τὸν καλλοποιὸν γὰρ Λόγον, ὑπὲρ λόγον ἀπεκύησας.Καταβασία ΤΟ ΑΚΟΥΤΕ«Βυθοῦ ἀνεκάλυψε πυθμένα, καὶ διὰ ξηρᾶς οἰκείους ἕλκει, ἐν αὐτῷ κατακαλύψας ἀντιπάλους, ὁ κραταιός, ἐν πολέμοις Κύριος, ὅτι δεδόξασται.»
ᾨδὴ γ', β' Κανών τῆς Ἐορτῆς
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὅσοι παλαιῶν, ἐκλελύμεθα βρόχων,Βορῶν λεόντων, συντεθλασμένων μύλας,Ἀγαλλιῶμεν, καὶ πλατύνωμεν στόμα,Λόγῳ πλέκοντες, ἐκ λόγων μελῳδίαν,ᾯ τῶν πρὸς ἡμᾶς, ἥδεται δωρημάτων.»Νέκρωσιν ὁ πρίν, ἐμφυτεύσας τῇ κτίσει,Θηρὸς κακούργου, σχηματισθεὶς εἰς φύσιν,Ἐπισκοπεῖται , σαρκικῇ παρουσίᾳ·Ὄρθρῳ φάναντι, προσβαλὼν τῷ Δεσπότῃ,Φλᾶν τὴν ἑαυτοῦ, δυσμενεστάτην κάραν.Ἕλκει πρὸς αὐτὸν τὴν θεόδμητον φύσιν,Γαστρὸς τυράννου, συγκεχωσμένην ὂροις.Γεννᾷ τε αὖθις, γηγενῶν ἀναπλάσει,Ἔργον φέριστον, ἐκτελῶν ὁ Δεσπότης.Ἷκται γὰρ αὐτήν, ἐξαλεξῆσαι θέλων.
Κανών α', ᾨδὴ γ', τοῦ Ὁσίου
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐξήνθησεν ἡ ἔρημος, ὡσεὶ κρίνον Κύριε, ἡ τῶν ἐθνῶν στειρεύουσα, Ἐκκλησία τῇ παρουσίᾳ σου, ἐν ᾗ ἐστερεώθη ἡ καρδίᾳ μου».Ὁ ὕδασι στεγάζων, τὰ ὑπερῷα Κύριος σωματικῶς τὰ ῥεῖθρα, τοῦ Ἰορδάνου περιεβάλετο, ἐν ᾧ ἐστερεώθη ἡ καρδία μου.Ὁ φῶς ἐν Ἰορδάνῃ, τὸ θεῖον λάμψας βλάστημα, τοῖς ἐπὶ γῆς θεόσδοτον, εὐλογίας καὶ προαιρέσεως, ἀγαθῆς σε προφαίνει Θεοδόσιε.Κατέλιπες τὸν κόσμον, καὶ τὰ ἐν τῷ κόσμῳ Ὅσιε, τὴν τελεσθεῖσαν γύμνωσιν, τοῦ Δεσπότου ἐκμιμησάμενος, ἐπὶ τοῦ Ἰορδάνου Θεοδόσιε.Τὸν Σταυρὸν τοῦ Σωτῆρος, ἐπ᾿ ὤμων ἄρας ἔδραμες, ἐπὶ τὸν τούτου τάφον, ἐλάφου δίκην ἐπὶ ὑδάτων πηγάς, σωτηρίους παμμάκαρ Θεοδόσιε.ΘεοτοκίονΤὰ τάγματα ἐξέστησαν, τῶν Ἀγγέλων Πάναγνε, καὶ τῶν ἀνθρώπων ἔφριξαν, αἱ καρδίαι ἐπὶ τῷ τόκῳ σου· διὸ σε Θεοτόκον πίστει σέβομεν.Καταβασία ΤΟ ΑΚΟΥΤΕ«Ἰσχὺν ὁ διδούς, τοῖς Βασιλεύσιν ἡμῶν Κύριος, καὶ κέρας χριστῶν αὐτοῦ ὑψῶν, Παρθένου ἀποτίκτεται, μολεῖ δὲ πρὸς τὸ Βάπτισμα· διὸ πιστοὶ βοήσωμεν· Οὐκ ἔστιν ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε».
Κάθισμα τοῦ Ὁσίου
Ἦχος πλ. δ'
Τὴν Σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ
Ἐγκρατείᾳ καὶ πόνοις καὶ προσευχαῖς, τὴν ψυχήν σου κοσμήσας θεοπρεπῶς, γέγονας συμμέτοχος, τῶν Ὁσίων Ἀοίδιμε· καὶ τῶν θαυμάτων ὄντως, χαρίσματα ἔλαβες, τοῦ ἰᾶσθαι τάς νόσους, τῶν πίστει τιμώντων σε· ὅθεν καὶ Δαιμόνων, ἀπελαύνων τὰ πλήθη, παρέχεις ἰάματα, τοῖς ἀνθρώποις τῇ χάριτι, θεοφόρε Θεοδόσιε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.Δόξα... τὸ αὐτὸΚαὶ νῦν... τῆς Ἑορτῆς Ἰορδάνης τῷ ῥείθρῳ καθυπουργεῖ, Ἰωάννης ἐκτείνει χεῖρα φθαρτήν, φανέντος σοῦ Ἀόρατε, ἐν σαρκὶ πρὸς τὸ βάπτισμα, ἀλλ' ὁ μὲν ἐστρέφετο, εἰς τὰ ὀπίσω φόβῳ, ὁ δὲ αὖθις ἐκράτει, ἐν τρόμῳ τὸν ἄφθαρτον, ὄντως ὁ Ἀμνὸς τοῦ Θεοῦ, ἡ πηγὴ ἡ ἀείζωος, πηγάς τε καὶ θαλάσσας, καὶ ἀνθρώπους ἡγίασας. Ἡ Τριὰς γὰρ ἐπέλαμψεν· ἄνωθεν Υἱὸν σε ὀνομάζει ὁ Γεννήτωρ, καὶ τὸ Ἅγιον Πνεῦμα συγκατέρχεται.
ᾨδὴ δ', β' Κανών τῆς Ἐορτῆς
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Πυρσῷ καθαρθεὶς μυστικῆς θεωρίας,Ὑμνῶν Προφήτης τὴν βροτῶν καινουργίαν,Ῥήγνυσι γῆρυν, Πνεύματι κροτουμένην,Σάρκωσιν ἐμφαίνουσαν ἀρρήτου Λόγου,ᾯ τῶν δυναστῶν τὰ κράτη συνετρίβη».Πεμφθεὶς ὁ Πατρὸς παμφαέστατος Λόγος,Νυκτὸς διῶσαι τὴν καχέσπερον σχέσιν,Ἔκριζον ἥκεις, καὶ βροτῶν ἁμαρτίας,Υἷας συνελκύσαι τε τῇ σῇ Βαπτίσει,Μάκαρ φαεινούς, ἐκ ῥοῶν Ἰορδάνου.Αὐτὸν προσιδὼν τὸν περίκλυτον Λόγον,Τρανῶς ὁ κήρυξ ἐκβοᾶται τῇ κτίσει,Οὗτος προών μου, δεύτερος τῷσαρκίῳ, Σύμμορφος ἐξέλαμψεν ἐνθέῳ σθένει,Ἔχθιστον ἡμῶν ἐξελεῖν ἁμαρτίαν.Νομὴν πρὸς αὐτὴν τὴν φερέσβιον φέρων,Θηρᾷ δρακόντων φωλεοῖς ἐπιτρέχων.Ἄπλητα κύκλα καββαλὼν Θεὸς Λόγος,Πτέρνῃ τε τὸν πλήττοντα παμπήδην γένος,Τοῦτον καθειργνύς, ἐκσαῴζει τὴν κτίσιν.
Κανών α', ᾨδὴ δ', τοῦ Ὁσίου
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐλήλυθας, ἐκ Παρθένου οὐ πρέσβυς οὐκ Ἄγγελος, ἀλλ᾿ αὐτὸς ὁ Κύριος, σεσαρκωμένος καὶ ἔσωσας, ὅλον με τὸν ἄνθρωπον· διὸ κραυγάζω σοι· Δόξα τῇ δυνάμει σου Κύριε».Ἐν ὕδασι, κεφαλὰς τῶν δρακόντων συνέτριψας, καὶ διὰ τοῦ Πνεύματος, Λόγε Θεοῦ ἀνεκαίνισας, ὅλον μὲ τὸν ἄνθρωπον· διὸ κραυγάζω σοι· Δόξα τῇ δυνάμει σου Κύριε.Τοῦ κλίναντος, κορυφὴν τῷ Προδρόμῳ μιμούμενος, Χριστοῦ τὸ ὑπήκοον, καὶ τὴν ἀρίστην ταπείνωσιν, Πάτερ Θεοδόσιε, πρὸς ἀρετῶν ἀνηνέχθης πύργον ἄσειστον.Τῇ Παρθένῳ, καὶ Μητρὶ λειτουργήσας Χριστοῦ τοῦ Θεοῦ, τὴν ἀκαταμάχητον, χάριν ἐδέξω τοῦ Πνεύματος, Πάτερ Θεοδόσιε, καὶ δυσμενεῖς ἀοράτους καταβέβληκας.Τῶν Μάγων σε, τὸ ἀοίδιμον ἄντρον δεξάμενον, δωροφόρον ἔδειξε, τῷ δι' ἡμᾶς βαπτισθέντι Χριστῷ, πίστιν Θεοδόσιε, καὶ σὺν ἐλπίδι ἀγάπην προσκομίζοντα.Τοῖς πάθεσι, τοῦ Δεσπότου Χριστοῦ δυναμούμενος, τὸ τῆς συνειδήσεως, πόθῳ ἀνέτλης μαρτύριον, Πάτερ Θεοδόσιε, τῷ ζοφερῷ προσπαλαίων κοσμοκράτορι.ΘεοτοκίονΣυνέλαβες, ἐν γαστρί σου ἀσπόρως, τὸν Κύριον, καὶ τοῦτον ἐκύησας, σεσαρκωμένον τὸν σῴζοντα, κόσμον ταῖς πρεσβείαις σου· διό σοι κράζομεν· Χαῖρε ἀειπάρθενε Δέσποινα.Καταβασία ΤΟ ΑΚΟΥΤΕ«Ἀκήκοε Κύριε φωνῆς σου, ὃν εἴπας· Φωνὴ βοῶντος ἐν ἐρήμῳ· ὅτε ἑβρόντησας πολλῶν ἐπὶ ὑδάτων, τῷ σῷ μαρτυρούμενος Υἱῷ, ὅλος γεγονὼς τοῦ παρόντος, Πνεύματος δὲ ἐβόησε· Σὺ εἶ Χριστός, Θεοῦ σοφία καὶ δύναμις».
ᾨδὴ ε', β' Κανών τῆς Ἐορτῆς
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐχθροῦ ζοφώδους καὶ βεβορβορωμένου,Ἰὸν καθάρσει Πνεύματος λελουμένοι,Νέαν προσωρμίσθημεν ἀπλανῆ τρίβον,Ἄγουσαν ἀπρόσιτον εἰς θυμηδίαν,Μόνοις προσιτήν, οἷς Θεὸς κατηλλάγη».Ἀθρῶν ὁ Πλάστης ἐν ζόφῳ τῶν πταισμάτων,Σειραῖς ἀφύκτοις, ὂν διαρθροῖ δακτύλοις,Ἵστησιν ἀμφ᾽ ὤμοισιν ἐξάρας ἄνω,Νῦν ἐν πολυρρύτοισι δίναις ἐκπλύνων,Αἴσχους παλαιοῦ τῆς Ἀδὰμ καχεξίας.Μετ᾽ εὐσεβείας προσδράμωμεν εὐτόνως,Πηγαῖς ἀχράντοις ῥεύσεως σωτηρίου,Λόγον κατοπτεύσοντες ἐξ ἀκηράτου,Ἄντλημα προσφέροντα δίψης ἐνθέου,Κόσμου προσηνῶς ἐξακεύμενον νόσον.
Κανών α', ᾨδὴ ε', τοῦ Ὁσίου
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Μεσίτης Θεοῦ καὶ ἀνθρώπων γέγονας, Χριστὲ ὁ Θεός· διὰ σοῦ γὰρ Δέσποτα, τὴν πρὸς τὸν ἀρχίφωτον Πατέρα σου, ἐκ νυκτὸς ἀγνωσίας, προσαγωγὴν ἐσχήκαμεν».Ἑξάψας τὸν νοῦν, τοῦ ἡμᾶς ἐν ῥείθροις καινουργήσαντος, σοφῶς ὑπεστήριζες, καταβεβλημένον δι᾿ ἀσκήσεως, κρεμαστῆρσι τὸ σῶμα, παμμάκαρ Θεοδόσιε.Τὸν βίον ἀεί, τοῦ θανάτου θέμενος μελέτημα, ἐκδημῆσαι σπεύδων τε, πρὸς τὸν δι' ἡμᾶς ἐπιφανέντα σαρκί, σεαυτῷ ἐδομήσω, τὸν τάφον Θεοδόσιε.Τὸν θάνατον Χριστοῦ, τὸν ἑκούσιον ὁ σὸς φοιτητής, ὁ κλεινὸς Βασίλειος, Πάτερ Θεοδόσιε μιμούμενος, τὸν καινὸν ἐγκαινίζει, τάφον ἀγαλλόμενος.ΘεοτοκίονἸδοὺ ἐν γαστρί, Θεοτόκε πάναγνε, Χριστὸν τὸν Θεόν, ὑπὲρ λόγον ἔσχηκας, ὥσπερ Ἡσαΐας προσηγόρευσεν, ὑπὲρ φύσιν τε τοῦτον, Θεογεννῆτορ τέτοκας.Καταβασία ΤΟ ΑΚΟΥΤΕ«Ἰησοῦς ὁ ζωῆς ἀρχηγός, λῦσαι τὸ κατάκριμα ἥκει, Ἀδὰμ τοῦ πρωτοπλάστου, καθαρσίων δέ, ὡς Θεὸς μὴ δεόμενος, τῷ πεσόντι καθαίρεται ἐν τῷ Ἰορδάνῃ· ἐν ᾧ τήν ἔχθραν κτείνας, ὑπερέχουσαν πάντα νοῦν, εἰρήνην χαρίζεται».
ᾨδὴ ς', β' Κανών τῆς Ἐορτῆς
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἱμερτὸν ἐξέφηνε σὺν πανολβίῳ,Ἤχῳ Πατήρ, ὃν γαστρὸς ἐξηρεύξατο.Ναί φησιν, Οὗτος, συμφυὴς γόνος πέλων,Φώταυγος ἐξώρουσεν ἀνθρώπων γένους,Λόγος τέ μου ζῶν, καὶ βροτὸς προμηθείᾳ».Ἐκ ποντίου λέοντος ὁ τριέσπερος,Ξένως Προφήτης ἐγκάτοις φλοιδούμενος,Αὖθις προῆλθε, τῆς παλιγγενεσίας,Σωτηρίαν δράκοντος ἐκ βροτοκτόνου,Πᾶσι προφαίνων, τῶν χρόνων ἐπ᾽ ἐσχάτων.Ἀνειμένων Πόλοιο παμφαῶν πτυχῶν,Μύστης ὁρᾷ πρὸς Πατρὸς ἐξικνούμενον,Μένον τε Πνεῦμα τῷ παναχράντῳΛόγῳ, Ἐπελθὸν ὡς πέλειαν ἀφράστῳ τρόπῳ,Δήμοις τε φαίνει, προσδραμεῖν τῷ Δεσπότῃ.
Κανών α', ᾨδὴ ς', τοῦ Ὁσίου
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον· Ἐκ φθορᾶς, ὁ Θεὸς με ἀνάγαγε».Ἀφθαρσίαν ἡμῖν ἐδωρήσω Χριστέ, ἐν τῇ ἀναστάσει σου· ὅθεν Βασίλειος, ὁ εὐκλεὴς θεράπων σου, καὶ θανὼν ὥσπερ ζῶν, ἐπιφαίνεται.Ὁ καθαίρων τὸν κόσμον βαπτίζεται, δι᾿ ἐμὲ βροτός, ὁ Θεὸς κατ᾿ ἐμὲ γεγονώς, ὃν ἐν δυσὶ ταῖς φύσεσι, Θεοδόσιε μάκαρ ἐκήρυξας.Γλυκασμὸν εὐφροσύνης Χριστῷ τῷ Θεῷ, τῷ τῶν Μυροφόρων τὰ δάκρυα τρέψαντι, εἰς χαρὰν Θεοδόσιε, οἱ κρουνοὶ τῶν δακρύων σου ἔσταξαν.ΘεοτοκίονΣυμπαθείας τῆς σῆς με ἀξίωσον, ἡ τὸν συμπαθέστατον Λόγον κυήσασα, τῶν τῷ ἰδίῳ αἵματι, ἐκ φθορᾶς τοὺς ἀνθρώπους ῥυσάμενον.Καταβασία ΤΟ ΑΚΟΥΤΕ«Ἡ φωνὴ τοῦ Λόγου, ὁ λύχνος τοῦ Φωτός, ὁ Ἑωσφόρος, ὁ τοῦ Ἡλίου Πρόδρομος, ἐν τῇ ἐρήμῳ· Μετανοεῖτε, πᾶσι βοᾷ τοὶς λαοῖς, καὶ προκαθαίρεσθε· ἰδοὺ γὰρ πάρεστι Χριστός, ἐκ φθορᾶς τὸν κόσμον λυτρούμενος».
Κοντάκιον τοῦ Ὁσίου
Ἦχος πλ. δ'
Τῇ ὑπερμάχῳ ΤΟ ΑΚΟΥΤΕ
Πεφυτευμένος ἐν αὐλαῖς ταῖς τοῦ Κυρίου σου, τάς φανοτάτας ἀρετὰς τερπνῶς ἐξήνθησας, καὶ ἐπλήθυνας τὰ τέκνα σου ἐν ἐρήμῳ, τῶν δακρύων σου τοῖς ὄμβροις ἀρδευόμενα, ἀγελάρχα τῶν Θεοῦ θείων ἐπαύλεων· ὅθεν κράζομεν· Χαίροις Πάτερ Θεοδόσιε.
Ὁ Οἶκος
Ἄνθρωπος μὲν τῇ φύσει ἐχρημάτισας Πάτερ, ἀλλ' ὤφθης συμπολίτης Ἀγγέλων· ὡς γὰρ ἄσαρκον ἐπὶ τῆς γῆς βιοτεύσας σοφέ, τῆς σαρκὸς ἅπασαν τὴν πρόνοιαν ἀπέρριψας· διὸ καὶ παρ᾿ ἡμῶν ἀκούεις· Χαίροις, πατρὸς εὐλαβοῦς ὁ γόνος, χαίροις, Μητρὸς εὐσεβοῦς ὁ κλάδος. Χαίροις, τῆς ἐρήμου πολιστὴς παγκόσμιος· χαίροις οἰκουμένης φωστὴρ ὁ πολύφωτος. Χαίροις, ὅτι ἐκ νεότητος ἠκολούθησας Χριστῷ, χαίροις ὅτι κατεμάρανας τῆς σαρκὸς τάς ἡδονάς. Χαίροις, τῶν Μοναζόντων πρόξενος σωτηρίας, χαίροις, τῶν ῥαθυμούντων τρόπος παρηγορίας. Χαίροις, πολλοὺς ἐκ πλάνης ῥυσάμενος, χαίροις, κρουνοὺς θαυμάτων δωρούμενος. Χαίροις, πτωχῶν τὴν φροντίδα ποιήσας, χαίροις, ἡμῶν ὁ προστάτης καὶ ῥύστης· Χαίροις, Πάτερ Θεοδόσιε.
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΙΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοδοσίου τοῦ Κοινοβιάρχου καὶ Καθηγητοῦ τῆς ἐρήμου.ΣτίχοιΚοινοῦ Θεοδόσιος Ἡγεμὼν βίου,Κοινὴ Μονασταῖς ἐκβιώσας ζημία.Ἑνδεκάτῃ ὀλοὸν βίοτον λίπε Κοινοβιάρχης.Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τῶν μυρίων Ἁγίων Ἀγγέλων. Τελεῖται δὲ ἐνδὸν τοῦ Μαρτυρίου τῆς Ἁγίας Ἀναστασίας ἐν τοῖς Δομνίνου ἐμβόλοις, καὶ Μνήμη τοῦ Ἁγίου Στεφάνου, τοῦ ἐν Πλακιδιναῖς, καὶ τοῦ Ἁγίου Θεοδώρου καὶ Ἀγαπίου τοῦ Ἀρχιμανδρίτου.Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάϊρος αἰκιζόμενος τελειοῦται.ΣτίχοιΜάϊρος ἐκραύγαζεν, ὢν ἐν αἰκίαις.Μὴ δειλιᾷς Μάϊρε, πλήττου καὶ στέφου.Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Βιτάλιος ἐν εἰρήνῃ τελειούται.ΣτίχοιΚαὶ πνεῦμα δόντα Βιτάλιε Κυρίῳ,Τὰ πνεύματα φρίττει σε τῆς πονηρίας.Ταῖς αὐτῶν Ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ', β' Κανών τῆς Ἐορτῆς
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἔφλεξε ῥείθρῳ τῶν δρακόντων τάς κάρας,Ὁ τῆς καμίνου τὴν μετάρσιον φλόγα,Νέους φέρουσαν εὐσεβεῖς κατευνάσας,Τὴν δυσκάθεκτον ἀχλὺν ἐξ ἁμαρτίας,Ὅλην πλύνει δέ, τῇ δρόσῳ τοῦ Πνεύματος».Σὲ ζωγραφοῦσαν τὴν Ἀσσύριον φλόγα,Ἐκστῶσαν ἵστης, εἰς δρόσον μετηγμένην.Ὕδωρ ὅθεν νῦν ἀμφιέσσαο φλέγον,Σίντην κάκιστον Χριστὲ προσκεκευθμένον,Πρὸς τὴν ὄλισθον ἐκκαλούμενον τρίβον.Ἀπορραγέντος τοῦ Ἰορδάνου πάλαι,Ἰσθμῷ περᾶται λαός, Ἰσραηλίτης,Σὲ τὸν κράτιστον ἐμφοροῦντα τὴν κτίσιν,Ἠπειγμένως νῦν ἐν ῥοαῖς διαγράφων,Πρὸς τὴν ἄρρευστον καὶ ἀμείνονα τρίβον.Ἴδμεν τὸ πρῶτον τὴν πανώλεθρον κλύσιν,Οἰκτρῶς σε πάντων εἰς φθορὰν παρεισάγειν,Ὦ τρισμέγιστα χρηματίζων καὶ ξένα.Νῦν δὲ κλύσαντα Χριστὲ τὴν ἁμαρτίαν,Δι᾽ εὐπάθειαν, καὶ βροτῶν σωτηρίαν.
Κανών α', ᾨδὴ ζ', τοῦ Ὁσίου
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἀντίθεον πρόσταγμα παρανομοῦντος, τυράννου μετάρσιον, τὴν φλόγα ἀνερρίπισε· Χριστὸς δὲ ἐφήπλωσε, θεοσεβέσι Παισί, δρόσον τὴν τοῦ Πνεύματος, ὁ ὢν εὐλογημένος καὶ ὑπερένδοξος». Ὁ ρεῖθρα φλογίζοντα τὴν ἁμαρτίαν, καὶ φλόγα δροσίζουσαν, ἀνθρώπων γένος Κύριε, ἐν τῷ σῷ Βαπτίσματι, συνάψας Λόγε Θεοῦ, ὁ ὑπερυψούμενος Θεός, εὐλογημένος καὶ ὑπερένδοξος.Τῷ κάμινον τεύξαντι τὸν Ἰορδάνην, σαυτὸν ὡς θυμίαμα, ὁλοκαυτώσας Ὅσιε, καὶ φλόγα οὐράνιον, ἀψευδὲς σύμβολον, θείας ἐπινεύσεως λαβών, σηκὸν ἱδρύσω ψυχῶν σωτήριον.Τοῖς σοῖς στρατηγήμασι τὰ τοῦ Μωσέως, ὑπείκει τῆς χάριτος, ἐπιφανείσης Ὅσιε· ἐχθροὺς ἀοράτους γάρ, καταστρεψάμενος, πόλιν ἐπουράνιον ὁ σός, κληροδοτεῖται λαὸς Πανεύφημε.Τῷ ῥείθροις ἐνθάψαντι τὴν ἁμαρτίαν, σαυτὸν ἐνδιαίτημα, ἔδρασας Θεοδόσιε, θεάρεστον τέμενος ἐπῳκοδόμησας, φέρειν ἀκατάπαυστον ᾠδήν, νομοθετήσας ἐν πολυγλώσσοις φωναῖς.Τῶν Παίδων μιμούμενος τὴν παρρησίαν, τυράννου πυρίπνοον, ἀπειλὴν ἐξεφαύλισας, σοφῶς προϊστάμενος τῆς Ἐκκλησίας Χριστοῦ, Πάτερ Θεοδόσιε, δι᾿ ἣν ἑκὼν ὡράθη, σαρκὶ σταυρούμενος.ΘεοτοκίονΠανάχραντον σύλληψιν, ἄχραντον τόκον, σὺ μόνη ὑπέδειξας, Παρθένος διαμείνασα· Θεὸν γὰρ συνέλαβες, τὸν ὑπὲρ πάντων Ἁγνή, ἄνθρωπον γενόμενον, πιστῶν εἰς σωτηρίαν καὶ ἀπολύτρωσιν.Καταβασία ΤΟ ΑΚΟΥΤΕ«Νέους εὐσεβεῖς, καμίνῳ πυρὸς προσομιλήσαντας, διασυρίζον πνεῦμα δρόσου, ἀβλαβεῖς διεφύλαξε, καὶ θείου Ἀγγέλου συγκατάβασις· ὅθεν ἐν φλογὶ δροσιζόμενοι, εὐχαρίστως ἀνέμελπον. Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ».
ᾨδὴ η', β' Κανών τῆς Ἐορτῆς
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐλευθέρα μὲν ἡ κτίσις γνωρίζεται.Υἱοὶ δὲ φωτός, οἱ πρὶν ἐσκοτισμένοι.Μόνος στενάζει, τοῦ σκότους ὁ προστάτης.Νῦν εὐλογείτω συντόνως τὸν αἴτιον,Ἡ πρὶν τάλαινα τῶν Ἐθνῶν παγκληρία».Τριττοὶ θεουδεῖς ἐμπύρως δροσούμενοι,Αἰγλῆντα τριτταῖς παμφαῶς ἁγιστείαις,Σαφῶς ἐδήλουν τὴν ὑπέρτατον φύσιν,Μίξει βροτείᾳ πυρπολοῦσαν ἐν δρόσῳ,Εὐκτῶς ἅπασαν τὴν ὀλέθριον πλάνην.Λευχειμονείτω πᾶσα γήϊνος φύσις,Ἐκπτώσεως νῦν οὐρανῶν ἐπηρμένηᾯ γὰρ τὰ πάντα συντετήρηται ΛόγῳΝάουσι ῥείθροις ἐκπλυθεῖσα πταισμάτων,Τῶν πρὶν πέφευγε παμφαῶς λελουμένη.
Κανών α', ᾨδὴ η', τοῦ Ὁσίου
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Κάμινος ποτέ, πυρὸς ἐν Βαβυλῶνι, τάς ἐνεργείας διεμέριζε, τῷ θείῳ προστάγματι, τοὺς Χαλδαίους καταφλέγουσα, τοὺς δὲ πιστοὺς δροσίζουσα, ψάλλοντας· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον».Κάμινός ποτε, ἐν Βαβυλῶνι ῥεῖθρα, τοῦ Ἰορδάνου ἐξεικόνισε, τῷ θείῳ Βαπτίσματι, ἐναντίους καταφλέγουσα, τοὺς δὲ πιστοὺς δροσίζουσα κράζοντας· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.Τῶν σωματικῶν, παθῶν προεκδημήσας, τῆς ἐκδημίας Θεοδόσιε, ἐν τοῖς κενεῶσι τῆς γῆς, τῶν ὑδάτων ἑξαιρούμενος, τῷ νεανίᾳ δείκνυσαι, κράζοντι· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.Γέγονε τῶν σῶν, χειρῶν ἡ εὐλογία, τὸ τοῦ ἐν ῥείθροις βαπτισθέντος Χριστοῦ, θειότατον πρόσταγμα, τῇ ἀνίκμῳ γονιμώτατον, ὕδωρ καὶ θάλπων ἥλιος· κόκκος γὰρ εἰς πολύχουν, σῖτον ἀσπόρως ἐτρέφετο.Γνόφον νοητόν, φωτὸς τοῦ θειοτάτου, σὺ ὑπεισδύνας Θεοδόσιε, καὶ πλάκας δακτύλῳ Θεοῦ, ἐγγραφείσας τῇ καρδίᾳ σου, τὰ εὐσεβείας δόγματα, ἔφερες τοῖς φοιτῶσι, βίβλον ζωῆς παμμακάριστε.Πίστιν ἀρραγῆ, τὴν τῆς Αἱμόρρου Πάτερ, ἐκμιμησάμενον τὸ γύναιον, τοῦ ῥάκους ἁψάμενον, ὥσπερ σκότος τῷ ἐν σοὶ φωτισμῷ τὸ πάθος ἐφυγάδευσε· γέγονας ἐκλογῆς γάρ, σκεῦος τῷ ἐπιφανέντι Χριστῷ.Σὲ τὸν ἐκ Θεοῦ, Θεὸν ἑωρακότες, σωματικῶς ἐπιφανέντα Χριστέ, ἀρρήτως ἐπέγνωμεν, τὸν ἀόρατον Πατέρα σου, καὶ Πνεῦμά σου τὸ Ἅγιον, κράζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.ΘεοτοκίονΣὺ τὸν τοῦ Πατρός, ἀχώριστον ἐν μήτρᾳ, θεανδρικὼς πολιτευσάμενον, ἀσπόρως συνέλαβες, καὶ ἀφράστως ἀπεκύησας, Θεὸν ὁμοῦ καὶ ἄνθρωπον· ὅθεν σε σωτηρίαν, πάντων ἡμῶν ἐπιστάμεθα.Καταβασία ΤΟ ΑΚΟΥΤΕ«Μυστήριον παράδοξον, ἡ Βαβυλῶνος ἔδειξε κάμινος, πηγάσασα δρόσον, ὅτι ῥείθροις ἔμελλεν, ἄϋλον πῦρ εἰσδέχεσθαι ὁ Ἰορδάνης, καὶ στέγειν σαρκί, βαπτιζόμενον τὸν Κτίστην· ὃν εὐλογοῦσι Λαοί, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας».
ᾨδὴ θ', β' Κανών τῆς Ἐορτῆς
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Σήμερον ὁ Δεσπότης, κλίνει τόν αὐχένα χειρί τῇ τοῦ Προδρόμου.«Ὢ τῶν ὑπὲρ νοῦν, τοῦ τόκου σου θαυμάτων!Νύμφη πάναγνε, Μῆτερ εὐλογημένηΔι᾽ ἧς τυχόντες παντελοῦς σωτηρίας,Ἐπάξιον κροτοῦμεν ὡς εὐεργέτῃ,Δῶρον φέροντες ὕμνον εὐχαριστίας.»Σήμερον Ἰωάννης, βαπτίζει τόν Δεσπότην ἐν ῥείθροις Ἰορδάνου.«Ὢ τῶν ὑπὲρ νοῦν, τοῦ τόκου σου θαυμάτων!Νύμφη πάναγνε, Μῆτερ εὐλογημένηΔι᾽ ἧς τυχόντες παντελοῦς σωτηρίας,Ἐπάξιον κροτοῦμεν ὡς εὐεργέτῃ,Δῶρον φέροντες ὕμνον εὐχαριστίας.»Δόξα...Μεγάλυνον, ψυχή μου, τῆς τρισυποστάτου καί ἀδιαιρέτου Θεότητος τό κράτος.Ἴδμεν τὰ Μωσεῖ τῇ βάτῳ δεδειγμένα,Δεῦρο ξένοις, θεσμοῖσιν ἐξειργασμένα.Ὡς γὰρ σέσωσται, πυρφοροῦσα Παρθένος,Σελασφόρον τεκοῦσα τὸν εὐεργέτην,Ἰορδάνου τε, ῥεῖθρα προσδεδεγμένα.Καί νῦν...Μεγάλυνον, ψυχή μου, τήν λυτρωσαμένην ἡμᾶς ἐκ τῆς κατάρας.Χρίεις τελειῶν, τὴν βρότειον οὐσίαν,Ἄναξ ἄναρχε, Πνεύματος κοινωνία,Ῥοαῖς ἀχράντοις, ἐκκαθάρας καὶ σκότους,Ἰσχὺν θριαμβεύσας τε, τὴν ἐπηρμένην,Νῦν εἰς ἄληκτον, ἐξαμείβεαι βίον.
Κανών α', ᾨδὴ θ', τοῦ Ὁσίου
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἀνάρχου Γεννήτορος, Υἱὸς Θεὸς καὶ Κύριος, σαρκωθεὶς ἐκ Παρθένου, ἡμῖν ἐπέφανε, τὰ ἐσκοτισμένα φωτίσαι, συναγαγεῖν τὰ ἐσκορπισμένα. Διὸ τὴν Πανύμνητον, Θεοτόκον μεγαλύνομεν».Συνόδους ἐκήρυξας, θεόφρον Θεοδόσιε, τῶν σεπτῶν ἰσαρίθμους, Εὐαγγελίων Χριστοῦ, τὸ τῆς προαιρέσεως αἷμα, μαρτυρικῷ, προέμενος ζήλῳ, καὶ μάρτυς ἀναίμακτος, εὐσεβείας ἀναδέδειξαι.Ἡ δίκη τὸν ἄδικον, ἐνδίκως κατεδίκασε, τῆς σῆς ὑπερορίας προεξορίσασα, καὶ διὰ βλασφήμων χειλέων, τὴν δυσσεβῆ, ψυχὴν ἐξελοῦσα, ζωῆς τε στερήσασα, τῆς ζωῆς τὸν ἐχθρὸν Ὅσιε.Τῶν σῶν μεμνημένοι, διδαγμάτων Θεοδόσιε, ἐν δυσὶ ταῖς οὐσίαις, Χριστὸν κηρύττομεν, δύω τάς θελήσεις εἰδότες, τάς φυσικάς, καὶ τάς ἐνεργείας, καὶ τὰ αὐτεξούσια, ἐν Θεῷ τῷ βαπτισθέντι σαρκί.Φερώνυμος δόσις ἀγαθή, ἐκ τοῦ τῶν φώτων Πατρός, τῶν ψυχῶν καὶ τῶν σωμάτων ἰατρὸς πέφηνας, βρῶσις εὐθηνοῦσα καὶ πόσις, τῶν ἐν λιμῷ τακέντων καὶ δίψει, γυμνῶν περιβόλαιον, καὶ πιπτόντων ἐπανόρθωσις,Μὴ παύσῃ τὴν ποίμνην σου, ἐφορῶν Πάτερ Ὅσιε, καὶ τῆς σῆς μεμνημένος καθυποσχέσεως, ἧς τάς τῆς ἐλπίδος ἀγκύρας, ὡς ἀρραγοῦς ἐξήψαμεν πέτρας, πρὸς Χριστὸν μεσίτην σε, κεκτημένοι Θεοδόσιε.Θεοτοκίον Ὡς ὄρθρος εὑρέθης πρωϊνός, ἐν τῇ τοῦ βίου νυκτί, παρθενίας ἀκτῖσι περιαστράπτουσα, τὴν ἀνατολὴν τοῦ Ἡλίου, τοῦ νοητοῦ τῆς δικαιοσύνης, ἡμῖν φανερώσασα, Θεομῆτορ πανσεβάσμιε.Καταβασία ΤΟ ΑΚΟΥΤΕ«Ἀπορεῖ πᾶσα γλῶσσα, εὐφημεῖν πρὸς ἀξίαν, ἰλιγγιᾷ δὲ νοῦς καὶ ὑπερκόσμιος, ὑμνεῖν σε Θεοτόκε· ὅμως ἀγαθὴ ὑπάρχουσα, τὴν πίστιν δέχου· καὶ γὰρ τὸν πόθον οἶδας, τὸν ἔνθεον ἡμῶν· σὺ γὰρ Χριστιανῶν εἶ προστάτις, σὲ μεγαλύνομεν».
Ἐξαποστειλάριον
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Τὸν νοῦν καθάρας Ὅσιε, τῆς τῶν παθῶν συγχύσεως, τρανῶς ἐδέξω τάς θείας, ἐμφάσεις τῆς ὑπερφώτου, καὶ τριλαμποῦς Θεότητος, παμμάκαρ Θεοδόσιε, τῶν ἀσκητῶν ἀγλάϊσμα· καὶ νῦν πρεσβεύων μὴ παύσῃ, ὑπὲρ ἡμῶν θεοφόρε.
Ἐξαποστειλάριον τῆς Ἑορτῆς
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Βαβαὶ τῶν θείων ἔργων σου, Σωτήρ μου παντοδύναμε! Θεὸς γὰρ ὢν πρὸ αἰώνων, Παρθένου μήτραν ὑπέδυς, καὶ σὰρξ ἀτρέπτως γέγονας, καὶ ὕδασιν ἀπέπλυνας, τοῦ Ἰορδάνου Δέσποτα, βροτῶν τὴν φύσιν τοῦ ῥύπου, τῶν ψυχικῶν ἁμαρτάδων.
Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.
Στιχηρὰ Προσόμοια
Ἦχος πλ. α'
Χαίροις ἀσκητικῶν ΤΟ ΑΚΟΥΤΕ
Οἶκον τῶν ἱερῶν ἀρετῶν, προκαταστήσας σεαυτὸν Θεοδόσιε, τὸν θεῖον τῆς Θεοτόκου, κατηξιώθης ναόν, κατοικεῖν καὶ τοῦτον ἐπισκέπτεσθαι· Θεοῦ τὴν λαμπρότητα, θεωρεῖν γὰρ ἠγάπησας· τῆς ἀληθοῦς δέ, νῦν σκηνῆς τὴν εὐπρέπειαν, καὶ τὴν ἄφραστον, καθορᾷς ὡραιότητα· ἥν περ ἐθεμελίωσεν, ὁ Ὕψιστος Ὅσιε, καὶ κατοικίζει προθύμως, τοὺς πρὸς αὐτὸν ἀνανεύοντας. Αὐτὸν δωρηθῆναι, ταῖς ψυχαῖς ἡμῶν δυσώπει, τὸ μέγα ἔλεος.
Ἦχος πλ. α'
Πόνοις ἀσκητικοῖς σεαυτόν, ἀνακαθάρας μιμητὴς ἐχρημάτισας, παμμάκαρ, τοῦ σοῦ Δεσπότου· τῆς γὰρ κρασπέδων τῶν σῶν, ἁψαμένης πάθος ἐθεράπευσας· λιμῷ τηκομένους, ἐν τῇ ἐρήμῳ δὲ ἔθρεψας, ἐξ ἀκενώτου, χορηγῶν θησαυρίσματος, ὡς φερώνυμος, Θεοῦ δόσις γενόμενος. Πίστιν δὲ τὴν ὀρθόδοξον, ἐκήρυξας Ὅσιε, τὴν τοῦ τυράννου μανίαν, ἀντ᾿ οὐδενὸς λογισάμενος, Χριστὸν ἱκετεύων, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Ἦχος πλ. α'
Φλόγα τῆς πρὸς Θεὸν ἀκλινοῦς, καὶ διαπύρου καὶ θερμῆς ἀγαπήσεως, ἐξάψας τὸν οὐρανόθεν, ἀντεκομίσω πυρσόν, εὐδοκίαν θείαν σοι μηνύοντα, ναὸν ἁγιώτατον, ἀρετῆς παιδευτήριον, οἰκοδομῆσαι, καὶ ψυχῶν φροντιστήριον· ὃν ἀρξάμενος, εὐσεβῶς ἐτελείωσας· ἔνθα καὶ τὸ πολύαθλον, κατάκειται σῶμά σου, θήκαις ὁσίαις Παμμάκαρ, διαφερόντως τιμώμενον. Χριστὸν δωρηθῆναι, ταῖς ψυχαῖς ἡμῶν δυσώπει, τὸ μέγα ἔλεος.
Ἦχος πλ. α'
Ὄντως ἕως σκηνῆς θαυμαστῆς, ἕως τοῦ οἴκου τοῦ Θεοῦ Θεοδόσιε, διῆλθες ἀγαλλιάσει, καὶ εὐφροσύνῃ ψυχῆς, ἔνθα ἦχος Πάτερ ἐορτάζοντος, τερπνῆς ἀκουσάμενος, καὶ γλυκείας ὑμνήσεως, καὶ τῆς ἀφράστου, θυμηδίας καὶ τέρψεως, γενησόμενος, ἐν μεθέξει μακάριε, ἧς μόνης ἐφιέμενος, τὴν σάρκα ἐνέκρωσας, ἧς καὶ ἐπέτυχες θείᾳ, δικαιοσύνῃ κοσμούμενος, Χριστὸν ἱκετεύων, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Δοξαστικὸν
Ἦχος β'
Τῶν ἀρετῶν ἡ κλῖμαξ, ὑπογραμμὸς ἀνεδείχθη τοῖς ἐπὶ γῆς· τοῦτον εὐφημήσωμεν, ὡς ἀσκητῶν ἐγκαλλώπισμα· ἑξασκήσας γὰρ ἀληθῶς, ὥσπερ ὁ μέγας Ἀντώνιος, ἄμετρον ταπείνωσιν ἐνδειξάμενος, καὶ ποιμάνας τὸν λαὸν αὐτοῦ εὐσεβῶς εἰς μάνδραν ἁγίαν ἐνήλασεν, οὗ ὁ χορὸς τῶν Ἁγίων καθέστηκεν. Ἐκτενῶς οὖν βοῶμεν· Μὴ ἐπιλάθῃ, καὶ νῦν τῆς ποίμνης σου, παμμάκαρ Θεοδόσιε, ἀλλὰ πρεσβείαις σου πρὸς Κύριον, σῶσον ἡμᾶς δεόμεθα.
Θεοτοκίον
Ἦχος β'
Σήμερον ὁ Χριστός, ἐν Ἰορδάνῃ ἦλθε βαπτισθῆναι. Σήμερον Ἰωάννης ἅπτεται κορυφῆς τοῦ Δεσπότου. Αἱ Δυνάμεις τῶν οὐρανῶν ἐξέστησαν, τὸ παράδοξον ὁρῶσαι μυστήριον. Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἰδὼν ἀνεστρέφετο. Ἡμεῖς δὲ οἱ φωτισθέντες βοῶμεν· Δόξα τῷ φανέντι Θεῷ καὶ ἐπὶ γῆς ὀφθέντι, καὶ φωτίσαντι τὸν Κόσμον.
Μεγάλη Δοξολογία
Εἰς τὴν Λειτουργίαν ψάλλομεν, ἀντὶ τῶν Τυπικῶν, τὰ Ἀντίφωνα.
Τυπικά, καὶ ἐκ τοῦ Κανόνος, Ὠδὴ γ' καὶ ς'.
Ἀντίφωνον Α᾽Ἦχος β'Στίχ. α'. Ἐν ἐξόδῳ Ἰσραὴλ ἐξ Αἰγύπτου, οἴκου Ἰακώβ.Στίχ. β'. Ἐγενήθη Ἰουδαία ἁγίασμα αὐτοῦ, ἐκ λαοῦ βαρβάρου.Στίχ. γ'. Ἡ θάλασσα εἶδε, καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω.Στίχ. δ'. Τὶ σοί ἐστι θάλασσα ὅτι ἔφυγες; καὶ σοὶ Ἰορδάνη, ὅτι ἐστράφης εἰς τὰ ὀπίσω;Ἀντίφωνον Β᾽Ἦχος β'Στίχ. α'. Ἠγάπησα, ὅτι εἰσακούσεται Κύριος τῆς φωνῆς τῆς δεήσεώς μου.Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν Ἰορδάνῃ ὑπὸ Ἰωάννου βαπτισθείς, ψάλλοντάς σοι, Ἀλληλούϊα.Στιχ. β'. Ὅτι ἔκλινε τὸ οὖς αὐτοῦ ἐμοί, καὶ ἐν ταῖς ἡμέραις μου ἐπικαλέσομαι.Στίχ. γ'. Περιέσχον μοι ὠδῖνες θανάτου, κίνδυνοι ᾅδου εὓροσὰν με.Στίχ. δ'. Ἐλεήμων ὁ Κύριος καὶ δίκαιος, καὶ ὁ Θεὸς ἡμῶν ἐλεεῖ.Ἀντίφωνον Γ᾽Ἦχος α'Στίχ. α'. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.Ἦχος α'Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητόν σε Υἱὸν ὀνομάζουσα καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.Στίχ. β'. Εἰπάτω δὴ οἶκος Ἰσραήλ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.Στίχ. γ'. Εἰπάτω δὴ οἶκος Ἀαρών, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.Στίχ. δ'. Εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοι τὸ Κύριον, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Εἰς τό, Ἑξαιρέτως
Ἦχος β'
Μεγαλυνάριον ΤΟ ΑΚΟΥΤΕ
Σήμερον ὁ Δεσπότης, κλίνει τόν αὐχένα χειρί τῇ τοῦ Προδρόμου.«Ὢ τῶν ὑπὲρ νοῦν τοῦ τόκου σου θαυμάτων! Νύμφη Πάναγνε, Μῆτερ εὐλογημένη. Δι' ἧς τυχόντες, παντελοῦς σωτηρίας, Ἐπάξιον κροτοῦμεν, ὡς εὐεργέτῃ, Δῶρον φέροντες, ὕμνον εὐχαριστίας».
ΚοινωνικὸνἘπεφάνη ἡ χάρις τοῦ Θεοῦ, ἡ σωτήριος πᾶσιν ἀνθρώποις. Ἀλληλούϊα.
| TA ΜΗΝΑΙΑ | Ιανουάριος | 11 |
Jan 12
Τῌ ΙΒ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥΜνήμη τῆς Ἁγίας Μάρτυρος Τατιανῆς.
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς.
Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς
Ἦχος β'
Ὅτε ἐκ τοῦ ξύλου σε νεκρὸν ΤΟ ΑΚΟΥΤΕ
Ὕμνον, νῦν μεθέορτον πιστοί, ᾄσωμεν Χριστοῦ τῇ Βαπτίσει, καθαρωτάτῳ νοΐ· ἤδη γὰρ ἐφέστηκε, πρὸς Ἰορδάνην σαρκί, ὁ Πατρὶ καὶ τῷ Πνεύματι, ἀεὶ συνυπάρχων, φύσει τῆς Θεότητος, τῷ Ἰωάννῃ βοῶν· Δεῦρο, Βαπτιστὰ βάπτισόν με· θέλω γὰρ ἐκπλῦναι τοῦ ῥύπου, φύσιν τῶν ἀνθρώπων ὡς φιλάνθρωπος.
Ἦχος β'
Τρόμῳ, λειτουργοῦσί σοι Χριστέ, πᾶσαι τῶν Ἀγγέλων αἱ τάξεις, ὡς Βασιλεῖ καὶ Θεῷ· ὅλως ἀτενίσαι σοι, τὰ Χερουβὶμ οὐ τολμᾷ· κορυφῆς δὲ τῆς θείας σου, κελεύεις μοι ψαῦσαι, χόρτῳ ὄντι Δέσποτα, ὁ Ἰωάννης φησί· φόβῳ δὲ συνέχομαι ὅλος, μὴ με πῦρ τὸ ἄστεκτον φλέξῃ, τῆς φρικτῆς σου Κύριε Θεότητος.
Ἦχος β'
Ἦλθον, ἐκ Παρθένου σαρκωθείς, ῥείθροις τὸν Ἀδὰμ ἀναπλάσαι τοῦ Ἰορδάνου φησίν, αὖθις πρὸς τὸν Πρόδρομον, ὁ Λυτρωτὴς καὶ Θεός· ὡς Χριστῷ οὖν μοι πρόσελθε, καὶ γὰρ Ἰωάννῃ, τοῦτο φύσει πέφυκα, καὶ βάπτισόν με σαρκί· ὅπως τῶν δρακόντων συντρίψω, κάρας τῶν ἐκεῖ, ὁ τοῦ κόσμου, πᾶσαν ἁμαρτίαν αἴρων Κύριος.
Στιχηρὰ τῆς Ἁγίας
Ἦχος β'
Ὅτε ἐκ τοῦ ξύλου σε νεκρὸν ΤΟ ΑΚΟΥΤΕ
Ὅτε, τῷ τοῦ Πνεύματος φωτί, καταλαμπομένη πλουσίως, πλοῦτον ἐμίσησας, μόνον ἀγαπήσασα τὸν ἐπουράνιον, τὴν Μαρτύρων στερρότητα, σαφῶς ἐνεδύσω, καὶ πρὸς ὑπερβάλλοντας, πόνους ἐχώρησας· ὅθεν τὸν ἐχθρὸν καθελοῦσα, νίκης ἀνεπλέξω στεφάνους, ὦ Τατιανὴ θεομακάριστε.
Ἦχος β'
Ὅτε, τὸ δυσῶδες τῆς σαρκός, καὶ τῆς ἁμαρτίας τὴν φλόγα, Ἁγνὴ κατέσβεσας, δρόσῳ θείου Πνεύματος, τοῦ συνεργοῦντός σοι, τότε θῆρας ἐφίμωσας, σταδίου ἐν μέσῳ, σῶμα παραδοῦσα σου, πρὸς αἰκισμοὺς ἀνδρικῶς· ὅθεν τὸν ἐχθρὸν καθελοῦσα, νίκης ἀνεπλέξω στεφάνους, ὦ Τατιανὴ θεομακάριστε.
Ἦχος β'
Ξίφος, οὐδὲ πῦρ οὐκ αἰκισμοί, θλίψεις οὐ λιμὸς οὐ παντοίας, εἶδος κολάσεως, σοῦ τὸν πρὸς τὸν Κύριον, ἤμβλυνεν ἔρωτα· διαπύρῳ καρδίᾳ γάρ, αὐτὸν ἐκζητοῦσα, πάντα τὰ ὁρώμενα, ὑφ᾿ ἓν διέπτυσας, Μάρτυς, καὶ παστάδος τῆς θείας, ἔνδον κατεσκήνωσας νύμφη, τοῦ Παμβασιλέως χρηματίσασα.
Θεοτοκίον
Ἦχος πλ. β'
Ὁρῶσά σε ἡ φύσις ἅπασα τῶν γηγενῶν, γυμνὸν ἐν ὕδασι τὸν Δημιουργόν, τὸ Βάπτισμα αἰτοῦντα, ἠλλοιοῦτο φόβῳ καὶ ἐξεπλήττετο· ὁ Πρόδρομος δέ, τρόμῳ συνείχετο, μὴ τολμῶν προσεγγίσαι σοι· ἠ θάλασσα ἔφυγεν· Ἰορδάνης τὸ ῥεῖθρον ἀνεχαίτισε· τὰ ὄρη ἐσκίρτησαν θεωροῦντα σε, καὶ Ἀγγέλων αἱ Δυνάμεις ἐξίσταντο λέγουσαι· Ὢ τοῦ θαύματος! ὁ Σωτὴρ γυμνοῦται, ἐνδῦσαι θέλων σωτηρίαν, τοὺς ἀνθρώπους καὶ ἀνάπλασιν.
Εἰς τὸν Στίχον Στιχηρὰ Προσόμοια.Ἦχος πλ. β' Αἱ Ἀγγελικαὶ ΤΟ ΑΚΟΥΤΕΝῦν προφητικῶς, ἐκβοήσωμεν Κυρίῳ· Ἐπέφανες ἡμῖν, ὁ Σωτὴρ ἡμῶν καὶ κτίστης· συνέτριψας δὲ Λόγε, τῶν δρακόντων τὰ στόματα, ἐν τῷ Ἰορδάνῃ ὡς οἰκτίρμων, καὶ τοὺς τυφλωθέντας τῷ φωτί σου, Χριστὲ ἐφώτισας. Εὐλογημένος ὁ φανείς, Θεὸς ἡμῶν δόξα σοι.Στίχ. Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω.Κράτος κατ᾿ ἐχθρῶν, τῷ Βαπτίσματί σου Λόγε, ἔδωκας ἡμῖν, τοῖς ἐκ πόθου σεβομένοις, τὴν σὴν οἰκονομίαν, ἣν ἑκὼν ἐξεπλήρωσας, λύσας τοὺς βροτοὺς ἐκ τῆς κατάρας, τῆς ἐκ τῆς Ἐδὲμ διαδραμούσης, ἐφ᾿ ᾧ ψάλλομεν· Εὐλογημένος ὁ φανείς, Θεὸς ἡμῶν δόξα σοι.Στίχ. Τὶ σοί ἐστι θάλασσα, ὅτι ἔφυγες; καὶ σοὶ Ἰορδάνη ὅτι ἐστράφης εἰς τὰ ὀπίσω;Οἱ ἐν τῷ Ἀδάμ, τοὺς χιτῶνας δερματίνους, ἑκόντες ποτέ, ἐνδυσάμενοι τῇ πτώσει, ἐν ῥείθροις, Ἰορδάνου, ἐκδυσάμενοι σήμερον, ἐν τῷ Βαπτισμῷ τῷ τοῦ Κυρίου, θεολογοῦντες σὺν Ἀγγέλοις, αὐτῷ κράξωμεν· Εὐλογημένος ὁ φανείς, Θεὸς ἡμῶν δόξα σοι.
Θεοτοκίον
Ἦχος πλ. β'
Ἀνυμνήσωμεν οἱ πιστοί, τῆς περὶ ἡμᾶς τοῦ Θεοῦ εὐεργεσίας τὸ μέγεθος· ἐν γὰρ τῷ ἡμῶν παραπτώματι, γενόμενος ἄνθρωπος, τὴν ἡμῶν κάθαρσιν καθαίρεται ἐν τῷ Ἰορδάνῃ, ὁ μόνος καθαρὸς καὶ ἀκήρατος, ἁγιάζων ἐμὲ καὶ τὰ ὕδατα, καὶ τάς κεφαλὰς τῶν δρακόντων συντρίβων ἐπὶ τοῦ ὕδατος. Ἀντλήσωμεν οὖν ὕδωρ μετ' εὐφροσύνης, ἀδελφοί· ἡ γὰρ χάρις τοῦ Πνεύματος, τοῖς πιστῶς ἀντλοῦσιν, ἀοράτως ἐπιδίδοται παρὰ Χριστοῦ τοῦ Θεοῦ, καὶ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.
Ἀπολυτίκιον τῆς ἑορτῆς
Ἦχος α'
Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητόν σε Υἱὸν ὀνομάζουσα· καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα
Ἦχος δ'
Κατεπλάγη Ἰωσὴφ ΤΟ ΑΚΟΥΤΕ
Ἰορδάνη ποταμέ, τὶ ἐθαμβήθης θεωρῶν; Τὸν ἀθεώρητον γυμνόν, εἶδον καὶ ἔφριξα φησί· καὶ πῶς γὰρ τοῦτον οὐκ ἔμελλον φρίξαι καὶ δῦναι; οἱ Ἄγγελοι αὐτόν, ὁρῶντες ἔφριξαν· ἐξέστη οὐρανός, καὶ γῆ ἐτρόμαξε, καὶ συνεστάλη θάλασσα, καὶ πάντα, τὰ ὁρατὰ καὶ ἀόρατα. Χριστὸς ἐφάνη, ἐν Ἰορδάνῃ, ἁγιάσαι τὰ ὕδατα.Δόξα... Καὶ νῦν... τὸ αὐτὸ
Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα
Ἦχος πλ. δ'
Ἀνέστης ἐκ νεκρὼν ΤΟ ΑΚΟΥΤΕ
Βαπτίζεται Χριστός, ὁ φωτίζων τὸν Κόσμον, ἐξ ὕψους ὁ Πατήρ, ἐμαρτύρησε λέγων· Οὗτός ἐστιν ὁ Υἱός μου, ἐν ᾧ ηὐδόκησα, αὐτοῦ ἀκούετε· οὗτός ἐστιν ὁ φωτίζων, τὴν οἰκουμένην, τῇ εὐσπλαγχνίᾳ αὐτοῦ, ὁ βαπτισθεὶς καὶ σώσας ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων.Δόξα... Καὶ νῦν... τὸ αὐτο
Κανὼν τοῦ Κυρίου Κοσμᾶ οὗ ἡ Ἀκροστιχίς.Βάπτισμα ῥύψις γηγενῶν ἁμαρτάδος.ᾨδὴ α'
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Βυθοῦ ἀνεκάλυψε πυθμένα, καὶ διὰ ξηρᾶς οἰκείους ἕλκει, ἐν αὐτῷ κατακαλύψας ἀντιπάλους, ὁ κραταιός, ἐν πολέμοις Κύριος, ὅτι δεδόξασται.».Ἀδὰμ τὸν φθαρέντα ἀναπλάττει, ῥείθροις Ἰορδάνου καὶ δρακόντων, κεφαλὰς ἐμφωλευόντων διαθλάττει, ὁ Βασιλεὺς τῶν αἰώνων Κύριος, ὅτι δεδόξασται.Πυρὶ τῆς θεότητος ἀΰλῳ, σάρκα ὑλικὴν ἠμφιεσμένος, Ἰορδάνου περιβάλλεται τὸ νᾶμα, ὁ σαρκωθεὶς ἐκ Παρθένου Κύριος ὅτι δεδόξασται.Τὸν ῥύπον ὁ σμήχων τῶν ἀνθρώπων, τούτοις καθαρθεὶς ἐν Ἰορδάνῃ, οἷς θελήσας ὡμοιώθη ὃ ἦν μείνας, τοὺς ἐν σκότει φωτίζει Κύριος, ὅτι δεδόξασται.
Κανών α', ᾨδὴ α', τῆς Ἁγίας
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Δεῦτε λαοί, ᾄσωμεν ᾆσμα Χριστῷ τῷ Θεῷ, τῷ διελόντι θάλασσαν, καὶ ὁδηγήσαντι τὸν λαὸν ὃν ἀνῆκε, δουλείας Αἰγυπτίων, ὅτι δεδόξασται».Μαρτυρικαῖς ἠγλαϊσμένη φαιδρότησι, τῷ καθαρῷ παρίστασαι, Μάρτυς νυμφίῳ σου, ψυχοφθόρων πταισμάτων, αἰτοῦσα λυτρωθῆναι, τοὺς ἀνυμνοῦντας σε.Πλούτου φθαρτοῦ, Μάρτυς τελείως ἠλόγησας, ἐν οὐρανοῖς τὸν ἄφθαρτον, καὶ διαμένοντα, ἐκζητοῦσα προθύμως, καὶ χαίρουσα ὑπῆλθες, Μαρτύρων στάδιον.Πρὸς αἰκισμούς, πρὸς ἀλγηδόνας καὶ μάστιγας, πολυειδεῖς ἀπτόητος, Μάρτυς ἐχώρησας· συνεργοῦσαν γὰρ εἶχες, τὴν χάριν τοῦ Σωτῆρος, ἐνδυναμοῦσάν σε.ΘεοτοκίονἩ τὴν πηγὴν τῆς ἀπαθείας κυήσασα, τραυματισθέντα πάθεσι, Κόρη θεράπευσον, καὶ πυρὸς αἰωνίου, ἑξάρπασόν με μόνη θεοχαρίτωτε.
ᾨδὴ γ', Κανών τῆς Ἐορτῆς
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἰσχὺν ὁ διδούς, τοῖς Βασιλεῦσιν ἡμῶν Κύριος, καὶ κέρας χρηστῶν αὐτοῦ ὑψῶν, Παρθένου ἀποτίκτεται, μολεῖ δὲ πρὸς τὸ Βάπτισμα· διὸ πιστοὶ βοήσωμεν Οὐκ ἒστιν ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἒστι δίκαιος, πλὴν σου Κύριε.»Στειρεύουσα πρίν, ἠτεκνωμένη δεινῶς σήμερον, εὐφραίνου Χριστοῦ ἡ Ἐκκλησία δι᾽ ὕδατος καὶ Πνεύματος· υἱοὶ γὰρ σοι γεγέννηνται, ἐν πίστει ἀνακράζοντες Οὐκ ἔστιν ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἒστι δίκαιος, πλὴν σου Κύριε.Μεγάλῃ φωνῇ, ἐν τῇ ἐρήμῳ βοᾷ Πρόδρομος Χριστοῦ ἑτοιμάσατε ὁδούς, καὶ τρίβους τοῦ Θεοῦ ἡμῶν, εὐθείας ἀπεργάσασθε, ἐν πίστει ἀνακράζοντες Οὐκ ἒστιν ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἒστι δίκαιος, πλὴν σου Κύριε.
Κανών α', ᾨδὴ γ', τῆς Ἁγίας
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐν πέτρᾳ με τῆς πίστεως στερεώσας, ἐπλάτυνας τὸ στόμα μου ἐπ᾿ ἐχθρούς μου· εὐφράνθη γὰρ τὸ πνεῦμά μου ἐν τῷ ψάλλειν· Οὐκ ἔστιν Ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλὴν σου Κύριε».Οὐκ ἔσεισε τὸν πύργον τῆς σῆς καρδίας, συρρεύσασα βασάνων ἡ τρικυμία· ἐστήρικτο τῇ πέτρᾳ γὰρ τῆς ἀγάπης, Χριστοῦ πανεύφημε, πρὸς ὃν ἐκραύγαζες· Ὡς οὐκ ἔστιν Ἅγιος, πλὴν σου Κύριε.Ἀνθρώπων τὴν ἀσθένειαν ὁ φορέσας, ἐπτέρωσε δυνάμει τὸ ἀσθενὲς σου, ἀνίσχυρον τὸν δράκοντα ὅθεν Μάρτυς, εἰς γῆν κατέρραξας, πιστῶς κραυγάζουσα· Ὡς οὐκ ἔστιν Ἅγιος, πλὴν σου Κύριε.Χειμάρρους ἀπεξήρανας ἀνομίας, τοῖς ῥείθροις τῶν αἱμάτων σου Μακαρία· τρυφῆς δὲ τοῦ χειμάρρου νῦν ἀπολαύεις, καὶ φῶς ἀνέσπερον, οἰκεῖς κραυγάζουσα· Ὡς οὐκ ἔστιν, Ἅγιος, πλὴν σου Κύριε.ΘεοτοκίονἩ σύλληψις, ὁ τόκος σου ὑπὲρ λόγον· αἰῶνας γὰρ τὸν Κτίσαντα διὰ λόγου, ἐγέννησας ῥυσάμενον ἀλογίας, κόσμου τὰ πέρατα, Κόρη ἀπείρανδρε· ὃν δυσώπει πάντοτε, τοῦ σωθῆναι ἡμᾶς.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ἐν πέτρᾳ μὲ τῆς πίστεως στερεώσας, ἐπλάτυνας τὸ στόμα μου ἐπ᾿ ἐχθρούς μου· εὐφράνθη γὰρ τὸ πνεῦμά μου ἐν τῷ ψάλλειν· οὐκ ἔστιν Ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλὴν σου Κύριε».
Κάθισμα
Ἦχος α'
Τὸν τάφον σου Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ
Κατ᾿ ἴχνεσι τοῦ σοῦ ἐραστοῦ ἑπομένη, σεμνὴ Τατιανή, τὸν ἐκείνου προθύμως, ἐζήλωσας θάνατον, καὶ τὸ πάθος τὸ ἄχραντον· ὅθεν ἔτυχες τῆς οὐρανίου παστάδος, στέφος ἄφθαρτον, περικειμένη ἀξίως, καὶ δόξαν ἀθάνατον.Δόξα... Καὶ νῦν... ὅμοιονὉ μέγας ὑετός, πρὸς ποτάμια ῥεῖθρα, ἐπέφανε σαρκί, βαπτισθῆναι θελήσας, πρὸς ὃν ὁ θεῖος Πρόδρομος, ἐκπληττόμενος ἔλεγε· Πῶς βαπτίσω σε, ῥύπον μὴ ἔχοντα ὅλως; πῶς ἐκτείνω μου, τὴν δεξιὰν ἐπὶ κάραν, ἣν τρέμει τὰ σύμπαντα.
Κανών α', ᾨδὴ δ', τῆς Ἐορτῆς
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἀκήκοε Κύριε φωνῆς σου, ὃν εἶπας· Φωνὴ βοῶντος ἐν ἐρήμῳ ὅτε ἐβρόντησας πολλῶν ἐπὶ ὑδάτων, τῷ σῷ μαρτυρούμενος Υἱῷ, ὅλος γεγονὼς τοῦ παρόντος, Πνεύματος δὲ ἐβόησε Σὺ εἶ Χριστός, Θεοῦ σοφία καὶ δύναμις».Ῥυπτόμενον ἥλιον τίς εἶδεν, ὁ Κήρυξ βοᾷ, τὸν ἔκλαμπρον τῇ φύσει, ἵνα σε Ὕδασιν Ἀπαύγασμα τῆς δόξης, Πατρὸς χαρακτὴρ ἀϊδίου ἐκπλύνω· καὶ χόρτος ὤν, πυρὶ ψαύσω τῆς σῆς Θεότητος; σὺ γὰρ Χριστός, Θεοῦ σοφία καὶ δύναμις.Ὑπέφηνεν ἔνθεον ἣν εἶχεν, εὐλάβειαν Μωσῆς περιτυχὼν σοι ὡς γὰρ τῆς βάτου σε φωνήσαντα ᾐσθήθη, εὐθὺς ἀπεστράφη τάς ὄψεις· ἐγὼ δὲ πῶς βλέψω σε τρανῶς, ἢ πῶς χειροθετήσω σε; σὺ γὰρ Χριστός, Θεοῦ σοφία καὶ δύναμις.Ψυχῆς τελῶν ἔμφρονος, καὶ λόγῳ τιμώμενος, ἀψύχων εὐλαβοῦμαι· εἰ γὰρ βαπτίσω σε, κατήγορόν μοι ἔσται, πυρὶ καπνιζόμενον ὄρος, φυγοῦσα δὲ θάλασσα διχῇ, καὶ Ἰορδάνης οὗτος στραφείς· σὺ γὰρ Χριστός, Θεοῦ σοφία καὶ δύναμις.
Κανών α', ᾨδὴ δ', τῆς Ἁγίας
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὑμνῶ σε· ἀκοῇ γὰρ Κύριε, εἰσακήκοα καὶ ἐξέστην· ἕως ἐμοῦ ἥκεις γάρ, ἐμὲ ζητῶν τὸν πλανηθέντα. Διὸ τὴν πολλὴν σου συγκατάβασιν, τὴν εἰς ἐμέ, δοξάζω πολυέλεε».Ὡραῖον, τῆς ψυχῆς κατάστημα, εὐμορφία τῆς εὐσεβείας, Τατιανὴ φέρουσα, προσέτι δὲ τῆς μαρτυρίας φωτί, παραδόξως διαλάμπουσα, τῷ καθαρῷ Νυμφίῳ εἰσοικίζεται.Σιδήρῳ, σοῦ τάς ὄψεις ξέοντας, παρανόμους ἀορασίᾳ, οὐράνιοι, Ἄγγελοι, ᾐκίζοντο ἀποσταλέντες πρὸς σήν, ἐκ Θεοῦ Μάρτυς βοήθειαν, οἵ σου τὴν καρτερίαν κατεπλάγησαν.Νομίμως, τὸν Χριστὸν κηρύττουσα, ἐτροπώσω παρανομοῦντας· θυσία δὲ ἄμωμος, εὐπρόσδεκτος τελειοτάτη αὐτῷ, προσηνέχθης ἀνακράζουσα· Σὲ ἀγαπῶσα Σῶτερ σφαγιάζομαι.ΘεοτοκίονΠρὸς ὅρμον γαληνὸν με ἴθυνον, θεονύμφευτε Παναγία· χειμάζει γὰρ κλύδων με, καὶ τάραχος τῆς ἁμαρτίας δεινῶς, τοῖς ἀνέμοις ῥιπιζόμενος, τῶν πονηρῶν πνευμάτων, τῶν θλιβόντων με.
Κανών α', ᾨδὴ ε', τῆς Ἐορτῆς
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἰησοῦς ὁ ζωῆς ἀρχηγός, λῦσαι τὸ κατάκριμα ἥκει, Ἀδὰμ τοῦ πρωτοπλάστου καθαρσίων δέ, ὡς Θεὸς μὴ δεόμενος, τῷ πεσόντι καθαίρεται ἐν τῷ Ἰορδάνῃ· ἐν ᾧ τὴν ἔχθραν κτείνας, ὑπερέχουσαν πάντα νοῦν, εἰρήνην χαρίζεται».Συνελθόντων ἀπείρων λαῶν, ὑπὸ Ἰωάννου βαπτισθῆναι, αὐτὸς ἐν μέσῳ ἔστη, προσεφώνει δὲ τοῖς παροῦσι Τὶς ἔδειξεν ἀπειθεῖς, τὴν ὀργὴν ὑμῖν ἐκκλῖναι τὴν μέλλουσαν; καρποὺς ἀξίους Χριστῷ ἐκτελεῖτε παρὼν γὰρ νῦν, εἰρήνην χαρίζεται.Γεωργὸς ὁ καὶ Δημιουργός, μέσος ἑστηκὼς ὡς εἰς ἁπάντων, καρδίας ἐμβατεύει καθαρτήριον δὲ πτύον χειρισάμενος, τὴν παγκόσμιον ἅλωνα πανσόφως διΐστησι, τὴν ἀκαρπίαν φλέγων, εὐκαρποῦσιν αἰώνιον, ζωὴν χαριζόμενος.
Κανών α', ᾨδὴ ε', τῆς Ἁγίας
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ φωτισμός, τῶν ἐν σκότει κειμένων, ἡ σωτηρία τῶν ἀπεγνωσμένων, Χριστὲ Σωτήρ μου, πρὸς σὲ ὀρθρίζω, Βασιλεῦ τῆς εἰρήνης, φώτισόν με τῇ ἐπιλάμψει σου· ἄλλον γὰρ ἐκτός σου, Θεὸν οὐκ ἐπίσταμαι».Φόβον Θεοῦ, ἐν γαστρὶ διανοίας εἰσδεξαμένη, πνεῦμα σωτηρίου ὁμολογίας, καὶ μαρτυρίου ἔτεκες, Γενναιόφρων παραδόξως, στερρῶς ἀθλήσασα, καὶ τάς ἐναντίας, ἀρχὰς θριαμβεύσασα.Σοῦ τὸ σεπτόν, καὶ μακάριον πάθος ἐκμιμουμένη, ἡ δι' ἀπαθείας σοι συναφθεῖσα, πάσχει προθύμως, μεληδὸν τεμνομένη, ζωοδότα Χριστὲ κραυγάζουσα· Ἕτερον ἐκτός σου, Θεὸν οὐκ ἐπίσταμαι.Φωτιστικαῖς, διαλάμπεις ἀκτῖσι φαιδρυνομένη, Πνεύματος Ἁγίου, λαμπαδουχίᾳ, καὶ καταυγάζεις, τῶν πιστῶν τάς καρδίας, ἁμαρτίας ζόφον σκεδάζουσα, Μάρτυς ἀθλοφόρε, Χριστοῦ πανσεβάσμιε.ΘεοτοκίονἩ φωτεινή, τοῦ Ἡλίου Νεφέλη, λάμψον μοι αἴγλην, λύουσα τὸν ζόφον μου τῶν πταισμάτων· δίδου μοι χεῖρα, ἐμπαρέντι εἰς ὕλην ἁμαρτίας, ἔγειρον κείμενον, μόνη τοῦ πεσόντος, Ἀδὰμ ἐπανόρθωσις.
Κανών α', ᾨδὴ ς', τῆς Ἐορτῆς
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἡ φωνὴ τοῦ Λόγου, ὁ λύχνος τοῦ Φωτός, ὁ Ἑωσφόρος, ὁ τοῦ Ἡλίου Πρόδρομος, ἐν τῇ ἐρήμῳ. Μετανοεῖτε, πᾶσι βοᾷ τοῖς λαοῖς, καὶ προκαθαίρεσθε· ἰδοὺ γὰρ πάρεστι Χριστός, ἐκ φθορᾶς τὸν κόσμον λυτρούμενος».Γεννηθεὶς ἀρρεύστως, ἐκ Θεοῦ καὶ Πατρός, ἐκ τῆς Παρθένου, δίχα σαρκοῦται ῥύπου Χριστός οὗ τὸν ἱμάντα, τὴν ἐξ ἡμῶν τοῦ Λόγου συνάφειαν, λύειν ἀμήχανον (διδάσκει ὁ Πρόδρομος), γηγενεῖς ἐκ πλάνης λυτρούμενος.Ἐν πυρὶ βαπτίζει, τελευταίῳ Χριστός, τοὺς ἀπειθοῦντας, καὶ μὴ Θεὸν φρονοῦντας αὐτόν· ἐν Πνεύματι δὲ καινοποιεῖ, δι᾽ ὕδατος χάριτι, τοὺς ἐπιγνώμονας αὐτοῦ τῆς Θεότητος, τῶν πλημμελημάτων λυτρούμενος.
Κανών α', ᾨδὴ ς', τῆς Ἁγίας
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον. Ἐκ φθορᾶς, ὁ Θεὸς με ἀνάγαγε».Ἐπὶ ξύλου ὡς ἔγνω ταθέντα σε, Μάρτυς ἡ σεμνὴ καρτερεῖ τὴν ἀνάρτησιν, καὶ τοὺς ξεσμοὺς τοῦ σώματος, διὰ πόθον τὸν σὸν Παντοδύναμε.Ἀγριώτατοι θῆρες ᾐδέσθησαν, μέσον ἀνδρικῶς τοῦ σταδίου ἀθλοῦσάν σε, Θέκλαν ὡς πρὶν τὴν πρώταθλον, ἧς τὸν ζῆλον ἐκτήσω Ἀοίδιμε.Ἐπιστάντες οὐράνιοι Ἄγγελοι, μέσον τῆς φρουρᾶς, σὲ φωτὶ κατελάμπρυναν, τῶν ἀλγεινῶν ἐξαίροντες, καὶ Θεοῦ ὡς ἀμνάδα δοξάζοντες.ΘεοτοκίονἘκ πασῶν γενεῶν ἐξελέξατο, σὲ τὴν καλλονὴν Ἰακὼβ ἣν ἠγάπησεν, ὁ Ποιητὴς Πανάμωμε, καὶ ἐκ σοῦ ἀνατείλας ἐπέφανεν.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον· Ἐκ φθορᾶς, ὁ Θεὸς με ἀνάγαγε».
Κοντάκιον τῆς Ἑορτῆς
Ἦχος δ' ΤΟ ΑΚΟΥΤΕ
Ἐπεφάνης σήμερον τῇ οἰκουμένῃ, καὶ τὸ φῶς σου Κύριε, ἐσημειώθη ἐφ᾿ ἡμᾶς, ἐν ἐπιγνώσει ὑμνοῦντας σε· Ἦλθες ἐφάνης τὸ Φῶς τὸ ἀπρόσιτον.
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΙΒ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Μάρτυρος Τατιανῆς.ΣτίχοιΤῆς πάντα λαμπρᾶς Τατιανῆς τῇ κάρᾳ,Λαμπρὸν προεξένησε τὸ ξίφος στέφος.Τῇ δυοκαιδεκάτῃ Τατιανῆς αὐχένα κέρσαν.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Πέτρου τοῦ Ἀβεσαλαμίτου.ΣτίχοιἘπανθρακωθεὶς καρδίαν θείῳ πόθῳ,Ἐπ' ἀνθράκων ἥδιστα Πέτρος ἐκπνέει.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμῃ τοῦ Ἁγίου Μάρτυρος Μερτίου.ΣτίχοιΘεὸν πόθων ὕψιστον, ἰσχυρὸν μόνον,Μαστίζεται Μέρτιος ἰσχυρῶς ἄγαν.Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι ὀκτὼ Μάρτυρες, οἱ ἀπὸ Νικαίας, ξίφει τελειοῦνται.ΣτίχοιΘνῄσκει χορός τις ὀκτάριθμος ἐκ ξίφους,Αἰῶνος εὑρεῖν ὀγδόου ζωὴν θέλων.Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μάρτυς Εὐθασία ξίφει τελειοῦται.ΣτίχοιΑὐτῷ Θεῶ Σωτῆρι κόσμου προσφέρει,Αὐτῆς κεφαλὴν ἐκ ξίφους Εὐθασία.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμῃ τοῦ ὁσίου Πατρὸς ἡμῶν καὶ θαυματουργοῦ Ἠλιού.ΣτίχοιἌλλος δέδεικται θαυματουργὸς Ἠλίας,Ὁ θαυματουργὸς οὗτος ὄντως Ἠλίας.Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Κανών α', ᾨδὴ ζ', τῆς Ἐορτῆς
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Νέους εὐσεβεῖς, καμίνῳ πυρὸς προσομιλήσαντας, διασυρίζον πνεῦμα δρόσου, ἀβλαβεῖς διεφύλαξε, καὶ θείου Ἀγγέλου συγκατάβασις ὅθεν ἐν φλογὶ δροσιζόμενοι, εὐχαρίστως ἀνέμελπον Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ».Ὥσπερ οὐρανῷ, σὺν τρόμῳ καὶ θαύματι παρίσταντο, ἐν Ἰορδάνῃ αἱ Δυνάμεις τῶν Ἀγγέλων σκοπούμεναι, τοσαύτην Θεοῦ τὴν συγκατάβασιν, ὅπως ὁ κρατῶν τὴν ὑπέρῳον τῶν ὑδάτων ὑπόστασιν, ἐν τοῖς ὕδασι, σωματοφόρος ἕστηκεν, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.Νεφέλη ποτέ, καὶ θάλασσα θείου προεικόνιζε, Βαπτίσματος τὸ θαῦμα, ἐν οἷς ὁ πρὶν βαπτίζεται, διεξοδικῶς τῷ Νομοθέτῃ λαός, θάλασσα δὲ ἦν τύπος ὕδατος, καὶ νεφέλη τοῦ Πνεύματος, οἷς τελούμενοι· Εὐλογητὸς εἶ κράζομεν, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.Ἅπαντες πιστοί, ἐν ᾧ τὴν τελείωσιν ἐλάβομεν, θεολογοῦντες ἀσιγήτως, σὺν Ἀγγέλοις δοξάσωμεν, Πατέρα Υἱὸν καὶ Πνεῦμα Ἅγιον· τοῦτο γὰρ Τριὰς ὑποστάσεσιν ὁμοούσιος, εἷς δὲ Θεός, ᾧ καὶ ψάλλομεν Ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Κανών α', ᾨδὴ ζ', τῆς Ἁγίας
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἀντίθεον πρόσταγμα παρανομοῦντος, τυράννου μετάρσιον τὴν φλόγα ἀνερρίπισε. Χριστὸς δὲ ἐφήπλωσε θεοσεβέσι Παισί, δρόσον τὴν τοῦ Πνεύματος, ὁ ὢν εὐλογημένος καὶ ὑπερένδοξος».Εὐτόνως Ἀήττητε σπαθιζομένη, μαστῶν τὴν ἀφαίρεσιν, ὑπέστης καρτερώτατα· πυρὶ οὐρανίῳ δέ, Μάρτυς κατέφλεξας, σέβειν τοὺς μὴ θέλοντας Θεόν, ὃν πᾶσα κτίσις ὑμνεῖ δοξάζουσα.Ἐγκάρδιον φέρουσα τὸ πῦρ τὸ θεῖον, σοῦ τῆς ἀγαπήσεως, Χριστὲ ἡ Παναοίδιμος, τὸ πῦρ τὸ ὁμόδουλον οὐκ ἐδειλίασε, Παίδων εἰκονίζουσα τῶν πρίν, καὶ τὴν ἀνδρείαν, καὶ τὴν στερρότητα.Θηρῶν ἀγριότης σοι καθυπετάγη· λεόντων τὰ χάσματα, ἀπήμαντος παρέδραμες, Θεοῦ σε δοξάσαντος, τοῦτον δοξάσασαν, τούτου τὰ παθήματα τῇ σῇ, ἀναπληροῦσα σαρκὶ Πανεύφημε.ΘεοτοκίονΖωὴν ἐνυπόστατον ἡμῖν τεκοῦσα, θανάτῳ τὸν θάνατον, σαφῶς ἑξαφανίσασαν, τὰ πάθη θανάτωσον, τὰ τῆς σαρκὸς ἡμῶν, πίστει τῶν τιμώντων σε Ἁγνή, ὡς Θεοτόκον καὶ ὑπερένδοξον.
Κανών α', ᾨδὴ η', τῆς Ἐορτῆς
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Μυστήριον παράδοξον, ἡ Βαβυλῶνος ἔδειξε κάμινος, πηγάσασα δρόσον, ὅτι ῥείθροις ἔμελλεν, ἄϋλον πῦρ εἰσδέχεσθαι ὁ Ἰορδάνης, καὶ στέγειν σαρκί, βαπτιζόμενον τὸν Κτίστην, ὅν εὐλογοῦσι Λαοί, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας».Ἀπόθου φόβον ἅπαντα, ὁ Λυτρωτὴς τῷ Προδρόμῳ ἔφησεν· ἐμοὶ δὲ πειθάρχει, ὡς Χριστῷ μοι πρόσελθε τοῦτο γὰρ φύσει πέφυκα ἐμῷ προστάγματι εἶξον, καὶ βάπτισόν με συγκαταβάντα, ὅν εὐλογοῦσι Λαοί, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.Ῥημάτων ὡς ἀκήκοεν, ὁ Βαπτιστὴς τοῦ Δεσπότου, σύντρομος παλάμην ἐκτείνει, χειραπτήσας ὅμως δέ, τὴν κορυφὴν τοῦ Πλάστου αὐτοῦ, τῷ βαπτισθέντι ἐβόα Ἁγίασόν με· σὺ γὰρ Θεός μου, ὅν εὐλογοῦσι Λαοί, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.Τριάδος ἡ φανέρωσις, ἐν Ἰορδάνῃ γέγονεν· αὔτη γὰρ ὑπέρθεος φύσις, ὁ Πατὴρ ἐφώνησεν. Οὗτος ὁ βαπτιζόμενος, Υἱὸς ὁ ἀγαπητός μου, τὸ Πνεῦμα συμπαρῆν τῷ ὁμοίῳ ὅν εὐλογοῦσι Λαοί, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.
Κανών α', ᾨδὴ η', τῆς Ἁγίας
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὸν ἐν καμίνῳ τοῦ πυρός, τῶν Ἑβραίων τοῖς Παισὶ συγκαταβάντα, καὶ τὴν φλόγα εἰς δρόσον, μεταβαλόντα Θεόν, ὑμνεῖτε τὰ ἔργα ὡς Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».Καλλωπισθεῖσα ἀρεταῖς, ὡραιώθης καλλοναῖς τοῦ μαρτυρίου, καὶ Νυμφίῳ ἡρμόσθης τῷ ὑπὲρ πάντας βροτούς, ὡραίῳ κάλλει διαλάμπουσα, τῆς ἀθανασίας, Τατιανὴ θεόφρον.Σὺν ἀσωμάτοις Λειτουργοῖς, ἐν εἱρκτῇ τὸν Ποιητὴν ἐδοξολόγεις, διαλάμπουσα δόξῃ, τῆς θεϊκῆς ἀστραπῆς, καὶ πᾶσιν ἀπρόσιτος μένουσα, τοῖς κεκρατημένοις, τῷ ζόφῳ τῆς ἀπάτης.Ἡ συντριβή σου τῶν μελῶν, ἐξελέπτυνεν ἐχθροῦ μηχανουργίας· τῶν αἱμάτων ἡ ῥύσις, τῆς ἀθεΐας δεινούς, χειμάρρους Σεμνὴ ἀπεξήρανε, πέλαγος θαυμάτων, ἡμῖν ἀναδειχθεῖσα.ΘεοτοκίονΣῶσον οἰκτείρησον ἡμᾶς, τὸν οἰκτίρμονα Θεὸν ἡμῖν Σωτῆρα, ὑπὲρ λόγον τεκοῦσα, πυρκαϊᾶς λογισμῶν, παθῶν τε ἐξαίρουσα καύσωνα, σοῦ ταῖς ἱκεσίαις, ἁγνὴ Παρθενομῆτορ.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Τὸν ἐν καμίνῳ τοῦ πυρός, τῶν Ἑβραίων τοῖς Παισὶ συγκαταβάντα, καὶ τὴν φλόγα εἰς δρόσον, μεταβαλόντα Θεόν, ὑμνεῖτε τὰ ἔργα ὡς Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».
Κανών α', ᾨδὴ θ', τῆς Ἐορτῆς
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Μεγάλυνον, ψυχή μου, τήν τιμιωτέραν τῶν ἄνω στρατευμάτων.«Ἀπορεῖ πᾶσα γλῶσσα, εὐφημεῖν πρὸς ἀξίαν, ἰλιγγιᾷ δὲ νοῦς καὶ ὑπερκόσμιος, ὑμνεῖν σε Θεοτόκε ὅμως ἀγαθὴ ὑπάρχουσα, τὴν πίστιν δέχου καὶ γὰρ τὸν πόθον οἶδας, τὸν ἔνθεον ἡμῶν σὺ γὰρ Χριστιανῶν εἶ προστάτις, σὲ μεγαλύνομεν.»Μεγάλυνον, ψυχή μου, τόν ἐν Ἰορδάνῃ ἐλθόντα βαπτισθῆναι.Δαυῒδ πάρεσο, Πνεύματι τοῖς φωτιζομένοις Νῦν προσέλθετε, ᾆδε πρὸς Θεόν, ἐν πίστει λέγων φωτίσθητε οὗτος ὁ πτωχὸς ἐκέκραξεν Ἀδὰμ ἐν πτώσει καὶ γὰρ αὐτοῦ εἱσήκουσε Κύριος ἐλθών, ῥείθροις τοῦ Ἰορδάνου, φθαρέντα δὲ ἀνεκαίνισεν.Μεγάλυνον, ψυχή μου, τόν ὑπό Προδρόμου τό βάπτισμα λαβόντα.Ὁ Ἡσαΐας λούσασθε, καὶ καθάρθητε φάσκει τάς πονηρίας ἔναντι, ἀφέλεσθε Κυρίου οἱ διψῶντες, ὕδωρ ἐπὶ ζῶν πορεύεσθε ῥανεῖ γὰρ ὕδωρ καινοποιὸν Χριστός, τοῖς προστρέχουσιν αὐτῷ ἐν πίστει, καὶ πρὸς ζωὴν τὴν ἀγήρω, βαπτίζει Πνεύματι.Μεγάλυνον, ψυχή μου, τόν ἐκ τῆς πατρῴας φωνῆς μαρτυρηθέντα.Συντηρώμεθα χάριτι, πιστοὶ καὶ σφραγῖδι ὡς γὰρ ὄλεθρον ἔφυγον, φλιᾶς Ἑβραῖοι πάλαι αἱμαχθείσης· οὕτω καὶ ἡμῖν, ἐξόδιον τὸ θεῖον τοῦτο, τῆς παλιγγενεσίας λουτήριον ἔσται ἔνθεν καὶ τῆς Τριάδος, ὀψόμεθα φῶς τὸ ἄδυτον.
Κανών α', ᾨδὴ θ', τῆς Ἁγίας
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον, τὸν ἀρρήτῳ σοφίᾳ ἥκοντα, καινουργῆσαι τὸν Ἀδάμ, βρώσει φθορᾷ πεπτωκότα δεινῶς, ἐξ ἁγίας Παρθένου, ἀφράστως σαρκωθέντα δι' ἡμᾶς, οἱ πιστοὶ ὁμοφρόνως, ἐν ὕμνοις μεγαλύνομεν».Μετὰ πολλὰς τάς βασάνους, τῇ τοῦ ξίφους σε δίκῃ, δεινὸς καθυποβάλλει δικαστής, ἧς τῇ ἀνόδῳ ἐκρότησαν, αἱ οὐράνιαι τάξεις, Χριστὸς δὲ παναλκεῖ σε δεξιᾷ, ἐστεφάνωσε Μάρτυς, νομίμως ἐναθλήσασαν.Συναγελάζῃ Μαρτύρων, φανοτάταις ἀγέλαις, τρανότερον ἐγγίζουσα Θεῷ, βλέπεις ἃ βλέπουσιν Ἄγγελοι, ὡς παρθένος νυμφῶνι, αὐλίζῃ τοῦ Νυμφίου σου Σεμνή, δυσωποῦσα σωθῆναι, τοὺς πόθῳ σε γεραίροντας.Ἐσφραγισμένην πηγὴν σε, κεκλεισμένον τε κῆπον, ἀνάθημα σεπτὸν καὶ ἱεράν, νύμφην Χριστοῦ ἀδιάφθορον, ἱερεῖον καὶ θῦμα, ἀμνάδα καὶ καλὴν περιστεράν, τοῦ Δεσπότου τῶν ὅλων, Τατιανὴ κηρύττομεν.ΘεοτοκίονἩ ταῖς φωναῖς καμπτομένη, τῶν θερμῶς σε αἰτούντων, ἡ μόνη τῶν πιστῶν καταφυγή, σῶσον οἰκτείρησον Δέσποινα, διατήρησον βλάβης, καὶ πάσης τῶν Ἐθνῶν ἐπιδρομῆς τοὺς ἐν πίστει καὶ πόθῳ, ἀεὶ σε μεγαλύνοντας.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον, τὸν ἀρρήτῳ σοφίᾳ, ἥκοντα καινουργῆσαι τὸν Ἀδάμ, βρώσει φθορᾷ, πεπτωκότα δεινῶς, ἐξ ἁγίας Παρθένου, ἀφράστως σαρκωθέντα δι' ἡμᾶς, οἱ πιστοὶ ὁμοφρόνως, ἐν ὕμνοις μεγαλύνομεν».
Ἐξαποστειλάριον
Ἦχος γ'
Ἐπεφάνη ὁ Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ
Διὰ τὸν πόθον τοῦ Χριστοῦ, βασάνους ἐκαρτέρησας, Τατιανὴ γενναιόφρον, καὶ τῶν Δαιμόνων τὴν ἰσχύν, γενναίως ἐξηφάνισας· διὰ τοῦτό σε πάντες, πιστῶς μακαρίζομεν.
Ἐξαποστειλάριον τῆς Ἑορτῆς
Ἦχος γ'
Ἐπεφάνη ὁ Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ
Ἐπεφάνη ὁ Σωτήρ, ἡ χάρις ἡ ἀλήθεια, ἐν ῥείθροις τοῦ Ἰορδάνου, καὶ τοὺς ἐν σκότει καὶ σκιᾷ, καθεύδοντας ἐφώτισε· καὶ γὰρ ἦλθεν ἐφάνη, τὸ φῶς τὸ ἀπρόσιτον.
Ἀποστιχα Στιχηρὰ ΠροσόμοιαἮχος πλ. β' Αἱ Ἀγγελικαὶ ΤΟ ΑΚΟΥΤΕΣέλας ἐκ φωτός, φῶς ὑπάρχων Ἰησοῦ μου, ἐφώτισας ἡμᾶς, ἐν ἀρρήτῳ σου ἐλλάμψει, τοὺς πρὶν ἐκτυφλωθέντας, ἐν Ἐδὲμ ἐκ τοῦ ὄφεως· ἐν τῷ Ἰορδάνῃ ἄρτι φάος, πάντες τῷ φωτί σου καθορῶντες, πιστῶς ψάλλομεν· Εὐλογημένος ὁ φανείς, Θεὸς ἡμῶν δόξα σοι.Στίχ. Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω.Μύστα καὶ φρικτῶν, οἰκονόμε μυστηρίων, Πρόδρομε χαρᾶς, καὶ τοῦ Πνεύματος αὐτόπτα, τὸν Βαπτισθέντα Λόγον, ὑπὸ σοῦ ὡς ηὐδόκησεν, αἴτησαι ἡμῖν ἁμαρτημάτων, λύτρωσιν ἀεὶ παρασχεθῆναι, αὐτῷ ψάλλουσιν· Εὐλογημένος ὁ φανείς, Θεὸς ἡμῶν δόξα σοι.Στίχ. Τὶ σοί ἐστι θάλασσα, ὅτι ἔφυγες; καὶ σοὶ Ἰορδάνη ὅτι ἐστράφης εἰς τὰ ὀπίσω;Ἄρωμεν πιστοί, ἐν συνέσει τάς καρδίας, δράμωμεν σπουδῇ, ἐν τοῖς ῥείθροις Ἰορδάνου, καὶ ἴδωμεν τὸν Κτίστην, σαρκικῶς βαπτιζόμενον, ὑπὸ Ἰωάννου τοῦ Προδρόμου· καὶ σὺν αὐτῷ θεολογοῦντες, ἀναμέλψωμεν· Εὐλογημένος ὁ φανείς, Θεὸς ἡμῶν δόξα σοι.
Θεοτοκίον
Ἦχος πλ. β'
Αἱ Ἀγγελικαὶ ΤΟ ΑΚΟΥΤΕ
Ὢ τῆς ὑπὲρ νοῦν, θεϊκῆς οἰκονομίας! πῶς ὁ Ποιητής, τῷ ποιήματι παρέστη, καὶ κλίνει τούτῳ κάραν; ὑποδείγματι γὰρ ἡμῖν, τύπον ταπεινώσεως εἰσάγει, τοῖς κατὰ ψυχὴν φωτιζομένοις. Διὸ ψάλλομεν· Εὐλογημένος ὁ φανείς, Θεὸς ἡμῶν δόξα σοι.
Εἰς τὴν Λειτουργίαν ψάλλομεν, ἀντὶ τῶν Τυπικῶν, τὰ Ἀντίφωνα.
Ἀντίφωνον Α᾽Ἦχος β'Στίχ. α'. Ἐν ἐξόδῳ Ἰσραὴλ ἐξ Αἰγύπτου, οἴκου Ἰακώβ.Στίχ. β'. Ἐγενήθη Ἰουδαία ἁγίασμα αὐτοῦ, ἐκ λαοῦ βαρβάρου.Στίχ. γ'. Ἡ θάλασσα εἶδε, καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω.Στίχ. δ'. Τὶ σοί ἐστι θάλασσα ὅτι ἔφυγες; καὶ σοὶ Ἰορδάνη, ὅτι ἐστράφης εἰς τὰ ὀπίσω;Ἀντίφωνον Β᾽Ἦχος β'Στίχ. α'. Ἠγάπησα, ὅτι εἰσακούσεται Κύριος τῆς φωνῆς τῆς δεήσεώς μου.Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν Ἰορδάνῃ ὑπὸ Ἰωάννου βαπτισθείς, ψάλλοντάς σοι, Ἀλληλούϊα.Στιχ. β'. Ὅτι ἔκλινε τὸ οὖς αὐτοῦ ἐμοί, καὶ ἐν ταῖς ἡμέραις μου ἐπικαλέσομαι.Στίχ. γ'. Περιέσχον μοι ὠδῖνες θανάτου, κίνδυνοι ᾅδου εὓροσὰν με.Στίχ. δ'. Ἐλεήμων ὁ Κύριος καὶ δίκαιος, καὶ ὁ Θεὸς ἡμῶν ἐλεεῖ.Ἀντίφωνον Γ᾽Ἦχος α'Στίχ. α'. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.Ἦχος α'Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητόν σε Υἱὸν ὀνομάζουσα καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.Στίχ. β'. Εἰπάτω δὴ οἶκος Ἰσραήλ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.Στίχ. γ'. Εἰπάτω δὴ οἶκος Ἀαρών, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.Στίχ. δ'. Εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοι τὸ Κύριον, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Εἰς τό, Ἑξαιρέτως
Ἦχος β'
Μεγαλυνάριον ΤΟ ΑΚΟΥΤΕ
Σήμερον ὁ Δεσπότης, κλίνει τόν αὐχένα χειρί τῇ τοῦ Προδρόμου.«Ὢ τῶν ὑπὲρ νοῦν τοῦ τόκου σου θαυμάτων! Νύμφη Πάναγνε, Μῆτερ εὐλογημένη. Δι' ἧς τυχόντες, παντελοῦς σωτηρίας, Ἐπάξιον κροτοῦμεν, ὡς εὐεργέτῃ, Δῶρον φέροντες, ὕμνον εὐχαριστίας».
ΚοινωνικὸνἘπεφάνη ἡ χάρις τοῦ Θεοῦ, ἡ σωτήριος πᾶσιν ἀνθρώποις. Ἀλληλούϊα.
| TA ΜΗΝΑΙΑ | Ιανουάριος | 12 |
Jan 13
Τῌ ΙΓ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥ Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἑρμύλου καὶ Στρατονίκου.Τῇ αὐτῇ ἡμέρᾳ συμψάλλομεν καὶ τὴν Ἀκολουθίαν τῶν Ἁγίων Ἀββάδων, διὰ τὸ ἀποδίδοσθαι τὴν Ἑορτὴν εἰς τάς ιδ'.
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῶν Μαρτύρων.
Στιχηρὰ Προσόμοια τῶν Μαρτύρων
Ἦχος δ'
Ἔδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕ
Ἑρμύλος ὁ ἔνδοξος, καὶ ὁ θεόφρων Στρατόνικος, ἡ δυὰς ἡ θαυμάσιος, Τριάδα τὴν ἄκτιστον, καθομολογοῦντες, πολύθεον πλάνην, μετὰ πολλοὺς τοὺς αἰκισμούς, καὶ τάς βασάνους κατετροπώσαντο, καὶ νίκης διαδήματι, στεφανωθέντες πρεσβεύουσι, δωρηθῆναι τοῖς πέρασι, τὴν εἰρήνην καὶ ἔλεος.
Ἦχος δ'
Τοῦ Λόγου γενόμενος, Μάρτυς διάκονος, Ἕρμυλε, ἐκλογὴ θείου Πνεύματος, τῷ λύθρῳ τοῦ αἵματος, τῆς ἱερωσύνης, στολὴν ἐπιχρώσας, ἱερωτέραν ἀληθῶς, καὶ λαμπροτέραν ταύτην ἐτέλεσας· καὶ νῦν εἰς τὰ βασίλεια, τὰ νοητὰ μεταβέβηκας, πρεσβευτὴς τῶν τιμώντων σε, χρηματίζων θερμότατος.
Ἦχος δ'
Ξεσμοὺς καρτερήσαντες, ταῖς προσταγαῖς τοῦ δικάζοντος, ἐν σαργάνῃ ἐβλήθητε· καὶ τέλος μακάριον, καὶ πνιγμὸν ὑδάτων, ἄμφω δεδεγμένοι, τὸν πολυμήχανον ἐχθρόν, τούτοις ἐμφρόνως ἐναπεπνίξατε· καὶ νῦν περιπολεύετε, περιχαρῶς τὰ οὐράνια, ὑπὲρ πάντων δεόμενοι, Ἀθληταὶ γενναιότατοι.
Στιχηρὰ Προσόμοια τῶν Ὁσίων
Ἦχος πλ. δ'
Τὶ ὑμᾶς καλέσωμεν Ἅγιοι; ΤΟ ΑΚΟΥΤΕ
Μεγάλως ἠγωνίσασθε Ἅγιοι, τῶν βαρβάρων ὑπομείναντες, τὴν ἕφοδον γενναίως, τάς ψυχὰς ἐναποθέμενοι, τοῖς ξίφεσι προθύμως, Μαρτύρων ἀνεδήσασθε στεφάνους· Ἀγγέλοις συναυλίζεσθε ἀξίως. Πολλὴ ὑμῶν ἡ καρτερία, καὶ μείζονα τὰ χαρίσματα. Πρεσβεύσατε, τοῦ σωθῆναι τάς ψυχὰς ἡμῶν.
Ἦχος πλ. δ'
Ὅσιοι Χριστοῦ ἠγωνίσασθε· τῶν προσκαίρων ἀλογήσαντες, τοῦ βίου ἑκουσίως, τῆς σαρκὸς καθυπετάξατε, τὸ φρόνημα γενναίως· καὶ ξίφει ἐν Χριστῷ τελειωθέντες, Ἀγγέλοις συναυλίζεσθε ἀξίως· διὸ ὑμῶν τὰ μνημόσυνα, σεμνύνοντες ἱκετεύομεν· Πρεσβεύσατε, τοῦ σωθῆναι τάς ψυχὰς ἡμῶν.
Ἦχος πλ. δ'
Καλῶς πολιτευσάμενοι Ἅγιοι, τῶν Μαρτύρων τοὺς ἀγῶνας, μιμησάμενοι γενναίως, τὰ βραβεῖα οὐρανόθεν, ἐκομίσασθε νομίμως. Ὑμεῖς γάρ, μαχαιρῶν κατεφρονήσατε· βασάνους, ὡς ἐκεῖνοι ὑπεμείνατε, ἵνα ὁμοῦ ἀναδήσησθε, τὸν στέφανον τῆς ἀθλήσεως. Πρεσβεύσατε, τοῦ σωθῆναι τάς ψυχὰς ἡμῶν.
Δοξαστικὸν
Ἦχος πλ. δ'
Τοῦ Στουδίτου
Ὅσιοι Πατέρες, μελετήσαντες ἡμέρας καὶ νυκτὸς ἐν νόμῳ Κυρίου, ἠξιώθητε τοῦ ξύλου τῆς ζωῆς σύμφυτοι γενέσθαι, καὶ ὁ καρπὸς ὑμῶν, ἀθλήσεως στεφάνους ἐξήνθησε. Παρρησίαν ἔχοντες πρὸς τὸν ἀγωνοθέτην Θεόν, καὶ ἡμῖν αἰτήσασθε, ἱλασμὸν καὶ τὸ μέγα ἔλεος.
Θεοτοκίον
Ἦχος πλ. δ'
Σήμερον ἡ κτίσις φωτίζεται· σήμερον τὰ πάντα εὐφραίνονται, τὰ οὐράνια ἅμα καὶ τὰ ἐπίγεια. Ἄγγελοι καὶ ἄνθρωποι συμμίγνυνται· ὅπου γὰρ Βασιλέως παρουσία, καὶ ἡ τάξις παραγίνεται. Δράμωμεν τοίνυν ἐπὶ τὸν Ἰορδάνην, ἴδωμεν πάντες τὸν Ἰωάννην, πῶς βαπτίζει κορυφήν, ἀχειροποίητον, καὶ ἀναμάρτητον. Διὸ ἀποστολικὴν φωνὴν προσᾴδοντες, συμφώνως βοήσωμεν· Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ, ἡ σωτήριος πᾶσιν ἀνθρώποις, καταυγάζουσα καὶ παρέχουσα πιστοῖς τὸ μέγα ἔλεος.
Εἰς τὸν Στίχον Στιχηρὰ Προσόμοια.Ἦχος β' Οἶκος τοῦ Ἐφραθᾶ ΤΟ ΑΚΟΥΤΕὬφθη τὸ Πατρικόν, ἀπαύγασμα τῆς δόξῃς, ἐν Ἰορδάνου ῥείθροις, βαπτίσματι καθαῖρον, τὸν ῥύπον τῶν ψυχῶν ἡμῶν.Στίχ. Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω.Δέχου δουλοπρεπῶς, Προφῆτα Ἰωάννη, τὸν Λυτρωτὴν τοῦ κόσμου, καὶ βάπτισον τὸν Κτίστην, βροτῶν εἰς ἀναγέννησιν.Στίχ. Τὶ σοί ἐστι θάλασσα, ὅτι ἔφυγες; καὶ σοὶ Ἰορδάνη ὅτι ἐστράφης εἰς τὰ ὀπίσω;Ἦλθεν ὁ φωτισμός, ἡ λύτρωσις ἐφάνη, ἐν Ἰορδάνου ῥείθροις· συνέλθωμεν ῥυφθῆναι, καὶ ᾆσαι τὸν Φιλάνθρωπον.
Δοξαστικὸν
Ἦχος πλ. δ'
Τὸν ἰσάγγελον βίον πολιτευσάμενοι, πόνοις ἀσκητικοῖς Πατέρες Ὅσιοι, ἐγκρατείᾳ τὸ σῶμα δουλαγωγήσαντες, καθυπετάξατε τῷ πνεύματι· ἐργάται γενόμενοι τῶν ἐντολῶν τοῦ Κυρίου, τὸ ἀρχέτυπον κάλλος, τῆς εἰκόνος ἐφυλάξατε, καὶ ἀθλητικοὺς ἀγῶνας, ἐκ τῶν ἀσκητικῶν ἱδρώτων διηνύσατε· καὶ διπλοῖς στεφάνοις κατακοσμηθέντες, ἐκτενῶς τὸν Σωτῆρα ἱκετεύσατε, σωθῆναι ἡμᾶς.
Θεοτοκίον
Ἦχος πλ. δ'
Τὰ τῶν Ἀγγέλων στρατεύματα ἐξίσταντο, ὁρῶντά σε σήμερον ἐν τῷ Ἰορδάνῃ, γυμνὸν ἑστῶτα Σωτὴρ ἐν τοῖς ὕδασι, καὶ τὴν ἄχραντον κορυφήν σου ὑποκλίναντα, βαπτισθῆναι ὑπὸ Ἰωάννου· σοῦ γὰρ πτωχεύσαντος ἑκουσίως, ὁ κόσμος ἐπλουτίσθη, Κύριε δόξα σοι.
Ἀπολυτίκιον
Ἦχος δ'
Ὁ Θεὸς τῶν Πατέρων ἡμῶν ὁ ποιῶν ἀεὶ μεθ' ἡμῶν κατὰ τὴν σὴν ἐπιείκειαν, μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφ' ἡμῶν, ἀλλὰ ταῖς αὐτῶν ἱκεσίας , ἐν εἰρήνῃ κυβέρνησον τὴν ζωὴν ἡμῶν.
Ἀπολυτίκιον
Ἦχος α'
Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητόν σε Υἱὸν ὀνομάζουσα· καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα
Ἦχος γ'
Ἡ Παρθένος σήμερον ΤΟ ΑΚΟΥΤΕ
Ὁ Δεσπότης σήμερον, ἐν Ἰορδάνῃ ἐπέστη, βαπτισθεὶς ἐν ὕδασιν, ὑπὸ τοῦ θείου Προδρόμου, ἄνωθεν ὁ Πατὴρ δὲ προσεμαρτύρει· Οὗτός ἐστιν ὁ Υἱὸς ὁ ἀγαπητός μου· καὶ τὸ Πνεῦμα ἐπεφάνη, ἐν ξένῃ θέᾳ, περιστερᾶς ἐπ᾿ αὐτόν.Δόξα... Καὶ νῦν... Τὸ αὐτο
Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα
Ἦχος δ'
Ταχὺ προκατάλαβε ΤΟ ΑΚΟΥΤΕ
Τὴν ἔρημον πολίσαντες, ἐν εὐσεβείᾳ Θεοῦ, τὰ πάθη ἐρημώσαντες, ἐν ἐγκρατείᾳ σαφῶς, ὡς φοίνιξ ἠνθήσατε, βότρυας ψυχοτρόφους, ἀρετῶν θεοφόροι, φέροντας τοῖς ἀνθρώποις, γλυκασμὸν ὑπὲρ μέλι· διὸ καὶ μεγαλύνομεν πίστει τὴν μνήμην ὑμῶν.Δόξα... καὶ νῦν... Τῆς Ἑορτῆς, ὅμοιονΤὰ ῥεῖθρα ἡγίασας τὰ Ἰορδάνια, τὸ κράτος συνέτριψας τῆς ἁμαρτίας, Χριστὲ ὁ Θεὸς ἡμῶν· ὑπέκλινας τῇ παλάμῃ, σεαυτὸν τοῦ Προδρόμου, καὶ ἔσωσας ἐκ τῆς πλάνης, τῶν ἀνθρώπων τὸ γένος· διὸ σε ἱκετεύομεν· Σῶσον τὸν κόσμον σου.
β' Κανών τῆς Ἐορτῆς, τοῦ Ἁγίου Ἰωάννου τοῦ Δαμασκηνοῦ, οὗ ἡ Ἀκροστιχὶς διὰ Στίχων Ἡρωελεγείων.ᾨδὴ α'
Ἦχος β'
Ἰαμβικὸς Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Στείβει θαλάσσης, κυματούμενον σάλον,Ἤπειρον αὖθις, Ἰσραὴλ δεδειγμένον.Μέλας δὲ πόντος, τριστάτας Αἰγυπτίων,Ἔκρυψεν ἄρδην, ὑδατόστρωτος τάφος,Ῥώμῃ κραταιᾷ, δεξιᾶς τοῦ Δεσπότου.»Ὄρθρου φανέντος τοῖς βροτοῖς σελασφόρου,Νῦν ἐξ ἐρήμου, πρὸς ῥοὰς ἸορδάνουἌναξ ὑπέσχες, ἡλίου σὸν αὐχένα,Χώρου ζοφώδους, τὸν Γενάρχην ἁρπάσαι,Ῥύπου τε παντός, ἐκκαθᾶραι τὴν κτίσιν.Ἄναρχε ῥείθροις, συνταφέντα σοι Λόγε,Νέον περαίνεις, τὸν φθαρέντα τῇ πλάνῃ,Ταύτην ἀφράστως, πατρόθεν δεδεγμένος,Ὄπα κρατίστην Οὗτος ἠγαπημένος,Ἴσος τέ μοι Παῖς, χρηματίζει τὴν φύσιν.
Ὁ Κανὼν τῶν Μαρτύρων, οὗ ἡ Ἀκροστιχίς.Τῶν σῶν γεραίρω Μαρτύρων Σῶτερ κλέοςἸωσήφ.ᾨδὴ α'
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«ᾌσωμεν τῷ Κυρίῳ πάντες λαοί, τῷ ἐν θαλάσσῃ Ἐρυθρᾷ, τὸν Φαραὼ βυθίσαντι, ᾠδὴν ἐπινίκιον, ὅτι δεδόξασται».Τίμιοι ὡς ἀστέρες θεολαμπεῖς, τῷ στερεώματι σοφοί, τῆς Ἐκκλησίας ὤφθητε, καταυγάζοντες ἡμᾶς, θείαις λαμπρότησι Μάρτυρες.Ὤφθητε ὥσπερ ἄνθρακες νοητοί, προσαναπτόμενοι πυρί, τοῦ Πνεύματος Ἀοίδιμοι, καὶ εἰδώλων τὴν πυράν, ῥείθροις αἱμάτων ἐσβέσατε.Νάμασι προσκλυζόμενοι τοῦ Χριστοῦ, τοῦ ἐν τοῖς ῥείθροις τὴν ἡμῶν, ἀσέβειαν βυθίσαντος, ἀθεΐας ποταμούς, Μάρτυρες ἀπεξηράνατε.ΘεοτοκίονΣτῆσόν μου ἁμαρτίας τοὺς ὀχετούς, ἡ τοῦ θανάτου τὴν φθοράν, τῷ τόκῳ σου μαράνασα, καὶ κατάνυξίν μοι δός, Θεοκυῆτορ Πανάμωμε.
Ὁ Κανὼν τῶν Ὁσίων, οὗ ἡ Ἀκροστιχίς.Ἄθλους ἀνυμνεῖν Πατέρων κλέος μέγαἸωσήφ.ᾨδὴ α'
Ἦχος δ'
Θαλάσσης τὸ ἐρυθραῖον ΤΟ ΑΚΟΥΤΕ
Ἀσκήσει φωτοειδεῖς γενόμενοι, Μακαριώτατοι, θεοειδεῖς ἐδείχθητε σαφῶς, τῇ κενώσει τοῦ αἵματος· διὸ συνεπαγάλλεσθε, τοῖς Ἀσκηταῖς Χριστοῦ καὶ Μάρτυσι.Θαλάσσῃ τῇ τῶν δακρύων πρότερον, ἐναπεπνίξατε, τὸν Φαραὼ Σοφοὶ τὸν νοητόν· τῶν αἱμάτων δὲ ὕστερον, τοῖς ὀχετοῖς ὠλέσατε, καὶ ἀφανίᾳ παρεπέμψατε.Λαμπρύνων ὁ φωτοδότης Κύριος, ὑμῶν τὴν ἄθλησιν, ὑπομονῇ θεράποντες Χριστοῦ, φωταυγῆ ἀπειργάσατο, καὶ ἐμφανῆ τὴν ἄσκησιν, ὑπὲρ αὐγὰς ἡλίου λάμπουσαν.Οὐ θλῖψις οὐκ ἀλγεινῶν ἐπίτασις, οὐ μακρυσμὸς παντελὴς τῶν κοσμικῶν φροντίδων, Ἀθληταί, οὐ βαρβάρων ἀνήμερος, ἐπιδρομὴ τῆς κρείττονος, ἡμᾶς ἐλπίδος ἀπηγάγετο.ΘεοτοκίονὙπάρχων ὁ κατὰ φύσιν Κύριος, πᾶσιν ἀχώρητος, ἐν σοὶ χωρεῖται Δέσποινα βροτός, εὐσπλαγχνίᾳ γενόμενος, ἵνα βροτοὺς δι᾿ ἄφατον φιλανθρωπίαν διασώσηται.
ᾨδὴ γ', β' Κανών τῆς Ἐορτῆς
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὅσοι παλαιῶν, ἐκλελύμεθα βρόχων,Βορῶν λεόντων, συντεθλασμένων μύλας,Ἀγαλλιῶμεν, καὶ πλατύνωμεν στόμα,Λόγῳ πλέκοντες, ἐκ λόγων μελῳδίαν,ᾯ τῶν πρὸς ἡμᾶς, ἥδεται δωρημάτων.»Νέκρωσιν ὁ πρίν, ἐμφυτεύσας τῇ κτίσει,Θηρὸς κακούργου, σχηματισθεὶς εἰς φύσιν,Ἐπισκοπεῖται , σαρκικῇ παρουσίᾳ·Ὄρθρῳ φάναντι, προσβαλὼν τῷ Δεσπότῃ,Φλᾶν τὴν ἑαυτοῦ, δυσμενεστάτην κάραν.Ἕλκει πρὸς αὐτὸν τὴν θεόδμητον φύσιν,Γαστρὸς τυράννου, συγκεχωσμένην ὂροις.Γεννᾷ τε αὖθις, γηγενῶν ἀναπλάσει,Ἔργον φέριστον, ἐκτελῶν ὁ Δεσπότης.Ἷκται γὰρ αὐτήν, ἐξαλεξῆσαι θέλων.
Κανών β', ᾨδὴ γ', τῶν Μαρτύρων
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὸν φόβον σου Κύριε, ἐμφύτευσον ταῖς καρδίαις τῶν δούλων σου καὶ γενοῦ ἡμῖν στερέωμα, τοῖς σὲ ἐν ἀληθείᾳ, ἐπικαλουμένοις».Ῥεόντων τὸ ἄστατον μισήσαντες τῶν μελλόντων ἐποθήσατε, ἀδιάρρευστον ἀπόλαυσιν, γενναῖοι Στρατιῶται, Χριστοῦ τοῦ Παμβασιλέως.Ἀνδρείως ἀντέστητε θεόφρονες, παρανόμως τῷ προστάσσοντι, ἀσεβείᾳ ὑποκλίνεσθαι, καὶ νίκης οὐρανόθεν, εὕρατε στεφάνους. Ἰνδάλματα πλάνης ἠδαφίσατε, ἀπλανεῖς Χριστομάρτυρες, ἑαυτοὺς δὲ ἀνεστήσατε, ναοὺς σεπτοὺς καὶ στήλας, τῆς θεογνωσίας.ΘεοτοκίονῬομφαία τὸ πρὶν ἡ στρεφομένη, τάς εἰσόδους μοι δίδωσιν, αἰδουμένη τὴν κεντήσασαν, Παρθενομῆτορ λόγχην, τὸν ἐκ σοῦ τεχθέντα.
Κανών γ', ᾨδὴ γ', τῶν Ὁσίων
Ἦχος δ'
Οὐκ ἐν σοφίᾳ ΤΟ ΑΚΟΥΤΕ
Συντετριμμένῃ, διανοίᾳ Θεὸν θεραπεύσαντες, συνετρίψατε ἐχθροῦ, μεγαλαυχίαν Μακάριοι, ξίφει συντριβόμενοι, καὶ θανατούμενοι.Ἀποσκοποῦντες, τῶν μενόντων Σοφοὶ τὸ ἀΐδιον, τῶν ἀστάτων καὶ ῥευστῶν, τὸ χαμερπὲς ἀπεκρούσασθε· ὅθεν μακαρίζεσθε, Ὁσιομάρτυρες.Νόμῳ τῷ θείῳ, εὐσεβεῖ διανοίᾳ πειθήσαντες, τῆς σαρκὸς τάς ἡδονάς, δι᾿ ἐγκρατείας ὠλέσατε, καὶ νῦν ἐναθλήσαντες, δόξης ἐτύχετε.ΘεοτοκίονὙπεραγία, ὑπεράγιον Λόγον κυήσασα, καθαγίασον ἡμῶν, καὶ τάς ψυχὰς καὶ τὰ σώματα, τῶν μακαριζόντων σε, τὴν Παναμώμητον.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Οὐκ ἐν σοφίᾳ, καὶ δυνάμει καὶ πλούτῳ καυχώμεθα, ἀλλ' ἐν σοὶ τῇ τοῦ Πατρός, ἐνυποστάτῳ σοφίᾳ Θεοῦ· οὐ γάρ ἐστιν Ἅγιος, πλὴν σου Φιλάνθρωπε».
Κάθισμα τῶν Μαρτύρων
Ἦχος α'
Τὸν τάφον σου Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ
Ἐν ὕδασιν ὁμοῦ, τὸ μακάριον τέλος, ἐδέξασθε σοφοί, ἐν αὐτοῖς τὸν Βελίαρ, βυθίσαντες χάριτι, τοῦ Θεοῦ ἡμῶν Μάρτυρες· ὅθεν στέφανον, ὡς νικηφόροι λαβόντες, συναγάλλεσθε, ταῖς τῶν Ἀγγέλων χορείαις, μεθ' ὧν ἡμῶν μέμνησθε.Δόξα... τῶν Ὁσίων Ἦχος δ'Ταχὺ προκατάλαβε ΤΟ ΑΚΟΥΤΕὩς πάροικοι δεικνύμενοι, καὶ παρεπίδημοι, καλύβας πηξάμενοι, ἐν ταῖς ἐρήμοις σαφῶς, ἠσκήσατε Ὅσιοι, γύμνωσιν κοσμηθέντες, ἀρετῶν τῇ ἐνδύσει, σύμμορφοι γεγονότες, τῶν Χριστοῦ παθημάτων· διὸ καὶ ὑπεμείνατε, τὴν τῶν βαρβάρων σφαγήν.Καὶ νῦν... τῆς Ἑορτῆς ὅμοιονὉ φῶς ὡς ἱμάτιον περιβαλλόμενος, τὰ ῥεῖθρα περιβάλλεται τὰ Ἰορδάνια, Χριστὸς ὁ Θεὸς ἡμῶν, ἄνωθεν μαρτυροῦντος, τοῦ Πατρὸς τῷ συνθρόνῳ, κάτωθεν προσφοιτώσης, τῆς τοῦ Πνεύματος δόξης· αὐτός ἐστιν ὁ φωτίζων καὶ ἁγιάζων ἡμᾶς.
ᾨδὴ δ', β' Κανών τῆς Ἐορτῆς
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Πυρσῷ καθαρθεὶς μυστικῆς θεωρίας,Ὑμνῶν Προφήτης τὴν βροτῶν καινουργίαν,Ῥήγνυσι γῆρυν, Πνεύματι κροτουμένην,Σάρκωσιν ἐμφαίνουσαν ἀρρήτου Λόγου,ᾯ τῶν δυναστῶν τὰ κράτη συνετρίβη».Πεμφθεὶς ὁ Πατρὸς παμφαέστατος Λόγος,Νυκτὸς διῶσαι τὴν καχέσπερον σχέσιν,Ἔκριζον ἥκεις, καὶ βροτῶν ἁμαρτίας,Υἷας συνελκύσαι τε τῇ σῇ Βαπτίσει,Μάκαρ φαεινούς, ἐκ ῥοῶν Ἰορδάνου.Αὐτὸν προσιδὼν τὸν περίκλυτον Λόγον,Τρανῶς ὁ κήρυξ ἐκβοᾶται τῇ κτίσει,Οὗτος προών μου, δεύτερος τῷσαρκίῳ, Σύμμορφος ἐξέλαμψεν ἐνθέῳ σθένει,Ἔχθιστον ἡμῶν ἐξελεῖν ἁμαρτίαν.Νομὴν πρὸς αὐτὴν τὴν φερέσβιον φέρων,Θηρᾷ δρακόντων φωλεοῖς ἐπιτρέχων.Ἄπλητα κύκλα καββαλὼν Θεὸς Λόγος,Πτέρνῃ τε τὸν πλήττοντα παμπήδην γένος,Τοῦτον καθειργνύς, ἐκσαῴζει τὴν κτίσιν.
Κανών β', ᾨδὴ δ', τῶν Μαρτύρων
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν θεότητα». Ὡς τοῦ Λόγου διάκονος, λόγοις σου τὴν ἄλογον ἐστηλίτευσας, Μάρτυς Ἕρμυλε ἀπόνοιαν, τῶν παρανομούντων προθυμότατα.Μίαν φύσιν Θεότητος, μίαν ἐξουσίαν, καὶ κυριότητα, οἱ θεόφρονες κηρύξαντες, πολυθέου πλάνης κατεφρόνησαν.Ἀναρτήσει ξεόμενος, καὶ ταῖς ἀλγηδόσι περιδονούμενος, ἀπερίτρεπτος διέμεινας, ἀθλητὰ θέοφρον Μάρτυς Ἕρμυλε.ΘεοτοκίονῬᾳθυμία καθεύδοντα, καὶ τῇ ἁμαρτίᾳ συγκαλυπτόμενον, πρὸς μετάνοιάν με Πάναγνε, ὡς τοῦ Λόγου Μήτηρ ἀνακάλεσαι.
Κανών γ', ᾨδὴ δ', τῶν Ὁσίων
Ἦχος δ'
Ἐπαρθέντα σε ἰδοῦσα ΤΟ ΑΚΟΥΤΕ
Μὴ τοῖς πάθεσι τοῦ σώματος ἡττηθέντες, τὸν δυσμενῆ ἡττήσατε, καὶ θανατωθέντες, ξίφει Παμμακάριστοι, ζωὴν πρὸς οὐράνιον, χαίροντες ὁμοῦ μετετέθητε.Νεκρωθέντες πρὸς θανάτου δι᾿ ἐγκρατείας, ἐθελουσίως Ὅσιοι, τῶν παρανομούντων ἀκουσίως ξίφεσι, δεινῶς τεθανάτωσθε, ζῆν μετὰ θανεῖν πιστευόμενοι.Ἐπιάνθητε ὡς ἄρνες τῇ ἐγκρατείᾳ, καὶ ὡς κριοὶ ἐπίσημοι, χερσὶν αἱμοβόρων, λύκων ἀναιρεθέντες, ζωὴν πρὸς αἰώνιον, Ὅσιοι Χριστοῦ προσηνέχθητε. Ἱερεῖς τε καὶ πρεσβύται καὶ νεανίσκοι, οἱ Ῥαϊθὼ καὶ Σίναιον, ὄρος κατοικοῦντες, Μάρτυρες γεγόνασιν, ὁσίως βιώσαντες, καὶ βιαιοτάτως τεθνήξαντες.ΘεοτοκίονΝεουργεῖ τὴν ἀνθρωπότητα νέον βρέφος, ὁ πρὸ αἰώνων Κύριος, ὀφθεὶς ἐκ Παρθένου, καὶ βροτὸς γενόμενος, αὐτῷ μελῳδήσωμεν· Δόξα τῇ δυνάμει σου Κύριε.
ᾨδὴ ε', β' Κανών τῆς Ἐορτῆς
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐχθροῦ ζοφώδους καὶ βεβορβορωμένου,Ἰὸν καθάρσει Πνεύματος λελουμένοι,Νέαν προσωρμίσθημεν ἀπλανῆ τρίβον,Ἄγουσαν ἀπρόσιτον εἰς θυμηδίαν,Μόνοις προσιτήν, οἷς Θεὸς κατηλλάγη».Ἀθρῶν ὁ Πλάστης ἐν ζόφῳ τῶν πταισμάτων,Σειραῖς ἀφύκτοις, ὂν διαρθροῖ δακτύλοις,Ἵστησιν ἀμφ᾽ ὤμοισιν ἐξάρας ἄνω,Νῦν ἐν πολυρρύτοισι δίναις ἐκπλύνων,Αἴσχους παλαιοῦ τῆς Ἀδὰμ καχεξίας.Μετ᾽ εὐσεβείας προσδράμωμεν εὐτόνως,Πηγαῖς ἀχράντοις ῥεύσεως σωτηρίου,Λόγον κατοπτεύσοντες ἐξ ἀκηράτου,Ἄντλημα προσφέροντα δίψης ἐνθέου,Κόσμου προσηνῶς ἐξακεύμενον νόσον.
Κανών β', ᾨδὴ ε', τῶν Μαρτύρων
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἵνα τὶ με ἀπώσω, ἀπὸ τοῦ προσώπου σου τὸ φῶς τὸ ἄδυτον, καὶ ἐκάλυψέ με, τὸ ἀλλότριον σκότος τὸν δείλαιον; ἀλλ᾿ ἐπίστρεψόν με, καὶ πρὸς τὸ φῶς τῶν ἐντολῶν σου, τάς ὁδούς μου κατεύθυνον δέομαι».Τῶν βασάνων τὰ νέφη, Μάρτυρες πανεύφημοι οὐ κατεκάλυψαν, τὴν ὑμῶν ἀνδρείαν· ὑπὲρ ἥλιον γὰρ πεφανέρωται, εὐσεβείας φέγγει, τοὺς εὐσεβεῖς φωταγωγοῦσα, καὶ Δαιμόνων τὸν ζόφον ἐξαίρουσα.Ὑπερβάντες τοὺς ὅρους, τοὺς τῆς ἀνθρωπότητος Θεομακάριστοι, καὶ τῷ ὑπὲρ φύσιν, ἑνωθέντες τελείαις καθάρσεσι, τάς πικρὰς βασάνους, καὶ τοὺς ξεσμούς, καὶ τάς αἰκίσεις, ὑπηνέγκατε γνώμης στερρότητι.Ῥωμαλέως ἀντέστης, Μάρτυς τῷ δικάζοντι ἔνδοξε Ἕρμυλε, καὶ φωνῆς ἀκοῦσαι, οὐρανόθεν Παμμάκαρ ἠξίωσαι, τῷ καλοῦντι πόθῳ, προσομιλῶν ὡς ἀθλοθέτῃ, καὶ τοὺς τούτου ῥωννύοντι Μάρτυρας.ΘεοτοκίονὩς καλὴ ὡς ὡραία, ὡς τῇ καθαρότητι περιαστράπτουσα, τὸν ὡραῖον κάλλει, ἐσωμάτωσας Λόγον καὶ τέτοκας, τὸν τὸ εἶναι πᾶσι, θεουργικῶς Παρθενομῆτορ, παρεχόμενον πλούτῳ χρηστότητος.
Κανών γ', ᾨδὴ ε', τῶν Ὁσίων
Ἦχος δ'
Σὺ Κύριέ μου φῶς ΤΟ ΑΚΟΥΤΕ
Παράδεισος τρυφῆς, ζωῆς ξύλον τὸν Κύριον, ἐδείχθητε μέσον ἔχων, τὸν ὑμῶν ὡς θυσίαν, τὸ αἷμα προσδεξάμενον.Αἱμάτων τοὺς κρουνούς, τῶν δακρύων συνάψαντες, τοῖς ῥεύμασι θεοφόροι, τὸν πολύμορφον ὄφιν, ἐν τούτοις ἐβυθίσατε.Τερπνότητα Θεοῦ, καθορᾶν ἠξιώθητε, αἰώνιον εὐφροσύνην, ἀντὶ κόπων καὶ πόνων, μακάριοι εἰλήφατε.ΘεοτοκίονἘκύησας Θεόν, ὑπὲρ λόγον καὶ ἔννοιαν, καὶ ἔμεινας μετὰ τόκον, ὡς πρὸ τόκου Παρθένος, Ἁγνὴ θεοχαρίτωτε.
ᾨδὴ ς', β' Κανών τῆς Ἐορτῆς
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἱμερτὸν ἐξέφηνε σὺν πανολβίῳ,Ἤχῳ Πατήρ, ὃν γαστρὸς ἐξηρεύξατο.Ναί φησιν, Οὗτος, συμφυὴς γόνος πέλων,Φώταυγος ἐξώρουσεν ἀνθρώπων γένους,Λόγος τέ μου ζῶν, καὶ βροτὸς προμηθείᾳ».Ἐκ ποντίου λέοντος ὁ τριέσπερος,Ξένως Προφήτης ἐγκάτοις φλοιδούμενος,Αὖθις προῆλθε, τῆς παλιγγενεσίας,Σωτηρίαν δράκοντος ἐκ βροτοκτόνου,Πᾶσι προφαίνων, τῶν χρόνων ἐπ᾽ ἐσχάτων.Ἀνειμένων Πόλοιο παμφαῶν πτυχῶν,Μύστης ὁρᾷ πρὸς Πατρὸς ἐξικνούμενον,Μένον τε Πνεῦμα τῷ παναχράντῳΛόγῳ, Ἐπελθὸν ὡς πέλειαν ἀφράστῳ τρόπῳ,Δήμοις τε φαίνει, προσδραμεῖν τῷ Δεσπότῃ.
Κανών β', ᾨδὴ ς', τῶν Μαρτύρων
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τάς θλίψεις· ὅτι κακῶν, ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾅδῃ προσήγγισε· καὶ δέομαι ὡς, Ἰωνᾶς· Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε».Ναμάτων ζωοποιῶν πληρωθέντες, ποταμίοις ἀπερρίφητε ῥείθροις, καὶ ἐν αὐτοῖς, δεδεγμένοι τὸ τέλος, τὸν τῆς κακίας προστάτην ἐπνίξατε, Πανεύφημοι· καὶ νῦν ἡμῖν, ἰαμάτων κρουνοὺς ἀναβλύζετε.Σαργάνῃ ὑποβληθέντες προθύμως, παρεδόθητε βυθῷ Ἀθλοφόροι, καὶ πρὸς ζωήν, ἀνηνέχθητε θείαν, τὰ δι᾿ αἰῶνος ὑμῖν ἐλπιζόμενα, εὑράμενοι χαρμονικῶς, μεγαλόφρονες Ἅγιοι Μάρτυρες.Ὡράθης ἐν τῷ πικρῶς τιμωρεῖσθαι, καὶ ῥαβδίζεσθαι Στρατόνικε Μάρτυς, ὑπομονῆς ἀπερίτρεπτος στῦλος, ἐπερειδόμενος βάσει τῆς Πίστεως, τὴν ἔνστασιν τῶν διωκτῶν, ἀφανίζων καὶ λόγοις καὶ πράξεσι.ΘεοτοκίονΤὰ πάθη τῆς ἀσθενούσης ψυχῆς μου, καὶ τὸ ἄλγος τῆς καρδίας Παρθένε, καὶ τοῦ νοός, ἐκτροπὰς πολυτρόπους, ὡς συμπαθὴς Θεοτόκε θεράπευσον, καὶ κόπασον τὸ χαλεπόν, τῶν παθῶν μου κλυδώνιον δέομαι.
Κανών γ', ᾨδὴ ς', τῶν Ὁσίων
Ἦχος δ'
Θύσω σοι μετὰ φωνῆς ΤΟ ΑΚΟΥΤΕ
Ῥήξαντες, προσπαθείας δεσμὰ δι' ἀσκήσεως, βιαιοτάτῳ θανάτῳ, τῶν δεσμῶν τοῦ σώματος λύεσθε, καὶ ἀλύτῳ, ἀγαπήσει δεσμεῖσθε τοῦ Κτίσαντος.Ὡς ὄρη, ὑψηλῇ πολιτείᾳ δεικνύμενοι, τὸν καταλήψεσθαι ὄρη, καὶ τὴν κτίσιν πᾶσαν ἐπαπειλοῦντα, δυναστείᾳ, τοῦ Χριστοῦ τοῖς ποσίν ὑπετάξατε.Νάμασιν, ἀρδευθέντες δακρύων Μακάριοι, γῆ ὡς καλή τε καὶ πίων, μαρτυρίου στάχυν καρποφορεῖτε, ἀποθήκαις, αἰωνίοις Χριστῷ συντηρούμενον.ΘεοτοκίονΚοίμησον, τῶν παθῶν τῆς σαρκός μου τὰ κύματα, τῇ ἀκοιμήτῳ σου Κόρῃ, ἱκεσίᾳ δέομαι καὶ μὴ δῴης, ἁμαρτίας, ἀφυπνῶσαι με ὕπνον βαρυτατον.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι᾿ οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι».
Κοντάκιον τῶν Ὁσίων
Ἦχος α'
Τὰ ἄνω ζητῶν ΤΟ ΑΚΟΥΤΕ
Ἐκ τῆς κοσμικῆς, συγχύσεως ἐφύγετε, καὶ πρὸς γαληνήν, κατάστασιν μετέστητε, μαρτυρίου αἵμασι, καὶ ἀσκήσεως πόνοις στεφόμενοι· ὅθεν καὶ ἀνεδείχθητε, μαρτύρων καί. Ὁσίων ὁμόσκηνοι.
Ὁ Οἶκος
Τὰ ἐπὶ γῆς νεκρώσαντες μέλη, ζωηφόρῳ νεκρώσει, τοῦ Χριστοῦ καὶ Θεοῦ τὸ πάθος ἐξεικονίσατε, πρότερον ἐν τῇ καλῇ ἀσκήσει, καὶ τὸ δεύτερον πάλιν ἐν τῇ ἀθλήσει. Ὅθεν αὐτός, καὶ διπλοῦς τοὺς στεφάνους κατέπεμψε, ταῖς κάραις ὑμῶν Πατέρες, ἑτοιμάσας σκηνὴν ἐπουράνιον, καὶ τόπον τὸν αἰώνιον, ἔνθα νῦν ἀγαλλόμενοι ὤφθητε, Μαρτύρων καὶ Ὁσίων ὁμόσκηνοι.
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΙΓ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἑρμύλου καὶ Στρατονίκου.ΣτίχοιἩ σαργάνη ναῦς, Ἑρμύλῳ Στρατονίκῳ,Κοινὸν κατάπλουν εἰς βυθὸν ποιουμένοιςἝρμυλον ἠδ᾿ ἑτάρον δεκάτῃ πνίξε τρίτῃ Ἴστρος.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰακώβου, τοῦ ἀπὸ τῆς Νισίβεως.ΣτίχοιΤὸν Ἰάκωβον θνητὸν ὄντα τῇ φύσει,Θνητοῖς ὁμοίως μὴ θανεῖν οὐκ ἦν πρέπον.Τῇ αὐτῇ ἡμέρᾳ, Ὁ Ἅγιος Μάρτυς Ἀθανάσιος ῥαβδιζόμενος τελειοῦται.ΣτίχοιῬάβδοις Ἀθανάσιε σαυτὸν ἐκδίδως,Σπεύδων θανεῖν μέν, ζῆν δὲ πολλῷ κρειττόνως.Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Παχώμιος καὶ Παπυρῖνος ἐν ποταμῷ τελειοῦνται.ΣτίχοιΤοιοῦτον εὗρε καὶ Παπυρῖνος τέλος,Οἷον σὺ Παχώμιε, βληθεὶς εἰς ὕδωρ.Τῇ αὐτῇ ἡμέρᾳ, Τὰ ἐγκαίνια τῆς Μονῆς τοῦ Προφήτου Ἠλιού, τῆς καλουμένης τοῦ Βαθέος Ῥύακος.Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ', β' Κανών τῆς Ἐορτῆς
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἔφλεξε ῥείθρῳ τῶν δρακόντων τάς κάρας,Ὁ τῆς καμίνου τὴν μετάρσιον φλόγα,Νέους φέρουσαν εὐσεβεῖς κατευνάσας,Τὴν δυσκάθεκτον ἀχλὺν ἐξ ἁμαρτίας,Ὅλην πλύνει δέ, τῇ δρόσῳ τοῦ Πνεύματος».Σὲ ζωγραφοῦσαν τὴν Ἀσσύριον φλόγα,Ἐκστῶσαν ἵστης, εἰς δρόσον μετηγμένην.Ὕδωρ ὅθεν νῦν ἀμφιέσσαο φλέγον,Σίντην κάκιστον Χριστὲ προσκεκευθμένον,Πρὸς τὴν ὄλισθον ἐκκαλούμενον τρίβον.Ἀπορραγέντος τοῦ Ἰορδάνου πάλαι,Ἰσθμῷ περᾶται λαός, Ἰσραηλίτης,Σὲ τὸν κράτιστον ἐμφοροῦντα τὴν κτίσιν,Ἠπειγμένως νῦν ἐν ῥοαῖς διαγράφων,Πρὸς τὴν ἄρρευστον καὶ ἀμείνονα τρίβον.Ἴδμεν τὸ πρῶτον τὴν πανώλεθρον κλύσιν,Οἰκτρῶς σε πάντων εἰς φθορὰν παρεισάγειν,Ὦ τρισμέγιστα χρηματίζων καὶ ξένα.Νῦν δὲ κλύσαντα Χριστὲ τὴν ἁμαρτίαν,Δι᾽ εὐπάθειαν, καὶ βροτῶν σωτηρίαν.
Κανών β', ᾨδὴ ζ', τῶν Μαρτύρων
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Παῖδες Ἑβραίων ἐν καμίνῳ, κατεπάτησαν τὴν φλόγα θαρσαλέως, καὶ εἰς δρόσον τὸ πῦρ μετέβαλον βοῶντες· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας». Ἔρρει μελίρρυτός σου γλῶσσα, ἐκ τοῦ στόματος πικρίαν τῆς καρδίας, Στρατονίκου τοῦ σοῦ, συνάθλου κατευνάζων, ἀναβοῶντος Ἕρμυλε· ὁ Θεὸς εὐλογητὸς εἶ.Ῥάβδον δυνάμεως κατέχων, τὸν σωτήριον Σταυρὸν γενναῖε Μάρτυς, ῥαβδισμοὺς καρτερῶν, προθύμως ἀναμέλπεις· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.Κήτους γαστρὸς ὁ διασώσας, συνεχόμενον Προφήτην παραδόξως, ποταμίων ὑμῶν, ὑδάτων διασῴζει τὰ νικηφόρα λείψανα, μετὰ τέλος Ἀθλοφόροι.ΘεοτοκίονΛύων τῆς Εὕας τὴν κατάραν, τὴν πανάμωμον κατῴκησας γαστέρα, εὐλογίας πηγήν, βλυστάνων τοῖς βοῶσιν· Εὐλογημένος Πάναγνε, ὁ καρπὸς τῆς σῆς κοιλίας.
Κανών γ', ᾨδὴ ζ', τῶν Ὁσίων
Ἦχος δ'
Ἐν τῇ καμίνῳ Ἀβραμιαῖοι ΤΟ ΑΚΟΥΤΕ
Λελαμπρυσμένοι, τῆς ἐγκρατείας τοῖς πυρσεύμασιν, ἄθλοις ἱεροῖς τε Μάρτυρες προφανῶς, φωτιζόμενοι μετέβητε, πρὸς φέγγος ἄδυτον, καὶ ἡμέρας υἱοὶ χρηματίζετε. Ἐθελουσίως, τῶν ἐν κόσμῳ ἡδέων ξενούμενοι, ξένως τῷ βροτοῖς ὀφθέντι διὰ σαρκός, ᾠκειώθητε τὰ μένοντα, καὶ μὴ φθειρόμενα, ἀγαθὰ κληρωσάμενοι Ὅσιοι.Ὁ θεῖος Παῦλος, καὶ Ἰωάννης καὶ Θεόδουλος, Νεῖλος, ἐφεξῆς τε πάντες πανευκλεῶς, καὶ θανόντες καὶ βιώσαντες, μακαριζέσθωσαν, Ἀσκηταὶ καὶ ἀοίδιμοι Μάρτυρες.ΘεοτοκίονΣὲ τὴν τὸ μάννα, τῆς ζωῆς ἐν κοιλίᾳ βαστάσασαν, πάλαι μανναδόχος στάμνος ὡς ἀληθῶς, προετύπου ἐμφανέστατα. Εὐλογημένη σύ, ἐν γυναιξὶ πανάμωμε Δέσποινα.
ᾨδὴ η', β' Κανών τῆς Ἐορτῆς
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐλευθέρα μὲν ἡ κτίσις γνωρίζεται.Υἱοὶ δὲ φωτός, οἱ πρὶν ἐσκοτισμένοι.Μόνος στενάζει, τοῦ σκότους ὁ προστάτης.Νῦν εὐλογείτω συντόνως τὸν αἴτιον,Ἡ πρὶν τάλαινα τῶν Ἐθνῶν παγκληρία».Τριττοὶ θεουδεῖς ἐμπύρως δροσούμενοι,Αἰγλῆντα τριτταῖς παμφαῶς ἁγιστείαις,Σαφῶς ἐδήλουν τὴν ὑπέρτατον φύσιν,Μίξει βροτείᾳ πυρπολοῦσαν ἐν δρόσῳ,Εὐκτῶς ἅπασαν τὴν ὀλέθριον πλάνην.Λευχειμονείτω πᾶσα γήϊνος φύσις,Ἐκπτώσεως νῦν οὐρανῶν ἐπηρμένηᾯ γὰρ τὰ πάντα συντετήρηται ΛόγῳΝάουσι ῥείθροις ἐκπλυθεῖσα πταισμάτων,Τῶν πρὶν πέφευγε παμφαῶς λελουμένη.
Κανών β', ᾨδὴ η', τῶν Μαρτύρων
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἑπταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν ἐμμανῶς ἐξέκαυσε· δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών, τὸν δημιουργόν, καί, Λυτρωτὴν ἀνεβόα· οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».Ἐγκαρτερεῖς τυπτόμενος, καὶ δεινῶς σπαθιζόμενος, καὶ τοῖς νιφετοῖς, τῶν ἀλγεινῶν κυκλούμενος, ἀοίδιμε Ἕρμυλε· τοῦ Στρατονίκου δὲ ποδηγός, πρὸς τῆς εὐσεβείας, τοὺς ἀγῶνας ἐγένου, μεθ' οὗ καὶ ἀνεβόας· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.Οἱ ἀκλινεῖς τὸ φρόνημα, καὶ γενναῖοι τὴν ἄθλησιν, καὶ τῶν οὐρανίων, δωρεῶν ἐπάξιοι, οἱ λίθοι οἱ ἔντιμοι, τὰ τῶν πιστῶν προπύργια, λίθοις κελευσθέντες, οὐ προσένειμαν σέβας· Θεῷ δὲ τῷ τῶν ὅλων, ἀνεβόων Δεσπότῃ· Λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.Σοῦ τάς πλευρὰς τοῖς ὄνυξιν, ἀνορύττων ὁ τύραννος, καὶ τοῖς σπαθισμοῖς, ἀνηλεῶς συγκόπτων σε, τὸν νοῦν οὐκ ἐσάλευσεν, ἐρηρεισμένον θείᾳ στοργῇ, καὶ τοῦ Λυτρωτοῦ, κατανοοῦντα τὸ κάλλος, ᾧ νῦν ἐν παρρησίᾳ, γεγηθὼς ἀνακράζεις· Λαὸς ὑπερυψοῦτε, αὐτὸν εἰς τοὺς αἰῶνας.ΘεοτοκίονὉ κατὰ πάντα τέλειος, καὶ τῇ φύσει ἀπρόσιτος, ὤφθη προσιτός μοι, σάρκα περικείμενος, ἐκ σοῦ Ἀπειρόγαμε, ὃν ἐκτενῶς ἱκέτευε, τῶν ἀνομιῶν μου τὸ φορτίον σκορπίσαι, καὶ σῶσαι μελῳδοῦντα· Ἱερεῖς εὐλογεῖτε, Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Κανών γ', ᾨδὴ η', τῶν Ὁσίων
Ἦχος δ'
Χεῖρας ἐκπετάσας Δανιὴλ ΤΟ ΑΚΟΥΤΕ
Μέγιστος χορὸς ἀσκητικοῖς, ἀνδραγαθήμασιν, ὡραϊζόμενος, Ὁσίους σήμερον ἅπαντας, χορευτὰς ἐνθέους δείκνυσιν, ἀνευφημοῦντας μὲν αὐτόν, Χριστῷ δὲ ψάλλοντας· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.Ἐτύθητε οἷά περ ἀμνοί, βαρβάρων ξίφεσι, κατακοπτόμενοι, καὶ προσηνέχθητε τέλεια, τῷ τυθέντι Λόγῳ σφάγια, καὶ πρωτοτόκων ἐν σκηναῖς κατεσκηνώσατε, μελῳδοῦντες· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.Γυμνοὶ πάσης ὄντες ἡδονῆς, τὸν τοὺς προπάτορας, ἀπογυμνώσαντα, Πατέρες Ὅσιοι κάκιστον, δυσμενῆ ἀπεγυμνώσατε· καταστολὴν δὲ ἱεράν, ὡς ἐναθλήσαντες εἰληφότες, τοῦτον αἰσχύνην Σοφοὶ ἐνεδύσατε.ΘεοτοκίονἈνοίγεται πάλιν διὰ σοῦ, ὁ πρὶν Παράδεισος, καὶ ἐπεισάγεται, ὁ πρὶν κατάκριτος ἄνθρωπος, καὶ θεοῦται ἀληθέστατα, θεοχαρίτωτε Ἁγνή, βροτῶν τὸ φύραμα τῶν βοώντων· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε· πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον».
ᾨδὴ θ', β' Κανών τῆς Ἐορτῆς
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Σήμερον ὁ Δεσπότης, κλίνει τόν αὐχένα χειρί τῇ τοῦ Προδρόμου.«Ὢ τῶν ὑπὲρ νοῦν, τοῦ τόκου σου θαυμάτων!Νύμφη πάναγνε, Μῆτερ εὐλογημένηΔι᾽ ἧς τυχόντες παντελοῦς σωτηρίας,Ἐπάξιον κροτοῦμεν ὡς εὐεργέτῃ,Δῶρον φέροντες ὕμνον εὐχαριστίας.»Σήμερον Ἰωάννης, βαπτίζει τόν Δεσπότην ἐν ῥείθροις Ἰορδάνου.«Ὢ τῶν ὑπὲρ νοῦν, τοῦ τόκου σου θαυμάτων!Νύμφη πάναγνε, Μῆτερ εὐλογημένηΔι᾽ ἧς τυχόντες παντελοῦς σωτηρίας,Ἐπάξιον κροτοῦμεν ὡς εὐεργέτῃ,Δῶρον φέροντες ὕμνον εὐχαριστίας.»Δόξα...Μεγάλυνον, ψυχή μου, τῆς τρισυποστάτου καί ἀδιαιρέτου Θεότητος τό κράτος.Ἴδμεν τὰ Μωσεῖ τῇ βάτῳ δεδειγμένα,Δεῦρο ξένοις, θεσμοῖσιν ἐξειργασμένα.Ὡς γὰρ σέσωσται, πυρφοροῦσα Παρθένος,Σελασφόρον τεκοῦσα τὸν εὐεργέτην,Ἰορδάνου τε, ῥεῖθρα προσδεδεγμένα.Καί νῦν...Μεγάλυνον, ψυχή μου, τήν λυτρωσαμένην ἡμᾶς ἐκ τῆς κατάρας.Χρίεις τελειῶν, τὴν βρότειον οὐσίαν,Ἄναξ ἄναρχε, Πνεύματος κοινωνία,Ῥοαῖς ἀχράντοις, ἐκκαθάρας καὶ σκότους,Ἰσχὺν θριαμβεύσας τε, τὴν ἐπηρμένην,Νῦν εἰς ἄληκτον, ἐξαμείβεαι βίον.
Κανών β', ᾨδὴ θ', τῶν Μαρτύρων
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἔφριξε πᾶσα ἀκοή, τὴν ἀπόρρητον Θεοῦ συγκατάβασιν, ὅπως ὁ Ὕψιστος ἑκών, κατῆλθε μέχρι καὶ σώματος, παρθενικῆς ἀπὸ γαστρός, γενόμενος ἄνθρωπος· Διὸ τὴν ἄχραντον, Θεοτόκον οἱ πιστοὶ μεγαλύνομεν».Ἱστίῳ Μάρτυρες Χριστοῦ, τῶν βασάνων διελθόντες τὸ πέλαγος, ἐγκαθωρμίσθητε, πρὸς τοὺς λιμένας τῆς ἀναπαύσεως· ὅπου Μαρτύρων οἱ χοροί, Δικαίων ὁμήγυρις· ἔνθα τὸ ἄδυτον φῶς, καὶ χαρὰ ἐορταζόντων τῷ πνεύματι.Ὤρθρισαν οἱ θεοφεγγεῖς, ἀληθείας μεγαλόφρονες Μάρτυρες, πρὸς τὸν ἐκλάμψαντα, πρὸ Ἑωσφόρου ἄδυτον Ἥλιον, παραδραμόντες τὸ βαθύ, σκότος τῶν κολάσεων· καὶ νῦν αὐγάζουσι, σωτηρίας φωτισμὸν ταῖς ψυχαῖς ἡμῶν.Σήμερον μνήμην ἱεράν, τῆς ἀθλήσεως ὑμῶν Παμμακάριστοι, ἡ Ἐκκλησία Χριστοῦ, ἐπιτελοῦσα ἄγει χαρμόσυνον, καὶ φωτοφόρον ἑορτήν, Θεὸν μεγαλύνουσα, τὸν στεφοδότην ὑμῶν, μεγαλύνοντα ὑμᾶς ὡς θεράποντας.Ἤρθητε πρὸς περιφανές, μαρτυρίου ἀληθῶς ὕψος ἅγιον, καὶ κατειλήφατε, τοῦ πόθου πέρας ὄντως μακάριοι, τὴν βασιλείαν τοῦ Θεοῦ, λαβόντες ἀσάλευτον, Μάρτυς Στρατόνικε, σὺν Ἑρμύλῳ τῷ σοφῷ καὶ θεόφρονι.ΘεοτοκίονΦεῖσαί μου Σῶτερ ὁ τεχθείς, καὶ φυλάξας τὴν τεκοῦσαν σε ἄφθορον, μετὰ τὴν κύησιν, ὅταν καθίσῃς κρῖναι τὰ ἔργα μου, τάς ἀνομίας παρορῶν, καὶ τάς ἁμαρτίας μου, ὡς ἀναμάρτητος, ἐλεήμων ὡς Θεὸς καὶ φιλάνθρωπος.
Κανών γ', ᾨδὴ θ', τῶν Ὁσίων
Ἦχος δ'
Λίθος ἀχειρότμητος ΤΟ ΑΚΟΥΤΕ
Ἱερολογίαις ἱεραῖς, τοὺς Ὁσίους δεῦτε Πατέρας, τοὺς ἐν Ῥαϊθῷ καὶ Σιναίῳ, βεβιωκότας ἐν Ὁσιότητι, καὶ εὐσεβῶς ἀθλήσαντας, μεγαλοφώνως μεγαλύνωμεν.Ὡς πανευκλεεῖς Ἀθλοφόροι, οἱ ἐν ἀσκήσει ὑμῶν πόνοι! ὡς ὑπερφερεῖς οἱ ἀγῶνες, ἐν οἷς τὸν πλάνον κατεπαλαίσατε! ὡς θαυμαστὴ ἡ ἄθλησις, δι᾿ ἧς νομίμως κατεστέφθητε!Σῶμα καὶ ψυχὴν τῷ Κυρίῳ, καθιερώσατε ὁσίως, τοῖς τῆς ἐγκρατείας ἰδρῶσιν, ἁγιασθέντες καὶ ταῖς τοῦ αἵματος, ἐπιρροαῖς ξηράναντες, βαρβαρικῆς κακίας θάλασσαν.Ἡ θεοφεγγὴς ὑμῶν μνήμη, ἀνατολαῖς λαμπρυνομένη, τῶν διὰ Χριστὸν ὑμῶν πόνων, τάς διανοίας πάντων Μακάριοι, περιαυγάζει χάριτι, τοῦ παντουργοῦ καὶ θείου Πνεύματος.ΘεοτοκίονΦρίττει Χερουβὶμ καθορῶντα, τὸν ἐν αὐτοῖς, ἀρρήτῳ λόγῳ, ἐπικαθεζόμενον Λόγον, Μητρὸς ἀγκάλαις βρέφος κρατούμενον, σοῦ Παναγία Δέσποινα, ὑψηλοτέρα πάσης κτίσεως.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας, τάς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν».
Ἐξαποστειλάριον τῶν Ὁσίων
Ἦχος γ'
Ἐν πνεύματι τῷ ἱερῷ ΤΟ ΑΚΟΥΤΕ
Τοῖς πόνοις τῆς ἀσκήσεως, τὸν ἀρχέκακον ὄφιν, εἰς τέλος ἀπεκτείνατε· ἐπὶ τέλους δὲ στέφη, τοῦ μαρτυρίου ἤρασθε, τῶν Πατέρων καύχημα, καὶ τῶν Μαρτύρων ἡ δόξα, Ῥαϊθὼ καὶ Σιναίου, ἡ πανέορτος πληθύς, τῶν θαυμασίων Πατέρων.
Ἐξαποστειλάριον τῆς Ἑορτῆς
Ἦχος γ'
Ἐν πνεύματι τῷ ἱερῷ ΤΟ ΑΚΟΥΤΕ
Φωτὸς ἀδύτου γέγονεν, ἡ παροῦσα ἡμέρα· Χριστὸς γὰρ ἡ ἀλήθεια, ἦλθεν νῦν ἐπεφάνη· ψαλμοῖς αὐτὸν ἐπαξίως, καὶ ᾠδαῖς ὑμνήσωμεν, ὡς Πλάστην τε καὶ Δεσπότην. Ὢ καινοῦ μυστηρίου! τοῦ Ἀδὰμ ὁ Ποιητής, βουλήσει ἄνθρωπος ὤφθη.
Εἰς τὸν Στίχον τῶν Αἴνων Στιχηρὰ Προσόμοια.Ἦχος πλ. β'Αἱ Ἀγγελικαὶ ΤΟ ΑΚΟΥΤΕΔεῦτε καὶ ἡμεῖς, ἐν αἰσθήσει τῆς καρδίας, δράμωμεν πιστοί, ἐν τοῖς ῥείθροις Ἰορδάνου, καὶ τὸν Χριστὸν ἰδόντες, σαρκικῶς βαπτιζόμενον, ὑπὸ Ἰωάννου τοῦ Προδρόμου, νῦν σὺν αὐτῷ δοξολογοῦντες, αὐτῷ κράξωμεν· Εὐλογημένος ὁ φανείς, Θεὸς ἡμῶν δόξα σοι. Στίχ. Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω.Νῦν τοῦ Ἰεσσαί, ἀνεβλάστησεν ἡ ῥάβδος, θείαν κιβωτόν, καὶ τοῦ μάννα θεοδόχον, ἐξ ἧς προῆλθεν ἄνθος, τῆς ζωῆς τὸ ἀκήρατον· ὃν ὁ Ἰορδάνης καταπτήξας, καὶ ὁ Ἰωάννης χειραπτήσας, πιστῶς ἔκραζεν· Εὐλογημένος ὁ φανείς, Θεὸς ἡμῶν δόξα σοι. Στίχ. Τὶ σοί ἐστι θάλασσα, ὅτι ἔφυγες; καὶ σοὶ Ἰορδάνη ὅτι ἐστράφης εἰς τὰ ὀπίσω;Ἄσατε ᾠδαῖς, αἱ οὐράνιαι Δυνάμεις· ψάλατε βροτοί, καὶ ἀγάλλεσθε συμφώνως· ἰδοὺ γὰρ ὁ Δεσπότης, τοῦ Πατρὸς τὸ ἀπαύγασμα, ἔρχεται ἐν ῥείθροις, Ἰορδάνου, ἵνα βαπτισθῇ ὑπὸ τοῦ δούλου· λαοὶ κράξωμεν· Εὐλογημένος ὁ φανείς, Θεὸς ἡμῶν δόξα σοι.
Δοξαστικὸν
Ἦχος πλ. δ'
Μακάριοί ἐστε Ὅσιοι, καὶ Μάρτυρες Χριστοῦ τοῦ Θεοῦ. Ὅσιοι μέν, ὅτι δικαιοσύνης χάριν ἐδιώχθητε· Μάρτυρες δέ, ὅτι μάχαιρα ὑμᾶς οὐκ ἐχώρισε τῆς ἀγάπης τοῦ Χριστοῦ· καὶ διὰ τοῦτο χαίρετε, ὅτι πολὺς ὁ μισθὸς ὑμῶν ἐν τοῖς οὐρανοῖς.
Θεοτοκίον
Ἦχος πλ. δ'
Σήμερον ἡ κτίσις φωτίζεται· σήμερον τὰ πάντα εὐφραίνονται, τὰ οὐράνια ἅμα καὶ τὰ ἐπίγεια. Ἄγγελοι καὶ ἄνθρωποι συμμίγνυνται· ὅπου γὰρ Βασιλέως παρουσία, καὶ ἡ τάξις παραγίνεται. Δράμωμεν τοίνυν ἐπὶ τὸν Ἰορδάνην· ἴδωμεν πάντες τὸν Ἰωάννην, πῶς βαπτίζει κορυφὴν ἀχειροποίητον καὶ ἀναμάρτητον. Διὸ Ἀποστολικὴν φωνὴν προσᾴδοντες, συμφώνως βοήσωμεν· Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ, ἡ σωτήριος πᾶσιν ἀνθρώποις, καταυγάζουσα, καὶ παρέχουσα πιστοῖς τὸ μέγα ἔλεος.
Εἰς τὴν Λειτουργίαν ψάλλομεν, ἀντὶ τῶν Τυπικῶν, τὰ Ἀντίφωνα.
Ἀντίφωνον Α᾽Ἦχος β'Στίχ. α'. Ἐν ἐξόδῳ Ἰσραὴλ ἐξ Αἰγύπτου, οἴκου Ἰακώβ.Στίχ. β'. Ἐγενήθη Ἰουδαία ἁγίασμα αὐτοῦ, ἐκ λαοῦ βαρβάρου.Στίχ. γ'. Ἡ θάλασσα εἶδε, καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω.Στίχ. δ'. Τὶ σοί ἐστι θάλασσα ὅτι ἔφυγες; καὶ σοὶ Ἰορδάνη, ὅτι ἐστράφης εἰς τὰ ὀπίσω;Ἀντίφωνον Β᾽Ἦχος β'Στίχ. α'. Ἠγάπησα, ὅτι εἰσακούσεται Κύριος τῆς φωνῆς τῆς δεήσεώς μου.Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν Ἰορδάνῃ ὑπὸ Ἰωάννου βαπτισθείς, ψάλλοντάς σοι, Ἀλληλούϊα.Στιχ. β'. Ὅτι ἔκλινε τὸ οὖς αὐτοῦ ἐμοί, καὶ ἐν ταῖς ἡμέραις μου ἐπικαλέσομαι.Στίχ. γ'. Περιέσχον μοι ὠδῖνες θανάτου, κίνδυνοι ᾅδου εὓροσὰν με.Στίχ. δ'. Ἐλεήμων ὁ Κύριος καὶ δίκαιος, καὶ ὁ Θεὸς ἡμῶν ἐλεεῖ.Ἀντίφωνον Γ᾽Ἦχος α'Στίχ. α'. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.Ἦχος α'Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητόν σε Υἱὸν ὀνομάζουσα καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.Στίχ. β'. Εἰπάτω δὴ οἶκος Ἰσραήλ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.Στίχ. γ'. Εἰπάτω δὴ οἶκος Ἀαρών, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.Στίχ. δ'. Εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοι τὸ Κύριον, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Εἰς τό, Ἑξαιρέτως
Ἦχος β'
Μεγαλυνάριον ΤΟ ΑΚΟΥΤΕ
Σήμερον ὁ Δεσπότης, κλίνει τόν αὐχένα χειρί τῇ τοῦ Προδρόμου.«Ὢ τῶν ὑπὲρ νοῦν τοῦ τόκου σου θαυμάτων! Νύμφη Πάναγνε, Μῆτερ εὐλογημένη. Δι' ἧς τυχόντες, παντελοῦς σωτηρίας, Ἐπάξιον κροτοῦμεν, ὡς εὐεργέτῃ, Δῶρον φέροντες, ὕμνον εὐχαριστίας».
ΚοινωνικὸνἘπεφάνη ἡ χάρις τοῦ Θεοῦ, ἡ σωτήριος πᾶσιν ἀνθρώποις. Ἀλληλούϊα.
| TA ΜΗΝΑΙΑ | Ιανουάριος | 13 |
Jan 14
Τῌ ΙΔ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥΑπόδοσις Τὰ Ἅγια Θεοφάνεια τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Ἰδιόμελα.
Στιχηρὰ Ἰδιόμελα
Ἦχος β'
Ἰωάννου Μοναχοῦ
Τὸν φωτισμὸν ἡμῶν, τὸν φωτίσαντα πάντα ἄνθρωπον, ἰδὼν ὁ Πρόδρομος, βαπτισθῆναι παραγενόμενον, χαίρει τῇ ψυχῇ, καὶ τρέμει τῇ χειρί· δείκνυσιν αὐτόν, καὶ λέγει τοῖς λαοῖς· Ἴδε ὁ λυτρούμενος τὸν Ἰσραήλ, ὁ ἐλευθερῶν ἡμᾶς ἐκ τῆς φθορᾶς. Ὦ ἀναμάρτητε, Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι. (Δίς)
Ἦχος β'
Τοῦ Λυτρωτοῦ ἡμῶν, ὑπὸ δούλου βαπτιζομένου, καὶ τῇ τοῦ Πνεύματος παρουσίᾳ μαρτυρουμένου, ἔφριξαν ὁρῶσαι Ἀγγέλων στρατιαί, φωνὴ δὲ οὐρανόθεν ἠνέχθη ἐκ Πατρός. Οὗτος ὃν ὁ Πρόδρομος χειροθετεῖ, Υἱός μου ὑπάρχει ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα, Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι. (Δίς)
Ἦχος β'
Τὰ Ἰορδάνια ῥεῖθρα, σὲ τὴν πηγὴν ἐδέξατο, καὶ ὁ Παράκλητος, ἐν εἴδει περιστερᾶς κατήρχετο, κλίνει κορυφήν, ὁ κλίνας οὐρανούς, κράζει καὶ βοᾷ, πηλὸς τῷ πλαστουργῷ· Τί μοι ἐπιτάττεις τὰ ὑπὲρ ἐμέ; ἐγὼ χρείαν ἔχω τοῦ σοῦ Βαπτισμοῦ. Ὦ ἀναμάρτητε, Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Ἦχος β'
Σῶσαι βουλόμενος, τὸν πλανηθέντα ἄνθρωπον, οὐκ ἀπηξίωσας δούλου μορφὴν ἐνδύσασθαι· ἔπρεπε γὰρ σοὶ τῷ Δεσπότῃ, καὶ Θεῷ, ἀναδέξασθαι τὰ ἡμῶν ὑπὲρ ἡμῶν· σὺ γὰρ βαπτισθεὶς σαρκὶ Λυτρωτά, τῆς ἀφέσεως ἠξίωσας ἡμᾶς, διὸ βοῶμέν σοι· Εὐεργέτα Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Δοξαστικὸν
Ἦχος β'
Βύζαντος
Ὑπέκλινας κάραν τῷ Προδρόμῳ, συνέθλασας κάρας τῶν δρακόντων, ἐπέστης ἐν τοῖς ῥείθροις, ἐφώτισας τὰ σύμπαντα, τοῦ δοξάζειν σε Σωτήρ, τὸν φωτισμὸν τῶν ψυχῶν ἡμῶν.
Ἀποστιχα Στιχηρὰ Ἰδιόμελα.Ἦχος πλ. β΄ ἈνατολίουἘν Ἰορδάνῃ ποταμῷ, ἰδὼν σε ὁ Ἰωάννης πρὸς αὐτὸν ἐρχόμενον ἔλεγε, Χριστὲ ὁ Θεός· Τὶ πρὸς τὸν δοῦλον παραγέγονας, ῥύπον μὴ ἔχων Κύριε; εἰς ὄνομα δὲ τίνος σε βαπτίσω; Πατρός; ἀλλὰ τοῦτον φέρεις ἐν ἑαυτῷ. Υἱοῦ; ἀλλ᾽ αὐτὸς ὑπάρχεις ὁ σαρκωθείς. Πνεύματος Ἁγίου; καὶ τοῦτο οἶδας διδόναι τοῖς πιστοῖς διὰ στόματος. Ὁ ἐπιφανεὶς Θεός, ἐλέησον ἡμᾶς.Ὁ αὐτὸςΣτίχ. Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω.Εἴδοσάν σε ὕδατα ὁ Θεός, εἴδοσάν σε ὕδατα καὶ ἐφοβήθησαν· πρὸς τὴν σὴν γὰρ δόξαν ἀντοφθαλμῆσαι τὰ Χερουβὶμ οὐ δύνανται, οὐδὲ ἀτενίσαι τὰ Σεραφίμ ἀλλὰ φόβῳ παριστάμενα, τὰ μὲν βαστάζουσι, τὰ δὲ δοξάζουσι τὴν δύναμίν σου. Μεθ᾽ ὧν οἰκτίρμον, ἀναγγέλλομεν τὴν αἴνεσίν σου λέγοντες· Ὁ ἐπιφανεὶς Θεός, ἐλέησον ἡμᾶς.Ὁ αὐτὸςΣτίχ. Τὶ σοί ἐστι θάλασσα, ὅτι ἔφυγες; καὶ σοὶ Ἰορδάνη ὅτι ἐστράφης εἰς τὰ ὀπίσω;Σήμερον ὁ οὐρανοῦ καὶ γῆς Ποιητής, παραγίνεται σαρκὶ ἐν Ἰορδάνῃ, Βάπτισμα αἰτῶν ὁ ἀναμάρτητος, ἵνα καθάρῃ τὸν κόσμον ἀπὸ τῆς πλάνης τοῦ ἐχθροῦ, καὶ βαπτίζεται ὑπὸ δούλου, ὁ Δεσπότης τῶν ἁπάντων, καὶ καθαρισμὸν δι᾽ ὕδατος τῷ γένει τῶν ἀνθρώπων δωρεῖται. Αὐτῷ βοήσωμεν, ὁ ἐπιφανεὶς Θεὸς ἡμῶν, δόξα σοι.
Δοξαστικὸν
Ἦχος πλ. δ΄
Θεοφάνους
Τὸν ἐκ Παρθένου Ἥλιον, βλέπων ὁ ἐκ στείρας Λύχνος φαεινός, ἐν Ἰορδάνῃ αἰτούμενον Βάπτισμα, ἐν δειλίᾳ καὶ χαρᾷ, ἐβόα πρὸς αὐτόν· Σὺ με ἁγίασον Δέσποτα τῇ θείᾳ Ἐπιφανείᾳ σου.
Ἀπολυτίκιον
Ἦχος α'
Ἐκ τρίτου
Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητόν σε Υἱὸν ὀνομάζουσα· καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α᾽ Στιχολογίαν, Κάθισμα
Ἦχος γ'
Τὴν ὡραιότητα ΤΟ ΑΚΟΥΤΕ
Ἐπιφανέντος σου ἐν Ἰορδάνῃ Σωτήρ, καὶ βαπτισθέντος σου ὑπὸ Προδρόμου Χριστέ, ἠγαπημένος Υἱὸς ἐμαρτυρήθης ὅθεν καὶ συνάναρχος, τῷ Πατρὶ πεφανέρωσαι. Πνεῦμα δὲ τὸ Ἅγιον, ἐπὶ σὲ κατεγίνετο, ἐν ᾧ καὶ φωτισθέντες βοῶμεν Δόξα Θεῷ τῷ ἐν Τριάδι.Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ
Μετὰ τὴν β᾽ Στιχολογίαν, Κάθισμα
Ἦχος δ'
Κατεπλάγη Ἰωσὴφ ΤΟ ΑΚΟΥΤΕ
Ἰορδάνη ποταμέ, τὶ ἐθαμβήθης θεωρῶν; Τὸν ἀθεώρητον γυμνόν, εἶδον καὶ ἔφριξα φησί καὶ πῶς γὰρ τοῦτον οὐκ ἔμελλον φρῖξαι καὶ δῦναι; οἱ Ἄγγελοι αὐτόν, ὁρῶντες ἔφριξαν ἐξέστη οὐρανός, καὶ γῆ ἐτρόμαξε καὶ συνεστάλη θάλασσα καὶ πάντα, τὰ ὁρατὰ καὶ ἀόρατα. Χριστὸς ἐφάνη, ἐν Ἰορδάνῃ, ἁγιάσαι τὰ ὕδατα.Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ
Κανὼν τοῦ Κυρίου Κοσμᾶ οὗ ἡ Ἀκροστιχίς.Βάπτισμα ῥύψις γηγενῶν ἁμαρτάδος.ᾨδὴ α'
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Βυθοῦ ἀνεκάλυψε πυθμένα, καὶ διὰ ξηρᾶς οἰκείους ἕλκει, ἐν αὐτῷ κατακαλύψας ἀντιπάλους, ὁ κραταιός, ἐν πολέμοις Κύριος, ὅτι δεδόξασται.».Ἀδὰμ τὸν φθαρέντα ἀναπλάττει, ῥείθροις Ἰορδάνου καὶ δρακόντων, κεφαλὰς ἐμφωλευόντων διαθλάττει, ὁ Βασιλεὺς τῶν αἰώνων Κύριος, ὅτι δεδόξασται.Πυρὶ τῆς θεότητος ἀΰλῳ, σάρκα ὑλικὴν ἠμφιεσμένος, Ἰορδάνου περιβάλλεται τὸ νᾶμα, ὁ σαρκωθεὶς ἐκ Παρθένου Κύριος ὅτι δεδόξασται.Τὸν ῥύπον ὁ σμήχων τῶν ἀνθρώπων, τούτοις καθαρθεὶς ἐν Ἰορδάνῃ, οἷς θελήσας ὡμοιώθη ὃ ἦν μείνας, τοὺς ἐν σκότει φωτίζει Κύριος, ὅτι δεδόξασται.Ἕτερος Κανὼν Ἰαμβικός, τοῦ Ἁγίου Ἰωάννου τοῦ Δαμασκηνοῦ, οὗ ἡ Ἀκροστιχὶς διὰ Στίχων Ἡρωελεγείων.Σήμερον ἀχράντοιο βαλών,Θεοφεγγέϊ πυρσῷ,Πνεύματος, ἐνθάπτει νάμασιν, ἀμπλακίην,Φλέξας παμμεδέοντος ἐΰς Πάϊς·Ἠπιόων δέ, Ὑμνηταῖς μελέων τῶν δε δίδωσι χάριν.Ἰαμβικὸς Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Στείβει θαλάσσης, κυματούμενον σάλον,Ἤπειρον αὖθις, Ἰσραὴλ δεδειγμένον.Μέλας δὲ πόντος, τριστάτας Αἰγυπτίων,Ἔκρυψεν ἄρδην, ὑδατόστρωτος τάφος,Ῥώμῃ κραταιᾷ, δεξιᾶς τοῦ Δεσπότου.»Ὄρθρου φανέντος τοῖς βροτοῖς σελασφόρου,Νῦν ἐξ ἐρήμου, πρὸς ῥοὰς ἸορδάνουἌναξ ὑπέσχες, ἡλίου σὸν αὐχένα,Χώρου ζοφώδους, τὸν Γενάρχην ἁρπάσαι,Ῥύπου τε παντός, ἐκκαθᾶραι τὴν κτίσιν.Ἄναρχε ῥείθροις, συνταφέντα σοι Λόγε,Νέον περαίνεις, τὸν φθαρέντα τῇ πλάνῃ,Ταύτην ἀφράστως, πατρόθεν δεδεγμένος,Ὄπα κρατίστην Οὗτος ἠγαπημένος,Ἴσος τέ μοι Παῖς, χρηματίζει τὴν φύσιν.
ᾨδὴ γ', Κανών τῆς Ἐορτῆς
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἰσχὺν ὁ διδούς, τοῖς Βασιλεῦσιν ἡμῶν Κύριος, καὶ κέρας χρηστῶν αὐτοῦ ὑψῶν, Παρθένου ἀποτίκτεται, μολεῖ δὲ πρὸς τὸ Βάπτισμα· διὸ πιστοὶ βοήσωμεν Οὐκ ἒστιν ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἒστι δίκαιος, πλὴν σου Κύριε.»Στειρεύουσα πρίν, ἠτεκνωμένη δεινῶς σήμερον, εὐφραίνου Χριστοῦ ἡ Ἐκκλησία δι᾽ ὕδατος καὶ Πνεύματος· υἱοὶ γὰρ σοι γεγέννηνται, ἐν πίστει ἀνακράζοντες Οὐκ ἔστιν ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἒστι δίκαιος, πλὴν σου Κύριε.Μεγάλῃ φωνῇ, ἐν τῇ ἐρήμῳ βοᾷ Πρόδρομος Χριστοῦ ἑτοιμάσατε ὁδούς, καὶ τρίβους τοῦ Θεοῦ ἡμῶν, εὐθείας ἀπεργάσασθε, ἐν πίστει ἀνακράζοντες Οὐκ ἒστιν ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἒστι δίκαιος, πλὴν σου Κύριε.Ἰαμβικὸς Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ὅσοι παλαιῶν, ἐκλελύμεθα βρόχων,Βορῶν λεόντων, συντεθλασμένων μύλας,Ἀγαλλιῶμεν, καὶ πλατύνωμεν στόμα,Λόγῳ πλέκοντες, ἐκ λόγων μελῳδίαν,ᾯ τῶν πρὸς ἡμᾶς, ἥδεται δωρημάτων.»Νέκρωσιν ὁ πρίν, ἐμφυτεύσας τῇ κτίσει,Θηρὸς κακούργου, σχηματισθεὶς εἰς φύσιν,Ἐπισκοπεῖται , σαρκικῇ παρουσίᾳ·Ὄρθρῳ φάναντι, προσβαλὼν τῷ Δεσπότῃ,Φλᾶν τὴν ἑαυτοῦ, δυσμενεστάτην κάραν.Ἕλκει πρὸς αὐτὸν τὴν θεόδμητον φύσιν,Γαστρὸς τυράννου, συγκεχωσμένην ὂροις.Γεννᾷ τε αὖθις, γηγενῶν ἀναπλάσει,Ἔργον φέριστον, ἐκτελῶν ὁ Δεσπότης.Ἷκται γὰρ αὐτήν, ἐξαλεξῆσαι θέλων.
Ἡ Ὑπακοὴ
Ἦχος πλ. α'
Ὅτε τῇ Ἐπιφανείᾳ σου ἐφώτισας τὰ σύμπαντα, τότε ἡ ἁλμυρὰ τῆς ἀπιστίας θάλασσα ἔφυγε, καὶ ὁ Ἰορδάνης κάτω ῥέων ἐστράφη, πρὸς οὐρανὸν ἀνυψῶν ἡμᾶς, ἀλλὰ τῷ ὕψει τῶν θείων ἐντολῶν σου, συντήρησον Χριστὲ ὁ Θεός, πρεσβείαις τῆς Θεοτόκου, καὶ ἐλέησον ἡμᾶς.
ᾨδὴ δ', Κανών τῆς Ἐορτῆς
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἀκήκοε Κύριε φωνῆς σου, ὃν εἶπας· Φωνὴ βοῶντος ἐν ἐρήμῳ ὅτε ἐβρόντησας πολλῶν ἐπὶ ὑδάτων, τῷ σῷ μαρτυρούμενος Υἱῷ, ὅλος γεγονὼς τοῦ παρόντος, Πνεύματος δὲ ἐβόησε Σὺ εἶ Χριστός, Θεοῦ σοφία καὶ δύναμις».Ῥυπτόμενον ἥλιον τίς εἶδεν, ὁ Κήρυξ βοᾷ, τὸν ἔκλαμπρον τῇ φύσει, ἵνα σε Ὕδασιν Ἀπαύγασμα τῆς δόξης, Πατρὸς χαρακτὴρ ἀϊδίου ἐκπλύνω· καὶ χόρτος ὤν, πυρὶ ψαύσω τῆς σῆς Θεότητος; σὺ γὰρ Χριστός, Θεοῦ σοφία καὶ δύναμις.Ὑπέφηνεν ἔνθεον ἣν εἶχεν, εὐλάβειαν Μωσῆς περιτυχὼν σοι ὡς γὰρ τῆς βάτου σε φωνήσαντα ᾐσθήθη, εὐθὺς ἀπεστράφη τάς ὄψεις· ἐγὼ δὲ πῶς βλέψω σε τρανῶς, ἢ πῶς χειροθετήσω σε; σὺ γὰρ Χριστός, Θεοῦ σοφία καὶ δύναμις.Ψυχῆς τελῶν ἔμφρονος, καὶ λόγῳ τιμώμενος, ἀψύχων εὐλαβοῦμαι· εἰ γὰρ βαπτίσω σε, κατήγορόν μοι ἔσται, πυρὶ καπνιζόμενον ὄρος, φυγοῦσα δὲ θάλασσα διχῇ, καὶ Ἰορδάνης οὗτος στραφείς· σὺ γὰρ Χριστός, Θεοῦ σοφία καὶ δύναμις.Ἰαμβικὸς Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Πυρσῷ καθαρθεὶς μυστικῆς θεωρίας,Ὑμνῶν Προφήτης τὴν βροτῶν καινουργίαν,Ῥήγνυσι γῆρυν, Πνεύματι κροτουμένην,Σάρκωσιν ἐμφαίνουσαν ἀρρήτου Λόγου,ᾯ τῶν δυναστῶν τὰ κράτη συνετρίβη».Πεμφθεὶς ὁ Πατρὸς παμφαέστατος Λόγος,Νυκτὸς διῶσαι τὴν καχέσπερον σχέσιν,Ἔκριζον ἥκεις, καὶ βροτῶν ἁμαρτίας,Υἷας συνελκύσαι τε τῇ σῇ Βαπτίσει,Μάκαρ φαεινούς, ἐκ ῥοῶν Ἰορδάνου.Αὐτὸν προσιδὼν τὸν περίκλυτον Λόγον,Τρανῶς ὁ κήρυξ ἐκβοᾶται τῇ κτίσει,Οὗτος προών μου, δεύτερος τῷσαρκίῳ, Σύμμορφος ἐξέλαμψεν ἐνθέῳ σθένει,Ἔχθιστον ἡμῶν ἐξελεῖν ἁμαρτίαν.Νομὴν πρὸς αὐτὴν τὴν φερέσβιον φέρων,Θηρᾷ δρακόντων φωλεοῖς ἐπιτρέχων.Ἄπλητα κύκλα καββαλὼν Θεὸς Λόγος,Πτέρνῃ τε τὸν πλήττοντα παμπήδην γένος,Τοῦτον καθειργνύς, ἐκσαῴζει τὴν κτίσιν.
ᾨδὴ ε', Κανών τῆς Ἐορτῆς
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἰησοῦς ὁ ζωῆς ἀρχηγός, λῦσαι τὸ κατάκριμα ἥκει, Ἀδὰμ τοῦ πρωτοπλάστου καθαρσίων δέ, ὡς Θεὸς μὴ δεόμενος, τῷ πεσόντι καθαίρεται ἐν τῷ Ἰορδάνῃ· ἐν ᾧ τὴν ἔχθραν κτείνας, ὑπερέχουσαν πάντα νοῦν, εἰρήνην χαρίζεται».Συνελθόντων ἀπείρων λαῶν, ὑπὸ Ἰωάννου βαπτισθῆναι, αὐτὸς ἐν μέσῳ ἔστη, προσεφώνει δὲ τοῖς παροῦσι Τὶς ἔδειξεν ἀπειθεῖς, τὴν ὀργὴν ὑμῖν ἐκκλῖναι τὴν μέλλουσαν; καρποὺς ἀξίους Χριστῷ ἐκτελεῖτε παρὼν γὰρ νῦν, εἰρήνην χαρίζεται.Γεωργὸς ὁ καὶ Δημιουργός, μέσος ἑστηκὼς ὡς εἰς ἁπάντων, καρδίας ἐμβατεύει καθαρτήριον δὲ πτύον χειρισάμενος, τὴν παγκόσμιον ἅλωνα πανσόφως διΐστησι, τὴν ἀκαρπίαν φλέγων, εὐκαρποῦσιν αἰώνιον, ζωὴν χαριζόμενος.Ἰαμβικὸς Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ἐχθροῦ ζοφώδους καὶ βεβορβορωμένου,Ἰὸν καθάρσει Πνεύματος λελουμένοι,Νέαν προσωρμίσθημεν ἀπλανῆ τρίβον,Ἄγουσαν ἀπρόσιτον εἰς θυμηδίαν,Μόνοις προσιτήν, οἷς Θεὸς κατηλλάγη».Ἀθρῶν ὁ Πλάστης ἐν ζόφῳ τῶν πταισμάτων,Σειραῖς ἀφύκτοις, ὂν διαρθροῖ δακτύλοις,Ἵστησιν ἀμφ᾽ ὤμοισιν ἐξάρας ἄνω,Νῦν ἐν πολυρρύτοισι δίναις ἐκπλύνων,Αἴσχους παλαιοῦ τῆς Ἀδὰμ καχεξίας.Μετ᾽ εὐσεβείας προσδράμωμεν εὐτόνως,Πηγαῖς ἀχράντοις ῥεύσεως σωτηρίου,Λόγον κατοπτεύσοντες ἐξ ἀκηράτου,Ἄντλημα προσφέροντα δίψης ἐνθέου,Κόσμου προσηνῶς ἐξακεύμενον νόσον.
ᾨδὴ ς', Κανών τῆς Ἐορτῆς
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἡ φωνὴ τοῦ Λόγου, ὁ λύχνος τοῦ Φωτός, ὁ Ἑωσφόρος, ὁ τοῦ Ἡλίου Πρόδρομος, ἐν τῇ ἐρήμῳ. Μετανοεῖτε, πᾶσι βοᾷ τοῖς λαοῖς, καὶ προκαθαίρεσθε· ἰδοὺ γὰρ πάρεστι Χριστός, ἐκ φθορᾶς τὸν κόσμον λυτρούμενος».Γεννηθεὶς ἀρρεύστως, ἐκ Θεοῦ καὶ Πατρός, ἐκ τῆς Παρθένου, δίχα σαρκοῦται ῥύπου Χριστός οὗ τὸν ἱμάντα, τὴν ἐξ ἡμῶν τοῦ Λόγου συνάφειαν, λύειν ἀμήχανον (διδάσκει ὁ Πρόδρομος), γηγενεῖς ἐκ πλάνης λυτρούμενος.Ἐν πυρὶ βαπτίζει, τελευταίῳ Χριστός, τοὺς ἀπειθοῦντας, καὶ μὴ Θεὸν φρονοῦντας αὐτόν· ἐν Πνεύματι δὲ καινοποιεῖ, δι᾽ ὕδατος χάριτι, τοὺς ἐπιγνώμονας αὐτοῦ τῆς Θεότητος, τῶν πλημμελημάτων λυτρούμενος.Ἰαμβικὸς Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ἱμερτὸν ἐξέφηνε σὺν πανολβίῳ,Ἤχῳ Πατήρ, ὃν γαστρὸς ἐξηρεύξατο.Ναί φησιν, Οὗτος, συμφυὴς γόνος πέλων,Φώταυγος ἐξώρουσεν ἀνθρώπων γένους,Λόγος τέ μου ζῶν, καὶ βροτὸς προμηθείᾳ».Ἐκ ποντίου λέοντος ὁ τριέσπερος,Ξένως Προφήτης ἐγκάτοις φλοιδούμενος,Αὖθις προῆλθε, τῆς παλιγγενεσίας,Σωτηρίαν δράκοντος ἐκ βροτοκτόνου,Πᾶσι προφαίνων, τῶν χρόνων ἐπ᾽ ἐσχάτων.Ἀνειμένων Πόλοιο παμφαῶν πτυχῶν,Μύστης ὁρᾷ πρὸς Πατρὸς ἐξικνούμενον,Μένον τε Πνεῦμα τῷ παναχράντῳΛόγῳ, Ἐπελθὸν ὡς πέλειαν ἀφράστῳ τρόπῳ,Δήμοις τε φαίνει, προσδραμεῖν τῷ Δεσπότῃ.
Κοντάκιον
Ἦχος δ' ΤΟ ΑΚΟΥΤΕ
Ἐπεφάνης σήμερον τῇ οἰκουμένῃ, καὶ τὸ φῶς σου Κύριε, ἐσημειώθη ἐφ᾽ ἡμᾶς, ἐν ἐπιγνώσει ὑμνοῦντας σε. Ἦλθες ἐφάνης τὸ Φῶς τὸ ἀπρόσιτον.
Ὁ Οἶκος
Τῇ Γαλιλαίᾳ τῶν Ἐθνῶν, τῇ τοῦ Ζαβουλὼν χώρᾳ, καὶ τοῦ Νεφθαλεὶμ γαίᾳ, ὡς εἶπεν ὁ Προφήτης, φῶς μέγα ἔλαμψε Χριστός· τοῖς ἐσκοτισμένοις φαεινὴ ὤφθη αὐγή, ἐκ Βηθλεὲμ ἀστράπτουσα μᾶλλον δὲ ἐκ Μαρίας ὁ Κύριος πάσῃ τῇ οἰκουμένῃ ἀνατέλλει τάς ἀκτῖνας, ὁ Ἥλιος τῆς Δικαιοσύνης. Διὸ οἱ ἐξ Ἀδὰμ γυμνοί, δεῦτε πάντες ὑποδύωμεν αὐτόν, ἵνα θαλφθῶμεν· σκέπη γὰρ γυμνῶν, καὶ αἴγλη ἐσκοτισμένων, ἦλθες ἐφάνης τὸ Φῶς τὸ ἀπρόσιτον.
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΙΔ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Ἀββάδων, τῶν ἐν Σινᾷ ὄρει ἀναιρεθέντων. ΣτίχοιΣπάθαι τὸ πράξαν ὧδε τοὺς πολλοὺς φόνους, Τὸ δ' αὖ πεπονθός, ἄνδρες ἀρετῆς φίλοι. Ἀββάδας ἀμφὶ τετάρτῃ καὶ δεκάτῃ κτάνε χαλκός. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων τριάκοντα τριῶν Πατέρων, τῶν ἐν τῇ Ῥαϊθὼ ἀναιρεθέντων. ΣτίχοιὩς πρὶν Ῥαχὴλ τὰ τέκνα, νῦν τοὺς Ἀββάδας, Κλαίει Ῥαϊθώ, συγκεκομμένους σπάθαις. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Θεοδούλου, υἱοῦ Νείλου τοῦ σοφοῦ. ΣτίχοιὉ Θεόδουλος ἀρεταῖς ὤφθη μέγας, Μιμούμενος μάλιστα πατρὸς τὸν βίον. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου πατρὸς ἡμῶν Στεφάνου, τοῦ κτίσαντος τὴν Μονὴν τοῦ Χηνολάκκου. ΣτίχοιΤῷ Χηνολάκκου τὴν Μονὴν δειμαμένῳ. Θείῳ Στεφάνῳ, λάκκος ὠρύχθη τάφου. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἁγία Μάρτυς Ἁγνή, ἐν σκοτεινῇ φρουρᾷ βληθεῖσα, τελειοῦται. ΣτίχοιἉγνὴν ἄναγνοι θέντες εἰς οἶκον σκότους, Πάμφωτον αὐτῇ προύξένησαν οἰκίαν. Ταῖς τῶν ἁγίων σου πρεσβείαις, ὁ Θεός,ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ', Κανών τῆς Ἐορτῆς
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Νέους εὐσεβεῖς, καμίνῳ πυρὸς προσομιλήσαντας, διασυρίζον πνεῦμα δρόσου, ἀβλαβεῖς διεφύλαξε, καὶ θείου Ἀγγέλου συγκατάβασις ὅθεν ἐν φλογὶ δροσιζόμενοι, εὐχαρίστως ἀνέμελπον Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ».Ὥσπερ οὐρανῷ, σὺν τρόμῳ καὶ θαύματι παρίσταντο, ἐν Ἰορδάνῃ αἱ Δυνάμεις τῶν Ἀγγέλων σκοπούμεναι, τοσαύτην Θεοῦ τὴν συγκατάβασιν, ὅπως ὁ κρατῶν τὴν ὑπέρῳον τῶν ὑδάτων ὑπόστασιν, ἐν τοῖς ὕδασι, σωματοφόρος ἕστηκεν, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.Νεφέλη ποτέ, καὶ θάλασσα θείου προεικόνιζε, Βαπτίσματος τὸ θαῦμα, ἐν οἷς ὁ πρὶν βαπτίζεται, διεξοδικῶς τῷ Νομοθέτῃ λαός, θάλασσα δὲ ἦν τύπος ὕδατος, καὶ νεφέλη τοῦ Πνεύματος, οἷς τελούμενοι· Εὐλογητὸς εἶ κράζομεν, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.Ἅπαντες πιστοί, ἐν ᾧ τὴν τελείωσιν ἐλάβομεν, θεολογοῦντες ἀσιγήτως, σὺν Ἀγγέλοις δοξάσωμεν, Πατέρα Υἱὸν καὶ Πνεῦμα Ἅγιον· τοῦτο γὰρ Τριὰς ὑποστάσεσιν ὁμοούσιος, εἷς δὲ Θεός, ᾧ καὶ ψάλλομεν Ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.Ἰαμβικὸς Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ἔφλεξε ῥείθρῳ τῶν δρακόντων τάς κάρας,Ὁ τῆς καμίνου τὴν μετάρσιον φλόγα,Νέους φέρουσαν εὐσεβεῖς κατευνάσας,Τὴν δυσκάθεκτον ἀχλὺν ἐξ ἁμαρτίας,Ὅλην πλύνει δέ, τῇ δρόσῳ τοῦ Πνεύματος».Σὲ ζωγραφοῦσαν τὴν Ἀσσύριον φλόγα,Ἐκστῶσαν ἵστης, εἰς δρόσον μετηγμένην.Ὕδωρ ὅθεν νῦν ἀμφιέσσαο φλέγον,Σίντην κάκιστον Χριστὲ προσκεκευθμένον,Πρὸς τὴν ὄλισθον ἐκκαλούμενον τρίβον.Ἀπορραγέντος τοῦ Ἰορδάνου πάλαι,Ἰσθμῷ περᾶται λαός, Ἰσραηλίτης,Σὲ τὸν κράτιστον ἐμφοροῦντα τὴν κτίσιν,Ἠπειγμένως νῦν ἐν ῥοαῖς διαγράφων,Πρὸς τὴν ἄρρευστον καὶ ἀμείνονα τρίβον.Ἴδμεν τὸ πρῶτον τὴν πανώλεθρον κλύσιν,Οἰκτρῶς σε πάντων εἰς φθορὰν παρεισάγειν,Ὦ τρισμέγιστα χρηματίζων καὶ ξένα.Νῦν δὲ κλύσαντα Χριστὲ τὴν ἁμαρτίαν,Δι᾽ εὐπάθειαν, καὶ βροτῶν σωτηρίαν.
ᾨδὴ η', Κανών τῆς Ἐορτῆς
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Μυστήριον παράδοξον, ἡ Βαβυλῶνος ἔδειξε κάμινος, πηγάσασα δρόσον, ὅτι ῥείθροις ἔμελλεν, ἄϋλον πῦρ εἰσδέχεσθαι ὁ Ἰορδάνης, καὶ στέγειν σαρκί, βαπτιζόμενον τὸν Κτίστην, ὅν εὐλογοῦσι Λαοί, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας».Ἀπόθου φόβον ἅπαντα, ὁ Λυτρωτὴς τῷ Προδρόμῳ ἔφησεν· ἐμοὶ δὲ πειθάρχει, ὡς Χριστῷ μοι πρόσελθε τοῦτο γὰρ φύσει πέφυκα ἐμῷ προστάγματι εἶξον, καὶ βάπτισόν με συγκαταβάντα, ὅν εὐλογοῦσι Λαοί, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.Ῥημάτων ὡς ἀκήκοεν, ὁ Βαπτιστὴς τοῦ Δεσπότου, σύντρομος παλάμην ἐκτείνει, χειραπτήσας ὅμως δέ, τὴν κορυφὴν τοῦ Πλάστου αὐτοῦ, τῷ βαπτισθέντι ἐβόα Ἁγίασόν με· σὺ γὰρ Θεός μου, ὅν εὐλογοῦσι Λαοί, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.Τριάδος ἡ φανέρωσις, ἐν Ἰορδάνῃ γέγονεν· αὔτη γὰρ ὑπέρθεος φύσις, ὁ Πατὴρ ἐφώνησεν. Οὗτος ὁ βαπτιζόμενος, Υἱὸς ὁ ἀγαπητός μου, τὸ Πνεῦμα συμπαρῆν τῷ ὁμοίῳ ὅν εὐλογοῦσι Λαοί, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.Ἰαμβικὸς Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ἐλευθέρα μὲν ἡ κτίσις γνωρίζεται.Υἱοὶ δὲ φωτός, οἱ πρὶν ἐσκοτισμένοι.Μόνος στενάζει, τοῦ σκότους ὁ προστάτης.Νῦν εὐλογείτω συντόνως τὸν αἴτιον,Ἡ πρὶν τάλαινα τῶν Ἐθνῶν παγκληρία».Τριττοὶ θεουδεῖς ἐμπύρως δροσούμενοι,Αἰγλῆντα τριτταῖς παμφαῶς ἁγιστείαις,Σαφῶς ἐδήλουν τὴν ὑπέρτατον φύσιν,Μίξει βροτείᾳ πυρπολοῦσαν ἐν δρόσῳ,Εὐκτῶς ἅπασαν τὴν ὀλέθριον πλάνην.Λευχειμονείτω πᾶσα γήϊνος φύσις,Ἐκπτώσεως νῦν οὐρανῶν ἐπηρμένηᾯ γὰρ τὰ πάντα συντετήρηται ΛόγῳΝάουσι ῥείθροις ἐκπλυθεῖσα πταισμάτων,Τῶν πρὶν πέφευγε παμφαῶς λελουμένη.
ᾨδὴ θ', Κανών τῆς Ἐορτῆς
Ἦχος β'
Ἡ Τιμιωτέρα: Οὐ στιχολογεῖται, ἀντ’ αὐτῆς ἡ θ΄ ᾨδή ἀμφοτέρων τῶν Κανόνων τῆς Ἑορτῆς, ὡς ἑξῆς:Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Μεγάλυνον, ψυχή μου, τήν τιμιωτέραν τῶν ἄνω στρατευμάτων.«Ἀπορεῖ πᾶσα γλῶσσα, εὐφημεῖν πρὸς ἀξίαν, ἰλιγγιᾷ δὲ νοῦς καὶ ὑπερκόσμιος, ὑμνεῖν σε Θεοτόκε ὅμως ἀγαθὴ ὑπάρχουσα, τὴν πίστιν δέχου καὶ γὰρ τὸν πόθον οἶδας, τὸν ἔνθεον ἡμῶν σὺ γὰρ Χριστιανῶν εἶ προστάτις, σὲ μεγαλύνομεν.»Μεγάλυνον, ψυχή μου, τόν ἐν Ἰορδάνῃ ἐλθόντα βαπτισθῆναι.Δαυῒδ πάρεσο, Πνεύματι τοῖς φωτιζομένοις Νῦν προσέλθετε, ᾆδε πρὸς Θεόν, ἐν πίστει λέγων φωτίσθητε οὗτος ὁ πτωχὸς ἐκέκραξεν Ἀδὰμ ἐν πτώσει καὶ γὰρ αὐτοῦ εἱσήκουσε Κύριος ἐλθών, ῥείθροις τοῦ Ἰορδάνου, φθαρέντα δὲ ἀνεκαίνισεν.Μεγάλυνον, ψυχή μου, τόν ὑπό Προδρόμου τό βάπτισμα λαβόντα.Ὁ Ἡσαΐας λούσασθε, καὶ καθάρθητε φάσκει τάς πονηρίας ἔναντι, ἀφέλεσθε Κυρίου οἱ διψῶντες, ὕδωρ ἐπὶ ζῶν πορεύεσθε ῥανεῖ γὰρ ὕδωρ καινοποιὸν Χριστός, τοῖς προστρέχουσιν αὐτῷ ἐν πίστει, καὶ πρὸς ζωὴν τὴν ἀγήρω, βαπτίζει Πνεύματι.Μεγάλυνον, ψυχή μου, τόν ἐκ τῆς πατρῴας φωνῆς μαρτυρηθέντα.Συντηρώμεθα χάριτι, πιστοὶ καὶ σφραγῖδι ὡς γὰρ ὄλεθρον ἔφυγον, φλιᾶς Ἑβραῖοι πάλαι αἱμαχθείσης· οὕτω καὶ ἡμῖν, ἐξόδιον τὸ θεῖον τοῦτο, τῆς παλιγγενεσίας λουτήριον ἔσται ἔνθεν καὶ τῆς Τριάδος, ὀψόμεθα φῶς τὸ ἄδυτον.Ἰαμβικὸς Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕΣήμερον ὁ Δεσπότης, κλίνει τόν αὐχένα χειρί τῇ τοῦ Προδρόμου.«Ὢ τῶν ὑπὲρ νοῦν, τοῦ τόκου σου θαυμάτων!Νύμφη πάναγνε, Μῆτερ εὐλογημένηΔι᾽ ἧς τυχόντες παντελοῦς σωτηρίας,Ἐπάξιον κροτοῦμεν ὡς εὐεργέτῃ,Δῶρον φέροντες ὕμνον εὐχαριστίας.»Σήμερον Ἰωάννης, βαπτίζει τόν Δεσπότην ἐν ῥείθροις Ἰορδάνου.«Ὢ τῶν ὑπὲρ νοῦν, τοῦ τόκου σου θαυμάτων!Νύμφη πάναγνε, Μῆτερ εὐλογημένηΔι᾽ ἧς τυχόντες παντελοῦς σωτηρίας,Ἐπάξιον κροτοῦμεν ὡς εὐεργέτῃ,Δῶρον φέροντες ὕμνον εὐχαριστίας.»Δόξα...Μεγάλυνον, ψυχή μου, τῆς τρισυποστάτου καί ἀδιαιρέτου Θεότητος τό κράτος.Ἴδμεν τὰ Μωσεῖ τῇ βάτῳ δεδειγμένα,Δεῦρο ξένοις, θεσμοῖσιν ἐξειργασμένα.Ὡς γὰρ σέσωσται, πυρφοροῦσα Παρθένος,Σελασφόρον τεκοῦσα τὸν εὐεργέτην,Ἰορδάνου τε, ῥεῖθρα προσδεδεγμένα.Καί νῦν...Μεγάλυνον, ψυχή μου, τήν λυτρωσαμένην ἡμᾶς ἐκ τῆς κατάρας.Χρίεις τελειῶν, τὴν βρότειον οὐσίαν,Ἄναξ ἄναρχε, Πνεύματος κοινωνία,Ῥοαῖς ἀχράντοις, ἐκκαθάρας καὶ σκότους,Ἰσχὺν θριαμβεύσας τε, τὴν ἐπηρμένην,Νῦν εἰς ἄληκτον, ἐξαμείβεαι βίον.
Ἐξαποστειλάριον τῆς Ἐορτῆς
Ἦχος γ'
Ἐπεσκέψατο ἡμᾶς ΤΟ ΑΚΟΥΤΕ, Ἐκ τρίτου
Ἐπεφάνη ὁ Σωτήρ, ἡ χάρις ἡ ἀλήθεια, ἐν ῥείθροις τοῦ Ἰορδάνου, καὶ τοὺς ἐν σκότει καὶ σκιᾷ, καθεύδοντας ἐφώτισε καὶ γὰρ ἦλθεν ἐφάνη, τὸ φῶς τὸ ἀπρόσιτον.
Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους ς᾽ καὶ ψάλλομεν Στιχηρὰ Ἰδιόμελα.
Στιχηρὰ Ἰδιόμελα
Ἦχος α'
Γερμανοῦ Πατριάρχου
Φῶς ἐκ φωτός, ἔλαμψε τῷ κόσμῳ, Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ ἐπιφανεὶς Θεός, τοῦτον λαοὶ προσκυνήσωμεν. (Δίς)
Ἦχος α'
Πῶς σε Χριστέ, δοῦλοι τὸν Δεσπότην ἀξίως τιμήσωμεν; ὅτι ἐν τοῖς ὕδασι, πάντας ἡμᾶς ἀνεκαίνισας.
Ἦχος α'
Σὺ ἐν Ἰορδάνῃ βαπτισθεὶς ὁ Σωτὴρ ἡμῶν, τὰ ῥεῖθρα ἡγίασας, τῇ παλάμῃ τοῦ δούλου χειροθετούμενος, καὶ τὰ πάθη τοῦ Κόσμου ἰώμενος. Μέγα τὸ μυστήριον τῆς οἰκονομίας σου! φιλάνθρωπε Κύριε, δόξα σοι.
Ἦχος α'
Τὸ ἀληθινὸν φῶς ἐπεφάνη, καὶ πᾶσι τὸν φωτισμὸν δωρεῖται. Βαπτίζεται Χριστὸς μεθ᾽ ἡμῶν, ὁ πάσης ἐπέκεινα καθαρότητος ἐνίησι τὸν ἁγιασμὸν τῷ ὕδατι, καὶ ψυχῶν τοῦτο καθάρσιον γίνεται ἐπίγειον τὸ φαινόμενον, καὶ ὑπὲρ τοὺς οὐρανοὺς τὸ νοούμενον διὰ λουτροῦ σωτηρία, δι᾽ ὕδατος τὸ Πνεῦμα διὰ καταδύσεως, ἡ πρὸς Θεὸν ἡμῶν ἄνοδος γίνεται θαυμάσια τὰ ἔργα σου Κύριε! δόξα σοι.
Ἦχος α'
Ὁ περιβάλλων τὸν οὐρανὸν ἐν νεφέλαις, ῥεῖθρα περιβάλλεται σήμερον τὰ Ἰορδάνια καὶ τὴν ἐμὴν καθαίρεται κάθαρσιν, ὁ τοῦ κόσμου αἴρων τὴν ἁμαρτίαν καὶ ὑπὸ τοῦ συγγενοῦς ἄνωθεν μαρτυρεῖται Πνεύματος, Υἱὸς μονογενὴς ὑπάρχων τοῦ ὑψίστου Πατρός, πρὸς ὃν βοήσωμεν Ὁ ἐπιφανεὶς καὶ σώσας ἡμᾶς, Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Δοξαστικὸν
Ἦχος πλ. β'
Ἀνατολίου
Νάματα Ἰορδάνια περιεβάλου Σωτήρ, ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον καὶ ἔκλινας κορυφὴν τῷ Προδρόμῳ ὁ τὸν οὐρανὸν μετρήσας σπιθαμῇ, ἵνα ἐπιστρέψῃς κόσμον ἐκ πλάνης, καὶ σώσῃς τάς ψυχὰς ἡμῶν.
Θεοτοκίον
Ἦχος β'
Ἀνατολίου
Σήμερον ὁ Χριστός, ἐν Ἰορδάνῃ ἦλθε βαπτισθῆναι. Σήμερον Ἰωάννης ἅπτεται, κορυφῆς τοῦ Δεσπότου. Αἱ δυνάμεις τῶν οὐρανῶν ἐξέστησαν, τὸ παράδοξον ὁρῶσαι μυστήριον. Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἰδὼν ἀνεστρέφετο. Ἡμεῖς δὲ οἱ φωτισθέντες βοῶμεν· Δόξα τῷ φανέντι Θεῷ, καὶ ἐπὶ γῆς ὀφθέντι, καὶ φωτίσαντι τὸν κόσμον.
Μεγάλη Δοξολογία
Εἰς τὴν Λειτουργίαν ψάλλομεν, ἀντὶ τῶν Τυπικῶν, τὰ Ἀντίφωνα.
Ἀντίφωνον Α᾽Ἦχος β'Στίχ. α'. Ἐν ἐξόδῳ Ἰσραὴλ ἐξ Αἰγύπτου, οἴκου Ἰακώβ.Στίχ. β'. Ἐγενήθη Ἰουδαία ἁγίασμα αὐτοῦ, ἐκ λαοῦ βαρβάρου.Στίχ. γ'. Ἡ θάλασσα εἶδε, καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω.Στίχ. δ'. Τὶ σοί ἐστι θάλασσα ὅτι ἔφυγες; καὶ σοὶ Ἰορδάνη, ὅτι ἐστράφης εἰς τὰ ὀπίσω;Ἀντίφωνον Β᾽Ἦχος β'Στίχ. α'. Ἠγάπησα, ὅτι εἰσακούσεται Κύριος τῆς φωνῆς τῆς δεήσεώς μου.Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν Ἰορδάνῃ ὑπὸ Ἰωάννου βαπτισθείς, ψάλλοντάς σοι, Ἀλληλούϊα.Στιχ. β'. Ὅτι ἔκλινε τὸ οὖς αὐτοῦ ἐμοί, καὶ ἐν ταῖς ἡμέραις μου ἐπικαλέσομαι.Στίχ. γ'. Περιέσχον μοι ὠδῖνες θανάτου, κίνδυνοι ᾅδου εὓροσὰν με.Στίχ. δ'. Ἐλεήμων ὁ Κύριος καὶ δίκαιος, καὶ ὁ Θεὸς ἡμῶν ἐλεεῖ.Ἀντίφωνον Γ᾽Ἦχος α'Στίχ. α'. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.Ἦχος α'Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητόν σε Υἱὸν ὀνομάζουσα καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.Στίχ. β'. Εἰπάτω δὴ οἶκος Ἰσραήλ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.Στίχ. γ'. Εἰπάτω δὴ οἶκος Ἀαρών, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.Στίχ. δ'. Εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοι τὸ Κύριον, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.Ε ἰ σ ο δ ι κ ὸ νΕὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν. Σῶσον ἡμὰς Υἱὲ Θεοῦ, ὁ ἐν Ἰορδάνῃ ὑπὸ Ἰωάννου βαπτισθείς, ψάλλοντάς σοι, Ἀλληλούϊα.
Εἰς τό, Ἑξαιρέτως
Ἦχος β'
Μεγαλυνάριον ΤΟ ΑΚΟΥΤΕ
Σήμερον ὁ Δεσπότης, κλίνει τόν αὐχένα χειρί τῇ τοῦ Προδρόμου.«Ὢ τῶν ὑπὲρ νοῦν τοῦ τόκου σου θαυμάτων! Νύμφη Πάναγνε, Μῆτερ εὐλογημένη. Δι' ἧς τυχόντες, παντελοῦς σωτηρίας, Ἐπάξιον κροτοῦμεν, ὡς εὐεργέτῃ, Δῶρον φέροντες, ὕμνον εὐχαριστίας».
ΚοινωνικὸνἘπεφάνη ἡ χάρις τοῦ Θεοῦ, ἡ σωτήριος πᾶσιν ἀνθρώποις. Ἀλληλούϊα.
| TA ΜΗΝΑΙΑ | Ιανουάριος | 14 |
Jan 15
Τῌ ΙΕ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥ Ὁσίου Πατρὸς ἡμῶν Μνήμη του Παύλου τοῦ ΘηβαίουΜνήμη τοῦ Ἁγίου Ἰωάννου τοῦ Καλυβίτου.
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Θηβαίου.
Στιχηρὰ Προσόμοια τοῦ Θηβαίου
Ἦχος β'
Ὅτε, ἐκ τοῦ ξύλου σὲ νεκρὸν ΤΟ ΑΚΟΥΤΕ
Ὅτε, ἐπινεύσει θεϊκῇ,Πάτερ τὰς τοῦ βίου φροντίδας, ἐμφρόνως ἔλιπες, καὶ πρὸς τοὺς ἀσκήσεως, πόνους ἐχώρησας, τότε χαίρων κατέλαβες, ἀβάτους ἐρήμους, ἔρωτι πυρούμενος, τῆς τοῦ Κυρίου στοργῆς· ὅθεν ἐρημώσας τὰ πάθη, τῇ ἐπιμονῇ τῶν κρειττόνων, Ἄγγελος καθάπερ ἐπεβίωσας.
Ἦχος β'
Πάσης, ἀνθρωπίνης σεαυτόν, Πάτερ συνουσίας χωρίσας, ἀπὸ νεότητος, πρῶτος τὴν πανέρημον, Παῦλε κατέλαβες, ὑπὲρ πάντα μονάζοντα, καὶ βίου δι' ὅλου, ὤφθης ἀγνοούμενος· ὅθεν Ἀντώνιος, εὗρεν ἐπινεύσει σε θείᾳ, ὥσπερ θησαυρὸν κεκρυμμένον, καὶ τῇ οἰκουμένῃ ἐφανέρωσε.
Ἦχος β'
Ξένην, ἐπὶ γῆς διαγωγήν, ἐπιτηδευσάμενος Παῦλε, θηρσὶ συνῴκησας, δι᾽ ὀρνέου Ὅσιε, διακονούμενος, θεϊκαῖς ἐπινεύσεσι, καὶ τοῦτο ὡς εἶδεν, ὅτε σε ὁ μέγιστος εὗρεν Ἀντώνιος, θάμβους πεπλησμένος τῶν πάντων, καὶ Προνοητὴν καὶ Δεσπότην, ὡς Θεὸν ἀπαύστως ἐμεγάλυνεν.
Στιχηρὰ τοῦ Καλυβίτου
Ἦχος β'
Ὅτε, ἐκ τοῦ ξύλου σὲ νεκρὸν ΤΟ ΑΚΟΥΤΕ
Ὅτε, ἐπινεύσει θεϊκῇ, κόσμου τὴν τερπνότητα Πάτερ, χαίρων ἐξέφυγες, τότε προετίμησας, τῆς εὐρυχώρου ὁδοῦ, τὴν στενὴν καὶ ἐπώδυνον, καὶ λίαν τραχεῖαν· ὅθεν φροντιστήριον, ψυχῶν κατέλαβες, θεῖον ἐνδυσάμενος σχῆμα, τῇ ἀποφυγῇ καὶ γυμνώσει, πάντων τῶν παθῶν θεομακάριστε.
Ἦχος β'
Ξένην, ἐπενόησας ζωήν, ξένον ἐπιτήδευμα φίλτρῳ, Χριστοῦ νυττόμενος, οὗ τινος τὴν ἄφατον πτωχείαν ἔστερξας· καὶ πυλῶσιν ἀνέστιος, τῶν σῶν γεννητόρων, Πάτερ ἐκαρτέρησας, στένων θλιβόμενος· ὅθεν χαρισμάτων ἐπλήσθης, καὶ τὸν ἀναφαίρετον πλοῦτον, τὸν ἐν οὐρανοῖς ἐκληρονόμησας.
Ἦχος β'
Φέρων, ἐν χερσὶ τὸ Ἱερόν, Πάτερ Εὐαγγέλιον τούτου, πληρωτὴς γέγονας, ὕπαρξιν γεννήτορος ἀπαρνησάμενος, Ἰωάννη καὶ δάκρυσι, καὶ στενοχωρίᾳ, ὅλον διανύσας σου, τὸν βίον Ὅσιε· ὅθεν παρακλήσεως θείας, καὶ διηνεκοῦς εὐφροσύνης, νῦν ἐπαπολαύεις θεοδόξαστε.
Δοξαστικὸν, Τοῦ Καλυβίτου
Ἦχος β'
Ἀρνησάμενος κόσμον, καὶ τὰ ἐν κόσμῳ Ὅσιε, Εὐαγγέλιον λαβών, εὐαγγελικῶς αὐτῷ ἠκολούθησας, καὶ τῇ καλύβῃ διαιτώμενος, ὡς ἐν Παραδείσῳ μυστικῶς, τῇ ἄκρᾳ σκληραγωγίᾳ τῆς σαρκός, τὸν βροτοκτόνον δράκοντα ἀπέκτεινας· διὸ ἐν οὐρανοῖς αὐλιζόμενος, Ἰωάννη μακάριε, αἴτησαι ἡμῖν τὸ μέγα ἔλεος.
Θεοτοκίον
Ἦχος β'
Ὅτε, ἐκ τοῦ ξύλου σε ΤΟ ΑΚΟΥΤΕ
Χαῖρε, ἡλιόμορφος Ἀστήρ. Χαῖρε ἡ αἰτία ἁπάντων, καλῶν Πανάμωμε. Χαῖρε ἡ χωρήσασα, Θεὸν ἀχώρητον, ἡ τὸν στάχυν βλαστήσασα, τῆς ἀθανασίας. Χαῖρε θεῖον ὄχημα, πύλη ἡ πάμφωτος. Χαῖρε, ἡ ἀρᾶς ἀναιρέτις, τῆς προγονικῆς ἡμῶν Κόρη, ἀγαθῶν ἡ πρόξενος ὑπάρχουσα.
Σταυροθεοτοκίον
Ἦχος β'
Ὅτε, ἐκ τοῦ ξύλου σε ΤΟ ΑΚΟΥΤΕ
Ὅτε, ἡ ἀμίαντος Ἀμνάς, ἔβλεψε τὸν ἴδιον Ἄρνα, ἐπὶ σφαγὴν ὡς βροτόν, θέλοντα ἑλκόμενον, θρηνοῦσα ἔλεγεν. Ἀτεκνῶσαι νῦν σπεύδεις με, Χριστὲ τὴν τεκοῦσαν. Τὶ τοῦτο πεποίηκας, ὁ Λυτρωτὴς τοῦ παντός; ὅμως ἀνυμνῶ καὶ δοξάζω, σοῦ τὴν ὑπὲρ νοῦν τε καὶ λόγον, ἄκραν ἀγαθότητα Φιλάνθρωπε.
Ἀπόστιχα
Δοξαστικὸν, Ἦχος πλ. β'
Ὅσιε Πάτερ, εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος τῶν κατορθωμάτων σου, δι' ὧν ἐν τοῖς οὐρανοῖς, εὗρες μισθὸν τῶν καμάτων σου. Τῶν δαιμόνων ὤλεσας τὰς φάλαγγας, τῶν Ἀγγέλων ἔφθασας τὰ τάγματα, ὧν τὸν βίον ἀμέμπτως ἐζήλωσας. Παρρησίαν ἔχων πρὸς Χριστὸν τὸν Θεόν, εἰρήνην αἴτησαι ταῖς ψυχαῖς ἡμῶν.
Θεοτοκίον
Ἦχος πλ. β'
Ὅλην ἀποθέμενοι ΤΟ ΑΚΟΥΤΕ
Χαῖρε λύχνε πάμφωτε, ἡλιακῶν λαμπηδόνων, λαμπροτέρα Δέσποινα. Χαῖρε λύσις ἄχραντε, τῆς ἀρχαίας ἀρᾶς, ἡ ἐλπὶς Δέσποινα, τῶν ἀπηλπισμένων, ἡ ἀνάκλησις τοῦ γένους ἡμῶν. Χαῖρε παλάτιον, τοῦ Παμβασιλέως λαμπρότατον, τὸ Ὄρος τὸ πιστότατον, ἐξ οὗ ὁ Λυτρωτὴς προελήλυθε. Χαῖρε Θεοῦ Λόγου, λαμπάδιον τὸ θεῖον καὶ τερπνόν. Χαῖρε λυχνία ὁλόφωτε. Χαῖρε θρόνε πύρινε.
Σταυροθεοτοκίον
Ἦχος πλ. β'
Ὅλην ἀποθέμενοι ΤΟ ΑΚΟΥΤΕ
Ῥομφαία ὡς ἔφησεν, ὁ Συμεὼν τὴν καρδίαν, τὴν σὴν διελήλυθε, Παναγία Δέσποινα, ὅτε ἔβλεψας, τὸν ἐκ σοῦ λάμψαντα, ἀπορρήτῳ λόγῳ, ὑπ' ἀνόμων ὡς κατάκριτον, Σταυρῷ ὑψούμενον, ὄξος καὶ χολήν τε γευόμενον, πλευρὰν δὲ ὀρυττόμενον, χεῖράς τε καὶ πόδας ἡλούμενον· καὶ ὀδυρομένη, ὠλόλυζες, βοῶσα μητρικῶς· Τὶ τοῦτο τέκνον γλυκύτατον, τὸ καινὸν μυστήριον;
Ἀπολυτίκιον τοῦ Καλυβίτου
Ἦχος δ'
Ταχὺ προκατάλαβε ΤΟ ΑΚΟΥΤΕ
Ἐκ βρέφους τὸν Κύριον, ἐπιποθήσας θερμῶς, τὸν κόσμον κατέλιπες, καὶ τὰ ἐν κόσμῳ τερπνά, καὶ ἤσκησας ἄριστα· ἔπηξας τὴν καλύβην, πρὸ πυλῶν σῶν γονέων, ἔθραυσας τῶν δαιμόνων, τὰς ἐνέδρας Παμμάκαρ· διὸ σε Ἰωάννη Χριστός, ἀξίως ἐδόξασεν.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Ὁ Κανὼν τοῦ Ἁγίου Παύλου, οὗ ἡ Ἀκροστιχίς.Ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ.ᾨδὴ α'
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«ᾌσωμεν τῶ Κυρίῳ, τῷ βυθίσαντι πᾶσαν τὴν δύναμιν, Φαραὼ ἐν θαλάσσῃ, ἐπινίκιον ᾠδήν, ὅτι δεδόξασται».Παῦλον τὸν θεοφόρον, ὡς τῶν Μοναζόντων ἐγκαλλώπισμα, οἱ πιστοὶ συνελθόντες, ἐν ᾠδαῖς κατὰ χρέος τιμήσωμεν.Γέγονας τῆς ἐρήμου, πρῶτος πολιστὴς Παῦλε ἀοίδιμε, οὐρανῶν βασιλείας, κληρονόμος δειχθεὶς δι᾽ ἀσκήσεως.Ὅλον δι' ἐγκρατείας, σεαυτὸν καθάρας Παμμακάριστε, οἰκητήριον ὤφθης, τοῦ Θεοῦ καὶ Ἀγγέλων ὁμόσκηνος.ΘεοτοκίονἌχραντε Θεοτόκε, ἡ σεσαρκωμένον τὸν ἀΐδιον, καὶ ὑπέρθεον Λόγον, ὑπὲρ φύσιν τεκοῦσα ὑμνοῦμέν σε.
Ὁ Κανὼν τοῦ Ἁγίου Ἰωάννου, οὗ ἡ Ἀκροστιχίς.Πτωχὸν παθῶν με δεῖξον εὐχαῖς σου Μάκαρ.Ἰωσὴφ.ᾨδὴ α'
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐν βυθῷ κατέστρωσε ποτέ, τὴν Φαραωνίτιδα, πανστρατιὰν ἡ ὑπέροπλος δύναμις· σαρκωθεὶς ὁ Λόγος δέ, τὴν παμμόχθηρον ἁμαρτίαν ἐξήλειψεν· ὁ δεδοξασμένος Κύριος· ἐνδόξως γὰρ δεδόξασται».Πλουτισθεὶς ταῖς θείαις ἀρεταῖς, πλούτου κατεφρόνησας, τοῦ ἐπὶ γῆς, καὶ οὐρανίου ἔτυχες· διὸ με πτωχεύσαντα, θείας γνώσεως, καταπλούτισον χάριτι· ὅπως σου ὑμνήσω, Πάτερ πολιτείαν τὴν ἰσάγγελον.Τὸν ζυγὸν Κυρίου τὸν χρηστόν, Μάκαρ ἐκ νεότητος, σὺ ὑπελθὼν ἀσκητικοῖς παλαίσμασι, σαυτὸν ἐταπείνωσας, τὴν ταπείνωσιν τοῦ Χριστοῦ ὁπλισάμενος, δι' ἧς ἀνυψώθης, ὕψος, Ἰωάννη πρὸς οὐράνιον.Ὡς ὁδεύσας τρίβον τὴν στενήν, θλίψεσι καὶ δάκρυσι, καὶ στεναγμοῖς καὶ κακουχίαις Ὅσιε, πρὸς εὐρυχωρότατον, πλάτος ἔφθασας, εὑρηκὼς τὸ κατάλυμα, ἄξιον τῶν πόνων, Πάτερ, Ἰωάννη ἀξιάγαστε.ΘεοτοκίονΧαλεπαῖς παθῶν ἐπιβουλαῖς, Κόρη χειμαζόμενος, καὶ προσβολαῖς ἁμαρτιῶν κλονούμενος, σοῦ πρὸς τὴν ἀκλόνητον καὶ ἀήττητον, προστασίαν Πανύμνητε, πόθῳ καταφεύγω· οἴκτειρόν με σῶσον Ἀειπάρθενε.
Κανών α', ᾨδὴ γ', τοῦ Ἁγίου Παύλου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ στερεώσας λόγῳ τοὺς οὐρανούς, καὶ τήν, γῆν ἑδράσας Θεός, κἀμὲ στερέωσον, βοῶντά σοι τὸν ὕμνον· ἅγιος εἶ Κύριε».Πρὸς τὸν Θεὸν τὸ ὄμμα τῆς ψυχῆς, ἀτενίζων Πάτερ αὐτὸν ἠγάπησας, μισήσας τὰ ἐπίγεια, καὶ Ἀγγελικὴν διανύσας ζωήν.Ἐν ταῖς ἀκτῖσι Πάτερ τῶν ἀρετῶν, παθῶν ἐδίωξας τὴν ἀχλὺν ἐμφανῶς, τὸν φωτισμὸν τοῦ Πνεύματος, ἐν τῇ σῇ καρδίᾳ δεξάμενος.Τῷ οὐρανίῳ ἄρτῳ διατραφείς, ὡς Ἠλίας πάλαι διὰ κόρακος, τὴν νοητὴν ἐξέφυγες, Πάτερ, Ἰεζάβελ τῇ σκέπῃ Χριστοῦ.ΘεοτοκίονὉ Βασιλεὺς τῆς δόξης καὶ Ποιητής, ἐκ βαφῆς αἱμάτων τῆς Θεομήτορος, τὴν ἑαυτοῦ ἁλουργίδα βάψας, μυστικῶς ἐπορφύρωσεν.
Κανών β', ᾨδὴ γ', τοῦ Ἁγίου Ἰωάννου
Ἦχος β'
Ἐξήνθησεν ἡ ἔρημος ΤΟ ΑΚΟΥΤΕ
Θυμίαμα εὐῶδες, τῷ Παντεπόπτῃ Ὅσιε, τὰς σὰς εὐχὰς προσήγαγες· ἃς ὠσφράνθη καὶ παρεδέξατο, ἀσκητῶν ὁμηγύρει κατατάττων σε.Ὡράθη θαῦμα μέγιστον, τὰς καρδίας Ὅσιε, τῶν εὐσεβῶν ἐκπλῆττον, πῶς πυλῶσι προσεκαρτέρησας, γεννητόρων, πτωχεύων καὶ θλιβόμενος.Νομίμως ταῖς δεήσεσι, καὶ νηστείαις Ὅσιε, προσκαρτερῶν ἀπάθειαν, ἐστολίσω σαρκὸς φρονήματα, ταπεινώσας ἰσχύϊ θείου Πνεύματος.ΘεοτοκίονΜυρίπνοον ὡς ῥόδον, ἀπὸ κοιλάδων Ἄχραντε, ὁ Καθαρὸς σε εὕρατο, καὶ ἐν μέσῳ σου κατεσκήνωσεν, εὐωδίας πληρώσας τὸ ἀνθρώπινον.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ἐξήνθησεν ἡ ἔρημος, ὡσεὶ κρίνον Κύριε, ἡ τῶν Ἐθνῶν στειρεύουσα, Ἐκκλησία τῇ παρουσίᾳ σου, ἐν ᾗ ἐστερεώθη ἡ καρδία μου».
Κάθισμα
Ἦχος α'
Τὸν τάφον σου Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ
Τοῦ κόσμου τὰ τερπνά, ἐκ καρδίας μισήσας, καὶ μόνον τὸν Θεόν, ἐκ ψυχῆς ἀγαπήσας, τὴν ἔρημον ὡς ἔνοικον, πόλιν Παῦλε κατέλαβες, ἐπιμόνοις δέ, ταῖς θεωρίαις σχολάσας, ὤφθης Ἄγγελος, μετὰ σαρκὸς βιοτεύων· διὸ σε γεραίρομεν.Δόξα... Ἦχος γ'Τὴν ὡραιότητα ΤΟ ΑΚΟΥΤΕΠλοῦτον ἐπίκηρον, καὶ δόξαν ῥέουσαν, λιπὼν οὐράνιον, ὄλβον ἀπείληφας, καὶ κλέος Πάτερ ἀληθῶς, αἰωνίζον μακάριε· ὅθεν μακαρίζομεν, τὴν ἁγίαν σου κοίμησιν, καὶ πανηγυρίζοντες, ἐν αὐτῇ ἐκβοῶμέν σοι· Πρὸς Κύριον μνημόνευε ἡμῶν, ὡς ἔχων Ἰωάννη παρρησίαν.Καὶ νῦν... Θεοτοκίον ὅμοιονὩς ἀγεώργητος, Παρθένε ἄμπελος, τὸν ὡραιότατον βότρυν ἐβλάστησας, ἀναπηγάζοντα ἡμῖν, τὸν οἶνον τὸν σωτήριον, πάντων τὸν εὐφραίνοντα, τὰς ψυχὰς καὶ τὰ σώματα· ὅθεν ὡς αἰτίαν σε, τῶν καλῶν μακαρίζοντες, ἀεὶ σὺν τῷ Ἀγγέλῳ βοῶμέν σοι· Χαῖρε ἡ Κεχαριτωμένη.Ἤ ΣταυροθεοτοκίονἩ ἀπειρόγαμος, Ἁγνὴ καὶ Μήτηρ σου, Χριστὲ ὁρῶσά σε, νεκρὸν κρεμάμενον, ἐπὶ τοῦ ξύλου μητρικῶς, θρηνολογοῦσα ἔλεγε· Τὶ σοι ἀνταπέδωκε, τῶν Ἑβραίων ὁ ἄνομος, δῆμος καὶ ἀχάριστος, ὁ πολλῶν καὶ μεγάλων σου, Υἱέ μου δωρεῶν ἀπολαύσας; ὑμνῶ σου τὴν θείαν συγκατάβασιν.
Κανών α', ᾨδὴ δ', τοῦ Ἁγίου Παύλου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Μυστικῶς ὁ Προφήτης προορῶν, ἐκ Παρθένου σε Λόγε σαρκούμενον, μελῳδικῶς ἀνεβόα· Δόξα τῇ δυνάμει σου Κύριε».Πεφυτευμένος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, ἀρετῶν εὐκαρπίαν ἐβλάστησας, καὶ τῆς σαρκὸς ἐμάρανας, τὰς ἐπαναστάσεις ἀσκήσει τῇ σῇ.Τῷ πυρὶ τῆς ἀγάπης τοῦ Χριστοῦ, τῶν παθῶν τὰς ἀκάνθας κατέφλεξας, καὶ σεαυτὸν τοῦ Πνεύματος, Πάτερ καταγώγιον ἔδειξας.Βακτηρίᾳ τῆς ἐναρέτου σου ζωῆς, ὥσπερ θῆρας τὰ πάθη ἀπήλασας· διό σου καὶ ὁ θάνατος, θῆρας πρὸς ταφὴν σοι συνήθροισεν.ΘεοτοκίονἉλουργὶς ἐξυφάνθη μυστική, ἐξ ἀγνῶν σου αἱμάτων τῷ πάντων Θεῷ, ἣν στολισθεὶς Θεοτόκε, ἥνωσεν ἡμᾶς τῷ Θεῷ καὶ Πατρί.
Κανών β', ᾨδὴ δ', τοῦ Ἁγίου Ἰωάννου
Ἦχος β'
Ἐλήλυθας, ἐκ Παρθένου ΤΟ ΑΚΟΥΤΕ
Ἐν ῥάκεσι, πενιχροῖς θησαυρὸς ἐγκρυπτόμενος, ὡράθης θεόπνευστε· θείαν στολὴν γὰρ ἠγάπησας, καὶ ἀμφιασάμενος, εἰς τὸν νυμφῶνα τὸν ἄνω εἰσελήλυθας.Δεξάμενος, τὸν οὐράνιον σπόρον θεόπνευστε, καρδίας ταῖς αὔλαξι, στάχυν τερπνὸν ἐγεώργησας, τὸν νοῦν διατρέφοντα, τῶν ὑμνητῶν σου ὁσίως μιμουμένων σε.Ἐπέμενες, στενοτάτῃ καλύβῃ θεσπέσιε, πτωχὸς ἄλλος Λάζαρος, ἐθελουσίως γενομενος· ὅθεν ἀναπέπαυσαι, τοῦ Ἀβραὰμ νῦν ἐν κόλποις Πάτερ Ὅσιε.ΘεοτοκίονἼθυνόν μου, τῆς ψυχῆς τὰς κινήσεις Πανάμωμε, πρὸς θεῖα προστάγματα, τοῦ ἐκ γαστρός σου ἐκλάμψαντος, ζάλης λυτρουμένη με, τῶν ἐν τῷ βίῳ σκανδάλων μεσιτείαις σου.
Κανών α', ᾨδὴ ε', τοῦ Ἁγίου Παύλου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὀρθρίζοντες βοῶμέν σοι Κύριε· Σῶσον ἡμᾶς· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν».Ἐν ὕμνοις καὶ νηστείαις μακάριε, προσευχαῖς καὶ ἀγρυπνίαις, διαπρέψας Ὅσιε, πρὸς τὸν Θεὸν κατεσκήνωσας.Ὁ βίος σου πανέντιμος γέγονεν, ἐν Κυρίῳ Παῦλε παμμακάριστε, καὶ ἡ ταφή σου παράδοξος.Τὸν δρόμον τῆς ἀσκήσεως Ὅσιε, ἐκτελέσας, ταῖς ἄνω Δυνάμεσι, Πάτερ ἐφάμιλλος γέγονας.ΘεοτοκίονΠαρθένον μετὰ τόκον ὑμνοῦμέν σε, Θεοτόκε· σὺ γὰρ τὸν Θεὸν Λόγον, σαρκὶ τῷ κόσμῳ ἐκύησας.
Κανών β', ᾨδὴ ε', τοῦ Ἁγίου Ἰωάννου
Ἦχος β'
Ὁ φωτισμὸς ΤΟ ΑΚΟΥΤΕ
Ξένος τῆς γῆς, τῶν ἡδέων ἐγένου, ξένος οἰκείων, ξένος γεννητόρων οἰκείᾳ γνώμῃ, καὶ ἐγκρατείᾳ σεαυτὸν ἐκκαθάρας, ᾠκειώθης τῷ Παντοκράτορι, Πάτερ, Ἰωάννη, πτωχεύσας τῷ πνεύματι.Οἶκον σαυτόν, τῆς Ἁγίας Τριάδος ἀποτελέσας, ἔστερξας στενούμενος, τῇ καλύβῃ, θείαις μελέταις τὴν ψυχὴν ἐκκαθαίρων, καὶ τὸ κάλλος Θεοῦ τὸ ἄρρητον, Πάτερ, Ἰωάννη, ἀεὶ φανταζόμενος.Νόμου Θεοῦ πληρωτὴς ἀνεδείχθης, μηδὲν προκρίνας, τούτου τῆς ἀγάπης, θεόφρον Πάτερ· οὐκ ἀδελφῶν γάρ, οὐ γονέων σε φίλτρον, οὐδὲ πλοῦτος οὐδὲ ἀξίωμα, οὐδὲ τῆς σαρκὸς ἡδονὴ κατεχαύνωσεν.ΘεοτοκίονἘμμανουήλ, τῶν ἁπάντων Δεσπότην, τίκτεις ἀφθόρως, μείνασα παρθένος καὶ μετὰ τόκον, Παρθενομῆτορ· ὃν ἀπαύστως δυσώπει, ἐπηρείας ἐχθρῶν λυτρώσασθαι, τούς ὑπὸ τὴν σκέπην, τὴν σὴν καταφεύγοντας.
Κανών α', ᾨδὴ ς', τοῦ Ἁγίου Παύλου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Χιτῶνά μοι παράσχου φωτεινόν, ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον, πολυέλεε Χριστὲ ὁ Θεὸς ἡμῶν».Τὰς χεῖρας ἐκπετάσας πρὸς Θεόν, τὴν ψυχήν σου Ὅσιε, αὐτῷ παρατέθεικας, ἐν ἡμέρᾳ καὶ νυκτί, εὐαρεστήσας αὐτῷ.Ἐδόξασαν τὴν κοίμησιν τὴν σήν, Ἀγγέλων στρατεύματα, Προφητῶν τε τάγματα, καὶ Ἁγίων Ἀποστόλων, Πάτερ Ὅσιε.Τὴν ζάλην τῶν παθῶν διαφυγών, τῷ ἱστίῳ Ὅσιε, τῆς ἄκρας ἀσκήσεως, εἰς ἀχείμαστον λιμένα, προσωρμίσθης Χριστοῦ.ΘεοτοκίονἩ μόνη διὰ λόγου ἐν σαρκί, τὸν Λόγον κυήσασα, ῥῦσαι δεόμεθα, τῶν παγίδων τοῦ ἐχθροῦ, τὰς ψυχὰς ἡμῶν.
Κανών β', ᾨδὴ ς', τοῦ Ἁγίου Ἰωάννου
Ἦχος β'
Ἐν ἀβύσσῳ πταισμάτων ΤΟ ΑΚΟΥΤΕ
Ὑπερήφανον ὄφιν κατέβαλες, ταπεινοφροσύνης τοῖς ὅπλοις Μακάριε, καὶ ὑψωθεὶς ἐν πνεύματι, εἰς σκηνὰς ἀειζώους ἐσκήνωσας.Χαρισμάτων ἐπλήσθης τοῦ Πνεύματος, καὶ τῆς πονηρίας, ὑπέταξας πνεύματα, ὡς νουνεχὴς καὶ φρόνιμος, καὶ Θεῷ ὁλικῶς ἀνακείμενος.Ἀπαθείας ἐμπρέπων ὑψώμασι, Πάτερ, Ἰωάννη, καλύβῃ στενούμενος, καὶ πειρασμοῖς βαλλόμενος, ἐκαρτέρεις ἐνθέως νευρούμενος.ΘεοτοκίονἸσουργὸν τῷ Τεκόντι καὶ σύνθρονον, Λόγον ἐκ γαστρός σου Ἁγνὴ ἐσωμάτωσας, δι᾽ εὐσπλαγχνίαν ἄφατον, τὸ ἡμέτερον ὅλον φορέσαντα.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον· Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε».
Κοντάκιον τοῦ Καλυβίτου
Ἦχος β'
Τὰ ἄνω ζητῶν ΤΟ ΑΚΟΥΤΕ
Ποθήσας σοφέ, πτωχείαν χριστομίμητον, γονέων τῶν σῶν, τὸν πλοῦτον ἐγκατέλιπες· καὶ τὸ Εὐαγγέλιον ἐν χερσί σου κρατῶν ἠκολούθησας, Ἰωάννῃ Χριστῷ τῶ Θεῷ, πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.
Ὁ Οἶκος
Τὶς ἱκανὸς ἀξίως ὑμνῆσαι τῶν σῶν κόπων, καὶ πόνων, καὶ καμάτων πολλῶν τὸ κλέος καὶ τὸ μέγεθος; ἀλλὰ λιταῖς σου, ταῖς πρὸς Θεὸν εὐπροσδέκτοις, τοῦ Πνεύματος χάριν μοι νῦν χορήγησον, ὅπως τοὺς σοὺς ὑπὲρ φύσιν ἀγῶνας ἐκφράσω πιστῶς, καὶ μέλψω τὸ ὑπὲρ λόγον καρτερόν σου, καὶ τῆς συνειδήσεως τὴν ὑπομονὴν Παμμακάριστε· δι' ἧς πλάνον ἐχθρὸν κατῄσχυνας, πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΙΕ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Παύλου τοῦ Θηβαίου.ΣτίχοιΕἰ θαῦμα Θήβαις ταῖς παρ᾽ Αἴγυπτον πύλαι,Πόσον γε Παῦλος, κἄν βίου λίπῃ πύλας;Βλαστὸς Θηβαΐδος πέμπτῃ δεκάτῃ θάνε ΠαῦλοςΤῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰωάννου, τοῦ διὰ Χριστὸν πτωχοῦ, ὃς καὶ Καλυβίτης ὠνομάσθη.ΣτίχοιἈρνησίκοσμος παῖς λιπὼν γῆς καλύβην,Ἐν οὐρανοῖς ἔπηξε καινὴν καλύβην.Πέμπτῃ Ἰωάννης δεκάτῃ καλύβην μετέπηξεν.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Πανσοφίου.ΣτίχοιΚαὶ Πανσόφιον πλήξατε πλάνοι πλέον.Οὕτω γὰρ αὐτῷ πλέξε τε πλείω στέφη.Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι ἓξ Πατέρες ἐν εἰρήνῃ τελειοῦνται.ΣτίχοιΨυχαὶ διαυγεῖς ἓξ ἀποπτᾶσαι βίου,Ἑξαπτέρυξι συμπαρίστανται Νόοις.Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
Κανών α', ᾨδὴ ζ', τοῦ Ἁγίου Παύλου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ ἐν ἀρχῇ τὴν γῆν θεμελιώσας, καὶ οὐρανοὺς τῷ λόγῳ στερεώσας, εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν».Τὸ φρόνημα τῆς σαρκὸς ὑποτάξας, τῷ πνεύματι ὁ Ὅσιος ἐβόα· Εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.Διασωθεὶς τοῦ ἐχθροῦ τῶν παγίδων, ὁ Ὅσιος ἐν χαρᾷ ἀνεβόα· Εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.Τὴν τῶν παθῶν φλόγα πατήσας πᾶσαν, ἀσκητικῶς ὁ Ὅσιος ἐβόα· Εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.ΘεοτοκίονὉ οὐρανὸν ποιήσας τὴν Παρθένον, καὶ ἐξ αὐτῆς ὡς ἥλιος ἐκλάμψας· εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.
Κανών β', ᾨδὴ ζ', τοῦ Ἁγίου Ἰωάννου
Ἦχος β'
Ἀντίθεον πρόσταγμα ΤΟ ΑΚΟΥΤΕ
Στενὴν προετίμησας τῆς εὐρυχώρου, ὁδοῦ ἀξιάγαστε, καὶ χαίρων ἐκαρτέρησας, πυλῶσι γονέων σου ὀνειδιζόμενος, καὶ κατατρυχόμενος πολλαῖς, ἐν ἀσθενείαις θεομακάριστε.Σαυτὸν κατεκάλλυνας ὡραιοτάταις, Σοφέ, ἀναβάσεσι, σαρκὸς νεκρώσας φρόνημα· διὸ προσεχώρησας πρὸς τὰ οὐράνια, δήμοις ἀριθμούμενος ἀεί, σεπτῶν Πατέρων ἀξιοθαύμαστε.Ὁδοὺς πορευόμενος τὰς εἰσαγούσας, πρὸς θείαν κατάπαυσιν, ἐξέκλινας τὰ βάραθρα, δαιμόνων Μακάριε, θείᾳ σκεπόμενος, χάριτι κραυγάζων τε· ὁ ὤν, εὐλογημένος καὶ ὑπερένδοξος.ΘεοτοκίονὙμνοῦμεν τὸν τόκον σου Εὐλογημένη, δι' οὗ ἐλυτρώθημεν, τῆς πάλαι κατακρίσεως, καὶ σὲ μακαρίζομεν, Θεομακάριστε, μόνην ἣν ἠγάπησεν, ὁ ὢν εὐλογημένος καὶ ὑπερένδοξος.
Κανών α', ᾨδὴ η', τοῦ Ἁγίου Παύλου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὸν ἄναρχον Βασιλέα τῆς δόξης, ὃν φρίττουσι στρατιαὶ τῶν Ἀγγέλων, ὑμνεῖτε Ἱερεῖς, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».Ἐζήλωσας, Ἰωάννην θεόφρον, τὸν Πρόδρομον, ἐν ἐρήμῳ ἀσκήσας, μεθ᾽ οὗ καὶ τῆς ζωῆς, τυχεῖν κατηξιώθης, τῆς ὄντως ἀϊδίου.Κατέσβεσας τῶν παθῶν τὰς καμίνους, Πατὴρ ἡμῶν, ἐγκρατείας τῇ δρόσῳ βοῶν πανευσεβῶς· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.Παράδεισον ἀληθῶς ἀπειργάσω, τὴν ἔρημον, ἐν αὐτῇ διαπρέψας, ἐν πάσῃ ἀρετῇ· διὸ καὶ Παραδείσου, τρυφῆς κατηξιώθης.ΘεοτοκίονὩς ἔχουσα πρὸς Θεὸν παρρησίαν, πανύμνητε Θεομῆτορ Μαρία, ἱκέτευε αὐτόν, κινδύνων λυτρωθῆναι, τοὺς πίστει σε ὑμνοῦντας.
Κανών β', ᾨδὴ η', τοῦ Ἁγίου Ἰωάννου
Ἦχος β'
Τὸν ἐν καμίνῳ τοῦ πυρὸς ΤΟ ΑΚΟΥΤΕ
Μὴ παλαιούμενον σαυτῷ, Ἰωάννη ἀρεταῖς πεποικιλμένον, ἐξυφαίνων χιτῶνα, περιβολὴν πενιχράν, ἐν εἴδει πτωχοῦ σὺ ἐνδέδυσαι, τοῖς τῶν γεννητόρων, προσκαρτερῶν πυλῶσιν.Ἄμεμπτος ἄλλος ὡς Ἰώβ, πρὸ θυρῶν κακοπαθεῖς ὡς ἐν κοπρίᾳ, ὑποφέρων ὀνείδη τῶν οἰκετῶν σου Σοφέ, λιμῷ τε καὶ δίψει πιεζόμενος· ὅθεν ἐκληρώσω, τὴν ἄνω βασιλείαν.Κατηκολούθησας σαφῶς, ᾧ περ εἴληφας χερσὶν Εὐαγγελίῳ· καὶ ἐπτώχευσας Μάκαρ, πενθῶν ἐν ὅλῃ ζωῇ· καὶ πρᾶος γέγονας καὶ ἄκακος· καὶ τῆς βασιλείας, τῆς ἄνω κληρονόμος.Ἄλλος ἐδείχθης Ἀβραάμ, τὴν Τριάδα ξεναγῶν τῇ σῇ καλύβῃ, ἀναβάσεσι θείαις, καὶ λογισμοῖς καθαροῖς, καὶ ἄκρᾳ πτωχείᾳ Μακάριε, ταύτην θεραπεύσας, εἰς πάντας τοὺς αἰῶνας.ΘεοτοκίονῬεῖθρον ἀέναον ἡμῖν, τοῖς προστρέχουσιν εἰς σὲ Ἁγνὴ πηγάζεις· οὗ τὴν ἄφθονον, χάριν, ἀπαρυόμενοι σοῦ, ὑμνοῦμεν τὸν Τόκον πανάχραντε, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Τὸν ἐν καμίνῳ τοῦ πυρός, τῶν Ἑβραίων τοῖς Παισὶ συγκαταβάντα, καὶ τὴν φλόγαν εἰς δρόσον, μεταβαλόντα Θεόν, ὑμνεῖτε τὰ ἔργα ὡς Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».
Κανών α', ᾨδὴ θ', τοῦ Ἁγίου Παύλου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὸν ἀόρατον μορφῇ, θεϊκῇ δεξαμένη, ἀπειρόγαμε Παρθένε καὶ Μήτηρ, ὕμνοις τὸν τόκον σου μεγαλύνομεν».Ὡς θησαυρὸν σε νοητόν, κεκρυμμένον Ὅσιε, ἀπεκάλυψεν ὁ Θεὸς Ἀντωνίῳ, ἡμῖν δὲ εἰς δόξαν καὶ ἀγαλλίασιν.Εἰς τὸν φόβον τοῦ Θεοῦ, σεαυτὸν καθηλώσας Πάτερ Ὅσιε, τῇ τοῦ θανάτου μελέτῃ, τὸν βίον τελέσας ζωῆς ἠξίωσαι.Ὡς παρρησίαν πρὸς Θεόν, κεκτημένος πρέσβευε, ὑπὲρ τῶν πίστει ἐπὶ γῆς ἐκτελούντων, τὴν μνήμην σου ταύτην, Παῦλε μακάριε.ΘεοτοκίονἩ τὸν συνάναρχον Πατρί, καὶ Ἁγίῳ Πνεύματι, συλλαβοῦσα Χριστόν, καὶ τεκοῦσα ἀφράστως, Παρθένε ἱκέτευε, τοῦ σωθῆναι ἡμᾶς.
Κανών β', ᾨδὴ θ', τοῦ Ἁγίου Ἰωάννου
Ἦχος β'
Ἀνάρχου Γεννήτορος ΤΟ ΑΚΟΥΤΕ
Ἰσχύς μου καὶ ὕμνησις, ὁ Κύριος ἐκραύγαζες, τὸν προστάτην τοῦ σκότους, ἐν τούτῳ τρέπομαι, τὰς φαντασιώδεις ἀπάτας, τὰς παρ' αὐτοῦ, οὐδόλως πτοοῦμαι, μόνον φανταζόμενος, κάλλος θεῖον καὶ ἀπρόσιτον.Ὡς γῆ πίων Ὅσιε, ἡ σὴ καρδία δέδεκται, τὸν οὐράνιον σπόρον, νοὸς ταῖς αὔλαξι, καὶ ἑκατοστεύοντα στάχυν, καρποφορεῖς, ἐκτρέφοντα πάντων, πιστῶς τῶν τιμώντων σε, τὰς ψυχὰς Θεομακάριστε.Συνὼν τῷ Δεσπότῃ σου, καὶ τὰς ἐκεῖθεν Ὅσιε, φανοτάταις λαμπάσι καταυγαζόμενος, θεῖον φωτισμὸν τοῖς ἐν πίστει, τὴν φωταυγῆ, τελοῦσί σου μνήμην, δοθῆναι ἱκέτευε, Ἰωάννη ἀξιάγαστε.Ἡγίασε Κύριος, ἐκ μήτρας σε Μακάριε, πρὸς αὐτόν τε πορείας τὰς σὰς κατεύθυνεν· ὅθεν ἠριθμήθης Ὁσίοις, τοὶς εὐσεβῶς πεπολιτευμένοις· μεθ' ὧν τῆς θεώσεως, ἀπολαύεις Παναοίδιμε.ΘεοτοκίονΦωτὸς οἰκητήριον, ἡ μήτρα σου γεγένηται, δι' οὗ φῶς οἱ ἐν σκότει, εἶδον καθήμενοι· ὅθεν σε φωναῖς ἀσιγήτοις, Μήτηρ Θεοῦ, ἀεὶ ἀνυμνοῦμεν, καὶ πόθῳ γεραίρομεν,τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ἀνάρχου Γεννήτορος, Υἱὸς Θεὸς καὶ Κύριος, σαρκωθεὶς ἐκ Παρθένου, ἡμῖν ἐπέφανε, τὰ ἐσκοτισμένα φωτίσαι, συναγαγεῖν τὰ ἐσκορπισμένα. Διὸ τὴν πανύμνητον, Θεοτόκον μεγαλύνομεν».
Ἐξαποστειλάριον τοῦ Θηβαίου
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Μεθέξεσι θεούμενος, ταῖς πρὸς τὸ θεῖον Ὅσιε, Θεὸς θετὸς χρηματίζεις, σὺν Ἀντωνίῳ παμμάκαρ· μεθ' οὗ ἡμῶν μνημόνευε, τῶν ἐκτελούντων Ἅγιε, τὴν φωτοφόρον μνήμην σου, καὶ σὲ τιμώντων ἐκ πόθου, Παῦλε φωστὴρ Μοναζόντων.
Ἐξαποστειλάριον τοῦ Καλυβίτου
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Πτωχὸς ὡς ἄλλος Λάζαρος, προσεκαρτέρεις Ὅσιε, τῶν γεννητόρων πυλῶσι, στενοχωρούμενος Πάτερ, μικρᾷ καλύβῃ πάνσοφε· ἀλλ᾽ εὗρες νῦν εὐρύχωρον, τὴν μέτ᾽ Ἀγγέλων σκήνωσιν, καὶ τῶν Ἁγίων ἁπάντων, ἐν οὐρανοῖς Ἰωάννη.
Ἐξαποστειλάριον, Ἕτερον τοῦ αὐτοῦ
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Γονέων τὴν προσπάθειαν, λιπὼν καὶ πλοῦτον ῥέοντα, τὸν σὸν σταυρὸν ἦρας Πάτερ, καὶ τῷ Χριστῷ Ἰωάννῃ, προθύμως ἠκολούθησας· ἀσκητικῶς νεκρώσας δέ, τὰ πάθη πρὸς ἀπάθειαν, ἀνέδραμες, καὶ πρεσβεύεις, ὑπὲρ ἡμῶν θεοφόρε.
Θεοτοκίον
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Βουλῆς μεγάλης Ἄγγελον, τὸν τοῦ πατρὸς γεγέννηκας, Χριστὸν πανύμνητε Κόρη, τὸν βασιλέα τῆς δόξης· οὗ τὸν Σταυρὸν οἱ Ὅσιοι καὶ ἀσκηταὶ ἀράμενοι, ὀπίσω τούτου ἔδραμον· μεθ' ὧν ἀπαύστως δυσώπει, ὑπὲρ ἡμῶν Θεοτόκε.
Ἀπόστιχα
Δοξαστικὸν, Ἦχος πλ. δ'
Τῶν Μοναστῶν τὰ πλήθη, τὸν καθηγητὴν σε τιμῶμεν Παῦλε Πατὴρ ἡμῶν· διὰ σοῦ γὰρ τὴν τρίβον τὴν ὄντως εὐθεῖαν, πορεύεσθαι ἔγνωμεν. Μακάριος εἶ, τῷ Χριστῷ δουλεύσας, καὶ ἐχθροῦ θριαμβεύσας τὴν δύναμιν, Ἀγγέλων συνόμιλε, Ὁσίων ὁμόσκηνε καὶ Δικαίων· μεθ' ὧν πρέσβευε τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον
Ἦχος πλ. δ'
Ἁγνὴ Παρθένε, τοῦ Λόγου πύλη, τοῦ Θεοῦ ἡμῶν Μήτηρ, ἱκέτευε σωθῆναι ἡμᾶς.
Σταυροθεοτοκίον
Ἦχος πλ. δ'
Ὢ τοῦ παραδόξου θαύματος ΤΟ ΑΚΟΥΤΕ
Τὶ τὸ ὁρώμενον θέαμα, ὃ τοῖς ἐμοῖς ὀφθαλμοῖς, καθορᾶται ὧ Δέσποτα; ὁ συνέχων ἅπασαν, κτίσιν ξύλῳ ἀνήρτησαι, καὶ θανατοῦσαι, ὁ πᾶσι νέμων ζωήν; ἡ Θεοτόκος κλαίουσα ἔλεγεν, ὅτε ἑώρακεν, ἐν Σταυρῷ ὑψούμενον, τὸν ἐξ αὐτῆς, ἀρρήτως ἐκλάμψαντα, Θεὸν καὶ ἄνθρωπον.
| TA ΜΗΝΑΙΑ | Ιανουάριος | 15 |
Jan 16
Τῌ ΙΣΤ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥἩ προσκύνησις τῆς τιμίας Ἁλύσεως τοῦ Ἁγίου καὶ Πανευφήμου Ἀποστόλου Πέτρου.
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.
Στιχηρὰ Προσόμοια
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσιν ΤΟ ΑΚΟΥΤΕ
Τὴν ἀπάτην ἐδέσμευσας, ἐν Κυρίῳ δεσμούμενος, καὶ εἱρκτῇ Ἀπόστολε συγκλειόμενος· διὸ σε πόθῳ γεραίρομεν, καὶ πίστει τὴν Ἅλυσιν, ἀσπαζόμεθα τὴν σήν· ἐξ αὐτῆς δ᾿ ἀρυόμενοι, ῥῶσιν σώματος, καὶ ψυχῆς σωτηρίαν κατὰ χρέος, εὐφημοῦμέν σε Θεόπτα, τῶν Ἀσωμάτων ἐφάμιλλε.
Ἦχος δ'
Διὰ σοῦ γνῶσιν δέχεται, ἀγνωσίᾳ κρατούμενα, τῶν Ἐθνῶν πολύσπορα γένη πρότερον· ὧν τὴν εἰκόνα ἐδήλωσεν, ἐξ ὕψους φερόμενον, σκεῦος ἔνδοξε χωροῦν, ἄπαν ζῶον Ἀπόστολε· ὅθεν πᾶσά σε, ἡλικία δοξάζει προσκυνοῦσα, ἃς ἐφόρεσας Ἁλύσεις, ὑπὲρ Χριστοῦ προθυμότατα.
Ἦχος δ'
Ὃν ἠρνήσω κρινόμενον, ἐγειρόμενον ὕμνησας, ἐκ νεκρῶν Ἀπόστολε καὶ ἐκήρυξας, εἰς τὰ τοῦ κόσμου πληρώματα, Θεόν τε καὶ ἄνθρωπον, ἀγαθότητι πολλῇ, τοῖς βροτοῖς ὁμιλήσαντα· ὅθεν πόθῳ σε, μακαρίζομεν Πάτερ προσκυνοῦντες, ἃς ἐφόρεσας Ἁλύσεις, ὑπὲρ Χριστοῦ παναοίδιμε.
Δοξαστικὸν
Ἦχος πλ. β'
Βύζαντος
Σήμερον ἡμῖν ἡ κρηπὶς τῆς Ἐκκλησίας, Πέτρος, ἡ πέτρα τῆς πίστεως, προτίθεται τὴν τιμίαν αὐτοῦ Ἅλυσιν, εἰς ψυχικὴν εὐεξίαν. Δεῦτε πάντες ταύτην προσπτυσσόμενοι, ἐν εὐφήμοις ᾠδαῖς, αὐτὸν καταστέψωμεν· Χαίροις ὁ θερμὸς τῆς πίστεως πρόμαχος, ὁ θερμῇ τῇ διανοίᾳ τὸν Χριστὸν ὁμολογήσας, Υἱὸν Θεοῦ ἐν παρρησίᾳ πολλῇ. Χαίροις τῆς οἰκουμένης τὸ ἀγαλλίαμα, καὶ τῆς οὐρανῶν Βασιλείας κλειδοῦχε. Χάριν πορίζου τοῖς πόθῳ σε τιμῶσι, καὶ τὴν σὴν σεβάσμιον Ἅλυσιν, προσπτυσσομένοις ἐκ πόθου, ὡς παριστάμενος τῷ θρόνῳ τοῦ Παντάνακτος Θεοῦ, πρεσβείαν ποιούμενος, ὑπὲρ ἡμῶν τῶν ἑπταικότων.
Θεοτοκίον
Ἦχος πλ. β'
Θεοτόκε σὺ εἶ ἡ Ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς· σὲ ἱκετεύομεν, πρέσβευε Δέσποινα, μετὰ τοῦ Ἀποστόλου, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Σταυροθεοτοκίον
Ἦχος πλ. β'
Τριήμερος ἀνέστης ΤΟ ΑΚΟΥΤΕ
Ἐν ξύλῳ τὴν ζωὴν ἡμῶν, ὁρῶσα ἡ πανάμωμος, Θεοτόκος, κρεμαμένην μητρικῶς, ὠδύρετο βοῶσα· Υἱέ μου καὶ Θεέ μου, σῶσον τοὺς πόθῳ ἀνυμνοῦντάς σε.
Εἰς τὸν Στίχον, ΣτιχηρὰἮχος δ', Ἔδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕἍλυσιν τὴν πάντιμον, ἐν ᾗ παθῶν διαλέλυται, τὰ δεσμά, προσκυνήσωμεν· σεπτῶς γὰρ ἡγίασται, δωρεαῖς ἀρρήτοις, Πέτρου τοῦ πανσόφου, καὶ παρ᾿ αὐτοῦ ὡς ἀληθῶς, εἰσδεδεγμένη χάριν ἀέναον, σειρὰς καὶ αὕτη θλίψεων, καθὼς αὐτὸς παραπτώσεων, θεοσδότως συντέμνουσα, τῶν δεινῶν λύσιν δίδωσιν.Στίχ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.Λάμπει σου ἡ Ἅλυσις, ὦ Κορυφαῖε ἀοίδιμε, ὡς σειρὰ ἐπουράνιος, δι᾿ ἧς ἀναγόμεθα ἀπὸ γῆς πρὸς ὕψος, πυλῶν οὐρανίων· καὶ ὡς κλειδούχῳ σοι σοφέ, καὶ ὑπερλάμπρῳ πιστῶς πελάζομεν. Τὰς κλεῖς τῆς βασιλείας οὖν, ἐγχειρισθεὶς ἀξιάγαστε, συμπαθῶς ἡμῖν ἄνοιξον, τὴν σωτήριον εἴσοδον.Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.Συμφωνον τὸν αἶνον σου, ἀγγελικαὶ τάξεις σήμερον, τοῖς βροτοῖς Πέτρε μέλπουσιν. Ἀγγέλου εἰσόδῳ γάρ, τὴν πλευρὰν νυγείς σου, καὶ φρουρᾶς προτρέχων, τὴν ἐν Ἁλύσει συνοχήν, τοῖς σὲ δεσμοῦσι, δεσμὸν ἀπέλιπες· ἡμῖν δὲ ταύτην πάνσοφε, τὴν χαρμονὴν παρεχόμενος, τῶν πταισμάτων τὰ ἄλυτα, διαλύεις ἐγκλήματα.
Δοξαστικὸν
Ἦχος πλ. β'
Πάλιν ἡμῖν ὁ θερμὸς προστάτης, συναγείρεται πρὸς πνευματικὴν πανδαισίαν, Πέτρος, ἡ πέτρα τῆς Πίστεως, τὴν τιμίαν αὐτοῦ Ἅλυσιν προτιθεὶς ἡμῖν, καθάπερ ὀψώνιον πολυτελές, εἰς νοσημάτων ἰατρεῖον, εἰς θλιβομένων παραμυθίαν, εἰς λιμένα χειμαζομένων. Δεῦτε πάντες ταύτην περιπτυξώμεθα, καὶ τὸν αὐτὸν δοξάσαντα δυσωπήσωμεν. Ταῖς αὐτοῦ ἱκεσίαις Χριστέ, σῶσον τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον
Ἦχος πλ. β'
Ὅλην ἀποθέμενοι ΤΟ ΑΚΟΥΤΕ
Γνώμῃ ὀλισθήσας τε, καὶ δουλωθεὶς τῇ τοῦ πλάνου, ἀπάτῃ Θεόνυμφε, πρὸς τὴν ὑπερθαύμαστον εὐσπλαγχνίαν σου, καὶ θερμὴν δέησιν, Παναγία Κόρη, καταφεύγω ὁ Πανάθλιος· δεσμοῦ με λύτρωσαι, τῶν πειρατηρίων καὶ θλίψεων, καὶ σῶσόν με Πανάμωμε, τῶν δαιμονικῶν ἐπιθέσεων· ἵνα σε δοξάζω, καὶ πόθῳ ἀνυμνῶ καὶ προσκυνῶ, καὶ μεγαλύνω σε Δέσποινα, τὴν ἀειμακάριστον.
Σταυροθεοτοκίον
Ἦχος πλ. β'
Τριήμερος ἀνέστης ΤΟ ΑΚΟΥΤΕ
Ὁρῶσά σε σταυρούμενον, Χριστὲ ἡ σὲ Κυήσασα, ἀνεβόα· Τὶ τὸ ξένον, ὃ ὁρῶ, μυστήριον Υἱέ μου; πῶς ἐπὶ ξύλου θνῄσκεις, σαρκὶ κρεμάμενος ζωῆς χορηγέ;
Ἀπολυτίκιον
Ἦχος δ'
Τὴν Ῥώμην μὴ λιπών, πρὸς ἡμᾶς ἐπεδήμησας, δι' ὧν ἐφόρεσας τιμίων Ἀλύσεων, τῶν Ἀποστόλων Πρωτόθρονε· ἃς ἐν πίστει προσκυνοῦντες δεόμεθα, ταῖς πρὸς Θεὸν πρεσβείαις σου, δώρησαι ἡμῖν τὸ μέγα ἔλεος.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Ὁ Κανὼν τοῦ Ἀποστόλου, οὗ ἡ Ἀκροστιχίς.Πέτρου τὰ δεσμὰ προσκυνοῦμεν ἐκ πόθου.ᾨδὴ α'
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἀνοίξω τὸ στομα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα».Πέτρᾳ στηριζόμενοι, ὁμολογίας ἐνθέου σου, Πρωτόθρονε καύχημα, τῶν Ἀποστόλων Χριστοῦ, προσκυνοῦμέν σου, ἐν πίστει τὰς Ἁλύσεις, ἐν αἷς σου αἱ ἄχραντοι, χεῖρες ἐδέθησαν.Ἔθετό σε Κύριος, τῆς ἑαυτοῦ σωματώσεως, Ἀπόστολε μάρτυρα, παναληθέστατον, διηγούμενον, αὐτοῦ τὴν παρρησίαν, σταυρὸν καὶ τὸν θάνατον, καὶ τὴν ἀνάστασιν.Τρίτον ἀρνησάμενος, τοῖς θεοκτόνοις τὸν Κύριον, βροτὸν ὡς ψιλότατον, οὐδὲν διήμαρτες, τῆς προτέρας σου, θεολογίας Πέτρε· ἐκήρυξας τοῦτον γάρ, Υἱὸν Θεοῦ καὶ Θεόν.Ῥῆξον τοὺς κλοιοὺς ἡμῶν, τῆς ἁμαρτίας Ἀπόστολε, πιστῶς προσκυνούντων σου, τὴν θείαν Ἅλυσιν, καὶ τὰς κλεῖς ἡμῖν, τῆς ἄνω βασιλείας, σπλαγχνισθεὶς διάνοιξον, ὡς συμπαθέστατος.ΘεοτοκίονἉγνείας τὸ πάναγνον, ὁ ῥυπαρός τε καὶ ἄναγνος, ἐγὼ ἐνδιαίτημα, μέλπειν οὐ σθένω σε, Ἀπειρόγαμε διὸ με τῇ χωνείᾳ, τοῦ Πνεύματος κάθαρον, ἵνα δοξάσω σε.
Ὁ Κανὼν τοῦ Ἀποστόλου, οὗ ἡ Ἀκροστιχίς.Πέτρον γεραίρω τὴν βάσιν τῶν δογμάτωνἸωσήφ.ᾨδὴ α'
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Χοροὶ Ἰσραήλ, ἀνίκμοις ποσί, πόντον ἐρυθρόν, καὶ ὑγρὸν βυθὸν διελάσαντας, ἀναβάτας τριστάτας, δυσμενεῖς ὁρῶντες ἐν αὐτῷ ὑποβρυχίους, ἐν ἀγαλλιάσει ἔμελπον· ᾌσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται».Πανηγυρίζει χορεύουσα, πᾶσα ἡ Χριστοῦ, Ἐκκλησία ἐν πνεύματι, εὐφημοῦσά σε πίστει, καὶ τὴν σὴν Ἀπόστολε, πρωτόθρονε ἀσπαζομένη, Ἅλυσιν Τιμίαν ἐκ πόθου, δέσμιος ἣν ἐφόρεσας, δεσμῶν μάκαρ τὸν τύραννον.Ἐκ τοῦ βυθοῦ τῆς ἀπάτης ζωγρῶν, Πέτρε τοὺς βροτούς, ὡς ἰχθύας προσήγαγες, τῷ σὲ ἐκλεξαμένῳ, ἀπὸ ἁλιέων ἀληθῶς, εἰς Κορυφαῖον πάντων Μαθητῶν· διὰ τοῦτο Ἅλυσιν ἣν ἐφόρεσας, εὐλαβῶς κατασπαζόμεθα.Τῷ θεμελίῳ τῆς πίστεως, πάντων τὰς ψυχάς, τῶν πιστῶν ᾠκοδόμησας, καὶ τεμένη τῆς πλάνης, Πέτρε καταστρέψας, ἐδομήσω Ἐκκλησίας, σὲ μεγαλοφώνως τιμώσας, μάκαρ καὶ τὴν Ἅλυσιν, ἣν περ πάνσοφε ἐφόρεσας.ΘεοτοκίονῬομφαῖαι πᾶσαι δολίου ἐχθροῦ ἄχραντε Παρθένε, τελείως ἐξέλιπον, ἀφ οὗ λόγχῃ ἐτρώθη, ὁ τὴν σὴν γαστέρα, τὴν ἀμόλυντον οἰκήσας Λόγος· οὗ γλυκυτάτῳ νῦν τρῶσαι ἔρωτι, τὴν καρδίαν μου καθικετεύω σε.
Κανών α', ᾨδὴ γ', τοῦ Ἀποστόλου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Οὐκ ἐν σοφίᾳ, καὶ δυνάμει καὶ πλούτῳ καυχώμεθα, ἀλλ᾿ ἐν σοὶ τῇ τοῦ Πατρός, ἐνυποστάτῳ σοφίᾳ Χριστέ· οὐ γὰρ ἔστιν ἅγιος, πλήν σου φιλάνθρωπε».Οἷς σε Ἡρῴδης, ὡς κακοῦργον κλοιοῖς κατεδίκασεν, ἐν αὐτοῖς σε νῦν τιμᾷ, ἡ Ἐκκλησία πανεύφημε, Πέτρε τὰ παθήματα, σοῦ προσκυνοῦσα πιστῶς.Ὑπὲρ χρυσίον, καὶ πολύτιμον κόσμον κεκόσμηται, ταῖς Ἁλύσεσι ταῖς σαῖς, ἡ Ἐκκλησία Ἀπόστολε, ἃς καὶ κατασπάζεται, σεμνυνομένη ἐν σοί.Τετραδίοις, παραδοὺς ὁ Τετράρχης ἐν τέσσαρσι, καὶ Ἁλύσει περιθείς, ἐφρούρει Πέτρε τοῦ κτεῖναί σε, ἐξ ὧν σε ἐρρύσατο, Χριστὸς Ἀγγέλου χειρί.Ἀπὸ τοῦ θείου, καὶ πανσέπτου χρωτός σου Ἀπόστολε, μετασχόντα τὰ κλοιά, τὰ σοὶ προσψαύσαντα χάριτος, πάντας ἁγιάζουσι, τοὺς προσκυνοῦντας αὐτά.ΘεοτοκίονἸδοὺ κατάρας, τῆς ἀρχαίας ἐλύθη τὸ βρότειον, καὶ κατήργηται Σατάν, Ἁγνὴ τοῦ πτώματος αἴτιος· ἡμῖν γὰρ ἐγέννησας, τὴν εὐλογίαν αὐτή.
Κανών β', ᾨδὴ γ', Ἕτερος τοῦ Ἀποστόλου
Ἦχος δ'
Τόξον δυνατῶν ἠσθένησε ΤΟ ΑΚΟΥΤΕ
Ὅλος τῷ φωτί, ἑνούμενος τῷ καθαρωτάτῳ, αὐτοῦ ταῖς θείαις μεθέξεσι, φῶς ὡράθης δεύτερον, Πέτρε καταυγάζον τὰς ψυχὰς ἡμῶν.Νόμους τοῦ Χριστοῦ ἐκράτυνας, καὶ παρανομοῦντας, τὴν εὐνομίαν ἐδίδαξας, Ἀποστόλων ὡς Κορυφαῖος, ὡς δογμάτων βάσις ἄσειστος.Γλώσσῃ ἱερᾷ ἐκήρυξας, Θεὸν τὸν παθόντα, καὶ Σταυρῷ σαρκὶ ὁμιλήσαντα· διὰ τοῦτο Πέτρε τιμῶμεν, τὴν δεσμεύσασάν σε Ἅλυσιν.ΘεοτοκίονἜστη μέχρι σοῦ ὁ θάνατος, τῆς ἀκατασχέτου ὁρμῆς· σὺ γὰρ μόνη ἔτεκες, τὴν πηγὴν τῆς ἀθανασίας, Θεοτόκε Μητροπάρθενε.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Τόξον δυνατῶν ἠσθένησε, καὶ οἱ ἀσθενοῦντες, περιεζώσαντο δύναμιν· διὰ τοῦτο ἐστερεώθη, ἐν Κυρίῳ ἡ καρδία μου».
Κάθισμα
Ἦχος δ'
Ταχὺ προκατάλαβε ΤΟ ΑΚΟΥΤΕ
Τριάδος γενόμενος, τῆς ὑπερθέου ναός, ἐν οἴκῳ ἁγίῳ σου, τοὺς σὲ τιμῶντας πιστῶς, ἁγίασον φώτισον, πλήρωσον τὰς αἰτήσεις, καὶ παράσχου τὰς λύσεις, πάντων τῶν ἐπιόντων, τοῦ Βελίαρ σκανδάλων, Χριστὸν ἐκδυσωπῶν ἐκτενῶς, Πέτρε Ἀπόστολε.Δόξα... Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ΤΟ ΑΚΟΥΤΕὩς Κορυφαῖον τῶν σοφῶν Ἀποστόλων, καὶ ὡς κλειδοῦχον οὐρανῶν βασιλείας, ἀνευφημοῦμεν πίστει σε Ἀπόστολε, καὶ κατασπαζόμεθα, καθαρᾷ συνειδήσει, Πέτρε ἃς ἐφόρεσας, ὡς κακοῦργος Ἁλύσεις, τῆς κακουργίας λύων τοῦ ἐχθροῦ, ἐξ ὧν ῥυσθῆναι ἡμᾶς καθικέτευε.Καὶ νῦν... ΘεοτοκίονΤῶν Χερουβὶμ καὶ Σεραφὶμ ὑπερτέρα, τοῦ οὐρανοῦ τε καὶ τῆς γῆς πλατυτέρα, καὶ ἀοράτου κτίσεως καὶ τῆς ὁρατῆς, ὤφθης ὑπερέχουσα, ἀσυγκρίτῳ συγκρίσει· ὃν εὐρυχωρίαι γάρ, οὐρανῶν οὐ χωροῦσιν, ἐν σῇ γαστρὶ ἐχώρησας Ἁγνή· ὃν ἐκδυσώπει σωθῆναι τοὺς δούλους σου.Ἢ ΣταυροθεοτοκίονΤὸν ἐξ ἀνάρχου τοῦ Πατρὸς γεννηθέντα, ἡ ἐπ᾿ ἐσχάτων σε σαρκὶ τετοκυῖα, ἐπὶ Σταυροῦ κρεμάμενον ὁρῶσά σε Χριστέ. Οἴμοι ποθεινότατε, Ἰησοῦ ἀνεβόα! πῶς ὁ δοξαζόμενος, ὡς Θεὸς ὑπ' Ἀγγέλων, ὑπὸ ἀνόμων νῦν βροτῶν Υἱέ, θέλων σταυροῦσαι; ὑμνῶ σε Μακρόθυμε.
Κανών α', ᾨδὴ δ', τοῦ Ἀποστόλου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ καθήμενος ἐν δόξῃ, ἐπὶ θρόνου θεότητος, ἐν νεφέλῃ κούφῃ, ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος, τῇ ἀκηράτῳ παλάμῃ καὶ διέσωσε, τοὺς κραυγάζοντας· Δοξα Χριστὲ τῇ δυνάμει σου».Διαζώννυταί σου πίστει, νοητῶς ἡ βασίλειος, ἁλουργὶς καὶ πόλις, Πέτρε τὴν σειρὰν τὴν ὑπέρτιμον, ἣν αἰσθητῶς προσκυνοῦσα κατασπάζεται, καὶ γεραίρει σου, καὶ τὴν ἰσχὺν καὶ τὰ θαύματα.Ἐν φρουρᾷ σε κλοιοφόρον, ὁ Ἡρῴδης ἀπέθετο, τοῦ ἀναγαγεῖν σε, δήμῳ θεοκτόνῳ Ἀπόστολε· διασωθεὶς δὲ θεόθεν καταλέλοιπας, εἰς προσκύνησιν, τὰ σὰ δεσμὰ τοῖς οἰκέταις σου.Στομωθεῖσα τῇ προσψαύσει, τοῦ ἀχράντου σου σώματος, καὶ χαριτωθεῖσα, ἡ περιτεθεῖσα σοι Ἅλυσις, ἁγιασμὸν ἡμῖν πᾶσι μεταδίδωσι, προσκυνοῦσιν αὐτήν, διὰ σὲ Πέτρε πάνσεπτε.Μετὰ δέους τε καὶ πόθου, προσελθόντες προσπέσωμεν, τοῖς δεσμοῖς τοῦ Πέτρου, διὰ τῶν συμβόλων προσάγοντες τῷ Ἄποστόλῳ τὴν πίστιν βεβαιούμενοι, τὴν προσκύνησιν, ὡς πρὸς αὐτὸν διαβαίνουσαν.ΘεοτοκίονΘεοτόκον ὡς τεκοῦσαν, σὲ Θεὸν μετὰ σώματος, ἀνυμνολογοῦμεν, πᾶσαν ἀποτρέποντες αἵρεσιν· ἐν ἑαυτῷ γὰρ ὁ Λόγος, ἐξ αἱμάτων σου, σάρκα ἔμψυχον, ζωοπλαστήσας ἐπέφανεν.
Κανών β', ᾨδὴ δ', Ἕτερος τοῦ Ἀποστόλου
Ἦχος δ'
Δι᾿ ἀγάπησιν Οἰκτίρμον ΤΟ ΑΚΟΥΤΕ
Ῥητορεύων τοῦ Δεσπότου τὰ μεγαλεῖα, τῶν ἀπειθῶν Ἑβραίων, τὰς καρδίας πρὸς πίστιν, ἐπέστρεψας ἔνθεον, ὡς ἕδρα τῆς Πίστεως.Αἱ πορεῖαί σου ἐγνώσθησαν ἐφ᾿ ὑδάτων, ὑπερβολῇ φιλίας, τοῦ πεζεύσαντος ταῦτα, Πέτρε καὶ τὰς τρίβους σοι, τὰς θείας γνωρίσαντος.Ἰατρεῖον κεκτημένοι ἀρρωστημάτων, παντοδαπῶν τὴν θείαν, Ἅλυσίν σου Παμμάκαρ, ταύτην ἀσπαζόμεθα, πιστῶς σε γεραίροντες.Ῥώμην, σώματος τοῦ θείου τῇ καταθέσει, καθαγιάζεις Πέτρε, καὶ τὴν Νέαν φωτίζεις, πίστει τὴν τιμίαν σου κατέχουσαν Ἅλυσιν.ΘεοτοκίονὩς παλάτιον εὐρύχωρον κατοικήσας, ὁ Βασιλεὺς τῶν ὅλων, τὴν ἁγίαν σου, μήτραν, ὤφθης σωματούμενον, πανάμωμε Δέσποινα.
Κανών α', ᾨδὴ ε', τοῦ Ἀποστόλου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Νῦν ἀναστήσομαι, προφητικῶς ἔφη ὁ Θεός, νῦν ὑψωθήσομαι, νῦν δοξασθήσομαι, τὸν πεσόντα προσλαβών, ἐκ τῆς Παρθένου καὶ πρὸς φῶς, τὸ θαυμαστὸν ἀνυψῶν, τῆς ἐμῆς Θεότητος».Ἆρον Ἀπόστολε, τῆς ἁμαρτίας μου τὰ κλοιά, τὰ ἐπικείμενά μοὶ ἐπαυχένια, καὶ ὠθοῦντα πρὸς φθοράν, ὡς ἐξουσίαν τοῦ Σωτῆρος εἰληφώς, τοῦ δεσμεῖν καὶ λύειν τὰ πταίσματα.Παῦσον Πανεύφημε, τὴν ἐπανάστασιν τῶν ἐθνῶν· λῦσον τὰ σκάνδαλα τῆς Ἐκκλησίας δέ, τὴν ὁμόνοιαν διδούς, ὁ ὑπὲρ ταύτης ἐν Ἁλύσει δεσμευθείς, ἣν πιστῶς καὶ περιπτυσσόμεθα.Ῥῦσαι Ἀπόστολε, αἰχμαλωσίας τῆς νοητῆς, τοὺς προσκυνοῦντάς σου πιστῶς τὴν Ἅλυσιν· καὶ διάσωσον ἡμᾶς πρὸς οὐρανίους, ἃς πεπίστευσαι σκηνάς, ὡς Ποιμὴν ἡμῶν καὶ Διδάσκαλος.Οὓς ἐδικαίωσε τῇ μεσιτείᾳ σου τῇ φρικτῇ, Πέτρε Ἀπόστολε, ὁ σὸς Διδάσκαλος, βασιλεύειν ἐφ' ἡμᾶς, ὀρθοδοξοῦντας διαφύλαττε τῇ σῇ, κραταιᾷ δεξιᾷ πανεύφημε.ΘεοτοκίονΕἶδεν ὁ ἥλιος, ἀπαυγασμάτων τῶν ἑαυτοῦ, σὲ διαφέρουσαν πολλῷ Πανύμνητε· ἐξ ἧς ὤφθη ὁ Θεὸς ἐναθρωπήσας, τοὺς τιμῶντάς σε πρὸς φῶς, ἀνυψῶν τῆς αὐτοῦ Θεότητος.
Κανών β', ᾨδὴ ε', Ἕτερος τοῦ Ἀποστόλου
Ἦχος δ'
Τὸν φωτισμόν σου Κύριε ΤΟ ΑΚΟΥΤΕ
Τὸν τοῦ Πατρὸς συνάναρχον, ἐκήρυξας Υἱόν, ἀποκαλύψει Πανεύφημε θείᾳ, καὶ μακαρισμοῦ κατηξιώθης, μακαρίου ἐκ στόματος.Ἡνίκα φῶς ἑώρακας, ἐκλάμψαν ἐν Θαβώρ, τὰς τοῦ ἠλίου καλύπτον ἀκτῖνας, φῶς το ἐκ φωτός, ηὐγάσθης Πέτρε, καὶ Χριστὸν Θεὸν ἔγνωκας.Νεκρὸν τριημερεύσαντα, ἐκήρυξας Χριστόν, δι' ὃν Ἁλύσεις ἐφόρεσας Πέτρε· ἃς περ προσκυνεῖν ἀξιωθέντες, εὐσεβῶς σε γεραίρομεν.ΘεοτοκίονΒεβαρημένον Ἄχραντε, τῷ φόρτῳ τῶν πολλῶν, ἁμαρτημάτων ἐλάφρυνόν με νῦν, φέρειν τὸν ζυγὸν ἐνδυναμοῦσα, Χριστοῦ τὸν ἐλαφρότατον.
Κανών α', ᾨδὴ ς', τοῦ Ἀποστόλου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ κατεπόντισέ με, καταιγὶς πολλῶν ἁμαρτημάτων· ἀλλ᾿ ὡς Θεὸς ἐκ φθορᾶς ἀνήγαγες, τὴν ζωήν μου πολυέλεε».Σήμερον οὐράνιαι Δυνάμεις, καὶ Ἀποστόλων δῆμοι, συνευφραίνονται τοῖς ἐπιγείοις, Πέτρε τῶν σῶν, παθημάτων βλέποντες, προσκυνούμενα τὰ σύμβολα.Κροτοῦσιν Ἁγίων αἱ χορεῖαι, καὶ ὀλολύζει φάλαγξ, ἡ δαιμόνιος δειματουμένη, Πέτρε τῶν σῶν παθημάτων βλέποντες, προσκυνούμενα τὰ σύμβολα.Ὕπνωσαν Ἀγγέλου παρουσίᾳ, οἱ στρατιῶται Πέτρε, οἱ φρουροῦντές σε, ἐκ τῶν χειρῶν δέ, ἄφνω τῶν σῶν, αἱ Ἁλύσεις ἔπεσον, ἃς αἰσίως ἀσπαζόμεθα.Νεκρὰν Ταβιθᾶν ἐξαναστήσας, τοὺς δὲ φρουροὺς νεκρώσας, τῶν Ἁλύσεων ἐξετινάχθης· πάντα τὰ σά, ὑπὲρ νοῦν Ἀπόστολε· ὅθεν πίστει σε γεραίρομεν.ΘεοτοκίονἮλθον εἰς χειμῶνα ἀπωλείας, καὶ συνετάραξάν με, ποταμοὶ σφαλμάτων ἀμετρήτων· ἀλλ' ἐπ᾿ ἐμοί, σπλαγχνισθεῖσα Δέσποινα, πρὸς λιμένα θεῖον ἴθυνον.
Κανών β', ᾨδὴ ς', Ἕτερος τοῦ Ἀποστόλου
Ἦχος δ'
Ἐβόησε προτυπῶν ΤΟ ΑΚΟΥΤΕ
Ἀντίστροφον, παραδόξως ὑπέμεινας σταύρωσιν, ἑτοιμάσας, πρὸς οὐράνιον τρίβον τοὺς πόδας σου, ἣν ἡμᾶς βαδίζειν, Μαθητὰ τοῦ Χριστοῦ ἐνδυνάμωσον.Συνῴκησας, τῇ τῶν ζώντων ζωῇ καὶ δεσμούμενος, ὑπὲρ ταύτης, τὰ δεσμὰ τοῦ Βελίαρ συνέτριψας, τὴν δεσμεύουσάν σε, διὰ τοῦτο σεβόμεθα Ἅλυσιν.Ἱκέτευε, τὸν Δεσπότην Παμμάκαρ τῆς κτίσεως, καταπέμψαι, ἱλασμὸν καὶ εἰρήνην καὶ ἔλεον, τοῖς δοξάζουσί σε, ὡς αὐτοῦ Μαθητὴν γνησιώτατον.ΘεοτοκίονΝεκρώσεως, δερματίνους χιτῶνας ἐνδέδυται, ὁ Προπάτωρ, ὁ δὲ Κτίστης αὐτὸν ἐπενδύεται, ἐκ τῶν σῶν αἱμάτων, σαρκωθεὶς ὑπὲρ λόγον Πανάμωμε.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ἐβόησε, προτυπῶν τὴν ταφὴν τὴν τριήμερον, ὁ Προφήτης, Ἰωνᾶς ἐν τῷ κήτει δεόμενος· Ἐκ φθορᾶς με ῥῦσαι, Ἰησοῦ βασιλεῦ τῶν δυνάμεων».
Κοντάκιον
Ἦχος πλ. β'
Τὴν ἐν πρεσβείαις ΤΟ ΑΚΟΥΤΕ
Τὸν Κορυφαῖον καὶ πρῶτον τῶν Ἀποστόλων, τῆς ἀληθείας τὸν ἔνθεον ὑποφήτην, Πέτρον τὸν μέγιστον εὐφημήσωμεν, καὶ τὴν αὐτοῦ ἐν πίστει, ἀσπασώμεθα, Ἅλυσιν, πταισμάτων τὴν λύσιν κομιζόμενοι.
Ὁ Οἶκος
Τὸν εὐκλεῆ καὶ μέγαν Κυρίου Μαθητήν, ἐπαξίως ποία γλῶσσα βροτῶν, ἐγκωμιάσαι δυνήσεται; ὃν γὰρ εὐλόγως ὁ Θεὸς Λόγος ἐμακάρισε, ποῖος νοῦς ἐπαινέσει; ὅμως, ἐπεὶ ὅπερ τις κατὰ δύναμιν κέκτηται, ὀφείλει Χριστῷ προσφέρειν, τοῦτο δὴ καὶ ποιῆσαι πειράσομαι. Ἀλλ᾿ ὧ φιλέορτοι, εὐσεβῶς τὸν Πρωτόθρονον ᾄσμασι στέψωμεν, πταισμάτων τὴν λύσιν κομιζόμενοι.
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΙΣΤ' τοῦ αὐτοῦ μηνός, ἡ προσκύνησις τῆς τιμίας Ἁλύσεως τοῦ Ἁγίου καὶ ἐνδόξου Ἀποστόλου Πέτρου.Στίχοι Σὴν προσκυνοῦντα Πέτρε σειρὰν τιμίαν, Σειρὰς μακρᾶς λῦσόν με τῶν ἐγκλημάτων. Σειρὴν προσκυνέω Πέτρου δεκάτῃ ἑνὶ ἕκτῃ.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶς Ἁγίων μαρτύρων καὶ αὐταδέλφων, Πευσίππου, Ἐλασίππου, καὶ Μεσίππου· καὶ Νεονίλλης τῆς μάμμης αὐτῶν.ΣτίχοιΚἂν ὧσιν ἱππεῖς, κλήσεων σημασίᾳ,Πεζοὶ τρέχουσι τρίδυμοι τρεῖς πρὸς φλόγα.Νεονίλλα γραῦς· ἀλλὰ πῦρ ἀνημμένον,Ὥς πὲρ τις ἀκμάζουσα καρτερεῖ νέα.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου μάρτυρος Δάνακτος.ΣτίχοιἈφῃρέθης τὸ Δέλτα σὺν κάρᾳ Δάναξ.Τμηθεὶς γὰρ ὤφθης οὐρανοκράτωρ ἄναξ.Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Κανών α', ᾨδὴ ζ', τοῦ Ἀποστόλου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ διασώσας ἐν πυρί, τοὺς Ἀβραμιαίους σου Παῖδας, καὶ τούς Χαλδαίους ἀνελών, οἷς ἀδίκως δικαίους ἐνήδρευσαν· ὑπερύμνητε ὁ Θεὸς ὁ τῶν Πατέρων, εὐλογητός εἶ».Ὁ βασιλεύειν μὲν δοκῶν, βεβασιλευμένος δὲ μᾶλλον, ὑφ᾿ ἡδονῆς τὸ ἀρεστόν, Ἰουδαίοις ποιῶν χειροπέδαις σε, σιδηραῖς κατεδίκασεν, ἃς Ἀπόστολε τιμῶμεν σὲ ἀνυμνοῦντες.Ὑποχωρεῖ σοι Μαθητά, τοῦ Χριστοῦ ἡ σύμπασα κτίσις· τὰ γὰρ πελάγη πορευτά, τὰ κλοιὰ ὡς στυππεῖα, πυλῶνες δέ, σιδηροῖ σοι ὡς ἄμφοδα, ἐλογίσθησαν δυνάμει τοῦ Παρακλήτου.Μάγους ψευδεῖς συναναιρῶν, νέκυας ἐγείρων χωλούς τε, καὶ παρειμένους ὑγιῶν, καὶ νοσοῦντας σκιᾷ σου ἰώμενος, κεκλεισμένων διῆλθες πυλῶν, καὶ κλοιῶν προσκυνουμένων ἐξέδυς Πέτρε.Ἐκ Παλαιστίνης ὁ Χριστοῦ, ἵππος καὶ Ἀπόστολος Πέτρος, ὡς ἐκ βαλβίδος προελθών, καὶ τῷ κόσμῳ κηρύξας ἐν Ῥώμῃ μέν, τῇ προτέρᾳ κατέπαυσε, τῇ δὲ Νέᾳ δοὺς τήν Ἅλυσιν προσκυνεῖσθαι.ΘεοτοκίονΤῆς σῆς λοχείας τὸ καινόν, ἡ Χαλδαϊκὴ φλὸξ ἐδήλου, τοὺς Παῖδας βλάπτουσα μηδέν· τοῖς πολλοῖς τοιγαροῦν παραπτώμασι, φλογιζόμενον Δέσποινα, τῆς πρεσβείας σου τῇ δρόσῳ διάσωσόν με.
Κανών β', ᾨδὴ ζ', Ἕτερος τοῦ Ἀποστόλου
Ἦχος δ'
Ἀβραμιαῖοι ποτὲ ΤΟ ΑΚΟΥΤΕ
Τρίτον ἠρνήσω Χριστόν· ἐπερωτήσει ὅθεν, τριττῇ ἰᾶταί σου τὸ ἔγκλημα, Πέτρε παναοίδιμε, καὶ στηριγμὸν δεικνύει, πολλῶν σαλευομένων.Ὡς δεσμευθεὶς τοῦ Χριστοῦ, τῷ γλυκυτάτῳ πόθῳ, δεσμοῖς ποικίλοις προσωμίλησας· διό σου τὴν Ἅλυσιν, λύουσαν πάθη Πέτρε, ἐν πίστει προσκυνοῦμεν.Νύκτα βαθεῖαν δεινῆς, πολυθεΐας λύεις, τὴν οἰκουμένην διερχόμενος, ὡς μέγιστος ἥλιος, Πέτρε Χριστοῦ αὐτόπτα τῶν Ἀποστόλων κλέος.Δόξα ἐγένου Χριστοῦ, τοῦτον τοῖς μέλεσί σου, δοξάσας Πέτρε παναοίδιμε· διὸ σε δοξάζομεν, καὶ τὴν δεσμεύουσάν σε, Ἅλυσιν προσκυνοῦμεν.ΘεοτοκίονὉ καταβὰς ἐπὶ τῆς γῆς, ὡς ὑετὸς Παρθένε, θεογνωσίᾳ πᾶσαν ἤρδευσε, τὴν γῆν καὶ ἀνέδειξε, σὲ τῶν Ἀγγέλων πάντων, Ἁγνὴ τιμιωτέραν.
Κανών α', ᾨδὴ η', τοῦ Ἀποστόλου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Λυτρωτὰ τοῦ παντὸς παντοδύναμε, τοὺς ἐν μέσῳ φλογὸς εὐσεβήσαντας, συγκαταβὰς ἑδρόσισας, καὶ ἐδίδαξας μέλπειν· Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον».Νομοθέτα Ποιμὴν καὶ Διδάσκαλε, τῶν θρεμμάτων Χριστοῦ Πέτρε ἔνδοξε, τοὺς εὐσεβῶς ὑμνοῦντάς σε, καὶ πιστῶς προσκυνοῦντάς σου τὰς Ἁλύσεις, ἁμαρτίας δεσμῶν ἀπολύτρωσαι.Ἐνοχλήσεις Δαιμόνων ἀπέλασον, ἁμαρτίας χειμῶνα κατεύνασον, νόσους κινδύνους θλίψεις τε, καὶ βαρβάρων ἐφόδους, διώκων Πέτρε, ἀπὸ τῶν τὰς Ἁλύσεις τιμώντων σου.Κεχαρίτωται πᾶς προσαπτόμενος, τῆς τιμίας σειρᾶς σου Ἀπόστολε, ἁγιασμοῦ πληρούμενος, καὶ χαρᾷ ἀναμέλπει· Πάντα τὰ ἔργα εὐλογεῖτε, ὑμνεῖτε τὸν Κύριον.Πανδαισίας ἁπάσης ὑπέρκειται, ἡδονῆς τῶν σεπτῶν σου Ἁλύσεων, ἡ εὐλαβὴς προσκύνησις· σὺ γὰρ καὶ ἑστιάτωρ, τῆς εὐφροσύνης, τῆς τοιαύτης ἐνθέου Ἀπόστολε.ΘεοτοκίονἘφερπύσας τρυφῆς ἐξορίζει με, δυσβουλίαις ὁ ὄφις ὁ δόλιος· βουλῆς δ᾿ ὁ μέγας Ἄγγελος, βροτωθεὶς ἐκ σῆς μήτρας, τοῦ Παραδείσου, οἰκητῆρα καὶ πάλιν εἰργάσατο
Κανών β', ᾨδὴ η', Ἕτερος τοῦ Ἀποστόλου
Ἦχος δ'
Λυτρωτὰ τοῦ παντὸς παντοδύναμε ΤΟ ΑΚΟΥΤΕ
Γεωργῶν καρδιῶν Πέτρε λήϊα, εὐφορώτατα ταῦτα ἐτέλεσας, τῷ Γεωργῷ τῆς κτίσεως, τῷ τὰς κλεῖς σοι τὰς θείας παρεχομένῳ, τοῦ δεσμεῖν τε καὶ λύειν ἐγκλήματα.Μακαρίζομεν Πέτρε σε πάντοτε, καὶ τὴν σὴν ἀσπαζόμεθα Ἅλυσιν, ἣν ὡς κακοῦργος ἔφερες, ἀναιρῶν τῆς κακίας τὸν ἀρχηγέτην, καὶ δεσμῶν τοῖς δεσμοῖς σου Ἀπόστολε.Ἀκλονήτῳ σου πέτρα τῆς πίστεως, συντηρῶν Ἐκκλησίας τὸ πλήρωμα, τὰ διὰ μέσου σκάνδαλα ἀποδίωξον Πέτρε, καὶ εἰρηναίαν, ἐξαιτοῦ ταύτῃ μάκαρ κατάστασιν.Τὰ δεσμὰ καὶ τὸ πάθος τὸ ἄχραντον, τοῦ δεσμεύσαντος ᾅδην καὶ θάνατον, περιφανῶς ἐκήρυξας· διὰ τοῦτο Παμμάκαρ τὴν λύσιν σου, ἀσπαζόμενοι ἁγιαζόμεθα.ΤριαδικὸνὩς τὰ ἄνω βοήσωμεν τάγματα, τρισαγίοις φωναῖς τὸν παναίτιον, Πατέρα νῦν δοξάζοντες, καὶ Υἱὸν καὶ τὸ Πνεῦμα, μίαν οὐσίαν, μίαν δύναμιν, μίαν ἐνέργειαν.ΘεοτοκίονΝοητὴν σε λυχνίαν προέγραψεν, ὁ Προφήτης τὸ θεῖον λαμπάδιον, Θεογεννῆτορ φέρουσαν, τὸ φωτίσαν τοὺς πρώην, ἐσκοτισμένους, τῶν κακῶν ταῖς πολλαῖς ἀμαυρώσεσι.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Λυτρωτὰ τοῦ παντὸς Παντοδύναμε, τοὺς ἐν μέσῳ φλογὸς εὐσεβήσαντας, συγκαταβὰς ἐδρόσισας, καὶ ἐδίδαξας μέλπειν· Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον».
Κανών α', ᾨδὴ θ', τοῦ Ἀποστόλου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων φύσις γεραίρουσα, τὴν Ἱερὰν πανήγυριν τῆς Θεομήτορος, καὶ βοάτω· Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνὴ ἀειπάρθενε».Ὅλος γλυκασμός, ὑπάρχεις Ἀπόστολε ἀνευφημούμενος, πάσης θυμηδίας τε, πεπληρωμέναι αἱ πανηγύρεις σου· διὸ καὶ νῦν τοὺς δούλους σου, εὔφρανον ἁγίασον, καὶ φαιδρῶς ἑορτάσαι ἀξίωσον.Θραῦσον τὴν ἰσχύν, τῶν ἐθνῶν Ἀπόστολε, τῶν πολεμούντων ἡμᾶς, καὶ τῷ Βασιλεῖ ἡμῶν, ἀμάχῳ σθένει σου καθυπόταξον, ἐν χειροπέδαις ἄρχοντας, αὐτῶν τῇ πόλει σου, θριαμβεύων, ἔνθα σου ἡ Ἅλυσις, τῶν ἀχράντων χειρῶν νῦν τετίμηται.Ὄντως ἀληθεῖς, οἱ λόγοι σου Δέσποτα, οὓς ἀπεφήνω εἰπών· ὁ πιστεύων εἰς ἐμέ, καὶ μείζονά μου ἔργα ἐργάσεται· ἰδοὺ γὰρ ὁ Ἀπόστολος, καὶ ζῶν τὰ πάθη σκιᾷ, ἐξιᾶτο, καὶ νῦν τοὶς κλοιοῖς αὐτοῦ, τὰ ποικίλα ἐργάζεται θαύματα.ΤριαδικὸνὝψιστε Πατήρ, Υἱὲ καὶ Παράκλητε, Τριὰς ὁμότιμε, ταῖς τοῦ Κορυφαίου σου, τῶν Ἀποστόλων Πέτρου δεήσεσι, τῷΒασιλεῖ συμμάχησον, ἐν τοῖς πολέμοις ἀεί, τῇ δὲ Πόλει, ἄσειστον ἀκλόνητον, εἰρηναίαν παράσχου κατάστασιν.ΘεοτοκίονἍπαντες βροτοί, ὑμνεῖν ἀποροῦντές σου, τὸ ξένον λόχευμα, τὸν τοῦ καταπτάντος σοι, Ἀγγέλου λόγον χαίροντες ᾄδομεν· Χαίροις βροτῶν ἡ λύτρωσις, τῶν πενομένων τροφή· τῶν δαιμόνων, χαίροις ἀμυντήριον, χαίροις σπίλων ἐμῶν καθαρτήριον.
Κανών β', ᾨδὴ θ', Ἕτερος τοῦ Ἀποστόλου
Ἦχος δ'
Ὁ τόκος σου ἄφθορος ἐδείχθη ΤΟ ΑΚΟΥΤΕ
Ἰδεῖν ἠξιώθης τὰ μακρόθεν, πιστῶς ἐλπιζόμενά σοι Πέτρε, καὶ καμάτων τὰ γέρα ἐκ Θεοῦ, τοῦ φιλανθρώπου χαίρων κομίζῃ· οὗ τῇ σαρκί σου, πάθος θεῖον ἐξεικόνισας.Ὡς θεῖος κλειδοῦχος βασιλείας, τὰς ταύτης ὑπάνοιξον εἰσόδους, τοῖς πιστῶς σε τιμῶσιν ἐπὶ γῆς, καὶ τὴν σεπτήν σου ἀσπαζομένοις, Ἅλυσιν Πέτρε, ἣν δεσμούμενος ἐφόρεσας.Συνὼν τῷ Υἱῷ ἐν Θαβωρίῳ, φωνῆς Πατρικῆς αὐτὸν δηλούσης, ἠξιώθης ἀκοῦσαι τοῦ σεπτοῦ, Πνεύματος Πέτρε, σοῦ τὴν καρδίαν, κεκαρμένην παραδόξως καταυγάσαντος.Ἡμῖν τοῖς ἐκ πόθου σε τιμῶσι, καὶ τὴν Ἅλυσιν ἀσπαζομένοις, μεθ' ἦς Πέτρε ἐδέθης ἱλασμόν, καὶ ὀφλημάτων αἴτησαι λύσιν, καὶ βασιλείας, οὐρανίου τὴν ἀπόλαυσιν.ΘεοτοκίονΦωτὸς οἰκητήριον ἐγένου· διὸ φωταγώγησόν με Κόρη, ἀμαυρούμενον πάσαις τοῦ ἐχθροῦ, ταῖς ἐπηρείαις· ὅπως ἐν πίστει σε Παναγία, μεγαλύνω Μητροπάρθενε.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ὁ Τόκος σου ἄφθορος ἐδείχθη, Θεὸς ἐκ λαγόνων σου προῆλθε, σαρκοφόρος ὃς ὤφθη ἐπὶ γῆς, καὶ τοῖς ἀνθρώποις συνανεστράφη· σὲ Θεοτόκε, διὸ πάντες μεγαλύνομεν».
Ἐξαποστειλάριον
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Οὐ σάρξ καὶ αἷμα Πέτρε σοι, ἀλλ' ὁ Πατὴρ ἐνέπνευσε, θεολογῆσαι τὸν Χριστόν, Υἱὸν Θεοῦ Πατρὸς ζῶντος· διὸ σε καὶ μακάριον, αὐτὸς προεμαρτύρατο, καὶ φερωνύμως κέκληκε, Πέτρον ὡς πέτραν ἀρραγῆ, καὶ βάσιν τῆς Ἐκκλησίας.
Θεοτοκίον
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Παρθένος παναμώμητος, σὺ ἐγνώσθης καὶ Μήτηρ, ὡς Θεόν τε καὶ ἄνθρωπον, ὑπὲρ φύσιν τεκοῦσα, καὶ σωτηρία γέγονεν, ἡ κυοφορία σου, τοῖς μελῳδοῦσιν ἐκ πόθου. Δόξα πρέπει τιμή τε, καὶ προσκύνησις Τριάδι, τῇ ἀστέκτῳ καὶ θείᾳ.
Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν Στίχ. Προσόμοια.
Στιχηρὰ Προσόμοια
Ἦχος πλ. β'
Τριήμερος ἀνέστης Χριστὲ ΤΟ ΑΚΟΥΤΕ
Τοὺς πόνους τοῦ κηρύγματος, τιμῶντές σου πανεύφημε, Κορυφαῖε, καὶ τὴν Ἅλυσιν πιστῶς, προσκυνοῦντες ὑμνοῦμεν, Χριστὸν τὸν ζωοδότην, τὸν εὐεργέτην τῶν ψυχῶν ἡμῶν. (Δίς)
Ἦχος πλ. β'
Ὡς ἐκ τῆς ἀθεΐας βυθοῦ, ἀνήγαγες πανεύφημε τῷ ἀγκίστρῳ, τοῦ κηρύγματος βροτούς, καὶ ἡμᾶς ἀθυμίας, ἀνάγαγε πρεσβείαις, Πέτρε ταῖς σαῖς, πόθῳ ὑμνοῦντάς σε.
Ἦχος πλ. β'
Πρεσβείαις σου ὡς θείαις κλεισί, Πανεύφημε εὐτρέπισον οὐρανίους, τὰς εἰσόδους καὶ ἡμῖν, τὰς πύλας διανοίξας, ὡς ἔχων παρρησίαν, τοῖς Κορυφαῖόν σε δοξάζουσι.
Δοξαστικὸν
Ἦχος δ'
Τῷ τριττῷ τῆς ἐρωτήσεως, τῷ Πέτρε φιλεῖς με, τὸ τριττὸν τῆς ἀρνήσεως, ὁ Χριστὸς διωρθώσατο, διὸ καὶ πρὸς τὸν κρυφιογνώστην ὁ Σίμων· Κύριε πάντα γινώσκεις, τὰ πάντα ἐπίστασαι, σὺ οἶδας ὅτι φιλῶ σε. Ὅθεν πρὸς αὐτὸν ὁ Σωτήρ· Ποίμαινε τὰ πρόβατά μου, ποίμαινε τὴν ἐκλογάδα μου, ποίμαινε τὰ ἀρνία μου, ἃ ἐν τῷ ἰδίῳ αἵματι περιεποιησάμην εἰς σωτηρίαν. Αὐτὸν ἱκέτευε θεομακάριστε Ἀπόστολε, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.
Θεοτοκίον
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσιν ΤΟ ΑΚΟΥΤΕ
Ὡς πρεσβείαν ἀκοίμητον, καὶ παράκλησιν ἔμμονον, κεκτημένη Πάναγνε πρὸς τὸν Κύριον, τοὺς πειρασμοὺς κατακοίμησον, τὰ κύματα πράυνον, τῆς ἀθλίας μου ψυχῆς, καὶ ἐν θλίψει ὑπάρχουσαν, τὴν καρδίαν μου, παρακάλεσον Κόρη δυσωπῶ σε, καὶ χαρίτωσον τὸν νοῦν μου, ὅπως ἀξίως δοξάζω σε.
Σταυροθεοτοκίον
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσιν ΤΟ ΑΚΟΥΤΕ
Τὸν Ἀμνὸν καὶ Ποιμένα σε, ἐπὶ ξύλου ὡς ἔβλεψεν, ἡ Ἀμνὰς ἡ τέξασα ἐπωδύρετο, καὶ μητρικῶς σοι ἐφθέγγετο. Υἱὲ ποθεινότατε, πῶς ἐν ξύλῳ τοῦ Σταυροῦ, ἀνηρτήθης μακρόθυμε; πῶς τὰς χεῖράς σου, καὶ τοὺς πόδας σου Λόγε προσηλώθης, ὑπ᾿ ἀνόμων καὶ τὸ αἷμα, τὸ σὸν ἐξέχεας Δέσποτα;
Μεγάλη Δοξολογία
Ἀπόστιχα
Δοξαστικὸν
Ἦχος δ'
Ἀνατολίου
Ἀξίως εἴληφας ἐκ Θεοῦ τὰ χαρίσματα, σοφὲ Ἀπόστολε, πέτρα τῆς πίστεως· ἀνθ᾿ ὧν τὸ αἷμά σου τῷ Κτίστῃ, ὡς γλύκιον ἔδεσμα προσήγαγες πανεύφημε, καὶ κλειδοῦχος χάριτι τῶν οὐρανίων πυλῶν, πᾶσιν ἀναδέδειξαι, τοῖς πίστει εὐφημοῦσί σε.
Θεοτοκίον
Ἦχος δ'
Ἔδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕ
Ζόφος φοβερώτατος, ὁ τοῦ θανάτου Θεόνυμφε, τὴν ψυχὴν κατατρύχει μου, τὸ δὲ λογοθέσιον, ἐξιστᾶν καὶ τρέμειν, ἀεὶ τῶν δαιμόνων παρασκευάζει ἀγαθή· ἐξ ὧν με ῥῦσαι τῇ δυναστείᾳ σου, Παρθένε ἀπειρόγαμε, καὶ πρὸς λιμένα σωτήριον, καὶ πρὸς φῶς τὸ ἀνέσπερον, τῶν Ἁγίων κατάταξον.
Σταυροθεοτοκίον
Ἦχος δ'
Ἔδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕ
Νεκρούμενον βλέπουσα, Χριστὸν ἡ πάναγνος Δέσποινα, καὶ νεκροῦντα τὸν δόλιον, ὠλόλυζε κράζουσα, πικρῶς τῷἐκ σπλάγχνων, αὐτῆς προελθόντι, καὶ τὸ μακρόθυμον αὐτοῦ ἀποθαυμάζουσα κατεπλήττετο· Τέκνον μου ποθεινότατον, μὴ ἐπιλάθῃ τῆς δούλης σου, μὴ βραδύνῃς Φιλάνθρωπε, τὸ ἐμὸν καταθύμιον.
Τυπικὰ καὶ ἀπὸ τοῦ Κανόνος τοῦ Ἀποστόλου ᾨδὴ γ' καὶ ς'.
ΚοινωνικὸνΕἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Ἀλληλούϊα.
| TA ΜΗΝΑΙΑ | Ιανουάριος | 16 |
Jan 17
Τῌ ΙΖ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥΜνήμη τοῦ Ὁσίου καὶ Θεοφόρου Πατρὸς ἡμῶν Ἀντωνίου τοῦ Μεγάλου.
ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
Ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.
Ἦχος β'
Ὅτε, ἐκ τοῦ ξύλου σε νεκρὸν ΤΟ ΑΚΟΥΤΕ
Ὅτε, ἐν τῷ μνήματι σαυτόν, χαίρων περιέκλεισας Πάτερ, ὑπὲρ ἀγάπης Χριστοῦ, φέρων σταθερώτατα, τὰς τῶν δαιμόνων ποινάς, προσευχῇ δὲ καὶ χάριτι, ἀπέδειξας τούτων, πάχνης ἀδρανέστερα, τὰ βουλευτήρια· τότε ἐπεκρότησαν τάξεις, τῶν Ἀγγέλων κράζουσαι.· Δόξα, τῷ ἐνδυναμοῦντί σε Ἀντώνιε. (Δίς)
Ἦχος β'
Ἄλλος, ἀνεδείχθης Ἠλιού, ἔχων τοὺς κλεινοὺς φοιτητάς σου, ὡς Ἐλισαῖον σοφέ, οἷς περ καὶ τὴν χάριν σου, διπλῆν κατέλιπες, ἁρπαγεὶς ὡς ἐν ἅρματι, αἰθέριος Πάτερ· ὅθεν ζῶν τῷ πνεύματι, νῦν συναγάλλῃ αὐτοῖς, πάντων μνημονεύων παμμάκαρ, τῶν ἐπιτελούντων σου πόθῳ, τὴν σεπτὴν πανήγυριν Ἀντώνιε.
Ἦχος β'
Ὥσπερ, ὁ θεόπτης Μωϋσῆς, γνόφῳ νοητῷ ὑπεισῆλθες, θεωριῶν ἀληθῶς, αὖθις δὲ κατώπτευσας, ὃν περ ἐπόθεις τρανῶς· δοξασθεὶς δὲ τὸ πρόσωπον, τῇ αἴγλῃ ἐκείνου, Πάτερ καθωδήγησαι, εἰς σωτηρίου μονάς· ὅθεν συνελθόντες Θεόφρον, χαίροντες κραυγάζομεν· Δόξα, τῷ σὲ ἐνισχύσαντι Θεῷ ἡμῶν.
Δόξα... Ἦχος β'
Τὸν ἐπὶ γῆς Ἄγγελον, καὶ ἐν οὐρανοῖς ἄνθρωπον Θεοῦ, τοῦ κόσμου τὴν εὐκοσμίαν, τὴν τρυφὴν τῶν ἀγαθῶν καὶ τῶν ἀρετῶν, τῶν Ἀσκητῶν τὸ καύχημα, Ἀντώνιον τιμήσωμεν· πεφυτευμένος γὰρ ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, ἐξήνθησε δικαίως, καὶ ὡσεὶ κέδρος ἐν ἐρήμῳ, ἐπλήθυνε τὰ ποίμνια Χριστοῦ, τῶν λογικῶν προβάτων, ἐν ὁσιότητι καὶ δικαιοσύνῃ.
Καὶ νῦν... Ἦχος β'
Ἀδιόδευτε πύλη, μυστικῶς ἐσφραγισμένη, εὐλογημένη Θεοτόκε, δέξαι τὰς δεήσεις ἡμῶν, καὶ προσάγαγε τῶ σῷ Υἱῷ καὶ Θεῷ, ἵνα σώσῃ διὰ σοῦ τὰς ψυχὰς ἡμῶν.
Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.
Ἦχος β'
Οἶκος τοῦ Ἐφραθᾶ ΤΟ ΑΚΟΥΤΕ
Ὤφθης ἐκ μητρικῶν, σπαργάνων θεοφόρε, ἡγιασμένον σκεῦος, Ἀντώνιε καὶ οἶκος, τοῦ Παναγίου Πνεύματος. Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ.
Ἦχος β'
Δόλους τῶν πονηρῶν, δαιμόνων θριαμβεύσας, τῇ τοῦ Σταυροῦ δυνάμει, ἐτράνωσας τὴν δόξαν, Χριστοῦ Πάτερ Ἀντώνιε. Στίχ. Μακάριος ἀνήρ, ὁ φοβούμενος τὸν Κύριον.
Ἦχος β'
Ἤρθης ὡς Ἠλιού, ἐν ἅρματι πυρίνῳ, καὶ συνεκράθης μάκαρ, ἀμέσως τῇ Τριάδι, Ἀντώνιε παγκόσμιε.
Θεοτοκίον, Ἦχος β'
Οἶκος τοῦ Ἐφραθᾶ ΤΟ ΑΚΟΥΤΕ
Ἄνω σε οἱ χοροί, Θεοτόκε Παρθένε, ὑμνοῦσι σὺν τοῖς κάτω, δοξάζοντες ἀπαύστως, τὸν Τόκον σου τὸν ἄχραντον.
Ἀπολυτίκιον
Ἦχος δ'
Τὸν ζηλωτὴν Ἠλίαν τοῖς τρόποις μιμούμενος, τῷ Βαπτιστῇ εὐθείαις ταῖς τρίβοις ἑπόμενος, Πάτερ Ἀντώνιε, τῆς ἐρήμου γέγονας οἰκιστής, καὶ τὴν οἰκουμένην ἐστήριξας εὐχαῖς σου· διὸ πρέσβευε Χριστῷ τῶ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Στιχολογοῦμεν τὴν α' Στάσιν τοῦ Μακάριος ἀνήρ, Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.
Στιχηρὰ Προσόμοια τοῦ Ὁσίου
Ἦχος δ'
Ὁ ἐξ ὑψίστου κληθεὶς ΤΟ ΑΚΟΥΤΕ
Ὁ φωτισθεὶς ταῖς τοῦ Πνεύματος ἀκτῖσιν, ὅτε σε ὁ ἔνθεος ἔρως ἀνέφλεξε, καὶ τὴν ψυχὴν ἀνεπτέρωσεν, αὐτὸ ποθῆσαι, τὸ τῆς ἀγάπης ὄντως ἀκρότατον, τότε κατεφρόνησας, σαρκὸς καὶ αἵματος, καὶ ἔξω κόσμου γεγένησαι, πολλῇἀσκήσει, καὶ ἡσυχίᾳ τούτῳ ἑνούμενος· ὅθεν ἐπλήσθης, ὡς ἐζήτησας, τῶν ἐκεῖθεν καλῶν καὶ ἀνέλαμψας, ὡς Ἀστὴρ καταυγάζων, τὰς ψυχὰς ἡμῶν Ἀντώνιε. (Δίς)
Ἦχος δ'
Ὁ τῶν δαιμόνων τὰ τόξα καὶ τὰ βέλη, συντρίψας τῇ χάριτι, τοῦ θείου Πνεύματος, καὶ τὴν κακίαν καὶ ἔνεδραν, αὐτῶν τοῖς πᾶσι, δηλοποιήσας θείοις διδάγμασι, ταῖς θείαις λαμπρότησι καταστραπτόμενος, τῶν Μοναστῶν διαυγέστατος, φωστὴρ ἐγένου, καὶ τῆς ἐρήμου πρῶτος διάκοσμος, καὶ τῶν νοσούντων ἐμπειρότατος, καὶ σεπτὸς ἰατρὸς καὶ ἀρχέτυπος, χαρακτὴρ ἐναρέτου, ἀγωγῆς Πάτερ Ἀντώνιε. (Δίς)
Ἦχος δ'
Ὁ χαρισμάτων ἐνθέων πεπλησμένος, σὲ ὡς ἀκηλίδωτον, ἔσοπτρον Πάτερ εὑρών, Χριστὸς τῶν θείων ἐμφάσεων, λαμπρὰς οἰκείου, μαρμαρυγὰς φωτὸς σοι ἐξήστραψεν· ἐντεῦθεν ἰάσεων, ἄφθονος ὤφθης πηγή, διατροφή τε λιμώττουσι, καὶ τῶν διψώντων, δι᾿ ἑπομβρίας ἄρδων τὴν ἔφεσιν· τὰς ψυχικὰς δὲ διαθέσεις ὁρῶν, σοῦ τῷ λόγῳ σοφῶς ἐβελτίους Θεῷ· ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.
Ἦχος δ'
Ὁ καθαρὸς τὴν ψυχὴν καὶ τὴν καρδίαν, Ἄγγελος ἐπίγειος, βροτὸς οὐράνιος, τῆς παρθενίας διδάσκαλος, τῆς ἐγκρατείας, ἠκριβωμένη στάθμη Ἀντώνιε· συνών τῷ Δεσπότῃ σου, καὶ τὴν ἀσίγητον δοξολογίαν μακάριε, σὺν τοῖς Ἀγγέλοις, καὶ τοῖς Ὁσίοις πᾶσι καὶ Μάρτυσι, τούτῳ προσάγων, τοὺς τελοῦντάς σου, τὴν ἱερὰν μνήμην πάντοτε, χαλεπῶν ἐκ κινδύνων, καὶ πταισμάτων ἐλευθέρωσον.
Δοξαστικὸν
Ἦχος πλ. β'
Συκεώτου
Τὸ κατ᾿ εἰκόνα τηρήσας ἀλώβητον, νοῦν ἡγεμόνα κατὰ παθῶν ὀλεθρίων, ἀσκητικῶς ἐνστησάμενος, εἰς τὸ καθ᾿ ὁμοίωσιν ὡς δυνατὸν ἀνελήλυθας· ἀνδρικῶς γὰρ τήν φύσιν ἐκβιασάμενος, ἔσπευσας τὸ χεῖρον, καθυποτάξαι τῷκρείττονι, καὶ τὴν σάρκα δουλῶσαι τῷ πνεύματι· ὅθεν μοναζόντων, ἀνεδείχθης ἀκρότης, πολιστὴς τῆς ἐρήμου, εὐδρομούντων ἀλείπτης, κανὼν ἀρετῆς ἀκριβέστατος· καὶ νῦν ἐν οὐρανοῖς, τῶν ἐσόπτρων λυθέντων Ἀντώνιε, καθαρῶς ἐποπτεύεις τὴν ἁγίαν Τριάδα, ἐντυγχάνων ἀμέσως, ὑπὲρ τῶν πίστει καὶ πόθῳ τιμώντων σε.
Θεοτοκίον
Ἦχος πλ. β'
Τὶς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τὶς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον ; ὁ γὰρ ἀχρόνως ἐκ Πατρός, ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς· οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα(Κεφ. 3, 19) Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἑλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δὲ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται. Ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τούς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτῷ, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα(Κεφ. 5, 1523 & 6, 13) Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷβραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν, συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως, ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς. Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε, μάθετε, δικασταί, περάτων γῆς, ἐνωτίσασθε, οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις Ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα(Κεφ. 4, 715) Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δὲ ἐστι φρόνησις ἀνθρώποις· καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος ἠγαπήθη, καὶ μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχήν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γάρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ, διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Εἰς τὴν Λιτήν, Στιχηρὰ Ἰδιόμελα.Ἦχος β'Τοῦ ΣτουδίτουἈσκητικὸν γυμνάσιον, συγκροτήσας ἐπὶ γῆς, Ὅσιε Ἀντώνιε, τὰς τῶν παθῶν προσβολὰς ἐν τῇ ῥοῇ τῶν δακρύων σου, πάσας ἀπήμβλυνας, καὶ κλῖμαξ θεία καὶ σεπτή, εἰς οὐρανοὺς ἀνάγουσα, τοῖς πᾶσιν ἐγνωρίσθη, ὁ θεόληπτος βίος σου· εὐσεβείας γὰρ καρπούς, ἐν αὐτῷ ἐνδειξάμενος, ἰατρεύεις δι᾿ αὐτῶν, τὰς ἀσθενείας τῶν παθῶν, τῶν πιστῶς ἐκβοώντων σοι· Χαίροις τῆς Ἑῴας ἀστὴρ χρυσαυγέστατε, καὶ τῶν Μοναζόντων λαμπαδοῦχε καὶ ποιμήν. Χαίροις ἀοίδιμε, τὸ τῆς ἐρήμου κάλλιστον θρέμμα, καὶ τῆς Ἐκκλησίας ἀκράδαντον ἔρεισμα. Χαίροις τῶν πλανωμένων, ὁ μέγας ὁδηγός· Χαίροις τὸ ἡμέτερον καύχημα, καὶ τῆς οἰκουμένης φαιδρὸν ἀγαλλίαμα.Ὁ αὐτὸςΤὸν ἐπὶ γῆς Ἄγγελον, καὶ ἐν οὐρανοῖς ἄνθρωπον Θεοῦ, τοῦ κόσμου τὴν εὐκοσμίαν, καὶ τὴν τρυφὴν τῶν ἀγαθῶν καὶ τῶν ἀρετῶν, τῶν Ἀσκητῶν τὸ καύχημα, Ἀντώνιον τιμήσωμεν· πεφυτευμένος γὰρ ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, ἐξήνθησε δικαίως, καὶ ὡσεὶ κέδρος ἐν ἐρήμῳ, ἐπλήθυνε τὰ ποίμνια Χριστοῦ, τῶν λογικῶν προβάτων, ἐν ὁσιότητι καὶ δικαιοσύνῃ.Ὁ αὐτὸςὍσιε Πάτερ, ἐκ βρέφους τὴν ἀρετὴν ἐπιμελῶς ἀσκήσας, ὄργανον γέγονας τοῦ Ἁγίου Πνεύματος, καὶ παρ᾿ αὐτοῦ λαβών, τῶν θαυμάτων τὴν ἐνέργειαν, ἔπεισας τούς ἀνθρώπους, καταφρονεῖν τῶν ἠδέων, νῦν δὲ τῶ θείῳ φωτί, καθαρώτερον ἐλλαμπόμενος, φώτισον καὶ ἡμῶν τὰς διανοίας, Πάτερ Ἀντώνιε.Ἦχος γ' ἈνατολίουὍσιε Ἀντώνιε, τῆς στερροτάτης ἀσκήσεως, τὴν καυστικὴν καὶ εὔψυχον διατριβήν, ὡς ἐν ἀΰλοις ἀναπαυόμενος ἐτέλεσας· τοῖς ἐρημοτέροις γάρ, σεαυτὸν συνάψας πνευματικῶς, τὰς πυριφλέκτους φαρέτρας τῶν δαιμόνων κατεπάτησας· καὶ ὑπεράνω πάσης ἀρετῆς γεγονὼς, συναυλίζῃ Ἀγγέλοις, ἐν τῇ Βασιλείᾳ τῶν οὐρανῶν. Διὸ πρέσβευε Χριστῷ τῶ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.Δόξα... Ἦχος πλ. α'Ὅσιε Πάτερ, τῆς φωνῆς τοῦ Εὐαγγελίου τοῦ Κυρίου ἀκούσας, τὸν κόσμον κατέλιπες, τὸν πλοῦτον καὶ τὴν δόξαν, εἰς οὐδὲν λογισάμενος· ὅθεν πάσιν ἐβόας· Ἀγαπήσατε τὸν Θεόν, καὶ εὑρήσετε χάριν αἰώνιον· μηδὲν προτιμήσητε τῆς ἀγάπης αὐτοῦ· ἵνα ὅταν ἔλθῃ ἐν τῇ δόξῃ αὐτοῦ, εὔρητε ἀνάπαυσιν μετὰ πάντων τῶν Ἁγίων, οὗ ταῖς ἱκεσίαις Χριστέ, φύλαξον, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.Καὶ νῦν... ΘεοτοκίονΜακαρίζομέν σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον τὸ τεῖχος τὸ ἄρρηκτον, τὴν ἀρραγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.
Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.Ἦχος πλ. α'Χαίροις ἀσκητικῶν ΤΟ ΑΚΟΥΤΕΧαίροις τῶν ἀσκητῶν ἀρχηγός, γεγενημένος καὶ ἀήττητος πρόμαχος· παθῶν γὰρ ἐκτέμνων ῥίζας, καὶ τῶν δαιμόνων ὁρμάς, ὑποστὰς ἀνδρείως ἐθριάμβευσας, αὐτῶν τήν ἀσθένειαν, καὶ ψυχόλεθρον πλάνησιν, τὴν τοῦ Σταυροῦ δέ, τοῦ Σωτῆρος ἐνέργειαν, καὶ ἀνίκητον, ἐφανέρωσας δύναμιν· ἣν καὶ περιζωσάμενος, ἐνίκησας ἅπαντας, τοὺς ἀθετοῦντας τὴν θείαν, διὰ σαρκὸς ἐπιφάνειαν, Χριστοῦ· ὃν δυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ.Στῦλος φωτοειδὴς ἀρεταῖς, ἐστηριγμένος, καὶ νεφέλη σκιάζουσα, ἐγένου τοῖς ἐν ἐρήμῳ, πρὸς οὐρανὸν ἀπὸ γῆς, τὸν Θεὸν ὁρώντων προηγούμενος· Σταυροῦ βακτηρία, τὴν τῶν παθῶν ῥήξας θάλασσαν· τὸν νοητὸν δέ, Ἀμαλὴκ τροπωσάμενος, ἀνεμπόδιστον, τὴν οὐράνιον ἄνοδον, εὗρες θεομακάριστε, καὶ κλῆρον ἀκήρατον, σὺν Ἀσωμάτοις τῷθρόνῳ, περιχαρῶς παριστάμενος, Χριστοῦ· ὃν δυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.Στίχ. Μακάριος ἀνήρ, ὁ φοβούμενος τὸν Κύριον.Χαίροις ἀγγελικαῖς ὁμιλῶν, χοροστασίαις ἐν ὑψίστοις Ἀντώνιε· τὸν βίον γὰρ τούτων Πάτερ, ἐπὶ τῆς γῆς ἀληθῶς, ἀρετὴν ἀσκήσας πεπολίτευσαι, φανεὶς καθαρώτατον, ἀκηλίδωτον ἔσοπτρον, ἀκτινοβόλους, ἀστραπὰς εἰσδεχόμενον, τὰς τοῦ Πνεύματος, τοῦ Ἁγίου πανόλβιε· ὅθεν καταυγαζόμενος, ἑώρας τὰ μέλλοντα, πάντα προλέγων ἐκ θείας, φωτοφανείας μυούμενος, Χριστοῦ· ὃν δυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Δοξαστικὸν
Ἦχος πλ. δ'
Συκεώτου
Τῶν Μοναστῶν τὰ πλήθη, τὸν καθηγητὴν σε τιμῶμεν Ἀντώνιε· διὰ σοῦ γὰρ τὴν τρίβον, τὴν ὄντως εὐθεῖαν, πορεύεσθαι ἔγνωμεν. Μακάριος εἶ, τῷ Χριστῷ δουλεύσας, καὶ ἐχθροῦ θριαμβεύσας τὴν δύναμιν. Ἀγγέλων συνόμιλε, τοῦ Παύλου συμμέτοχε τοῦ Θηβαίου· μεθ᾿ ὧν πρέσβευε τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον
Ἦχος πλ. δ'
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ Ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα, καθαρισμὸν τῶν πταισμάτων. Νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Ἀπολυτίκιον
Ἦχος δ'
Τὸν ζηλωτὴν Ἠλίαν τοῖς τρόποις μιμούμενος, τῷ Βαπτιστῇ εὐθείαις ταῖς τρίβοις ἑπόμενος, Πάτερ Ἀντώνιε, τῆς ἐρήμου γέγονας οἰκιστής, καὶ τὴν οἰκουμένην ἐστήριξας εὐχαῖς σου· διὸ πρέσβευε Χριστῷ τῶ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα
Ἦχος πλ. δ'
Τὴν Σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ
Τὴν ψυχήν σου δεσμεύσας πόθῳ Χριστοῦ, τὰ γεώδη μισήσας πάντα σαφῶς, ηὐλίσθης Πάτερ Ὅσιε, ἐν ἐρήμοις καὶ ὄρεσι· τοῦ γνωστικοῦ γὰρ ξύλου, γευσάμενος ἔνδοξε, ὡς ἐξ ἀδύτων μύστης, ἀγγελικῶς διέλαμψας· ὅθεν καὶ τὸν γνόφον, διαβὰς τῆς σαρκός σου, τὸ σκότος ἐδίωξας, τῶν δαιμόνων μακάριε, Μοναζόντων ὁ πρόκριτος. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν Ἁγίαν μνήμην σου. Δόξα... τὸ αὐτὸ Καὶ νῦν... ΘεοτοκίονΤὴν Σοφίαν καὶ Λόγον ἐν σῇ γαστρί, συλλαβοῦσα ἀφλέκτως Μήτηρ Θεοῦ, ἀφράστως ἀπεκύησας, τὸν τὰ πάντα ποιήσαντα· καὶ ἐν ἀγκάλαις ἔσχες, τὸν πάντα κατέχοντα, καὶ ἐκ μαζῶν ἐθήλασας, τὸν κόσμον ἐκτρέφοντα· ὅθεν δυσωπῶ σε, Παναγία Παρθένε, ῥυσθῆναι πταισμάτων μου, ὅταν μέλλω παρίστασθαι, πρὸ προσώπου τοῦ Κτίστου μου. Δέσποινα Παρθένε ἁγνή, τὴν σὴν βοήθειαν τότε παράσχου μοι· καὶ γὰρ δύνασαι, ὅσα θέλεις Πανάχραντε.
Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα
Ἦχος πλ. α'
Τὸν συνάναρχον Λόγον ΤΟ ΑΚΟΥΤΕ
Τὸν Ἀσκητὴν τοῦ Κυρίου ὕμνοις τιμήσωμεν, ὡς νεκρώσαντα πάσας τὰς προσβολὰς τῶν παθῶν, δι᾿ ἐγκρατείας καὶ στερρᾶς ὑπομονῆς ἀληθῶς, καὶ καταισχύναντα σφοδρῶς, τὸν ἀντίπαλον ἐχθρόν, καὶ πάσας τούτου ἐπάρσεις· καὶ νῦν πρεσβεύοντα τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν. Δοξα... τὸ αὐτὸ Καὶ νῦν... ΘεοτοκίονΧαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, ἣν προεκήρυξαν πάντες οἱ δικαιότατοι, καὶ ὁ Προφήτης Δανιήλ, Ὄρος ἀλάξευτον, καὶ Δαυῒδ ὁ μελῳδός, σὺν Μωϋσεῖ καὶ τοῖς λοιποίς, Βάτον καὶ Στάμνον καὶ Ῥάβδον, Νεφέλην Πύλην καὶ θρόνον, μέγα Ὄρος ἀναδειχθεῖσαν ἡμῖν.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα
Ἦχος πλ. δ'
Τὴν Σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ
Τοὺς θορύβους τοῦ βίου καταλιπών, τὸν σταυρόν σου ἐπ᾿ ὤμων ἀναλαβών, ὅλον ἀνατέθεικας, σεαυτὸν τῷ Κυρίῳ σου· καὶ σαρκὸς ἔξω Πάτερ, καὶ κόσμου γενόμενος, τοῦ Ἁγίου γέγονας, συνόμιλος Πνεύματος· ὅθεν καὶ πρὸς ζῆλον, τοὺς λαοὺς διεγείρων, τὰς πόλεις ἐκένωσας, τὰς ἐρήμους ἐπόλισας, θεοφόρε Ἀντώνιε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.Δόξα... Ἦχος δ'Ἐπεφάνης σήμερον ΤΟ ΑΚΟΥΤΕΤῷ φωτὶ λαμπομενος, τῷ ἀπροσίτῳ, ὡς ἀστὴρ ἐξέλαμψας, ἐν ταῖς ἐρήμοις, διδαχαῖς, καταφωτίζων Ἀντώνιε, τοὺς ἀδιστάκτῳ ψυχῇ προσιόντας σοι.Καὶ νῦν... ΘεοτοκίονἘπελεύσει Πνεύματος, τοῦ Παναγίου, τοῦ Πατρὸς τὸν σύνθρονον, καὶ ὁμοούσιον φωνῇ, Ἁγνὴ Ἀγγέλου συνέλαβες, Θεοκυῆτορ, Ἀδὰμ ἡ ἀνάκλησις.
Προκείμενον Ἦχος δ'Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.Στίχ. Τὶ ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκεν ἡμῖν.
Δόξα... Ταῖς τοῦ σοῦ Ὁσίου...Καὶ νῦν... Ταῖς τῆς Θεοτόκου...Ἰδιόμελον Ἦχος πλ. β'Ὅσιε Πάτερ, εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος τῶν κατορθωμάτων σου, δι᾿ ὧν ἐν τοῖς οὐρανοῖς, εὗρες μισθὸν τῶν καμάτων σου. Τῶν δαιμόνων ὤλεσας τὰς φάλαγγας, τῶν Ἀγγέλων ἔφθασας τὰ τάγματα, ὧν τὸν βίον ἀμέμπτως ἐζήλωσας. Παρρησίαν ἔχων πρὸς Κύριον, εἰρήνην αἴτησαι ταῖς ψυχαῖς ἡμῶν.
Κανών α', ᾨδὴ α', τῆς Θεοτόκου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν αἰγυπτίαν μοχθηρίαν διαφυγών, ὁ Ἰσραηλίτης ἀνεβόα· τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν.Πολλοῖς συνεχόμενος πειρασμοῖς, πρὸς σὲ καταφεύγω, σωτηρίαν ἐπιζητῶν· Ὦ Μῆτερ τοῦ Λόγου καὶ Παρθένε, τῶν δυσχερῶν καὶ δεινῶν με διάσωσον.Παθῶν με ταράττουσι προσβολαί, πολλῆς ἀθυμίας, ἐμπιπλῶσαί μου τὴν ψυχήν, εἰρήνευσον, Κόρη, τῇ γαλήνῃ, τῇ τοῦ Υἱοῦ καὶ Θεοῦ σου, Πανάμωμε.Σωτῆρα τεκοῦσάν σε καὶ Θεόν, δυσωπῶ, Παρθένε, λυτρωθῆναί με τῶν δεινῶν· σοὶ γὰρ νῦν προσφεύγων ἀνατείνω, καὶ τὴν ψυχὴν καὶ τὴν διάνοιαν.Νοσοῦντα τὸ σῶμα καὶ τὴν ψυχήν, ἐπισκοπῆς θείας, καὶ προνοίας τῆς παρὰ σοῦ, ἀξίωσον, μόνη Θεομῆτορ, ὡς ἀγαθὴ ἀγαθοῦ τε λοχεύτρια.
Ὁ Κανὼν τοῦ Ὁσίου εἰς η', οὗ ἡ Ἀκροστιχίς.Ἀντώνιον τὸν θεῖον εὐφημεῖν θέμις.Θεοφάνους.ᾨδὴ α'
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἁρματηλάτην Φαραὼ ἐβύθισε, τερατουργοῦσα ποτέ, Μωσαϊκὴ ῥάβδος, σταυροτύπως πλήξασα, καὶ διελοῦσα θάλασσαν. Ἰσραὴλ δὲ φυγάδα, πεζὸν ὁδίτην διέσωσεν, ᾆσμα τῷ Θεῷ ἀναμέλποντα».Ἀθανασίας καὶ ζωῆς λαβόμενος, τῆς αἰωνίου σαφῶς, καὶ τριλαμποῦς αἴγλης, Πάτερ ἐμφορούμενος, τῷ φωτισμῷ τῆς χάριτος, τὴν ζοφώδη ψυχήν μου, καταυγασθῆναι δυσώπησον, ὅπως ἐπαξίως ὑμνήσω σε.Νέος ὑπάρχων ἡλικίᾳ σώματος, καινὴν ὁδὸν ἀρετῆς, ἀναλαβὼν ταύτην, ἀκινδύνως ὥδευσας, νόμῳ καινῷπειθόμενος, τοῦ Σωτῆρος Τρισμάκαρ, καὶ ζωηφόροις προστάγμασι, τοῦ Εὐαγγελίου ἑπόμενος.Τῇ τρισηλίῳ λαμπηδόνι Πάνσοφε, καταλαμπόμενος, τὸ δυσμενὲς μάκαρ, τῶν δαιμόνων φρύαγμα, καὶ τῶν θηρῶν τὰ χάσματα, αἰκισμῶν τε τοὺς πόνους, ἀράχνης δίκην διέλυσας, θείῳ πυρακτούμενος ἔρωτι.ΘεοτοκίονὩς Θεοῦ Μήτηρ παρρησίαν ἔχουσα, πρὸς τὸν τεχθέντα ἐκ σοῦ, μονογενῆ Λόγον, τὸν Πατρὶ συνάναρχον, καὶ συμφυῆτῷ Πνεύματι, δυσωποῦσα μὴ παύσῃ, κινδύνων σῶσαι Πανάμωμε, τοὺς σὲ Θεοτόκον δοξάζοντας.Καταβασία, Ἦχος γ' ΤΟ ΑΚΟΥΤΕΧέρσον ἀβυσσοτόκον πέδον ἥλιος, ἐπεπόλευσέ ποτε· ὡσεὶ τεῖχος γὰρ ἐπάγη, ἑκατέρωθεν ὕδωρ, λαῷ πεζοποντοποροῦντι, καὶ θεαρέστως μέλποντι. ᾌσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται.
Κανών α', ᾨδὴ γ', τῆς Θεοτόκου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σύ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε.Προστασίαν καὶ σκέπην, ζωῆς ἐμῆς τίθημι, Σέ, Θεογεννῆτορ, Παρθένε, σύ με κυβέρνησον, πρὸς τὸν λιμένα σου, τῶν ἀγαθῶν ἡ αἰτία, τῶν πιστῶν τὸ στήριγμα, μόνη πανύμνητε.Ἱκετεύω, Παρθένε, τὸν ψυχικὸν τάραχον, καὶ τῆς ἀθυμίας τὴν ζάλην, διασκεδάσαι μου· σὺ γάρ, Θεόνυμφε, τὸν ἀρχηγὸν τῆς γαλήνης, τὸν Χριστὸν ἐκύησας, μόνη πανάχραντε.Εὐεργέτην τεκοῦσα, τὸν τῶν καλῶν αἴτιον, τῆς εὐεργεσίας τὸν πλοῦτον, πᾶσιν ἀνάβλυσον· πάντα γὰρ δύνασαι, ὡς δυνατὸν ἐν ἰσχύϊ, τὸν Χριστὸν κυήσασα, Θεομακάριστε.Χαλεπαῖς ἀρρωστίαις, καὶ νοσεροῖς πάθεσιν, ἐξεταζομένῳ, Παρθένε, σύ μοι βοήθησον· τῶν ἰαμάτων γάρ, ἀνελλιπῆ σε γινώσκω, θησαυρόν, Πανάμωμε, τὸν ἀδαπάνητον.
Κανών β', ᾨδὴ γ', τοῦ Ὁσίου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ στερεώσας κατ᾿ ἀρχὰς τοὺς οὐρανοὺς ἐν συνέσει, καὶ τὴν γῆν ἐπὶ ὑδάτων ἑδράσας, ἐν τῇ πέτρᾳ με Χριστέ, τῶν ἐντολῶν σου στήριξον, ὅτι οὐκ ἔστι πλήν σου, ἅγιος μόνε φιλάνθρωπε».Νενευρωμένῳ λογισμῷ, καὶ σταθηρᾷ διανοίᾳ, τῶν παθῶν καταμαράνας τὴν φλόγα, ἀπαθείας τὴν φαιδράν, καταστολὴν Ἀντώνιε, περιεβάλου Πάτερ, καὶ σωτηρίου ἱμάτιον.Ἰσχυροτάταις προσβολαῖς, δαιμόνων θρασυνομένων, καὶ θηρίων τὰς μορφὰς μιμουμένων, κατεφρόνησας αὐτῶν, τῆς ἀσθενοῦς δυνάμεως· τὸν κραταιὸν γὰρ εἶχες, ἐν τοῖς πολέμοις συλλήπτορα.Ὁ θεοφόρος τὰς ἀρχάς, τοῦ σκότους καὶ ἐξουσίας, θριαμβεύσας ἐγκρατείᾳ συντόνῳ, τροπαιοῦχος νικητής, Ἀντώνιος ἐγένετο, τῶν ἀσκητῶν ἡ δόξα, καὶ μοναζόντων τὸ καύχημα.ΘεοτοκίονΝενεκρωμένον μου τὸν νοῦν, τῇ τῆς ζωῆς ἐνεργείᾳ, τῆς ἐκ σοῦ φανερωθείσης τῷ κόσμῳ, ἐξανάστησον Ἁγνή, καὶ πρὸς ζωὴν ὁδήγησον, ἡ τοῦ θανάτου πύλας, λύσασα μόνη τῷ κόσμῳ σου.Καταβασία, Ἦχος γ' ΤΟ ΑΚΟΥΤΕΤὸ στερέωμα, τῶν ἐπὶ σοὶ πεποιθότων, στερέωσον Κύριε τὴν Ἐκκλησίαν, ἣν ἐκτήσω, τῷ τιμίῳ σου αἵματι.
Κάθισμα
Ἦχος πλ. δ'
Τὴν Σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ
Τὸν Σταυρόν τοῦ Κυρίου ἄρας σοφέ, καὶ αὐτῷ μέχρι τέλους ἀκολουθῶν, τὸν νοῦν οὐχ ὑπέστρεψας, ἐν τῷ κόσμῳ θεόσοφε· ἀλλ᾿ ἐγκρατείας πόνοις, τὰ πάθη ἐνέκρωσας, καὶ ναὸν ἡτοίμασας, σαυτὸν τῷ Κυρίω σου· ὅθεν χαρισμάτων ἀμοιβὴν ἐκομίσω, ἰᾶσθαι νοσήματα, καὶ διώκειν τὰ πνεύματα, θεοφόρε Ἀντώνιε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου. Δόξα... τὸ αὐτὸ Καὶ νῦν... ΘεοτοκίονὩς πανάμωμος Νύμφη τοῦ Ποιητοῦ, ὡς ἀπείρανδρος Μήτηρ τοῦ Λυτρωτοῦ, δοχεῖον ὡς ὑπάρχουσα, τοῦ Παρακλήτου Πανύμνητε, ἀνομίας με ὄντα, αἰσχρὸν καταγώγιον, καὶ δαιμόνων παίγνιον ἐν γνώσει γενόμενον, σπεῦσον καὶ τῆς τούτων, κακουργίας με ῥῦσαι, λαμπρὸν οἰκητήριον, δι᾿ ἀρετῆς ἀπαρτίσασα, Φωτοδόχε ἀκήρατε· δίωξον τὸ νέφος τῶν παθῶν, καὶ τῆς ἄνω μεθέξεως ἀξίωσον, καὶ φωτὸς ἀνεσπέρου πρεσβείαις σου.
Κανών α', ᾨδὴ δ', τῆς Θεοτόκου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Εἰσακήκοα, Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν Θεότητα.Τῶν παθῶν μου τὸν τάραχον, ἡ τὸν κυβερνήτην τεκοῦσα Κύριον, καὶ τὸν κλύδωνα κατεύνασον, τῶν ἐμῶν πταισμάτων, Θεονύμφευτε.Εὐσπλαγχνίας τὴν ἄβυσσον, ἐπικαλουμένῳ τῆς σῆς παράσχου μοι, ἡ τὸν εὔσπλαγχνον κυήσασα, καὶ Σωτῆρα πάντων, τῶν ὑμνούντων σε.Ἀπολαύοντες, Πάναγνε, τῶν σῶν δωρημάτων εὐχαριστήριον, ἀναμέλπομεν ἐφύμνιον, οἱ γινώσκοντές σε Θεομήτορα.Οἱ ἐλπίδα καὶ στήριγμα, καὶ τῆς σωτηρίας τεῖχος ἀκράδαντον, κεκτημένοι σε, Πανύμνητε, δυσχερείας πάσης, ἐκλυτρούμεθα.
Κανών β', ᾨδὴ δ', τοῦ Ὁσίου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σύ μου ἰσχὺς Κύριε, σύ μου καὶ δύναμις, σὺ Θεός μου, σύ μου ἀγαλλίαμα, ὁ Πατρικοὺς κόλπους μὴ λιπών, καὶ τὴν ἡμετέραν πτωχείαν ἐπισκεψάμενος· διὸ σὺν τῷ προφήτῃ, Ἀββακοὺμ σοι κραυγάζω· Τῇ δυνάμει σου δόξα φιλάνθρωπε».Τῶν ἀρετῶν, κλίμακι θείᾳ χρησάμενος, πρὸς τὸ ὕψος, Πάτερ ἀναβέβηκας, καὶ τὸν Θεὸν εἶδες ἐπ᾿ αὐτήν, ἐπεστηριγμένον, καὶ δωρεὰς διανέμοντα, χειρὶ πλουσιωτάτῃ, τοῖς Πιστῶς μελῳδοῦσι. Τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.Ὅλος Θεῷ, καθιερώθης Ἀντώνιε, μόνος μόνῳ, πάνσοφε ἑνούμενος, δι᾿ ἀρετῆς, καὶ καθομιλῶν, καὶ θεοφανείας, ὡς καθαρὸς ἀξιούμενος, τῆς γῆς καὶ τῶν γηΐνων· ἀποστὰς γὰρ ἀξίως, τὴν οὐράνιον εὗρες ἀπόλαυσιν.Νοῦν καὶ ψυχήν, κεκαθαρμένος Ἀντώνιε, τὴν ἀπάτην, Πάτερ τὴν ψυχόλεθρον, καὶ μηχανάς, δόλους τε πικρούς, καὶ τὰς φαντασίας, τῶν δυσμενῶν ἐφανέρωσας· παθῶν γὰρ ἐδιδάχθης, καὶ μαθὼν ἐκδιδάσκεις, Μοναζόντων τὰ πλήθη Πανόλβιε.ΘεοτοκίονΘεὸν ἐκ σοῦ, τὸν σαρκωθέντα δυσώπησον, τὸν ἀτρέπτως, ὃ ἦν διαμείναντα, καὶ φυσικῶς, ἴσον τῷ Πατρί, καὶ σοὶ τῇ Τεκούσῃ, γενόμενον ὁμοούσιον, συγχώρησιν πταισμάτων, καὶ ψυχῶν σωτηρίαν, τοῖς ὑμνοῦσί σε πίστει δωρήσασθαι.Καταβασία, Ἦχος γ' ΤΟ ΑΚΟΥΤΕἘκάλυψεν οὐρανούς, ἡ ἀρετή σου Χριστέ· τῆς κιβωτοῦ γὰρ προελθών,τοῦ ἁγιάσματός σου, τῆς ἀφθόρου Μητρός, ἐν τῷ ναῷ τῆς δόξης σου, ὤφθης ὡς βρέφος, ἀγκαλοφορούμενος, καὶ ἐπληρώθη τὰ πάντα τῆς σῆς αἰνέσεως.
Κανών α', ᾨδὴ ε', τῆς Θεοτόκου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Φώτισον ἡμᾶς, τοῖς προστάγμασί σου, Κύριε, καὶ τῷ βραχίονί σου τῷ ὑψηλῷ, τὴν σὴν εἰρήνην, παράσχου ἡμῖν, φιλάνθρωπε.Ἔμπλησον, Ἁγνή, εὐφροσύνης τὴν καρδίαν μου, τὴν σὴν ἀκήρατον διδοῦσα χαράν, τῆς εὐφροσύνης, ἡ γεννήσασα τὸν αἴτιον.Λύτρωσαι ἡμᾶς, ἐκ κινδύνων, Θεοτόκε Ἁγνή, ἡ αἰωνίαν τεκοῦσα λύτρωσιν, καὶ τὴν εἰρήνην, τὴν πάντα νοῦν ὑπερέχουσαν.Λῦσον τὴν ἀχλύν, τῶν πταισμάτων μου, Θεόνυμφε, τῷ φωτισμῷ τῆς σῆς λαμπρότητος, ἡ φῶς τεκοῦσα, τὸ θεῖον καὶ προαιώνιον.Ἴασαι Ἁγνή, τῶν παθῶν μου τὴν ἀσθένειαν, ἐπισκοπῆς σου ἀξιώσασα, καὶ τὴν ὑγείαν, τῇ πρεσβείᾳ σου παράσχου μοι.
Κανών β', ᾨδὴ ε', τοῦ Ὁσίου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἵνα τί με ἀπώσω, ἀπὸ τοῦ προσώπου σου τὸ φῶς τὸ ἄδυτον, καὶ ἐκάλυψέ με τὸ ἀλλότριον σκότος τὸν δείλαιον, ἀλλ᾿ ἐπίστρεψόν με, καὶ πρὸς τὸ φῶς τῶν ἐντολῶν σου, τὰς ὁδούς μου κατεύθυνον δέομαι».Ἐνοικοῦντά σοι ἔχων, τὸν τὰ πάντα βλέποντα Θεὸν μακάριον, ἐκδιδάσκοντά σε, καὶ φωτίζοντα καὶ συνετίζοντα, τῶν ψυχῶν Τρισμάκαρ, τῶν καθαρῶν καὶ μακαρίων, τὰς ἀνόδους ὁρᾶν κατηξίωσαι.Ἰαμάτων σοι χάριν, κατὰ νοσημάτων ποικίλων δεδώρηται, καὶ κατὰ πνευμάτων, ἀκαθάρτων Χριστὸς ἐξουσίαν Σοφέ· τὴν γὰρ φύσιν Πάτερ, νενικηκὼς τῶν ὑπὲρ φύσιν, χαρισμάτων μετέσχες τοῦ Πνεύματος.ΘεοτοκίονΟἱ σὲ τεῖχος πλουτοῦντες, καὶ τῇ προστασίᾳ σου περιφρουρούμενοι, δόξῃ, τῇ σῇ θείᾳ ἐγκαυχώμενοι σὲ μακαρίζομεν· σὺ γὰρ Παναγία, τὴν τῶν ψυχῶν ἡμῶν πηγάζεις, εὐφροσύνην τε καὶ ἀγαλλίασιν.Καταβασία, Ἦχος γ' ΤΟ ΑΚΟΥΤΕὩς εἶδεν Ἡσαΐας συμβολικῶς, ἐν θρόνῳ ἐπηρμένῳ Θεόν, ὑπ᾿ Ἀγγέλων δόξης δορυφορούμενον, ὦ τάλας! ἐβόα ἐγώ, πρὸ γὰρ εἶδον σωματούμενον Θεόν, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.
Κανών α', ᾨδὴ ς', τῆς Θεοτόκου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾍδῃ προσήγγισε, καὶ δέομαι ὡς Ἰωνᾶς· Ἐκ φθορᾶς, ὁ Θεὸς με ἀνάγαγε.Θανάτου καὶ τῆς φθορᾶς ὡς ἔσωσεν, ἑαυτὸν ἐκδεδωκὼς τῷ θανάτῳ, τὴν τῇ φθορᾷ καὶ θανάτῳ μου φύσιν, κατασχεθεῖσαν, Παρθένε, δυσώπησον, τὸν Κύριόν σου καὶ Υἱόν, τῆς ἐχθρῶν κακουργίας με ῥύσασθαι.Προστάτιν σε τῆς ζωῆς ἐπίσταμαι, καὶ φρουρὰν ἀσφαλεστάτην, Παρθένε, τῶν πειρασμῶν διαλύουσαν ὄχλον, καὶ ἐπηρείας δαιμόνων ἐλαύνουσαν, καὶ δέομαι διαπαντός, ἐκ φθορᾶς τῶν παθῶν μου ῥυσθῆναί με.Ὡς τεῖχος καταφυγῆς κεκτήμεθα, καὶ ψυχῶν σε παντελῆ σωτηρίαν, καὶ πλατυσμὸν ἐν ταῖς θλίψεσι, Κόρη, καὶ τῷ φωτί σου ἀεὶ ἀγαλλόμεθα· Ὧ Δέσποινα, καὶ νῦν ἡμᾶς, τῶν παθῶν καὶ κινδύνων διάσωσον.Ἐν κλίνῃ νῦν ἀσθενῶν κατάκειμαι, καὶ οὐκ ἔστιν ἴασις τῇ σαρκί μου, ἀλλ' ἡ Θεὸν καὶ Σωτῆρα τοῦ κόσμου, καὶ τὸν λυτῆρα τῶν νόσων κυήσασα, σοῦ δέομαι τῆς ἀγαθῆς, ἐκ φθορᾶς νοσημάτων ἀνάστησον.
Κανών β', ᾨδὴ ς', τοῦ Ὁσίου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἄβυσσος ἁμαρτιῶν, καὶ πταισμάτων καταιγὶς με ταράττει, καὶ πρὸς βυθὸν βιαίως συνωθεῖ ἀπογνώσεως· ἀλλ᾿ αὐτὸς τὴν κραταιάν, χεῖρά μοι ἔκτεινον, ὡς τῷ Πέτρῳ, καὶ ἐκ βυθοῦ φθορᾶς ἀνάγαγε».Νόμιμον ἀθλητικῶς, πολιτείαν ἁπαλῶν ἐξ ὀνύχων ἀναλαβὼν Θεόφρον, μέχρι τέλους διέσωσας, καὶ ὡς θεῖος ἀριστεύς, στέφανον εἴληφας, τὸν τῆς νίκης, παρὰ τοῦ πάντων Βασιλεύοντος.Ἔχοντες πρὸς τὸν Θεόν, πρεσβευτὴν σε δυνατώτατον Μάκαρ, καὶ κοινωνὸν φροντίδων, καὶ προστάτην καὶ πρόμαχον, καὶ μεσίτην εὐμενῆ, πάντων σῳζόμεθα τῶν κινδύνων, καὶ πειρασμῶν καὶ περιστάσεων.ΘεοτοκίονὝψωσας παναληθῶς, τὴν πεσοῦσαν τῶν ἀνθρώπων οὐσίαν, τὸν ἐν μορφῇ τῇ θείᾳ, καὶ Πατρὸς ἐν ἰσότητι, καθορώμενον Υἱόν, τὸν ἀναλλοίωτον Θεοτόκε, ἄνευ σπορᾶς κυοφορήσασα.Καταβασία, Ἦχος γ' ΤΟ ΑΚΟΥΤΕἘβόησέ σοι, ἰδὼν ὁ Πρέσβυς, τοῖς ὀφθαλμοῖς τὸ σωτήριον, ὃ λαοῖς ἐπέστη· Ἐκ Θεοῦ Χριστὲ σὺ Θεός μου.
Κοντάκιον
Ἦχος β'
Τὰ ἄνω ζητῶν ΤΟ ΑΚΟΥΤΕ
Τοὺς βιωτικοὺς θορύβους ἀπωσάμενος, ἡσυχαστικῶς τὸν βίον ἐξετέλεσας, τὸν Βαπτιστὴν μιμούμενος, κατὰ πάντα τρόπον Ὁσιώτατε, σὺν αὐτῷ οὖν σε γεραίρομεν, Πατέρων Πάτερ Ἀντώνιε.
Ὁ Οἶκος
Τῆς τοῦ Χριστοῦ φωνῆς ἐπακούσας, ἐπορεύθης ὀπίσω τῶν αὐτοῦ ἐντολῶν, γυμνὸς τοῦ βίου γενόμενος, καὶ ἀπορρίψας φροντίδας πάσας τῶν χρημάτων, κτημάτων, καὶ οἰκετῶν σου, καὶ ἀδελφῆς τὴν στοργήν, θεοφόρε Ἀντώνιε· καὶ μόνος ἐν τοῖς ἐρήμοις, τῷ Θεῷ ὁμιλῶν καθαρώτατα, γνώσεως χάριν εἴληφας· ἣν μοι πέμψον ὑμνεῖν σε μέλλοντι, Πατέρων Πάτερ Ἀντώνιε.
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΙΖ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀντωνίου τοῦ Μεγάλου.ΣτίχοιἜχει τι μεῖζον οὐρανὸς καὶ τῶν Νόων,Ἔξαρχον Ἀντώνιον Ἀσκητῶν ἔχων.Ἑβδομάτῃ δεκάτῃ Ἀντώνιον ἔνθεν ἄειραν.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου καὶ θεοφόρου Πατρὸς ἡμῶν καὶ θαυματουργοῦ Ἀντωνίου τοῦ Νέου, τοῦ ἐν τῇ Σκήτει τῆς Βερροίας ἀσκήσαντος.ΣτίχοιἈντώνιον δὲ τὸν Νέον ποῦ τακτέον,Εἰ μὴ παρ᾿αὐτῷ τῷ πάλαι Ἀντωνίῳ;Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Ἀχιλλᾶς ἐν εἰρήνῃ τελειοῦται.ΣτίχοιὍπλοις Ἀχιλλεὺς τὰς κάτω πορθεῖ πόλεις,Πόνοις Ἀχιλλᾶς τὴν ἄνω πλουτεῖ πόλιν.Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Κανών α', ᾨδὴ ζ', τῆς Θεοτόκου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Οἱ ἐκ τῆς Ἰουδαίας, καταντήσαντες Παῖδες ἐν Βαβυλῶνι ποτέ, τῇ πίστει τῆς Τριάδος, τὴν φλόγα τῆς καμίνου, κατεπάτησαν ψάλλοντες· Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.Τὴν ἡμῶν σωτηρίαν, ὡς ἠθέλησας Σῶτερ, οἰκονομήσασθαι, ἐν μήτρᾳ τῆς Παρθένου, κατῴ κησας τῷ κόσμῳ, ἣν προστάτιν ἀνέδειξας· Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητός εἶ.Θελητὴν τοῦ ἐλέους, ὃν ἐγέννησας, Μῆτερ ἁγνὴ δυσώπησον, ῥυσθῆναι τῶν πταισμάτων, ψυχῆς τε μολυσμάτων, τοὺς ἐν πίστει κραυγάζοντας· Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.Θησαυρὸν σωτηρίας, καὶ πηγὴν ἀφθαρσίας, τὴν σὲ κυήσασαν, καὶ πύργον ἀσφαλείας, καὶ θύραν μετανοίας, τοῖς κραυγάζουσιν ἔδειξας· Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.Σωμάτων μαλακίας, καὶ ψυχῶν ἀρρωστίας, Θεογεννήτρια, τῶν πόθῳ προσιόντων, τῇ σκέπῃ σου τῇ θείᾳ, θεραπεύειν ἀξίωσον, ἡ τὸν Σωτῆρα Χριστόν, ἡμῖν ἀποτεκοῦσα.
Κανών β', ᾨδὴ ζ', τοῦ Ὁσίου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θεοῦ συγκατάβασιν, τὸ πῦρ ᾐδέσθη ἐν Βαβυλῶνι ποτέ, διὰ τοῦτο οἱ Παῖδες, ἐν τῇ καμίνω ἀγαλλομένω ποδί, ὡς ἐν λειμῶνι χορεύοντες ἔψαλλον· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».Φιάλαι πεφύκασι, τῶν ἀρωμάτων αἱ σιαγόνες σου, ἀρετῶν εὐωδίας, καὶ σωτηρίας ἀρωματίζουσαι, ὡς ἐκ λειμῶνος, τοῖς πόθῳ κραυγάζουσιν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.Ἡ χάρις τοῦ Πνεύματος, τοῦ Παναγίου σοὶ ἐνοικήσασα, τῶν πνευμάτων διώκτην, τῆς πονηρίας Πάτερ εἰργάσατο, καὶ Μοναζόντων ἀλείπτην κραυγάζοντα· Εὐλογητός ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.ΘεοτοκίονΜαρίαν τὴν ἄχραντον, καὶ παναγίαν· ἀνευφημήσωμεν· δι' αὐτῆς γὰρ ἡ χάρις, ἡμῖν πηγάζει τῶν ὑπὲρ νοῦν δωρεῶν, ὡς ἐκ χειμάρρου τῆς θείας χρηστότητος· ἣν εὐσεβεῖ λογισμῷ, νῦν μακαρίζομεν.Καταβασία, Ἦχος γ' ΤΟ ΑΚΟΥΤΕΣὲ τὸν ἐν πυρὶ δροσίσαντα, Παῖδας θεολογήσαντας, καὶ Παρθένῳ, ἀκηράτῳ, ἐνοικήσαντα, Θεὸν Λόγον ὑμνοῦμεν, εὐσεβῶς μελῳδοῦντες. Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Κανών α', ᾨδὴ η', τῆς Θεοτόκου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Τὸν Βασιλέα τῶν οὐρανῶν, ὃν ὑμνοῦσι στρατιαὶ τῶν Ἀγγέλων, ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.Τοὺς βοηθείας τῆς παρὰ σοῦ δεομένους, μὴ παρίδῃς Παρθένε, ὑμνοῦντας, καὶ ὑπερυψοῦντάς σε, Κόρη, εἰς αἰῶνας.Τῶν ἰαμάτων τὸ δαψιλές, ἐπιχέεις τοῖς πιστῶς ὑμνοῦσί σε Παρθένε, καὶ ὑπερυψοῦσι τὸν ἄφραστόν σου τόκον.Τὰς ἀσθενείας μου τῆς ψυχῆς ἰατρεύεις, καὶ σαρκὸς τὰς ὀδύνας, Παρθένε, ἵνα σε δοξάζω τὴν Κεχαριτωμένην.Τῶν πειρασμῶν σὺ τὰς προσβολὰς ἐκδιώκεις, καὶ παθῶν τὰς ἐφόδους Παρθένε· ὅθεν σε ὑμνοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
Κανών β', ᾨδὴ η', τοῦ Ὁσίου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἑπταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν, ἐμμανῶς ἐξέκαυσε· δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών, Τὸν Δημιουργόν, καὶ Λυτρωτήν ἀνεβόα· οἱ παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».Ἐν προσευχαῖς τὸ ἄγρυπνον, ἐν νηστείαις τὸ εὔτονον, τὸ καρτερικόν, ἐν πειρασμοῖς κτησάμενος, νοὸς καθαρότητι, ἐπὶ γῆς ὡς Ἄγγελος, πεπολιτευμένος, τῷ Θεῷ ἀνεβόας· Οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.Ἱκετηρίαις Ὅσιε, καὶ δεήσεσι χρώμενος, σὺ διηνεκῶς, πρὸς τὸν Θεὸν ἀνέδραμες, πρὸς ὕψος μετάρσιον, τοὺς τῶν δαιμόνων βρόχους φυγών, ἐλευθερωθεὶς δέ, τῆς αὐτῶν τυραννίδος, θεόφρον ἀναμέλπεις· ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.Νέος Μωσῆς γενόμενος, ἐν ἐρήμῳ τὸ τρόπαιον, κατὰ τῶν ἐχθρῶν καὶ πολεμίων ἔστησας, λαοῦ προηγούμενος, τῶν Ἀσκητῶν συστήματος, τοῦ ἐν εὐφροσύνῃ, καὶ σεμνῇ πολιτείᾳ, βοῶντος· Τὸν Δεσπότην, Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.ΘεοτοκίονΘεογεννῆτορ Πάναγνε, τῆς ψυχῆς μου τὰ τραύματα, καὶ τῆς ἁμαρτίας, τὰς οὐλὰς ἐξάλειψον, πηγαῖς ἀποσμήχουσα, ταῖς ἐκ πλευρᾶς τοῦ Τόκου σου, καὶ τοῖς ἐξ αὐτῆς, ἀποκαθαίρουσα ῥείθροις· πρὸς σὲ γὰρ ἀνακράζω, καὶ πρὸς σὲ καταφεύγω, καὶ σὲ ἐπικαλοῦμαι, τὴν Κεχαριτωμένην.Καταβασία, Ἦχος γ' ΤΟ ΑΚΟΥΤΕἈστέκτῳ πυρὶ ἑνωθέντες, οἱ θεοσεβείας προεστῶτες Νεανίαι, τῇ φλογὶ δὲ μὴ λωβηθέντες, θεῖον ὕμνον ἔμελπον· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Κανών α', ᾨδὴ θ', τῆς Θεοτόκου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Κυρίως Θεοτόκον, σὲ ὁμολογοῦμεν, οἱ διὰ σοῦ σεσωσμένοι, Παρθένε ἁγνή, σὺν Ἀσωμάτων χορείαις, σὲ μεγαλύνοντες.Ῥοήν μου τῶν δακρύων, μὴ ἀποποιήσῃς, ἡ τὸν παντὸς ἐκ προσώπου πᾶν δάκρυον, ἀφῃρηκότα Παρθένε, Χριστὸν κυήσασα.Χαρᾶς μου τὴν καρδίαν, πλήρωσον, Παρθένε, ἡ τῆς χαρᾶς δεξαμένη τὸ πλήρωμα, τῆς ἁμαρτίας τὴν λύπην, ἐξαφανίσασα.Λιμὴν καὶ προστασία, τῶν σοὶ προσφευγόντων, γενοῦ Παρθένε, καὶ τεῖχος ἀκράδαντον, καταφυγή τε καὶ σκέπη, καὶ ἀγαλλίαμα.Φωτός σου ταῖς ἀκτῖσι, λάμπρυνον, Παρθένε, τὸ ζοφερὸν τῆς ἀγνοίας διώκουσα, τοὺς εὐσεβῶς Θεοτόκον, σὲ καταγγέλλοντας.Κακώσεως ἐν τόπῳ, τῷ τῆς ἀσθενείας, ταπεινωθέντα, Παρθένε, θεράπευσον, ἐξ ἀρρωστίας εἰς ῥῶσιν, μετασκευάζουσα.
Κανών β', ᾨδὴ θ', τοῦ Ὁσίου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός, καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα, ὅτι Θεὸς ὤφθη τοῖς ἀνθρώποις σωματικῶς, καὶ ἡ γαστήρ σου γέγονεν, εὐρυχωροτέρα τῶν οὐρανῶν· διὸ σὲ Θεοτόκε, Ἀγγέλων καὶ ἀνθρώπων, ταξιαρχίαι μεγαλύνουσιν».Ἐπέστη ἡ φωσφόρος σου Ἑορτὴ παμμακάριστε Πάτερ Ἀντώνιε πλήρης χαρᾶς, πλήρης εὐφροσύνης πνευματικῆς, πλήρης Ἁγίου Πνεύματος, πλήρης εὐωδίας καὶ φωτισμοῦ· καὶ νῦν σε κεκτημένοι, ἀσκήσεως κανόνα, καὶ νομοθέτην ἀγαλλόμεθα.Μὴ παύσῃ ἱκετεύων τὸν Λυτρωτήν, πανσεβάσμιε Πάτερ δωρήσασθαι, τοῖς εὐλαβῶς, μνήμην σου τελοῦσι τὴν Ἱεράν, τὴν τῶν πταισμάτων ἄφεσιν, τὴν τῶν χαρισμάτων διανομήν, τὴν θείαν προστασίαν, ψυχῶν τὴν σωτηρίαν, καὶ αἰωνίαν ἀπολύτρωσιν.Ἰσάγγελος βιώσας ἐπὶ τῆς γῆς, τὴν ἰσάγγελον εὗρες φαιδρότητα· τῆς γὰρ αὐτῶν, θεοειδεστάτης μαρμαρυγῆς, ἐν μετουσίᾳ γέγονας, οἷς καὶ συναγάλλῃ διηνεκῶς, ὡς ἔνθεος Προφήτης, ὡς Μάρτυς στεφηφόρος, ὡς Μοναζόντων ἀκροθίνιον.ΘεοτοκίονΣυνέλαβες Παρθένε δίχα σπορᾶς, τὸν τὰ σύμπαντα δημιουργήσαντα, Λόγον Θεοῦ, ἄνευ θελημάτων τῶν τῆς σαρκός, ἄνευ φθορᾶς δὲ τέτοκας, ἄνευθεν ὠδίνων τῶν μητρικῶν· διὸ σὲ Θεοτόκον, καὶ γλώσσῃ καὶ καρδίᾳ, ὁμολογοῦντες μεγαλύνομεν.Καταβασία, Ἦχος γ' ΤΟ ΑΚΟΥΤΕΘεοτόκε ἡ ἐλπίς, πάντων τῶν Χριστιανῶν, σκέπε φρούρει φύλαττε, τοὺς ἐλπίζοντας εἰς σέ.Ἐν νόμῳ, σκιᾷ καὶ γράμματι, τύπον κατίδωμεν οἱ πιστοί, πᾶν ἄρσεν τὸ τὴν μήτραν διανοῖγον, ἅγιον Θεῷ· διὸ πρωτότοκον Λόγον, Πατρὸς ἀνάρχου Υἱόν, πρωτοτοκούμενον Μητρί, ἀπειράνδρῳ, μεγαλύνομεν.
Ἐξαποστειλάριον
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Καινὴν ὁδὸν καὶ ἄτριπτον, ἀνθρώποις ἐκ νεότητος, ἀναλαβὼν θεοφόρε, ταύτην θερμῶς ἕως τέλους, ἀνεπιστρόφως ὥδευσας, νόμῳ καινῷ πειθόμενος, Χριστοῦ, καὶ πρῶτος πέφηνας, καθηγητὴς τῆς ἐρήμου, καὶ Μοναζόντων ἀκρότης.
Ἕτερον Ἐξαποστειλάριον
Ἦχος γ'
Ἐν Πνεύματι τῷ Ἱερῷ ΤΟ ΑΚΟΥΤΕ
Φωστὴρ φωστήρων γέγονας, Μοναστῶν δὲ ἀλείπτης, καὶ ἀρχηγὸς Ἀντώνιε, οἰκουμένης τὸ κλέος, διδάσκων οἷα γενναῖος, στρατηγέτης ἄριστα, τὰς τῶν δαιμόνων ἐφόδους, μὴ πτοεῖσθαι ἀρρωγόν, κεκτημένους τὸν Χριστόν, τῆς πλάνης τὸν καθαιρέτην.
Ἕτερον Ἐξαποστειλάριον
Ἦχος γ'
Ἐν Πνεύματι τῷ Ἱερῷ ΤΟ ΑΚΟΥΤΕ
Ἐν σώματι διατελῶν, τῶν Ἀγγέλων τὸν βίον, ὑπῆλθες ὥσπερ ἄσαρκος, καὶ τῷ κόσμῳ ἐδείχθης, φωστὴρ ἀειλαμπέστατος, καὶ τοῖς πᾶσιν ἔδειξας, Ἀντώνιε θεοφόρε, Μοναζόντων τὸ κλέος, Ἀσκητῶν ἡ καλλονή, καὶ τῶν Πατέρων ἡ δόξα.
Θεοτοκίον
Ἦχος γ'
Ἐν Πνεύματι τῷ Ἱερῷ ΤΟ ΑΚΟΥΤΕ
Ἐλπὶς τοῦ κόσμου ἀγαθή, Θεοτόκε Παρθένε, τὴν σὴν ἄμαχον Δέσποινα, προστασίαν αἰτοῦμεν, οἱ θλίψεσι συσχεθέντες, καὶ κλυδωνιζόμενοι, τοῦ βίου ταῖς τρικυμίαις· στῆσον αὔρας τῶν παθῶν, καὶ λιμένα εἰς Θεοῦ, ἐμβίβασον θελημάτων.
Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.
Στιχηρὰ Προσόμοια
Ἦχος πλ. δ'
Ὢ τοῦ παραδόξου θαύματος ΤΟ ΑΚΟΥΤΕ
Ὅσιε Πάτερ Ἀντώνιε, σὺ τὸν ζυγὸν τοῦ Χριστοῦ, ἐπὶ ὤμων ἀράμενος, τῷ Σταυρῷ τὴν ἔπαρσιν, τοῦ Σατᾶν καταβέβληκας, καὶ τὰς ἐρήμους, πόλεις ἀνέδειξας, διὰ τοῦ τρόπου τῆς πολιτείας σου. Ὦ παμμακάριστε, Ἀσκητῶν τὸ καύχημα, διὸ Χριστόν, ἀπαύστως ἱκέτευε, ἐλεηθῆναι ἡμᾶς.
Ἦχος πλ. δ'
Ὅσιε Πάτερ Ἀντώνιε, διὰ τὴν ὄντως ζωήν, ἐν τῷ μνήματι κέκλεισαι, μηδόλως πτοούμενος, προσβολὰς τοῦ ἀλάστορος, τὰς μετὰ κτύπων καὶ κρότων Ὅσιε· ταῖς δὲ εὐχαῖς σου, ταύτας ἠδάφισας. Ὦ καρτερόψυχε, τῆς ἐρήμου πρώταρχε, διὸ καὶ νῦν, πάντες σε γεραίρομεν, καὶ μακαρίζομεν.
Ἦχος πλ. δ'
Πίστει συνελθόντες πάντες σε, ὡς Ἀσκητὴν τοῦ Χριστοῦ, σὲ τιμῶμεν Ἀντώνιε· γεγηθὼς γὰρ ὥδευσας, ἐν ἐρήμοις σαφέστατα, καθηγητής τε ταύτης ἐγένου πιστός· ὅθεν σοι πάντες, ἡμεῖς κραυγάζομεν. Ὦ παμμακάριστε, Μοναστῶν τὸ καύχημα, τῷ Λυτρωτῇ, ἀπαύστως ἱκέτευε, εἰς τὸ σωθῆναι ἡμᾶς.
Ἦχος πλ. δ'
Πάτερ Πατέρων Ἀντώνιε, τῇ ἀκορέστῳ στοργῇ, τοῦ Χριστοῦ καὶ τῷ ἔρωτι, τὴν ψυχὴν κινούμενος, ἐν ἐρήμοις ἐζήτησας, αὐτὸν θορύβους, ἐκκλίνας ἅπαντας, καὶ μόνος τούτῳ, μόνῳ ὡμίλησας, νοῒ ἑνούμενος, καὶ φωτὸς πληρούμενος, ᾧ καὶ ἡμῶν, τὰς ψυχὰς καταύγασον, τῶν ἀνυμνούντων σε.
Δοξαστικὸν
Ἦχος πλ. δ'
Ἀνατολίου
Οὐρανοδρόμῳ ἐπιβὰς ὀχήματι θεσπέσιε, τῶν ἀρετῶν κατέλαβες, τὴν ἀκρόπολιν δι᾿ ἀσκήσεως, ἐκ τῆς ἐρήμου πολεύων, τῆς ἄνω Ἱερουσαλήμ, τὰ ὑπερκόσμια, καὶ τῶν ἐκ πόνων ἀγώνων, ἀξίως τὰ γέρα κομισάμενος, ταῖς οὐρανίαις συναγάλλῃ, ταξιαρχίαις Παμμακάριστε, τῶν αἰωνίων ἀγαθῶν κληρονόμος, καὶ τῆς Βασιλείας οἰκήτωρ γενόμενος. Ἀλλὰ πρέσβευε θεοφόρε Ἀντώνιε, τῷ Σωτῆρι τῶν ὅλων, εἰρηνεῦσαι τὸν κόσμον, καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον
Ἦχος πλ. δ'
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Μεγάλη Δοξολογία
Τυπικά, καὶ ἐκ τοῦ Κανόνος, ᾨδὴ γ' καὶ ς'.
| TA ΜΗΝΑΙΑ | Ιανουάριος | 17 |
Jan 18
Τῌ ΙΗ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥΜνήμη τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν, καὶ μεγάλων Ἀρχιεπισκόπων Ἀλεξανδρείας, Ἀθανασίου καὶ Κυρίλλου.
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Μετὰ τὸν Προοιμιακόν, στιχολογοῦμεν τὴν α' στάσιν τοῦ Μακάριος ἀνήρ, Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους στ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Ἁγίου Ἀθανασίου.
Στιχηρὰ Προσόμοια τοῦ Ἁγίου Ἀθανασίου
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσιν ΤΟ ΑΚΟΥΤΕ
Διωγμοὺς ἐκαρτέρησας, καὶ κινδύνους ὑπέμεινας, θεορρῆμον Ὅσιε Ἀθανάσιε, ἕως τὴν πλάνην ἐξώρισας, Ἀρείου τὴν ἄθεον· καὶ τὴν Ποίμνην τῆς αὐτοῦ, ἀσεβείας διέσωσας, ὁμοούσιον, τῷ Πατρὶ δογματίζων τὸν Υἱόν τε, καὶ τὸ Πνεῦμα ὀρθοδόξως, Ἱερουργὲ παμμακάριστε.
Ἦχος δ'
Ἀστραπαῖς τοῦ κηρύγματος, τοὺς ἐν σκότει ἐφώτισας, καὶ τὴν πλάνην ἅπασαν ἀπεδίωξας, προκινδυνεύων τῆς Πίστεως, στερρὲ Ἀθανάσιε, ὡς ποιμὴν ἀληθινός, ὡς ἑδραίωμα ἄσειστον, παναοίδιμε, τῆς Χριστοῦ Ἐκκλησίας· διὰ τοῦτο, συνελθόντες σε τιμῶμεν, μελῳδικῶς ἀγαλλόμενοι.
Ἦχος δ'
Ἀρετὴν πᾶσαν ἤσκησας, ἐπιμόνως Θεόπνευστε, καὶ χρισθεὶς τῷ Πνεύματι χρῖσμα ἅγιον, Ἱερουργὸς Ἱερώτατος, σαφῶς ἐχρημάτισας, καὶ Ποιμὴν ἀληθινός, καὶ τῆς Πίστεως πρόμαχος· ὅθεν ἅπασα, Ἐκκλησία δοξάζει σου τὴν μνήμην, ἱερῶς ἐπιτελοῦσα, καὶ τὸν Σωτῆρα δοξάζουσα.
Στιχηρὰ Προσόμοια τοῦ Ἁγίου Κυρίλλου
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσιν ΤΟ ΑΚΟΥΤΕ
Τοῖς πυρίνοις σου δόγμασι, τῶν αἱρέσεων ἅπασα, φρυγανώδης φλέγεται ὕλη Πάνσοφε· τῶν νοημάτων τοῖς βάθεσι, βυθίζεται στράτευμα, ἀπειθούντων δυσσεβῶν, τοῖς δὲ δόγμασι Κύριλλε, τῆς σοφίας σου, καλλωπίζεται Μάκαρ καθ᾿ ἑκάστην, τῶν πιστῶν ἡ Ἐκκλησία, μεγαλοφώνως τιμῶσά σε.
Ἦχος δ'
Εὐφραδίᾳ τῶν λόγων σου, ἱερώτατε Κύριλλε, Ἐκκλησία ἅπασα ὡραΐζεται, καὶ εὐσεβῶς καλλωπίζεται, ὡραίοις ἐν κάλλεσι, καὶ τιμᾷ σου ἱερῶς, τὴν ἁγίαν καὶ εὔσημον, μνήμην ἔνδοξε, Ὀρθοδόξων τὸ κλέος, τῶν Πατέρων, κορυφαῖε τῆς Συνόδου, τῆς Παναγίας ὑπέρμαχε.
Ἦχος δ'
Τῆς Χριστοῦ ἀπεδίωξας, νοητοὺς λύκους Κύριλλε, Ἐκκλησίας σκίμπωνι τῶν δογμάτων σου· καὶ ταύτην κύκλῳ ἐτείχισας, λόγων ὀχυρώμασι, παραστήσας τῷ Χριστῷ, ἀσινῆ καὶ ἀλώβητον, ὃν ἱκέτευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου.
Δοξαστικὸν
Ἦχος πλ. β'
Κυρίλλου Πατριάρχου Κωνσταντινουπόλεως
Ἱεραρχῶν τοὺς ἀρχηγούς, Πατριαρχῶν τοὺς ἀκραίμονας, καὶ παμφαεῖς φωστῆρας τῆς οἰκουμένης, τῶν ἐννοιῶν τοῦ Χριστοῦ τοὺς ἐκφάντορας, συνελθόντες ὧ φιλέορτοι, πνευματικοῖς ἐγκωμίοις αἰνέσωμεν λέγοντες· Χαίροις σοφὲ Ἀθανάσιε, ἐπώνυμε τῆς ἀθανασίας, ὁ τὸν ληρώδη Ἄρειον, καθάπερ λύκον ἐκσφενδονήσας τοῖς ποίμνης τοῦ Χριστοῦ, τῇ ἐλαστικῇ σφενδόνῃ τῶν θεοσόφων δογμάτων σου. Χαίροις ἀστὴρ παμφαέστατε, ὑπέρμαχε τῆς Ἀειπαρθένου, ὁ στεντορείως αὐτὴν Θεοτόκον, ἐν μέσῳ τοῦ ἐν Ἐφέσῳ ἱεροῦ συλλόγου, ἀνακηρύξας λαμπρῶς, καὶ τῶν Νεστορίου ληρημάτων καθαιρέτα, παμμακάριστε Κύριλλε· Χαίρετε θεολογίας πηγαί, θεοσοφίας ποταμοὶ ἀέναοι, καὶ βρύσεις θείας γνώσεως. Ἀλλ᾿ ὦ Πατέρες τρισόλβιοι, μὴ παύσησθε πρεσβεύοντες Χριστῷ, ὑπὲρ τῶν πίστει καὶ πόθῳ τελούντων ὑμῶν, τὴν πανίερον καὶ θείαν πανήγυριν.
Θεοτοκίον
Ἦχος πλ. β'
Τὶς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τὶς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων καὶ φύσει γενόμενος ἄνθρωπος δι᾿ ἡμᾶς· οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ᾿ ἐν δυάδι φύσεων ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, Σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δευτερονομίου τὸ Ἀνάγνωσμα(Κεφ.1,811,1517)Εἶπε Μωσῆς πρὸς τοὺς υἱοὺς Ἰσραήλ· Ἴδετε παραδέδωκα ἐνώπιον ὑμῶν τὴν γῆν· εἰσελθόντες κληρονομήσατε τὴν γῆν, ἣν ὤμοσε Κύριος τοῖς πατράσιν ἡμῶν, τῷ Ἀβραάμ καὶ τῷ Ἰσαὰκ καὶ τῷ Ἰακώβ, δοῦναι αὐτοῖς αὐτήν, καὶ τῷ σπέρματι αὐτῶν μέτ᾿ αὐτούς. Καὶ εἶπον πρὸς ὑμᾶς ἐν τῷ καιρῷ ἐκείνῳ λέγων· Οὐ δυνήσομαι μόνος φέρειν ὑμᾶς· Κύριος ὁ Θεὸς ἡμῶν ἐπλήθυνεν ὑμᾶς, καὶ ἰδοὺ ἐστε σήμερον ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει. Κύριος ὁ Θεὸς τῶν Πατέρων ἡμῶν προσθείη ὑμῖν, ὡς ἐστέ, χιλιοπλασίως καὶ εὐλογήσαι ἡμᾶς, καθότι ἐλάλησεν ὑμῖν. Καὶ ἔλαβον ἐξ ὑμῶν ἄνδρας σοφούς, καὶ ἐπιστήμονας, καὶ συνετούς, καὶ κατέστησα αὐτοὺς ἠγεῖσθαι ἐφ᾿ ὑμῶν, χιλιάρχους, καὶ ἑκατοντάρχους, καὶ πεντηκοντάρχους, καὶ δεκάρχους, καὶ γραμματοεισαγωγεῖς τοῖς κριταῖς ἡμῶν. Καὶ ἐνετειλάμην τοῖς κριταῖς ὑμῶν ἐν τῷ καιρῷ ἐκείνῳ, λέγων· Διακούετε ἀνὰ μέσον τῶν ἀδελφῶν ὑμῶν, καὶ κρίνετε δικαίως ἀνὰ μέσον ἀνδρός, καὶ ἀνὰ μέσον τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ ἀνὰ μέσον τοῦ προσηλύτου αὐτοῦ. Οὐκ ἐπιγνώσεσθε πρόσωπον ἐν κρίσει, κατὰ τὸν μικρὸν καὶ κατὰ τὸν μέγαν κρινεῖς, οὐ μὴ ὑποστείλῃ πρόσωπον ἀνθρώπου, ὅτι ἡ κρίσις τοῦ Θεοῦ ἐστιν.
Δευτερονομίου τὸ Ἀνάγνωσμα(Κεφ. 10, 1418, 2021)Εἶπε Μωσῆς πρὸς τοὺς υἱοὺς Ἰσραήλ· ἰδοὺ Κυρίου τοῦ Θεοῦ σου ὁ οὐρανός, καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ, ἡ γῆ, καὶ πάντα ὅσα ἐστὶν ἐν αὐτοῖς. Πλὴν τοὺς Πατέρας ἡμῶν προείλετο Κύριος ἀγαπᾶν αὐτούς, καὶ ἐξελέξατο τὸ σπέρμα αὐτῶν μετ᾿ αὐτούς, ὑμᾶς παρὰ πάντα τὰ ἔθνη, κατὰ τὴν ἡμέραν ταύτην. Καὶ περιτεμεῖσθε τὴν σκληροκαρδίαν ὑμῶν, καὶ τὸν τράχηλον ὑμῶν οὐ σκληρυνεῖτε ἔτι. Ὁ γὰρ Κύριος ὁ Θεὸς ἡμῶν, οὗτος Θεὸς τῶν Θεῶν, καὶ Κύριος τῶν Κυρίων· ὁ Θεὸς ὁ μέγας καὶ ἰσχυρὸς καὶ φοβερός, ὅστις οὐ θαυμάζει πρόσωπον, οὐ δ᾽ οὐ μὴ λάβῃ δῶρον, ποιῶν κρίσιν προσηλύτῳ, καὶ ὀρφανῷ, καὶ χήρᾳ, καὶ ἀγαπᾷ τὸν προσήλυτον, δοῦναι αὐτῷ ἄρτον καὶ ἱμάτιον. Κύριον τὸν Θεόν σου φοβηθήσῃ, καὶ αὐτῷ μόνῳ λατρεύσεις, καὶ πρὸς αὐτὸν κοληθήσῃ, καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ὀμῇ. Αὐτὸς καύχημά σου, καὶ αὐτὸς Θεὸς σου ὅστις ἐποίησέ σοι τὰ μεγάλα καὶ ἔνδοξα ταῦτα, ἃ εἶδον οἱ ὀφθαλμοί σου.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα(Κεφ. 3, 1 9)Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα, οἱ δὲ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν Ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τούς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτῷ, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ, προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς Ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Εἰς τὴν Λιτήν, Στιχηρὰ Ἰδιόμελα.Ἦχος α' Γερασίμου ἈλεξανδρείαςἩ σοφία τοῦ Θεοῦ, τὰς ἐν κόσμῳ θλίψεις, καὶ τὰ τῶν ἐχθρῶν παλαίσματα, ὡς χωνευτήριον τίμιον ἡτοιμάσατο, ἐν ᾧ τὸ καθαρώτατον χρυσίον, Ἀθανάσιον τὸν πάνσοφον Ἱεράρχην, τὸν Ἀλεξανδρείας λαμπρότατον φωστῆρα, ἀξιοπρεπῶς ἐδοκίμασε· καὶ ἄξιον εὑραμένη, ὡς δακτύλιον δεξιᾷ τῇ ἁγίᾳ κατεσκεύασε. Διὸ καὶ τὴν μακαρίαν αὐτοῦ ψυχήν, ὡς νύμφην ἰδίαν ἐνυμφεύθη, ταύτῃ εὐφραινομένη εἰς τοὺς αἰῶνας.Ὁ αὐτὸςἩ σοφία τοῦ Θεοῦ, τοὺς ἑαυτῆς θησαυρούς, ἐν τῷ Κυρίλλῳ κατέκρυψε· διὸ μηκέτι γῆν διορύξαντες, φθορᾶς θησαυρῶν φροντίσωμεν, καὶ τούτοις πλουτισθῆναι σπεύσωμεν· πρόσκαιρον γὰρ τὴν ἀπόλαυσιν ἕξομεν· τῶν δὲ τῆς θεοσοφίας θησαυρῶν Κυρίλλου τοῦ Τρισμάκαρος αἰωνίως ἀπολαύοντες, ἐν ταῖς ψυχαῖς ἡμῶν φυλάξωμεν.Ὁ αὐτὸςἩ σοφία τοῦ Θεοῦ, ἄνθρωπον ἐν ἀρχῇ ἔπλασεν, ἐκ ψυχῆς καὶ σώματος αὐτὸν συστησαμένη, ἐν ᾧ τὰ πάντα τεθαύμασται, ἀλλ᾽ ἐν τῇ καινῇ ἀναπλάσει, ἄνθρωπον Θεῷ ἡρμόσατο, οὗ τὴν ἄρρητον καὶ δυσερμήνευτον ἕνωσιν, περέδωκαν ἡμῖν, οἱ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν ἱερώτατοι Διδάσκαλοι, τὴν ἐν τῷ Υἱῷ μίαν τοῦ συνθέτου ὁμολογοῦντες ὑπόστασιν, καὶ δύο τὰς θελήσεις, ἐν αὐτῇ τῇ μιᾷ ὑποστάσει. Ξένον ἄκουσμα! ξένον θέαμα! ξένον ψυχῶν ἀγαλλίαμα.Ἦχος γ' Γερμανοῦ ΠατριάρχουἩ μεγάλη τῆς Ἐκκλησίας σάλπιγξ, ὁ πολύαθλος Ἀθανάσιος, πρὸς εὐωχίαν σήμερον συγκαλεῖται τὴν Ἐκκλησίαν. Φαιδρῶς πάντες πιστοί, πρὸς τὴν πανήγυριν ὑπαντήσωμεν τοῦ καλοῦ Ποιμένος, ὕμνοις γεραίροντες τοὺς ἱεροὺς αὐτοῦ πόνους· ὅπως ταῖς πρεσβείαις αὐτοῦ, λάβωμεν παρὰ Χριστοῦ τοῦ Θεοῦ τὸ μέγα ἔλεος.Ὁ αὐτὸς τοῦ αὐτοῦΤὸ μέγα κλέος τῶν Ἱερέων, Ἀθανάσιον τὸν ἀήττητον ἀριστέα, ἱεροπρεπῶς εὐφημήσωμεν· οὕτος γὰρ τῆς αἱρέσεως συγκόψας τὰς φάλαγγας, τῇ δυνάμει τοῦ Πνεύματος, τὰ τῆς Ὀρθοδοξίας τρόπαια, ἀνεστήσατο καθ᾿ ὅλης τῆς οἰκουμένης, ἀριθμῶν εὐσεβῶς, τὸ τῆς Τριάδος μυστήριον, διὰ τὴν τῶν προσώπων ἰδιότητα· καὶ πάλιν συνάπτων ἀσυγχύτως εἰς ἓν, διὰ τὴν τῆς οὐσίας ταυτότητα, καὶ χερουβικῶς θεολογῶν, πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.Δόξα... Ἦχος πλ. β'Γερασίμου ἈλεξανδρείαςΔεῦτε συνευφρανθῶμεν, πάντες οἱ γηγενεῖς, ἐπὶ τῇ μνήμῃ τῶν σοφωτάτων Διδασκάλων ἡμῶν, Ἀθανασίου τε καὶ Κυρίλλου· οὗτοι γάρ, ὡς ἀξιόθεοι παλαισταί, καὶ πρόμαχοι τῆς ἀληθείας πιστότατοι, ἐχθροῖς τοῖς ἀοράτοις καὶ ὁρατοῖς, εὐσεβοφρόνως ἀντέστησαν· διὸ ἐν οὐρανοῖς, στεφάνοις τῆς ἀθανασίας αὐτοῦ κατέστεψεν, ὁ τῶν ἁπάντων Βασιλεύς. Καὶ νῦν μέτ᾿ Ἀγγέλων χορεύοντες, ὑμνοῦσιν ἀκαταπαύστως αὐτόν, τρισαγίοις ᾄσμασι, τὸν ἐν Τριάδι ὁμοούσιον.Καὶ νῦν... ΘεοτοκίονΘεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς. Σὲ ἱκετεύομεν· Πρέσβευε Δέσποινα, μετὰ τῶν Διδασκάλων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἰς τὸν Στίχον Στιχηρὰ Προσόμοια.Ἦχος πλ, α' Χαίροις ἀσκητικῶν ΤΟ ΑΚΟΥΤΕΧαίροις Ἱεραρχῶν ἡ Δυάς, τῆς Ἐκκλησίας τὰ μεγάλα προπύργια, οἱ στῦλοι τῆς εὐσεβείας, ὁ τῶν πιστῶν ἑδρασμός, τῶν αἱρετιζόντων ἡ κατάπτωσις. Χριστοῦ οἱ ποιμάναντες, τὸν λαὸν θείοις δόγμασι, καὶ ταῖς ποικίλαις, ἀρεταῖς οἱ ἐκθρέψαντες· οἱ τῆς χάριτος, διαπρύσιοι κήρυκες· νόμους οἱ προεκθέμενοι, Χριστοῦ τῷ πληρώματι· οἱ ὁδηγοὶ πρὸς τὰ ἄνω· τοῦ Παραδείσου αἱ εἴσοδοι· Χριστὸν καταπέμψαι, ταῖς ψυχαῖς ἡμῶν αἰτεῖσθε τὸ μέγα ἔλεος.Στίχ. Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσινΧαίροις Ἱεραρχῶν ἡ Δυάς, οὐρανοβάμονες ἐπίγειοι Ἄγγελοι, τοῦ κόσμου ἡ σωτηρία, ἡ τῶν ἀνθρώπων χαρά, καὶ τῆς οἰκουμένης οἱ Διδάσκαλοι· τοῦ Λόγου οἱ πρόμαχοι, ἰατροὶ ἐπιστήμονες, τῶν νοσημάτων, τῆς ψυχῆς καὶ τοῦ σώματος· οἱ ἀείροοι, ποταμοὶ οἱ τοῦ Πνεύματος, λόγοις οἱ καταρδεύσαντες, τῆς γῆς ἅπαν πρόσωπον· οἱ θεολόγοι, αἱ βάσεις, οἱ ὑψηγόροι οἱ ἔνθεοι· Χριστὸν καταπέμψαι, ταῖς ψυχαῖς ἡμῶν αἰτεῖσθε τὸ μέγα ἔλεος.Στίχ. Οἱ Ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονταιΧαίροις ἡ ἱερὰ Ξυνωρίς, τοῦ ἐπιγείου στερεώματος Ἥλιος, ἀκτῖνες καὶ δᾳδουχίαι, ἐκ Τρισηλίου αὐγῆς, τῶν ἐσκοτισμένων ἡ ἀνάβλεψις· τὰ ἄνθη τὰ εὔοσμα, τοῦ Παραδείσου τὰ κάλλιστα· ὄντως ὁ Μέγας, καὶ σοφὸς Ἀθανάσιος, θεῖος Κύριλλος· τὰ πυξία τοῦ Πνεύματος· πλάκες αἱ θεοχάρακτοι, μαζοὶ οἱ ἐκβλύζοντες, τῆς σωτηρίας τὸ γάλα· τὸ τῆς σοφίας ἀγλάϊσμα. Χριστὸν δυσωπεῖτε, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.
Δοξαστικὸν
Ἦχος πλ. δ'
Ἱεραρχῶν τοὺς ἀκραίμονας, καὶ παμφαεῖς φωστῆρας τῆς οἰκουμένης, ἐν ὕμνοις τιμήσωμεν πιστοί, Ἀθανάσιον σὺν τῷ Κυρίλλῳ, καὶ Χριστῷ ἐκβοήσωμεν χαρμονικῶς· Εὔσπλαγχνε Κύριε, παράσχου τῷ λαῷ σου, ἱκεσίαις τῶν Διδασκάλων, ἄφεσιν ἁμαρτιῶν καὶ τὸ μέγα ἔλεος.
Θεοτοκίον
Ἦχος πλ. δ'
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις, δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα, καθαρισμὸν τῶν πταισμάτων. Νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Ἀπολυτίκιον
Ἦχος γ'
Θείας πίστεως ΤΟ ΑΚΟΥΤΕ
Ἔργοις λάμψαντες Ὀρθοδοξίας, πᾶσαν σβέσαντες κακοδοξίαν, νικηταὶ τροπαιοφόροι γεγόνατε· τῇ εὐσεβείᾳ τὰ πάντα πλουτίσαντες, τὴν Ἐκκλησίαν μεγάλως κοσμήσαντες, ἀξίως εὕρατε Χριστὸν τὸν Θεὸν εὐχαῖς ὑμῶν, δωρούμενον πᾶσι τὸ μέγα ἔλεος.
Θεοτοκίον, Ἦχος γ'
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα
Ἦχος πλ. α'
Τὸν συνάναρχον Λογον ΤΟ ΑΚΟΥΤΕ
Τὸν λειμῶνα τῶν λόγων τῶν θεοπνεύστων Γραφῶν, τὸν ἡμᾶς ὁδηγοῦντα πρὸς τὴν εὐσέβειαν, τὸν τοὺς ποικίλους πειρασμοὺς ὑπομείναντα, Ἀθανάσιον πιστοί, ὡς διδαχθέντες ὑπ᾿ αὐτοῦ, τιμήσωμεν κατὰ χρέος· πρεσβεύει γὰρ τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.Δόξα... Καὶ νῦν... ΘεοτοκίονΧαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμήν, καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκί, τὸν Ποιητήν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλίπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.
Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα
Ἦχος γ'
Θείας πίστεως ΤΟ ΑΚΟΥΤΕ
Θεῖον ἕδρασμα τῆς Ἐκκλησίας, Πάτερ Κύριλλε, σὺ ἀνεδείχθης· τὴν δωδεκάδα ἐκθεὶς γὰρ τῶν λόγων σου, τὴν Νεστορίου κακόνοιαν ἤλεγξας, καὶ Θεοτόκον κυρίως ἐτράνωσας. Ῥητόρων ἔξαρχε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.Δόξα... Καὶ νῦν... ΘεοτοκίονΘρόνος πάγχρυσος τοῦ Βασιλέως, καὶ Παράδεισος διηνθισμένος, ἀνεδείχθης Θεοτόκε πανάχραντε· τὸν γὰρ Θεὸν ἐν γαστρί σου βαστάσασα, εὐωδιάζεις ἡμᾶς θείαις χάρισιν· ὅθεν ἅπαντες, Θεοῦ ἀληθῶς Μητέρα σε, κηρύττομεν ἀεὶ καὶ μεγαλύνομεν.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα
Ἦχος α'
Τὸν τάφον σου Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ
Τριάδος τῆς σεπτῆς, Ἀθανάσιον ὕμνοις, καὶ Κύριλλον ὁμοῦ ἐπαινέσωμεν πάντες, τοὺς θείους θεράποντας, καὶ προμάχους τῆς πίστεως, τοὺς τοῖς βάθεσι, τῶν εὐσεβῶν νοημάτων, στρατὸν ἔκφρονα, Αἱρετικῶν ἀπειθούντων, ἀξίως βυθίσαντας.Δόξα... Καὶ νῦν... ΘεοτοκίονΜαρία τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς, πεπτωκότας εἰς χάος, δεινῆς ἀπογνώσεως, καὶ πταισμάτων καὶ θλίψεων· σὺ γὰρ πέφυκας, ἁμαρτωλῶν σωτηρία, καὶ βοήθεια, καὶ κραταιὰ προστασία, καὶ σῴζεις τοὺς δούλους σου.
Προκείμενον Ἦχος δ' Οἱ Ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ Ὅσιοί σου ἀγαλλιάσονται.Στίχ. Τὸ Στόμα μου λαλήσει σοφίαν.
Δόξα... Ἦχος β' Ταῖς τῶν Διδασκάλων...Καὶ νῦν... ΘεοτοκίονΤαῖς τῆς Θεοτόκου...Στίχος, Ἐλέησόν με ὁ Θεός...Ἰδιόμελον, Ἦχος πλ. β'Ἐξεχύθη ἡ χάρις ἐν χείλεσιν ὑμῶν, Ὅσιοι Πατέρες· καὶ γεγόνατε Ποιμένες τῆς τοῦ Χριστοῦ Ἐκκλησίας, διδάσκοντες τὰ λογικὰ πρόβατα, πιστεύειν εἰς Τριάδα ὁμοούσιον, ἐν μιᾷ θεότητι.
Ὁ Κανὼν τῆς Θεοτόκου, οὗ ἡ ἀκροστιχίς.Χαίροις χαρᾶς σκήνωμα, τῆς λύπης λύσις.ᾨδὴ Ἰωάννου.ᾨδὴ α'
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἁρματηλάτην Φαραω ἐβύθισε, τερατουργοῦσα ποτέ, Μωσαϊκὴ ῥάβδος, σταυροτύπως πλήξασα, καὶ διελοῦσα θάλασσαν, Ἰσραὴλ δὲ φυγάδα, πεζὸν ὁδίτην διέσωσεν, ᾆσμα τῷ Θεῷ ἀναμέλποντα».Χαῖρε κατάρας παλαιᾶς ἡ λύτρωσις, καὶ εὐλογίας πηγή, χαῖρε ζωῆς Μήτηρ, ᾍδου ἡ καθαίρεσις, θανάτου ἡ ἀναίρεσις, χαῖρε λύσις τῆς λύπης, χαρᾶς χωρίον εὐρύχωρον∙ χαῖρε Θεοτόκε πανύμνητε.Ἅρμα τοῦ Λόγου λογικὸν καὶ ἔμψυχον, χαῖρε πανάμωμε, Δαυϊτικὸν χαῖρε, ἅρμα πολυώνυμον, ἅρμα μυριοπλάσιον∙ χαῖρε ἡ ἀσυγκρίτως, τῶν Χερουβὶμ ὑπερέχουσα, καὶ τῶν Σεραφὶμ ὑπερφέρουσα.Ἱερωτέρα νοερῶν Δυνάμεων, χαῖρε Θεόνυμφε, χαῖρε κτιστῆς πάσης, ἀνωτέρα φύσεως∙ χαῖρε Θεοῦ παλάτιον, χαῖρε πύρινε θρόνε, χαῖρε λυχνία πολύφωτε∙ χαῖρε μυριώνυμε Δέσποινα.Ῥάβδος ἐκ ῥίζης Ἰεσσαὶ βλαστήσασα, χαῖρε ἀμόλυντε∙ χαῖρε βλαστῷ ῥάβδου, τῆς Ἀαρωνίτιδος, διαγραφεῖσα πρότερον, μυστικῶς καὶ βαθέως∙ ὡς γὰρ ἐκείνη τὰ κάρυα, οὕτω τὸν Χριστὸν σὺ ἐξήνθησας.
Ὁ Κανὼν τοῦ Ἁγίου Ἀθανασίου, οὗ ἡ Ἀκροστιχὶς ἄνευ τῶν Θεοτοκίων.Ἀθανάσιος εὖχος ὀρθοδοξίας ἔφυ.Θεοφάνους.ᾨδὴ α'
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἁρματηλάτην Φαραὼ ἐβύθισε, τερατουργοῦσα ποτέ, Μωσαϊκὴ ῥάβδος, σταυροτύπως πλήξασα, καὶ διελοῦσα θάλασσαν, Ἰσραὴλ δὲ φυγάδα, πεζὸν ὁδίτην διέσωσεν, ᾄσμα τῷ Θεῷ ἀναμέλποντα».Ἀθανασίῳ προσκομίζων ἔπαινον, ὡς ἀρετὴν εὐφημῶν, πρὸς τὸν Θεὸν φέρω, μᾶλλον τὸ ἐγκώμιον, παρ᾿ οὗ τοῖς βροτοῖς δέδοται, ἀξιέπαινον χρῆμα, τῆς ἀρετῆς, ἧς περ γέγονεν, ἔμψυχος εἰκὼν καὶ ἐκσφράγισμα.Θεοσοφίας χρηματίσας ἔμπλεως, καὶ ὑπὲρ ἥλιον, βίῳ ἀπαστράπτων, καὶ πολιτευσάμενος, Ὅσιε ὑπερβέβηκας, ἐγκωμίων τοὺς νόμους, τοὺς παρ᾿ ἡμῶν, ἀλλ᾿ ἀνάσχοιο, Πάτερ παρ᾿ ἀξίαν ὑμνούμενος.Ἀξιοχρέως μὲν ᾠδὴν ὑφαίνομεν, σοῦ μνήμῃ τῇ εὐκλεεῖ· ἀλλὰ ἀποροῦντες πλεῖστον Ἀθανάσιε, τῶν κατ᾿ ἀξίαν ὕμνων σου, ἐξαιτοῦμεν συγγνώμην, ἡμῖν δοθῆναι καὶ ἄφθονον, χάριν διὰ σοῦ τὴν τοῦ Πνεύματος.Νεανικῶς τῶν σαρκικῶν κατήργησας, παθῶν σκιρτήματα ἐν νεότητί σου, γηραλέον φρόνημα, καὶ εὐσταθὲς κτησάμενος, Ἀθανάσιε Μάκαρ· τῆς γὰρ σοφίας τῷ ἔρωτι, πάσας τὰς αἰσθήσεις ἐρρύθμισας.ΘεοτοκίονΔεδοξασμένα περὶ σοῦ λελάληνται, ἐν γενεαῖς γενεῶν, ἡ τὸν Θεὸν Λόγον, ἐν γαστρὶ χωρήσασα, Ἁγνὴ δὲ διαμείνασα, Θεοτόκε Μαρία· διὸ σε πάντες γεραίρομεν, τήν μετὰ Θεὸν προστασίαν ἡμῶν.
Ὁ Κανὼν τοῦ Ἁγίου Κυρίλλου, οὗ ἡ ἀκροστιχὶς ἄνευ τῶν Θεοτοκίων.Θεωριῶν Κύριλλος ἐνθέων λύρα.Ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ.ᾨδὴ α'
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θαλάσσης τὸ ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν, ὁ παλαιὸς πεζεύσας, Ἰσραήλ, σταυροτύποις Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν τῇ ἐρήμῳ ἐτροπώσατο».Θεόθεν τὴν φωτοδότιν Κύριλλε, χάριν δεξάμενος, καὶ τηλαυγὴς φωστὴρ ἀναδειχθείς, λογικὰς ἐναστράψαις ἡμῖν, μαρμαρυγὰς τὴν μνήμην σου, ὅπως ἀξίως ἀνυμνήσωμεν.Ἐπλήσθης τῆς δᾳδουχίας Κύριλλε, σοφὲ τοῦ Πνεύματος, τῶν ἐντολῶν ὡς φύλαξ τοῦ Χριστοῦ· καὶ παθῶν καθῃράμενος, τῆς ὑπερθέου γέγονας, ὄντως Τριάδος ἐνδιαίτημα.Ὡς ζήλου καὶ παρρησίας ἔμπλεως, Κύριλλε ἔνδοξε, τὰς θεομάχους πάσας ἀψευδῶς, γλωσσαλγίας διήλεγξας, τῶν δυσσεβῶν αἱρέσεων, ὀρθοδοξίας προϊστάμενος.ΘεοτοκίονΠατήσας τὴν ἐντολὴν τοῦ Κτίσαντος, τρυφῆς ἐκβέβληται, δελεασθεὶς ὁ πρῶτος ἐν βροτοῖς· ἀλλὰ τοῦτον πεσόντα δεινῶς, τὸν Λυτρωτὴν κυήσασα, ἀνεκαλέσω Μητροπάρθενε.Καταβασία, Ἦχος γ' ΤΟ ΑΚΟΥΤΕΧέρσον ἀβυσσοτόκον πέδον ἥλιος, ἐπεπόλευσέ ποτε· ὡσεὶ τεῖχος γὰρ ἐπάγη, ἑκατέρωθεν ὕδωρ, λαῷ πεζοποντοποροῦντι, καὶ θεαρέστως μέλποντι. ᾌσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται.
ᾨδὴ γ', Κανών τῆς Θεοτόκου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σὺ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν Πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε».Ἰσχυρότατον ὅπλον, χαῖρε πιστῶν Δέσποινα, χαῖρε κραταιὰ προστασία, χαῖρε ἀντίληψις∙ χαῖρε βοήθεια, ἁμαρτωλῶν∙ χαῖρε τεῖχος τῶν προσκαλουμένων σε, χαῖρε τοῦ κόσμου χαρά.Σωτηρίας ἀνθρώπων, χαῖρε στερρὸν ἔρεισμα∙ χαῖρε τοῦ Ἀδὰμ καὶ τῆς Εὔας ἡ ἐπανάκλησις, δι᾿ ἧς ἀπέλαβον, τὴν παλαιὰν εὐκληρίαν, χαῖρε ἡ ἀνοίξασα, πάλιν Παράδεισον.Χαῖρε ἄφλεκτε βάτε, χαῖρε φωτὸς ὄχημα, χαῖρε τοῦ Ἡλίου νεφέλη, χαῖρε περίδοξε, καὶ περιλάλητε, τοῦ Βασιλέως καθέδρα∙ χαῖρε πόλις ἔμψυχε, Χριστοῦ τοῦ ζῶντος Θεοῦ.Ἀπειρόγαμε Μῆτερ, χαῖρε ἁγνὴ Δέσποινα, χαῖρε ἡ ἀνήροτος χώρα καὶ ἀγεώργητος, ἡ γεωργήσασα, τὸν Γεωργὸν τῶν ἁπάντων, χαῖρε γῆ, ἀλήθειαν ἡ ἀνατείλασα.
Κανών β', ᾨδὴ γ', τοῦ Ἁγίου Ἀθανασίου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ στερεώσας κατ᾿ ἀρχάς, τοὺς οὐρανοὺς ἐν συνέσει, καὶ τὴν γῆν ἐπὶ ὑδάτων ἑδράσας, ἐν τῇ πέτρᾳ με Χριστὲ τῶν ἐντολῶν σου στήριξον, ὅτι οὐκ ἔστι πλήν σου, Ἅγιος μόνε φιλάνθρωπε».Ἀνακαθάρας μολυσμοῦ, παντὸς ψυχήν τε καὶ σῶμα, Ἀθανάσιε, ναὸς ἀνεδείχθης ἀξιόθεος· διὸ τὸ τῆς Τριάδος πλήρωμα, ἐπανεπαύσατό σοι, Ἱερομύστα πανόβλιε.Σοῦ ὡς ἐπόθει τὴν ψυχήν, τοῦ Παρακλήτου ἡ χάρις, ἐκ παθῶν κεκαθαρμένην εὑροῦσα, διαδήλους ἐν αὐτῇ, τὰς ἐνεργείας δείκνυσι, καὶ τηλαυγῆ φωστῆρα, Πάτερ τῷ κόσμῳ σε τίθησιν.Ἱεραρχίας μὲν κανών, ὡς Ἱεράρχης ἐδείχθης, πρακτικῆς ὑπογραμμὸς δὲ ὁ βίος· ὁ δὲ λόγος σου Σοφέ, τῆς θεωρίας τύπος τρανῶς· Θεολογία δέ σου, ὄντως ἡ δίδαξις πέφηνε.ΘεοτοκίονΤῶν Χερουβὶμ καὶ Σεραφίμ, ἐδείχθης ὑψηλοτέρα, Θεοτόκε· σὺ γὰρ μόνη ἐδέξω τὸν ἄχραντον Θεόν, ἐν σῇ γαστρὶ ἀμόλυντε· διὸ πιστοὶ σε πάντες, ὕμνοις Ἁγνὴ μακαρίζομεν.
Κανών γ', ᾨδὴ γ', τοῦ Ἁγίου Κυρίλλου
Ἦχος δ'
Εὐφραίνεται ἐπὶ σοὶ ΤΟ ΑΚΟΥΤΕ
Ῥωννύμενος ἐν Χριστῷ, τὰς μηχανὰς τοῦ σκολιοῦ δράκοντος, γνώμῃ στερρᾷ Κύριλλε, ὡς ἱστὸν ἀράχνης διέλυσας.Ἰλὺν παθῶν ἐκ ψυχῆς, ἐξετινάξω καθελὼν Κύριλλε, πᾶν λογισμῶν ὕψωμα, κατὰ τοῦ Χριστοῦ ἐπαιρόμενον.Ὡς εὔστοχος ἀθλητής, Πάτερ ἐξέκλινας στερρῶς ἅπασαν τὴν τῆς σαρκὸς εὐπάθειαν, ὡς ἐπιβλαβῆ καὶ ἐπίβουλον.ΘεοτοκίονὉ Ἄγγελος Γαβριήλ, τὴν ὑπὲρ λόγον σοι χαρὰν ἔφησε· Χαῖρε Θεοῦ σκήνωμα, ὃ κατασκηνῶσαι ηὐδόκησε.Καταβασία, Ἦχος γ' ΤΟ ΑΚΟΥΤΕΤὸ στερέωμα, τῶν ἐπὶ σοὶ πεποιθότων, στερέωσον Κύριε τὴν Ἐκκλησίαν, ἣν ἐκτήσω, τῷ τιμίῳ σου αἵματι.
Κάθισμα
Ἦχος δ'
Ταχὺ προκατάλαβε ΤΟ ΑΚΟΥΤΕ
Φωστῆρες ὑπέλαμπροι, τῆς Ἐκκλησίας Χριστοῦ, τὸν κόσμον ἐφωτίσατε, ταῖς διδαχαῖς ὑμῶν, Πατέρες Θεόσοφοι, τήξαντες τὰς αἱρέσεις, πάντων τῶν κακοδόξων, σβέσαντες τὰς φλογώδεις, τῶν βλασφήμων συγχύσεις· διὸ ὡς Ἱεράρχαι Χριστοῦ, πρεσβεύσατε σωθῆναι ἡμᾶς.Δόξα... Καὶ νῦν... ΘεοτοκίονΠαρθένε πανύμνητε, Μήτηρ Χριστοῦ τοῦ Θεοῦ, Μαρία Θεόνυμφε, καὶ ἀπειρόγαμε, Πιστῶν ἡ ἀντίληψις, ῥῦσαι παντὸς κινδύνου, καὶ παντοίας ἀνάγκης, Δέσποινα Θεοτόκε τοὺς ἐν πίστει καὶ πόθῳ, τῇ σκέπῃ σου προσφεύγοντας μόνη Θεόνυμφε.
ᾨδὴ δ', Κανών τῆς Θεοτόκου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σύ μου ἰσχύς, Κύριε, σύ μου καὶ δύναμις, σὺ Θεός μου, σύ μου ἀγαλλίαμα, ὁ Πατρικοὺς κόλπους μὴ λιπών, καὶ τὴν ἡμετέραν, πτωχείαν ἐπισκεψάμενος∙ διὸ σύν τῷ Προφήτη, Ἀββακοὺμ σοι κραυγάζω∙ Τῇ δυνάμει σου δόξα φιλάνθρωπε».Ἀνατολή, τοῦ Πατρικοῦ ἀπαυγάσματος, καὶ Ἠλίου, τοῦ ἐξανατείλαντος, πρὸ Ἑωσφόρου ἐκ τοῦ Πατρός, χαῖρε Θεοτόκε, νεφέλη κούφη καὶ ἔμψυχε∙ Παρθένε χαῖρε Μήτηρ, χαῖρε εὐλογημένη∙ χαῖρε δεδοξασμένη Πανάμωμε.Σὺ τὸ χρυσοῦν, θυμιατήριον Δέσποινα, τοῦ ἀστέκτου, καὶ ἀΰλου ἄνθρακος, ἐν ᾧ ἐκαύθη διαρραγέν, τῆς ἀδαμιαίας, παρακοῆς τὸ χειρόγραφον∙ διὸ σοι χαῖρε κράζω, δι᾿ἧς πάσιν ἐδόθη, ἡ χαρὰ καὶ τρυφὴ καὶ ἀπόλαυσις.Σὺ τῶν βροτῶν, δόξα καὶ κλέος καὶ καύχημα, καὶ Ἀγγέλων, στέφος καὶ διάδημα· διὸ ἡ γῆ, καὶ ὁ οὐρανός, μίαν Ἐκκλησίαν, στησάμενοι παναρμόνιον, τό, Χαῖρέ σοι βοῶμεν∙ χαῖρε Δέσποινα κόσμου, χαῖρε πάντων ἀνθρώπων βοήθεια.Κλίνη σεπτή, ἣν Σολομὼν προδιέγραψε, κυκλουμένην, δυνατοῖς ἑξήκοντα, χαῖρε Παρθένε ἡ κεχρυσωμένη, τοῦ νοητοῦ ἁγιάσματος, λαβὶς ἡ θεία χαῖρε∙ χαῖρε βάτε πυρφόρε, χαῖρε πύλη καὶ κλῖμαξ καὶ γέφυρα.
Κανών β', ᾨδὴ δ', τοῦ Ἁγίου Ἀθανασίου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σύ μου ἰσχύς, Κύριε, σύ μου καὶ δύναμις, σὺ Θεός μου, σύ μου ἀγαλλίαμα, ὁ Πατρικοὺς κόλπους μὴ λιπών, καὶ τὴν ἡμετέραν, πτωχείαν ἐπισκεψάμενος· διὸ σύν τῷ προφήτῃ, Ἀββακοὺμ σοι κραυγάζω· τῇ δυνάμει σου δόξα φιλάνθρωπε».Ὅλη ἐν σοί, πνεύσασα ἡ ζωηφόρος πνοή, ἡ ἐξ ὕψους, πρὶν ἐπιφοιτήσασα, θεοπρεπῶς, Πνεύματος Χριστοῦ, ἐν τῷ ὑπερώῳ, καὶ Μαθητὰς ἐμφορήσασα, Ἀπόστολον δεικνύει, τρισκαιδέκατον Πάτερ, τὴν ὀρθόδοξον Πίστιν κηρύττοντα.Σὺ θεϊκῷ, ζήλῳ σφοδρῶς πυρπολούμενος, τῇ Συνόδῳ συναγωνιζόμενος, καὶ πρὸ τοῦ σέ, Πρόεδρον τελεῖν, ἐν τῇ Νικαέων, κυρύττεις τὸ Ὁμοούσιον· διὸ τῆς Ἐκκλησίας, ὁ Χριστὸς Ποιμενάρχην, καὶ Διδάσκαλον σὲ προχειρίζεται.Ἐγχειρισθείς, τῆς Ἐκκλησίας τοὺς οἴακας, ἐκ προνοίας, θείας Ἀθανάσιε, αἱρετικῶν τὰς ψυχοβλαβεῖς, πάσας γλωσσαλγίας, οἷά τις πέλυξ ἐξέτεμες, προρρίζους, ὡς ἀκάνθας· καὶ τὸν σπόρον τοῦ λόγου, ἐπαρδεύων σοφῶς ἐγεώργησας.Ὑπὸ τῆς σῆς, γλώσσης πυρίνης ἐκκέκαυται, ἡ Ἀρείου, ἔκφυλος διαίρεσις, σύγχυσίς τε Σαβελλιανή, τὰ ἐκ διαμέτρου, κακὰ καὶ πρὸς τὴν ἀσέβειαν, ὁμότιμα καὶ πᾶσα, σὺν αὐτοῖς βλασφημία, αἱρετίζουσα ὦ Ἀθανάσιε.ΘεοτοκίονΣὺ τῶν πιστῶν, καύχημα πέλεις Ἀνύμφευτε· σὺ προστάτις, σὺ καὶ καταφύγιον, Χριστιανῶν, τεῖχος καὶ λιμήν· πρὸς γὰρ τὸν Υἱόν σου, ἐντεύξεις φέρεις Πανάμωμε, καὶ σῴζεις ἐκ κινδύνων, τοὺς ἐν πίστει καὶ πόθῳ, Θεοτόκον Ἁγνὴ σε γινώσκοντας.
Κανών γ', ᾨδὴ δ', τοῦ Ἁγίου Κυρίλλου
Ἦχος δ'
Ἐπαρθέντα σε ἰδοῦσα ΤΟ ΑΚΟΥΤΕ
Νενικηκότα τὰ πάθη τὰ ψυχοφθόρα, καὶ λογισμῷ κρατήσαντα σαρκὸς θεοφόρε, Κύριλλε ἰδὼν ὁ Χριστός, τῆς θείας σε Πρόεδρον, Πάτερ Ἐκκλησίας καθίστησι.Κληρονομήσας ὡς γόνος ἠγαπημένος τὴν πατρικὴν τοῦ Μάρκου, ἀρετὴν καὶ τοῦ θρόνου, γέγονας διάδοχος, τοῦ θείου τοῖς ἴχνεσιν, Εὐαγγελιστοῦ παρεπόμενος.Ὑπὸ Χριστοῦ μὲν ὡς πρόβατον ἐποιμάνθης, ὡς δὲ ποιμὴν ἐποίμανας, τὸ ποίμνιον Πάτερ, λόγοις ψυχοτρόφοις σου, ὡς πόαις καὶ ἄνθεσι, δαψιλῶς ἐκτρέφων τῆς χάριτος.ΘεοτοκίονΝεμομένην τοῦ θανάτου τὴν τυραννίδα, Μήτηρ Θεοῦ κατέπαυσας, Ζωὴν τὴν ἀγήρω, Πάναγνε κυήσασα· διὸ σοι κραυγάζομεν, Χαῖρε Θεοτόκε πανύμνητε.Καταβασία, Ἦχος γ' ΤΟ ΑΚΟΥΤΕἘκάλυψεν οὐρανούς, ἡ ἀρετή σου Χριστέ· τῆς κιβωτοῦ γὰρ προελθών,τοῦ ἁγιάσματός σου, τῆς ἀφθόρου Μητρός, ἐν τῷ ναῷ τῆς δόξης σου, ὤφθης ὡς βρέφος, ἀγκαλοφορούμενος, καὶ ἐπληρώθη τὰ πάντα τῆς σῆς αἰνέσεως.
ᾨδὴ ε', Κανών τῆς Θεοτόκου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἴνα τὶ με ἀπώσω, ἀπὸ τοῦ προσώπου σου τὸ φῶς τὸ ἄδυτον, καὶ ἐκάλυψέ με, τὸ ἀλλότριον σκότος τὸν δείλαιον, ἀλλ' ἐπίστρεψόν με, καὶ πρὸς τὸ φῶς τῶν ἐντολῶν σου, τὰς ὁδούς μου κατεύθυνον δέομαι».Νοερὰν σατραπείαν, καὶ τυραννικὴν ἐναέριον φάλαγγα, παρελθεῖν ἀλύπως, ἐν καιρῷ τῆς ἐξόδου μου πάρεχε, ἵνα σοι τό, Χαῖρε, χαρμονικῶς, Δέσποινα κράζω∙ Χαῖρε πάντων ἐλπὶς ἀκαταίσχυντε.Ὡς χαρὰν συλλαβοῦσα, χαῖρε ὑπεράμωμε∙ χαῖρε ὑπέραγνε, χαῖρε τῆς Ἁγνείας, πορφυρόχρουν ἄνθος ἡδύπνοον, χαῖρε παρθενίας, κακκοβαφὲς ἐρυθρὸν ῥόδον, καὶ Θεοῦ τὸ εὐῶδες ὀσφράδιον.Μυστικὴ μυροθήκη, χαῖρε τὸ ἡδύπνοον μύρον ἡ βρύουσα∙ χαῖρε θεία κρήνη, ἡ τὸ ὕδωρ τὸ ζῶν ἀναβλύζουσα, χαῖρε ἡ τὸν βότρυν, τὸν τῆς ζωῆς καρποφοροῦσα, ἀγεώργητος ἄμπελος Δέσποινα.Ἀδιόδευτε πύλη, χαῖρε ἣν διώδευσε Χριστὸς ὁ Κύριος∙ Παραδείσου πύλας, ἡ ἀνοίξασα χαῖρε τῷ τόκῳ σου, χαῖρε δι᾿ ἧς χαίρει, ὁ οὐρανὸς καὶ γῆ χορεύει, καὶ τὰ ἄνω τοῖς κάτω συνάπτονται.
Κανών β', ᾨδὴ ε', τοῦ Ἁγίου Ἀθανασίου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἵνα τὶ με ἀπώσω, ἀπὸ τοῦ προσώπου σου τὸ φῶς τὸ ἄδυτον, καὶ ἐκάλυψέ με, τὸ ἀλλότριον σκότος τὸν δείλαιον; ἀλλ᾿ ἐπίβλεψόν με, καὶ πρὸς τὸ φῶς τῶν ἐντολῶν σου, τὰς ὁδούς μου κατεύθυνον δέομαι».Χριστὸν ἔχων λαλοῦντα, Πάτερ ἐν ὀργάνῳ εὐήχῳ τῇ γλώττῃ σου, στηλιτεύεις Μάκαρ, τῶν εἰδώλων ἐγγράφως τὴν αἵρεσιν, τοὺς πεπλανημένους, ποδηγετῶν καὶ ἐπιστρέφων, πρὸς τὸν ὄντως Θεὸν Ἀθανάσιε.Ὀλεθρίους αἱρέσεις, Πάτερ ἐθριάμβευσας λόγοις καὶ γράμμασι, τὴν ποικίλην πλάνην, ἐξορίζων σοφαῖς ἀποδείξεσιν, ἐκ τῆς οἰκουμένης, διατρανῶν ἀναντιρρήτως, τὴν Ὀρθόδοξον πίστιν μακάριε.Σὲ διδάσκαλον ὄντως, μέγαν Διδασκάλων σοφὲ Ἀθανάσιε, ἀκομψεύτῳ φράσει, μετὰ τοὺς Ἀποστόλους εὐμοίρησεν, Ἐκκλησία Πάτερ, ἡ τοῦ Χριστοῦ διασαφοῦντα, τὸν ἀμώμητον λόγον τῆς Πίστεως.ΘεοτοκίονΜητρικὴν παρρησίαν, τὴν πρὸς τὸν Υἱόν σου κεκτημένη Πάναγνε, συγγενοῦς προνοίας, τῆς ἡμῶν μὴ παρίδῃς δεόμεθα· ὅτι σὲ καὶ μόνην, Χριστιανοὶ πρὸς τὸν Δεσπότην, ἱλασμὸν εὐμενῆ προβαλλόμεθα.
Κανών γ', ᾨδὴ ε', τοῦ Ἁγίου Κυρίλλου
Ἦχος δ'
Σὺ Κύριέ μου φῶς ΤΟ ΑΚΟΥΤΕ
Ῥεῦμα ὄντως σφοδρόν, πλημμυροῦντος χειμάρρου ὁ σός, ὦ Κύριλλε ἐκμιμεῖται λόγος, τῶν κακοδόξων, ἐκτρέπων μηχανήματα.Ἴσως τὴν βδελυράν, τοῦ Ἀρείου διαίρεσιν, ὦ Κύριλλε μιαράν τε, Σαβελλίου ἐκ βάθρων, συναλοιφὴν καθῄρηκας.Λόγους πλουτοποιούς, οὐ χρυσὸν καταλέλοιπας, ὦ Κύριλλε θησαυρούς τε, ὥσπερ λίθους τιμίους, τοὺς σοὺς τῇ Ἐκκλησίᾳ Χριστοῦ.ΘεοτοκίονὌντως ὁ χαρακτήρ, τῆς ἁγίας μορφῆς σου Σεμνή, τοὺς δαίμονας φυγαδεύει, τοὺς πιστοὺς δ᾿ ἁγιάζει, καὶ σῴζει τὰς ψυχὰς ἡμῶν.Καταβασία, Ἦχος γ' ΤΟ ΑΚΟΥΤΕὩς εἶδεν Ἡσαΐας συμβολικῶς, ἐν θρόνῳ ἐπηρμένῳ Θεόν, ὑπ᾿ Ἀγγέλων δόξης δορυφορούμενον, ὦ τάλας! ἐβόα, ἐγώ, πρὸ γὰρ εἶδον σωματούμενον Θεόν, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.
ᾨδὴ ς', Κανών τῆς Θεοτόκου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὴν δέησιν, ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν, ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾍδῃ προσήγγισε, καὶ δέομαι ὡς Ἰωνᾶς∙ Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε».Ἡ ἔμψυχος χαῖρε Δέσποινα κόχλος∙ ἡ κογχύλη, σῶν ἀχράντων αἱμάτων πορφυραυγῆ, ἐρυθρὰν ἁλουργίδα, τῷ τοῦ παντὸς Βασιλεῖ, πορφυρώσασα∙ τὴν γύμνωσιν τὴν τοῦ Ἀδάμ, ἡ σκεπάσασα χαῖρε Πανύμνητε.Στηρίζει μέν, τὰς καρδίας ἀνθρώπων, φυσικῶς ὁ αἰσθητὸς ἄρτος Κόρη∙ Χριστιανῶν, τὰς ψυχὰς δὲ κρατύνει, τὸ σὸν ᾀδόμενον ἅγιον ὄνομα∙ ἐντεῦθεν καὶ χαρμονικῶς, πᾶσα γλῶσσα τὸ χαῖρε κραυγάζει σοι.Λυχνία, ἡ χρυσαυγίζουσα χαῖρε, κιβωτὸς ἡ θεοχώρητος, χαῖρε σκηνή, χαῖρε ἅγιον ὄρος∙ χαῖρε τοῦ ζῶντος Θεοῦ πόλις ἔμψυχε∙ παλάτιον χαῖρε Χριστοῦ∙ χαῖρε τέμενος θεῖον πολύφωτον.Ὑπέραγνε, ὑπεράμωμε χαῖρε, τὸ τῆς φύσεως ἐξαίρετον ἄνθος∙ χαῖρε κοινή, τῶν ἀνθρώπων τοῦ γένους, φιλοτιμία καὶ χάρις θεόσδοτος, τὴν ἄτιμον φύσιν τῶν βροτῶν, ἡ τιμήσασα χαῖρε τῷ τόκῳ σου.
Κανών β', ᾨδὴ ς', τοῦ Ἁγίου Ἀθανασίου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἱλάσθητί μοι Σωτήρ· πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν ἀνάγαγε δέομαι· πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου».Ὀθνείου σπόρου σπορεύς, φανεὶς ὁ Ἀπολλινάριος, βροτείου λόγου καὶ νοῦ, Χριστοῦ τὸ ἀνθρώπινον, στερρῶς ἐξελήλεγκται, ὑπὸ σοῦ Παμμάκαρ, ὥσπερ ἄνους καὶ φρενόληπτος.Ῥευμάτων τῶν λογικῶν, χυθέντων διὰ χειλέων σου, ἐξ ἀενάου πηγῆς, τῆς χάριτος Ὅσιε, γλυκύτερα μέλιτος, ὡς ἐκ κρήνης ῥεῖθρα, οἱ πιστοὶ ἀπαρυόμεθα.Θαυμάσειέ τις τοῖς σοῖς, εἰκότως Πάτερ συγγράμμασι, σοφῶς ἐμφιλοχωρῶν, μελλούσας φυήσεσθαι, αἱρέσεις θεώμενος, προανατραπείσας, ὑπὸ σοῦ προφητικώτατα.ΘεοτοκίονῬυσθείημεν τῶν δεινῶν, πταισμάτων ταὶς ἱκεσίαις σου, Θεογεννῆτορ ἁγνή, καὶ τύχοιμεν πάναγνε, τῆς θείας ἐλλάμψεως, τοῦ ἐκ σοῦ ἀφράστως, σαρκωθέντος Υἱοῦ τοῦ Θεοῦ.
Κανών γ', ᾨδὴ ς', τοῦ Ἁγίου Κυρίλλου
Ἦχος δ'
Θύσω σοι, μετὰ φωνῆς ΤΟ ΑΚΟΥΤΕ
Λαβίδι, Σεραφὶμ τῷ Προφήτῃ τὸν ἄνθρακα, τῇ Ἐκκλησίᾳ Χριστοῦ δέ, ταῖς χερσί σου προσνέμεις ἱερομύστα, τὸ ἐκ θείου, πυρὸς ἠνθρακωμένον καθάρσιον.Ὁμόρους, ὡς ὁ Σαμψὼν ἀλλοφύλους οὐκ ἔθραυσας, τὰ δὲ ἀλλόκοτα πάντα, τῶν ἑτεροδόξων διδάγματα, καὶ τὸ κράτος, τοῖς ὀρθοδόξοις δέδωκας Κύριλλε.Συνόδου, θεολέκτου σαφῶς προηγούμενος, τὸ δυσμενὲς Νεστορίου, χριστομάχον θράσος Πάτερ καθεῖλες, ζήλου πνέων, ὑπὲρ τῆς ἀληθοῦς Θεομήτορος.ΘεοτοκίονΦωτίζεις, τῷ τοκετῷ σου πάντα τὰ πέρατα, Θεογεννῆτορ Παρθένε· σὺ γὰρ μόνη ὤφθης κεκαθαρμένη, ἀπ᾿ αἰῶνος, δικαιοσύνης Ἥλιον ἔχουσα.Καταβασία, Ἦχος γ' ΤΟ ΑΚΟΥΤΕἘβόησέ σοι, ἰδὼν ὁ Πρέσβυς, τοῖς ὀφθαλμοῖς τὸ σωτήριον, ὃ λαοὶς ἐπέστη. Ἐκ Θεοῦ Χριστὲ σὺ Θεός μου.
Κοντάκιον
Ἦχος δ'
Ἐπεφάνης σήμερον ΤΟ ΑΚΟΥΤΕ
Ἱεράρχαι μέγιστοι τῆς εὐσεβείας, καὶ γενναῖοι πρόμαχοι, τῆς Ἐκκλησίας τοῦ Χριστοῦ, πάντας φρουρεῖτε τοὺς μέλποντας. Σῶσον Οἰκτίρμον, τοὺς πίστει τιμῶντάς σε.
Ὁ Οἶκος
Ἀκαταλήπτῳ σου χειρί, καὶ σθένει ἀπορρήτῳ, τὴν σὴν νῦν Ἐκκλησίαν οὐρανώσας Οἰκτίρμον, ἔδειξας ὄντως φαεινοὺς τοὺς δύω φωστῆρας, μεγίστους τε καὶ τερπνούς, τὸν κόσμον καταυγάζοντας, σὺν Ἀθανασίῳ τῷ πανσόφῳ, Κύριλλον τὸν θεῖον. Ταῖς αὐτῶν οὖν ἱκεσίαις, ἐξάρας τὴν νύκτα, ἐχθρῶν πᾶσαν ἀχλὺν διάλυσον Σῶτερ, καὶ φωτὶ τῷ φρικτῷ τῶν πιστῶν τὰ πλήθη καταύγασον, πρὸς τὸ κράζειν καὶ βοᾶν σοι· Σῶσον Οἰκτίρμον, τοὺς πίστει τιμῶντάς σε.
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΙΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν Ἀθανασίου καὶ Κυρίλλου, Πατριαρχῶν Ἀλεξανδρείας.ΣτίχοιἈθανάσιον καὶ θανόντα ζῆν λέγω.Οἱ γὰρ δίκαιοι ζῶσι καὶ τεθνηκότες.Φυγῆς Κυρίλλου σήμερον μνήμην ἄγει,Ἀλλ' οὐ τελευτῆς τῆς ἀειμνήστου κτίσις.Τάρχυσαν ὀγδοάτῃ δεκάτῃ νέκυν Ἀθανασίου.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Θεοδούλης.ΣτίχοιΤὴν θεοδούλην ἐκ ξίφους τεθνηκέναι,Δοῦλοι Θεῶν κρίνουσι τῶν ψευδωνύμων.Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Ξένη πυρὶ τελειοῦται.ΣτίχοιὉ Χριστὸς ἦλθεν πῦρ βαλεῖν εἰς τὴν γῆν πάλαι,Ξένη τρέφουσα καρτερεῖ τὸ πῦρ ξένως.Ταῖς τῶν ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ', Κανών τῆς Θεοτόκου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θεοῦ συγκατάβασιν, τὸ πῦρ ᾐδέσθη ἐν Βαβυλῶνι ποτέ∙ διὰ τοῦτο οἱ παῖδες ἐν τῇ καμίνῳ, ἀγαλλομένω ποδί, ὡς ἐν λειμῶνι χορεύοντες ἔψαλλον∙ Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».Ἡ μόνη ἀπείρανδρος, ἡ μόνη ἄφθορος, χαῖρε Δέσποινα, ἡ Παρθένος καὶ Μήτηρ, ἡ παιδοτόκος καὶ ἀπειρόγαμος∙ τὸ ξένον χαῖρε καὶ φρικτὸν μυστήριον∙ χαῖρε Ἀγγέλων τρυφή, χαῖρε ἀνθρώπων χαρά.Σιὼν πόλις ἔμψυχε, τοῦ Βασιλέως τῶν Βασιλέων Χριστοῦ, περὶ ἧς ἐλαλήθη, δεδοξασμένα χαῖρε Θεόνυμφε∙ χαῖρε ἡ κλῖμαξ, δι᾿ ἧς μεταβαίνομεν, πρὸς οὐρανὸν ἀπὸ γῆς, καὶ ἐκ φθορᾶς εἰς ζωήν.Λειμὼν θεοφύτευτος, εὐώδης κῆπος θεοβλαστούργητος, ἀνεδείχθης Παρθένε, ἀθανασίας ἄνθος ἀνθήσασα∙ διὸ συμφώνως τὸ χαῖρέ σοι κράζομεν. Χαῖρε χαρᾶς χορηγέ, χαῖρε πηγὴ γλυκασμοῦ.Ὑπέρτιμε Δέσποινα, ἐξ ἀτιμίας παθῶν με λύτρωσαι, ἵνα σοι χαρμοσύνως, τὸ χαῖρε κράζω∙ χαῖρε ἁγνείας πηγή, χαῖρε ταμεῖον πάσης καθαρότητος∙ χαῖρε δοχεῖον Θεοῦ, χαῖρε χωρίον Χριστοῦ.
Κανών β', ᾨδὴ ζ', τοῦ Ἁγίου Ἀθανασίου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θεοῦ συγκατάβασιν, τὸ πῦρ ᾐδέσθη ἐν Βαβυλῶνι ποτέ· διὰ τοῦτο οἱ παῖδες ἐν τῇ καμίνῳ, ἀγαλλομένῳ ποδί, ὡς ἐν λειμῶνι χορεύοντες ἔψαλλον· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».Ὁμότιμον σύνθρονον, Πατρὶ τὸν Λόγον, μονογενῆ τε Υἱόν, ὀρθοδόξως κηρύξας, ἀθανασίας Πάτερ ἐπώνυμε, αὖθις διδάσκεις, τὸ Πνεῦμα Γεννήτορι, καὶ τῷ Υἱῷ συμφυές καὶ ὁμοούσιον.Διδάσκαλον κήρυκα, ἱεροφάντην τοῦ τρισηλίου φωτός, διαγγέλλοντα πᾶσιν, ὀρθοδοξίαν μέχρι τερμάτων τῆς γῆς, τῆς ἀσεβείας ὁρῶν ὁ γεννήτωρ σε, τοὺς πειρασμοὺς κατὰ σοῦ ἐπανετείνετο.Οἱ κίνδυνοι ἄπειροι, οὓς ἔτλης Μάκαρ ἀγωνιζόμενος, ὑπὲρ τῆς εὐσεβείας· οἱ στέφανοι δὲ ὡσαύτως ἄπειροι· καὶ γὰρ ἀδάμας ὑπῆρχες τοῖς παίουσι, πρὸς δὲ σαυτόν, ὡς μαγνῆτις εἷλκες ἅπαντας.Ξενίζοντα δόγματα, ἀλλότριά τε τῇ Ἐκκλησίᾳ Χριστοῦ, ἐξορίσας Τριάδα ἐθεολόγησας ὑποστάσεων, θεότητος δὲ μονάδα, ᾗ ἔψαλλες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.ΘεοτοκίονΜαρίαν τὴν ἄχραντον, καὶ παναγίαν ἀνευφημήσωμεν· διὰ ταύτης γὰρ χάρις, ἡμῖν πηγάζει τῶν ὑπὲρ νοῦν δωρεῶν, ὡς ἐκ χειμάρρου τῆς θείας νῦν χρηστότητος, ἥν εὐσεβεῖ λογισμῷ, νῦν μακαρίζομεν.
Κανών γ', ᾨδὴ ζ', τοῦ Ἁγίου Κυρίλλου
Ἦχος δ'
Ἐν τῇ καμίνῳ, Ἀβραμιαῖοι ΤΟ ΑΚΟΥΤΕ
Ἐν τῷ Σιναίῳ, ἀκρωτηρίῳ πάλαι γνόφον εἰσδύς, Νόμον εἷλε μάκαρ Κύριλλε, ὁ Μωσῆς ἀναιροῦντα τὸν τοῦ γράμματος, σὺ δὲ ἀνέπτυξας, τὸ κεκρυμμένον κάλλος τοῦ Πνεύματος.Νομοθεσίας, δι᾿ αἰνιγμάτων ὡς νηπίοις τὸ πρίν, Πάτερ δεδομένης κάλυξι καλυπτά, ὥσπερ ῥόδα τὰ νοήματα, σὺ ἀπεκάλυψας, ἑρμηνεύσας τοὺς τύπους σαφέστατα.Θεοκηρύκων, καὶ θεολήπτων τὰ δυσέφικτα, τεύχη Προφητῶν τῇ χάριτι ἐμπνευσθείς, τοῦ ἐκείνους ἐμφορήσαντος, Πνεύματος Κύριλλε, εἰλικρινῶς ἡμῖν διεσάφησας.Ἐν ἀσυγχύτῳ, ἑνώσει θείᾳ καὶ ἀτμήτῳ σαφῶς, Πάτερ διαιρέσει τρεῖς μὲν θεολογῶν, ὑποστάσεις ἔφης Κύριλλε, ἀπαραλλάκτους δέ, ἐν οὐσίᾳ μιᾷ καὶ θεότητι.ΘεοτοκίονΤὸ τοῦ Ὑψίστου, ἡγιασμένον θεῖον σκήνωμα, χαῖρε· διὰ σοῦ γὰρ δέδοται ἡ χαρά, Θεοτόκε τοῖς κραυγάζουσιν· Εὐλογημένη σὺ ἐν γυναιξί, πανάμωμε Δέσποινα.Καταβασία, Ἦχος γ' ΤΟ ΑΚΟΥΤΕΣὲ τὸν ἐν πυρὶ δροσίσαντα, Παῖδας θεολογήσαντας, καὶ Παρθένῳ, ἀκηράτῳ, ἐνοικήσαντα, Θεὸν Λόγον ὑμνοῦμεν, εὐσεβῶς μελῳδοῦντες. Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
ᾨδὴ η', Κανών τῆς Θεοτόκου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Εὐλογεῖτε παῖδες, τῆς Τριάδος ἰσάριθμοι, δημιουργὸν Πατέρα Θεόν∙ ὑμνεῖτε, τὸν συγκαταβάντα Λόγον, καὶ τὸ πῦρ εἰς δρόσον μεταποιήσαντα, καὶ ὑπερυψοῦτε, τὸ πᾶσι ζωὴν παρέχον, Πνεῦμα Πανάγιον, εἰς τοὺς αἰῶνας».Ἰεσσαὶ ἐκ ῥίζης, χαῖρε ῥάβδος βλαστήσασα, χαῖρε ἀποτίστως ἀνθηφοροῦσα, ἄνθος τὸν Χριστὸν ὡραῖον, χαῖρε πῖον ὄρος, χαῖρε κατάσκιον∙ χαῖρε Θεοῦ ὄρος, ἐν ᾧ κατοικεῖν ὁ Λόγος, πάντων ηὐδόκησε πρὸ τῶν αἰώνων.Σιδηρᾷ σου ῥάβδῳ, κραταιᾶς ἀντιλήψεως, ὡς ὑλακτοῦντας κύνας, ὡς ὠρυομένους θῆρας, τὰ περικυκλοῦντα τὴν ταπεινήν μου ψυχήν, ἀποσόβει πάθει, δεινῶς με πολιορκοῦντα, ἵνα τὸ χαῖρέ σοι Παρθένε κράζω.Ὡραιώθης ὅλη, τὸν ὡραῖον ἐν κάλλεσιν, ὑπὲρ υἱοὺς ἀνθρώπων, Χριστὸν τεκοῦσα, ἡ ἐν γυναιξὶν ὡραία∙ διὸ σοι τὸ χαῖρε κράζομεν χαίροντες, χαῖρε Θεοτόκε, Ἀγνὴ κεχαριτωμένη, χαῖρε τῆς κτίσεως ἐνδοξοτέρα.Δανιὴλ ὃ εἶδεν, ὄρος πρὶν ἀλατόμημον, Θεογεννῆτορ χαῖρε, ἐξ οὗ ἐτμήθη, ἀκρογωνιαῖος λίθος. Χαῖρε θεοδόχε, ἀνθρακοφόρε λαβίς, χαῖρε τῶν ἀΰλων, Ἀγγέλων ἁγιωτέρα, χαῖρε τῆς κτίσεως τιμιωτέρα.
Κανών β', ᾨδὴ η', τοῦ Ἁγίου Ἀθανασίου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἑπταπλασίως κάμινον τῶν Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν, ἐμμανῶς ἐξέκαυσε· δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών, Τὸν Δημιουργόν, καὶ Λυτρωτήν ἀνεβόα· οἱ παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».Ἱεραρχῶν ἀγλάϊσμα, εὐκλεὲς Ἀθανάσιε, στῦλε τοῦ φωτός, τῆς Ἐκκλησίας ἔρεισμα, Τριάδος ὑπέρμαχε, θεολογίας σάλπιγξ χρυσῆ, βίου τε μονήρους, ἀκριβὴς νομογράφε, ἡμῖν συνεορτάζοις, ἱερεῖς καταρτίζων, λαοὺς πιστοὺς προσάγων, Χριστῷ εἰς τους αἰῶνας.Ἀθανασίας γέγονας, σὺ τῷ ὄντι φερώνυμος· τοὺς γὰρ πρακτικούς, τῷ λόγῳ ὑπερήλασας· δοκίμους ἐν λόγῳ δέ, δι᾿ ἀκριβείας βίου νικῶν, τοὺς ἐν ἀμφοτέροις, ὑπερβέβηκας ἄκρους· διὸ ἀνυπερβλήτῳ, ἀρετῇ διαλάμψας, ἀθάνατον ἐκτήσω, τὴν μνήμην εἰς αἰῶνας.Σὺ λαμπροτέραν ἔδειξας, Μυστιπόλε θεόληπτε, τὴν ἱεραρχίαν, τοῖς γενναίοις ἄθλοις σου· τὴν πλάνην ἐξώρισας, ταῖς σαῖς ὑπερορίαις πυκνῶς, ὑπὲρ τῆς Τριάδος, ἣν κηρύττων ἐβόας· Πατέρα προσκυνεῖτε, Υἱὸν θεολογεῖτε, τὸ Πνεῦμα ἀνυμνεῖτε, εἰς πάντας τοὺς αἰῶνας.ΘεοτοκίονΦωτὸς ἀδύτου γέγονας, ἐνδιαίτημα Πάναγνε· Φῶς γὰρ τοῖς ἐν σκότει, καὶ σκιᾷ γεγέννηκας, φωτίζον τὰ σύμπαντα, θεογνωσίας χάριτι· ᾧ ἀκαταπαύστως, οἱ πιστοὶ μελῳδοῦμεν· Οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Κανών γ', ᾨδὴ η', τοῦ Ἁγίου Κυρίλλου
Ἦχος δ'
Χεῖρας ἐκπετάσας Δανιὴλ ΤΟ ΑΚΟΥΤΕ
Ὡς κῦμα θαλάσσης ἀληθῶς, ἐν σοὶ ἐξέβλυσεν, ἡ τῆς σοφίας πηγή· καὶ γὰρ ἀέναοι ἔρρευσαν, ποταμοὶ ἐκ τῆς κοιλίας σου, Πάτερ δογμάτων εὐσεβῶν, καθὼς προέφη Χριστός· ὑπερβαίνει ψάμμον γάρ, τεύχη τὰ σὰ τὰ θεόλεκτα.Νομεὺς καὶ διδάσκαλος σοφός, τῆς Ἐκκλησίας δειχθείς, τὰς δύω Κύριλλε, σαφῶς ἀνέπτυξας Ὅσιε, Διαθήκας· ὡς γὰρ ἄγκυραν, καὶ πατρικὸν κλῆρον τοὺς σούς, ἔχουσα λόγους βοᾷ· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.Λόγου σαρκωθέντος δι᾿ ἡμᾶς, τοῦ παντεχνήμονος, σὺ τὴν ἀπόρρητον, διδάσκεις ἕνωσιν Κύριλλε, ἀδιαίρετον ἀσύγχυτον, τὰς ἐφ᾿ ἑκάτερα ῥοπάς, ἴσως ἐκκλίνας βοῶν· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.ΘεοτοκίονΜαρία Κυρία τοῦ παντός, κυριευθεῖσάν μου, τὴν παναθλίαν ψυχήν, τοῖς τῆς σαρκὸς δεινοῖς πάθεσι, καὶ αἰσχίστοις πλημμελήμασι, σὺ ἐλευθέρωσον τῇ σῇ, δυνάμει τῇ κραταιᾷ, καὶ παράσχου, λύσιν πταισμάτων, καὶ δόξαν ἀκήρατον.Καταβασία, Ἦχος γ' ΤΟ ΑΚΟΥΤΕἈστέκτῳ πυρὶ ἑνωθέντες, οἱ θεοσεβείας προεστῶτες Νεανίαι, τῇ φλογὶ δὲ μὴ λωβηθέντες, θεῖον ὕμνον ἔμελπον· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ', Κανών τῆς Θεοτόκου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἔφριξε πᾶσα ἀκοή, τὴν ἀπόρρητον Θεοῦ συγκατάβασιν! ὅπως ὁ Ὕψιστος, ἑκὼν κατῆλθε μέχρι καὶ σώματος, παρθενικῆς ἀπὸ γαστρός, γενόμενος ἄνθρωπος, διὸ τήν ἄχραντον, Θεοτόκον οἱ πιστοὶ μεγαλύνομεν».Ἰδοὺ σε πᾶσαι γενεαί, μακαρίζουσι, τὴν ἀειμακάριστον, ὡς προεφήτευσας, Θεογεννῆτορ ἐκ θείου Πνεύματος∙ καὶ ὡς τεκούσῃ τὴν χαράν, τὸ χαῖρε βοῶσί σοι. Χαῖρε ζωῆς θησαυρέ, χαῖρε κρήνη, ψυχικὸν μέλι βρύουσα.Ὤρθωσας Δέσποινα Ἁγνή, τοῦ προπάτορος Ἀδὰμ τὸ ὀλίσθημα, καὶ τῆς προμήτορος, Εὔας τὴν λύπην εἰς χαρὰν ἔτρεψας∙ ὡς οὖν αἰτία τῆς χαρᾶς, τὸ χαῖρε βοῶμέν σοι. Χαῖρε χαρὰ τῶν Πιστῶν. Χαῖρε τῶν Χριστιανῶν ἀγαλλίαμα.Ἄξιον χαῖρέ σοι βοᾶν· ἐν σοὶ γὰρ οὐσιωδῶς ἡ ἀΐδιος, χαρὰ ἐσκήνωσε, Παρθένε Κόρη Θεογεννήτρια. Χαῖρε Παράδεισε τρυφῆς∙ χαῖρε ἡ χρυσόρρειθρος, ἀθανασίας πηγή, χαῖρε νέκταρ ἀληθὲς ἡ προχέουσα.Νύσσει μου βέλει γλυκερῷ, τὴν καρδίαν ὁ σὸς πόθος Πανύμνητε, καὶ ἐκβιάζει με· Χαῖρέ σοι κράζειν διὰ παντὸς καὶ βοᾶν∙ Χαῖρε γαλήνιε λιμήν∙ χαῖρε ἡ ποντίσασα, τὸν νοητὸν Φαραώ, γλυκυτάτη εὐδιάβατος θάλασσα.
Κανών β', ᾨδὴ θ', τοῦ Ἁγίου Ἀθανασίου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕv
«Ἐξέστη ἐπὶ τούτου ὁ οὐρανός, καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα, ὅτι Θεός, ὤφθη τοῖς ἀνθρώποις σωματικῶς, καὶ ἡ γαστήρ σου γέγονεν, εὐρυχωροτέρα τῶν οὐρανῶν· διὸ σε Θεοτόκε, Ἀγγέλων καὶ ἀνθρώπων, ταξιαρχίαι μεγαλύνουσιν».Ἐξέλαμψεν ὁ βίος ὡς ἀστραπή· εξεχύθη δὲ πάτερ ὁ φθόγγος σου, ὥς περ βροντή, πᾶσιν, οὓς ὁ ἥλιος ἐφορᾷ· ἐξ οὐρανοῦ γὰρ ἔσχηκας, ἄνωθεν τὴν ἔμπνευσιν ἀληθῶς· διὸ οὐκ ἔσβεσέ σου, ὁ πρόξενος τῆς λήθης, τὴν μνήμην τάφος Ἀθανάσιε.Φωτὶ τῷ τρισηλίῳ καὶ τριφεγγεῖ, τηλαυγέστερον νῦν ἐλλαμπόμενος, τοῖς ὑμνηταῖς, σοῦ ἀντανακλάσεις αὐγοειδεῖς, διαφανὲς ὡς ἔσοπτρον, ἄνωθεν ἐκπέμπεις ἡλιακάς, καὶ σοὶ συστήσαις Μάκαρ, κἂν μέγα καὶ ἐξόχως, ὑπὲρ ἀξίαν τὸ αἰτούμενον.Ὑμνοῦντες δυσωποῦμέν σε ἐκτενῶς· Ὑπὲρ τῆς Ἐκκλησίας ἱκέτευε, διὰ Σταυροῦ νίκας δωρηθῆναι τῷ βασιλεῖ, τῇ ὀρθοδόξῳ Πίστει τε, κράτος καθ᾿ αἱρέσεων δυσμενῶν· ἡμῖν δὲ σωτηρίαν, εἰρήνην τε τῷ κόσμῳ, ἐν τῇ σῇ μνήμῃ Ἀθανάσιε.ΘεοτοκίονΣωτῆρα ὡς τεκοῦσα καὶ Λυτρωτήν, σωτηρίας με Κόρη ἀξίωσον, ἐπιτυχεῖν, Πάναγνε πταισμάτων μου τὰς σειράς, ταῖς σαῖς πρεσβείαις λύσασα· πάντα γὰρ ὡς θέλεις νῦν κατορθοῖς, ὡς φέρουσα ἐν κόλποις, τὸν πάντων Βασιλέα, τὸν ἀγαθότητι ἀσύγκριτον.
Κανών γ', ᾨδὴ θ', τοῦ Ἁγίου Κυρίλλου
Ἦχος δ'
Εὔα μὲν τῷ τῆς παρακοῆς ΤΟ ΑΚΟΥΤΕ
Ὕψωμα Χριστοῦ κατεπαρθὲν τῆς γνώσεως, καὶ τῆς τούτου Θεομήτορος, Κύριλλε ἄπαν κατὰ κράτος, καθεῖλες Νεστορίου τὴν ἄθεον, υἱῶν δυάδα ὡσαύτως καὶ σύγχυσιν, τῶν Ἀκεφάλων τὴν τῶν φύσεων.Ῥώσει τῶν φρενῶν καὶ φωτισμῷ τῆς χάριτος, τὴν Τριάδα ὁμοούσιον, τόν τε Υἱὸν σεσαρκωμένον, Θεὸν θεολογήσας Μακάριε, ὀφθείς τε τῆς Θεοτόκου ὑπέρμαχος, ἐν τοῖς ὑψίστοις νῦν δεδόξασαι.Ἄνωθεν ἡμᾶς σοὺς ὑμνητὰς ἀοίδιμε, ἐποπτεύοις Πάτερ ἵλεως, Ἄνακτι νίκας σταυροφόρῳ, βραβεύων καὶ ὑψῶν ταὶς πρεσβείαις σου, τῶν Ὀρθοδόξων τὸ κέρας φαιδρύνων τε, τοὺς τὴν σὴν μνήμην μεγαλύνοντας.ΘεοτοκίονΣτειρεύουσαν θείων ἀρετῶν πανάχραντε, Θεοτόκε τὴν καρδίαν μου, δεῖξον Παρθένε καρποφόρον, ἐκ στείρας ἡ τεχθεῖσα βουλήματι, τοῦ πάντα μεταποιοῦντος τῷ πνεύματι, ἵνα ὑμνῶ σε τὴν Πανύμνητον.Καταβασία, Ἦχος γ' ΤΟ ΑΚΟΥΤΕἘν νόμῳ, σκιᾷ καὶ γράμματι, τύπον κατίδωμεν οἱ πιστοί, πᾶν ἄρσεν τὸ τὴν μήτραν διανοῖγον, ἅγιον Θεῷ· διὸ πρωτότοκον Λόγον, Πατρὸς ἀνάρχου Υἱόν, πρωτοτοκούμενον Μητρί, ἀπειράνδρῳ, μεγαλύνομεν.
Ἐξαποστειλάριον
Ἦχος β'
Τοῖς Μαθηταῖς συνέλθωμεν ΤΟ ΑΚΟΥΤΕ
Τῆς ὑπερθέου πάνσοφοι, ἀνεδείχθητε μύσται, Τριάδος καὶ ὑπέρμαχοι, Ἀθανάσιε μάκαρ, καὶ Κύριλλε θεοφάντορ, Ἄρειον καθελόντες, καὶ σὺν αὐτῷ Σαβέλλιον, καὶ Νεστόριον αὖθις, τὸν δυσσεβῆ, καὶ σὺν τούτοις ἅπασαν ἄλλην πλάνην, τῶν δυσσεβῶν αἱρέσεων, Ἱεράρχαι Κυρίου.
Θεοτοκίον
Ἦχος β'
Τοῖς Μαθηταῖς συνέλθωμεν ΤΟ ΑΚΟΥΤΕ
Ὄρος Θεοῦ πανάγιον, καὶ λυχνίαν καὶ στάμνον, καὶ κιβωτὸν καὶ τράπεζαν, ῥάβδον τε καὶ πυρεῖον, καὶ θεῖον θρόνον καὶ πύλην, καὶ ναὸν καὶ παστάδα, ὑμνήσωμεν θεόφρονες, τὴν ἁγνὴν καὶ Παρθένον· ἐξ ἧς Θεός, σαρκωθεὶς ἀτρέπτως, καὶ ὑπὲρ φύσιν, ἐθέωσε τὸ πρόσλημμα, ἀπορρήτῳ ἑνώσει.
Εἰς τοὺς Αἴνους ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.
Στιχηρὰ Προσόμοια
Ἦχος α'
Τῶν οὐρανίων ταγμάτων ΤΟ ΑΚΟΥΤΕ
Δεῦτε φιλέορτοι πάντες πανηγυρίσωμεν, τὴν μνήμην τῶν ἐνδόξων, Διδασκάλων τιμῶντες· ἐν Πνεύματι γὰρ θείῳ καθεῖλον ὀφρύν, ἀκαθέκτων αἱρέσεων· καὶ θεοφθόγγοις διδάγμασι τὴν Χριστοῦ, Ἐκκλησίαν ὑπεστήριξαν.
Ἦχος α'
Ὀρθοδοξίας ἀκτῖσι περιλαμπόμενοι, οἱ νοητοὶ ἀστέρες, ὑπερηύγασαν λόγοις· ὁ μὲν γὰρ τὴν Ἀρείου θεοστυγῆ, γλωσσαλγίαν ἐφίμωσεν· ὁ δὲ Νεστόριον αὖθις καὶ ἐμμανῆ, καταβέβληκε Σαβέλλιον.
Ἦχος α'
Τὴν ἱερὰν Ξυνωρίδα τῶν Διδασκάλων ἡμῶν, τοὺς ζηλωτὰς Κυρίου, εὐφημήσωμεν ὕμνοις, Κύριλλον τὸν θεῖον, φλόγα πυρός, καὶ στερρὸν Ἀθανάσιον· ἐν οὐρανοῖς γάρ συνόντες ὑπὲρ ἡμῶν, τῷ Θεῷ ἀεὶ πρεσβεύουσι.
Ἦχος α'
Ταῖς ἱκεσίαις τῶν θείων Ἱεραρχῶν σου Χριστέ, ἐπίσκεψαι ἐξ ὕψους, ἐκλογάδα σου ποίμνην, ἐν μέσῳ νεμομένην λύκων δεινῶν, ὧν τὰ θράση κατάβαλε· οὐ γὰρ ἐπαύσατο ἔτι καὶ νῦν ἰδού, τῶν αἱρέσεων τὰ σκάνδαλα.
Δοξαστικὸν
Ἦχος πλ. α'
Δεῦτε φιλεόρτων τὸ σύστημα, δεῦτε τῶν Πιστῶν ἡ ὁμήγυρις, δεῦτε ὀρθοδόξων χορεῖαι, ᾄσμασιν ἐγκωμίων στέψωμεν, τὴν ἀεισέβαστον δυάδα τῶν Διδασκάλων ἡμῶν· οὗτοι γὰρ πάντα ζόφον κακίστης αἱρέσεως, πᾶσαν ἀπάτην τῶν δυσμενῶν, νεανικῶς καθελόντες, τῇ ἀηττήτῳ τοῦ Πνεύματος ἰσχύϊ, τὸν κόσμον κατηύγασαν, θεογνωσίας ἐλλάμψεσι· καὶ νῦν πρεσβεύουσιν ὑπὲρ ἡμῶν, τῶν ἐν πίστει τελούντων τὴν μνήμην αὐτῶν.
Θεοτοκίον
Ἦχος πλ. α'
Μακαρίζομέν σε, Θεοτόκε παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄρρηκτον, τὴν ἀρραγῆ προστασίαν, καὶ καταφυγὴ τῶν ψυχῶν ἡμῶν.
Μεγάλη Δοξολογία
Τυπικὰ καὶ ἐκ τῶν Κανόνων ᾨδὴ γ' καὶ ς'.
| TA ΜΗΝΑΙΑ | Ιανουάριος | 18 |
Jan 19
Τῌ ΙΘ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥΜνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μακαρίου τοῦ Αἰγυπτίου.
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.
Στιχηρὰ τοῦ Ὁσίου
Ἦχος δ'
Ἔδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕ
Τῆς μακαριότητος, τῆς ὑπὲρ νοῦν ὀρεγόμενος, ἐλογίσω θεσπέσιε, τρυφὴν τὴν ἐγκράτειαν, τὴν πτωχείαν πλοῦτον, τὴν ἀκτημοσύνην, περιουσίαν ἀληθῆ, καὶ εὐδοξίαν τὴν μετριότητα· διὸ καὶ τῆς ἐφέσεως, τῆς κατὰ γνώμην ἐπέτυχες, ἐν σκηναῖς αὐλιζόμενος, τῶν Ἁγίων Μακάριε.
Ἦχος δ'
Δρόμον τῆς ἀσκήσεως, ἀπεριτρέπτως τετέλεκας, καὶ τὴν πίστιν τετήρηκας, ἐντεῦθεν καὶ στέφανον, ἐκομίσω Πάτερ, τῆς δικαιοσύνης, ὃν σοι ἡτοίμασε Χριστός, ὁ κατ' ἀξίαν νέμων τὰ ἔπαθλα, καὶ γέρα χαριζόμενος, καὶ τὴν τῶν πόνων ἀντίδοσιν, ὧν καὶ νῦν ἡμᾶς δρέψασθαι, θεοφόρε δυσώπησον.
Ἦχος δ'
Πᾶσαν ἡδυπάθειαν, ὑποπιάζων τὸ σῶμά σου, ἀπηρνήσω θεόσοφε, πικραίνων τὴν αἴσθησιν, ἐγκρατείας πόνοις, καὶ σκληραγωγίαις, ὑπομονῇ τε πειρασμῶν, καὶ καρτερίᾳ τῶν περιστάσεων, ἀνθ᾿ ὧν τὴν ἀτελεύτητον, ἀντιλαμβάνεις ἀπόλαυσιν, καὶ τρυφὴν ἀδιάδοχον, καὶ χαρὰν ἀνεκλάλητον.
Δοξαστικὸν
Ἦχος πλ. δ'
Ἀνατολίου
Εὐφραίνου Αἴγυπτος, ἀνθήσασα τοιοῦτον πολιοῦχον, τὸν ἐν μακαρίοις Μακάριον. Οὗτος γὰρ τῇ σοφίᾳ τοῦ Ἁγίου Πνεύματος καταγλαϊσθείς, πᾶσαν ἄσκησιν, τῇ ἐναρέτῳ πολιτείᾳ αὐτοῦ, ὑπερηκόντισεν. Αὐτὸν καὶ ἡμεῖς, μεσίτην προσάγοντες, αἰτοῦμεν δυσωπεῖν τὸν Χριστόν, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον
Ἦχος πλ. δ'
Κύριε, εἰ καὶ κριτηρίῳ παρέστης ΤΟ ΑΚΟΥΤΕ
Ἴδε μου, τῆς συντετριμμένης καρδίας, τοὺς στεναγμοὺς Θεονύμφευτε, πρόσδεξαι Παρθένε Μαρία, καὶ μὴ ἀπώσῃ πανάμωμε, τὰς τῶν χειρῶν μου Ἁγνή, ἐπάρσεις ὡς φιλάγαθος, ἵνα ὑμνῶ καὶ μεγαλύνω, τὴν μεγαλύνασαν τὸ γένος ἡμῶν.
Σταυροθεοτοκίον
Ἦχος πλ. δ'
Κύριε, εἰ καὶ κριτηρίῳ παρέστης ΤΟ ΑΚΟΥΤΕ
Ἄρνα σε, ὅτε ἡ ἀμνὰς καὶ Παρθένος, πρὸς σφαγὴν κατεπειγόμενον, ἔβλεψε, σὺν δάκρυσι Λόγε, ἠκολούθει καὶ ἐκραύγαζε· Ποῦ σπεύδεις τέκνον ἐμόν, συνέλθω σοι γλυκύτατε· οὐ γὰρ φέρω μὴ ὁρᾶν σε, Ἰησοῦ μου πολυέλεε.
Ἀπόστιχα
Δοξαστικὸν
Ἦχος πλ. β'
Ὅσιε Πάτερ, εἰς πᾶσαν τῇν γῆν ἐξῆλθεν ὁ φθόγγος τῶν κατορθωμάτων σου, δι' ὧν ἐν τοῖς οὐρανοῖς εὗρες μισθὸν τῶν καμάτων σου. Τῶν Δαιμόνων ὤλεσας τὰς φάλαγγας, τῶν Ἀγγέλων ἔφθασας τὰ τάγματα, ὧν τὸν βίον ἀμέμπτως ἐζήλωσας. Παρρησίαν ἔχων πρὸς Κύριον, εἰρήνην αἴτησαι ταῖς ψυχαῖς ἡμῶν.
Θεοτοκίον
Ἦχος πλ. β'
Ὅλην ἀποθέμενοι ΤΟ ΑΚΟΥΤΕ
Χαῖρε λύχνε πάμφωτε, ἡλιακῶν λαμπηδόνων, λαμπροτέρα Δέσποινα. Χαῖρε λύσις ἄχραντε, τῆς ἀρχαίας ἀρᾶς, ἡ ἐλπὶς Δέσποινα, τῶν ἀπηλπισμένων, ἡ ἀνάκλησις τοῦ γένους ἡμῶν. Χαῖρε παλάτιον, τοῦ Παμβασιλέως λαμπρότατον, τὸ ὄρος τὸ πιότατον, ἐξ οὗ ὁ Λυτρωτὴς προσελήλυθε. Χαῖρε Θεοῦ Λόγου, λαμπάδιον τὸ θεῖον καὶ τερπνόν· Χαῖρε λυχνία ὁλόφωτε· Χαῖρε θρόνε πύρινε.
Σταυροθεοτοκίον
Ἦχος πλ. β'
Ὅλην ἀποθέμενοι ΤΟ ΑΚΟΥΤΕ
Ῥομφαία ὡς ἔφησεν, ὁ Συμεὼν τὴν καρδίαν, τὴν σὴν διελήλυθε, Παναγία Δέσποινα, ὅτε ἔβλεψας, τὸν ἐκ σοῦ λάμψαντα, ἀπορρήτῳ λόγῳ, ὑπ’ ἀνόμων ὡς κατάκριτον, Σταυρῷ ὑψούμενον, ὄξος καὶ χολήν τε γευόμενον, πλευρὰν δὲ ὀρυττόμενον, χεῖράς τε καὶ πόδας ἡλούμενον, καὶ ὀδυρομένη, ὠλόλυζες βοῶσα μητρικῶς. Τὶ τοῦτο τέκνον γλυκύτατον, τὸ καινὸν μυστήριον;
Ἀπολυτίκιον
Ἦχος α' ΤΟ ΑΚΟΥΤΕ
Τῆς ἐρήμου πολίτης καὶ ἐν σώματι Ἄγγελος, καὶ θαυματουργὸς ἀνεδείχθης, θεοφόρε Πατὴρ ἡμῶν Μακάριε, νηστείᾳ, ἀγρυπνίᾳ, προσευχῇ, οὐράνια χαρίσματα λαβών, θεραπεύεις τοὺς νοσοῦντας, καὶ τὰς ψυχὰς τῶν πίστει προστρεχόντων σοι. Δόξα τῷ δεδωκότι σοι ἰσχύν· δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Ὁ Κανὼν τοῦ Ὁσίου, οὗ ἡ Ἀκροστιχίς.Τὸν πανάριστον ἐν ἀσκηταῖς Μακάριον κυδαίνω.Θεοφάνους.ᾨδὴ α'
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Χοροὶ Ἰσραήλ, ἀνίκμοις ποσί, πόντον ἐρυθρόν, καὶ βυθὸν διελάσαντες, ἀναβάτας τριστάτας, δυσμενεῖς ὁρῶντες, ἐν αὐτῷ ὑποβρυχίους, ἐν ἀγαλλιάσει ἔμελπον· ᾌσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται».Τῷ θείῳ φωτὶ λαμπόμενος, καὶ σὺν τοῖς Ἀγγέλοις, Πάτερ νῦν συναυλιζόμενος, ταῖς πρεσβείαις σου σῷζε, τοὺς ἐπιτελοῦντας τῇν πανίερόν σου μνήμην, ἐν ἀγαλλιάσει βοῶντας· ᾌσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.Ὁδὸν πρὸς ζωὴν στελλόμενος, ἀμεταστρεπτί, ταύτην Παμμάκαρ διήνυσας, ἐκφυγὼν τοὺς θορύβους, καὶ τὰς τῶν δαιμόνων ταραχὰς διεσκέδασας, ἐν ἀγαλλιάσει κραυγάζων· ᾌσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.Νεκρώσας σαρκὸς τὸ φρόνημα, ταῖς ἀσκητικαῖς, σοῦ παλαίστραις τῷ θείῳ Πνεύματι, καὶ τῇ τούτου κυβερνώμενος θείᾳ δυνάμει, ἐν ἀγαλλιάσει ἐβόας· ᾌσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.Πάντα τὰ τερπνὰ κατέλιπες, τὴν διηνεκῆ, ἀγαπήσας Πάτερ τερπνότητα, ἐν τῷ οἴκῳ Κυρίου, ἔνθα ἦχος τῶν εἰλικρινῶς ἑορταζόντων, καὶ ἀγαλλιάσει βοώντων· ᾌσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.ΘεοτοκίονἌχρονον υἱὸν ἀνάρχου Πατρός, σάρκα δι' ἡμᾶς, τοὺς ἀνθρώπους Ἁγνὴ γενόμενον, ἐν γαστρὶ συλλαβοῦσα, ὑπὸ χρόνον τοῦτον, τέτοκας ἀνερμηνεύτως, ᾧ καὶ γεγηθότες βοῶμεν· ᾌσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.
Κανών α', ᾨδὴ γ', τοῦ Ὁσίου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τόξον δυνατῶν ἠσθένησε, καὶ οἱ ἀσθενοῦντες, περιεζώσαντο δύναμιν· διὰ τοῦτο ἐστερεώθη, ἐν Κυρίῳ ἡ καρδία μου».Νόμῳ ὑποκύψας Πνεύματος, οὗ τῇ πανοπλίᾳ, περιφραξάμενος Ὅσιε, οὐ τῷ νόμῳ τῆς ἁμαρτίας, τὴν προαίρεσιν ὑπέκλινας.Ἄνω πρὸς Θεὸν τὸ φρόνημα, ἔχων θεοφόρε, τὰ ἐπὶ γῆς καταλέλοιπας, διὰ πόνων τῆς ἐγκρατείας, ἀνενδότως κουφιζόμενος.Ῥήξας τὰ δεσμὰ τῆς φύσεως, τῇ ὑπερφυεῖ, καὶ καθαρᾷ πολιτείᾳ σου, θεοφόρε τῶν ὑπέρ, φύσιν, ἐκομίσω τὴν ἐνέργειαν.Ἴνα τῷ Θεῷ Μακάριε, ἐν ἀταραξίᾳ, προσομιλήσῃς ἐπ’ἔρημον, κατοικῆσαι Πάτερ προείλω, τῶν θορύβων μακρυνόμενος.ΘεοτοκίονΣῶσαι βουληθεὶς τὸν ἄνθρωπον, ὁ διαφερόντως, ὡς εὐεργέτης φιλάνθρωπος, τὴν σὴν μήτραν ἀπεριγράπτως, Θεομῆτορ κατεσκήνωσεν.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Τόξον δυνατῶν ἠσθένησε, καὶ οἱ ἀσθενοῦντες περιεζώσαντο δύναμιν· διὰ τοῦτο ἐστερεώθη, ἐν Κυρίῳ ἡ καρδία μου».
Κάθισμα
Ἦχος α'
Τὸν τάφον σου Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ
Ἀσκήσεως πυρί, ὡς χρυσὸς ἐν καμίνῳ, Σοφὲ δοκιμασθείς, ὀβρυζότερος ὤφθης· διὸ πρὸς οὐράνια, μετηνέχθης βασίλεια· ὅθεν πίστει σε, ἀνευφημοῦντες βοῶμεν· Χάριν ἔλεος, καὶ ἱλασμὸν τῶν πταισμάτων, ἡμῖν Πάτερ αἴτησαι.Δόξα... Καὶ νῦν... ΘεοτοκίονὉδήγησον ἡμᾶς, ἐν ὁδῷ μετανοίας, ἐκκλίνοντας ἀεί, πρὸς κακῶν ἀνοδίας, καὶ τὸν ὑπεράγαθον, παροργίζοντας Κύριον, ἀπειρόγαμε, εὐλογημένη Μαρία, καταφύγιον, ἀπεγνωσμένων ἀνθρώπων, Θεοῦ ἐνδιαίτημα.Ἢ Σταυροθεοτοκίον ὅμοιονἩ ἄσπιλος Ἀμνάς, τὸν Ἀμνὸν καὶ Ποιμένα, κρεμάμενον νεκρόν, ἐπὶ ξύλου ὁρῶσα, θρηνοῦσα ἐφθέγγετο, μητρικῶς ὀλολύζουσα· Πῶς ἐνέγκω σου, τὴν ὑπὲρ λόγον Υἱὲ μου, συγκατάβασιν, καὶ τὰ ἑκούσια πάθη; Θεὲ ὑπεράγαθε.
Κανών α', ᾨδὴ δ', τοῦ Ὁσίου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ καθήμενος ἐν δόξῃ, ἐπὶ θρόνου θεότητος, ἐν νεφέλῃ κούφῃ, ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος, τῇ ἀκηράτῳ παλάμῃ καὶ διέσωσε, τοὺς κραυγάζοντας· Δόξα Χριστὲ τῇ δυνάμει σου».Τὸν φθειρόμενον αὐτίκα, παλαιότατον ἄνθρωπον, ἐξεδύσω Πάτερ, σὺν τῆς ἁμαρτίας τοῖς πάθεσι· δι’ ἐγκρατείας εὐτόνως ἐνεδύσω δέ, τὸν καινούμενον, κατὰ Χριστόν πανσεβάσμιε.Ὁ λαμπρότατός σου βίος, ὡς κανὼν ἀκριβέστατος, διὰ πάσης Πάτερ, θείας ἀρετῆς ἀναδέδεικται, ἐν προσευχαῖς καὶ νηστείαις, ἀγρυπνίαις τε, καὶ δεήσεσι, ταῖς πρὸς Χριστὸν τὸν φιλάνθρωπον.Νυσταγμὸν τοῖς σοῖς βλεφάροις, θεοφόρε οὐκ ἔδωκας, ἕως ὅτου Πάτερ, οἶκον σεαυτὸν ἀπετέλεσας, τῷ παντεπόπτῃ Δεσπότῃ ὡραιότατον, πρὸς ὃν ἔκραζες· δόξα Χριστὲ τῇ δυνάμει σου.Ἐν νεότητι τὸ σῶφρον, ἐν τῷ γήρει τὴν σύνεσιν, ἐν παντὶ δὲ βίῳ, τὸ καρτερικὸν καὶ μακρόθυμον, καὶ τὴν πρὸς πάντας ἀγάπην ἐπιδέδειξαι, τοὺς κραυγαζοντας· Δόξα Χριστὲ τῇ δυνάμει σου.ΘεοτοκίονΝεκρωθέντας Παναγία, τοὺς ἀνθρώπους ἐζώωσας, πεπτωκότας τούτους, πρὸς διαφθορὰν ἐξανέστησας, τὸν Ζωοδότην τεκοῦσα τὸν λυτρούμενον, τοὺς κραυγάζοντας· Δόξα Χριστὲ τῇ δυνάμει σου.
Κανών α', ᾨδὴ ε', τοῦ Ὁσίου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὸν φωτισμόν σου Κύριε, κατάπεμψον ἡμῖν, καὶ τῆς ἀχλύος ἡμᾶς τῶν πταισμάτων, λῦσον ἀγαθέ, τὴν σὴν εἰρήνην οὐρανόθεν δωρούμενος».Ἀναπετάσας Ὅσιε, ψυχῆς τὸ νοερόν, καὶ τὰς αἰσθήσεις σοφῶς κυβερνήσας, γέγονας ναὸς ἡγιασμένος, τῷ Θεῷ καὶ πανίερος.Σκολιωτάτου δράκοντος, μαράνας μηχανάς, καὶ τὰς ἐκείνου πικρὰς μεθοδείας, ἤμβλυνας ἀεὶ τῷ θείῳ Νόμῳ, τὴν ψυχὴν ῥυθμιζόμενος.Κατακοσμήσας Ὅσιε, ψυχῆς τὸ νοερόν, καὶ ἡγεμόνα τὸν νοῦν καταστήσας, ἔσχες τὸν Χριστὸν ἡνιοχοῦντα, πρὸς πορείαν οὐράνιον.ΘεοτοκίονἩ Παρθένος ἔτεκε, τὸν ἄχρονον Υἱόν, νομοθετοῦντα τοῖς πάσιν ἁγνείαν, καὶ τὸ καθαρὸν τῆς εὐσεβείας, τοῖς ἐν γῇ καταγγέλλοντᾳ.
Κανών α', ᾨδὴ ς', τοῦ Ὁσίου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐβόησε, προτυπῶν τὴν ταφὴν τὴν τριήμερον, ὁ Προφήτης, Ἰωνᾶς ἐν τῷ κήτει δεόμενος· Ἐκ φθορᾶς με ῥῦσαι, Ἰησοῦ Βασιλεῦ τῶν Δυνάμεων».Τὴν ἔρημον, κατοικῆσαι προθύμως ἠγάπησας, θεοφόρε, ἐν αὐτῇ τὸν Θεὸν προσδεχόμενος, τὸν ῥυόμενόν σε, καὶ τηροῦντα τὰ σὰ διαβήματα.Ἀκλόνητος, ἐν ἀσκήσει θεόφρον διέμεινας, μέχρι τέλους, διασῴζων τὴν ταύτης ἀκρίβειαν· δι' ἧς τῆς ἀφράστου, ἠξιώθης καὶ θείας ἐλλάμψεως.Ἰσάγγελον, ἐπὶ γῆς πολιτείαν ἐβίωσας, ἰσαγγέλου, καὶ τιμῆς ἐπαξίως τετύχηκας, μετὰ τῶν Ἀγγέλων, τῷ τῶν πάντων Θεῷ παριστάμενος.ΘεοτοκίονΣυνέλαβες, ἐν γαστρὶ Θεομῆτορ τὸν ἄναρχον, Θεὸν Λόγον, δι’ ἡμᾶς τοὺς ἀνθρώπους γενόμενον, καθ’ ἡμᾶς ἀτρέπτως, ἐν δυσὶ γνωριζόμενον φύσεσιν.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ἐβόησε, προτυπῶν τὴν ταφὴν τὴν τριήμερον, ὁ Προφήτης, Ἰωνᾶς ἐν τῷ κήτει δεόμενος. Ἐκ φθορᾶς με ῥῦσαι, Ἰησοῦ Βασιλεῦ τῶν Δυνάμεων».
Κοντάκιον
Ἦχος δ'
Ἐπεφάνης σήμερον ΤΟ ΑΚΟΥΤΕ
Ἐν τῷ οἴκῳ Κύριος, τῆς ἐγκρατείας, ἀληθῶς σε ἔθετο, ὥς περ ἀστέρα ἀπλανῆ, φωταγωγοῦντα τὰ πέρατα, Πάτερ Πατέρων, Μακάριε Ὅσιε.
Ὁ Οἶκος
Τὸν τοῦ Κυρίου ἐραστήν, τῶν Μοναστῶν τὸ κλέος, θαυμάτων τὸν ταμίαν, Μακάριον τὸν μέγαν, ἀνευφημήσωμεν πιστῶς· οὗτος γὰρ τῶ φέγγει τῶν ἀγώνων αὐτοῦ, ὡς ἥλιος ἐξέλαμψε, φωτίζων τοὺς ἐν σκότει ὑπάρχοντας παθῶν καὶ ἁμαρτίας, καὶ ἐκδιώκων τῶν δαιμόνων τὴν ζοφερὰν πλάνην ἀνενδότως. Διὸ καὶ ποταμοὺς πλουσίων θαυμάτων, ὡς ἐκ κρήνης λογικῆς ἐκβλύζων, πάντων τὰς ψυχὰς ῥωννύει τῶν ἐκβοώντων· Πατέρων Πάτερ, Μακάριε Ὅσιε.
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΙΘ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὅσίου Πατρὸς ἡμῶν Μακαρίου τοῦ Αἰγυπτίου καὶ ἀναχωρητοῦ, καὶ τοῦ Ὁσίου Μακαρίου τοῦ Ἀλεξανδρέως.ΣτίχοιΘανοῦσα θείων ἡ δυὰς Μακαρίων,Ζωῆς μετέσχε τῆς μακαριωτάτης.Γῆν μακάρων λάχον ἐννεακαιδεκάτῃ Μακάριοι.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ἁγίας Μάρτυρος Εὐφρασίας.ΣτίχοιΨεύδει σοφῷ φυγοῦσα σαρκὸς τὴν ὕβριν,Ἀθλεῖς ἀληθῶς ἐκ ξίφους Εὐφρασία.Τῇ αὐτῇ ἡμέρᾳ, ἡ εἰς τὸν Ναὸν τῶν ἁγίων Ἀποστόλων Ἀνακομιδὴ τοῦ Λειψάνου τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Γρηγορίου τοῦ θεολόγου.ΣτίχοιἜχει νεκρὸν σὸν ἡ καλὴ μετοικία,Καλῶ γάρ, ὡς σύ, τοὺς Ἀποστόλους Πάτερ.Τῇ αὐτῇ ἡμέρᾳ, τελεῖται ἡ ἀνάμνησις τοῦ ἐν Νικαίᾳ μεγίστου θαύματος, ὅτε ὁ Μέγας Βασίλειος διὰ προσευχῆς ἀνέῳξε τὰς πύλας τῆς Καθολικῆς Ἐκκλησίας καὶ παρέθετο αὐτὴν τοῖς Ὀρθοδόξοις.Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Κανών α', ᾨδὴ ζ', τοῦ Ὁσίου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ διασώσας ἐν πυρί, τοὺς Ἀβραμιαίους σου Παῖδας, καὶ τοὺς Χαλδαίους ἀνελών, οἷς ἀδίκως δικαίους ἐνήδρευσαν, ὑπερύμνητε Κύριε, ὁ Θεός, ὁ τῶν Πατέρων εὐλογητός εἶ».Μετὰ τῆς ἄνωθεν ῥοπῆς, καὶ τῆς τοῦ Θεοῦ βοηθείας, τοὺς δυσμενεῖς καταβαλών, νικηφόρος κραυγάζων γεγένησαι· Ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητός εἶ.Ἀνακαθάρας τὴν ἀχλύν, τὴν ἐκ τῶν παθῶν γενομένην, τῆς ἀπαθείας τῷ φωτί, κατηυγάσθης κραυγάζων Μακάριε· Ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητός εἶ.Καταφαιδρύνας τὴν ψυχήν, ταῖς τῶν ἀρετῶν εὐπρεπείαις, ὡραῖος κάλλει τῷ Θεῷ, γεγονὼς ἐμελῴδεις γηθόμενος· Ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητός εἶ.ΘεοτοκίονἈνακαλούμενος ἡμᾶς, αἰχμαλωτισθέντας Παρθένε, πρὸς ὅ περ ἦμεν ἐν ἀρχαῖς, ἐν γαστρί σου σκηνώσας σεσάρκωται, ὁ φιλάνθρωπος Κύριος, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογημένος.
Κανών α', ᾨδὴ η', τοῦ Ὁσίου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».Ῥήματα ζωῆς τῆς αἰωνίου, Παμμάκαρ ἐν τῇ καρδίᾳ σου δεξάμενος, σάρκα κατεμάρανας, κόσμῳ τεθανάτωσαι, καὶ ζωηφόρον νέκρωσιν, ἀμφιασάμενος· Τὸν Κύριον ὑμνεῖτε κραυγάζεις, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.Ἵλεων γενέσθαι Θεοφόρε, τὸν μόνον ἀγαθοδότην καθικέτευε, τοῖς τὴν σὴν πανίερον, μνήμην ἑορτάζουσιν, ἁμαρτημάτων ἄφεσιν, τούτοις αἰτούμενος· Τὸν Κύριον ὑμνεῖτε βοῶσι, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.Νεύσει πρὸς Θεὸν ἀδιαλείπτῳ, προσέχων καὶ τῆς ἐκεῖθεν ἐπιλάμψεως, αἴγλην εἰσδεχόμενος, φῶς ἀντανακλώμενον, διαφανὲς ὡς ἔσοπτρον, πέμπεις τοῖς ψάλλουσιν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.Κλίμακα πρὸς ὕψος τεταμένην, ἐφ’ ἧς περ ἐστηριγμένος ὤφθη Κύριος, Πάτερ ἀναβέβηκας, θείαις ἀναβάσεσιν, ἀεὶ προκόπτων Ὅσιε, ἕως κατέλαβες· Τὸν Κύριον ὑμνεῖτε κραυγάζων, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.ΘεοτοκίονὙμνοῦμέν σε Κεχαριτωμένη· Θεὸν γὰρ ἡμῖν σεσαρκωμένον τέτοκας· ὅθεν Θεοτόκον σε, πάντες ὀνομάζομεν, τὴν θεοδόχον τράπεζαν, τὴν καλλονὴν Ἰακώβ· Τὸν Κύριον ὑμνεῖτε βοῶντες, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν ψάλλειν ἐδίδαξε· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».
Κανών α', ᾨδὴ θ', τοῦ Ὁσίου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Εὔα μὲν τῷ τῆς παρακοῆς νοσήματι, τὴν κατάραν εἰσῳκίσατο, σὺ δὲ Παρθένε Θεοτόκε, τῷ τῆς κυοφορίας βλαστήματι, τῷ κόσμῳ τὴν εὐλογίαν ἐξήνθησας· ὅθεν σε πάντες μεγαλύνομεν».Δάκρυσι μέν, τοῖς ἀσκητικοῖς τὴν ἄρουραν, τῆς καρδίας σου κατήρδευσας· χαίρων δὲ πάτερ θεοφόρε, νῦν ἐν ἀγαλλιάσει τὰ δράγματα, συλλέγεις τῶν ἀγώνων τὰ ἔπαθλα· ὅθεν σε πάντες μακαρίζομεν.Ἄδυτον, ἀνέτειλέ σοι φῶς, ἀΐδιος εὐφροσύνη ὑπεδέξατο, ἔνθα χορεύων, σὺν Ἀγγέλοις περὶ τὸν Βασιλέα καὶ Κύριον, τῶν πίστει ἐπιτελούντων τὴν μνήμην σου, μέμνησο Πάτερ παμμακάριστε.Νόμον Πάτερ, τὸν ἀθλητικὸν ἠγώνισαι, προσηκόντως καὶ νενίκηκας· ὅθεν σε δόξης τῷ στεφάνῳ, ὁ μόνος εὐεργέτης τετίμηκε, καὶ θείας φωτοφανείας ἠξίωσε, καὶ μακαρίων ἀπολαύσεων.ΘεοτοκίονὩς πάντων, κτισμάτων Ποιητὴν γεννήσασα, Θεομῆτορ ὑπερβέβηκας, πᾶσαν τὴν κτίσιν θείᾳ δόξῃ, καὶ τῇ ἁγιωσύνῃ καὶ χάριτι, καὶ πᾶσι τῆς ἀρετῆς προτερήμασιν· ὅθεν σε πάντες μεγαλύνομεν.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Εὔα μὲν τῷ τῆς παρακοῆς νοσήματι, τὴν κατάραν εἰσῳκίσατο, σὺ δὲ Παρθένε Θεοτόκε, τῶ τῆς κυοφορίας βλαστήματι, τῷ κόσμῳ τὴν εὐλογίαν ἐξήνθησας· ὅθεν σε πάντες μεγαλύνομεν».
Ἐξαποστειλάριον
Ἦχος γ'
Ὁ οὐρανὸν τοῖς ἄστροις ΤΟ ΑΚΟΥΤΕ
Ἀγγελικὸν τὸν βίον, ποθῶν ἐμάκρυνας σαυτόν, ἐν ταῖς ἐρήμοις καὶ πάθη, καθυποτάξας τῆς σαρκός, ἰσάγγελος ἀνεδείχθης, Πατὴρ ἡμῶν θεοφόρε.
Θεοτοκίον
Ἦχος γ'
Ὁ οὐρανὸν τοῖς ἄστροις ΤΟ ΑΚΟΥΤΕ
Τῇ κραταιᾷ σου σκέπη, ἀπὸ ἐχθρῶν ἐπιβουλῆς, ἡμᾶς Ἁγνὴ τοὺς σοὺς δούλους, φύλαττε πάντας ἀβλαβεῖς· σὲ γὰρ κεκτήμεθα μόνην, καταφυγὴν ἐν ἀνάγκαις.
Ἀπόστιχα
Δοξαστικὸν
Ἦχος δ'
Ἔλαμψαν τὰ καλὰ ἔργα σου, ὡς ἥλιος, ἐπὶ τῆς γῆς καὶ ἐν οὐρανῷ, Χριστοῦ θεράπων Μακάριε· ὀρθοδόξως γὰρ ἐκήρυξας ἡμῖν, τὴν ἀληθῆ καὶ ἀμώμητον Πίστιν Χριστοῦ· διὸ ἱκέτευε Ὅσιε Πάτερ, ἐν τῇ μνήμῃ σου θεοφόρε, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.
Θεοτοκίον
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσιν ΤΟ ΑΚΟΥΤΕ
Ὡς πρεσβείαν ἀκοίμητον, καὶ παράκλησιν ἔμμονον, κεκτημένη Πάναγνε πρὸς τὸν Κύριον, τοὺς πειρασμοὺς καταπράϋνον· τὰ κύματα κοίμισον, τῆς ἀθλίας μου ψυχῆς, καὶ ἐν θλίψει ὑπάρχουσαν, τὴν καρδίαν μου, παρακάλεσον Κόρη, δυσωπῶ σε, καὶ χαρίτωσον τὸν νοῦν μου, ὅπως ἀξίως δοξάζω σε.
Σταυροθεοτοκίον
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσιν ΤΟ ΑΚΟΥΤΕ
Τὸν Ἀμνὸν καὶ Ποιμένα σε, ἐπὶ ξύλου ὡς ἒβλεψεν, Ἀμνὰς ἡ κυήσασα ἐπωδύρετο, καὶ μητρικῶς σοι ἐφθέγγετο· Υἱὲ ποθεινότατε, πῶς ἐν ξύλῳ τοῦ Σταυροῦ, ἀνηρτήθης μακρόθυμε; πῶς τὰς χεῖράς σου, καὶ τοὺς πόδας σου Λόγε προσηλώθης, ὑπ’ ἀνόμων καὶ τὸ αἷμα, τὸ σὸν ἐξέχεας Δέσποτα;
| TA ΜΗΝΑΙΑ | Ιανουάριος | 19 |
Jan 20
Τῌ Κ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥΜνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Εὐθυμίου τοῦ Μεγάλου.
ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
Ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.
Ἦχος α'
Τῶν οὐρανίων ταγμάτων ΤΟ ΑΚΟΥΤΕ
Τῶν οὐρανίων ἁψίδων, περιϊπτάμενος, δι᾿ ἀρετῆς ἐνθέου, παμμακάριστε Πάτερ, ὑπέδυς ἐν τῷ γνόφῳ, δι᾿ ἧς ἀληθῶς, οὐκ ἐν αἰνίγμασιν Ὅσιε, ἀλλ᾿ ἐν τῇ χάριτι ὤφθης τῇ τοῦ Θεοῦ, τὰς ἐλλάμψεις εἰσδεχόμενος. (Δίς)
Ἦχος α'
Ταῖς ἀρεταῖς ἐκλαμπρύνας, ψυχὴν καὶ ἔννοιαν, πρὸς οὐρανὸν μετήχθης, εἰς Χριστοῦ βασιλείαν. Εὐθύμιε τρισμάκαρ, προσφέρων αὐτῷ, τὰ τῶν πόνων σου δράγματα, ἐν ἀσκηταῖς· σὺ φωστὴρ γὰρ ἀναδειχθείς, τῆς ἀγήρω ἀπολαύεις τρυφῆς.
Ἦχος α'
Τὸ ὁμοούσιον ὄντως, Τριὰς ἡ ἄναρχος, Πνεύματος κατοικίαν, ἐν σοὶ ἀναθεμένη, λαμπρότατον φωστῆρα, ἀνέδειξέ σε, θεοφόρε, Εὐθύμιε· τῶν χαμαιζήλων γὰρ πάντων ὑπεραρθείς, οὐρανῶν οἴκησιν εὕρηκας.
Δόξα... Ἦχος β'
Ὅσιε Πάτερ, ἐκ βρέφους τὴν ἀρετὴν ἐπιμελῶς ἀσκήσας, ὄργανον γέγονας τοῦ ἁγίου Πνεύματος, καὶ παρ᾿ αὐτοῦ λαβὼν τῶν θαυμάτων τὴν ἐνέργειαν, ἔπεισας τούς ἀνθρώπους, καταφρονεῖν τῶν ἡδέων, νῦν δὲ τῷ θείῳ φωτί, καθαρώτερον ἐλλαμπόμενος, φώτισον καὶ ἡμῶν τὰς διανοίας, Πάτερ Εὐθύμιε.
Καὶ νῦν... Ἦχος β'
Σὲ μεγαλύνομεν Θεοτόκε βοῶντες. Χαῖρε ἡ πύλη ἡ κεκλεισμένη· δι᾿ ἧς ἠνοίγη ἀνθρώποις, ὁ πάλαι Παράδεισος.
Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.
Ἦχος β'
Οἶκος τοῦ Ἐφραθᾶ ΤΟ ΑΚΟΥΤΕ
Δόλους τῶν πονηρῶν, δαιμόνων θριαμβεύσας, τῇ τοῦ Σταυροῦ δυνάμει, ἐτράνωσας τὴν δόξαν, Χριστοῦ Πάτερ Εὐθύμιε.Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ.
Ἦχος β'
Ἤρθης ὡς Ἠλιού, ἐν ἅρματι πυρίνῳ, καὶ συνεκράθης μάκαρ, ἀμέσως τῇ Τριάδι, Εὐθύμιε παγκόσμιε.Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Ἦχος β'
Φέρων ἐν ταῖς χερσί, σοῦ Πάτερ τοῦ Κυρίου, Σταυρὸν τὰ τῶν δαιμόνων, φαντάσματα τελείως, Εὐθύμιε ἠφάνισας.
Θεοτοκίον, Ἦχος β'
Οἶκος τοῦ Ἐφραθᾶ ΤΟ ΑΚΟΥΤΕ
Χαῖρε ἡ τὴν χαράν, τοῦ κόσμου δεξαμένη, Χριστὸν τὸν ζωοδότην, καὶ παύσαντα τὴν λύπην, Παρθένε τῆς Προμήτορος.
Ἀπολυτίκιον
Ἦχος δ'
Εὐφραίνου ἔρημος ἡ οὐ τίκτουσα, εὐθύμησον ἡ οὐκ ὠδίνουσα· ὅτι ἐπλήθυνέ σοι τέκνα, ἀνὴρ ἐπιθυμιῶν τῶν τοῦ Πνεύματος, εὐσεβείᾳ φυτεύσας, ἐγκρατείᾳ ἐκθρέψας, εἰς ἀρετῶν τελειότητα. Ταῖς αὐτοῦ ἱκεσίαις, Χριστὲ ὁ Θεός, εἰρήνευσον τὴν ζωὴν ἡμῶν.
ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Στιχολογοῦμεν τὴν α' στάσιν τοῦ Μακάριος ἀνήρ. Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.
Στιχηρὰ Προσόμοια
Ἦχος α'
Πανεύφημοι Μάρτυρες ΤΟ ΑΚΟΥΤΕ
Πάτερ Εὐθύμιε τὸν σόν, τόκον προκατήγγειλε, σταλεὶς οὐράνιος Ἄγγελος, ὡς τοῦ βλαστήσαντος, ἐκ νηδύος στείρας, Ἰωάννου· τούτου γάρ, ἐδείχθης ζηλωτὴς ἐκμαγεῖόν τε, ἀκτήμων ἄοικος· βαπτιστὴς καὶ ὀρεσίτρορος, ὑπερλάμψας, τοῖς ἀπείροις θαύμασι.
Ἦχος α'
Πάτερ Εὐθύμιε καρπός, ἔφυς μὲν στειρώσεως, ἀλλ᾿ ὤφθης ὄντως πολύγονος· ἐκ γὰρ τοῦ σπέρματος, τοῦ πνευματικοῦ σου, Μοναστῶν πεπλήρωται, ἡ ἔρημος ἡ πρὶν ἀδιόδευτος· καὶ νῦν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Ἦχος α'
Πάτερ Εὐθύμιε ὁ σός, βίος ἀνυπέρβλητος, ἡ Πίστις ὄντως ὀρθόδοξος· καὶ γὰρ ἐκ πράξεων, πρὸς ὑψηλοτάτην, θεωρίαν ἤλασας, σοφίας γεγονὼς ἐνδιαίτημα, ἐν δύω φύσεσιν, ἕνα σέβων τῆς Τριάδος Χριστόν, ᾧ πρεσβεύεις, ὑπὲρ τῶν ψυχῶν ἡμων.
Ἔτερα Στιχηρὰ Προσόμοια
Ἦχος δ'
Ὁ ἐξ ὑψίστου κληθεὶς ΤΟ ΑΚΟΥΤΕ
Ὁ ἐκ νηδύος μητρὸς ἡγιασμένος, ὅτε τὸ παντέφορον ὄμμα τὴν πρόθεσιν, καὶ τὴν ῥοπὴν πρὸς τὰ κρείττονα, ἐπειγομένην, ἀνεπιστρόφως σοῦ προεώρακε, τότε Παμμακάριστε, δῶρον θεόσδοτον, τῆς εὐθυμίας φερώνυμον, μεμηνυκὸς σε, τὴν τῶν φυσάντων λύει κατήφειαν· ὅθεν ἐκ βρέφους προηγμένος, τῷ εὐεργέτῃ Θεῷ εὐηρέστησας, ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.
Ἦχος δ'
Ὁ χαρισμάτων ἐνθέων πεπλησμένος, σὲ ὡς ἀκηλίδωτον, ἔσοπτρον Πάτερ εὑρών, Χριστὸς τῶν θείων ἐμφάσεων, λαμπρὰς οἰκείου, μαρμαρυγὰς φωτὸς σοι ἐξήστραψεν, ἐντεῦθεν ἰάσεων, ἄφθονος ὤφθης πηγή, διατροφή τε λιμώττουσι, καὶ τῶν διψώντων, δι᾿ ἐπομβρίας ἄρδων τὴν ἔφεσιν· τὰς ψυχικὰς δὲ διαθέσεις ὁρῶν, σοῦ τῶ λόγῳ σοφῶς ἐβελτίους Θεῷ· ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τάς ψυχὰς ἡμῶν.
Ἦχος δ'
Ὁ θεωρίᾳ καὶ πράξει διαλάμψας, σοῦ ὁ μὲν ἰσάγγελος βίος κανὼν ἀρετῆς, καὶ χαρακτὴρ ἀκριβέστατος, τῶν αἱρουμένων, Θεῷ λατρεύειν ἐν τελειότητι· ὁ σὸς δὲ θεόσοφος λόγος Εὐθύμιε, Τριάδα σέβειν ἐδίδαξε, Χριστὸν δὲ ἕνα, ἐν δύω φύσεσι γνωριζόμενον· καὶ τὰς Συνόδους ἰσαρίθμους, τῇ τετρακτύϊ τῶν Εὐαγγελίων Χριστοῦ· ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.
Δοξαστικὸν
Ἦχος γ'
Ἀφιερωθεὶς τῷ Θεῷ ἐκ κοιλίας μητρικῆς, ὡς ἄλλος Σαμουήλ, Πάτερ Εὐθύμιε, φερωνύμως γέγονας, εὐθυμία τῶν πιστῶν, Μοναζόντων βακτηρία, καὶ ἑδραίωμα, τοῦ Ἁγίου Πνεύματος καθαρὸν οἰκητήριον. Αἴτησαι ἡμῖν τοῖς τιμῶσί σε τὸ μέγα ἔλεος.
Θεοτοκίον
Ἦχος γ'
Πῶς μὴ θαυμάσωμεν, τὸν θεανδρικόν σου τόκον Πανσεβάσμιε;πεῖραν γὰρ ἀνδρὸς μὴ δεξαμένη Πανάμωμε, ἔτεκες ἀπάτορα Υἱὸν ἐν σαρκί, τὸν πρὸ αἰώνων ἐκ Πατρὸς γεννηθέντα ἀμήτορα, μηδαμῶς ὑπομείναντα τροπήν, ἢ φυρμόν, ἢ διαίρεσιν, ἀλλ᾿ ἑκατέρας οὐσίας τὴν ἰδιότητα, σώαν φυλάξαντα. Διὸ Μητροπάρθενε Δέσποινα, αὐτὸν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς τῶν ὀρθοδόξως, Θεοτόκον ὁμολογούντων σε.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα(Κεφ. 3, 19) Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα, οἱ δὲ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται. Ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τούς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτῷ, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα(Κεφ. 5, 1523 & 6, 13) Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν· συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν· καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως· ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς. Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε· μάθετε, δικασταί, περάτων γῆς· ἐνωτίσασθε, οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις Ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα(Κεφ. 4, 715) Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δὲ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος ἠγαπήθη, καὶ μεταξὺ ἁμαρτωλῶν μετετέθη· Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχήν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γάρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς Ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Εἰς τὴν Λιτήν, Στιχηρά.Ἰδιόμελα Ἦχος γ' ΓερμανοῦΕὐθυμεῖτε ἔλεγε, τοῖς γεννήτορσιν Ἄγγελος Κυρίου, ὅτι παιδίον ἐκ σπλάγχνων γεννήσεται ἡμῖν, εὐθυμίας φερώνυμον· ἐνεφύης δὲ γαστρί, φέρων αὐτοῖς τὸ ἐπάγγελμα, καὶ ἐκ σπαργάνων τῇ εὐχῇ συνανεστράφης, Πάτερ Εὐθύμιε.Ὁ αὐτὸς Τοῦ ΣτουδίτουὨχυρωμένος τὸν νοῦν γνώσει θείᾳ, Πάτερ Εὐθύμιε, τὰ παρερχόμενα παρέδραμες, μηδὲν θαυμάσας τῶν ἐπιγείων, ἐν μὲν θλίψεσι μεγαλόφρων φανεὶς καὶ γενναιότατος, ἐν δὲ ἀσκήσει καὶ εὐθυμίᾳ, ταπεινὸς καὶ μέτριος· καὶ τοῦ παρόντος βίου τὸ ἄστατον πέλαγος, σοφῶς διαπεράσας, εἰς εὔδιον λιμένα κατήντησας. Χριστὸν ἱκέτευε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.Ἦχος β' Τοῦ αὐτοῦΤῶν ἐν τῷ βίῳ πραγμάτων κατεφρόνησας, Πάτερ Εὐθύμιε ὅτι τὴν ἄνω πολιτείαν ἐπεπόθησας· πλοῦτον ἑβδελύξω, ἐνδυσάμενος ταπείνωσιν· τρυφὴν ἐμίσησας, καὶ ἐπεσπάσω τὴν ἐγκράτειαν· ἀδικίαν ἀπεβάλου, καὶ ἐδίωξας δικαιοσύνην· διὸ Πάτερ Ὅσιε, μνημόνευε καὶ ἡμῶν, ἐν ταῖς ὁσίαις εὐχαῖς σου πρὸς Κύριον.Δόξα... Ἦχος δ'Ἔλαμψαν τὰ καλὰ ἔργα σου, ὡς ἥλιος, ἐπὶ τῆς γῆς καὶ ἐν οὐρανῷ, Χριστοῦ θεράπον Εὐθύμιε· ὀρθοδόξως γὰρ ἐκήρυξας ἡμῖν, τὴν ἀληθῆ καὶ ἀμώμητον Πίστιν Χριστοῦ· διὸ ἱκέτευε Ὅσιε Πάτερ, ἐν τῇ μνήμῃ σου θεοφόρε, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.Καὶ νῦν... ΘεοτοκίονΝεῦσον παρακλήσεσι, σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα, μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Εἰς τὸν Στίχον Στίχ. Προσόμοια.Ἦχος πλ. α'Χαίροις ἀσκητικῶν ΤΟ ΑΚΟΥΤΕΧαίροις ὡς εὐθυμίας ἀρχή, τῆς Ἐκκλησίας γεγονὼς Πάτερ Ὅσιε· τῇ σῇ γὰρ γεννὴσει πάσας, αἱρετικῶν τὰς ὁρμάς, ἐκ Θεοῦ προνοίας ἀπεκρούσατο· διὸ σε φερώνυμον, ὀνομάζει Εὐθύμιον. Τῶν οὐρανίων, Οὐσιῶν δὲ τὰ τάγματα, χαρὰς ἔπλησας, τῇ τοῦ βίου λαμπρότητι, οἷς καὶ συναυλιζόμενος, φωτός τε πληρούμενος, καὶ πανολβίου καὶ θείας, ἐναπολαύων ἐλλάμψεως, Χριστὸν νῦν δυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ.Ῥάβδῳ τῇ τοῦ Σταυροῦ στηριχθείς, τῆς ἀνομίας τοὺς χειμάρρους ἐξήρανας· χειμάρρουν τρυφῆς δὲ θείας, καὶ Παραδείσου πηγήν, νοερῶς Παμμάκαρ ποτιζόμενος, πηγάς σωτηρίους, ἐν τῇ ἐρήμῳ ἀνέδειξας· ἐπιρροαῖς δέ, θείου Πνεύματος Ὅσιε, πιαινόμενος, ὥσπερ φοίνιξ ἀνέδραμες, ὕψος πρὸς ἐπουράνιον· καὶ στῦλος πυρίμορφος, ὤφθης θεόφρον καὶ πλήρης, φωτοειδοῦς ἐπιλάμψεως, Χριστοῦ· ὃν δυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.Ὄντως ἕως σκηνῆς θαυμαστῆς, ἕως τοῦ οἴκου τοῦ Θεοῦ Παμμακάριστε, διῆλθες ἀγαλλιάσει, καὶ εὐφροσύνῃ ψυχῆς, ἔνθα ἦχος Πάτερ ἑορτάζοντος, τερπνῆς ἀκουσόμενος, καὶ γλυκείας ὑμνήσεως, καὶ τῆς ἀφράστου, θυμηδίας καὶ τέρψεως, γενησόμενος, ἐν μεθέξει Εὐθύμιε· ἧς μόνης ἐφιέμενος, τὴν σάρκα ἐνέκρωσας· ἧς καὶ ἐπέτυχες θείᾳ, δικαιοσύνῃ κοσμούμενος, Χριστὸν ἱκετεύων, τὸν παρέχοντα τῷ κόσμῳ, τὸ μέγα ἔλεος.
Δοξαστικὸν
Ἦχος πλ. α'
Ὅσιε Πάτερ, οὐκ ἔδωκας ὕπνον σοῖς ὀφθαλμοῖς, οὐδὲ τοῖς βλεφάροις σου νυσταγμόν, ἐως οὗ τὴν ψυχὴν καὶ τὸ σῶμα, τῶν παθῶν ἠλευθέρωσας, καὶ σεαυτὸν ἡτοίμασας, τοῦ Πνεύματος καταγώγιον· ἐλθὼν γὰρ ὁ Χριστὸς σὺν τῷ Πατρί, μονὴν παρὰ σοὶ ἐποιήσατο· καὶ τῆς ὁμοουσίου Τριάδος, θεράπων γενόμενος, μεγαλοκήρυξ Εὐθύμιε, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Θεοτοκίον
Ἦχος πλ. α'
Μακαρίζομέν σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄρρητον, τὴν ἀρραγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.
Ἀπολυτίκιον
Ἦχος δ'
Εὐφραίνου ἔρημος ἡ οὐ τίκτουσα, εὐθύμησον ἡ οὐκ ὠδίνουσα· ὅτι ἐπλήθυνέ σοι τέκνα, ἀνὴρ ἐπιθυμιῶν τῶν τοῦ Πνεύματος, εὐσεβείᾳ φυτεύσας, ἐγκρατείᾳ ἐκθρέψας, εἰς ἀρετῶν τελειότητα. Ταῖς αὐτοῦ ἱκεσίαις, Χριστὲ ὁ Θεός, εἰρήνευσον τὴν ζωὴν ἡμῶν.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα
Ἦχος δ'
Ἐπεφάνης σήμερον ΤΟ ΑΚΟΥΤΕ
Τῷ φωτὶ λαμπόμενος τῷ ἀπροσίτῳ, ὡς ἀστὴρ ἐξέλαμψας, ἐν ταῖς ἐρήμοις, διδαχαῖς, καταφωτίζων Εὐθύμιε, τοὺς ἀδιστάκτῳ ψυχῇ προσιόντας σοι.Δόξα... ὍμοιονἘξ Αἰγύπτου ἤστραψας ὡς ἑωσφόρος, καὶ τὸν κόσμον ἔλαμψας, ταῖς φαειναῖς σου ἀρεταῖς, ἠγλαϊσμένε Εὐθύμιε, πᾶσιν ἐκλάμψας, τὸ φῶς τῆς ἀσκήσεως.Καὶ νῦν... ΘεοτοκίονἘν τῇ σκέπῃ πάναγνε, τῇ σῇ Παρθένε, προσφυγόντων δέησιν, προσδεξαμένη παρ᾿ ἡμῶν, μὴ διαλίπῃς πρεσβεύουσα, τῷ Φιλανθρώπῳ, σωθῆναι τοὺς δούλους σου.
Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα
Ἦχος πλ. α'
Τὸν συνάναρχον Λόγον ΤΟ ΑΚΟΥΤΕ
Τὰς φροντίδας τοῦ βίου ἀπαρνησάμενος, καὶ Ἀγγέλων τὸν βίον ἀναλαβόμενος, ἐγκρατείᾳ τὴν ψυχὴν κατελάμπρυνας· καὶ θαυμάτων ἐκ Θεοῦ, χάριν ἐδέξω δαψιλῶς, Εὐθύμιε θεοφόρε, ὑπὲρ ἡμῶν ἱκετεύων, τῶν εὐσεβῶς εὐφημούντων σε.Δόξα... τὸ αὐτὸΚαὶ νῦν... ΘεοτοκίονΠαναγία Παρθένε ἡμᾶς ἐλέησον, τοὺς προσφεύγοντας πίστει πρὸς σὲ τὴν εὔσπλαγχνον, καὶ αἰτουμένους τὴν θερμήν σου νῦν ἀντίληψιν· δύνασαι γὰρ ὡς ἀληθῶς, τούς πάντας σῴζειν ὡς οὖσα, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, ταῖς μητρικαῖς σου πρεσβείαις, ἀεὶ χρωμένη θεοχαρίτωτε.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα
Ἦχος πλ. δ'
Τὴν Σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ
Τὴν πτωχείαν τὴν ὄντως τοῦ δι᾿ ἡμᾶς, ἐκ Παρθένου τεχθέντος ἀναλαβών, ἡγήσω τὰ πρόσκαιρα, ὡσεὶ χόρτον Μακάριε· τοῦ γνωστικοῦ γὰρ ξύλου γευσάμενος Ὅσιε, Μοναζόντων ἐδείχθης, Διδάσκαλος ἔνθεος· ὅθεν καὶ πρὸς ζῆλον, Ἀγγελικῆς πολιτείας, διήγειρας ἅπαντας, καὶ πρὸς γνῶσιν τῆς Πίστεως. Σημειοφόρε Εὐθύμιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.Δόξα... τὸ αὐτοΚαὶ νῦν... ΘεοτοκίονὩς Παρθένον καὶ μόνην ἐν γυναιξί, σὲ ἀσπόρως τεκοῦσαν Θεὸν σαρκί, πᾶσαι μακαρίζομεν, γενεαὶ τῶν ἀνθρώπων· τὸ γὰρ πῦρ ἐσκήνωσεν, ἐν σοὶ τῆς Θεότητος, καὶ ὡς βρέφος θηλάζεις, τὸν Κτίστην καὶ Κύριον· ὅθεν τῶν Ἀγγέλων καὶ ἀνθρώπων τὸ γένος, ἀξίως δοξάζομεν, τὸν πανάγιον τόκον σου, καὶ συμφώνως βοῶμέν σοι· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσιν ἐν πίστει, τὸν ἄχραντον τόκον σου.
Προκείμενον Ἦχος δ'Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.Στίχ. Τὶ ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκεν ἡμῖν.
Δόξα... Ἦχος β'Ταῖς τοῦ σοῦ ὉσίουΚαὶ νῦν... Ταῖς τῆς ΘεοτόκουἸδιόμελον, Ἦχος πλ. β'Ὅσιε Πάτερ, εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος τῶν κατορθωμάτων σου, δι᾿ ὧν ἐν τοῖς οὐρανοῖς, εὗρες μισθὸν τῶν καμάτων σου. Τῶν δαιμόνων ὤλεσας τὰς φάλαγγας, τῶν Ἀγγέλων ἔφθασας τὰ τάγματα, ὧν τὸν βίον ἀμέμπτως ἐζήλωσας. Παρρησίαν ἔχων πρὸς Χριστὸν τὸν Θεόν, εἰρήνην αἴτησαι ταῖς ψυχαῖς ἡμῶν.
Κανών α', ᾨδὴ α', τῆς Θεοτόκου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν αἰγυπτίαν μοχθηρίαν διαφυγών, ὁ Ἰσραηλίτης ἀνεβόα· τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν.Πολλοῖς συνεχόμενος πειρασμοῖς, πρὸς σὲ καταφεύγω, σωτηρίαν ἐπιζητῶν· Ὦ Μῆτερ τοῦ Λόγου καὶ Παρθένε, τῶν δυσχερῶν καὶ δεινῶν με διάσωσον.Παθῶν με ταράττουσι προσβολαί, πολλῆς ἀθυμίας, ἐμπιπλῶσαί μου τὴν ψυχήν, εἰρήνευσον, Κόρη, τῇ γαλήνῃ, τῇ τοῦ Υἱοῦ καὶ Θεοῦ σου, Πανάμωμε.Σωτῆρα τεκοῦσάν σε καὶ Θεόν, δυσωπῶ, Παρθένε, λυτρωθῆναί με τῶν δεινῶν· σοὶ γὰρ νῦν προσφεύγων ἀνατείνω, καὶ τὴν ψυχὴν καὶ τὴν διάνοιαν.Νοσοῦντα τὸ σῶμα καὶ τὴν ψυχήν, ἐπισκοπῆς θείας, καὶ προνοίας τῆς παρὰ σοῦ, ἀξίωσον, μόνη Θεομῆτορ, ὡς ἀγαθὴ ἀγαθοῦ τε λοχεύτρια.
Ὁ πρῶτος Κανὼν τοῦ Ὁσίου, οὗ ἡ ἀκροστιχὶς μετὰ τῶν Εἱρμῶν.Ὄλβος πέφηνας γηγενῶν Εὐθύμιε.Ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ.ᾨδὴ α'
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Οὐκ ἔστι σοι ὅμοιος, δεδοξασμένε Κύριε· ἐν χειρὶ γὰρ κραταιᾷ, ἐλυτρώσω τὸν λαόν, ὃν ἐκτήσω Φιλάνθρωπε».Λύεις τὴν κατήφειαν, τοῖς παραδόξως φύσασιν, ἐκ Θεοῦ ἐπαγγελθείς, καὶ πρὸ τοῦ τόκου σου δωρεά, εὐθυμίας φερώνυμος.Βοᾷ χαριστήριον, ἡ Ἐκκλησία Ὅσιε, δεξαμένη σε βλαστόν, ἐκ Θεοῦ εἰρηνικῆς, εὐθυμίας προάγγελον.
Ὁ δεύτερος Κανὼν τοῦ Ὁσίου, οὗ ἡ Ἀκροστιχίς.Ταῖς σαῖς προσευχαῖς Παμμάκαρ, φῶς μοι νέμοις.Ποίημα Θεοφάνους.ᾨδὴ α'
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἁρματηλάτην Φαραὼ ἐβύθισε, τερατουργοῦσα ποτέ, Μωσαϊκὴ ῥάβδος, σταυροτύπως πλήξασα, καὶ διελοῦσα θάλασσαν, Ἰσραὴλ δὲ φυγάδα, πεζὸν ὁδίτην διέσωσεν, ᾄσμα τῷ Θεῷ ἀναμέλποντα».Ταῖς προσευχαῖς σου καὶ ταῖς σαῖς δεήσεσιν, ἐκδυσωπῶν τὸν Θεόν, τὸ σκοτεινὸν νέφος, τὸ τῆς ἀθυμίας μου, Παμμάκαρ διασκέδασον, εὐθυμίας ὑπάρχων, καὶ θυμηδίας ἀνάπλεως, τῷ Παμβασιλεῖ παριστάμενος.Ἄλλος καθάπερ Σαμουὴλ θεόσδοτος, καὶ πρὸ συλλήψεως, ἐπαγγελθεὶς Πάτερ, πάσαις ἐναπέφηνας, ταῖς Ἐκκλησίαις Ὅσιε, φερωνύμως τὴν κλῆσιν, κατάλληλον ἐπαγόμενος, τῇ τῆς εὐθυμίας φαιδρότητι.Ἱκετηρίᾳ καὶ δεήσει χρώμενοι, οἱ σοὶ γεννήτορες, πρὸς τὸν Θεὸν δῶρον, θεῖόν σε κομίζονται, καὶ φωτοφόρον βλάστημα, τῇ γεννήσει μηνύον τῆς εὐσεβείας τήν ἔλλαμψιν, καὶ τὸν τῆς αἱρέσεως ἔλεγχον.Σὺ ἐκ Παιδὸς καθιερώθης Ὅσιε, τῷ δεδωκότι Θεῷ, καὶ πρὸς αὐτὸν βλέπων, καὶ καθοδηγούμενος, ζωοποιοῖς προστάγμασι, τοῖς αὐτοῦ θεοφόρε, πρὸς ὕψος ἤρθης μετάρσιον, τὸ τῶν ἀρετῶν διὰ Πίστεως.ΘεοτοκίονΣὲ Θεομῆτορ προστασίαν ἔχοντες, οὐ δειλιάσομεν, τὸ τῶν ἐχθρῶν στῖφος, τὸ ἀντιμαχόμενον, τοῖς εὐσεβῶς δοξάζουσι, τὸν ἐκ σοῦ γεννηθέντα, Θεὸν τῶν ὅλων καὶ Κύριον, ὃν ὑπὲρ ἡμῶν ἐκδυσώπησον.Καταβασία, Ἦχος γ' ΤΟ ΑΚΟΥΤΕ«Χέρσον ἀβυσσοτόκον, πέδον ἥλιος, ἐπεπόλευσε ποτέ· ὡσεὶ τεῖχος γὰρ ἐπάγη, ἑκατέρωθεν ὕδωρ, λαῷ πεζοποντοποροῦντι, καὶ θεαρέστως μέλποντι· ᾌσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται».
Κανών α', ᾨδὴ γ', τῆς Θεοτόκου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σύ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε.Προστασίαν καὶ σκέπην, ζωῆς ἐμῆς τίθημι, Σέ, Θεογεννῆτορ, Παρθένε, σύ με κυβέρνησον, πρὸς τὸν λιμένα σου, τῶν ἀγαθῶν ἡ αἰτία, τῶν πιστῶν τὸ στήριγμα, μόνη πανύμνητε.Ἱκετεύω, Παρθένε, τὸν ψυχικὸν τάραχον, καὶ τῆς ἀθυμίας τὴν ζάλην, διασκεδάσαι μου· σὺ γάρ, Θεόνυμφε, τὸν ἀρχηγὸν τῆς γαλήνης, τὸν Χριστὸν ἐκύησας, μόνη πανάχραντε.Εὐεργέτην τεκοῦσα, τὸν τῶν καλῶν αἴτιον, τῆς εὐεργεσίας τὸν πλοῦτον, πᾶσιν ἀνάβλυσον· πάντα γὰρ δύνασαι, ὡς δυνατὸν ἐν ἰσχύϊ, τὸν Χριστὸν κυήσασα, Θεομακάριστε.Χαλεπαῖς ἀρρωστίαις, καὶ νοσεροῖς πάθεσιν, ἐξεταζομένῳ, Παρθένε, σύ μοι βοήθησον· τῶν ἰαμάτων γάρ, ἀνελλιπῆ σε γινώσκω, θησαυρόν, Πανάμωμε, τὸν ἀδαπάνητον.
Κανών β', ᾨδὴ γ', τοῦ Ὁσίου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Οὐκ ἐν σοφίᾳ καὶ δυνάμει καὶ πλούτῳ καυχώμεθα, ἀλλ᾿ ἐν σοὶ τῇ τοῦ Πατρός, ἐνυποστάτῳ σοφίᾳ Χριστέ· οὐ γὰρ ἐστιν Ἅγιος, πλήν σου Φιλάνθρωπε».Σὲ ἡ τεκοῦσα, τὸ τῆς Ἄννης ζηλώσασα Ὅσιον, ὡς τὸν πάλαι Σαμουήλ, θυσίαν ζῶσαν προσήγαγε, Θεῷ τῷ δοξάσαντι, καὶ πρὸ συλλήψεως.Περιουσίᾳ τῆς πρὸ Θεὸν ἀγάπης πυρούμενος, λογισμῷ πανευσεβεῖ, παθῶν ἐκράτησας Ὅσιε· διὸ θεία χάρις σοι, ἐπανεπαύσατο.
Κανών γ', ᾨδὴ γ', Ἕτερος τοῦ Ὁσίου
Ἦχος πλ. δ'
Ὁ στερεώσας κατ' ἀρχὰς ΤΟ ΑΚΟΥΤΕ
Ἀπὸ στειρώσεως τεχθείς, πνευματικῆς εὐκαρπίας, γεωργὸς πολυγονώτατος ὤφθης, τὰς ἀκάνθας ἐκτεμών, τῆς ἀσεβείας, Ὅσιε, καὶ εὐσεβείας σπόρον, ἔνθεον καταβαλόμενος.Ἱερουργὸς ὑπερφυῶν, καὶ μυστικῶν θεαμάτων, θεοφόρε γεγονώς, τοὺς ἀπίστους, προσενήνοχας Χριστῷ, θεοπρεπῶς πιστεύοντας, ταῖς διδαχαῖς σου Πάτερ, διδασκομένους τὰ κρείττονα.Σωφρονεστάτῳ λογισμῷ, καὶ εὐσεβεῖ κεχρημένος, τῶν ῥευστῶν καὶ φθειρομένων αὐτίκα, τὴν αἰώνιον ζωήν, καὶ τὴν τρυφὴν προέκρινας, δι᾿ ἐγκρατείας ἄκρας, σάρκα νεκρώσας Εὐθύμιε.Πυρπολουμένῃ τῇ ψυχῇ, καὶ τετρωμένῃ τῷ πόθῳ, τοῦ Χριστοῦ, τὰς πυριφλέκτους ἐνέδρας, τῶν δαιμόνων ἐκφυγών, τῇ δροσοβόλῳ χάριτι, κατελαμπρύνθης Πάτερ, σημειοφόρος γενόμενος.ΘεοτοκίονῬήσεις τῶν θείων Προφητῶν, καὶ τὰς αὐτῶν προφητείας, ἐπεσφράγισας τεκοῦσα τὸν Λόγον, τὸν λαλοῦντα δι᾿ αὐτῶν, καὶ τὰς αὐτῶν πληρώσαντα, θεηγορίας μόνη, εὐλογημένη Πανύμνητε.Καταβασία, Ἦχος γ' ΤΟ ΑΚΟΥΤΕ«Τὸ στερέωμα, τῶν ἐπὶ σοὶ πεποιθότων, στερέωσον Κύριε τὴν Ἐκκλησίαν, ἣν ἐκτήσω, τῷ τιμίῳ σου αἵματι».
Κάθισμα
Ἦχος πλ. δ'
Τὴν Σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ
Ἐγκρατείας ἐλαίῳ τὴν τῆς ψυχῆς, ἐκπληρώσας λαμπάδα πνευματικῶς, ποθῶν τὴν ἀείφωτον, τοῦ Νυμφίου σου ἔλευσιν, προσευχαῖς ἀγρύπνοις, ἐτήρησας, Ὅσιε, καὶ νυμφῶνι τούτου, εὐφραίνει μακάριε· ὅθεν ἐπαξίως τὴν τρυφὴν ἐκομίσω, τὴν ὄντως ἀείζωον, καὶ θαυμάτων ἐνέργειαν. Θεοφόρε Εὐθύμιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.Δόξα... τὸ αὐτὸΚαὶ νῦν... ΘεοτοκίονΤὴν ψυχήν μου Παρθένε τὴν ταπεινήν, τὴν ἐν ζάλῃ τοῦ βίου τῶν δυσχερῶν, νῦν ὡς ἀκυβέρνητον ποντουμένην τῷ κλύδωνι, ἁμαρτιῶν τε φόρτῳ, ὀφθεῖσαν ὑπέραντλον, καὶ εἰς πυθμένα ᾍδου ἐλθεῖν κινδυνεύουσαν, φθάσον Θεοτόκε, τῇ θερμῇ σου πρεσβεία, καὶ σῶσον παρέχουσα, σὸν λιμένα τὸν εὔδιον, ἵνα πίστει κραυγάζω σοι· Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δοθῆναί μοι· σὲ γὰρ ἔχω ἐλπίδα, ὁ ἀνάξιος δοῦλός σου.
Κανών α', ᾨδὴ δ', τῆς Θεοτόκου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Εἰσακήκοα, Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν Θεότητα.Τῶν παθῶν μου τὸν τάραχον, ἡ τὸν κυβερνήτην τεκοῦσα Κύριον, καὶ τὸν κλύδωνα κατεύνασον, τῶν ἐμῶν πταισμάτων, Θεονύμφευτε.Εὐσπλαγχνίας τὴν ἄβυσσον, ἐπικαλουμένῳ τῆς σῆς παράσχου μοι, ἡ τὸν εὔσπλαγχνον κυήσασα, καὶ Σωτῆρα πάντων, τῶν ὑμνούντων σε.Ἀπολαύοντες, Πάναγνε, τῶν σῶν δωρημάτων εὐχαριστήριον, ἀναμέλπομεν ἐφύμνιον, οἱ γινώσκοντές σε Θεομήτορα.Οἱ ἐλπίδα καὶ στήριγμα, καὶ τῆς σωτηρίας τεῖχος ἀκράδαντον, κεκτημένοι σε, Πανύμνητε, δυσχερείας πάσης, ἐκλυτρούμεθα.
Κανών β', ᾨδὴ δ', τοῦ Ὁσίου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἔκλινας Χριστὲ τῇ καταβάσει σου, οὐρανοὺς ἐν συνέσει, καὶ ὤφθης σεσαρκωμένος ἐπὶ γῆς. Διὸ πάντες βοῶμεν· Τῇ δυνάμει σου δόξα φιλάνθρωπε».Φυλάξας τὸν νοῦν ἀμετεώριστον, ἐκ σπαργάνων τὸν βίον, ἀνάβασιν ἐπεδείξω πρὸς Θεόν· ᾧ προβαίνων ἐκράθης, ἐκ δυνάμεως Πάτερ εἰς δύναμιν.Ἠράσθης Χριστοῦ τῆς ταπεινώσεως, μετανάστης ἐντεῦθεν, πρὸς ἄστυ τὸ θεοδόχον γεγονώς, συσταυροῦσαι τῇ γνώμῃ, τῷ Σταυρὸν διὰ σὲ ὑπομείναντι.Νομίμως ἀθλῆσαι προελόμενος, ἐξεδύσω τὸν βίον· γυμνὸν δὲ τῷ ἀντιπαλῳ προσπλακείς, τῇ Χριστοῦ ἐκμιμήσει, ἐν ἐρήμῳ τὸ τρόπαιον ἔστησας.
Κανών γ', ᾨδὴ δ', Ἕτερος τοῦ Ὁσίου
Ἦχος πλ. δ'
Σύ μου ἰσχύς, Κύριε ΤΟ ΑΚΟΥΤΕ
Ὅλον σαυτόν, Πάτερ Θεῷ καθιέρωσας, ἀθανάτου, δόξης ἐφιέμενος, καὶ πρὸς αὐτόν, ἕδραμες θερμῶς, διὰ πολιτείας, ἀμέμπτου καὶ δι᾿ ἀσκήσεως, καὶ βίου λαμπροτάτου, ἀνενδότως κραυγάζων· Τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.Σὺ τὴν πηγήν, Ὅσιε τῆς ἀγαθότητος, ἀγαπήσας, ὅλης ἐκ δυνάμεως, τοῖς Ἀσκηταῖς, γέγονας πηγή, θείων χαρισμάτων, διψῶντας, τούτους ἰώμενος· πηγὰς γὰρ ὥσπερ πάλαι, Μωϋσῆς ἐν ἐρήμῳ, παραδόξως Παμμάκαρ ἀνέβλυσας.Ἐπιφανείς, ἐκ τῶν ἀδύτων τοῦ Πνεύματος, τῆς παιδίσκης, γόνους ἠλευθέρωσας, υἱοὺς Θεοῦ ἀξιοπρεπῶς, τούτους ἀναπλάσας, υἱοθεσίας Βαπτίσματι· τοῦ θείου γάρ Προδρόμου, μιμησάμενος βίον, Βαπτιστὴς ἀνεδείχθης Εὐθύμιε.Ὑπὸ Θεοῦ, τοῖς ἀγνοοῦσιν Εὐθύμιε, ἐπεγνώσθης, χάριτι λαμπόμενος· οὐ γὰρ τὴν σήν, ἔδει ἀρετήν, ὄντως ἐν ἐρήμῳ, λαθεῖν καὶ κατακαλύπτεσθαι· διὸ σε φωτοφόρον, ὡς φωστῆρα τοῖς πᾶσιν, ὁ Δεσπότης τῶν ὅλων ἀνέδειξε.ΘεοτοκίονΧαῖρε σεμνή, χαῖρε Παρθένε πανάχραντε, χαῖρε Ὄρος, χάριτι κατάσκιον, χαῖρε Σκηνή· χαῖρε Κιβωτέ, χαῖρε Λυχνία, τὸ Φῶς τὸ θεῖον βαστάζουσα· χαρᾶς γὰρ ἀνεκφράστου, καὶ ψυχῶν εὐφροσύνης, τοῖς πιστεύουσι πρόξενος γέγονας.Καταβασία, Ἦχος γ' ΤΟ ΑΚΟΥΤΕ«Ἐκάλυψεν οὐρανούς, ἡ ἀρετή σου Χριστέ· τῆς κιβωτοῦ γὰρ προελθών, τοῦ ἁγιάσματός σου, τῆς ἀφθόρου Μητρός, ἐν τῷ ναῷ τῆς δόξης σου, ὤφθης ὡς βρέφος ἀγκαλοφορούμενος, καὶ ἐπληρώθη τὰ πάντα, τῆς σῆς αἰνέσεως».
Κανών α', ᾨδὴ ε', τῆς Θεοτόκου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Φώτισον ἡμᾶς, τοῖς προστάγμασί σου, Κύριε, καὶ τῷ βραχίονί σου τῷ ὑψηλῷ, τὴν σὴν εἰρήνην, παράσχου ἡμῖν, φιλάνθρωπε.Ἔμπλησον, Ἁγνή, εὐφροσύνης τὴν καρδίαν μου, τὴν σὴν ἀκήρατον διδοῦσα χαράν, τῆς εὐφροσύνης, ἡ γεννήσασα τὸν αἴτιον.Λύτρωσαι ἡμᾶς, ἐκ κινδύνων, Θεοτόκε Ἁγνή, ἡ αἰωνίαν τεκοῦσα λύτρωσιν, καὶ τὴν εἰρήνην, τὴν πάντα νοῦν ὑπερέχουσαν.Λῦσον τὴν ἀχλύν, τῶν πταισμάτων μου, Θεόνυμφε, τῷ φωτισμῷ τῆς σῆς λαμπρότητος, ἡ φῶς τεκοῦσα, τὸ θεῖον καὶ προαιώνιον.Ἴασαι Ἁγνή, τῶν παθῶν μου τὴν ἀσθένειαν, ἐπισκοπῆς σου ἀξιώσασα, καὶ τὴν ὑγείαν, τῇ πρεσβείᾳ σου παράσχου μοι.
Κανών β', ᾨδὴ ε', τοῦ Ὁσίου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἀσεβεῖς οὐκ ὄψονται, τὴν δόξαν σου Χριστέ· ἀλλ᾿ ἡμεῖς σὲ Μονογενές, Πατρικῆς ἀπαύγασμα δόξης Θεότητος, ἐκ νυκτὸς ὀρθρίζοντες, ἀνυμνοῦμέν σε φιλάνθρωπε».Σεαυτὸν ὑπέταξας, τῷ νόμῳ τοῦ Θεοῦ· τὸ γὰρ σῶμά σου ὡς ψυχῆς Θεοφόρε ὄργανον, ἐδουλαγώγησας, τῆς σαρκὸς τὸ φρόνημα, καθυποτάξας τῷ πνεύματι.Γεγηθὼς διήνυσας, τὴν τρίβον τῆς ζωῆς· καὶ Θεοῦ φόβον συλλαβών, σωτηρίαν ἔτεκες τοῖς πλανωμένοις, ἀναλάμψας ἥλιος, τῇ ἐρήμῳ καλυπτόμενος.
Κανών γ', ᾨδὴ ε', Ἕτερος τοῦ Ὁσίου
Ἦχος πλ. δ'
Ἵνα τὶ με ἀπώσω ΤΟ ΑΚΟΥΤΕ
Ἀσκητῶν εὐσεβείας, ἐπὶ τὴν οὐράνιον τρίβον Εὐθύμιε, προηγήσω Πάτερ, καὶ πρὸς κληροδοσίαν ἀνώλεθρον, ἐν ὑψίστοις ἄγων, στῦλος πυρός τε καὶ νεφέλης, δεδειγμένος τῇ αἴγλῃ τοῦ Πνεύματος.Ἰατρὸν ἀσθενούντων, ἄγαν συμπαθέστατον κόσμῳ δεδώρηται, ὁ Χριστὸς σε Πάτερ, καὶ πεινώντων τροφέα παράδοξον, παιδευτὴν ἀφρόνων, σωφρονιστὴν ἀγνωμονούντων, ὀρφανῶν καὶ πτωχῶν ἀντιλήπτορα.Συμπαθὴς ἐλεήμων, γνώμην ταπεινόφρονα φέρων γεγένησαι, τῶν παθῶν ἐκτέμνων, τὰς αἰτίας ἐνθέοις διδάγμασι, καὶ σοφίζων Πάτερ, καὶ νουθετῶν τοὺς φοιτητάς σου, καὶ ψυχῶν θεραπεύων νοσήματα.Πανταχοῦ τὰς ἀκτῖνας, πέμπων τῶν θαυμάτων σου πάντας ἐφώτισας· καὶ μαγνῆτις ὥσπερ, ἐφειλκύσω πρὸς τὰ σὰ παιδεύματα, διαπλάττων ἤθη, καὶ τῶν ψυχῶν τὰς διαθέσεις, ἐμβατεύων ψυχῆς καθαρότητι.ΘεοτοκίονἈληθῆ Θεοτόκον, πάντες σε κηρύττομεν Θεοχαρίτωτε, οἱ τῇ σῇ γεννήσει, τῆς φθαρτῆς λυτρωθέντες γεννήσεως, καὶ πρὸς τὴν ἀμείνω, πάλιν ζωὴν ἀνακληθέντες, διὰ σπλάγχνα ἐλέους Θεοῦ ἡμῶν.Καταβασία, Ἦχος γ' ΤΟ ΑΚΟΥΤΕ«Ὡς εἶδεν Ἡσαΐας συμβολικῶς, ἐν θρόνῳ ἐπηρμένῳ Θεόν, ὑπ᾿ Ἀγγέλων δόξης δορυφορούμενον, ὢ τάλας! ἐβόα, ἐγώ· πρὸ γὰρ εἶδον σωματούμενον Θεόν, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα».
Κανών α', ᾨδὴ ς', τῆς Θεοτόκου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾍδῃ προσήγγισε, καὶ δέομαι ὡς Ἰωνᾶς· Ἐκ φθορᾶς, ὁ Θεὸς με ἀνάγαγε.Θανάτου καὶ τῆς φθορᾶς ὡς ἔσωσεν, ἑαυτὸν ἐκδεδωκὼς τῷ θανάτῳ, τὴν τῇ φθορᾷ καὶ θανάτῳ μου φύσιν, κατασχεθεῖσαν, Παρθένε, δυσώπησον, τὸν Κύριόν σου καὶ Υἱόν, τῆς ἐχθρῶν κακουργίας με ῥύσασθαι.Προστάτιν σε τῆς ζωῆς ἐπίσταμαι, καὶ φρουρὰν ἀσφαλεστάτην, Παρθένε, τῶν πειρασμῶν διαλύουσαν ὄχλον, καὶ ἐπηρείας δαιμόνων ἐλαύνουσαν, καὶ δέομαι διαπαντός, ἐκ φθορᾶς τῶν παθῶν μου ῥυσθῆναί με.Ὡς τεῖχος καταφυγῆς κεκτήμεθα, καὶ ψυχῶν σε παντελῆ σωτηρίαν, καὶ πλατυσμὸν ἐν ταῖς θλίψεσι, Κόρη, καὶ τῷ φωτί σου ἀεὶ ἀγαλλόμεθα· Ὧ Δέσποινα, καὶ νῦν ἡμᾶς, τῶν παθῶν καὶ κινδύνων διάσωσον.Ἐν κλίνῃ νῦν ἀσθενῶν κατάκειμαι, καὶ οὐκ ἔστιν ἴασις τῇ σαρκί μου, ἀλλ' ἡ Θεὸν καὶ Σωτῆρα τοῦ κόσμου, καὶ τὸν λυτῆρα τῶν νόσων κυήσασα, σοῦ δέομαι τῆς ἀγαθῆς, ἐκ φθορᾶς νοσημάτων ἀνάστησον.
Κανών β', ᾨδὴ ς', τοῦ Ὁσίου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ κατεπόντισέ με, καταιγὶς πολλῶν ἁμαρτημάτων· ἀλλ' ὡς Θεὸς ἐκ βυθοῦ ἀνάγαγε, τὴν ζωήν μου Πολυέλεε».Γόνους ὥσπερ πάλαι τῆς παιδίσκης, τῆς παλιγγενεσίας, τῷ λουτρῷ καὶ νῦν υἱοθετήσας, ταῖς σαῖς λιταῖς, θεοφόρε σύντριψον, τὸν ζυγὸν τὸν τῆς δουλείας ἡμῶν.Ἔθετο σοφὸν σε οἰκονόμον, καὶ παιδευτὴν ἀφρόνων, πονηρίας πνευμάτων διώκτην, ἡ τοῦ Θεοῦ, θεοφόρε χάρις σοι, ἐναργῶς ἐν σοὶ σκηνώσασα.
Κανών γ', ᾨδὴ ς', Ἕτερος τοῦ Ὁσίου
Ἦχος πλ. δ'
Ἱλάσθητί μοι Σωτήρ ΤΟ ΑΚΟΥΤΕ
Μεγίστην παρὰ Θεοῦ τὴν ἐξουσίαν δεξάμενος, τὰ πλήθη τῶν δυσμενῶν, δαιμόνων ἐδίωξας, τῆς τούτων στρεβλώσεως, ἰώμενος πάντας, τοὺς ἐν πίστει σοι προστρέχοντας.Μακάριος ἀληθῶς, ἐγένου Πάτερ Εὐθύμιε, πτωχείαν πλουτοποιόν, καὶ πένθος χαρμόσυνον, κτησάμενος Ὅσιε· δι' ὧν βασιλείαν, οὐρανῶν ἐκληρονόμησας.Ἀπώσω τὴν ἐπὶ γῆς, τιμὴν καὶ δόξαν εὐμάραντον, ἀΐδιον δὲ ζωήν, καὶ κλῆρον ἀκήρατον, Παμμάκαρ ἀπείληφας, σκηνὰς οὐρανίους, κατοικήσας ἀσφαλέστατα.ΘεοτοκίονΚυρίαν σε τοῦ παντός, καὶ Δέσποιναν ὀνομάζομεν, τὸν ὄντως ὄντα Θεόν· ἀρρήτως γὰρ τέτοκας, τὸν πάντα ποιήσαντα, καὶ διακρατοῦντα, καὶ συνέχοντα Πανάμωμε.Καταβασία, Ἦχος γ' ΤΟ ΑΚΟΥΤΕ«Ἐβόησέ σοι, ἰδὼν ὁ Πρέσβυς, τοῖς ὀφθαλμοῖς τὸ σωτήριον, ὃ λαοῖς ἐπέστη· Ἐκ Θεοῦ Χριστέ, σὺ Θεός μου».
Κοντάκιον
Ἦχος πλ. δ'
Ὡς ἀπαρχὰς τῆς φύσεως ΤΟ ΑΚΟΥΤΕ ή Ἦχος δ' ΤΟ ΑΚΟΥΤΕ
Ἐν τῇ σεπτῇ γεννήσει σου, χαρὰν ἡ κτίσις εὕρατο, καὶ ἐν τῇ θείᾳ μνήμῃ σου Ὅσιε, τὴν εὐθυμίαν ἔλαβε τῶν πολλῶν σου θαυμάτων· ἐξ ὧν παράσχου πλουσίως ταῖς ψυχαῖς ἡμῶν, καὶ ἀποκάθαρον ἁμαρτημάτων κηλῖδας, ὅπως ψάλλωμεν, Ἀλληλούϊα.
Ὁ ΟἶκοςΟἱ ἐν πάσῃ τῇ γῇ μαρτυρήσαντες
Ἐκ ῥᾳθύμου καρδίας τὴν αἴνεσιν, πῶς προσοίσω ὁ ἄθλιος δέδοικα, καὶ ὑμνήσω τὸν μέγαν Εὐθύμιον; ἀλλὰ τούτου θαρρῶν ταῖς δεήσεσιν, ἐν εὐθυμίᾳ καὶ σπουδῇ πολλῇ, τῇ ᾠδῇ ἐγχειρήσω, καὶ πᾶσιν ἐξείπω αὐτοῦ τὴν πολιτείαν, καὶ τὴν γέννησιν, καὶ πῶς οἱ τούτου γονεῖς ἔψαλλον τό, Ἀλληλούϊα.
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ Κ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Εὐθυμίου τοῦ Μεγάλου.ΣτίχοιΤὶ κοινὸν Εὐθύμιε σοὶ καὶ τῷ βίῳ;Πρὸς Ἀγγέλους ἄπαιρε τοὺς ξένους βίουΛῆξε βίου Εὐθύμιος εἰκάδι ἠϋγένειος.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Βάσσου, Εὐσεβίου, Εὐτυχίου καὶ Βασιλίδου.ΣτίχοιΧεῖρας Βάσσου τέμνουσι χεῖρες δημίων,Χεῖρες βέβηλοι, χεῖρας ἡγιασμένας.Τμηθεὶς πέλυξιν Εὐσέβιος πᾶν μέλος,Τὴν Ὀρθόδοξον Πίστιν ἄτρωτος μένει.Εὐτύχιον διεῖλον εἰς μέρη τρία,θείως Θεοῦ Πρόσωπα τιμῶντα τρία.Ἀπορραγῆναι μὴ θέλων Βασιλίδης,Μοίρας Ἀθλητῶν, ἐρράγη τὴν γαστέρα.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἰννᾶ, Πιννᾶ, καὶ Ῥιμμᾶ.ΣτίχοιΘάλψις δεχέσθω τοὺς Ἀθλητὰς τοῦ κρύους,Ἰννᾶν, Πιννᾶν, Ῥιμμᾶν τε τοὺς κρυσταλλίνους.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ μακαρίου Πέτρου τοῦ Τελώνου.ΣτίχοιΚαλεῖ σε Πέτρε Χριστὸς ἐκ τελωνίουΠρὸς ἀρετὴν πρίν, νῦν δὲ πρὸς τρυφὴν πόλου.Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Κανών α', ᾨδὴ ζ', τῆς Θεοτόκου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Οἱ ἐκ τῆς Ἰουδαίας, καταντήσαντες Παῖδες ἐν Βαβυλῶνι ποτέ, τῇ πίστει τῆς Τριάδος, τὴν φλόγα τῆς καμίνου, κατεπάτησαν ψάλλοντες· Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.Τὴν ἡμῶν σωτηρίαν, ὡς ἠθέλησας Σῶτερ, οἰκονομήσασθαι, ἐν μήτρᾳ τῆς Παρθένου, κατῴ κησας τῷ κόσμῳ, ἣν προστάτιν ἀνέδειξας· Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητός εἶ.Θελητὴν τοῦ ἐλέους, ὃν ἐγέννησας, Μῆτερ ἁγνὴ δυσώπησον, ῥυσθῆναι τῶν πταισμάτων, ψυχῆς τε μολυσμάτων, τοὺς ἐν πίστει κραυγάζοντας· Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.Θησαυρὸν σωτηρίας, καὶ πηγὴν ἀφθαρσίας, τὴν σὲ κυήσασαν, καὶ πύργον ἀσφαλείας, καὶ θύραν μετανοίας, τοῖς κραυγάζουσιν ἔδειξας· Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.Σωμάτων μαλακίας, καὶ ψυχῶν ἀρρωστίας, Θεογεννήτρια, τῶν πόθῳ προσιόντων, τῇ σκέπῃ σου τῇ θείᾳ, θεραπεύειν ἀξίωσον, ἡ τὸν Σωτῆρα Χριστόν, ἡμῖν ἀποτεκοῦσα.
Κανών β', ᾨδὴ ζ', τοῦ Ὁσίου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Νέοι τρεῖς ἐν Βαβυλῶνι, πρόσταγμα τυραννικόν, εἰς φλήναφον θέμενοι, ἐν μέσῳ φλογὸς ἀνεβόων· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν».Ὤφθης εἴσω τῆς νεφέλης, Πάτερ τῷ ὑπερφυεῖ, πυρὶ καλυπτόμενος, ὡς θεῖος βοῶν μυστιπόλος· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.Νέμει σοι τὰ ὑπὲρ φύσιν, Πάτερ ὁ Δημιουργός, ἀφθόνως τῆς φύσεως, ψυχῶν διαθέσεις προφαίνων, τῶν μετασχόντων Ὅσιε, τῆς σαρκὸς τοῦ Κυρίου σου.Ἕνα καὶ μετὰ τὴν θείαν, σάρκωσιν μονογενῆ, ἐν δύω ταῖς φύσεσιν, Εὐθύμιε σέβων ἐβόας· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.
Κανών γ', ᾨδὴ ζ', Ἕτερος τοῦ Ὁσίου
Ἦχος πλ. δ'
Θεοῦ συγκατάβασιν ΤΟ ΑΚΟΥΤΕ
Ἀσκήσεως στάδιον, ἁγιωσύνης Πάτερ γυμνάσιον, τὸν σὸν ἔδειξας βίον, δι᾿ ἐγκρατείας ἄκρας ἑνούμενος, τοῖς Ἀσωμάτοις κραυγάζων Εὐθύμιε· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.Ῥομφαίαν σε δίστομον, ἠκονημένην Χριστὸς ἀνέδειξε, τῶν ἐχθρῶν τὰς καρδίας, καὶ τῶν δαιμόνων σφάττουσαν φάλαγγας, καὶ τῶν ψαλλόντων ψυχὰς κατευφραίνουσαν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.Φωτὸς ἐμφορούμενος, τοῦ Τρισηλίου Πάτερ φῶς δεύτερον, τῇ μεθέξει τοῦ πρώτου, μεμορφωμένος ὤφθης Εὐθύμιε, τὰς λαμπηδόνας ἐκπέμπων τοῖς ψάλλουσιν· Εὐλογητός ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.ΘεοτοκίονὭς ὄρθρος ἀνέτειλας, δικαιοσύνης Ἥλιον ἔχουσα, τὸν ἐκ σκότους τὸν κόσμον, τῆς ἀγνωσίας ἀνακαθαίροντα, θεογνωσίας ἀκτῖσιν, ᾧ ψάλλομεν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.Καταβασία, Ἦχος γ' ΤΟ ΑΚΟΥΤΕ«Σὲ τὸν ἐν πυρὶ δροσίσαντα, Παῖδας θεολογήσαντας, καὶ Παρθένῳ ἀκηράτῳ ἐνοικήσαντα Θεὸν Λόγον ὑμνοῦμεν, εὐσεβῶς μελῳδοῦντες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».
Κανών α', ᾨδὴ η', τῆς Θεοτόκου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Τὸν Βασιλέα τῶν οὐρανῶν, ὃν ὑμνοῦσι στρατιαὶ τῶν Ἀγγέλων, ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.Τοὺς βοηθείας τῆς παρὰ σοῦ δεομένους, μὴ παρίδῃς Παρθένε, ὑμνοῦντας, καὶ ὑπερυψοῦντάς σε, Κόρη, εἰς αἰῶνας.Τῶν ἰαμάτων τὸ δαψιλές, ἐπιχέεις τοῖς πιστῶς ὑμνοῦσί σε Παρθένε, καὶ ὑπερυψοῦσι τὸν ἄφραστόν σου τόκον.Τὰς ἀσθενείας μου τῆς ψυχῆς ἰατρεύεις, καὶ σαρκὸς τὰς ὀδύνας, Παρθένε, ἵνα σε δοξάζω τὴν Κεχαριτωμένην.Τῶν πειρασμῶν σὺ τὰς προσβολὰς ἐκδιώκεις, καὶ παθῶν τὰς ἐφόδους Παρθένε· ὅθεν σε ὑμνοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
Κανών β', ᾨδὴ η', τοῦ Ὁσίου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας».Θεῷ σεαυτὸν καθιερώσας, καὶ ἅψας τῆς συνειδήσεως τὴν κάμινον, ὅλον σου Εὐθύμιε· χαίρων ὡλοκαύτωσας, ὡς ἱερεῖον ἄμωμον, τὸν βίον μέλπων Χριστῷ· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.Υἱοθετηθεὶς χάριτι θείᾳ, ὡς κλῆρον τὴν τῶν μελλόντων γνῶσιν εἴληφας· φύσεως κρατήσας γάρ, φύσιν ὑπερβέβηκας, προγνωστικῶς πρὸς ἔκβασιν, σπεύδων Εὐθύμιε. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, βοῶν εἰς τοὺς αἰῶνας.
Κανών γ', ᾨδὴ η', Ἕτερος τοῦ Ὁσίου
Ἦχος πλ. δ'
Ἑπταπλασίως κάμινον ΤΟ ΑΚΟΥΤΕ
Συντονωτάτῃ χρώμενος, ἐγκρατείᾳ Πανόβλιε, πρὸς ὑψηλοτάτην, πολιτείαν ἔφθασας, δοχεῖον γενόμενος, χωρητικὸν τοῦ Πνεύματος, τοῦ ζωοποιοῦ, καὶ τῶν ἐκεῖθεν πλουσίως, βρυόντων χαρισμάτων, μελῳδῶν ἀνενδότως· Λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.Μεταναστεύων ἔφθασας, τῆς Σιὼν τὴν ἀκρόπολιν, εἰς τὰς αἰωνίους, δὲ μονὰς κατήντησας, καὶ κλῆρον οὐράνιον, ἐκ τῶν οἰκείων πόνων εὑρών, ταῖς Ἀγγελικαῖς, χοροστασίαις συμψάλλεις· Οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.Ὁλολαμπὴς ὡς ἥλιος, τὰς ἐρήμους ἐφώτισας, τοὺς σκοτεινομόρφους, ἀπελάσας δαίμονας, καὶ στῦλος ὁλόφωτος, οὐρανομήκης γέγονας, θαυματοποιούς, μαρμαρυγὰς ἀποστίλβων, ἀπαύστως ἀνακράζων· Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.Ἱερωτάταις πράξεσι, διὰ βίου κοσμούμενος, τὴν ἀρχικωτάτην, ἀρετὴν κατώρθωσας, δογμάτων ὀρθότητι, διαπρεπὴς γενόμενος, καὶ θεολογίας ἀκριβοῦς ὑποφήτης, βοῶν ἀδιαλείπτως· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.ΘεοτοκίονΝύμφη Θεοῦ πανάμωμε, τοὺς πρὸς σὲ καταφεύγοντας, τῆς αἰχμαλωσίας, τῶν παθῶν ἐξάρπασον· καὶ τὴν αὐτοδέσποτον, ἐλευθερίαν Δέσποινα, ταῖς τῶν ὀρθοδόξων, Ἐκκλησίαις παράσχου, ταῖς πίστει μελῳδούσαις· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.Καταβασία, Ἦχος γ' ΤΟ ΑΚΟΥΤΕ«Ἀστέκτῳ πυρὶ ἑνωθέντες, οἱ θεοσεβείᾳ, προεστῶτες Νεανίαι, τῇ φλογὶ δὲ μὴ λωβηθέντες, θεῖον ὕμνον ἔμελπον· Εὐλογεῖτε, πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».
Κανών α', ᾨδὴ θ', τῆς Θεοτόκου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Κυρίως Θεοτόκον, σὲ ὁμολογοῦμεν, οἱ διὰ σοῦ σεσωσμένοι, Παρθένε ἁγνή, σὺν Ἀσωμάτων χορείαις, σὲ μεγαλύνοντες.Ῥοήν μου τῶν δακρύων, μὴ ἀποποιήσῃς, ἡ τὸν παντὸς ἐκ προσώπου πᾶν δάκρυον, ἀφῃρηκότα Παρθένε, Χριστὸν κυήσασα.Χαρᾶς μου τὴν καρδίαν, πλήρωσον, Παρθένε, ἡ τῆς χαρᾶς δεξαμένη τὸ πλήρωμα, τῆς ἁμαρτίας τὴν λύπην, ἐξαφανίσασα.Λιμὴν καὶ προστασία, τῶν σοὶ προσφευγόντων, γενοῦ Παρθένε, καὶ τεῖχος ἀκράδαντον, καταφυγή τε καὶ σκέπη, καὶ ἀγαλλίαμα.Φωτός σου ταῖς ἀκτῖσι, λάμπρυνον, Παρθένε, τὸ ζοφερὸν τῆς ἀγνοίας διώκουσα, τοὺς εὐσεβῶς Θεοτόκον, σὲ καταγγέλλοντας.Κακώσεως ἐν τόπῳ, τῷ τῆς ἀσθενείας, ταπεινωθέντα, Παρθένε, θεράπευσον, ἐξ ἀρρωστίας εἰς ῥῶσιν, μετασκευάζουσα.
Κανών β', ᾨδὴ θ', τοῦ Ὁσίου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Μετὰ τόκον σε Ἁγνή, καὶ πρὸ τοῦ τόκου, καὶ ἐν τόκῳ ἄχραντε, σὲ πᾶσα ἡ κτίσις καταγγέλλουσα, ὡς Θεοτόκον ἀληθῆ μεγαλύνομεν».Ἰαμάτων σε πηγήν, καὶ πρὸ θανάτου καὶ ἐν θήκαις Ὅσιε, κεκοιμημένον εὐμοιρήσαντες, ὡς νικηφόρον ἀθλητὴν μακαρίζομεν.Ἐπιγείῳ Βασιλεῖ, τὸν ἐν ὑψίστοις ἀρωγὸν ἀπέργασαι, κατὰ Βαρβάρων, καὶ τῇ ποίμνῃ σου, κατὰ ποικίλων πειρασμῶν Πάτερ Ὅσιε.
Κανών γ', ᾨδὴ θ', Ἕτερος τοῦ Ὁσίου
Ἦχος πλ. δ'
Ἐξέστη ἐπὶ τούτῳ ΤΟ ΑΚΟΥΤΕ
Ἐγνώρισε Χριστὸς σοι τὴν πρὸς αὐτόν, πολυέραστον Πάτερ ἀνάλυσιν, ὥσπερ Μωσεῖ, πάλαι τῷ θεόπτῃ, οὗ μιμητής, δι᾿ ἀρετῆς γενόμενος, ῥήξας σὺ τὴν θάλασσαν τῶν παθῶν, διέβης ἀκωλύτως, πρὸς γῆν ἐπαγγελίας, τοὺς ἐναντίους τροπωσάμενος.Μετέστης ὡς, Ἠλίας ὁ ζηλωτής, ἀρετῶν ἐποχούμενος ἅρματι, πρὸς οὐρανόν, ὅπου τὸ πολίτευμα ἐμφανῶς, τὸ σὸν ἐγράφη Ὅσιε· καὶ νῦν τῷ Δεσπότῃ παρεστηκώς, μνημόνευε τῶν πίστει, τὴν μνήμην σου τελούντων, τὴν φωτοφόρον καὶ πανίερον.Ὁ βίος σου Παμμάκαρ Ἀγγελικός, ἡ ζωὴ δὲ Θεόφρον ὑπέρλαμπρος, ἡ δὲ ψυχή, φωτοειδεστάτη θεοειδής, καὶ εὐσεβὴς ἡ πίστις σου· θείων γὰρ δογμάτων ὑφηγητής, ἐγένου Θεοφόρε, καὶ κήρυξ Ὀρθοδόξου, διδασκαλίας ἐχρημάτισας.Ἱκέτην σε καὶ πρέσβυν πρὸς τὸν Θεόν, πρεσβευόμενον Πάτερ συγχώρησιν, ἁμαρτιῶν, καὶ τῶν ὀφλημάτων καὶ τῶν χρεῶν, ἀποκοπὰς αἰτούμενον, θείους μιμησάμενον οἰκτιρμούς, προβάλλομαι προθύμως, ἐλπίδι τῆς πρεσβείας, τῆς σῆς Θεόφρον στηριζόμενος.ΘεοτοκίονΣωτήριος γενοῦ μοι πύργος Ἁγνή, τῶν δαιμόνων ἀπείργων τὰς φάλαγγας, καὶ πειρασμῶν, ὄχλον καὶ κινδύνων ἀποσοβῶν καὶ τῶν παθῶν τὴν ἔφοδον, πόρρω ἀπελαύνων, καὶ καθαράν, διδοὺς ἐλευθερίαν, καὶ θείων χαρισμάτων, τὴν ἀφθονίαν παρεχόμενος.Καταβασία, Ἦχος γ' ΤΟ ΑΚΟΥΤΕ«Ἐν νόμου σκιᾷ καὶ γράμματι, τύπον κατίδωμεν οἱ πιστοί· πᾶν ἄρσεν τὸ τὴν μήτραν διανοῖγον, ἅγιον Θεῷ· διὸ πρωτότοκον Λόγον, Πατρὸς ἀνάρχου Υἱόν, πρωτοτοκούμενον Μητρί, ἀπειράνδρῳ μεγαλύνομεν».
Ἐξαποστειλάριον
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Ἐκ μήτρας καθηγίασε, Θεὸς σε Πάτερ Ὅσιε, Ἱερεμίαν ὡς πάλαι, καὶ Σαμουὴλ Θεοφόρε, προφήτην θεῖον δείξας σε, τερατουργὲ Εὐθύμιε, τῶν Ἀγγέλων ὁμόσκηνε· μεθ' ὧν μνημόνευε πάντων, τῶν σὲ πιστῶς ἀνυμνούντων.
Ἕτερον Ἐξαποστειλάριον
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Ὡς πάλαι τοῦ βλαστήσαντος Προδρόμου θεῖος Ἄγγελος ἐκ στειρευούσης νηδύος, τὸν σὸν κατήγγειλε τόκον· διὸ καὶ τούτου γέγονας ἐκμαγεῖον Εὐθύμιε, Βαπτιστής ὀρεσίτροφος, ἀκτήμων ἄοικος πᾶσι, χαρίσμασι διαλάμπων.
Θεοτοκίον
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Ἐν δύω ταῖς θελήσεσι, καὶ φύσεσι Πανάμωμε, μιᾷ δὲ τῇ ὑποστάσει, τίκτεις Θεὸν ἀπορρήτως, τὸν δι᾿ ἡμᾶς πτωχεύσαντα, μέχρι Σταυροῦ θελήματι, καὶ ἡμῖν χαρισάμενον, τὸν τῆς Θεότητος πλοῦτον, Θεοκυῆτορ Παρθένε.
Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.
Στιχηρὰ Προσόμοια
Ἦχος πλ. δ'
Ὢ τοῦ παραδόξου θαύματος ΤΟ ΑΚΟΥΤΕ
Ὅσιε Πάτερ Εὐθύμιε, καταλιπὼν τὰ ἐν γῇ, τῷ Χριστῷ ἠκολούθησας, μὴ προκρίνας ἔνδοξε, τὰ φθαρτὰ πρὸς τὰ μένοντα· καὶ ἐν ἐρήμῳ, ὥσπερ ἐν πόλει οἰκῶν, τάς τῶν δαιμόνων, φάλαγγας ὤλεσας. Ὢ τὶς ἰσχύσειεν, ἐξειπεῖν Ἀοίδιμε, τῆς σῆς ψυχῆς, ὄντως τὴν θερμότητα, τὴν πρὸς τὸν Κύριον! (Δίς)
Ἦχος πλ. δ'
Ὅσιε Πάτερ Εὐθύμιε, σὺ ἀνεδείχθης κανών, Μοναζόντων καὶ καύχημα, ὀρθοδόξων ἥδυσμα, καὶ λαμπρὸς οἰκουμένης φωστήρ· τοῦ γὰρ δολίου ἐχθροῦ οὐκ ἔπτηξας, τάς ἐκφοβήσεις, ἐν τῷ σπηλαίῳ οἰκῶν. Ὢ τοῦ χαρίσματος, τοῦ ἐν σοὶ Μακάριε! δι᾿ οὗ σαφῶς, πᾶσαν κατεπάτησας, τὴν τῶν δαιμόνων ὀφρύν.
Ἦχος πλ. δ'
Ὅσιε Πάτερ Εὐθύμιε, σὺ ἀληθῶς πρὸς Θεόν, τὴν ψυχὴν ἀνεπτέρωσας, καὶ ἀσκήσει Ἅγιε, τὰς αἰσθήσεις ἐκάθηρας· καὶ ταῖς ἀπαύστοις, εὐχαῖς πανόλβιε, τῆς ἀθανάτου ζωῆς ἠξίωσαι. Ὦ ἐγκαλλώπισμα, Ἀσκητῶν ἀοίδιμε, σὲ ὁ Χριστὸς χαίρων ὑπεδέξατο· εἰς τὰς ἀΰλους μονάς.
Δοξαστικὸν
Ἦχος πλ. δ'
Τῶν Μοναστῶν τὰ πλήθη, τὸν καθηγητὴν σε τιμῶμεν Εὐθύμιε· διὰ σοῦ γὰρ τὴν τρίβον, τὴν ὄντως εὐθεῖαν πορεύεσθαι ἔγνωμεν. Μακάριος εἶ, τῷ Χριστῷ δουλεύσας, καὶ ἐχθροῦ θριαμβεύσας τὴν δύναμιν, Ἀγγέλων συνόμιλε, Ὁσίων ὁμόσκηνε καὶ Δικαίων· μεθ ὧν πρέσβευε τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον
Ἦχος πλ. δ'
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Μεγάλη Δοξολογία
Τυπικά, καὶ ἐκ τοῦ Κανόνος ᾨδὴ γ' καὶ ς'. Ἀπόστολον, Εὐαγγέλιον καὶ Κοινωνικόν, Ζήτει εἰς Ὁσίους.
| TA ΜΗΝΑΙΑ | Ιανουάριος | 20 |
Jan 21
Τῌ ΚΑ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥΜνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μαξίμου τοῦ ὉμολογητοῦΜνήμη τοῦ Ἁγίου Μάρτυρος Νεοφύτου.
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Ὁμολογητοῦ.
Στιχηρὰ τοῦ Ὁμολογητοῦ
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσιν ΤΟ ΑΚΟΥΤΕ
Τὸν δι᾿ οἶκτον γενόμενον, ὡς εὐδόκησεν ἄνθρωπον, ἐν δυσὶ θελήσεσιν ἐνεργείαις τε, κατανοούμενον Ὅσιε, ἐκήρυξας Μάξιμε, ἀποφράττων μιαρῶν, τὰ ἀπύλωτα στόματα, μονοθέλητον, μονενέργητον τοῦτον δοξαζόντων, ἐπηρείᾳ διαβόλου, τοῦ τὴν κακίαν τεκτήναντος.
Ἦχος δ'
Ταῖς νευραῖς τῶν δογμάτων σου, Πύρρον Πάτερ ἀπέπνιξας, ληρῳδοῦντα Μάξιμε τὸν κακόφρονα, καὶ διωγμοὺς ἐκαρτέρησας, καὶ θλίψεις ἀοίδιμε, μαστιζόμενος δεινῶς, καὶ τὴν γλῶτταν τεμνόμενος, καὶ τὴν πάντοτε, πρὸς Θεὸν αἱρομένην θείαν χεῖρα, δι’ ἧς γράφων διετέλεις, τὰ ὑψηλότατα δόγματα.
Ἦχος δ'
Ὀξυγράφου ὡς κάλαμος, τεθηγμένη τῷ Πνεύματι, ἡ ἁγία γέγονε Πάτερ γλῶσσά σου, καλλιγραφοῦσα ἐν χάριτι, πλαξὶ καρδιῶν ἡμῶν, τόμον θείων ἀρετῶν, καὶ δογμάτων ἀκρίβειαν, καὶ τὴν σάρκωσιν, τοῦ ἐν δύω οὐσίαις τοῖς ἀνθρώποις, καὶ μιᾷ τῇ ὑποστάσει, ἐμφανισθῆναι θελήσαντος.
Στιχηρὰ τοῦ Μάρτυρος
Ἦχος πλ. δ'
Ὢ τοῦ παραδόξου θαύματος ΤΟ ΑΚΟΥΤΕ
Ὢ τοῦ παραδόξου θαύματος! Περιστερὰ ὁμιλεῖ, Νεοφύτῳ τῷ Μάρτυρι, ἀνθρωπίνῳ φθέγματι, ἐκ τῶν ἄνω φοιτήσασα· δι’ ἧς ἀστράπτει, βίον ἰσάγγελον, ὑφ’ ἧς νεάζων, ἀθλουργεῖ κράτιστα. Ὢ θείων πράξεων, τοῦ πεντάθλου Μάρτυρος! οὗ ταῖς εὐχαῖς, σῶσον τὰς ψυχὰς ἡμῶν, Χριστὲ ὡς εὔσπλαγχνος.
Ἦχος πλ. δ'
Ὢ τοῦ παραδόξου θαύματος! ἀπὸ σπαργάνων αὐτοῦ, ὁ ἀρτίφρων Νεόφυτος, ἐκτελεῖ θαυμάσια, ἐνεργείᾳ τοῦ Πνεύματος· ἐκ πέτρας ὕδωρ, εὐχαῖς ἀρύεται, νεκρὰν ἐγείρει, ἧς ὤφθη γέννημα. Ὢ θείων πράξεων, τοῦ πεντάθλου Μάρτυρος! οὗ ταῖς εὐχαῖς, σῶσον τὰς ψυχὰς ἡμῶν, Χριστὲ ὡς εὔσπλαγχνος.
Ἦχος πλ. δ'
Ὢ τοῦ παραδόξου θαύματος! ὑπὲρ Χριστοῦ ἐναθλῶν, ὁ γενναῖος Νεόφυτος, τοὺς ἐχθροὺς ἐξίστησιν, ἐξαισίοις ἐν θαύμασι, τὸ πῦρ κοιμίζει, τούτῳ βαλλόμενος, ἀγρίους θῆρας, πτήσσοντας δείκνυσιν. Ὢ κράτος ἄμαχον, ἐν ᾧ τεθαυμάστωται, ὁ Ἀθλητής! ἀλλὰ ταῖς εὐχαῖς αὐτοῦ, σῶσον ἡμᾶς ὁ Θεός.
Δοξαστικὸν
Ἦχος πλ. β'
Ὅσιε Πάτερ, εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος τῶν κατορθωμάτων σου, δι' ὧν ἐν τοῖς οὐρανοῖς, εὗρες μισθὸν τῶν καμάτων σου. Τῶν δαιμόνων ὤλεσας τὰς φάλαγγας, τῶν Ἀγγέλων ἔφθασας τὰ τάγματα, ὧν τὸν βίον ἀμέμπτως ἐζήλωσας. Παρρησίαν ἔχων πρὸς Κύριον, εἰρήνην αἴτησαι ταῖς ψυχαῖς ἡμῶν.
Θεοτοκίον
Ἦχος πλ. β'
Ὅλην ἀποθέμενοι ΤΟ ΑΚΟΥΤΕ
Κητῴας κοιλίας με, τῆς πονηρᾶς ἁμαρτίας, ἐξάγαγε Δέσποινα, ἐν γαστρὶ χωρήσασα τὸν Ἀχώρητον· χαλεποῦ κλύδωνος, πειρασμῶν λύτρωσαι, καταιγίδος παραπτώσεων, Κόρη ἐξάρπασον, τῶν ἀνομιῶν μου ξηραίνουσα· τὸ πέλαγος καὶ παύουσα, τῆς δαιμονικῆς παρατάξεως, τὰς ἐπαναστάσεις, τῇ θείᾳ συμμαχίᾳ σου Ἁγνή, ὅπως ἀπαύστως δοξάζω σε, τὴν Ἀειμακάριστον.
Σταυροθεοτοκίον
Ἦχος πλ. β'
Τριήμερος ἀνέστης Χριστὲ ΤΟ ΑΚΟΥΤΕ
Λαὸν τὸν ἀνομώτατον, ἀδίκως καθηλοῦντά σε, ἐπὶ ξύλου, ἡ Παρθένος καὶ Ἁγνή, καὶ Μήτηρ σου ὁρῶσα, ὡς Συμεὼν προέφη, τὰ σπλάγχνα Σῶτερ διετέτρωτο.
Ἀπόστιχα
Δοξαστικὸν
Ἦχος πλ. δ'
Τῶν Μοναστῶν τὰ πλήθη, τὸν καθηγητὴν σε τιμῶμεν Μάξιμε· διὰ σοῦ γὰρ τὴν τρίβον, τὴν ὄντως εὐθεῖαν πορεύεσθαι ἔγνωμεν. Μακάριος εἶ, τῷ Χριστῷ δουλεύσας, καὶ ἐχθροῦ θριαμβεύσας τὴν δύναμιν Ἀγγέλων συνόμιλε, Ὁσίων ὁμόσκηνε καὶ δικαίων, μεθ’ ὧν πρέσβευε τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον
Ἦχος πλ. δ'
Οἱ Μάρτυρές σου Κύριε ΤΟ ΑΚΟΥΤΕ
Ἐξάρπασόν με Δέσποινα, χειρὸς τοῦ δράκοντος τοῦ βροτοκτόνου, τοῦ πολεμοῦντός με ἐν ὑποκρίσει, καταπιεῖν ὁλοτελῶς· σύντριψον τὰς μύλας τούτου δέομαι, καὶ τὰ μηχανήματα διάλυσον· ὅπως ῥυσθεὶς τῶν τούτου ὀνύχων, μεγαλύνω τὴν δυναστείαν σου.
Σταυροθεοτοκίον
Ἦχος πλ. δ'
Οἱ Μάρτυρές σου Κύριε ΤΟ ΑΚΟΥΤΕ
Ἠ δάμαλις ἡ ἄσπιλος, τὸν μόσχον βλέπουσα ἐπὶ τοῦ ξύλου, προσαρτώμενον ἐθελουσίως, ὀδυρομένη γοερῶς, Οἴμοι! ἀνεβόα ποθεινότατον, τέκνον· τὶ σοι δῆμος ἀνταπέδωκεν, ἀχάριστος Ἑβραίων, θέλων με ἀτεκνῶσαι, ἐκ σοῦ Παμφίλτατε.
Ἀπολυτίκιον τοῦ Ὁσίου
Ἦχος πλ. δ' ΤΟ ΑΚΟΥΤΕ
Ὀρθοδοξίας ὁδηγέ, εὐσεβείας Διδάσκαλε καὶ σεμνότητος, τῆς Ἐκκλησίας ὁ φωστήρ, τῶν Μοναζόντων θεόπνευστον ἐγκαλλώπισμα,Μάξιμε σοφέ, ταῖς διδαχαῖς σου πάντας ἐφώτισας, λύρα τοῦ Πνεύματος. Πρέσβευε Χριστῷ τῶ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Τοῦ Μάρτυρος Ἀπολυτίκιον
Ἦχος δ' ΤΟ ΑΚΟΥΤΕ
Ταχὺ προκατάλαβε
Ὁ Μάρτυς σου, Κύριε, ἐν τῇ ἀθλήσει αὐτοῦ, τὸ στέφος ἐκομίσατο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· ἔχων γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλεν, ἔθραυσε καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση. Αὐτοῦ ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Ὁ Κανὼν τοῦ Ὁσίου, οὗ ἡ ἀκροστιχίς, ἄνευ τῶν Θεοτοκίων.Ὁ Παμμέγιστος Μάξιμος δοξάζεται.Ποίημα τοῦ Ἰωάννου τοῦ Δαμασκηνοῦ.ᾨδὴ α'
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«ᾌσωμεν τῷ Κυρίῳ τῷ βυθίσαντι πᾶσαν τὴν δύναμιν, Φαραὼ ἐν θαλάσσῃ, ἐπινίκιον ᾠδήν, ὅτι δεδόξασται».Ὅλην μοι τὴν θεόπνουν, ἐκ τῆς μελιρρύτου καὶ ἡδείας σου, ἐναπόσταξον γλώττης θεῖε Μάξιμε, χάριν τοῦ Πνεύματος.Πῦρ καιόμενον ὤφθης, κατὰ τῶν αἱρέσεων Μακάριε· ὡς καλάμην γὰρ ταύτας, κατηνάλωσας ζήλῳ τοῦ Πνεύματος.Ἄλογον προετέθη, ἐκ δυσσεβεστάτης, προαιρέσεως μονοθέλητον δόγμα, τοῖς δὲ λόγοις σου Πάτερ διήλεγκται.ΘεοτοκίονὍλος ἐπιθυμία, ὁ ἐκ τῆς γαστρός σου Θεονύμφευτε, εὐδοκήσας τεχθῆναι, γλυκασμὸς τὲ ἐστι καὶ φῶς ἄδυτον.
Ὁ δεῦτερος Κανὼν τοῦ Μάρτυρος, οὗ ἡ ἀκροστιχίς.Χριστοῦ φυτὸν σὲ Μάρτυς εὐφημῶ νέον.Ἰωσήφ.ᾨδὴ α'
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν Αἰγυπτίαν, μοχθηρίαν διαφυγών, ὁ Ἰσραηλίτης ἀνεβόα· Τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν».Χριστοῦ σε παμμάκαρ νέον φυτὸν λειμῶνι βλαστῆσαν, τῶν Μαρτύρων καὶ ἱερούς, καρποὺς εὐσεβείας ἐξανθῆσαν, ἐπεγνωκότες ὑμνοῦμεν Νεόφυτε.Ῥημάτων τῶν θείων ἐκπληρωτής, δεικνύμενος Μάκαρ, ἀπὸ βρέφους τὴν ἀγαθὴν μερίδα ἐμφρόνως ἐξελέξω, καὶ ὁδηγὸς πλανωμένων γεγένησαι.Σταλάζων Θεόφρον τὸν γλυκασμόν, τῆς θεογνωσίας, ἐκ χειλέων τῶν ἱερῶν, ψυχὰς φαρμαχθείσας τῇ κακίᾳ, τοῦ ἀλλοτρίου σεπτῶς κατεγλύκανας.ΘεοτοκίονΤεκοῦσα τὸν φύσει Δημιουργόν, ἐθέωσας ὅλην, τὴν οὐσίαν τῶν γηγενῶν· διὸ σε κυρίως Θεοτόκον, ὁμολογοῦμεν Παρθένε Θεόνυμφε.
Κανών α', ᾨδὴ γ', τοῦ Ὁσίου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σὺ εἶ τὸ Στερέωμα, τῶν προστρεχόντων σοι Κύριε· σὺ εἶ τὸ φῶς, τῶν ἐσκοτισμένων, καὶ ὑμνεῖ σε τὸ πνεῦμά μου».Μέγιστος ὁ Μάξιμος, τῆς εὐσεβοῦς Χριστοῦ Πίστεως, παναληθῶς, κήρυξ τε καὶ μάρτυς, ἀνεδείχθη δι’ αἵματος.Μάξιμε μακάριε, σὺ δι’ ἀσκήσεως γέγονας, θεοπρεπές, τῆς φιλοσοφίας, καὶ ἁγνὸν ἐνδιαίτημα.Ἔβλυσεν ἡ γλῶσσά σου, ποταμηδὸν Χριστοῦ δόγματα, πανευσεβῆ, Μάξιμε παμμάκαρ, τῆς σοφίας ὁ τρόφιμος.ΘεοτοκίονἽνα τρίβον Δέσποτα, πρὸς ἁγιότητα φέρουσα, δείξῃς ἡμῖν, μήτραν παναγίαν, παναγίως κατῴκησας.
Κανών β', ᾨδὴ γ', τοῦ Μάρτυρος
Ἦχος πλ. δ'
Σὺ εἶ τὸ Στερέωμα ΤΟ ΑΚΟΥΤΕ
Ὅλον ἀνακείμενον, τῷ πανοικτίρμονι Λόγῳ σε, τὸ καθαρόν, Πνεῦμα διετήρει, ἀπαράτρωτον Ἔνδοξε.Ὕμνησαν τὸν Κύριον, πλήθη λαῶν πιστῶν βλέψαντα, τὴν διὰ σοῦ, Μάρτυς τῆς τεκούσης, ἐκ νεκρῶν ἀναβίωσιν.Φῶς ἐναπαστράπτουσα, περιστερὰ φωνῇ ζώσῃ σε, πρὸς τὰς ὁδούς, τὰς σωτηριώδεις, προσκαλεῖται Νεόφυτε.ΘεοτοκίονὝμνον χαριστήριον, γένος βροτῶν ἀεὶ νέμει σοι· Μήτηρ Θεοῦ, τὴν ἀθανασίαν, διὰ σοῦ κληρωσάμενον.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Σὺ εἶ τὸ στερέωμα, τῶν προστρεχόντων σοι Κύριε, σὺ εἶ τὸ φῶς, τῶν ἐσκοτισμένων, καὶ ὑμνεῖ σε τὸ πνεῦμά μου».
Κάθισμα τοῦ Ὁμολογητοῦ
Ἦχος πλ. α'
Τὸν συνάναρχον Λόγον ΤΟ ΑΚΟΥΤΕ
Διωγμοὺς ὑπομείνας ὑπὲρ τῆς Πίστεως, ἀπεδίωξας Πάτερ ἅπασαν αἵρεσιν· ἐκτμηθεὶς δὲ σὺν χειρὶ τὴν γλῶτταν Μάξιμε, ὁμολογίας εὐπρεπῆ, ἐκ τῆς χειρὸς τοῦ Ποιητοῦ, ἐδέξω στέφανον μάκαρ, ὃν νῦν ἀπαύστως δυσώπει, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.Δόξα... τοῦ ΜάρτυροςἮχος δ'Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ΤΟ ΑΚΟΥΤΕΝεοθαλὲς ὤς περ φυτὸν ἐκβλαστήσας, ἐν τῷ λειμῶνι τῶν Χριστοῦ Ἀθλοφόρων, καρποὺς ἐνθέου γνώσεως προσήγαγες Χριστῷ· οἷς περ διατρέφονται, οἱ πιστῶς σε τιμῶντες, ἔνδοξε Νεόφυτε. Ἀθλητὰ γενναιόφρον, Ἀλλὰ ταῖς σαῖς δεήσεσιν ἡμᾶς, πάντοτε σῷζε, Θεῷ παριστάμενος.Καὶ νῦν... ΘεοτοκίονΜετὰ Θεὸν ἐπὶ τὴν σὴν Θεοτόκε, προσπεφευγὼς ὁ ταπεινὸς θείαν σκέπην, παρακαλῶ δεόμενος· Ἐλέησον Ἁγνή· ὅτι ὑπερῆράν μου, κεφαλὴν ἁμαρτίαι, καὶ πτοοῦμαι Δέσποινα, τὰς κολάσεις καὶ φρίττω, ἱκετηρίαν ποίησον σεμνή, πρὸς τὸν Υἱόν σου, ἐκ τούτων ῥυσθῆναί με.Ἢ ΣταυροθεοτοκίονΤὸν ἐξ ἀνάρχου τοῦ Πατρὸς γεννηθέντα, ἡ ἐπ' ἐσχάτων σε σαρκὶ τετοκυῖα, ἐπὶ Σταυροῦ κρεμάμενον ὁρῶσά σε Χριστέ, Οἴμοι! ποθεινότατε, Ἰησοῦ ἀνεβόα· πῶς ὁ δοξαζόμενος, ὡς Θεὸς ὑπ’ Ἀγγέλων, ὑπὸ ἀνόμων νῦν βροτῶν Υἱέ, θέλων σταυροῦσαι; Ὑμνῶ σε Μακρόθυμε.
Κανών α', ᾨδὴ δ', τοῦ Ὁσίου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Εἰσακήκοα Κύριε, τὴν ἀκοήν σου καὶ ἐφοβήθην, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασα τὸ κράτος σου Κύριε».Γηγενεῖς σε γεραίρουσι, καὶ τῶν οὐρανίων τάξεις θαυμάζουσι· τῇ φιλίᾳ τῆς σοφίας γάρ, ἀνεδείχθης Πάτερ, ὤς περ ἄσαρκος.Ἰταμὸς μὲν ὁ τύραννος, ἀλλ’ ἡ καρτερία σου ἀκατάλυτος! ὅθεν σὺ μὲν μεμακάρισαι, ὁ παμπόνηρος δὲ ἐξωστράκισται.Συναθλοῦσί σοι Μάξιμε, ἡ τῶν μαθητῶν δυὰς ἡ πανόλβιος, σοὶ τῶν ἄθλων κοινωνήσαντες· διὸ καὶ ἐπάθλων ἴσων ἔτυχον.Τῇ ῥοῇ σου τοῦ αἵματος, καταρδευομένη ἡ Ἐκκλησία Χριστοῦ, ἐξανθεῖ πατροπαράδοτον, σοῦ τοῦ θείου σπόρου δόγμα Ὅσιε.ΘεοτοκίονΛυτρωθέντες τῷ τόκῳ σου, τοῦ τῆς ἁμαρτίας χρέους Πανάμωμε, χαριστήριον ἐφύμνιον, ἀναπέμπομέν σοι θεονύμφευτε.
Κανών β', ᾨδὴ δ', τοῦ Μάρτυρος
Ἦχος πλ. δ'
Εἰσακήκοα Κύριε ΤΟ ΑΚΟΥΤΕ
Τὸ τοῦ βίου σου ἄμεμπτον, καὶ τῆς διανοίας τὸ ἀκατάπληκτον, πλήθη πάμπολλα θεώμενα, τῷ Θεῷ προσῆλθον, Μάρτυς ἔνδοξε.Ὄρος φθάσας κατῴκησας, θείῳ ὁδηγούμενος μάκαρ Πνεύματι, ὑπ’ Ἀγγέλου δὲ τρεφόμενος, τῶν Ἀγγέλων ὤφθης ἰσοστάσιος.Νόμους θείους δεξάμενος, σὺ τοὺς γεγραμμένους Ἀξιοθαύμαστε, τούτους σπεύσας ἐκπεπλήρωκας, ὑπελθὼν τοὺς πόνους τῆς ἀθλήσεως.Συμπαθῶς διεσκόρπισας, ἔδωκας τοῖς πένησιν, ὡς προστέταξαι, ἀντικτώμενος Μακάριε, τὰ εἰς τοὺς αἰῶνας διαμένοντα.ΘεοτοκίονἙκουσίως πτωχεύσαντα, πλούτῳ ἀγαθότητος τὸν ὑπέρθεον, Θεοτόκε ἀπεκύησας, τὴν ἡμῶν πτωχείαν κατοικτείραντα.
Κανών α', ᾨδὴ ε', τοῦ Ὁσίου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὀρθρίζοντες βοῶμέν σοι Κύριε· Σῶσον ἡμᾶς, σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν».Ὀ γνῶσιν τῶν γηΐνων ἀθροίσας, καὶ οὐρανίων, ἐνδίκως φιλόσοφος, κατονομάζεται Μάξιμος.Σοφίας τῆς ἀμείνω τῷ ἔρωτι, τοῦ Χριστοῦ σου, μιμητὴς πανάριστος, ὤφθης ἀοίδιμε Μάξιμε.Μανίᾳ ὑπερόριος γέγονας, τοῦ Τυράννου· εὗρες δὲ Μακάριε, τὸν Ἰησοῦν παραμύθιον.ΘεοτοκίονΟἱ μὴ σὲ Θεοτόκον γινώσκοντες, Θεομῆτορ, φῶς οὐ μὴ θεάσωνται, τὸ γεννηθὲν ἐκ σοῦ παναγνε.
Κανών β', ᾨδὴ ε', τοῦ Μάρτυρος
Ἦχος πλ. δ'
Ἵνα τὶ με ἀπώσω ΤΟ ΑΚΟΥΤΕ
Μυστηρίων ἀρρήτων, ἔμπλεως γενόμενος ἀξιοθαύμαστε, πρὸς τοὺς προκειμένους, τῆς ἀθλήσεως χαίρων ἐχώρησας, ἀνδρικοὺς ἀγῶνας, μὴ καταπτήξας τὰς βασάνους, μηδὲ θάνατον Μάρτυς Νεόφυτε.Ἀπορρήτῳ προνοίᾳ, τοῦ τὰς σὰς εὐθύνοντος πορείας Ἔνδοξε, ἐπιστάντες θεῖοι, πρὸς τὸ στάδιον εἷλκόν σε Ἄγγελοι, ἀπὸ ὄρους ἄλλον, ὥσπερ Μωσῆν δεδοξασμένον, τῷ προσώπῳ ταῖς θείαις λαμπρότησι.Ῥῆμα ζῶν ἐν καρδίᾳ, ἔχων παναοίδιμε Μάρτυς Νεόφυτε, θαρσαλέᾳ γνώμῃ, τοῖς διώκταις ἐβόας· Αὐτόκλητος, τοῖς ἐμὲ ζητοῦσι, πάρειμι νῦν τοῦ διελέγξαι, τῶν ὑμῶν σεβασμάτων ἀσθένειαν.ΘεοτοκίονΤὸ πρὸ τῶν αἰώνων, Κόρη παναμώμητε, θεῖον μυστήριον, ἀποκεκρυμμένον, διὰ σοῦ ἐγνωρίσθη τοῖς πέρασιν, ὁ Υἱὸς καὶ Λόγος, ὁ τοῦ Θεοῦ, σάρξ χρηματίσας, καὶ θεώσας Παρθένε τὸν ἄνθρωπον.
Κανών α', ᾨδὴ ς', τοῦ Ὁσίου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Χιτῶνά μοὶ παράσχου φωτεινόν, ὁ ἀναβαλλόμενος, φῶς ὡς ἱμάτιον, πολυέλεε Χριστὲ ὁ Θεὸς ἡμῶν».Ἀνένδοτον προσφέροις τῷ Θεῷ, θεοφόρε δέησιν, ψυχῆς τε καὶ σώματος, τῶν παθῶν καὶ τῆς φθορᾶς με λυτρώσασθαι.Ξηραίνεται αἱρέσεων πηγή, βορβορώδης ἅπασα, ἀοίδιμε Μάξιμε, φραττομένη τῇ ἰσχύϊ τῆς γλώττης σου.Ἱλάσθητί μοὶ μόνε Ἀγαθέ, καὶ πηγὴν τῆς χάριτος, Χριστὲ τῇ καρδίᾳ μου, ταῖς εὐχαῖς τοῦ σοῦ Ὁσίου ἀνάβλυσον.ΘεοτοκίονἩ μόνη διὰ λόγου ἐν γαστρί, τὸν Λόγον κυήσασα, ῥῦσαι δεόμεθα, τῶν παγίδων τοῦ ἐχθροῦ τὰς ψυχὰς ἡμῶν.
Κανών β', ᾨδὴ ς', τοῦ Μάρτυρος
Ἦχος πλ. δ'
Τὴν δέησιν, ἐκχεῶ ΤΟ ΑΚΟΥΤΕ
Ὑψούμενος, ἐπὶ ξύλου Παμμάκαρ, τῷ σιδὴρῳ τὰς πλευρὰς κατεξάνθης, ἀνηλεῶς, καὶ πλάνου ἐλέγχεις, τὴν πωρωθεῖσαν καρδίαν ἐσπάραξας, προστάσσοντος θύειν θεοῖς, καὶ Θεὸν ἐξαρνεῖσθαι ἀθάνατον.Στρεβλούμενος, καὶ πεδούμενος Μάρτυς, συνεπόδισας εἰς τέλος τὴν πλάνην, καὶ τοῦ ἐχθροῦ, τὰς ἀτάκτους πορείας, ἀπράκτους ἔδειξας σθένει τοῦ Πνεύματος· καὶ ἔδραμες πρὸς οὐρανόν, καὶ Χριστῷ στεφηφόρος παρίστασαι.Ἐθέλχθης, ταῖς καλλοναῖς τοῦ Δεσπότου, καὶ αὐτῷ προσεκολλήθης κραυγάζων· Λόγε Θεοῦ διὰ σὲ τὸν τυθέντα, ἐθελουσίως ἐγὼ σφαγιάζομαι, μιμούμενος περιφανῶς, τὰ σεπτά σου καὶ θεῖα παθήματα.ΘεοτοκίονὙπέρλαμπρος, ἀνεδείχθης καθέδρα, Βασιλέως οὐρανίου Παρθένε· ἐν ᾗ σαρκί, ἀνεπαύσατο θέλων, καὶ τὸν πολὺν ἡμῶν κόπον ἀφείλετο, καὶ ἵδρυσε τῷ Πατρικῷ, ὡς ηὐδόκησε θρόνῳ τὸν ἄνθρωπον.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν, ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾍδῃ προσήγγισε, καὶ δέομαι ὡς Ἰωνᾶς· Ἐκ φθορᾶς ὁ Θεὸς μὲ ἀνάγαγε».
Κοντάκιον
Ἦχος πλ. δ'
Τῇ ὑπερμάχῳ ΤΟ ΑΚΟΥΤΕ
Τὸν τῆς Τριάδος ἐραστὴν καὶ Μέγαν Μάξιμον, τὸν ἐκδιδάξαντα τρανῶς πίστιν τὴν ἔνθεον, τοῦ δοξάζειν τὸν Χριστόν, φύσεσιν ἐν δύω, ἐνεργείαις τε διτταῖς ὡς καὶ θελήσεσιν, ἐπαξίως οἱ πιστοὶ ἀνευφημήσωμεν, ἀνακράζοντες· Χαῖρε κήρυξ τῆς Πίστεως.
Ὁ Οἶκος
Ἀνοιξόν μου τὰ χείλη, ὁ Θεὸς ὁ Σωτήρ μου, καὶ δὸς μοι θείαν χάριν ἑλκύσαι, τοῦ ἀξίως ὑμνῆσαι Χριστέ, τὸν κηρύξαντά σε ἐν δυσὶ φύσεσιν, ἐξόχως ὑπὲρ ἅπαντας· πρὸς ὃν καὶ ἐκφωνῶ τοιαῦτα,Χαῖρε, φωστὴρ καταυγάζων κόσμον, χαῖρε, λιμὴν τῶν ἐν ζάλῃ βίου.Χαῖρε, Μοναζόντων λαμπτὴρ διαυγέστατος, χαῖρε, τῶν Μαρτύρων τὸ κλέος καὶ στήριγμα.Χαῖρε, ὄντως ἐγκαλλώπισμα Ἐκκλησίας καὶ στολή, χαῖρε, ἔρεισμα τῆς Πίστεως, καὶ ἀσάλευτος κρηπίς.Χαῖρε, ὅτι καθεῖλες τῶν αἱρέσεων θράσος, χαῖρε, ὅτι προθύμως πρὸς Χριστὸν μέλη τέμνῃ.Χαῖρε, χαρὰ τῶν πίστει τιμώντων σε, χαῖρε, χαρᾶς πληρῶν τοὺς ποθοῦντάς σε.Χαῖρε, πολλοὺς τοῦ Βελίαρ λυτρώσας, χαῖρε, Πιστοὺς τῷ Θεῷ προσενέγκας.Χαῖρε, Κήρυξ τῆς Πίστεως.
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΚΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μαξίμου τοῦ Ὁμολογητοῦ.ΣτίχοιἌχειρ, ἄγλωττος, χεῖρα καὶ γλῶτταν φύειςΚαὶ χερσὶ Θεοῦ, Μάξιμε, ψυχὴν δίδως.Εἰκάδι πρώτῃ πότμος Μαξίμου ὄσσ’ ἐκάλυψεν.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Νεοφύτου.ΣτίχοιΤὸν Νεόφυτον ἐκριζοῖ γῆθεν δόρυ,Νέου φυτοῦ κάλλιστον οἷὰ περ θάλος.Τῇ αὐτῇ ἡμέρᾳ, Μνὴμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ζωσίμου, Ἐπισκόπου Συρακούσης, Σικελῶν νήσου.ΣτίχοιΜετάστασιν Ζώσιμος εὗρεν ἐκ βίου,ᾯ καὶ πρὸ ταύτης πᾶς μετάστασις βίος.Τῇ αὐτῇ ἡμέρᾳ, ἄθλησις τῶν Ἁγίων Μαρτύρων Εὐγενίου, Οὐαλλεριανοῦ, Κανδίδου, καὶ Ἀκύλα.ΣτίχοιΤὸν Εὐγένιον, καὶ συνάθλους τρεῖς ἅμα,Δι’ εὐγένειαν ψυχικὴν κτείνει ξίφος.Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τῆς Ἁγίας Εἰρήνης, ἐν τῇ ἁγιωτάτῃ Ἐκκλησίᾳ τῇ οὔσῃ πρὸς θάλασσαν καὶ Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἁγνῆς.ΣτίχοιὙπὲρ νέον σοι μόσχον, ὡς Δαυὶδ λέγειἬρεσκεν Ἁγνὴ πυρπολουμένη, Λόγε.Τῇ αὐτῇ ἡμέρᾳ, οἱ ἅγιοι τέσσαρες Μάρτυρες, οἱ ἐν Τύρῳ, ξίφει τελειοῦνται.ΣτίχοιΣτερρῶν ἀθλητῶν τεσσάρων φωνὴ μία·Ἡμῖν τὸ θνῄσκειν ἐκ ξίφους εὐθυμία.Ταῖς τῶν ἁγίων σου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Κανών α', ᾨδὴ ζ', τοῦ Ὁσίου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Οἱ ἐκ τῆς Ἰουδαίας, καταντήσαντες Παῖδες ἐν Βαβυλῶνι ποτέ, τῇ πίστει τῆς Τριάδος, τὴν φλόγα τῆς καμίνου, κατεπάτησαν ψάλλοντες· ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητὸς εἶ».Μίαν φύσιν Τριάδος, μίαν θέλησιν ἔφης, μίαν ἐνέργειαν· Θεοῦ δὲ σαρκωθέντος, δύο φύσεις θελήσεις, ἐνεργείας, ἐκήρυξας· ὁ τῶν Πατέρων Θεός, βοῶν εὐλογητός εἶ.Οὐ θελήματα δύω, διαιρούμενα γνώμης ἐναντιότητι, ποιότητι δὲ μᾶλλον, ἀνεκήρυξας Πάτερ, φυσικῇ διαφέρόντα· Ὁ τῶν Πατέρων Θεός, βοῶν εὐλογητὸς εἶ.Στήλην ὀρθοδοξίας, τοὺς ἐνθέους σου λόγους, Πάτερ κατέχοντες, τὸν ἕνα τῆς Τριάδος, ἐν δυσὶ ταῖς οὐσίαις, καὶ θελήσεσι σέβομεν· Εὐλογητὸς εἶ Χριστέ, αὐτῷ ἀναβοῶντες.Δύο Πάτερ εἰδότες, ἐνεργείας τοῦ οἴκτῳ, σεσαρκωμένου Θεοῦ, διττὰς αὐτεξουσίους, θελήσεις διδαχθέντες, ὑπὸ σοῦ ἀναμέλπομεν· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.ΘεοτοκίονΠαρθενικῆς ἐκ νηδύος, σαρκωθεὶς ἐπεφάνης, εἰς σωτηρίαν ἡμῶν· διό σου τὴν Μητέρα, εἰδότες Θεοτόκον, εὐχαρίστως κραυγάζομεν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.
Κανών β', ᾨδὴ ζ', τοῦ Μάρτυρος
Ἦχος πλ. δ'
Παῖδες Ἑβραίων ΤΟ ΑΚΟΥΤΕ
Φοῦρνον ζωόκαυστον ποιήσας, ὁ παράνομος ἐν τούτῳ κατακλείει, ἐν ἡμέραις τρισίν, ἐφλέχθης δὲ οὐδόλως, ἀναβοῶν Νεόφυτε· Ὁ Θεὸς εὐλογητὸς εἶ.Ἤδετο ὕμνος παραδόξως, ἱσταμένου σου φλογὸς ἐν μέσῳ μάκαρ· ἡ γὰρ δρόσος Θεοῦ, ἀνέψυχέ σε Μάρτυς, ἀναβοῶντα· Κύριε, ὁ Θεὸς εὐλογητὸς εἶ.Μέγιστον θαῦμα καταπλῆττον, πᾶσαν ἔννοιαν ἐν σοὶ τὸ πεπραγμένον· τὸ γὰρ πῦρ οὐδαμῶς, συμφλέξαν σε θεόφρον, διεκχυθὲν κατέκαυσε, τοῦ πυρὸς τοὺς κληρονόμους.ΘεοτοκίονὬφθης Ἀγγέλων ὑπερτέρα, βουλῆς Ἄγγελον μεγάλης τετοκυῖα, Θεοτόκε ἁγνή, ᾧ πάντες μελῳδοῦμεν· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Κανών α', ᾨδὴ η', τοῦ Ὁσίου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Νικηταὶ τυράννου, καὶ φλογὸς τῇ χάριτί σου γεγονότες, οἱ τῶν ἐντολών σου, σφόδρα ἀντεχόμενοι Παῖδες ἐβόων· Εὐλογεῖτε πάντα, τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».Ὁλικῶς ποθήσας, τὸν ὑπερποθήσαντα γένος ἀνθρώπων, τὸν σταυρὸν σου ἦρας, καὶ σὺν αὐτῷ Μακάριε συνεσταυρώθης, Εὐλογεῖτε μέλπων, τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, αὐτὸν εἰς τοὺς αἰῶνας.Ξενωθεὶς ἀπάσης, ἡδονῆς μακάριε θανατηφόρου, σεαυτὸν εἰργάσω, ὅλον ἀκηλίδωτον ἔσοπτρον θεῖον· Εὐλογεῖτε μέλπων, τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, αὐτόν εἰς τοὺς αἰῶνας.Ἀπηνοῦς τυράννου, δυσσεβῆ ὠμότητα οὐ κατεπλάγης, ἀλλ' ὡς πύργος ἔστης, ἀκλινὴς ἀκράδαντος ὀρθοδοξίας· Εὐλογεῖτε κράζων, τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, αὐτὸν εἰς τοὺς αἰῶνας.Ζωηφόρον αἴγλην, ἐκ μιᾶς θεότητος Τρισυποστάτου, δεδεγμένος ὤφθης, τοῖς ἐν σκότει ἥλιος πεπλανημένοις· Εὐλογεῖτε μέλπων, τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, αὐτὸν εἰς τοὺς αἰῶνας.ΘεοτοκίονΤοῦ Ἀδὰμ Παρθένε, τοῦ παραπεσόντος μὲν ὤφθης θυγάτηρ· τοῦ Θεοῦ δὲ μήτηρ, τοῦ ἀνακαινίσαντός μου τὴν οὐσίαν· ὃν ὑμνοῦμεν πάντα τὰ ἔργα ὡς Κύριον, καὶ ὑπερυψοῦμεν, αὐτὸν εἰς τοὺς αἰῶνας.
Κανών β', ᾨδὴ η', τοῦ Μάρτυρος
Ἦχος πλ. δ'
Ἑπταπλασίως καμινον ΤΟ ΑΚΟΥΤΕ
Νέῳ Παμμάκαρ σώματι, καὶ τελείῳ φρονήματι, τὴν τοῦ ἀρχεκάκου, πονηρίαν ὤλεσας, φυτὸν ὡραιότατον, ἀναβλαστῆσαν ἐν ταῖς αὐλαῖς, τοῦ ἐξ Ἰεσσαί, ἀναβλαστήσαντος ῥίζης· πρὸς ὃν βοᾷς ἀπαύστως· Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.Ἐν τῷ σταδίῳ θῆρές σε, Ἀθλοφόρε ᾐδέσθησαν, ὥσπερ Δανιήλ, τὸν ἱερὸν τὸ πρότερον· Χριστοῦ γὰρ σε ἔγνωσαν, τῶν παθημάτων Μάρτυρα, ὃν ὁμολογῶν, τὰς ἀνηκέστους βασάνους, ὑπέμεινας κραυγάζων· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.Ὁ ἐγνωκώς σε πρότερον, ἐν τῷ ὄρει Νεόφυτε, λέων παμμεγέθης, ἐν σταδίῳ ὄντι σοι, ἀχθεὶς ἐπαφίεται, εἰς τὴν τιμωρίαν Ἀθλητά· καὶ ἀναγνωρίσας, προσεκύνει σοι φόβῳ, αἰδοῖ συγκεκραμένος, καὶ πηγὰς κατανύξει, δακρύων εὐαισθήτως, προχέων Θεομάκαρ.ΘεοτοκίονΝέον Παιδίον τέτοκας, τὸν πρὸ πάσης τῆς κτίσεως, φύντα ἐκ Πατρός, ἀνερμηνεύτως Πάναγνε· αὐτὸν οὖν ἱκέτευε, παλαιωθέντα πταίσμασι, νῦν ἀνακαινίσαι, καὶ βοῶντά με σῶσαι· Οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ἑπταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν, ἐμμανῶς ἐξέκαυσε· δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών· τὸν Δημιουργόν, καὶ Λυτρωτήν ἀνεβόα· οἱ παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».
Κανών α', ᾨδὴ θ', τοῦ Ὁσίου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὸν προδηλωθέντα ἐν ὄρει τῷ Νομοθέτῃ, ἐν πυρὶ καὶ βάτῳ, τόκον τὸν τῆς Ἀειπαρθένου, εἰς ἡμῶν τῶν πιστῶν σωτηρίαν, ὕμνοις ἀσιγήτοις μεγαλύνωμεν».Ἔτι σου ὡς Ἄβελ, τὸ αἷμα καὶ εἰς αἰῶνας, τὰ θεόπνευστα δόγματα, φωνῇ διαπρυσίῳ, τῇ Χριστοῦ Ἐκκλησίᾳ κηρύττει, Μάξιμε παμμάκαρ καὶ παμμέγιστε.Τέτμηται ἡ χεὶρ μέν, γράφει δὲ θείῳ δακτύλῳ, ὡς καλάμῳ καὶ μέλανι, τῇ τετμημένῇ γλώττῃ, καὶ τῷ σῷ αἵματι τῶ τιμίῳ, Πίστιν ἐν καρδίαις τὴν Ὀρθόδοξον.ᾌδεται ἐν κόσμῳ, ἡ ἔνθεος παρρησία, καὶ τὸ πῦρ τὸ ἐγκάρδιον, τῆς ἐνθέου ἀγάπης, δι’ ἣν Ὅσιε τὴν τοῦ αἵματος χύσιν, Μάξιμε ὑπέστης προθυμότατα.Ἵστασαι πρὸ θείου βήματος μετὰ Μαρτύρων, οἷς τοῦ ζήλου τῆς πίστεως, ἐκοινώνησας Πάτερ, καὶ ἡμᾶς οἰκειῶν τῷ Δεσπότῃ, καὶ σοῦ μιμητὰς ἀπεργαζόμενος.ΘεοτοκίονΣὺ εἶ Θεοτόκε, τὰ ὅπλα ἡμῶν καὶ τεῖχος· σὺ εἶ ἡ ἀντίληψις, τῶν εἰς σὲ προστρεχόντων· σὲ καὶ νῦν εἰς πρεσβείαν κινοῦμεν, ἵνα λυτρωθῶμεν τῶν ἐχθρῶν ἡμῶν.
Κανών β', ᾨδὴ θ', τοῦ Μάρτυρος
Ἦχος πλ. δ'
Ἔφριξε πᾶσα ἀκοὴ ΤΟ ΑΚΟΥΤΕ
Ἵστασο οἷὰ περ ἀμνός, πρὸς σφαγὴν ἐθελουσίως προκείμενος, τοῖς ἀναιροῦσί σε, πικροῖς διώκταις μάρτυς Νεόφυτε· καὶ κεντηθείς σου τὴν πλευρὰν λόγχῃ τὸ μακάριον, τέλος ἀπήλειφας· Ἀθλοφόρε τοῦ Χριστοῦ γενναιότατε.Ὡς θῦμα ὡς περικαλές, ἱερεῖον ὡς σεπτὸν καλλιέρημα, ὥσπερ ἀνάθημα, ναοῦ ἁγίου ὡς καθαρὰ προσφορά, ὥσπερ στρουθίον ἐκλεκτόν, ὡς μόσχος πολύτιμος, ὡς, νέον μάκαρ φυτόν, Παραδείσου, τῷ Θεῷ προσενήνεξαι.Σύμμορφος γέγονας παθῶν, τοῦ παθόντος δι’ ἡμᾶς ἀγαθότητι, καὶ τῇ ἰσότητι, τῆς λόγχης Μάρτυς ὄντως δεδόξασαι, καὶ νῦν οἰκεῖς τοὺς οὐρανούς, νίκης διαδήματι, καλλωπιζόμενος, καὶ χαρᾶς ἀδιαδόχου πληρούμενος.Ἡ μνήμη ἡ πλησιφαής, καὶ πανένδοξος τῆς σῆς ἐναθλήσεως, Μάρτυς ἀνέτειλεν, ἡλίου πλέον περιαυγάζουσα, τὰς διανοίας τῶν πιστῶν, ἐν ᾗ δυσωποῦμέν σε, σκότους παντοίων παθῶν, καὶ κινδύνων χαλεπῶν ἡμᾶς λύτρωσαι.ΘεοτοκίονΦέρουσα οἷά περ λαβίς, τὸν οὐράνιον Θεόνυμφε ἄνθρακα, τὰ φρυγανώδη μου, καρδίας πάθη καὶ νῦν κατάφλεξον· καὶ τῆς γεέννης τοῦ πυρός, λύτρωσαί με, δέομαι, ἵνα δοξάζω σε, τὴν ἐλπίδα τῶν πιστῶν Παναμώμητε.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ἔφριξε πᾶσα ἀκοή, τὴν ἀπόρρητον Θεοῦ συγκατάβασιν! ὅπως ὁ Ὕψιστος, ἑκὼν κατῆλθε μέχρι καὶ σώματος, παρθενικῆς ἀπὸ γαστρός, γενόμενος ἄνθρωπος· διὸ τήν ἄχραντον, Θεοτόκον οἱ πιστοὶ μεγαλύνομεν».
Ἐξαποστειλάριον τοῦ Ὁσίου
Ἦχος β'
Τοῖς Μαθηταῖς ΤΟ ΑΚΟΥΤΕ
Θεολογῶν ἐκήρυξας μίαν φύσιν Τριάδος, καὶ μίαν Πάτερ θέλησιν, καὶ ἐνέργειαν μίαν· Θεοῦ δὲ τοῦ σαρκωθέντος, δύω φύσεις θελήσεις, καὶ ἐνεργείας Μάξιμε, πάνσοφε θεοφάντορ, ὁμολογῶν, θεομάχον αἵρεσιν καταστρέφεις· ὑφ' ὧν τὴν χεῖρα γλῶσσάν τε, ἐκτμηθεὶς Μάρτυς ὤφθης.
Ἐξαποστειλάριον τοῦ Μάρτυρος
Ἦχος β'
Τοῖς Μαθηταῖς ΤΟ ΑΚΟΥΤΕ
Ἐπιφανεὶς Νεόφυτε, ἤγειρας παραδόξως, νεκρὰν τὴν σὲ κυήσασαν, θαῦμα μέγιστον δείξας, Χριστοῦ θεράπων ὡς μέγας· ᾧ καὶ νῦν στεφηφόρος, θεόφρον παριστάμενος, μὴ ἐλλίπῃς πρεσβεύων, ὑπὲρ τῶν σὲ ἀνυμνούντων, ἅγιε καὶ τελούντων, τὴν φωτοφόρον μνήμην σου, Ἀθλοφόρε καὶ Μάρτυς.
Θεοτοκίον
Ἦχος β'
Τοῖς Μαθηταῖς ΤΟ ΑΚΟΥΤΕ
Τὸ ξένον καὶ ἀπόρρητον, τοῦ ἀχράντου σου τόκου, θεοπρεπὲς μυστήριον, καταπλήττει Ἀγγέλους, καὶ τῶν βροτῶν τὰς χορείας, Μητροπάρθενε Κόρη· καὶ γὰρ Θεὸς ἐν μήτρᾳ σου, σαρκωθεὶς ἀσυγχύτως, ἄνευ σπορᾶς, ὤφθης ὁ ἀπρόσιτος προσιτὸς μοι, ἑνώσας με θεότητι, τῇ αὐτοῦ παραδόξως.
Ἀπόστιχα
Δοξαστικὸν
Ἦχος πλ. β'
Φιλοσοφίᾳ κοσμήσας τὸν βίον σου, θεοσοφίᾳ σαυτὸν κατελάμπρυνας, ὅθεν ἐν ἀμφοτέροις εὐδοκιμῶν, τῇ καλῇ ὁμολογίᾳ ἐπεσφράγισας ἀμφότερα, τρισόλβιε Μάξιμε. Παρρησίαν οὖν ἔχων πρὸς Χριστὸν τὸν Θεόν, ἐκτενῶς ἱκέτευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Θεοτοκίον
Ἦχος πλ. β'
Οὐδεὶς προστρέχων ἐπὶ σοί, κατῃσχυμμένος ἀπὸ σοῦ ἐκπορεύεται, Ἁγνὴ Παρθένε Θεοτόκε· ἀλλ’ αἰτεῖται τὴν χάριν, καὶ λαμβάνει τὸ δώρημα, πρὸς τὸ συμφέρον τῆς αἰτήσεως.
Σταυροθεοτοκίον
Ἦχος πλ. β'
Τριήμερος ἀνέστης ΤΟ ΑΚΟΥΤΕ
Ἡ Πάναγνος ὡς εἶδέ σε ἐπὶ Σταυροῦ κρεμάμενον, θρηνῳδοῦσα, ἀνεβόα μητρικῶς· Υἱέ μου καὶ Θεέ μου, γλυκύτατόν μου Τέκνον, πῶς φέρεις πάθος ἐπονείδιστον;
| TA ΜΗΝΑΙΑ | Ιανουάριος | 21 |
Jan 22
Τῌ ΚΒ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥΜνήμη τοῦ Ἁγίου Ἀποστόλου ΤιμοθέουΜνήμη τοῦ Ἁγίου Ὁσιομάρτυρος Ἀναστασίου τοῦ Πέρσου.
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ προσόμοια τοῦ Ἀποστόλου.
Στιχηρὰ προσόμοια τοῦ Ἀποστόλου
Ἦχος α'
Πανεύφημοι Μάρτυρες ΤΟ ΑΚΟΥΤΕ
Ἀκτῖσι τοῦ Πνεύματος σαφῶς, σὺ καταλαμπόμενος, ἱεροφάντα Τιμόθεε, ἀριδηλότατος, ὡς φωστὴρ ἐδείχθης διατρέχων ἅπασαν, τὴν γῆν καὶ καταυγάζων τῇ χάριτι, καὶ νῦν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Ἦχος α'
Θεόφρον Τιμόθεε τρυφῆς, τὸν χειμάρρουν ἔπιες, καὶ θεοφρόνως ἐπότισας Θεοῦ ἐπίγνωσιν, τοὺς θερμῶς ποθοῦντας, τὸν Χριστὸν μιμούμενος· ᾧ νῦν χαρμονικῶς προσεχώρησας, δόξαν θεώμενος, τῆς Τριάδος τὴν ὑπέρφωτον, καὶ εἰρήνην, τὴν ἀπειροδύναμον.
Ἦχος α'
Θεόφρον Τιμόθεε πυκναῖς, ἀρρωστίαις σώματος, καὶ ἀσθενείαις ῥωννύμενος, τὸν νοῦν μακάριε, τὸ τῆς πλάνης κράτος, εὐχερῶς διέλυσας, Χριστοῦ τῇ δυναστείᾳ φραξάμενος, καὶ διεκήρυξας, ὑψηγόρως τὸ θειότατον, τῆς εἰρήνης, ἡμῖν Εὐαγγέλιον.
Στιχηρὰ τοῦ Μάρτυρος
Ἦχος α'
Πανεύφημοι Μάρτυρες ΤΟ ΑΚΟΥΤΕ
Τοῦ κόσμου τὰ πέρατα τὰ σά, νῦν ἐξᾴδει θαύματα, θαυματουργὲ Ἀναστάσιε· θαυματουργίαις γάρ, ἀμειβόμενός σε, ὁ Χριστὸς ἐκόσμησε, βασάνους δι' αὐτὸν ὑπομείναντα, καὶ μετὰ θάνατον, ἀθανάτου κατηξίωσεν, εὐδοξίας καὶ μακαριότητος.
Ἦχος α'
Μαρτύρων τὸ καύχημα λαμπρά, ἀναστήσας τρόπαια, κατὰ τῆς πλάνης ὁμώνυμον, παμμάκαρ εὔκλειαν, τῇ σῇ κλήσει φέρεις, Πανταχοῦ φερόμενος στερρὸς ὡς νικητὴς Ἀναστάσιε· καὶ νῦν ἀνάστησον, ἐκ πταισμάτων καταπτώσεως, τοὺς ἐν πίστει τιμῶντας τὴν μνήμην σου.
Ἦχος α'
Μάρτυς Ἀναστάσιε στερρά, ἀναστήσας τρόπαια, κατὰ τῆς πλάνης ἀπείληφας, διπλοῦν τὸν στέφανον, τῆς ἀσκήσεώς σου, καὶ στερρᾶς ἀθλήσεως, καὶ τῆς μέχρι θανάτου ἐνστάσεως, καὶ τῶν θαυμάτων σοι, ἐπαξίως τὴν ἐνέργειαν, ὁ Δεσπότης Χριστὸς ἐδωρήσατο.
Δοξαστικὸν
Ἦχος πλ. δ'
Τῷ Θεῷ προωρισμένος, καὶ τῷ σοφῷ Παύλῳ μεμαθητευμένος, ἐμυήθης τὰ θεῖα, καλῶς πολιτευσάμενος, καὶ τὴν πίστιν μέχρις αἵματος, ἀνενδοιάστως σαφῶς ἐνστερνισάμενος, πιστὸς τὰ πρὸς τὸν Θεὸν Ἀρχιερεὺς ἀνεδείχθης, Τιμόθεε Ἀπόστολε, ὅθεν τοὺς εἰδωλομανοῦντας ἐλέγξας, ῥοπάλοις καὶ λίθοις καταικιζόμενος, ἔτυχες τοῦ μαρτυρίου τῶν στεφάνων. Διὸ Παμμάκαρ πρέσβευε, ὑπὲρ ἡμῶν τῶν ἐν πίστει τελούντων, τὴν πάνσεπτον μνήμην σου.
Θεοτοκίον
Ἦχος πλ. δ'
Ὢ τοῦ παραδόξου θαύματος ΤΟ ΑΚΟΥΤΕ
Χαῖρε Παρθένε Θεόνυμφε· χαῖρε πιστῶν ἡ ἐλπίς· χαῖρε κόσμου καθάρσιον, χαῖρε πάσης θλίψεως, ἡ τοὺς δούλους σου σῴζουσα· ἡ τοῦ θανάτου χαῖρε κατάλυσις, ὁ ζωηφόρος χαῖρε, Παράδεισος· χαῖρε ἀντίληψις, τῶν προσκαλουμένων σε, χαῖρε Θεοῦ, θεῖον ἐνδιαίτημα, καὶ ὄρος ἅγιον.
Σταυροθεοτοκίον
Ἦχος πλ. δ'
Ὢ τοῦ παραδόξου θαύματος ΤΟ ΑΚΟΥΤΕ
Ὢ τοῦ παραδόξου θαύματος! ὢ μυστηρίου φρικτοῦ! ὢ φρικτῆς ἐγχειρήσεως! ἡ Παρθένος, ἔλεγεν, ἐν Σταυρῷ σε ὡς ἔβλεψεν, ἐν μέσῳ δύω λῃστῶν κρεμάμενον, ὃν ἀνωδίνως, φρικτῶς ἐκύησεν, ἔκλαιε κράζουσα· Οἴμοι τέκνον φίλτατον! πῶς σε δεινῶς, δῆμος ὁ ἀχάριστος, Σταυρῷ προσήλωσεν;
Ἀπόστιχα
Ἦχος α'
Στίχ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν ἐν τῷ ἠλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ. Τὸν φωστῆρα τὸν πιστῶν καὶ Ἀπόστολον, τὸν ἐν Εὐαγγελίῳ ἐμπρέψαντα Τιμόθεον, δεῦτε λαοὶ ὑμνήσωμεν λέγοντες· Χαίροις ὁ τερπνὸς τῆς πίστεως ῥάδαμνος, τῆς τοῦ θείου Παύλου υἱοποιΐας· Χαίροις ὁ σεπτὸς γνώμων τῶν ἀρετῶν, τὸ πολύσοφον στόμα τοῦ Λόγου· Χαίροις τὸ τῆς πίστεως ἄγαλμα, καὶ τῆς Ἐκκλησίας τὸ στερέωμα.Δόξα... Ἦχος β'Ἐμεγάλυνας Χριστέ, ὡς ἐν τῇ, Ἰουδαία καὶ ἐν Βαβυλῶνι, τοῦ τιμίου Σταυροῦ τὴν δύναμιν· ἔμαθον γὰρ δι’αὐτοῦ, τὴν ζωοποιὸν τῆς Ἀναστάσεως Ἑορτήν· καὶ γέγονεν ἐν αὐτοῖς ὁ αἰχμάλωτος, ἐλευθερωτὴς εἰδωλομανίας, καὶ Μάρτυς ἀπαράγραπτος τῶν θαυμάτων, ὁ νῦν εὐφημούμενος ἀθλητής, Ἀναστάσιος ὁ ἔνδοξος, σὺν Ἀγγέλοις χορεύων, καὶ πρεσβεύων ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Θεοτοκίον
Ἦχος β'
Ὅτε ἐκ τοῦ ξύλου σε νεκρὸν ΤΟ ΑΚΟΥΤΕ
Μόνη, τὸν ἀχώρητον Θεόν, ἀστενοχωρήτως ἐν μήτρᾳ, ἐκυοφόρησας, ἄνθρωπον γενόμενον δι’ ἀγαθότητα, Παναγία Θεόνυμφε· διὸ δυσωπῶ σε, τῶν στενοχωρούντων με, κακῶν ἀπάλλαξον· ὅπως τὴν στενὴν εὐθυπόρως, τρίβον διοδεύσας πρὸς πλάτος, φθάσω τῆς ἐκεῖ μακαριότητος.
Σταυροθεοτοκίον
Ἦχος β'
Ὅτε ἐκ τοῦ ξύλου σε νεκρὸν ΤΟ ΑΚΟΥΤΕ
Ὕβρεις, ὑπομείναντα πολλάς, καὶ ἐπὶ Σταυροῦ ὑψωθέντα τὸν τοῦ παντὸς Ποιητήν, βλέψασα Πανάχραντε, ἔστενες λέγουσα. Ὑπερύμνητε Κύριε, Υἱὲ καὶ Θεέ μου, πῶς τιμῆσαι θέλων σου, τὸ πλάσμα Δέσποτα, φέρεις ἐν σαρκὶ ἀτιμίαν; Δόξα τῇ πολλῇ εὐσπλαγχνίᾳ, καὶ συγκαταβάσει σου φιλάνθρωπε.
Ἀπολυτίκιον τοῦ Ἀποστολου
Ἦχος δ'
Χρηστότητα ἐκδιδαχθείς, καὶ νήφων ἐν πᾶσιν, ἀγαθὴν συνείδησιν ἱεροπρεπῶς ἐνδυσάμενος, ἤντλησας ἐκ τοῦ Σκεύους τῆς ἐκλογῆς τὰ ἀπόρρητα· καὶ τὴν πίστιν τηρήσας, τὸν ἴσον δρόμον τετέλεκας, Ἀπόστολε Τιμόθεε. Πρέσβευε Χριστῷ τῶ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἀπολυτίκιον τοῦ Ὁσιομάρτυρος
Ἦχος α'
Τῶν Μαρτύρων τὸ κλέος, καὶ Ὁσίων τὸ καύχημα, καὶ τὸν θησαυρὸν τῆς Περσίας, τὸν σοφὸν Ἀναστάσιον· τὸν μέγαν ἀντιλήπτορα πιστῶν, τὸν κήρυκα τῆς πίστεως ἡμῶν· ταῖς ἀγγελικαῖς ὑμνῳδίαις, εὐφημοῦμέν σε λέγοντες·Δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι· δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Ὁ Κανὼν τοῦ Ἀποστόλου, οὗ ἡ ἀκροστιχὶς ἄνευ τῶν Θεοτοκίων.Τιμόθεον τὸν Ἀπόστολον ᾂσμασι τοῖς δε γεραίρω.Θεοφάνους.ᾨδὴ α'
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σοῦ ἡ τροπαιοῦχος δεξιά, θεοπρεπῶς ἐν ἰσχὺϊ δεδόξασται· αὕτη γὰρ Ἀθάνατε, ὡς πανσθενὴς ὑπεναντίους ἔθραυσε, τοῖς Ἰσραηλίταις, ὁδὸν βυθοῦ καινουργήσασα».Τὰς ἐπαναστάσεις τῶν παθῶν, καὶ τῆς ἀγνοίας τὸν ζόφον πρεσβείαις σου, Μάκαρ διασκέδασον, φωτιστικῇ τῆς ἀπαθείας χάριτι, ὅπως θεοφάντορ, νῦν ἐπαξίως ὑμνήσω σε.Ἰδὼν ὁ προγνώστης καὶ Θεός, σῆς διανοίας τὸ κάλλος Τιμόθεε, θείοις Ἀποστόλοις σε, συλλειτουργεῖν κατηξίωσεν ἔνδοξε, ὁ σοφῇ προνοίᾳ τῶν καθ’ ἡμᾶς προμηθούμενος.Μίαν ὑπερούσιον ἀρχήν, προνοουμένην τῶν ὅλων γινώσκομεν· Ἕλλην γὰρ ἀπόστολος, τῇ τοῦ Χριστοῦ λελαμπρυσμένος χάριτι, σὺν τῶ θείῳ Παύλῳ, συναριθμεῖται Τιμόθεος.
Κανών β', ᾨδὴ α', τοῦ Μάρτυρος
Ἦχος α'
Σοῦ ἡ τροπαιοῦχος δεξιά ΤΟ ΑΚΟΥΤΕ
Ὄρθρῳ λαμπροτάτῳ σου Χριστέ, τῆς ἀναστάσεως περιλαμπόμενος, ταύτης ὁ ἐπώνυμος, Ἀνατολῆς ἐξορμηθεὶς ὡς ἥλιος, νῦν τὴν Ἐκκλησίαν, περιαυγάζει τοῖς θαύμασι.Θείας ἀγαπήσεως πλησθείς, καρτερικῶς τὰς βασάνους ὑπέμεινας, μάρτυς Ἀναστάσιε, καὶ τῷ Χριστῷ ἀσκητικοῖς ἠγλαϊσμένος κάλλεσι, χαίρων προσηνέχθης, εὐῶδες θῦμα πανάριστε.ΘεοτοκίονἽλεων γενέσθαι τοῖς πιστοῖς, καὶ εὐμενῆ Θεομῆτορ δυσώπησον, Λόγον ὃν ἐγέννησας, σωματικῶς ἡμῖν ἐπιδημήσαντα· σὲ γὰρ προστασίαν, καὶ σωτηρίαν κεκτήμεθα.
Κανών α', ᾨδὴ γ', τοῦ Ἀποστόλου
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ μόνος εἰδὼς τῆς τῶν βροτῶν, οὐσίας τὴν ἀσθένειαν, καὶ συμπαθῶς αὐτὴν μορφωσάμενος, περίζωσόν με ἐξ ὕψους δύναμιν, τοῦ βοᾶν σοι· ἅγιος ὁ τῆς δόξης Κύριος, ὁ ἀνείκαστος ἐν ἀγαθότητι».Ἐχύθη παμμάκαρ δαψιλῶς, ἡ χάρις σοῦ τοῖς χείλεσι, καὶ ποταμοὺς δογμάτων ἀνέβλυσε, τὴν Ἐκκλησίαν Χριστοῦ ἀρδεύοντας, καὶ πολύχουν φέροντας, τὸν καρπὸν Τιμόθεε, χριστοκήρυξ θεόφρον Ἀπόστολε.Οἱ πόδες οἱ σοὶ προφητικῶς, Παμμάκαρ ὡραιώθησαν· πάντα γὰρ νοῦν σαφῶς ὑπερέχουσαν, εὐηγγελίσω εἰρήνην πάνσοφε, τὴν τὸν πάλαι λύσασαν, τῶν ἀνθρώπων πόλεμον, τὸν Σωτῆρα τῶν ὅλων καὶ Κύριον.Νεκρῶν σου τὰ μέλη τῆς σαρκός, τῷ λόγῳ καθυπέταξας, τὴν τῶν χειρόνων Μάκαρ Τιμόθεε, ἡγεμονίαν διδοὺς τῷ κρείτονι, καὶ παθῶν ἐκράτησας, καὶ ψυχὴν ἐφαίδρυνας, ῥυθμιζόμενος Παύλου διδάγμασι.
Κανών β', ᾨδὴ γ', τοῦ Μάρτυρος
Ἦχος α'
Ὁ μόνος εἰδὼς ΤΟ ΑΚΟΥΤΕ
Τὴν τρίβον ὁδεύσας τὴν στενὴν ἐν πρώτοις δι’ ἀσκήσεως, πρὸς μαρτυρίου κλέος προέκυψας διὰ βασάνων τρυφὴν εὑράμενος, διὰ πόνων ἔνδοξε Μάρτυς Ἀναστάσιε, τήν οὐράνιον τέρψιν δρεπόμενος.Ὁ τόνος τῆς ἀθλήσεως τῆς σῆς, εἰς πᾶσαν ἐξελήλυθε, τὴν οἰκουμένην Μάρτυς ἀήττητε· πρὸς ἁμαρτίαν γὰρ μέχρις αἵματος, ἀντικαθιστάμενος, νικηφόρος γέγονας, καὶ στεφάνῳ τῆς νίκης κεκόσμησαι.ΘεοτοκίονἘκ σοῦ ἀνεβλάστησεν ἡμῖν, τὸ ἄνθος τὸ ἀμάραντον, εὐωδιάζον πᾶσαν τὴν ἀνθρωπότητα, τῷ θείῳ μύρῳ τῆς αὐτοῦ φύσεως, ὁ Πατρὶ συνάναρχος, καὶ ἐκ σοῦ γενόμενος, ὑπὸ χρόνον Παρθένε παναμωμε.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ὁ μόνος εἰδὼς τῆς τῶν βροτῶν, οὐσίας τὴν ἀσθένειαν, καὶ συμπαθῶς αὐτὴν μορφωσάμενος, περίζωσόν με ἐξ ὕψους δύναμιν, τοῦ βοᾶν σοι, Ἅγιος, ὁ τῆς δόξης Κύριος, ὁ ἀνείκαστος ἐν ἀγαθότητι».
Κάθισμα τοῦ Ἀποστόλου
Ἦχος δ'
Ταχὺ προκατάλαβε ΤΟ ΑΚΟΥΤΕ
Τοῖς θείοις χαρίσμασιν ἀγλαϊζόμενος, ἐκόσμησας ἔνδοξε, τὴν Ἐφεσίων λαμπράν, μητρόπολιν Ἀπόστολε· κήρυξ γὰρ ἀνεδείχθης, μετὰ Παύλου τοῦ θείου, πᾶσι προκαταγγείλας, τὸν σωτήριον λόγον· διὸ πανηγυρίζομεν πίστει τὴν μνήμην σου.Δόξα... τοῦ ΜάρτυροςἘν δόξῃ τελειότητος, ὤφθης ὑπέρτιμος, ὡς θείαις λαμπόμενος, φωταγωγίαις τὸν νοῦν, καὶ γνοὺς τοῦ Σταυροῦ τὴν ἰσχύν, ὅσιος ἐν ἀσκήσει, καὶ ἐν αἵματι Μάρτυς, γέγονας θεοφρόνως Ἀναστάσιε Μάρτυς· διὸ καὶ τῶν θαυμάτων ἐν σοί, βλύζει τὴν χάριν Χριστός.Καὶ νῦν... ΘεοτοκίονἘκαίνισας ἄχραντε, τῷ θείῳ τόκῳ σου, φθαρεῖσαν ἐν πάθεσι, τῶν γηγενῶν τὴν θνητήν, οὐσίαν καὶ ἤγειρας, πάντας ἐκ τοῦ θανάτου, πρὸς ζωὴν ἀφθαρσίας· ὄθεν σε κατὰ χρέος μακαρίζομεν πάντες, Παρθένε δεδοξασμένη, ὡς προεφήτευσας.Ἢ ΣταυροθεοτοκίονΠαρθένε πανάμωμε, Μήτηρ Χριστοῦ τοῦ Θεοῦ, ῥομφαία διῆλθέ σου τὴν παναγίαν ψυχήν, ἡνίκα σταυρούμενον, ἔβλεψας ἑκουσίως, τὸν Υἱὸν καὶ Θεόν σου, ὃν πὲρ εὐλογημένη, δυσωποῦσα μὴ παύσῃ, συγχώρησιν πταισμάτων, ἡμῖν δωρήσασθαι.
Κανών α', ᾨδὴ δ', τοῦ Ἀποστόλου
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὄρος σε τῇ χάριτι τῇ θείᾳ κατάσκιον, προβλεπτικοῖς ὁ Ἀββακούμ, κατανοήσας ὀφθαλμοῖς, ἐκ σοῦ ἐξελεύσεσθαι, τοῦ Ἰσραὴλ προανεφώνει τὸν Ἅγιον, εἰς σωτηρίαν ἡμῶν καὶ ἀνάπλασιν».Νομίμως παμμάκαρ ἐναθλῆσαι ἑλόμενος, δι’ ἐγκρατείας παντελοῦς, τὰς τρικυμίας τῶν παθῶν, τῷ νῷ καθυπέταξας, τῶν ἀρετῶν καταλαβὼν τὴν ἀκρότητα, μεγαλοκήρυξ θεόφρον Τιμόθεε.Ἀστράψας ὡς ἥλιος ὁ Παῦλος ἐξέπεμψεν, ὥσπερ ἀκτῖνα φαεινήν, τὴν οἰκουμένην δαψιλεῖ, φωτὶ καταλάμπουσαν, πυρσοφανῶς σε θεοφάντορ Τιμόθεε, πρὸς ὁδηγίαν ἡμῶν καὶ βεβαίωσιν.Ποθήσας θερμῶς τῶν ἐφετῶν τὸ ἀκρότατον, καὶ δι’ ἀγάπης συγκραθείς, πόθῳ κατάλληλον ζωήν, μετῆλθες Θεόληπτε, διὰ παντός, σοῦ κατοπτεύων τὸν ἔρωτα, καὶ τῆς αὐτοῦ θεωρίας πιμπλάμενος.
Κανών β', ᾨδὴ δ', τοῦ Μάρτυρος
Ἦχος α'
Ὄρος σε τῇ χάριτι ΤΟ ΑΚΟΥΤΕ
Οὐδὲν σε τῆς πρὸς Χριστὸν ἀγάπης ἐχώρησεν, οὐ τῶν μελῶν ἡ ἐκκοπή, οὐ τῶν βασάνων ἀπειλή, οὐ ξίφος οὐ θάνατος, ἀλλ’ οὐδὲ πῦρ, οὐδὲ λιμὸς Ἀναστάσιε, τῆς οὐρανίου χορείας ὁμόσκηνε.Συντόνως ἐπ’ ὤμων τὸν σταυρόν σου ἀράμενος, κατηκολούθησας Χριστοῦ, ταῖς σωτηρίοις ἐντολαῖς· καὶ τούτου γενόμενος, ἐκμιμητής, μέχρι θανάτου Πανάριστε, νῦν ἀπολαύεις αὐτοῦ τῆς λαμπρότητος.ΘεοτοκίονΧαρὰν σοι σαφῶς οὐρανόθεν ἀφικόμενος, ὁ Ἀρχιστράτηγος Ἁγνή, εὐηγγελίσατο εἰπών· Θεὸς ἐξελεύσεται, μετὰ σαρκός, ἐκ σοῦ Παρθένε πανάχραντε, εἰς σωτηρίαν τῶν πόθῳ ὑμνούντων σε.
Κανών α', ᾨδὴ ε', τοῦ Ἀποστόλου
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θεὸς ὤν εἰρήνης, πατὴρ οἰκτιρμῶν, τῆς μεγάλης βουλῆς σου τὸν Ἄγγελον, εἰρήνην παρεχόμενον, ἀπέστειλας ἡμῖν· ὅθεν θεογνωσίας, πρὸς φῶς ὁδηγηθέντες, ἐκ νυκτὸς ὀρθρίζοντες, δοξολογοῦμέν σε φιλάνθρωπε».Τοῦ πρώτου καὶ πάντων, αἰτίου Φωτός, ταῖς ἀΰλοις λαμπάσι πυρσούμενος, τὸν κόσμον κατεφαίδρυνας, κηρύγματι σεπτῷ, φωστὴρ τῆς εὐσεβείας, ζωῆς λόγον ἐπέχων, προφανῶς δεδειγμένος, ἱερομύστα παμμακάριστε.Ὁ Παύλου τοῦ θείου, στερρὸς μαθητής, διδασκάλου τοῖς ἴχνεσιν ἕπεται τὰ τούτου σπείρων ἅπασι, διδάγματα πιστοῖς, δι’ ὧν τῆς εὐσεβείας, πρὸς φῶς ὁδηγηθέντες, ἐκ νυκτὸς ὀρθρίζοντες, δοξολογοῦμέν σε Φιλάνθρωπε.Λαμπρότης ὁ Παῦλος, δευτέρα φανεὶς, λειτουργοῦσα τῇ πρώτῃ λαμπρότητι, τῇ ταύτης ἐπιγνώσει, κατεφώτισεν ἡμᾶς· τούτου συστρατιώτης, Τιμόθεος ἐδείχθη, τῇ αὐτοῦ παντευχίᾳ , νικητικῶς περιφραξάμενος.
Κανών β', ᾨδὴ ε', τοῦ Μάρτυρος
Ἦχος α'
Θεὸς ὤν εἰρήνης ΤΟ ΑΚΟΥΤΕ
Ὁ μέγα καυχώμενος, ἄμετρα πρίν, καὶ τὴν γῆν ἀπειλῶν καταλήψεσθαι, καὶ μάτην φρυαττόμενος, τὴν θάλασσαν σοφέ, εἰσάπαν ἐξαλείφειν ταῖς σαῖς ἀνδραγαθίαις, Ἀναστάσιε Μάρτυς, καταπατεῖται ὁ ἀντίθεος.Νομίμως ἀθλήσας, μάρτυς Χριστοῦ, καὶ νικήσας τῶν ἄθλων τὰ ἔπαθλα, θαυμάτων τὴν ἐνέργειαν, κομίζεται σαφῶς· νόσους γὰρ θεραπεύει, καὶ δαίμονας ἐλαύνει, τοῦ Χριστοῦ τῇ δυνάμει, τερατουργῶν ὁ Ἀναστάσιος.ΘεοτοκίονΚατάραν τῆς Εὔας τῆς πάντων μητρός, τῷ σῷ τόκῳ Παρθένε κατήργησας, τῷ κόσμῳ εὐλογίαν, ἀνατείλασα Χριστόν· διὸ σε γεγηθότες, καὶ στόματι καὶ γλώττῃ, Θεοτόκον κυρίως, ὁμολογοῦντες μακαρίζομεν.
Κανών α', ᾨδὴ ς', τοῦ Ἀποστόλου
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν, ἐνάλιος θήρ, οἷον ἐδέξατο· τῇ Παρθένῳ δέ, ἐνοικήσας ὁ Λόγος καὶ σάρκα λαβών, διελήλυθε φυλάξας ἀδιάφθορον· ἧς γὰρ οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν κατέσχεν ἀπήμαντον».Ἅρμα τοῦ Θεοῦ, ἐφάνης Τιμόθεε, βαστάζων αὐτοῦ τὸ θεῖον ὄνομα, κατ’ ἐνώπιον, τῶν ἀθέων τυράννων θεόληπτε, μὴ πτοούμενος τὴν τούτων ἀγριότητα· σὺ γὰρ τήν ἀκαταμάχητον, τοῦ Σωτῆρος ἰσχὺν ἐνεδέδυσο.Στέφος εὐπρεπές, ἐδέξω Τιμόθεε, πανόλβιε θεόφρον ἀπόστολε, καὶ διάδημα, Βασιλείας ἀξίως περίκεισαι, καὶ παρέστηκας τῷ θρόνῳ τοῦ Δεσπότου σου, Παύλῳ συναγαλλιώμενος, ἐν σκηναῖς οὐρανίαις μακάριε.Μύρου νοητοῦ, Τιμόθεε πάντιμε, σαρκὶ δι’ ἡμᾶς τοῦ κενωθέντος, Χριστοῦ ὀσφραινόμενος, εὐωδίας τῆς τούτου μετείληφας, καὶ μετέδωκας, τοῖς πίστει σοι προστρέχουσι, μύστα τῶν ἀρρήτων Ἅγιε, τῆς αὐτοῦ νοητῆς διαδόσεως.
Κανών β', ᾨδὴ ς', τοῦ Μάρτυρος
Ἦχος α'
Σπλάγχνων Ἰωνᾶν ΤΟ ΑΚΟΥΤΕ
Αἴγλῃ τοῦ Σταυροῦ, σοφῶς λαμπρυνόμενος, τῆς πλάνης τὸ ζοφῶδες διέλυσας, καὶ νενίκηκας, συμπλακεὶς τῷ τυράννῳ πανένδοξε, καὶ χαίρων ἐκομίσω σου τὰ τρόπαια σοφέ, Μάρτυς Χριστοῦ Ἀναστάσιε, συγχορεύων Μαρτύρων στρατεύμασιν.ΘεοτοκίονἍπας ὁ χορός, θεόθεν μιμούμενος, ὁ τῶν Προφητῶν σου προηγόρευσε, τὸ μυστήριον, τῆς ἀφράστου καὶ θείας συλλήψεως, τῆς ἐκ σοῦ τοῦ Θεοῦ Λόγου Μητροπάρθενε· σὺ γὰρ τὴν ἀληθεστάτην τε, καὶ ἀρχαίαν βουλὴν ἐφανέρωσας.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν, ἐνάλιος θήρ, οἷον ἐδέξατο, τῇ Παρθένῳ δέ, ἐνοικήσας ὁ Λόγος καὶ σάρκα λαβών, διελήλυθε φυλάξας ἀδιάφθορον· ᾗς γὰρ οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν κατέσχεν ἀπήμαντσν».
Κοντάκιον
Ἦχος α'
Χορὸς ἀγγελικὸς ΤΟ ΑΚΟΥΤΕ
Τὸν θεῖον Μαθητήν, καὶ συνέκδημον Παύλου, Τιμόθεον πιστοί, ἀνυμνήσωμεν πάντες, σὺν τούτῳ γεραίροντες, τὸν σοφὸν Ἀναστάσιον, τὸν ἐκλάμψαντα, ἐκ τῆς Περσίδος ὡς ἄστρον, καὶ ἐλαύνοντα, τὰ ψυχικὰ ἡμῶν πάθη, καὶ νόσους τοῦ σώματος.
Ὁ Οἶκος
Ὡς ἁλιεὺς ἐμπειρότατος, τὰ τῆς χάριτος ἥπλωσε δίκτυα Παῦλος ὁ μέγας Ἀπόστολος, καὶ τὸν θεηγόρον, ὥσπερ θήραμα ἅγιον, εἵλκυσε πρὶν Τιμόθεον· καὶ σὺν τούτῳ τὰ πέρατα περιερχόμενος, ἐκ τοῦ φάρυγγος εἵλκυσε τοῦ διαβόλου τοὺς δεξαμένους τῆς Πίστεως τὸν λόγον, ἐν οἷς ἦν καὶ ὁ γενναῖος Ἀναστάσιος· πιστεύσας γάρ, τῶν Περσῶν τὴν πλάνην κατέλιπε πᾶσαν, καὶ τοῦ Χριστοῦ τὸ ὄνομα ἐπ’ ὤμων ἐβάστασεν· ὅθεν χάριτι θείᾳ ἀπελαύνει τὰ ψυχικὰ ἡμῶν πάθη, καὶ νόσους τοῦ σώματος.
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΚΒ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Τιμοθέου, μαθητοῦ τοῦ Ἁγίου Ἀποστόλου Παύλου.ΣτίχοιἜρωτι θείων Τιμόθεος στεμμάτων,Τυφθεὶς βάκλοις, ἔβαψε γῆν ἐξ αἱμάτων.Εἰκάδι δευτερίῃ πνεῦμ’ ἤρθη Τιμοθέοιο.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου ὁσιομάρτυρος Ἀναστασίου τοῦ Πέρσου.ΣτίχοιἈναστάσιος ἐν τραχήλῳ τὸν βρόχον,Ὡς λαμπρὸν ὅρμον ὡραΐζεται φέρων.Εἰκάδι δευτερίῃ Ἀναστάσιος βρόχον ἔτλη.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων μαρτύρων Μανουήλ, Γεωργίου, Πέτρου, Λέοντος, Σιωνίου, Γαβριήλ, Ἰωάννου, Λέοντος, Παρόδου καὶ τῶν λοιπῶν τριακοσίων ἑβδομήκοντα ἑπτά.ΣτίχοιΞίφος Μανουὴλ εἰς μέρη τέμνει δύω,Τιμῶντ’ ἀτμήτους οὐσίας Χριστοῦ δύω.Γεώργιον καὶ Πέτρον, οἷς κοινὸν σέβας,Τέμνουσι κοινῇ Δεσπότου κοινοῦ χάριν.Ἄρρητον εἶχε τὴν προθυμίαν Λέων,Ῥήσσοντος αὐτοῦ τοῦ ξίφους τὴν γαστέρα.Δέος, ξίφους ταθέντος ἐγγὺς αὐχένων,Μακρὰν Γαβριήλ, καὶ μακρὰν Σιωνίου.Ὄντως στρατηγοὶ μὴ πτοούμενοι ξίφοςἸωάννης τε καὶ Λέων οἱ γεννάδαι.Βληθεὶς Πάροδος χειροπληθῶν ἐκ λίθων,Ὁδὸν παρῆλθεν ἡδέως τὴν τοῦ βίου.Τρεῖς πενταρίθμους εἰκάδας κτεῖναν ξίφος,Συνῆψεν αὐτὰς ἑνδεκαπλῇ ἑπτάδι.Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Κανών α', ᾨδὴ ζ', τοῦ Ἀποστόλου
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σὲ νοητήν, Θεοτόκε κάμινον, κατανοοῦμεν οἱ Πιστοί· ὡς γὰρ Παῖδας ἔσωσε τρεῖς ὁ ὑπερυψούμενος, ὅλον μὲ τὸν ἄνθρωπον, ἐν τῇ γαστρί σου ἀνέπλασεν, ὁ αἰνετός τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος».Συγχορευτής, οὐρανίου τάξεως, σὺ ἐπαξίως γεγονώς, συνευφραίνῃ χαρμονικῶς, αἴγλης φωτοδότιδος Μάκαρ ἐμφορούμενος, ἱερομύστα Τιμόθεε, τὸν αἰνετὸν καταγγέλλων, Θεὸν καὶ ὑπερένδοξον.Ἱερουργῶν, Χριστοῦ Εὐαγγέλιον, ἐξ ἀρετῶν περιωπῆς, θεογράφους ἐπιστολάς, Παῦλος ὁ θειότατος χαίρων ἐξαπέστειλεν, ὡς μαθητῇ σοι Τιμόθεε, τὸν αἰνετὸν καταγγέλλων, Θεόν, καὶ ὑπερένδοξον.Τὸ ἀσθενὲς τῆς σαρκὸς ἐρρώννυεν, ἡ εὐτονία τῆς ψυχῆς· ὡς ἀσώματος γὰρ ἐν γῇ, σὺ πολιτευσάμενος, Μάρτυς ἐχρημάτισας, τὴν κεφαλὴν συντριβόμενος, Ἱερουργέ, Μυστηρίων Θεοῦ θεομακάριστε.
Κανών β', ᾨδὴ ζ', τοῦ Μάρτυρος
Ἦχος α'
Σὲ νοητήν ΤΟ ΑΚΟΥΤΕ
Ὁ Ἀθλητής, τοὺς Πιστοὺς προτρέπεται, σαφὲς ὑπόδειγμα δεικνύς, τὴν ἀνδρείαν τὴν ἑαυτοῦ, θεῖον νῦν μιμήσασθαι, πάθος τὸ ἑκούσιον, ὑπὲρ ἡμῶν ὃ ὑπέμενεν, ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.Ἰσοσθενής, Τριὰς πιστεύεται, τοῖς εὐσεβείας ἐρασταῖς· οἱ γενναῖοι γὰρ Ἀθληταί, ταύτης ὑπερήθλησαν, αἵματα ἐκχέοντες, μαρτυρικῶς συμπλεκόμενοι, καὶ τὰς ψυχάς προδιδόντες, σαφῶς καὶ ἀναιρούμενοι.ΘεοτοκίονΧαῖρε σεμνή, τοῦ Ἀδὰμ τὸ κώδιον· ἐξ οὗ προῆλθεν ὁ Ποιμήν, ἐνδυσάμενος ἀληθῶς, ὁ ὑπερυψούμενος, ὅλον με τὸν ἄνθρωπον, δι’ εὐσπλαγχνίαν ἀκατάληπτον, ὁ αἰνετός τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Κανών α', ᾨδὴ η', τοῦ Ἀποστόλου
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος, ἐξεικόνισε κάμινος τύπον· οὐ γὰρ οὓς ἐδέξατο φλέγει Νέους, ὡς οὐδὲ πῦρ τῆς Θεότητος Παρθένου ἣν ὑπέδυ νηδύν· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας».Στάσεως Ἀγγελικῆς ἠξιωμένος, ἀνεδείχθης Τιμόθεε μάκαρ· οὐρανῶν τὰ Τάγματα, μυηθεὶς γὰρ ὑπερφυῶς, τὴν λαμπρότητα τὴν τούτων ἐμιμήσω σοφέ· μεθ’ ὧν ἀναμέλπεις εὐφραινόμενος· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.Δύναμιν ἐνδεδυμένος οὐρανόθεν, ὡς Ἀπόστολος ὤφθης θεόφρον, τὴν ἐπιδημήσασαν, ξενοτρόπως τοῖς Μαθηταῖς, τοῖς τοῦ Λόγου αὐτόπταις ὧ Τιμόθεε· μεθ’ ὧν ἀναμέλπεις ἀγαλλόμενος· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.Ἔστης τῆς ἐφέσεως σαφῶς παμμάκαρ, τὸ ἀκρότατον οἷά περ φθάσας, τῶν καλῶν Τιμόθεε, θεοκήρυξ διὰ παντὸς ἐλλαμπόμενος φωτὶ τῶ τῆς Τριάδος τρανῶς· καὶ νῦν ἀναμέλπεις εὐφραινόμενος· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.
Κανών β', ᾨδὴ η', τοῦ Μάρτυρος
Ἦχος α'
Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος ΤΟ ΑΚΟΥΤΕ
Γῆθεν σὺ πρὸς οὐρανούς στεφανηφόρος, Ἀναστάσιε Μάρτυς ἀνέπτης, τὴν ἀπάτην ἅπασαν, τῶν δαιμόνων διεκφυγὼν καὶ πατήσας τῶν εἰδώλων τὰ σεβάσματα· διὸ καὶ κραυγάζεις νῦν γηθόμενος· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.Ἔβαψας μαρτυρικῶς σου ἐξ αἱμάτων, τὴν σὴν χλαῖναν πονόβλιε Μάρτυς, τὸ Σταυροῦ δὲ σύμβολον, σκῆπτρον φέρων σὺ τῷ Χριστῷ , βασιλεύεις εἰς αἰῶνας Ἀναστάσιε· καὶ νῦν ἀναμέλπεις εὐφραινόμενος· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.ΘεοτοκίονὉ ταῖς Ἀρχαγγελικαῖς ὑμνολογίαις, δοξαζόμενος πλούσιος Λόγος, δι' ἡμᾶς ἑπτώχευσε σὲ Μητέρα τὴν καλλονὴν Ἰακωβ εὐλογημένην ἐκλεξάμενος· διὸ ἀνυμνοῦντές σε κραυγάζομεν. Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος, ἐξεικόνισε κάμινος τύπον· οὐ γὰρ οὓς ἐδέξατο φλέγει Νέους, ὡς οὐδὲ πῦρ τῆς Θεότητος, Παρθένου ἣν ὑπέδυ νηδύν· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας».
Κανών α', ᾨδὴ θ', τοῦ Ἀποστόλου
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τύπον τῆς ἁγνῆς λοχείας σου, πυρπολουμένη βάτος, ἔδειξεν ἄφλεκτος· καὶ νῦν καθ’ἡμῶν, τῶν πειρασμῶν ἀγριαίνουσαν, κατασβέσαι αἰτοῦμεν τὴν κάμινον, ἵνα σε Θεοτόκε, ἀκαταπαύστως μεγαλύνωμεν».Ῥῆσις τοῦ Δαυῒδ πεπλήρωται· ὡς ἀστραπὴ τῇ οἰκουμένῃ γὰρ ἔφανας, τῷ κηρύγματι, περιαυγάζων τὰ πέρατα, παναοίδιμε μάκαρ Τιμόθεε· διὸ σε θεοφάντορ, ἀκαταπαύστως μεγαλύνομεν.Αἴγλης ἀρχιφώτου Πάνσοφε, θεαρχικῆς καὶ τρισηλίου ἐλλάμψεως, ἐμπιπλώμενος, καὶ καθαρῶς ἐμφορούμενος, τοὺς ὑμνοῦντάς σε μάκαρ περίσῳζε, ἐκ ζόφου τῶν πταισμάτων, Ἱερομύστα πανσεβάσμιε.Ἶσὸν τῷ Πατρὶ καὶ Πνεύματι, Μονογενὲς ὀρθὰ φρονοῦντες δοξάζομεν, τοῖς διδάγμασι, τῶν Ἀποστόλων σου Δέσποτα, στηριζόμενοι Παύλου τοῦ κήρυκος, τῆς σῆς οἰκονομίας, καὶ Τιμοθέου τοῦ θεόφρονος.
Κανών β', ᾨδὴ θ', τοῦ Μάρτυρος
Ἦχος α'
Τύπον τῆς ἁγνῆς ΤΟ ΑΚΟΥΤΕ
Ῥείθροις σῶν αἱμάτων Ἔνδοξε, τὴν τῶν εἰδώλων πλάνην πᾶσαν κατέσβεσας· τὸ δὲ πλήρωμα, τῆς Ἐκκλησίας ἐφαίδρυνας· ὑπὲρ ἧς ἱκετεύων πανάριστε, μὴ παύσῃ τόν Δεσπότην, ἵνα σε πάντες μακαρίζωμεν.Ὢ τῆς ὑπὲρ λόγον δόξης σου, καὶ τῆς ἀρρήτου θείας ὄντως ἐλλάμψεως! ἧς μετέσχηκας, ὡς νικητὴς Ἀναστάσιε, τῷ Δεσπότῃ, Χριστῷ παριστάμενος, ὃν καὶ νῦν ἐκδυσώπει, ὑπὲρ ἡμῶν τῶν ἀνυμνούντων σε.ΘεοτοκίονὪ τοῦ φοβεροῦ σου θαύματος! σὺ γὰρ Παρθένε Θεοτόκε, μυστήριον τὸ πρὸ γενεῶν, καὶ πρὸ αἰώνων ἀπόκρυφον, ἐν Θεῷ τῷ τὰ σύμπαντα κτίσαντι, τεκοῦσα Θεὸν Λόγον, ἀνερμηνεύτως ἐφανέρωσας.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Τύπον τῆς ἁγνῆς λοχείας σου, πυρπολουμένη βάτος, ἔδειξεν ἄφλεκτος, καὶ νῦν καθ' ἡμῶν, τῶν πειρασμῶν ἀγριαίνουσαν, κατασβέσαι αἰτοῦμεν τὴν κάμινον, ἵνα σε Θεοτόκε, ἀκαταπαύστως μεγαλύνωμεν».
Ἐξαποστειλάριον
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Δυὰς φωτοειδέστατος, σήμερον ἀπαστράπτουσα, φαιδρότερον τοῦ ἡλίου, πᾶσαν τὴν κτίσιν φωτίζει, Τιμόθεος Ἀπόστολος, τῶν Ἀποστόλων σύνθρονος, καὶ θεῖος Ἀναστάσιος, τῶν Μοναστῶν ἡ τερπνότης, καὶ τῶν Μαρτύρων ἡ δόξα.
Θεοτοκίον
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Πανάμωμε Μητρόθεε, τὸ μέγα περιήχημα, τῶν Ἀποστόλων Μαρτύρων, καὶ Προφητῶν καὶ Ὁσίων, τὸν σὸν Υἵόν καὶ Κύριον, ἱλέωσαι τοῖς δούλοις σου, ἡμῖν Θεογεννήτρια, ὅταν καθίσῃ τοῦ κρῖναι, τὰ κατ' ἀξίαν ἑκάστῳ.
Ἀπόστιχα
Ἦχος α'
Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ, ὁ Θεὸς Ἰσραὴλ αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ εὐλογητὸς ὁ Θεός.Τὸν γενναῖον Ἀθλητὴν Ἀναστάσιον, τὸν ὑπὲρ τῆς εὐσεβείας, καλῶς ἀγωνισάμενον, δεῦτε λαοὶ ὑμνήσωμεν λέγοντες. Χαίροις, ὁ στερρὸς τῆς Πίστεως πρόμαχος, κατὰ τοὺς Προφήτας καὶ Ἀποστόλους. Χαίροις, ὁ τὸν Χριστὸν ἔχων ἐν σεαυτῷ , μιμησάμενος ἔργῳ τὸν Παῦλον. Χαίροις, ὁ τῶν καμνόντων ἀχείμαστος λιμήν. Χαίροις τὸ ἡμέτερον καύχημα, καὶ τῆς οἰκουμένης ἀγαλλίαμα.Δόξα... Ἦχος πλ. α' Ὅσιε Πάτερ, νικητὴς Μήδων καὶ Χαλδαίων γέγονας τῶν νοητῶν, πᾶσαν Βαβυλῶνος πλάνην καθελών, τῇ δυνάμει τοῦ Σταυροῦ, οὐ τῷ λείῳ τῶν ἡδονῶν ἐθέλχθης, οὐ τὸ πῦρ τῶν πειρασμῶν ἐδειλίασας· διὸ Χριστὸς ὁ Θεὸς ἡμῶν, βραβείοις σε νικητικοῖς ἐστεφάνωσε, καὶ νῦν σὺν Ἀγγέλοις παριστάμενος, πρὸς Κύριον ἱκέτευε, αἰτούμενος εἰρήνην τῷ κόσμῳ , καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Θεοτοκίον
Ἦχος πλ. α'
Χαίροις ἀσκητικῶν ΤΟ ΑΚΟΥΤΕ
Χαίροις περιστερὰ ἐκλεκτή, κεχρυσωμένη παρθενίας ταῖς πτέρυξι, τρυγών τε ὡραιοτάτη, καὶ χελιδὼν ἐκλεκτή, καὶ στρουθίον ὅλον καθαρώτατον, ἀμνὰς ἡ κυήσασα, τὸν ἀμνὸν τοῦ Θεοῦ ἡμῶν, δάμαλις θεία, τὸν ζυγὸν ἡ βαστάσασα, τοῦ βαστάζοντος, τὰ ἡμῶν ἁμαρτήματα, ἄμπελος ἡ κατάκαρπος, βλαστάνουσα βότρυας, τῆς εὐσεβείας τὸν οἶνον, τοῦ μαρτυρίου ἐκβλύζοντας. Αὐτὸν ἐκδυσώπει, τοῖς ἱκέταις σου δοθῆναι, τὸ μέγα ἔλεος.
Σταυροθεοτοκίον
Ἦχος πλ. α'
Χαίροις ἀσκητικῶν ΤΟ ΑΚΟΥΤΕ
Στᾶσα ἐπὶ Σταυροῦ Ἰησοῦ, ἡ σὲ τεκοῦσα θρήνῳδοῦσα ὠδύρετο, βοῶσα· Οὐ φέρω τέκνον, προσηλωμένον ὁρᾶν, ἐπὶ ξύλου, ὃν πὲρ ἀπεκύησα· ἐγὼ γὰρ διέφυγον, τὰς ὠδῖνας ὡς ἄνανδρος· καὶ πῶς ἀρτίως, τῇ ὀδύνῃ συνέχομαι, καὶ σπαράττομαι, τὴν καρδίαν ἡ ἄμεμπτος; ἄρτι γὰρ ἐκπεπλήρωται, τὸ ῥῆμα ὃ εἴρηκεν, ὁ Συμεών, ὡς ῥομφαία, ψυχὴν ἐμὴν διελεύσεται. Ἀλλ' ὧ νῦν Υἱέ μου, ἐξανάστηθι καὶ σῶσον, τοὺς ἀνυμνοῦντάς σε.
| TA ΜΗΝΑΙΑ | Ιανουάριος | 22 |
Jan 23
Τῌ ΚΓ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥΜνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Κλήμεντος ἈγκύραςΜνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀγαθαγγέλου.
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Ἁγίου Κλήμεντος.
Στιχηρὰ Προσόμοια τοῦ Ἁγίου Κλήμεντος
Ἦχος β'
Ὅτε, ἐκ τοῦ ξύλου σε νεκρὸν ΤΟ ΑΚΟΥΤΕ
Κλῆμα, τῆς ἀμπέλου τῆς ζωῆς, ὤφθης μυστικῇ γεωργίᾳ, περισκαπτόμενον· πόνοις γὰρ ἀσκήσεως, Πάτερ τεμνόμενος, τῷ δὲ ξίφει τρυγώμενος, τῷ τοῦ μαρτυρίου, οἶνον κατανύξεως, ἡμῖν ἐκέρασας, οὗ νῦν ἐμφορούμενοι πάντες, πίστει τὴν πανίερον μνήμην, τὴν σὴν ἑορτάζομεν Μακάριε.
Ἦχος β'
Ὅτε, ἱερούργεις τὴν φρικτήν, καὶ τελειοτάτην θυσίαν, καὶ ὑπερκόσμιον, τότε προσενήνεξαι ἱερουργούμενος, τὸ σὸν αἷμα δὲ Πάνσοφε, προθύμῳ καρδίᾳ, αἵματι προσέμιξας, τῷ τοῦ Δεσπότου σου· ᾧ σύ, ῥαντιζόμενος μάκαρ, ὅλος καθαρὸς ἀνεδείχθης, ὅλος ἱερώτατος θεσπέσιε.
Ἦχος β'
Θύων, τὸν Ἀμνὸν τὸν τοῦ Θεοῦ, τὸν τῆς ἁμαρτίας τὸν κόσμον, ἀποκαθαίροντα, καὶ φθορὰν καὶ θάνατον ἐξαφανίσαντα, ἱερεῖον ὡς ἄμωμον, ἐτύθης θεόφρον, σύμφυτος γενόμενος τῷ ὁμοιώματι, Μάκαρ ζωηφόρου θανάτου· νῦν δὲ τῆς αὐτοῦ βασιλείας, ἀξιομακάριστε τετύχηκας.
Στιχηρὰ Προσόμοια τοῦ Ἁγίου Ἀγαθαγγέλου
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσιν ΤΟ ΑΚΟΥΤΕ
Ἀγαθαῖς ἀγγελίαις σε, συνοδίτην καὶ σύναθλον, Κλήμης ὁ πανάριστος κατεπλούτησε· μεθ’ οὗ τοὺς δρόμους διήνυσας, τοὺς θείους, στρεβλούμενος, καὶ παντοίοις ἀλγεινοῖς, ὁμιλῶν Ἀγαθάγγελε, ἕως τέλειος, γεγονὼς στεφανίτης, πρὸς τὰ ἄνω, μεταβέβηκας Ἀγγέλοις, συνεπαγάλλεσθαι πάντοτε.
Ἦχος δ'
Καὶ ξεσμοῖς δαπανώμενος, καὶ πυρὶ λιπαινόμενος, καὶ λαμπάσι πάντοθεν φλογιζόμενος, ἐπὶ κραβάτου ἁπλούμενος, σοφὲ Ἀγαθάγγελε, καὶ ὡς ἄρτος καθαρός, ἐπ’ ἀνθράκων ὀπτώμενος, προσενήνεξαι, οὐρανίῳ Τραπέζῃ, ἱκετεύων, τοὺς ἐν πίστει σε τιμῶντας, πάσης ῥυσθῆναι κολάσεως.
Ἦχος δ'
Ῥαβδισμοὺς ἐκαρτέρησας, καὶ ἐν ξύλῳ τεινόμενος, σπαραγμοὺς ὑπήνεγκας καρτερώτατα· καὶ ἐπὶ τέλει τῶν ἄθλων σου, σοφὲ Ἀγαθάγγελε, ἐκτμηθεὶς τὴν κεφαλήν, ταῖς ῥανίσι τοῦ αἵματος, ὅλην ἤρδευσας, τὴν σεπτὴν Ἐκκλησίαν εὐφημοῦσαν, τὰς λαμπράς σου ἀριστείας, κλέος Μαρτύρων πολύαθλε.
Δοξαστικὸν
Ἦχος πλ. δ'
Τὴν τῶν χρόνων τετραχῶς περίοδον, θεόληπτε ἑπταπλασίασας, τυπτόμενος, ξεόμενος, ἀμείβων πόλεις καὶ χώρας, σταυρούμενος ὑπὲρ τοῦ Χριστοῦ, ἀλλ’ οὔτε πῦρ, οὔτε ξίφος, οὔτε μάστιγες, τὸ τῆς ψυχῆς σου ἔλυσαν στερέμνιον· ἔθραυσας δὲ δαιμόνων ἰσχύν, ἱερομάρτυς Κλήμη· διὸ πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχάς ἡμῶν.
Θεοτοκίον
Ἦχος πλ. δ'
Οἱ Μάρτυρές σου Κύριε ΤΟ ΑΚΟΥΤΕ
Ἐξάρπασόν με Δέσποινα, χειρὸς τοῦ δράκοντος τοῦ βροτοκτόνου, τοῦ πολεμοῦντός με ἐν ὑποκρίσει, καταπιεῖν ὁλοτελῶς· σύντριψον τὰς μύλας τούτου δέομαι, καὶ τὰ μηχανήματα διάλυσον, ὅπως ῥυσθεὶς τῶν τούτου ὀνύχων, μεγαλύνω τὴν δυναστείαν σου.
Σταυροθεοτοκίον
Ἦχος πλ. δ'
Οἱ Μάρτυρές σου Κύριε ΤΟ ΑΚΟΥΤΕ
Οὐ φέρω Τέκνον βλέπειν σε, τὸν τὴν ἐγρήγορσιν πᾶσι διδόντα, ξύλῳ ὑπνώσαντα, ὅπως τοῖς πάλαι, ἐν παραβάσεως καρπῷ ὕπνῳ ὀλεθρίῳ ἀφυπνώσασι, θείαν καὶ σωτήριον ἐγρήγορσιν, παράσχῃ· ἡ Παρθένος, ἔλεγε θρηνῳδοῦσα, ἣν μεγαλύνομεν.
Ἀπόστιχα
Δοξαστικὸν
Ἦχος α'
Ἀνατολίου
Τὸν θαυμαστὸν ἐν ἱερεῦσι, Μάρτυρα Κλήμεντα, ἡ ἐν μακρῷ τῷ χρόνῳ δοκιμὴ τῶν αἰκισμῶν, τῆς εἰς ἀεὶ τῶν ἀγαθῶν ἐπιτυχεῖν, ἠξίωσε τρυφῆς, καὶ πλουτεῖ τὰ θεῖα, ὁ πολλοὺς πρὸς ἀγῶνας ἀλείψας, τῷ καθ’ αὐτὸν ὑποδείγματι, καὶ πείσας τὴν σάρκα, ἀνωτέρω φρονεῖν τοῦ θανάτου· Πρὸς ὃν οἱ πιστοὶ βοήσωμεν· Μεγαλομάρτυς ἀοίδιμε, ταῖς πρὸς Χριστὸν πρεσβείαις σου, τὰς χρονίους ἐνστάσεις, λῦσον τῶν παθῶν ἡμῶν, καὶ ῥῦσαι τῶν δεινῶν ταῖς πρεσβείαις σου.
Θεοτοκίον
Ἦχος α'
Τῶν οὐρανίων ταγμάτων ΤΟ ΑΚΟΥΤΕ
Ῥάβδῳ τῆς σῆς προστασίας, Θεοκυῆτορ Ἁγνή, τὰ θηριώδη πάθη, τῆς ἀθλίας ψυχῆς μου, ἀπέλασον ἐντεῦθεν, εἰρηνικῶς, πρὸς ζωὴν με ἰθύνουσα, καὶ τῇ ἁγίᾳ με ποίμνῃ τῶν ἐκλεκτῶν, σοῦ προβάτων συναρίθμησον.
Σταυροθεοτοκίον
Ἦχος α'
Τῶν οὐρανίων ταγμάτων ΤΟ ΑΚΟΥΤΕ
Ἐν τῷ Σταυρῷ παρεστῶσα, τοῦ σοῦ Υἱοῦ καὶ Θεοῦ, καὶ τὴν μακροθυμίαν, τούτου ἀποσκοποῦσα, ἔλεγες θρηνοῦσα, Μῆτερ Ἁγνή, Οἴμοι Τέκνον γλυκύτατον! τὶ ταῦτα πάσχεις ἀδίκως Λόγε Θεοῦ; ἵνα σώσῃς τὸ ἀνθρώπινον.
Ἀπολυτίκιον
Ἦχος δ'
Κλῆμα ὁσιότητος, καὶ στέλεχος ἀθλήσεως, ἄνθος ἱερώτατον, καὶ καρπὸς ὡς θεόσδοτος, τοῖς πιστοῖς πανίερε, ἡδύτατος ἐβλάστησας, Ἀλλ' ὡς Μαρτύρων σύναθλος, καὶ ἱεραρχῶν σύνθρονος, πρέσβευε Χριστῷ τῶ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Ὁ Κανὼν τοῦ Ἁγίου Κλήμεντος, οὗ ἡ Ἀκροστιχίς.Μέλπω τὸ κλῆμα τῆς νοητῆς ἀμπέλου.Θεοφάνους.ᾨδὴ α'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ, ἐν ἀβύσσῳ ἴχνεσι, τὸν διώκτην Φαραώ, καθορῶν ποντούμενον, Θεῷ ἐπινίκιον ᾠδήν, ἐβόα, ᾄσωμεν».Μετὰ τῆς ἄνω χορείας, ὡς Ἱερεύς, καὶ ὡς Μάρτυς ἔνδοξος, τῷ Χριστῷ παρεστηκώς, ἐκτενῶς ἱκέτευε τυχεῖν, τῆς ἐλλάμψεως τῆς σῆς, τοὺς εὐφημοῦντάς σε.Ἐκτεταμένους ἀγῶνας ἐπὶ τῆς γῆς, διανύσας Ὅσιε, βασιλείας οὐρανῶν, ἠξιώθης στέφανον λαβεῖν, καὶ αἰώνιον ζωὴν τὴν ἀκατάλυτον.Λελυτρωμένος τῷ πάθει τοῦ ἀπαθοῦς, διὰ πάθους ἔσπευσας, πρὸς αὐτὸν ἀναδραμεῖν, μιμητὴς γενόμενος παθῶν, θεοφόρε τῶν αὐτοῦ Ἀγγέλων σύσκηνε.ΘεοτοκίονΠεποικιλμένη τῷ κάλλει τῶν ἀρετῶν, Θεομῆτορ ἄχραντε, τὸν Θεὸν τὸν ἀληθῆ, ὑπὲρ νοῦν συνέλαβες ἡμῖν, τὴν πηγῆν τῶν ἀγαθῶν ἀναπηγάσασα.
Ὁ Κανὼν τοῦ Ἁγίου Ἀγαθαγγέλου, οὗ ἠ ἀκροστιχίς.Τὴν σὴν ἀνυμνῶ Παμμάκαρ χαίρων χάριν.Ἰωσήφ.ᾨδὴ α'
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ πατάξας Αἴγυπτον, καὶ Φαραὼ τὸν τύραννον, βυθίσας ἐν θαλάσσῃ, λαὸν διέσωσας δουλείας, Μωσαϊκῶς ᾄδοντα, ᾠδὴν ἐπινίκιον, ὅτι δεδόξασται».Τὸν κλεινὸν ἐν Μάρτυσι, τῶν ἀθλητῶν τὸ καύχημα, τὸν ἄγγελον τῇ κλήσει, γεγενημένον καὶ τῇ πράξει, χαρμονικῶς σήμερον, τιμήσωμεν ἐν πίστει, καὶ μακαρίσωμεν.Ἠξιώθης, Ἔνδοξε, τῆς τῶν Μαρτύρων εὐκλείας, ἀθλοῦντα θεωρήσας μεγαλοφρόνως ἐν τῇ Ῥώμῃ, τὸν Ἱερὸν Κλήμεντα· μεθ’οὗ σε συνελθόντες, πίστει γεραίρομεν.Νεκρωθεὶς Μακάριε, παντὶ τῷ κόσμῳ ἔδραμες, τὴν νέκρωσιν κηρύττων, τοῦ Ζωοδότου ἐν σταδίῳ· καὶ ὑποστὰς βάσανα, ζωῆς ἀδιαδόχου, νῦν κατηξίωσαι.ΘεοτοκίονΣαρκωθέντα Κύριον, δι’ εὐσπλαγχνίαν ἄφατον, ἐκύησας Παρθένε, ὃν Ἀγαθάγγελος ποθήσας, ἔξω σαρκὸς γέγονεν, ἀθλήσας παραδόξως, μεθ’ οὗ ὑμνοῦμέν σε.
Κανών α', ᾨδὴ γ'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Οὐκ ἔστιν ἅγιος ὡς σύ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν Πιστῶν σου ἀγαθέ, καὶ στερεώσας ἡμᾶς, ἐν τῇ πέτρᾳ, τῆς ὁμολογίας σου».Ὡραίους ἤνεγκας καρπούς, κλῆμα τῆς ζωηφόρου, χρηματίσας ἀμπέλου, καὶ τούτους μαρτυρικαῖς, κοσμήσας μαρμαρυγαῖς, τῷ Σωτῆρι, πάντων καθιέρωσας.Τοῦ Παύλου ὤφθης μιμητής, πᾶσαν τὴν οἰκουμένην, διατρέχων Παμμάκαρ, βαπτίσματι θεουργῷ, καὶ αἵματος ῥαντισμῷ, ἁγιάζων, τῆς ὁμολογίας σου.ΘεοτοκίονΟὐκ ἔστιν ἄμεμπτος ὡς σύ, πάναγνε Θεομῆτορ· μόνη γὰρ ἐξ αἰῶνος, τὸν Θεὸν τὸν ἀληθῆ, καὶ πάντων Δημιουργόν, Θεὸν Λόγον, Πάναγνε ἐκύησας.
Κανών β', ᾨδὴ γ'
Ἦχος δ'
Ἐστερεώθη ἡ καρδία μου ΤΟ ΑΚΟΥΤΕ
Ὑμνολογῶ σου τοὺς ἀπείρους παμμάκαρ πόνους, τὰς στρεβλώσεις καὶ τὰς πολλὰς αἰκίσεις, τὴν ἀνδρείαν, τοὺς ξεσμούς, καὶ τὸν θάνατον, δι' ὧν ἠξιώθης, ζωῆς Ἀγαθάγγελε.Μετὰ μυρίους αἰκισμοὺς σε καὶ ἀλγηδόνας, ῥαβδισμούς τε καὶ ξέσεις Ἀθλοφόρε, ὑποβρύχιος θαλάσσῃ, δέδοσαι ἔνδοξε· ἐξ ἧς ὁ τῶν ὅλων, Δημιουργὸς σε ἐρρύσατο.Νεανικῶς τε καὶ ἀνδρείως γενναῖε Μάρτυς, πυρακτώσεις ὑπήνεγκας τῶν ἥλων, καιομένης τῆς σαρκός, καὶ ἄνωθεν δρόσον δεχομένης, ὑπομονῆς Ἀγαθάγγελε.ΘεοτοκίονὬ παραδόξου μυστηρίου! πῶς ἡ Παρθένος, πλατυτέρα τῶν οὐρανῶν ἐδείχθη, ἐν νηδύϊ τὸν ἀπεριόριστον, ἀστενοχωρήτως χωρήσασα.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ἐστερεώθη ἡ καρδία μου ἐν Κυρίῳ, ὑψώθη κέρας μου ἐν Θεῷ μου, ἐπλατύνθη ἐπ’ ἐχθρούς μου τὸ στόμα μου· εὐφράνθην ἐν σωτηρίῳ σου».
Κάθισμα τοῦ Κλήμεντος
Ἦχος δ'
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ΤΟ ΑΚΟΥΤΕ
Τοῦ μαρτυρίου ἀληθῶς τῇ δρεπάνῃ, κατατεμνόμενος σοφὲ Ἱεράρχα, ὡς καρποφόρος ἄμπελος ἐξήνθησας, βότρυας περκάζοντας, καὶ σταλάζοντας γλεῦκος, θείας ἐπιγνώσεως, καὶ ἀθλήσεως Πάτερ· ἐξ ὧν μετέχων πᾶς τις εὐσεβῶς, καταγλυκαίνει ψυχῆς αἰσθητήρια.Δόξα... τοῦ ἈγαθαγγέλουἘπεφάνης σήμερον ΤΟ ΑΚΟΥΤΕἈγαθὸν σε Ἄγγελον γεγενημένον, θεοσδότοις λάμψεσιν, ἀνευφημοῦντες εὐσεβῶς, ἐπιτελοῦμεν τὴν μνήμην σου, κλέος Μαρτύρων, σοφὲ Ἀγαθάγγελε.Καὶ νῦν... ΘεοτοκίονΠροστασία ἄμαχε τῶν θλιβομένων, καὶ πρεσβεία ἕτοιμε, τῶν ἀπορούντων ἐν δεινοῖς, ἀπὸ κινδύνων με λύτρωσαι· μὴ με παρίδῃς, ἡ πάντων ἀντίληψις.Ἢ ΣταυροθεοτοκίονἘπὶ ξύλου βλέπουσα ἀναρτηθέντα, τὸν Υἱόν σου Πάναγνε, σπλάγχνα μητρῷα μητρικῶς, σπαρασσομένη ἐκραύγαζες· Οἴμοι πῶς ἔδυς, τὸ φῶς μου τὸ ἄχρονον.
Κανών α', ᾨδὴ δ'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Χριστός μου δύναμις, Θεὸς καὶ Κύριος, ἡ σεπτὴ Ἐκκλησία θεοπρεπῶς, μέλπει ἀνακράζουσα, ἐκ διανοίας καθαρᾶς, ἐν Κυρίῳ ἑορτάζουσα».Κυκλώσας ἅπασαν, τὴν γῆν ἐξέτεινας, τῶν ἀγώνων τὸ κλῆμα ἀθλητικήν, στάζον ἀγαλλίασιν, καὶ εὐωδίας γλυκασμόν, Ἀθλοφόρε παμμακάριστε.Λειμῶνα θέοντες, τῆς σῆς ἀθλήσεως, ἰαμάτων τὰ ἄνθη μάκαρ τῶν σῶν, Ἔνδοξε δρεπόμεθα, καὶ ποικιλίᾳ θαυμάτων, τὰς αἰσθήσεις κατευφραίνομεν.Ἡμέρας γέγονας, υἱὸς θαυμάσιε, καὶ φωτὸς ἀνεσπέρου διηνεκῶς, περιαυγαζόμενος, τῷ τρισηλίῳ φωτισμῷ, καὶ τῇ αἴγλῃ τοῦ κηρύγματος.ΘεοτοκίονΜαρία Πάναγνε, ἡ καθαρώτατον, γενομένη χωρίον χωρητικόν, θείας ἐνοικήσεως, τὸν ψυχικόν μου μολυσμόν, καὶ τὸν ῥύπον ἐξαφάνισον.
Κανών β', ᾨδὴ δ'
Ἦχος δ'
Εἰσακήκοα ὁ Θεὸς ΤΟ ΑΚΟΥΤΕ
Πολυώδυνα ἐνεγκών, βασάνων εἴδη γενναῖε Μάρτυς, σὺν τῷ θείῳ χαίρων Κλήμεντι, ταῖς ῥοαῖς τοῦ αἵματος, πᾶσαν τὴν γῆν θεόφρον ἡγίασας.Ἀνηρτήθης ὡς ὁ Χριστός, ἐπὶ τοῦ ξύλου καὶ κατεξάνθης, τὰς πλευρὰς σιδήρῳ ἔνδοξε, καταπλήξας ἅπαντας, ὑπομονῇ σοφὲ Ἀγαθάγγελε.Μεγαλύνοντες τὸν Χριστόν, φρουρὰν κατῴκουν οἱ Ἀθλοφόροι, ὡς φρουροὶ θείων προστάξεων, Κλήμης ὁ πανάριστος, καὶ Ἀγαθάγγελος ὁ ἀοίδιμος.ΘεοτοκίονΜακαρίζομέν σε ἀεί, Θεοκυῆτορ εὐλογημένη· δι' ἧς δόξης ἠξιώθημεν, καὶ τὸν πρὶν Παράδεισον, ὃν ἀπωλέσαμεν ἀπελάβομεν.
Κανών α', ᾨδὴ ε'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τῷ θείῳ φέγγει σου ἀγαθέ, τὰς τῶν ὀρθριζόντων σοι ψυχάς, πόθῳ καταύγασον δέομαι, σὲ εἰδέναι Λόγε Θεοῦ, τὸν ὄντως Θεόν, ἐκ ζόφου τῶν πταισμάτων ἀνακαλούμενον».Αἰκίσεις πάνσοφε καρτερῶν, τὰς πολυχρονίους καὶ μακροτάτας, πολύαθλος πέφηνας· νῦν δὲ τῆς ἀφθάρτου μακαριότητος, τρυφὴν κατεκληρώσω διαιωνίζουσαν.Τὴν πίστιν ἄγκυραν ἀσφαλῆ, ὡς καὶ τὴν ἐλπίδα καὶ τὴν ἀγάπην, θεμέλιον θέμενος, τῇ σεπτῇ Τριάδι σαυτὸν ἀνέθηκας, ναὸν ἡγιασμένον Πάτερ πανόλβιε.Ἡ θεοκόσμητος ξυρωνίς, ἡ διαφανὴς ἠγωνισμένη, ἀθλήσεως στάδιον, ἐπιλαβομένη τῆς αἰωνίου ζωῆς, Ἀγγέλοις συγχορεύει καὶ συναγάλλεται.ΘεοτοκίονΣῶσαι βουλόμενος ἐκ φθορᾶς, τὴν καταφθαρεῖσαν φύσιν, τῶν ἀνθρώπων ὁ Κτίστης καὶ Κύριος, μήτραν ἁγνισθεῖσαν Ἁγίῳ Πνεύματι, οἰκήσας ἀπορρήτως ἀνεμορφώσατο.
Κανών β', ᾨδὴ ε'
Ἦχος δ'
Ὄρθρον φαεινὸν ἡμῖν ΤΟ ΑΚΟΥΤΕ
Ἄνθραξι πυρούμενοι, ἀγαπήσεως τοῦ Παντουργοῦ, ἐν ἀσβέστῳ πυρωθείσῃ ἐβλήθητε, καλλίνικοι Μάρτυρες.Κόσμος ὡραιότατος, ἀνεδείχθητε τῶν Ἀθλητῶν, ἀφαιρούμενοι δορὰν τὴν τοῦ σώματος, ἀήττητοι Μάρτυρες.Ἁπλωθεὶς εἰς κράβατον, καὶ ὀπτώμενος ἐν τῇ πυρᾷ, Ἀγαθάγγελε Ἀγγέλους ἐξέπληξας, ὁρῶντας τοὺς ἄθλους σου.ΘεοτοκίονῬυομένη φάνηθι, Ἀπειρόγαμε πάντας ἡμᾶς, πειρασμῶν τε καὶ κινδύνων καὶ θλίψεων, τοὺς πόθῳ ὑμνοῦντάς σε.
Κανών α', ᾨδὴ ς'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τοῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῷ κλύδωνι, τῷ εὐδίῳ λιμένι σου προσδραμών, βοῶ σοι· Ἀνάγαγε, ἐκ φθορᾶς τὴν ζωήν μου Πολυέλεε».Νομίμως ἀθλήσαντες, τοὺς στεφάνους ἐκ χειρός, ζωαρχικῆς ἐδέξασθε, χαρισμάτων ποικίλων διανομήν, καὶ χάριν ἰάσεων, τῶν πιστῶν θεραπεύειν τὰ νοσήματα.Ὁ βίος ὁ ἔνθεος, τῶν ἀγώνων ἡ τριβή, τῶν αἰκισμῶν ἡ ἔνστασις, εὐπρεπείας στεφάνωμα μυστικόν, καὶ κάλλους διάδημα, καὶ στολὴ ἀφθαρσίας σοι γεγόνασιν.ΘεοτοκίονἩ Πάναγνος Δέσποινα, ἡ τεκοῦσα τοῖς βροτοῖς, τὸν κυβερνήτην Κύριον, τῶν παθῶν μου τὸν ἄστατον καὶ δεινόν, κατεύνασον τάραχον, καὶ γαλήνην παράσχου τῇ καρδίᾳ μου.
Κανών β', ᾨδὴ ς'
Ἦχος δ'
Ἐν πελάγει τοῦ βίου ΤΟ ΑΚΟΥΤΕ
Χαριστήριον αἶνον Θεῷ προσῆξας, θεόφρον Ἀθλητά, ἐν τῇ καμίνῳ ἐμβληθείς, ὡς πάλαι οἱ αἰχμάλωτοι Παῖδες, καὶ δρόσον δεχόμενος, Ἀγαθάγγελε οὐρανόθεν.Ἀγαθαῖς ἀγγελίαις ταῖς δι’Ἀγγέλων, νευρούμενος τὸν νοῦν, τοὺς αἰκισμούς τε καὶ ἀλγηδόνας, ὥσπερ πάσχοντος ἄλλου, ῥαδίως ὑπήνεγκας, Ἀγαθάγγελε γενναιόφρον.Ἱερὰν ξυνωρίδα ὑμᾶς ὁ πλάνος, θεασάμενος σοφοί, δεσμοῖς συνθλίβει, καὶ ποιναῖς συγκόπτει, καὶ φρουραῖς κατακλείει καὶ γέλωτα ὤφλησε, τῇ ἀτρέπτῳ ὑμῶν ἐνστάσει.ΘεοτοκίονῬαθυμίαν ὕπνου θανατηφόρου, ἀπάλλαξον Ἁγνή, καὶ πρὸς ἐνθέους, γρηγορεῖν με ὕμνους, καὶ καλὰς ἐργασίας, ἐνίσχυσον Δέσποινα, ἵνα πόθῳ ὑμνολογῶ σε.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ἐν πελάγει τοῦ βίου ταῖς πράξεσί μου, κατῆλθον εἰς βυθόν· ἀλλ’ ὡς ἐκ κήτους. Ἰωνᾶς οὕτω βοῶ σοι·. Ἐκ βυθοῦ τῶν κακῶν μου, ἀνάγαγε δέομαι, Υἱὲ τοῦ Θεοῦ καὶ Λόγε».
Κοντάκιον
Ἦχος δ'
Ἐπεφάνης σήμερον ΤΟ ΑΚΟΥΤΕ
Τῆς ἀμπέλου γέγονας, τίμιον κλῆμα, τοῦ Χριστοῦ πανεύφημε, Κλήμη πολύαθλος ὀφθείς, σὺν τοῖς συνάθλοις τε ἔκραζες· Χριστέ, Μαρτύρων φαιδρὸν ἀγαλλίαμα.
Ὁ Οἶκος
Υἱὸς φωτὸς ἀναδειχθείς, Θεοῦ συγκληρονόμος, ὡς Ἠλιοὺ ὁ θεῖος, τὸν Ἀχαὰβ ἤλεγξεν, οὕτω καὶ σύ, Κλήμη σοφέ, Βασιλεῖς ἀνόμους, καὶ Τυράννους ἀπηνεῖς, Ἑλλήνων τοὺς πρωτεύοντας, ἐν λόγῳ καὶ ἀληθείᾳ ἐνίκησας, καὶ προσάγεις θῦμα τῷ Κυρίῳ νῦν τὰ πλήθη τῶν εἰς Χριστὸν πιστευσάντων. Διὸ κοινωνὸν τῆς σῆς μαρτυρίας Ἀγαθάγγελον εὑρών, πόλεις ἐναθλῶν συνώδευσας φαιδρῶς κραυγάζων· Χριστέ, Μαρτύρων φαιδρὸν ἀγαλλίαμα.
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΚΓ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Κλήμεντος, Ἐπισκόπου. Ἀγκύρας, καὶ τοῦ Ἁγίου Μάρτυρος Ἀγαθαγγέλου.ΣτίχοιἈγαθαγγέλου καὶ Κλήμεντος αἱμάτων,Τὸ τοῦ ξίφους δίψαιμον ἐπλήσθη στόμα.Εἰκάδι δ’ ἐτμήθητε τρίτῃ, Ἀγαθάγγελε, Κλήμη.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Εὐσεβίου.ΣτίχοιΔεῦρο πρὸς ἡμᾶς εἰς τὰ τερπνὰ τοῦ πόλου,Εὐσεβίῳ λέγουσιν οἱ τερπνοὶ Νόες.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Μαϋσιμᾶ τοῦ Σύρου.ΣτίχοιΓλώσσαις λαλῶν πρὶν Μαϋσιμᾶς τῶν Σύρων,Γλώσσαις, λαλεῖ νῦν, Ἀγγέλων πρὸς Ἀγγέλους.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Σαλαμάνου τοῦ ἡσυχαστοῦ.ΣτίχοιΟἴχῃ χαμερποῦς καὶ χαμαιζήλου βίου,Ὑψηλὲ πράξει καὶ λόγῳ Σαλαμάνη.Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι δύω Μάρτυρες οἱ ἐν τῷ Παρίῳ λάκκῳ ἐμβληθέντες τελειοῦνται.ΣτίχοιἜνδον βόθρου χωροῦσι Μάρτυρες δύω,Θείου πόθου βάλλοντος ἔξω τὸν φόβον.Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Κανών α', ᾨδὴ ζ'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Οἱ Παῖδες ἐν Βαβυλῶνι, καμίνου φλόγα οὐκ ἔπτηξαν, ἀλλ' ἐν μέσῳ φλογὸς ἐμβληθέντες, δροσιζόμενοι ἔψαλλον· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν».Τῇ αἴγλῃ τοῦ Μαρτυρίου, τὴν οἰκουμένην ἐφαίδρυνας, ἀναμέλπων Χριστῷ διανοίας, καὶ ψυχῆς καθαρότητι· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἠιμῶν.Ἡ τῶν σῶν κατορθωμάτων, ἱερωτάτη πανήγυρις, οὐρανίῳ φωτὶ λαμπομένη, καταυγάζει τοὺς κράζοντας· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.ΘεοτοκίονΣοφίας τῆς ὑπερσόφου, Παρθένε Μήτηρ γεγένησαι, τῆς τὰ πάντα σοφῶς κυβερνώσης, φυσικῇ ἀγαθότητι· Εὐλογημένος Πάναγνε, ὁ καρπὸς τῆς κοιλίας σου.
Κανών β', ᾨδὴ ζ'
Ἦχος δ'
Μὴ παραδῴης ἡμᾶς ΤΟ ΑΚΟΥΤΕ
Ὥσπερ οἱ δύο ἀεὶ φωστῆρες, φαιδρῶς τὴν Ἐκκλησίαν, φωτίζουσι πλουσίως ἄθλων λαμπρότητι, σὺν Ἀγαθαγγέλῳ ὁ μέγας Κλήμης σκοτασμὸν λύοντες πονηρῶν ἀπιστίας ἐχθρῶν· οὓς εὐφημήσωμεν μεγαλοφώνως.Νεανικῶς τοὺς ξεσμοὺς ὑπέστης, καὶ πάσας τρικυμίας, τῶν ἀνυποίστων πόνων σαρκός σου τραύμασιν, ἐχθροὺς τραυματίζων τοὺς ἀοράτους, ἀθλητὰ ἔνδοξε, τῶν παθῶν τοῦ Χριστοῦ κοινωνέ, Ἀγγέλων σύσκηνε, Μαρτύρων κλέος.Χαίρων ὑπέστης σοφέ, μολύβδου βαρείας πυρακτώσεις, κατὰ τῆς θείας κάρας ἐπενεχθείσας σου, καὶ καταφλεγούσας ταύτην διόλου, ὥσπερ τις ἄσαρκος, Ἀγαθάγγελε στρατιῶτα Χριστοῦ· ὅθεν πίστει σε δοξολογοῦμεν.ΘεοτοκίονἈνερμηνεύτου λόγῳ, μετέσχες Παρθένε μυστηρίου, Θεὸν τὸν ἐν πᾶσιν ὄντα ἀχώρητον, ἀστενοχωρήτως χωρεῖς καὶ τίκτεις, καὶ μαζοῖς ἔθρεψας, βουληθέντα οἰκτειρῆσαι ἡμᾶς, τοὺς Θεοτόκον σε ὁμολογοῦντας.
Κανών α', ᾨδὴ η'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Νόμων Πατρῴων οἱ μακαριστοί, ἐν Βαβυλῶνι Νέοι προκινδυνεύοντες, βασιλεύοντος κατέπτυσαν, προσταγῆς ἀλογίστου· καὶ συνημμένοι, ᾧ οὐκ ἐχωνεύθησαν πυρί, τοῦ κρατοῦντος ἐπάξιον, ἀνέμελπον τὸν ὕμνον· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».Ἀναφανέντες φαεινότατοι, ἐπὶ τῆς γῆς φωστῆρες κατελαμπρύνατε, τὸ στερέωμα Πανόβλιοι, τῆς σεπτῆς Ἐκκλησίας· ἐν οὐρανοῖς δέ, φέγγει τῆς ἀθλήσεως ὑμῶν, πρωτοτόκων πανήγυριν εὐφραίνετε βοῶντες· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.Μέτ’ εὐφροσύνης τὴν χαρμόσυνον, τῶν σῶν ἀγώνων μνήμην νῦν ἑορτάζομεν· ὡς γὰρ ἄσαρκος ὑπέμεινας αἰκισμῶν τρικυμίας· ἀλλ’ ἀντὶ τούτων, διαιωνίζουσαν τρυφήν ἐπαξίως ἀπείληφας, ἀντίδοσιν πλουσίαν· Τὸν Κύριον ὑμνεῖτε κραυγάζων, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.Πεποικιλμένην καὶ ὑπέρλαμπρον, καταστολὴν σὺ δόξης ἀμφιασάμενος, ἀντὶ Πνεύματος Πανόβλιε, χαλεπῆς ἀκηδίας, ἀντὶ βασάνων, τὴν Ἀγγελικὴν διαγωγήν, ἀντηλλάξω λαβόμενος, ζωῆς τῆς ἀϊδίου· Τὸν Κύριον ὑμνεῖτε κραυγάζων, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.ΘεοτοκίονἘξ ἀϊδίου τῷ Γεννήτορι, ὁ συνυπάρχων Λόγος καὶ συννοούμενος, ἐπὶ τέλει τῶν αἰώνων δέ, σαρκωθεὶς ἐκ Παρθένου, τὴν τῶν ἀνθρώπων, πᾶσαν ἐθεούργησε μορφήν, ἑαυτῷ καθ’ὑπόστασιν, ἀσυγχύτως ἑνώσας· Τὸν Κύριον ὑμνεῖτε βοώντων, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Κανών β', ᾨδὴ η'
Ἦχος δ'
Τὰ σύμπαντα Δέσποτα ΤΟ ΑΚΟΥΤΕ
Ῥανίσιν αἱμάτων σου, πῦρ ἀποσβέσας ἀθεΐας, ἤρδευσας Πανεύφημε, Χριστοῦ τὴν Ἐκκλησίαν, πίστει ἀναθάλλουσαν, καὶ εὐφημοῦσαν ἀξίως, τοὺς μεγίστους σου πόνους, τὰ παλαίσματα, τὰς λαμπρὰς ἀριστείας, ἀπαύστως σοφὲ Ἀγαθάγγελε.Ἴσους ἐκομίσαντο, τῆς νίκης τοὺς στεφάνους, Κλήμης ὁ πανάριστος, καὶ Ἀγαθάγγελος· ὅθεν, ἐν ὑψίστοις τῷ πάντων βασιλεύοντι παρεστῶντες, προστάται καὶ ῥύσται ἡμῶν χρηματίζουσιν, εὐλογοῦντες ὑμνοῦντες ἀπαύστως τὸν Κύριον.Νέους ἐκμιμούμενος, τοὺς κατασβέσαντας τὴν φλόγα, τὸ πῦρ ὥσπερ ἄσαρκος, ὑπῆλθες ἀθλοφόρε, ζήλῳ πυρακτούμενος τῆς τοῦ Κυρίου ἀγάπης, καὶ θερμῶς ἀνεβόας Ἀγαθάγγελε· Εὐλογεῖτε τὰ ἔργα Κυρίου, ἀπαύστως τὸν Κύριον.ΘεοτοκίονἸσχυρὰν παράκλησιν, καὶ ἀκαταίσχυντον ἐλπίδα, τεῖχος ἀπροσμάχητον, καὶ θείαν προστασίαν, ὁ λαός σου ἔχει σε, ὁ σὲ δοξάζων Παρθένε· καὶ σῳζόμενος, κράζει ἐμμελέστατα· Εὐλογεῖτε τὰ ἔργα Κυρίου, ἀπαύστως τὸν Κύριον.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Τὰ σύμπαντα Δέσποτα, τῇ σῇ σοφίᾳ συνεστήσω· γῆς δὲ πάλιν ἥδρασας, ὡς οἶδας τὸν πυθμένα, τῇ βάσει πηξάμενος ἐπὶ ὑδάτων ἀπείρων· διὸ πάντες βοῶμεν ἀναμέλποντες· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, ἀπαύστως τὸν Κύριον».
Κανών α', ᾨδὴ θ'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον, ὃν οὐ τολμᾷ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα· διὰ σοῦ δὲ Πάναγνε ὡράθη βροτοῖς, Λόγος σεσαρκωμένος· ὃν μεγαλύνοντες, σὺν ταῖς οὐρανίαις Στρατιαῖς, σὲ μακαρίζομεν».Λουτρῷ τοῦ φωτοειδοῦς βαπτίσματος, τελειωθείς, καὶ τῆς ἱερωσύνης τῷ χαρίσματι, καὶ Μαρτύρων αἵματι λουσάμενος, ὅλος πεφωτισμένος, χαίρων ἀνέδραμες, πρός τὰς οὐρανίους στρατιὰς θεομακάριστε.Ὁ τῶν ἁγίων Μαρτύρων στέφανος, Λόγος Θεοῦ στεφάνῳ τῶν χαρίτων ἐκόσμησε, σὴν ἁγίαν κορυφὴν θεσπέσιε, ὁ τῆς δικαιοσύνης, ἄδυτος Ἥλιος, δι’ ὃν τοὺς ἀγῶνας τοὺς μακρούς, χαίρων ὑπέμεινας.ΘεοτοκίονΥἱὸς καὶ Λόγος Θεοῦ ὁ ἄναρχος, σωματωθείς, υἱὸς καὶ τῆς Παρθένου γεγένηται, εὐδοκίᾳ τοῦ Πατρὸς καὶ Πνεύματος, θείου τῇ συνεργείᾳ· ὅθεν ἀνέπλασε, τὴν καταφθαρεῖσάν μου μορφήν, ὡς παντοδύναμος.
Κανών β', ᾨδὴ θ'
Ἦχος δ'
Ἐποίησε κράτος ΤΟ ΑΚΟΥΤΕ
Ὡς ζεῦγος ὡραῖον, Ἀγαθάγγελος ὁμοῦ, ὁ ἔνδοξος καὶ Κλήμης ὁ γενναῖος, φανέντες μαρτυρικαῖς, ἐλαμπρύνθησαν στολαῖς· καὶ νῦν στεφανηφόροι τῷ Θεῷ, καὶ Βασιλεῖ τῶν ὅλων, εὐκλεῶς παρίστανται, σὺν τοῖς Ἀσωμάτοις.Σαρκὸς οὐκ ἐφείσω, ὁμιλούσης χαλεποῖς, ἐν πλείοσι καιροῖς κολαστηρίοις, ἐφέσει τῶν ἀγαθῶν, ὧν ἡτοίμασε Θεός, τοῖς θείοις θεράπουσιν αὐτοῦ· μεθ' ὧν περιπολεύεις, Μάρτυς Ἀγαθάγγελε, χαίρων εἰς αἰῶνας.Ἡ γῆ ἑορτάζει, καὶ χορεύει οὐρανός, ἀγάλλονται χοροὶ τῶν Ἀσωμάτων, καὶ καρδίαι τῶν πιστῶν, εὐσεβῶς δοξάζουσι, τὴν μνήμην σου σήμερον σοφέ· ἐν ᾗ τοὺς σὲ τιμῶντας, σῷζε ταῖς πρεσβείαις σου, πάσης ἐπηρείας.ΘεοτοκίονΦωτίζεις τὸν κόσμον, ἀνατείλασα τὸ φῶς Πανάμωμε, τὸ λάμψαν πρὸ αἰώνων, ἐκ τοῦ Πατρὸς ὑπὲρ νοῦν, διὰ τοῦτό σοι βοῶ. Τὸ σκότος ἀπέλασον Ἁγνή, ἐκ τῆς ἐμῆς καρδίας, τῶν ἀτάκτων λογισμῶν, ὅπως ἀνυμνῶ σε.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ἐποίησε κράτος, ἐν βραχίονι αὐτοῦ· καθεῖλε γὰρ δυνάστας ἀπὸ θρόνων, καὶ ὕψωσε ταπεινούς, ὁ Θεὸς τοῦ Ἰσραήλ· ἐν οἷς ἐπεσκέψατο ἡμᾶς, Ἀνατολὴ ἐξ ὕψους, καὶ κατεύθυνεν ἡμᾶς, εἰς ὁδὸν εἰρήνης».
Ἐξαποστειλάριον
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Ὡς Παῦλος ὁ Ἀπόστολος, τὴν γῆν κυκλώσας ἅπασαν, καὶ τῶν μακρῶν σου ἀγώνων, ἐκτείνας Κλήμη τὸ κλῆμα, τῇ ἕλικι τῆς Πίστεως, ζωγρεῖς τὸν Ἀγαθάγγελον, συγκοινωνόν σοι Μάρτυρα, τῆς ἀγαθῆς ἀγγελίας, ἐπώνυμον ἀθλοφόρον.
Θεοτοκίον
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Ὡς οὖσα καθαρώτατον, δοχεῖον Θεονύμφευτε, τῆς τῶν παθῶν με ἀχλύος, δεῖξον ἐλεύθερον Κόρη, βρυγμοῦ ὀδόντων σκώληκος, καὶ τοῦ πυρὸς ἐξάρπασον, τοῦ αἰωνίου Δέσποινα, ὅπως ἐν Πίστει ὑμνῶ σε, εὐλογημένη Μαρία.
| TA ΜΗΝΑΙΑ | Ιανουάριος | 23 |
Jan 24
Τῌ ΚΔ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥΜνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Ξένης.
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.
Στιχηρὰ τῆς Ὁσίας
Ἦχος α'
Τῶν οὐρανίων ταγμάτων ΤΟ ΑΚΟΥΤΕ
Μεταναστεύουσα πρῴην, τῇ διαθέσει Σεμνή, καὶ βεβαιοῦσα ἔργῳ, τὸ κριθὲν σοι ἐννοίᾳ, ἐξῆλθες τῆς ματαίας τῶν ἡδονῶν, μακαρία λειότητος, καὶ ἀρετῶν τῇ τραχεία εὐθυδρομεῖς, ἀναβάσει ξενιτεύουσα.
Ἦχος α'
Ἐν τῷ λιμένι τοῦ θείου, προσορμισθεῖσα ἰσθμοῦ, διαπερᾷς κυμάτων, τῶν τοῦ κόσμου τὸν σάλον, ψυχῆς δέ σου τὸ πλοῖον, ὅλον σεμνή, ἀδιάκλυστον φέρουσα, ἐξ ἡδονῶν τὰς πικρίας τῶν μυστικῶν, ἀγωγίμων μένεις ἔμπλεως.
Ἦχος α'
Θεοπρεπεῖ τῇ μιμήσει, σὺ ξενιτεύσασα, τοῦ δι’ ἡμᾶς ἐξ ἄνω, πρὸς ἡμᾶς κατελθόντος, ὑψῶσαι τοὺς πεσόντας, μένεις σοφή, συγγενέσι μὲν ἄγνωστος, ἀλλ’ εὐσεβέσι γνωστή, ὡς πρὸς τὸν Θεόν, Ξένη Πάντοτε πρεσβεύουσα.
Θεοτοκίον
Ἦχος α'
Τῶν οὐρανίων ταγμάτων ΤΟ ΑΚΟΥΤΕ
Δεδοξασμένη ὑπάρχεις, ἐν γενεαῖς γενεῶν, Παρθενομῆτορ Κόρη, Θεοτόκε Μαρία, τοῦ κόσμου προστασία, τεκοῦσα σαρκί, τὸν Υἱὸν τοῦ ἀνάρχου Πατρός, καὶ συναΐδιον Πνεύματι ἀληθῶς· ὃν ἱκέτευε σωθῆναι ἡμᾶς.
Σταυροθεοτοκίον
Ἦχος α'
Τῶν οὐρανίων ταγμάτων ΤΟ ΑΚΟΥΤΕ
Ἀναρτηθέντα ὡς εἶδεν, ἐπὶ Σταυροῦ τὸν Υἱόν, ἡ ἄμωμος Παρθένος, θρηνῳδοῦσα ἐβόα· Γλυκύτατόν μου τέκνον, τὶ τὸ καινόν, καὶ παράδοξον θέαμα; πῶς ὁ κατέχων τὰ πάντα ἐν τῇ δρακί, ἐπὶ ξύλου προσηλώθης σαρκὶ;
Ἀπολυτίκιον
Ἦχος πλ. δ' ΤΟ ΑΚΟΥΤΕ
Ἐν σοὶ Μῆτερ ἀκριβῶς διεσώθη τὸ κατ’ εἰκόνα· λαβοῦσα γὰρ τὸν σταυρόν, ἠκολούθησας τῷ Χριστῷ· καὶ πράττουσα ἐδίδασκες, ὑπερορᾶν μὲν σαρκός, παρέρχεται γάρ, ἐπιμελεῖσθαι δὲ ψυχῆς, πράγματος ἀθανάτου· διὸ καὶ μετὰ Ἀγγέλων συναγάλλεται, Ὁσία Ξένη τὸ Πνεῦμά σου.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Κανών α', ᾨδὴ α', τῆς Ὁσίας
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«ᾌσμα ἀναπέμψωμεν λαοί, τῷ θαυμαστῷ Θεῷ ἡμῶν, τῷ ἀπαλλάξαντι τὸν Ἰσραὴλ ἐκ δουλείας, ᾠδὴν ἐπινίκιον, ᾄδοντες καὶ βοῶντες· ᾌσωμέν σοι τῷ μόνῳ Δεσπότη».Ξένον ὄντα πάσης ἀρετῆς, καὶ μακρυνθέντα πράξεσιν, ἀπὸ Θεοῦ ἀτόποις, οἰκείωσόν με τούτῳ, εὐχαῖς εὐπροσδέκτοις σου, Ξένη σεμνὴ Ὁσία, σοῦ τὸν ξένον βίον εὐφημοῦντα.Πῦρ σε ἀναφλέξαν νοητόν, ὡς ὕλην εὐκατάπρηστον, τὴν κοσμικὴν ἀπάτην, καὶ σαρκικὸν μνηστῆρα, ἀρνήσασθαι ἔπεισε, γνώμῃ ἀνδρειοτάτῃ, καὶ Κυρίῳ ἀγνῶς μνηστευθῆναι.Ξένην ἐννοήσασα ζωήν, ἐν οὐρανοῖς τὴν μένουσαν, καὶ μὴ παρεχομένην τὴν κλῆσιν ὡς τὴν πρᾶξιν, ἠμείψω καὶ ἔδραμες, ἔλαφος ὡς διψῶσα, ἀθανάτου κατ’ ἴχνος μνηστῆρος.ΘεοτοκίονὝμνοις τὴν πανάχραντον πιστοί, Μαρίαν εὐφημήσωμεν, τὴν Θεομήτορα, τὴν κεχαριτωμένην, τὴν σκέπην τὴν ἔνθεον, τὸν εὔδιον λιμένα, τὴν τῶν πάντων πιστῶν σωτηρίαν.
Κανών α', ᾨδὴ γ', τῆς Ὁσίας
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ στερεώσας λόγῳ τοὺς οὐρανούς, καὶ τὴν γῆν ἑδράσας ἐπὶ ὑδάτων πολλῶν, στερέωσόν με πρὸς ὕμνον, καὶ δοξολογίαν σου Κύριε».Κατακρατήσας ἔρως ὁ θεϊκός, τῆς ἁγνῆς ψυχῆς σου, λήθην λαμβάνειν σε, τῶν τῆς ἀσκήσεως πόνων ἔπεισε, Σεμνὴ καὶ τῆς φύσεως.Τοῦ ἀθανάτου μνηστῆρος καλλοναῖς, ἡδομένη κάλλη σαρκὸς ἐμάρανας, καὶ ὤφθης, ὡραιοτάτη, θεῖον πρὸς νυμφῶνα σκηνώσασα.Κεχρυσωμένας πτέρυγας ἀρετῶν κτησαμένη ὕψος πρὸς οὐράνιον, ἐπέτασας Μακαρία, ὡς περιστερὰ ἀδιάφθορος.ΘεοτοκίονἩ φωτεινὴ νεφέλη τοῦ νοητοῦ, καὶ φαιδροῦ Ἡλίου τοῦ ἀνατείλαντος, ἐκ τῆς γαστρός σου Παρθένε, φώτισον τὰς ψυχὰς τῶν ὑμνούντων σε.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ὁ στερεώσας λόγῳ τοὺς οὐρανούς, καὶ τὴν γῆν ἑδράσας ἐπὶ ὑδάτων πολλῶν, στερέωσόν με πρὸς ὕμνον, καὶ δοξολογίαν σου Κύριε».
Κάθισμα
Ἦχος πλ. δ'
Τὴν Σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ
Τὸν δι’ οἶκτον ὀφθέντα ἐπὶ τῆς γῆς, ἀγαπήσασα Λόγον Θεοῦ Πατρός, αὐτῷ ἠκολούθησας, ὡς νυμφίῳ Πανόλβιε, καὶ φθαρτὸν νυμφίον, προθύμως κατέλιπες, καὶ ἐνεγκαμένην, καὶ πλοῦτον ἐπίκηρον· ὅθεν ἐπὶ ξένης, φερωνύμως βιοῦσα, τὰ πάθη ἐνέκρωσας, καὶ τῶν ζώντων ἀπείληφας, κληρουχίαν θεόπνευστε. Πρέσβευε Χριστῷ τῶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθω, τὴν Ἁγίαν μνήμην σου.Θεοτοκίον, ὅμοιονΠειρασμοῖς πολυτρόποις περιπεσών, ἐξ ἐχθρῶν ἀοράτων καὶ ὁρατῶν, τῷ σάλῳ συνέχομαι, τῶν ἀμέτρων πταισμάτων μου, καὶ ὡς θερμῇ ἀντιλήψει, καὶ σκέπῃ μου ἄχραντε, τῷ λιμένι προστρέχω, τῆς σῆς ἀγαθότητος· ὅθεν Παναγία, τὸν ἐκ σοῦ σαρκωθέντα, ἀσπόρως ἱκέτευε, ὑπὲρ πάντων τῶν δούλων σου, τῶν ἀπαύστως ὑμνούντων σε, Θεοτόκε πανάχραντε, πρεσβεύουσα αὐτῷ ἐκτενῶς, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσιν ἀξίως, τὸν Πανάγιον τόκον σου.Ἢ ΣταυροθεοτοκίονΤὸν Ἀμνὸν καὶ Ποιμένα καὶ Λυτρωτήν, ἡ Ἀμνὰς θωροῦσα, ἐν τῷ Σταυρῷ, ὠλόλυζε δακρύουσα, καὶ πικρῶς ἐκβοῶσα· ὁ μὲν κόσμος ἀγάλλεται, δεχόμενος τὴν λύτρωσιν, τὰ δὲ σπλάγχνα μου φλέγονται, ὁρώσης σου τὴν σταύρωσιν, ἣν περ ὑπομένεις, διὰ σπλάγχνα ἐλέους, Μακρόθυμε Κύριε, τοῦ ἐλέους ἡ ἄβυσσος, καὶ πηγὴ ἀγαθότητος, σπλαγχνίσθητι καὶ δώρησαι οὖν, τῶν πταισμάτων ἄφεσιν τοὶς δούλοις σου, τοῖς ἀνυμνοῦσί σου πίστει, τὰ θεῖα παθήματα.
Κανών α', ᾨδὴ δ', τῆς Ὁσίας
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐξ ὄρους κατασκίου, Λόγε ὁ Προφήτης, τῆς μόνης Θεοτόκου, μέλλοντος σαρκοῦσθαι, θεοπτικῶς κατενόησε καὶ ἐν φόβῳ, ἐδοξολόγει σου τὴν δύναμιν».Προῖκα τῷ Χριστῷ προσῆξας τὴν ἁγνείαν, νέκρωσιν μελῶν, καὶ πόνους ἐγκρατείας, καὶ ἀντεδέξω οὐράνιον βασιλείαν, καὶ αἰωνίζουσαν ἀπόλαυσιν.Βρέχουσα στρωμνήν, τοῖς δάκρυσιν Ὁσία, καὶ μετὰ σποδοῦ, ἐσθίουσα τὸν ἄρτον, τῆς παρακλήσεως ἔτυχες τῆς ἀγήρω, καὶ Παραδείσου ἀπολαύσεως.Τύπον σεαυτήν, καλῶν παρεχομένη, εἵλκυσας πολλάς, ψυχὰς εἰς σωτηρίαν, ἀπορραγείσας τοῦ κόσμου τῆς προσπαθείας, Ξένη θεόφρον ἀξιάγαστε.ΘεοτοκίονΧαίροις παρ’ ἡμῶν, Ἁγία Θεοτόκε, χαῖρε ἡ χαράν, κυήσασα τῷ κόσμῳ, χαῖρε ἡ μόνη ἀντίληψις τῶν ἀνθρώπων, εὐλογημένη Θεοτόκε ἁγνή.
Κανών α', ᾨδὴ ε', τῆς Ὁσίας
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὸν ζόφον τῆς ψυχῆς μου διασκέδασον, φωτοδότα Χριστὲ ὁ Θεός, τὸ ἀρχέγονον σκότος διώξας τῆς ἀβύσσου, καὶ δώρησαί μοι τὸ φῶς τῶν προσταγμάτων σου Λόγε, ἵνα ὀρθρίζων δοξάζω σε».Ὡς δάμαλις ποθοῦσα, τοῦ ποιμένος τὸ θεῖον κάλλος ἐκραύγαζες. Ποῦ νῦν ποιμαίνεις Νυμφίε; ποῦ κοιτάζῃ εἰπὲ μοι; ἐπιποθῶ σου ἰδεῖν, τὴν ὑπερβάλλουσαν θέαν, καὶ φλέγομαι πάντοθεν.Ἐράσμιον τὸ κάλλος, τὸ ἐμὸν βοᾷ ὁ Νυμφίος, ζητοῦσα Σεμνή, ταῖς ἀρεταῖς λαμπρυνθεῖσα, εἰς οὐρανοὺς με σκόπει· ἐκεῖ ποιμαίνω ἐγώ, καὶ τὰ ἐμὰ προσκαλοῦμαι, ἑκάστοτε θρέμματα.Τρυγὼν ὡραιοτάτη, χελιδὼν λαμπροτάτη, καὶ νοητὴ ἀηδών, τῶν ἰξευτῶν διαδρᾶσα, τῶν νοητῶν παγίδας, ἐδείχθης Ξένη σεμνή, καὶ ἐναπόθετον κάλλος, Χριστοῦ ἀξιάγαστε.ΘεοτοκίονἈμήτορα τῶν ἄνω, ἐπ’ ἐσχάτων τοῖς κάτω τίκτεις ἀπάτορα, οὐσιωθέντα Παρθένε, τὸ ἡμέτερον ὅλον, δι’ εὐσπλαγχνίαν πολλήν, ὃν ἐκδυσώπει σωθῆναι, φθορᾶς τούς ὑμνοῦντάς σε.
Κανών α', ᾨδὴ ς', τῆς Ὁσίας
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἱλάσθητί μοι Σωτήρ· πολλαὶ γὰρ αἱ ἀνομίαι μου· καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι· πρὸς σὲ γὰρ ἐβόησα· καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου».Τὴν ξένην σου βιοτήν, καὶ ὑπὲρ ἄνθρωπον ἄσκησιν, δοξάζων ὁ διὰ σέ, ξενιτεύσας ἔνδοξε, σημείοις καὶ τέρασι, παραδόξοις, ὄντως, σὲ Ὁσία κατεκόσμησε.Τὸν ξενωθέντα μακράν, τῶν ἐντολῶν τοῦ Θεοῦ ἡμῶν, οἰκείωσόν με ταῖς σαῖς, Ὁσία δεήσεσι, καὶ ξένον με ποίησον, τῆς δεινῆς γεέννης, καὶ παθῶν συνεχόντων με.Τῷ κύκλῳ τῶν ἀρετῶν, καταστεφθεῖσα ἀνέδραμες, πρὸς ὃν ἐπόθεις Χριστόν, κύκλου δι’ ἀστέρων σε, ὑπὲρ νοῦν μηνύοντος, τοῖς ἐγγὺς καὶ πόρρω, ξενοτρόπως Ξένη ἔνδοξε.ΘεοτοκίονὉ νώτοις χερουβικοῖς ἀπεριγράπτως καθήμενος, περιγραπτὸς ἐν τῇ σῇ, κοιλίᾳ ἐνῴκησε, σαρκὶ οὐ θεότητι, καὶ ἐκ σοῦ προῆλθε, διασῴζων τὸ ἀνθρώπινον.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ἱλάσθητί μοι Σωτήρ· πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι· πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου».
Κοντάκιον
Ἦχος β'
Τοῖς τῶν αἱμάτων σου ΤΟ ΑΚΟΥΤΕ
Τὸ σὸν ξενότροπον Ξένη μνημόσυνον, ἐπιτελοῦντες οἱ πόθῳ τιμῶντές σε, ὑμνοῦμεν Χριστὸν τὸν ἐν ἅπασι, σοὶ παρέχοντα ἰσχὺν τῶν ἰάσεων· ὃν πάντοτε δυσώπει, ὑπὲρ πάντων ἡμῶν.
Ὁ Οἶκος
Ἵλεων Ξένη, τὸν ξενοτρόπως ἐκ Παρθένου τεχθέντα, ἐκδυσώπει Χριστὸν ἡμῖν γενέσθαι Ἀοίδιμε, τοῖς κατὰ χρέος σοι προσφοιτῶσιν ἐκ ψυχῆς καὶ καρδίας καθαρωτάτης, καὶ εὐσεβῶς τὴν σὴν μνήμην ὑμνῆσαι σπουδάζουσιν, ἣν πᾶσαι τῶν οὐρανῶν αἱ Δυνάμεις ἀξίως ἐτίμησαν, ὡς φωτοφόρον καὶ ἄμωμον καὶ ἁγίαν πανήγυριν, Ἔνδοξε, πρεσβεύουσα ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΚΔ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Μητρὸς ἡμῶν Ξένης καὶ τῶν δύω αὐτῆς θεραπαινίδων.ΣτίχοιἈποξενοῦται τοῦδε τοῦ βίου Ξένη,Οὗ ζώσα καὶ πρίν, ὡς ἀληθῶς ἦν ξένη.Θνῄσκουσιν ἄμφω τῆς Ξένης αἱ δουλίδες,Οὐ τῶν ἐκείνης ἀρετῶν οὖσαι ξέναι.Εἰκάδι οὐρανοῦ εἰς ξενίην Ξένη ἦλθε Τετάρτη.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Παύλου Παυσιρίου καὶ Θεοδοτίωνος, τῶν αὐταδέλφων.ΣτίχοιΠαυσίριον καὶ Παῦλον ἄμφω συγγόνους,Ποτάμιος ῥοῦς καὶ συνάθλους δεικνύει.Ἰδοὺ τράχηλος ἐλθέτω δὴ τὸ ξίφος,Θεὸν ποθῶν ἔκραζε Θεοδοτίων.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Βαβύλα, τοῦ ἐν Σικελίᾳ, καὶ Τιμοθέου καὶ Ἀγαπίου τῶν μαθητῶν αὐτοῦ.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μακεδονίου.ΣτίχοιΜονῶν ἀπείρων πατρικῆς σῆς οἰκίας,Μακεδόνιος Χριστὲ λαμβάνει μίαν.Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνακομιδὴ τῶν λειψάνων τοῦ ἁγίου Ὁσιομάρτυρος Ἀναστασίου τοῦ Πέρσου.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἑρμογένους καὶ Μηνᾶ, καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Φίλωνος, Ἐπισκόπου γενομένου τοῦ Καλπασίου· καὶ Μνήμη τοῦ Ὁσίου Πατρός ἡμῶν Φιλίππου Πρεσβυτέρου, καὶ τοῦ Ἁγίου Μάρτυρος Βαρσίμου, καὶ τῶν δύω αὐτοῦ ἀδελφῶν.ΣτίχοιΤοὺς τρεῖς Ἀδελφοὺς θεῖος εἷς συσχὼν πόθος,Θεῖον ποθεῖν ἔπειθεν ἐκ ξίφους τέλος.Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἑλλάδιος ὁ Κομενταρήσιος ξίφει τελειοῦται.ΣτίχοιὙπὸ ξίφος θεὶς Ἑλλάδιος αὐχένα,Ἑλληνικῆς ἔπαρσιν ᾔσχυνε πλάνης.Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Ζωσιμᾶς ἐν εἰρήνῃ τελειοῦται.ΣτίχοιΤὶς τοὺς μακρούς σου Ζωσιμᾶ φράσει πόνους;Καὶ τὶς θανόντος τῶν πόνων σου τὰ στέφη;Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, πλησίον τοῦ τάφου.Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Κανών α', ᾨδὴ ζ', τῆς Ὁσίας
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ τοὺς Παῖδας δροσίσας ἐν καμίνῳ, καὶ παρθένον φυλάξας μετὰ τόκον, τὴν σὲ τεκοῦσαν, εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν».Τοῖς σπαργάνοις ἡ Ῥώμη ἐκκαυχᾶται, ἡ δὲ Μύλασσα πλέον τοῖς λειψάνοις, ἐξ ὧν πηγάζεις θαύματα, τοῖς πιστοῖς Θεονύμφευτε.Ποταμὸς ἀνεδείχθης ἰαμάτων, παθημάτων θαλάσσας κατακλύζων, τῶν μελῳδούντων ᾄσμασι, τὸν Θεὸν τῶν Πατέρων ἡμῶν.Κατεκοίμισας πάθη ψυχοφθόρα, ἐν πολλαῖς ἀγρυπνίαις Μακαρία, καὶ τὸν δικαίοις ὕπνον ὕπνωσας, ὑπὲρ τοῦ κόσμου πρεσβεύουσα.ΘεοτοκίονΤὸν ἐκ σοῦ σαρκωθέντα ὑπὲρ λόγον, δυσωποῦσα μὴ παύσῃ Θεοτόκε, ἐκ τῶν παγίδων ῥύσασθαι, τοῦ ἐχθροῦ τὰς ψυχὰς ἡμῶν.
Κανών α', ᾨδὴ η', τῆς Ὁσίας
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ στεγάζων ἐν ὕδασι, τὰ ὑπερῷα αὐτοῦ· ὁ τιθεὶς θαλάσσῃ ὅριον ψάμμον, καὶ συνέχων τὸ πᾶν, σὲ ὑμνεῖ ἥλιος, σὲ δοξάζει σελήνη, σοὶ προσφέρει ὕμνον πᾶσα κτίσις, τῷ Δημιουργῷ, καὶ Κτίστῃ εἰς τοὺς αἰῶνας».Ἁρμοσθεῖσα γέγραπται, ἑνὶ ἀνδρὶ τῶ Χριστῷ, τῷ ὡραίῳ κάλλει πᾶσαν ἰδέαν, ἀρετῶν εὐσεβῶς, ἤσκησας Ἔνδοξε, καὶ πρὸς θάλαμον θεῖον, εἰσῳκίσθης προῖκα δεξαμένη, χάριν ἰαμάτων, εἰς πάντας τοὺς αἰῶνας.Ἡ ψυχή μου ὀπίσω σου, προσεκολλήθη Χριστέ, ἀνεβόας πόθῳ, ὡς γῆ διψῶσα· σὲ τὸ ὕδωρ τὸ ζῶν, ἐκζητῶ Κύριε· σοὶ τοὺς ὄμβρους προσφέρω τῶν δακρύων· σῆς ἀγάπης ῥεῖθρα, πότισόν με Σῶτερ, εἰς πάντας τοὺς αἰῶνας.Ὡραιώθης ποθήσασα, τὸ ὄντως ὂν ἐφετόν, ἐδοξάσθης Κόρη δεδοξασμένῳ κολληθεῖσα Χριστῷ· σὺ χορὸν ἅγιον, προσηγάγω Παρθένων, τῷ Σωτῆρι σὲ μιμησαμένων, μεθ’ ὧν εἰς τὰς ἄνω, χορεύεις κατοικίας.ΘεοτοκίονΜονὴν σε ἐξελέξατο, καὶ καλλονὴν Ἰακώβ, τοῦ Πατρὸς ὁ Λόγος, καὶ σοῦ ἐν μέσῳ κατεσκήνωσε· καὶ ὡς ηὐδόκησεν, ὑπὲρ πάντας ὡραῖος, τοὺς ἀνθρώπους Πάναγνε προῆλθε, τὴν ἀμαυρωθεῖσαν, ἡμῶν καθᾶραι φύσιν.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ὁ στεγάζων ἐν ὕδασι, τὰ ὑπερῷα αὐτοῦ· ὁ τιθεὶς θαλάσσῃ ὅριον ψάμμον, καὶ συνέχων τὸ πᾶν· σὲ ὑμνεῖ ἥλιος, σὲ δοξάζει σελήνη, σοὶ προσφέρει ὕμνον πᾶσα κτίσις, τῷ Δημιουργῷ, καὶ Κτίστῃ εἰς τοὺς αἰῶνας».
Κανών α', ᾨδὴ θ', τῆς Ὁσίας
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Εὐλογητὸς Κύριος, ὁ Θεὸς τοῦ Ἰσραήλ, ὁ ἐγείρας κέρας σωτηρίας ἡμῖν, ἐν οἴκῳ Δαυῒδ τοῦ παιδὸς αὐτοῦ· ἐν οἷς ἐπεσκέψατο ἡμᾶς, Ἀνατολὴ ἐξ ὕψους, καὶ κατεύθυνεν ἡμᾶς, εἰς ὁδὸν εἰρήνης».Δι’ ἀσθενείας Ἔνδοξε, τὸν ἀνίσχυρον ἐχθρόν, ἐτροπώσω ξένην μετελθοῦσα ζωήν, καὶ πάθη σαρκὸς θανατώσασα· καὶ νῦν οὐρανοὺς περιπολεῖς, ἔνθα τὸ σὸν ὑπῆρχεν, ἀληθῶς πολίτευμα, ὡς Ἁγνὴ Παρθένος.Εὐλογητὸς Κύριος, ὁ λιμένα γαληνόν, ἰαμάτων δείξας τὴν σεπτήν σου σορόν, τοῖς ἀεὶ κινδυνεύουσι πελάγει, καὶ ζάλῃ τῶν παθῶν, Μοναζουσῶν τὸ κλέος, καὶ Παρθένων καύχημα, θεοφόρε Ξένη.Τῶν ἐφετῶν τὸ ἀκρότατον, καθαρώτερον ὁρᾷς, θεουμένη λάμψεσι ταῖς θείαις Ἁγνή· Ὁρᾷς δὲ ἃ βλέπουσιν Ἄγγελοι· χορεύεις σὺν πᾶσιν ἐκλεκτοῖς ἁμαρτημάτων λύσιν, αἰτουμένη πάντοτε, τοῖς σὲ εὐφημοῦσιν.Ὡς παρθενίας τέμενος, ὡς ἁγνὴν περιστεράν, ὡς τρυγόνα ἄμωμον, ὡς νύμφην Χριστοῦ, ὡραίαν καλὴν σε καὶ ἄμεμπτον, ὡς ἄγαλμα θείων ἀρετῶν, ὡς κῆπον κεκλεισμένον, οἱ πιστοὶ γεραίρομεν, θεοφόρε Ξένη.ΘεοτοκίονῬήμασι σοῖς ἑπόμενοι, γενεαὶ τῶν γενεῶν, Μαρία σε μακαρίζομεν ἀεί· Θεὸν γὰρ τὸν ὄντως μακάριον, ἐκύησας ἄχραντε Ἁγνή, τὸν πάντας μακαρίους, τοὺς αὐτῷ δουλεύοντας ἀψευδῶς ποιοῦντα.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Εὐλογητὸς Κύριος, ὁ Θεὸς τοῦ Ἰσραήλ, ὁ ἐγείρας κέρας σωτηρίας ἡμῖν, ἐν οἴκῳ Δαυῒδ τοῦ παιδὸς αὐτοῦ· ἐν οἷς ἐπεσκέψατο ἡμᾶς, Ἀνατολὴ ἐξ ὕψους, καὶ κατεύθυνεν ἡμᾶς, εἰς ὁδὸν εἰρήνης».
Ἐξαποστειλάριον
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Ξενίαν τὴν οὐράνιον, ποθοῦσα Ξένη πάνσεμνε, ξένην σαυτὴν θεοφόρε, πατρίδος πλούτου καὶ γένους, φιλευσεβῶς πεποίηκας· τὸν σταυρόν σου δὲ ἄρασα, Χριστῷ προθύμως ἔδραμες, τῷ ξενοτρόπως ἐλθόντι, σῶσαι βροτοὺς ἐκ Παρθένου.
Θεοτοκίον
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Ὡράθης ὑπερέχουσα, τῶν Ποιημάτων Δέσποινα, σαρκὶ τεκοῦσα Παρθένε, Θεὸν τῶν ὅλων καὶ Κτίστην, οὗ τῷ Σταυρῷ ῥωννύμεναι, γυναῖκες αἱ θεόφρονες, νεανικῶς ἠρίστευσαν, μεθ' ὧν σε πάντες ὑμνοῦμεν, εὐλογημένη Μαρία.
| TA ΜΗΝΑΙΑ | Ιανουάριος | 24 |
Jan 25
Τῌ ΚΕ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥΜνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Γρηγορίου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως, τοῦ Θεολόγου.
ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσιν ΤΟ ΑΚΟΥΤΕ
Θεολόγῳ σου στόματι, Θεολόγε Γρηγόριε, Θεολόγῳ γλώττῃ τε ἐφανέρωσας, τὸν ἐν Τριάδι ὑμνούμενον, Θεὸν ὁμοούσιον, τὸν Πατέρα καὶ Υἱόν, καὶ τὸ Πνεῦμα τὸ Ἅγιον· καὶ ἐξήρανας, τὴν μωρίαν τῶν Ἑλλήνων καὶ τὸ ψεῦδος, τὴν ἀλήθειαν κηρύττων, τοῖς θεοφθόγγοις σου ῥήμασι.
Ἦχος δ'
Καὶ τὸ εἶδός σου τίμιον, ἡ μορφή τε αἰδέσιμος, Ἱερὲ Γρηγόριε· διὰ τοῦτό σε, χαρμονικοῖς μελῳδήμασι, τιμῶμεν καὶ λέγομεν· Χαίροις ἄστρον νοητόν, καταυγάζον τὰ πέρατα, τῇ λαμπρότητι, τῶν σοφῶν σου ῥημάτων, χαίροις σάλπιγξ, ἡ κηρύττουσα τῷ κόσμῳ, τοῦ Ἰησοῦ τὰ ἐντάλματα.
Ἦχος δ'
Τὸ πολύφωνον ὄργανον, τὴν κιθάραν τὴν ἔμμουσον, λιγυρὰν κινύραν τε τὴν ἡδύπνοον, Ἱεραρχῶν τὸν ὑπέρτατον, τὸν μέγαν Διδάσκαλον, Ἐκκλησίας τοῦ Χριστοῦ, ἐπαινέσωμεν μέλποντες· Χαίροις χάριτος, τῆς ἐνθέου τὸ βάθος, χαίροις ὕψος, οὐρανίων νοημάτων, Πατὴρ Πατέρων Γρηγόριε.
Ἦχος δ'
Τῇ σφενδόνῃ τῶν λόγων σου τῶν ἐνθέων θεόπνευστε, κραταιῶς πανένδοξε ἐσφενδόνησας, καθάπερ λύκον τὸν Ἄρειον, καὶ πόρρω ἐδίωξας, ἐκ τῆς ποίμνης τοῦ Χριστοῦ, ὁ Ποιμὴν ὁ πανάριστος, τὰ σὰ πρόβατα, περιθάλπων τῇ χλόῃ τῆς Τριάδος· διὰ τοῦτό σε τιμῶμεν Ποιμὴν Ποιμένων Γρηγόριε.
Ἦχος δ'
Ποίοις λόγοις Ἰσάγγελε, ἐγκωμίων σε στέψωμεν, τὸν ἐν γῇ βιώσαντᾳ, ὑπὲρ ἄνθρωπον, τοῦ Θεοῦ Λόγου τὸν κήρυκα, τὸν φίλον τὸν γνήσιον, τῆς Παρθένου καὶ Ἁγνῆς, Ἀποστόλων τὸν σύνθρονον, τῶν Μαρτύρων τε, καλλονὴν καὶ Ὁσίων, θεῖον λάτριν τῆς ἀνάρχου θεαρχίας, Ἀρχιερεῦ ἁγιώτατε;
Ἦχος δ'
Εἰς τὰ ἄνω βασίλεια, ἀνελθὼν ὡς ἐπόθησας, ἀμοιβὰς τῶν πόνων σου νῦν ἀπέλαβες, παρὰ Χριστοῦ τοῦ Παντάνακτος, παμμάκαρ Γρηγόριε, οὗ ἐνώπιον ἑστώς, ἡμῶν Πάτερ μνημόνευε, τῶν τελούντων σου, τὴν ὑπέρλαμπρον, μνήμην· ὅπως τούτων, καὶ ἡμεῖς ἀξιωθῶμεν, οἱ τὸν Χριστὸν Θεὸν σέβοντες.
Δόξα... Ἦχος πλ. β'
Ἱεραρχῶν τὸν ἀρχηγόν, Πατριαρχῶν τὸ γέρας, τὸν μύστην τῶν δογμάτων, καὶ ἐννοιῶν Χριστοῦ, νοῦν τὸν ἀκρότατον, συνελθόντες ὦ θεόφρονες, πνευματικοῖς ἐγκωμίοις, αἰνέσωμεν λέγοντες· Χαίροις θεολογίας πηγή, σοφίας ποταμέ, καὶ βρύσις θείας γνώσεως· Χαίροις ἀστὴρ φαεινότατε, ὅτι τὸν κόσμον ἅπαντα, καταυγάζεις σοῖς δόγμασι· Χαίροις τῆς εὐσεβείας, ὑπέρμαχος ὁ μέγας, καὶ τῆς ἀσεβείας, διώκτης ὁ γενναῖος. Ἀλλ' ὦ πάνσοφε Θεολόγε Γρηγόριε, μὴ παύσῃ πρεσβεύων Χριστῷ τῶ Θεῷ, ὑπέρ τῶν πίστει καὶ πόθῳ τελούντων ἀεί, τὴν θεάρεστον καὶ σεβάσμιον μνήμην σου.
Καὶ νῦν... Ἦχος πλ. β'
Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς. Σὲ ἱκετεύομεν, πρέσβευε, Δέσποινα, μετὰ τῶν Ἀποστόλων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.
Ἦχος β'
Οἶκος τοῦ Ἐφραθᾶ ΤΟ ΑΚΟΥΤΕ
Δεῦτε οἱ ἐρασταί, σοφίας τῆς ἐνθέου, τὸν θεῖον Θεολόγον, ὑμνήσωμεν βοῶντες· Χαίροις σοφὲ Γρηγοριε.Στίχ. Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Ἦχος β'
Στόμα τὸ ἱερόν, τὴν θεολόγον γλῶσσαν, τὸν νοῦν τὸν θεῖον πάντες, τοῦ σοφοῦ Γρηγορίου, αἰνέσωμεν θεόφρονες.Στίχ. Ἀκούσατε ταῦτα, πάντα τὰ Ἔθνη, ἐνωτίσασθε πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην.
Ἦχος β'
Τράπεζαν μυστικήν, ηὐτρέπισε τοῖς πᾶσι, τῶν θείων αὐτοῦ λόγων, Γρηγόριος ὁ μέγας· δεῦτε πιστοὶ τρυφήσωμεν.
Δόξα... Ἦχος β'
Οἶκος τοῦ Ἐφραθᾶ ΤΟ ΑΚΟΥΤΕ
Τριάδα τὴν σεπτήν, Πατέρα Λόγον Πνεῦμα, ὁ θεῖος Θεολόγος, ἐδίδαξε πιστεύειν, ἕνα Θεὸν ἀχώριστον.
Καὶ νῦν... Ἦχος β'
Οἶκος τοῦ Ἐφραθᾶ ΤΟ ΑΚΟΥΤΕ
Μητέρα σε Θεοῦ, Θεὸν δὲ τὸν Υἱόν σου, ὁ μέγας Θεολόγος, ἐδίδαξε πιστεύειν, Μαρία Μητροπάρθενε.
Ἀπολυτίκιον
Ἦχος α' ΤΟ ΑΚΟΥΤΕ
Ὁ ποιμενικὸς αὐλὸς τῆς θεολογίας σου, τὰς τῶν ῥητόρων ἐνίκησε σάλπιγγας· ὡς γὰρ τὰ βάθη τοῦ Πνεύματος ἐκζητήσαντι, καὶ τὰ κάλλη τοῦ φθέγματος προσετέθη σοι· Ἀλλὰ πρέσβευε Χριστῷ τῷ Θεῷ, Πάτερ Γρηγόριε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Στιχολογοῦμεν τὴν α' στάσιν τοῦ, Μακάριος ἀνήρ. Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.
Στιχηρὰ Προσόμοια
Ἦχος α'
Πανεύφημοι Μάρτυρες ΤΟ ΑΚΟΥΤΕ
Πάτερ Γρηγόριε τὰ σά, χείλη οὐχ ὁ πρόξενος, τῆς λήθης τάφος ἐκάλυψε· θεολογίας γάρ, ἀνεδείχθης στόμα, εὐσεβείας δόγματα, καὶ νῦν τῇ οἰκουμένῃ φθεγγόμενος· διὸ ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Ἦχος α'
Πάτερ Γρηγόριε σοφῶς, τῆς σαρκὸς ἐξέκλινας, τὸ δυσμενὲς καὶ ἐπίβουλον· οὐρανοδρόμῳ τε, ἐπιβὰς τεθρίππῳ, ἀρετῶν ὀχήματι, ἀνέπτης πρὸς τὸ κάλλος τὸ ἄρρητον, οὗ ἐμφορούμενος, νῦν βραβεύεις ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Ἦχος α'
Πάτερ Γρηγόριε Θεοῦ, καὶ ἀνθρώπων γέγονας, πιστὸς μεσίτης τῇ χάριτι· καὶ νῦν εὐΐλατον, εὐπαρρησιάστοις, προσευχαῖς τιθεὶς ἡμῖν, Χριστὸν μὴ διαλίπῃς πρός Κύριον, πρεσβεύων Ὅσιε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Ἔτερα Στιχηρὰ Προσόμοια
Ἦχος β'
Ποίοις εὐφημιῶν ΤΟ ΑΚΟΥΤΕ
Δεῦτε, ἐν ἱεροῖς μέλεσιν, εὐφημήσωμεν τὸν θεηγόρον, τὸ γρήγορον ὄμμα τῆς χάριτος, καὶ πάνσοφον στόμα τοῦ Πνεύματος· τὸν λαμπρὸν φωστῆρα οἰκουμένης, τὸ μέγα τῆς Ἐκκλησίας περιήχημα, τὸ κλέος ὀρθοδοξίας τὸ πανθαύμαστον, θεολογίας τὴν βρύσιν· τῶν θείων δογμάτων, τὸν ἀέναον ποταμόν, τὴν πηγὴν τὴν βρύουσαν, ἀμβροσίας θεῖα νάματα.
Ἦχος β'
Πόθῳ, πνευματικῷ σήμερον, ἀνυμνήσωμεν τὸν Ἱεράρχην, τὸν τῶν Ἀποστόλων ὁμότροπον, καὶ τῆς εὐσεβείας ὑπέρμαχον, τῆς θεηγορίας τὴν πλημμύραν, τὸ ῥεῦμα τῆς διδασκαλίας τὸ ἡδύτατον, τῶν λόγων τῶν ὑψηγόρων τὴν ἀσφάλειαν, τὰ οὐρανόβροντα χείλη· τὴν πυρίπνουν γλῶσσαν, τῆς σοφίας τὸν θησαυρόν, τοῦ Λόγου τὸν κήρυκα, τῶν Πιστῶν τὸ ἐγκαλλώπισμα.
Ἦχος β'
Ὕμνοις χρεωστικοῖς ἅπαντες, ἐπαινέσωμεν τὸν Θεολόγον· τοῦ Χριστοῦ τῆς ποίμνης τὸν φύλακα, ἀγρευτὴν τῶν λύκων δὲ πάνσοφον, ζιζανίων νόθων ἐλατῆρα· σπορέα ὀρθῶν δογμάτων τὸν πανθαύμαστον, διώκτην αἱρετιζόντων ἰσχυρότατον, τὸν ἐπαυξήσαντα ὄντως, ἐγρηγόρσει θείᾳ, τοῦ Χριστοῦ τὰ τάλαντα ὡς εἰκός, καὶ κόσμον φωτίσαντα, διδαχῶν θείαις λαμπρότησι.
Δοξαστικὸν
Ἦχος πλ. δ'
Ἡ γρήγορος γλῶσσά σου πρὸς διδασκαλίαν, ἐν τοῖς ὠσὶ τῶν καρδιῶν ἐνηχοῦσα, τὰς τῶν ῥαθύμων ψυχὰς διανίστησι· καὶ θεοφθόγγοις ῥήμασι, κλῖμαξ εὑρίσκεται τούς ἐκ γῆς πρὸς οὐρανὸν ἀναφέρουσα. Διὸ Γρηγόριε Θεολόγε, μὴ παύσῃ πρεσβεύων Χριστῷ τῷ Θεῷ, ἐκ κινδύνων σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον
Ἦχος πλ. δ'
Ὁ Βασιλεὺς τῶν οὐρανῶν, διὰ φιλανθρωπίαν, ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη· ἐκ Παρθένου γὰρ ἁγνῆς, σάρκα προσλαβόμενος, καὶ ἐκ ταύτης προελθών, μετὰ τῆς προσλήψεως, εἷς ἐστιν Υἱός, διπλοῦς τὴν φύσιν, ἀλλ’ οὐ τὴν ὑπόστασιν. Διὸ τέλειον αὐτὸν Θεόν, καὶ τέλειον ἄνθρωπον, ἀληθῶς κηρύττοντες, ὁμολογοῦμεν Χριστὸν τὸν Θεὸν ἡμῶν ὃν ἱκέτευε Μήτηρ ἀνύμφευτε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Παροιμιῶν τὸ Ἀνάγνωσμα(Κεφ. 10, 67 & 3, 1316 & 8,... )Μνήμη δικαίου μέτ’ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς εἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν, πᾶν δὲ τίμιον, οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ. Καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν· ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν, σεμνὰ γὰρ ἐρῶ· καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἑβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα(Κεφ. 4, 715)Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δὲ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα(Ἐκλογὴ)Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας· στόμα σοφῶν μελετᾷ σοφίαν. Δικαιοσύνη δὲ ρύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρός δικαίου, οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν· καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διὰ Παντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν, ὁ ὀρθρίσας πρὸς αὐτήν, οὐ κοπιάσει· καὶ ὁ ἀγρυπνήσας δι’αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς, καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ· ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν· μύστις γὰρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσιν ἀρεταί· σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδὲν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ δὲ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν· ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων. Καὶ πᾶσι σύμβουλός ἐστιν ἀγαθή· ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγων αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας. Θεὲ πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν Κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δὸς μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων σου· ὅτι ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου, καὶ ἀπὸ θρόνου δόξης σου· ἵνα συμπαροῦσά μοι διδάξῃ με, τὶ εὐάρεστόν ἐστι παρὰ σοί, καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοί, καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.
Εἰς τὴν Λιτήν, Στιχηρά, ἰδιομελα.Ἦχος α' ἈνατολίουἘνθέοις πράξεσι, τὸ σῶμα σὺν τῇ ψυχῇ, νομίμως προκαθηράμενος, τῷ τῆς θεολογίας ὄρει προσέβης, τὰ θεῖα μυσταγωγούμενος, Θεοφάντορ Γρηγόριε· καὶ τὸν ἄδυτον ὑπελθὼν γνόφον, τὴν θεοτύπωτον ἐδέξω νομοθεσίαν, ὁμοούσιον, ἐγγεγραμμένην Τριάδα· ἣν προσκυνοῦντες διὰ σοῦ, ἀνυμνοῦντες λέγομεν· Ἡ ἐν Τριάδι γινωσκομένη Μονὰς ἐλέησον ἡμᾶς.Ὁ αὐτὸςΛόγῳ Θεοῦ ἀνοίξας τὸ στόμα σου, τὸ τῆς σοφίας εἵλκυσας Πνεῦμα· καὶ πλήρης χάριτος γενόμενος, τὰ θεῖα ἐβρόντησας δόγματα, τρισμάκαρ Γρηγόριε, καὶ ταῖς Ἀγγελικαῖς συμμυηθεὶς δυνάμεσι, τὸ τρισσὸν ἐκήρυξας φάος καὶ ἀμέριστον· διὸ ταῖς σαῖς ἐλλαμφθέντες θεηγορίαις, Τριάδα προσκυνοῦμεν, ἐν μιᾷ θεότητι γνωριζομένην, εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.Ὁ αὐτὸςΤῇ πυρίνῃ γλώσσῃ σου θεορρῆμον Γρηγόριε, τὰς θεομάχους ἐνέπρησας, τῶν αἱρετιζόντων γλωσσαλγίας· θεῖον ὡς ἀληθῶς ἀνεδείχθης στόμα, ἐν Πνεύματι λαλῆσαν, τὰ μεγαλεῖα τοῦ Θεοῦ, καὶ γράμμασι διατυπῶσαν, τὴν τῆς κρυφιομύστου Τριάδος, ὁμοδύναμον οὐσίαν· καὶ τὸ τρισήλιον φῶς, κατέλαμψας τὸν περίγειον κόσμον, καὶ πρεσβεύεις ἀπαύστως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.Δόξα... Ἦχος α' Ἐνθέοις πράξεσι, τὸ σῶμα σὺν τῇ ψυχῇ, νομίμως προκαθηράμενος, τῷ τῆς θεολογίας ὄρει προσέβης, τὰ θεῖα μυσταγωγούμενος, Θεοφάντορ Γρηγόριε, καὶ τὸν ἄδυτον ὑπελθὼν γνόφον, τὴν θεοτύπωτον ἐδέξω νομοθεσίαν, ὁμοούσιον, ἐγγεγραμμένην Τριάδα, ἣν προσκυνοῦντες διὰ σοῦ, ἀνυμνοῦντες λέγομεν, Ἡ ἐν Τριάδι γινωσκομένη Μονὰς ἐλέησον ἡμᾶς.Καὶ νῦν... ΘεοτοκίονἉμαρτωλῶν τὰς δεήσεις προσδεχομένη, καὶ θλιβομένων στεναγμὸν μὴ παρορῶσα, πρέσβευε τῷ ἐξ ἀγνῶν λαγόνων σου, σωθῆναι ἡμᾶς, Παναγία Παρθένε.
Εἰς τὸν Στίχον, Στίχ. Προσόμοια.Ἦχος πλ. α'Χαίροις ἀσκητικῶν ἀληθῶς ΤΟ ΑΚΟΥΤΕΧαίροις θεολογίας πηγή, καὶ θεωρίας ὑψηλῆς ἐνδιαίτημα· τὸν ἄνω βυθὸν γὰρ Πάτερ, μετ’ εὐσεβοῦς λογισμοῦ, ἐρευνήσας πᾶσι διετράνωσας, τρισὶν ἐν Ἡλίοις, μίαν φωτὸς εἶναι σύγκρασιν, ἑνιζομένην, τῷ ταυτῷ τῆς Θεότητος, τρισσουμένην δέ, ταῖς σεπταῖς ὑποστάσεσι· βίου μὲν καθαρότητι, λαμπρότητι λόγων δέ, σέβειν διδάσκων Τριάδα, τὴν παναγίαν Θεόπνευστε· παρ’ ἧς ἐκπεμφθῆναι ταῖς ψυχαῖς ἡμῶν δυσώπει, τὸ μέγα ἔλεος.Στίχ. Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.Αἴγλῃ θεολογίας τῆς σῆς, τὴν τῶν αἱρέσεων σκοτόμαιναν ἔλυσας· πηγὴν γὰρ ἀπαυγασμάτων, θεοσεβεῖ λογισμῷ, Θεολόγε φθάσας καὶ θεόφρονι, αὐγαῖς ταῖς ἐκεῖθεν, ἐκδιδομέναις ὡμίλησας· διαφανὲς γάρ, τὸν σὸν νοῦν ὥσπερ ἔσοπτρον, ἐργασάμενος, τὸ τρισσὸν τῆς Θεότητος, Πάτερ φῶς καὶ ἀμέριστον, ἐδέξω λαμπρότατα, καὶ τήν ἀκτῖνα πλουσίως, τὴν ἑνιαίαν ἐχώρησας· ἣν νῦν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.Στίχ. Στόμα δικαίου μελετήσει σοφίαν, καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν.Χαίροις ὁ ποταμὸς τοῦ Θεοῦ, ὁ ἀεὶ πλήρης τῶν ὑδάτων τῆς χάριτος, ὁ πᾶσαν εὐφραίνων πόλιν, τοῦ Βασιλέως Χριστοῦ, τοῖς ἐνθέοις λόγοις καὶ διδάγμασι, τρυφῆς ὁ χειμάρρους, τὸ ἀνεξάντλητον πέλαγος· ὁ τῶν δογμάτων, ἀκριβὴς φύλαξ ἔννομος· ὁ θερμότατος, τῆς Τριάδος ὑπέρμαχος, ὄργανον τὸ τοῦ Πνεύματος, ὁ νοῦς ὁ ἐγρήγορος· εὔηχος γλῶσσα τὸ βάθος, τὸ τῶν Γραφῶν ἑρμηνεύουσα, Χριστὸν νῦν δυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Δοξαστικὸν
Ἦχος πλ. δ'
Τὰς καρδίας τῶν πιστῶν, γεηπονῶν τῇ γλώσσῃ σου Γρηγόριε, εὐσεβείας ἐν αὐταῖς, ἀειθαλεῖς ἐβλάστησας καρποὺς τῷ Θεῷ, τὰς ἀκανθώδεις αἱρέσεις πρόρριζον ἐκτεμών, καὶ κοσμῶν τοὺς λογισμοὺς καθαρότητι. Διὸ δεχόμενος ἡμῶν τὰ ἐγκώμια, ἡ θεία λύρα, ὁ γρήγορος ὀφθαλμός, τῶν ποιμένων ὁ Ποιμήν, ὁ τῶν λύκων ἀγρευτής, πρέσβευε ἐκτενῶς, Θεολόγε τῷ Λόγῳ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Θεοτοκίον
Ἦχος πλ. δ'
Τὶ ὑμᾶς καλέσωμεν ΤΟ ΑΚΟΥΤΕ
Πάντων ἡ ἀντίληψις Δέσποινα, κλονουμένῳ μοι Παρθένε, ἐκ τοῦ σκότους τῶν δεινῶν, ταῖς τοῦ βίου τρικυμίαις, ποντουμένῳ τε ἀεί, ῥανίδα, τοῦ ἐλέους σου κατάπεμψον, καὶ χεῖρα, βοηθείας σου παράσχου μοι· καὶ τῆς μερίδος ἀξίωσον, τῶν ἐκλεκτῶν, καὶ δικαίων με, ὡς ἄβυσσον, τετοκυῖα τοῦ ἐλέους Ἁγνή.
Ἀπολυτίκιον
Ἦχος α' ΤΟ ΑΚΟΥΤΕ
Ὁ ποιμενικὸς αὐλὸς τῆς θεολογίας σου, τὰς τῶν ῥητόρων ἐνίκησε σάλπιγγας· ὡς γὰρ τὰ βάθη τοῦ Πνεύματος ἐκζητήσαντι, καὶ τὰ κάλλη τοῦ φθέγματος προσετέθη σοι· Ἀλλὰ πρέσβευε Χριστῷ τῷ Θεῷ, Πάτερ Γρηγόριε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα
Ἦχος γ'
Θείας Πίστεως ΤΟ ΑΚΟΥΤΕ
Θείαν ἔλλαμψιν κεκληρωμένος, βίον ἄϋλον ἐξησκημένος, ὁμωνύμῳ ἱερατείᾳ διέπρεψας· ὑπερφυῶς γὰρ τρανώσας τὰ δόγματα, ὀρθοδοξίᾳ τὴν πίστιν ἐστήριξας, Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.Δόξα... τὸ αὐτὸΚαὶ νῦν... ΘεοτοκίονΘείας φύσεως οὐκ ἐχωρίσθη, σάρξ γενόμενος ἐν τῇ γαστρί σου, ἀλλὰ Θεὸς ἐνανθρωπήσας μεμένηκεν, ὁ μετὰ τόκον Μητέρα Παρθένον σε, ὡς πρὸ τοῦ τόκου φυλάξας πανάμωμον, μόνος Κύριος. Αὐτὸν ἐκτενῶς ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα
Ἦχος πλ. α'
Τὸν συνάναρχον Λόγον ΤΟ ΑΚΟΥΤΕ
Γρηγορήσας τῷ λόγῳ τῆς ἀληθείας Χριστοῦ, τῆς Τριάδος τὸ κράτος ἐθεολόγησας· τὴν Ἀρείου δυσσεβῆ καὶ παράνομον, κακοδοξίαν καθελών, ὡς εὐσεβείας ἀριστεύς, καὶ πρόμαχος Ἱεράρχα, ἐφώτισας τοὺς ἐν σκότει, τῆς ἀγνωσίας καθεύδοντας.Δόξα... τὸ αὐτὸΚαὶ νῦν... ΘεοτοκίονΤῆς ψυχῆς μου τὰ πάθη τὰ πολυώδυνα, καὶ σαρκός μου τὰς νόσους ἐν τάχει ἴασαι, τὰς τοῦ νοός μου ἐκτροπάς, στῆσον Πανάμωμε· καὶ ἐν γαλήνῃ λογισμῶν, εὐχάς προσφέρειν καθαράς, τῷ Βασιλεῖ τῶν ἁπάντων, ἀξίωσον Θεοτόκε, καὶ ἐξαιτεῖσθαι πταισμάτων ἄφεσιν.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα
Ἦχος πλ. δ'
Τὴν Σοφίαν καὶ Λογον ΤΟ ΑΚΟΥΤΕ
Στηλιτεύων τὴν πλάνην τῶν δυσσεβῶν, τὰς Γραφὰς διανοίγων θεοπρεπῶς, ἐξέπεμψας δόγματα, ὑπὲρ μέλι ἡδύνοντα, τῶν πιστῶν τὰς καρδίας, σαφῶς ἀξιάγαστε, τῇ Τριάδι λατρεύειν, ἐν Μονάδι Θεότητος· ὅθεν τοῦ Σωτῆρος, τὴν μορφὴν ἐν εἰκόνι προέστησας ἀσπάζεσθαι, σχετικῶς τὸ ἀνθρώπινον. Θεολόγε Γρηγοριε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.Δόξα... τὸ αὐτὸΚαὶ νῦν... ΘεοτοκίονΔεῦτε πάντα τὰ Ἔθνη θεοπρεπῶς, τὴν Μητέρα τοῦ πάντων Δημιουργοῦ, ὑμνήσωμεν λέγοντες· Χαῖρε θρόνε πυρίμορφε, τοῦ τῶν ὅλων δεσπόζοντος, Ἰησοῦ τοῦ Παντάνακτος, χαῖρε μόνη Κυρία, τοῦ κόσμου πανάχραντε· χαῖρε τὸ δοχεῖον, τῆς ἁγίας Τριάδος, Πατρὸς Υἱοῦ τε καὶ Πνεύματος, τὸ λαμπρὸν καὶ ἀκήρατον, Μαριὰμ Ἀειπάρθενε, Θεότοκε πανύμνητε, χαῖρε πάνσεμνε Νύμφη ἡλιοστόλιστε, χαῖρε πάντων χαρὰ τῶν ὑμνούντων σε.
Προκείμενον Ἦχος δ' Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.Στίχ. Ἀκούσατε ταῦτα, πάντα τὰ Ἔθνη, ἐνωτίσασθε πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην.
Δόξα... Ἦχος β' Ταῖς τοῦ Ἱεράρχου...Καὶ νῦν... Ταῖς τῆς Θεοτόκου...Εἶτα τὸ ἰδιόμελον, Ἦχος πλ. β'Ὅσιε τρισμάκαρ, ἁγιώτατε Πάτερ, ὁ Ποιμὴν ὁ καλός, καὶ τοῦ Ἀρχιποίμενος Χριστοῦ Μαθητής, ὁ τιθεὶς τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων· αὐτὸς καὶ νῦν Πανεύφημε, Θεολόγε Γρηγόριε, αἴτησαι πρεσβείαις σου, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.
Κανών α', ᾨδὴ α', τῆς Θεοτόκου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν αἰγυπτίαν μοχθηρίαν διαφυγών, ὁ Ἰσραηλίτης ἀνεβόα· τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν.Πολλοῖς συνεχόμενος πειρασμοῖς, πρὸς σὲ καταφεύγω, σωτηρίαν ἐπιζητῶν· Ὦ Μῆτερ τοῦ Λόγου καὶ Παρθένε, τῶν δυσχερῶν καὶ δεινῶν με διάσωσον.Παθῶν με ταράττουσι προσβολαί, πολλῆς ἀθυμίας, ἐμπιπλῶσαί μου τὴν ψυχήν, εἰρήνευσον, Κόρη, τῇ γαλήνῃ, τῇ τοῦ Υἱοῦ καὶ Θεοῦ σου, Πανάμωμε.Σωτῆρα τεκοῦσάν σε καὶ Θεόν, δυσωπῶ, Παρθένε, λυτρωθῆναί με τῶν δεινῶν· σοὶ γὰρ νῦν προσφεύγων ἀνατείνω, καὶ τὴν ψυχὴν καὶ τὴν διάνοιαν.Νοσοῦντα τὸ σῶμα καὶ τὴν ψυχήν, ἐπισκοπῆς θείας, καὶ προνοίας τῆς παρὰ σοῦ, ἀξίωσον, μόνη Θεομῆτορ, ὡς ἀγαθὴ ἀγαθοῦ τε λοχεύτρια.
Ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς.Τὸν θεορήμονα Γρηγόριον τὸν ἀοίδιμον ᾄδω.Ποίημα Θεοφάνους.ᾨδὴ α'
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Χριστὸς γεννᾶται, δοξάσατε, Χριστὸς ἐξ οὐρανῶν, ἀπαντήσατε, Χριστὸς ἐπὶ γῆς, ὑψώθητε, ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί, ὅτι δεδόξασται».Τὸν θεολόγον τὸν δεύτερον, τὸν στῦλον τοῦ φωτὸς τὸν οὐράνιον, σοφίας Θεοῦ τὴν σάλπιγγα, δεῦτε τῶν τούτου λόγων οἱ ἐρασταί, πόθῳ συνελθόντες, εὐφημήσωμεν αὐτὸν ὡς θεοκήρυκα.Ὁ Λόγος Πάτερ ὁ ἄναρχος, ὁ πάντων ὡς Θεὸς προμηθούμενος, προνοητικῇ δυνάμει σε, μάκαρ τῇ Ἐκκλησίᾳ, οἷα Μητρί, λόγῳ καὶ σοφίᾳ, χαριτώσας σου τὸν νοῦν, δῶρον χαρίζεται.Νοῦν ἡγεμόνα ποιούμενος, παθῶν τῶν τῆς σαρκὸς κετεκράτησας, καὶ χωρητικὸς γενόμενος, θείων ἀπαυγασμάτων, ἕνα Θεόν, ἐν τρισὶ προσώποις, κατεφώτισας ἡμᾶς, σέβειν Γρηγόριε.ΘεοτοκίονΘεοῦ Σοφία πανάμωμε, τὸν οἶκον ἑαυτῆς ᾠκοδόμησεν, ἐν τῇ σῇ γαστρὶ σκηνώσασα, τῇ κεχαριτωμένῃ, καὶ ὑπὲρ νοῦν, τούτῳ ἑνωθεῖσα, καθ’ ὑπόστασιν Ἁγνή, ὤφθη ὡς ἄνθρωπος.
Ἕτερος Κανών, ποιηθεὶς παρὰ τοῦ Ἁγίου Κοσμᾶ.Κανών γ', ᾨδὴ α', Ἕτερος τοῦ Ἁγίου
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἔπαινον ὁ θεόπτης, Μωϋσῆς τοῦ Ἰσραὴλ προανακρούεται, ἄρχει Μαριὰμ δὲ σοφῶν γυναικῶν. ᾨδὴν ἐπινίκιον, τῷ λυτρωτῇ Θεῷ πάντες ᾄσωμεν».Ῥύσιον ἀρχεγόνου, ἡμετέρων τε παθῶν αἷμα θεόρρυτον, ἵστασο προσπένδων, καὶ νῦν τῶν Πιστῶν, Γρηγόριε πάνσοφε, Θεὸν διδοὺς ἡμῖν εὐδιάλλακτον.Πλάκας θεοχαράκτους, ὑπὸ γνόφον Μωϋσῆς εἷλεν εἰσδύνας ποτέ, σὺ δὲ ταῖς φρεσὶν ἐνστησάμενος, θεοδόχον τράπεζαν, ὁλοσχερῶς Θεοῦ ἀντεβόλησας.ΘεοτοκίονΘέλων δι’ εὐσπλαγχνίαν, ἐκ θανάτου καὶ φθορᾶς, ἀνακαλέσασθαι, φύσιν τῶν βροτῶν ὁ Ὑπέρθεος, Παρθένε πανάμωμε, τὴν καθαρὰν νηδύν σου κατῴκησεν.Καταβασία, Ἦχος γ' ΤΟ ΑΚΟΥΤΕ«Χέρσον ἀβυσσοτόκον πέδον ἥλιος, ἐπεπόλευσέ ποτε· ὡσεὶ τεῖχος γὰρ ἐπάγη, ἑκατέρωθεν ὕδωρ, λαῷ πεζοποντοποροῦντι, καὶ θεαρέστως μέλποντι. ᾌσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται».
Κανών α', ᾨδὴ γ', τῆς Θεοτόκου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σύ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε.Προστασίαν καὶ σκέπην, ζωῆς ἐμῆς τίθημι, Σέ, Θεογεννῆτορ, Παρθένε, σύ με κυβέρνησον, πρὸς τὸν λιμένα σου, τῶν ἀγαθῶν ἡ αἰτία, τῶν πιστῶν τὸ στήριγμα, μόνη πανύμνητε.Ἱκετεύω, Παρθένε, τὸν ψυχικὸν τάραχον, καὶ τῆς ἀθυμίας τὴν ζάλην, διασκεδάσαι μου· σὺ γάρ, Θεόνυμφε, τὸν ἀρχηγὸν τῆς γαλήνης, τὸν Χριστὸν ἐκύησας, μόνη πανάχραντε.Εὐεργέτην τεκοῦσα, τὸν τῶν καλῶν αἴτιον, τῆς εὐεργεσίας τὸν πλοῦτον, πᾶσιν ἀνάβλυσον· πάντα γὰρ δύνασαι, ὡς δυνατὸν ἐν ἰσχύϊ, τὸν Χριστὸν κυήσασα, Θεομακάριστε.Χαλεπαῖς ἀρρωστίαις, καὶ νοσεροῖς πάθεσιν, ἐξεταζομένῳ, Παρθένε, σύ μοι βοήθησον· τῶν ἰαμάτων γάρ, ἀνελλιπῆ σε γινώσκω, θησαυρόν, Πανάμωμε, τὸν ἀδαπάνητον.
Κανών β', ᾨδὴ γ', τοῦ Ἁγίου
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τῷ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς γεννηθέντι ἀρρεύστως Υἱῷ, καὶ ἐπ’ ἐσχάτων ἐκ Παρθένου, σαρκωθέντι ἀσπόρως, Χριστῷ τῷ Θεῷ βοήσωμεν· Ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν, Ἅγιος εἶ Κύριε».Ἔχων τῆς σοφίας, τὴν πηγὴν ἀενάως βλυστάνουσαν, τῶν θεοσόφων διδαγμάτων, τὴν Χριστοῦ Ἐκκλησίαν, Παμμάκαρ ἐπλήρωσας, τῷ ἐπὶ πάντων βοῶσαν Θεῷ· Ἅγιος εἶ Κύριε.Ὁ τῆς εὐσεβείας, μεγαλόφωνος κήρυξ καὶ εὔσημος, θεολογίας θεολόγος, θησαυρὸν θεωρίας, ἀφθόνως προβάλλεται, καὶ διανέμει πλουσίως ἡμῖν, πλοῦτον ἀναφαίρετον.Ῥήτωρ ὁ πυρίπνους, ἡ θεόφθογγος λύρα τῆς χάριτος, τῇ θεολόγῳ ἐπιπνοίᾳ, καὶ φθογγῇ θεοπνεύστῳ, ἠχήσας λαμπρότατα, τρισυποστάτου οὐσίας ἡμῖν, μέλος ἐμελῴδησεν.ΘεοτοκίονἩ Θεογεννήτωρ, ἡ Βασίλισσα πάσης τῆς κτίσεως, τὸν Βασιλέα τῶν ἁπάντων, δυσωποῦσα μὴ παύσῃ, Χριστόν, ὃν ἡμῖν ἐγέννησας, εἰς σωτηρίαν τῶν ἐπὶ γῆς, σῶσαι τούς ὑμνοῦντάς σε.
Κανών γ', ᾨδὴ γ', Ἕτερος τοῦ Ἁγίου
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἡ τὸν πρὸ συλλήψεως ἁγνὸν Σαμουήλ, ἀδιστάκτως τῷ Θεῷ καθυποσχομένη, ἱερομήτωρ Ἄννα νῦν γηθομένη, ᾄδει σὺν ἡμῖν· Ἐστερεώθη, ἐν Κυρίῳ ἡ καρδία μου».Ὁ δι’ ὀλισθήσεως προδήλου γαστρός, τῇ Τεκούσῃ προφανεὶς Ὅσιε Πάτερ, ἐπωνυμίαν φέρων, τὴν ἐπαξίαν ὄρχαμε σοφῶν, ἐνδιαθέτως· Χαίροις Πάτερ σοι κραυγάζομεν.Ὁ πρὸ τοῦ ἑλέσθαι πονηρὰ συζυγῆ, καὶ συνέριθον λαβὼν φάσμασι θείοις, θεοειδῆ ἁγνείαν, καὶ σωφροσύνην πρόμαχε πιστῶν, ἀγαλλιῶντες, χαίροις Πάτερ σοι κραυγάζομεν.ΘεοτοκίονΕὔας τῆς προμήτορος ἀνώρθωσας, τὸ ὀλίσθημα τὸ πρὶν ὑποδεξαμένη, τὸν τοὺς κατερραγμένους ἐπανορθοῦντα, Λόγον τοῦ Πατρός, τῇ ἀηττήτῳ, δυναστείᾳ Μητροπάρθενε.Καταβασία, Ἦχος γ' ΤΟ ΑΚΟΥΤΕ«Τὸ στερέωμα, τῶν ἐπὶ σοὶ πεποιθότων, στερέωσον Κύριε τὴν Ἐκκλησίαν, ἣν ἐκτήσω, τῷ τιμίῳ σου αἵματι».
Κάθισμα
Ἦχος πλ. δ'
Τὴν Σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ
Ἐξανοίξας τὸ στόμα λόγῳ Θεοῦ, ἐξηρεύξω σοφίαν Κήρυξ φωτός, καὶ φρόνημα ἔνθεον, τῇ οἰκουμένῃ κατέσπειρας, τῶν Πατέρων ὄντως, κυρώσας τὰ δόγματα, κατὰ Παῦλον ὤφθης, τῆς Πίστεως πρόμαχος· ὅθεν καὶ Ἀγγέλων, συμπολίτης ὑπάρχεις, καὶ τούτων συνόμιλος, ἀνεδείχθης μακάριε, Θεολόγε Γρηγόριε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.Δόξα... Καὶ νῦν... ΘεοτοκίονὍταν ἔλθῃ τοῦ κρῖναι πᾶσαν τὴν γῆν, ὁ τῶν ὅλων Δεσπότης καὶ Ποιητής, προβάτοις με σύνταξον δεξιοῖς τὸν κατάκριτον, καὶ ἐξωτέρου σκότους, καὶ πάσης κολάσεως, τὸν σὸν ἀχρεῖον δοῦλον, ἐξάρπασον Ἄχραντε· ἵνα εὐχαρίστως, μεγαλύνω τὸν πλοῦτον, τῆς σῆς ἀγαθότητος, Θεοτόκε πανύμνητε, καὶ βοῶ σοι γηθόμενος· Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ τῶν πταισμάτων ἄφεσιν δοθῆναί μοι· σὲ γὰρ ἔχω ἐλπίδα, ὁ ἀνάξιος δοῦλός σου.
Κανών α', ᾨδὴ δ', τῆς Θεοτόκου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Εἰσακήκοα, Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν Θεότητα.Τῶν παθῶν μου τὸν τάραχον, ἡ τὸν κυβερνήτην τεκοῦσα Κύριον, καὶ τὸν κλύδωνα κατεύνασον, τῶν ἐμῶν πταισμάτων, Θεονύμφευτε.Εὐσπλαγχνίας τὴν ἄβυσσον, ἐπικαλουμένῳ τῆς σῆς παράσχου μοι, ἡ τὸν εὔσπλαγχνον κυήσασα, καὶ Σωτῆρα πάντων, τῶν ὑμνούντων σε.Ἀπολαύοντες, Πάναγνε, τῶν σῶν δωρημάτων εὐχαριστήριον, ἀναμέλπομεν ἐφύμνιον, οἱ γινώσκοντές σε Θεομήτορα.Οἱ ἐλπίδα καὶ στήριγμα, καὶ τῆς σωτηρίας τεῖχος ἀκράδαντον, κεκτημένοι σε, Πανύμνητε, δυσχερείας πάσης, ἐκλυτρούμεθα.
Κανών β', ᾨδὴ δ', τοῦ Ἁγίου
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐξ αὐτῆς Χριστέ, ἐκ τῆς Παρθένου ἀνεβλάστησας, ἐξ ὄρους ὁ αἰνετός, κατασκίου δασέος, ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου, ὁ ἄυλος καὶ Θεός, Δόξᾳ τὴ δυνάμει σου, Κύριε».Μύστης τῆς Τριάδος γεγονώς, τῇ ταύτης κατελάμπρυνας, τὴν οἰκουμένην ἐπιγνώσει σοφέ, δογμάτων μαρμαρυγάς, ἐξαστράπτων Ὅσιε, τῆς σῆς ἀκριβοῦς διδασκαλίας· ἣν μελετῶντες ἀεί, πάντες εὐσεβῶς ἀνυμνοῦμέν σε.Ὄρθρος εὐσεβείας φαεινός, ἀκτῖνα τὴν τρισήλιον, εἰσδεδεγμένος ἐξανέτειλας, καὶ νύκτα τὴν ζοφεράν, δυσσεβῶν αἱρέσεων, αἴγλῃ τῶν σοφῶν σου διδαγμάτων, ἐδίωξας καὶ ψυχάς, Πάτερ τῶν πιστῶν κατεφαίδρυνας.Νοῦν τὸν ὑπερούσιον πηγήν, τοῦ Λόγου καὶ τοῦ Πνεύματος, ἐξ ἀϊδίου θεολόγῳ βροντῇ, Παμμάκαρ θεολογῶν, εὐσεβῶς ἐδίδαξας, τοῦτο παρ’ αὐτῆς μεμυημένος, τῆς ὄντως θεαρχικῆς, καὶ τῆς ἀρχιφώτου Θεότητος.Ἀνῆλθες εἰς ὄρος ἀρετῶν, τῶν κάτω μεθιστάμενος, καὶ νεκρῶν ἔργων ἀφιστάμενος· καὶ πλάκας χειρὶ Θεοῦ, γεγραμμένας δόγματα, τῆς σῆς ἀκραιφνοῦς θεολογίας, ἐδέξω μυσταγωγέ, τῶν ὑπερκοσμίων Γρηγόριε.ΘεοτοκίονΓνώμῃ πρὶν πεσόντα τὸν Ἀδάμ, ἀνέστησας Πανάμωμε, τὴν ἐνυπόστατον τεκοῦσα ζωήν, ἐκ μήτρας παρθενικῆς, ἁγνισθείσης Πνεύματι, καὶ πρὸς ἀπαθῆ καὶ θειοτέραν ἀκήρατόν τε φυγήν, τοῦτον ἐπανήγαγες Δέσποινα.
Κανών γ', ᾨδὴ δ', Ἕτερος τοῦ Ἁγίου
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σὺν τῶ θαυμασίῳ στάς, Ἀββακούμ, ἐπὶ τῆς θείας φυλακῆς σου Γρηγόριε, καὶ τὸν ἐπ᾿ ὤμων Χερουβὶμ κατανοήσας, τῆς παγκοσμίου γέγονας μυητὴς σωτηρίας, ἀεὶ κραυγάζων, Κύριε, δόξα τῇ δυνάμει σου».Τὰς πλησιφαεῖς καὶ πέλας Θεοῦ ταξιαρχίας ἐκμιμούμενος Πάνσοφε, τὰ ὑπὲρ ταύτας ταῖς φρεσὶ περιπολεύων, πρὸς τὸν βυθὸν κατείληφας, τὴν ὑπέρτατον στάσιν, ἐντεῦθεν πλοῦτον φέρων, ἀνθρώποις ἀναφαίρετον.Ὁ τὸν οὐ ληπτὸν εἰσδύνας γνόφον, καὶ ὡς ἐκ πέτρας ἐπαθρήσας ὀπίσθια, συγκεκραμένην ὑλικῇ ἄϋλον φύσιν, καὶ ἀσυγχύτου μίξεως, χρηματίσας σημάντωρ, Χριστοῦ θεράπον, τοῦτον τοῖς δούλοις φέροις ἵλεων.ΘεοτοκίονὌρος ἀνεδείχθης σὺ νοητόν· ὅθεν ἐτμήθη ἀπορρήτως ὁ ἔντιμος Λίθος, λεπτύνων ζοφερᾶς πλάνης εἰκόνα, καὶ φωτισμῷ τῆς χάριτος, καταυγάζων τοὺς πίστει, ἀναβοῶντας· Κύριε, δόξᾳ τῇ δυνάμει σου.Καταβασία, Ἦχος γ' ΤΟ ΑΚΟΥΤΕ«Ἐκάλυψεν οὐρανούς, ἡ ἀρετή σου Χριστέ· τῆς κιβωτοῦ γὰρ προελθών,τοῦ ἁγιάσματός σου, τῆς ἀφθόρου Μητρός, ἐν τῷ ναῷ τῆς δόξης σου, ὤφθης ὡς βρέφος, ἀγκαλοφορούμενος, καὶ ἐπληρώθη τὰ πάντα τῆς σῆς αἱνέσεως».
Κανών α', ᾨδὴ ε', τῆς Θεοτόκου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Φώτισον ἡμᾶς, τοῖς προστάγμασί σου, Κύριε, καὶ τῷ βραχίονί σου τῷ ὑψηλῷ, τὴν σὴν εἰρήνην, παράσχου ἡμῖν, φιλάνθρωπε.Ἔμπλησον, Ἁγνή, εὐφροσύνης τὴν καρδίαν μου, τὴν σὴν ἀκήρατον διδοῦσα χαράν, τῆς εὐφροσύνης, ἡ γεννήσασα τὸν αἴτιον.Λύτρωσαι ἡμᾶς, ἐκ κινδύνων, Θεοτόκε Ἁγνή, ἡ αἰωνίαν τεκοῦσα λύτρωσιν, καὶ τὴν εἰρήνην, τὴν πάντα νοῦν ὑπερέχουσαν.Λῦσον τὴν ἀχλύν, τῶν πταισμάτων μου, Θεόνυμφε, τῷ φωτισμῷ τῆς σῆς λαμπρότητος, ἡ φῶς τεκοῦσα, τὸ θεῖον καὶ προαιώνιον.Ἴασαι Ἁγνή, τῶν παθῶν μου τὴν ἀσθένειαν, ἐπισκοπῆς σου ἀξιώσασα, καὶ τὴν ὑγείαν, τῇ πρεσβείᾳ σου παράσχου μοι.
Κανών β', ᾨδὴ ε', τοῦ Ἁγίου
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θεὸς ὢν εἰρήνης, Πατὴρ οἰκτιρμῶν, τῆς μεγάλης Βουλῆς σου τὸν Ἄγγελον, εἰρήνην παρεχόμενον, ἀπέστειλας ἡμῖν· ὅθεν θεογνωσίας, πρὸς φῶς ὁδηγηθέντες, ἐκ νυκτὸς ὀρθρίζοντες, δοξολογοῦμέν σε, Φιλάνθρωπε».Ῥημάτων ὁ φθόγγος, ὁ θεῖος τῶν σῶν, καὶ δογμάτων, ἡ χάρις ἡ ἔνθεος, ὡς τάχος ἀστραπῆς, πᾶσαν ἐπέδραμε τὴν γῆν, Τριάδα ἐν Μονάδι, Μονάδα ἐν Τριάδι, προσκυνεῖν Θεολόγε, θεολογῶν καὶ ἐκδιδάσκων ἡμᾶς.Ἠράσθης τῆς ὄντως, σοφίας Θεοῦ, καὶ τῶν λόγων τὸ κάλλος ἠγάπησας, καὶ πάντων προτετίμηκας, τερπνῶν τῶν ἐπὶ γῆς· διὸ σε τῷ στεφάνῳ, Παμμάκαρ τῶν χαρίτων, εὐπρεπῶς ἐκόσμησε, καὶ θεολόγον ἀπειργάσατο.Γνωστῶς σὺ τὸν Ὄντα, ὡς πάλαι Μωσῆς, καθορᾶν θεορρῆμον ἐπόθησας, καὶ τούτου τὰ ὀπίσθια, τῇ πέτρᾳ σκεπασθείς, ἰδεῖν κατηξιώθης, καὶ πέλαγος τῆς θείας, ἐμυήθης οὐσίας, ἀκαταλήπτως φανερούμενον.ΘεοτοκίονὉ πάλαι τὴν Εὔαν, μητέρα τὴν σήν, διαπλάσας ἐκ σοῦ σεισωμάτωται, ἐκείνης τὸ κατάκριμα, καὶ τὴν Παρακοήν, προδήλως θεραπεύων, καὶ λύων ὡς οἰκτίρμον, καὶ Δεσπότης τῶν ὅλων, Θεογεννῆτορ Μητροπάρθενε.
Κανών γ', ᾨδὴ ε', Ἕτερος τοῦ Ἁγίου
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἄνθρακα πυρὸς τῶν Ἡσαΐου, Σεραφὶμ θίγει χειλέων ποτέ, τῇ λαβίδι ἀφελόμενον καὶ περιθέν, ὁ δέ, καθηράμενος, Δικαιοσύνην μάθετε, πᾶσαν ἐκήρυττε».Ὁλῳ τῷ πυρὶ τῆς θεοπτίας, Παμμακάριστε Γρηγόριε, προσερπύσας καθαρότητι νοῦ καὶ ψυχῆς, ἀπλήστως αὐτοχερσί, τὸ τριλαμπὲς ἐξήντλησας φῶς ἰσοθέατον.Ταῖς μαρμαρυγαῖς περιπαρείς, τοῦ Τρισηλίου ἀμαρύγματος, ἐκ τῆς αἴγλης πυρωθεὶς δέ, καὶ θείαις βολαῖς τὸν νοῦν ἐλλαμπόμενος, ἀντανακλώσας ἀκτῖνας, πᾶσιν ἐξέλαμψας.ΘεοτοκίονΦῶς τὸ ἐκ φωτὸς τὸν τοῦ Πατρός, μονογενῆ Λόγον τὸν ἄναρχον, δεξαμένη Μητροπάρθενε, πύλη φωτός, σαφῶς ἐχρημάτισας, δικαιοσύνης Ἥλιον, πᾶσιν ἀστράψασα.Καταβασία, Ἦχος γ' ΤΟ ΑΚΟΥΤΕ«Ὡς εἶδεν Ἡσαΐας συμβολικῶς, ἐν θρόνῳ ἐπηρμένῳ Θεόν, ὑπ' Ἀγγέλων δόξης δορυφορούμενον, ὢ τάλας! ἐβόα· ἐγώ· πρὸ γὰρ εἶδον σωματούμενον Θεόν, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα».
Κανών α', ᾨδὴ ς', τῆς Θεοτόκου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾍδῃ προσήγγισε, καὶ δέομαι ὡς Ἰωνᾶς· Ἐκ φθορᾶς, ὁ Θεὸς με ἀνάγαγε.Θανάτου καὶ τῆς φθορᾶς ὡς ἔσωσεν, ἑαυτὸν ἐκδεδωκὼς τῷ θανάτῳ, τὴν τῇ φθορᾷ καὶ θανάτῳ μου φύσιν, κατασχεθεῖσαν, Παρθένε, δυσώπησον, τὸν Κύριόν σου καὶ Υἱόν, τῆς ἐχθρῶν κακουργίας με ῥύσασθαι.Προστάτιν σε τῆς ζωῆς ἐπίσταμαι, καὶ φρουρὰν ἀσφαλεστάτην, Παρθένε, τῶν πειρασμῶν διαλύουσαν ὄχλον, καὶ ἐπηρείας δαιμόνων ἐλαύνουσαν, καὶ δέομαι διαπαντός, ἐκ φθορᾶς τῶν παθῶν μου ῥυσθῆναί με.Ὡς τεῖχος καταφυγῆς κεκτήμεθα, καὶ ψυχῶν σε παντελῆ σωτηρίαν, καὶ πλατυσμὸν ἐν ταῖς θλίψεσι, Κόρη, καὶ τῷ φωτί σου ἀεὶ ἀγαλλόμεθα· Ὧ Δέσποινα, καὶ νῦν ἡμᾶς, τῶν παθῶν καὶ κινδύνων διάσωσον.Ἐν κλίνῃ νῦν ἀσθενῶν κατάκειμαι, καὶ οὐκ ἔστιν ἴασις τῇ σαρκί μου, ἀλλ' ἡ Θεὸν καὶ Σωτῆρα τοῦ κόσμου, καὶ τὸν λυτῆρα τῶν νόσων κυήσασα, σοῦ δέομαι τῆς ἀγαθῆς, ἐκ φθορᾶς νοσημάτων ἀνάστησον.
Κανών β', ᾨδὴ ς', τοῦ Ἁγίου
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν, ἐνάλιος θήρ, οἷον ἐδέξατο, τῇ Παρθένῳ δέ, ἐνοικήσας ὁ Λόγος καὶ σάρκα λαβών, διελήλυθε φυλάξας ἀδιάφθορον· ἧς γάρ, οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν, κατέσχεν ἀπήμαντον».Ῥείθροις τῶν σοφῶν, δογμάτων σου Πάνσοφε, Ἀρείου τὸν νοῦν τὸν θολερώτατον κατεξήρανας, ἐν γαλήνῃ φυλάττων τὴν ποίμνην σου, ἀπερίκλυστον, καθάπερ λογικήν κιβωτόν· ἥπερ εὐσεβείας σπέρματα, ἐναπέθου τὸ κάλλος τῶν λόγων σου.Ἵνα τῆς σεπτῆς, Τριάδος τὴν ἔλλαμψιν, πλουτήσῃς τὸν νοῦν, Πάτερ ἐστίλβωσας ἀκηλίδωτον, ὡς καινὸν καὶ νεόσμηκτον ἔσοπτρον, δι’ ἀσκήσεως ἀρίστης ἐργασάμενος· ἔνθεν καὶ θεοειδέστατος, ἀνεδείχθης ταῖς θείαις ἐμφάσεσιν.Ὅλος συγκραθείς, τῇ αἴγλῃ τοῦ Πνεύματος, ἐγένου φωστήρ, Πάτερ ὁλόφωτος, τῇ λαμπρότητι, τῶν σῶν λόγων φωτίζων τὰ πέρατα, καὶ τῇ τῆς θεολογίας καθαρότητι, τέρπων τὴν τερπνὴν ὁμήγυριν, τῶν πιστῶν Θεολόγε Γρηγόριε.Νέος Σαμουήλ, θεόσδοτος πέφηνας, δοθεὶς τῷ Θεῷ καὶ πρὸ συλλήψεως, Παμμακάριστε, σωφροσύνῃ ἁγνείᾳ κοσμούμενος, καὶ τῇ τῆς ἱερωσύνης παναγίᾳ στολῇ, Πάτερ, καθωραϊζόμενος, μεσιτεύων τῷ Πλάστῃ καὶ πλάσματι.ΘεοτοκίονΤόμος καθαρὸς τὸν Λόγον δεχόμενος, γραφόμενον νῦν, τὸν ἀπερίγραπτον, τῇ Θεότητι, ἐγνωρίσθης Προφήταις καὶ πρότερον, Μητροπάρθενε Μαρία Θεονύμφευτε· σὺ γάρ, τὸν ἀπεριόριστον, ἐν γαστρί σου ἀφράστως ἐχώρησας.
Κανών γ', ᾨδὴ ς', Ἕτερος τοῦ Ἁγίου
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ διαπόντιον, ὑπομείνας συμφοράν, φυγῇ κλύδωνος, κλήρου φορᾷ, καὶ λαγόσι συσχεθείς, ἁλίου θηρός, οὐ διεφθάρη, ἀλλ᾿ ἐβόα Ἰωνᾶς· Πρὸς σὲ ἡ ζωή μου ἀναβήτω Χριστέ».Ὁ ὑποβρύχιος, ταῖς φρεσὶν οὐ γεγονώς, κευθμῶνας, θείου ἐρευνήσας βυθοῦ, ἐκ δὲ τούτων, μαργαρίτην ἀρυσάμενος, σὺ τῷ Δεσπότῃ, καὶ σιγὴν ὥς περ λόγον, Γρηγόριε τέθεικας πανάριστε.Ὁ δι᾿ ἐντεύξεως, καθαρᾶς ἀγριουμένην κατευνάσας, ἅλα καὶ τῶν ξένων ἀποπτύσας λόγων ἅλμην, σὺ τῷ Δεσπότῃ ὡς οὐράνιος σταγών, λαὸν πιστὸν ἥρμοσας Γρηγόριε.ΘεοτοκίονἈπερινόητον, ἀνθρωπίνοις λογισμοῖς, τὸ μυστήριον Μήτηρ Θεοῦ, τῆς ἀρρήτου καὶ φρικτῆς λοχείας τῆς σῆς· σὺ γὰρ Παρθένε τὸν τῶν ὅλων Ποιητήν, τεκοῦσα Παρθένος διετέλεσας.Καταβασία, Ἦχος γ' ΤΟ ΑΚΟΥΤΕ«Ἐβόησέ σοι, ἰδὼν ὁ Πρέσβυς, τοῖς ὀφθαλμοῖς τὸ σωτήριον, ὃ λαοῖς ἐπέστη· Ἐκ Θεοῦ Χριστὲ σὺ Θεός μου».
Κοντάκιον
Ἦχος γ'
Ἡ Παρθένος σήμερον ΤΟ ΑΚΟΥΤΕ
Θεολόγῳ γλώττῃ σου, τὰς συμπλοκὰς τῶν ῥητόρων, διαλύσας ἔνδοξε, ὀρθοδοξίας χιτῶνα, ἄνωθεν ἐξυφανθέντα τὴν Ἐκκλησίαν, ἐστόλισας· ὃν καὶ φοροῦσα, σὺν ἡμῖν κράζει, τοῖς σοῖς τέκνοις· Χαίροις Πάτερ, θεολογίας ὁ νοῦς ὁ ἀκρότατος.
Ὁ Οἶκος
Ἐκ τῆς θεολογικῆς, καὶ ὑψηλῆς σοφίας σου ἔμπλησόν μου τὸν νοῦν, τὸν πτωχὸν καὶ ταλαίπωρον, ὅπως ἀνυμνήσω τὸν βίον σου Πάτερ· οὐ γὰρ ἰσχύσω λόγον προσάξαι σοι, εἰμὴ σὺ παράσχῃς μοι λόγον καὶ γνῶσιν, ἰσχὺν καὶ σύνεσιν· ὅπως ἐκ τῶν σῶν τὰ σὰ προσφέρω σοι, καὶ ἐκ τοῦ πλούτου τῶν ἀρετῶν σου, ἐκεῖθεν ἔχω ἀφορμάς, καὶ στεφανώσω τὴν σεπτὴν καὶ ἁγίαν κορυφήν σου, σὺν τοῖς πιστοῖς ἀνακράζων· Χαίροις Πάτερ, θεολογιας ὁ νοῦς ὁ ἀκρότατος.
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΚΕ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Γρηγορίου Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Θεολόγου.ΣτίχοιΘεοῦ γινώσκειν ὀρθοδόξως οὐσίαν,Χριστιανοῖς λεγάτον ἐκ Γρηγορίου.Εἰκάδι Γρηγόριος Θεορήμων ἔκθανε πέμπτῃ.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Πουπλίου.ΣτίχοιΖωὴν ἔνυλον Πούπλιος καταστρέφειΚαὶ τὴν ἄϋλον καὶ νοητὴν λαμβάνει.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μάρη.ΣτίχοιΠάσης ἀποστὰς ἀγάπης κόσμου ΜάρηςΕἰς θεῖον ὕψος ἧκε θείας ἀγάπης.Τῇ αὐτῇ ἡμέρᾳ ἡ ἁγία Μεδούλη, σὺν τῇ συνοδίᾳ αὐτῆς, πυρὶ τελειοῦται.ΣτίχοιΣεπτὴ Μεδούλη, τοῦ Θεοῦ Λόγου δούλη,Δούλοις Θεοῦ σύναθλος εἰς πῦρ ὡράθη.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Δημητρίου τοῦ σκευοφύλακος.Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Ἀπολλὼς ἐν εἰρήνῃ τελειοῦται.ΣτίχοιΧριστὸν βιώσας μέχρι καὶ τέλους βίον,Θραύει πονηροῦ πᾶν Ἀπολλὼς τὸ θράσος.Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Κανών α', ᾨδὴ ζ', τῆς Θεοτόκου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Οἱ ἐκ τῆς Ἰουδαίας, καταντήσαντες Παῖδες ἐν Βαβυλῶνι ποτέ, τῇ πίστει τῆς Τριάδος, τὴν φλόγα τῆς καμίνου, κατεπάτησαν ψάλλοντες· Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.Τὴν ἡμῶν σωτηρίαν, ὡς ἠθέλησας Σῶτερ, οἰκονομήσασθαι, ἐν μήτρᾳ τῆς Παρθένου, κατῴ κησας τῷ κόσμῳ, ἣν προστάτιν ἀνέδειξας· Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητός εἶ.Θελητὴν τοῦ ἐλέους, ὃν ἐγέννησας, Μῆτερ ἁγνὴ δυσώπησον, ῥυσθῆναι τῶν πταισμάτων, ψυχῆς τε μολυσμάτων, τοὺς ἐν πίστει κραυγάζοντας· Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.Θησαυρὸν σωτηρίας, καὶ πηγὴν ἀφθαρσίας, τὴν σὲ κυήσασαν, καὶ πύργον ἀσφαλείας, καὶ θύραν μετανοίας, τοῖς κραυγάζουσιν ἔδειξας· Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.Σωμάτων μαλακίας, καὶ ψυχῶν ἀρρωστίας, Θεογεννήτρια, τῶν πόθῳ προσιόντων, τῇ σκέπῃ σου τῇ θείᾳ, θεραπεύειν ἀξίωσον, ἡ τὸν Σωτῆρα Χριστόν, ἡμῖν ἀποτεκοῦσα.
Κανών β', ᾨδὴ ζ', τοῦ Ἁγίου
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Οἱ Παῖδες εὐσεβείᾳ συντραφέντες, δυσσεβοῦς προστάγματος καταφρονήσαντες, πυρὸς ἀπειλὴν οὐκ ἐπτοηθήσαν, ἀλλ᾿ ἐν μέσῳ τῆς φλογός, ἑστῶτες ἔψαλλον· Ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ».Ὅλος ἐπιθυμίᾳ γλυκασμός τε, προφανῶς ὁ λόγος σου, ὅλος Γρηγόριε μεστός, εὐφροσύνης καὶ φαιδρότητος, θυμηδίας ἐμπιπλῶν, τοὺς πίστει ψάλλοντας· ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.Νοῒ πεφωτισμένῳ τὴν πηγήν, τῶν φωτισμάτων ἔφθασας· καὶ ταῖς ἐκεῖθεν ἀστραπαῖς, πυρπολούμενος κατέφλεξας, Εὐνομίου γλωσσαλγίας τῇ Τριάδι βοῶν· ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.Ἀνοίξας καταρράκτας τῆς ἀβύσσου, τῶν σοφῶν δογμάτων σου, ἀναστομώσας τε πηγὰς τῆς σοφίας σου, κατέκλυσας τοὺς τῆς πλάνης ἀρχηγούς, καταστραπτόμενος τῷ ἑνιαίῳ φωτὶ καὶ τρισηλίῳ.ΘεοτοκίονὌμβρος ὡς ἐπὶ πόκον καταβάς, ἐν σῇ γαστρὶ σεσάρκωται, ὁ τῆς εἰρήνης ποταμός, ἡ πηγὴ τῆς ἀγαθότητος, ὁ σταγόνας ὑετοῦ ἐξαριθμούμενος, ὁ τῶν Πατέρων Θεός Εὐλογημένος.
Κανών γ', ᾨδὴ ζ', Ἕτερος τοῦ Ἁγίου
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὑπῆλθον ὡς νυμφῶνα, τῆς καμίνου τὴν φλόγα τὴν ἄστεκτον, οἱ δι᾿ εὐσέβειαν ποτέ, Παῖδες Ἅγιοι δειχθέντες σαφῶς, καὶ συμφώνως ἀνυμνοῦντες, ὕμνον ἔμελπον· Ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ».Ἀδίκων Ἡγεμόνων, πρὸ βημάτων ἑστηκὼς Γρηγόριε, τοὺς αἱρετίζοντας πυρός, χαλεπώτερον φυσῶντας φορᾷ, εὐσεβείᾳ κατεπίμπρας τῇ Τριάδι βοῶν· Ὁ τῶν Πατέρων Θεός εὐλογητὸς εἶ.Τριάδος ἐπιπνοίᾳ, τὴν δογμάτων εὐσεβῶν Γρηγόριε, ἀνεπιθόλωτον πηγήν, ἐκ χειλέων ἀναβλύσας τῇ γῇ, ἀνθοφόρον τὴν τραχεῖαν ἄρδων ἔδειξας· Ὁ τῶν Πατέρων Θεός εὐλογητὸς εἶ.ΘεοτοκίονΝεκροῦται ὁ Προπάτωρ, ὡς ἀκαίρως τοῦ φυτοῦ γευσάμενος, σὺ δὲ τὴν ἄληκτον ζωήν, ὦ Παρθένε ἐκβλαστήσασα, τὸν Παράδεισον οἰκεῖν τοῦτον ἀνέστησας, Θεογεννῆτορ Ἁγνὴ εὐλογημένη.Καταβασία, Ἦχος γ' ΤΟ ΑΚΟΥΤΕ«Σὲ τὸν ἐν πυρὶ δροσίσαντα, Παῖδας θεολογήσαντας, καὶ Παρθένῳ, ἀκηράτῳ, ἐνοικήσαντα, Θεὸν Λόγον ὑμνοῦμεν, εὐσεβῶς μελωδοῦντες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».
Κανών α', ᾨδὴ η', τῆς Θεοτόκου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Τὸν Βασιλέα τῶν οὐρανῶν, ὃν ὑμνοῦσι στρατιαὶ τῶν Ἀγγέλων, ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.Τοὺς βοηθείας τῆς παρὰ σοῦ δεομένους, μὴ παρίδῃς Παρθένε, ὑμνοῦντας, καὶ ὑπερυψοῦντάς σε, Κόρη, εἰς αἰῶνας.Τῶν ἰαμάτων τὸ δαψιλές, ἐπιχέεις τοῖς πιστῶς ὑμνοῦσί σε Παρθένε, καὶ ὑπερυψοῦσι τὸν ἄφραστόν σου τόκον.Τὰς ἀσθενείας μου τῆς ψυχῆς ἰατρεύεις, καὶ σαρκὸς τὰς ὀδύνας, Παρθένε, ἵνα σε δοξάζω τὴν Κεχαριτωμένην.Τῶν πειρασμῶν σὺ τὰς προσβολὰς ἐκδιώκεις, καὶ παθῶν τὰς ἐφόδους Παρθένε· ὅθεν σε ὑμνοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
Κανών β', ᾨδὴ η', τοῦ Ἁγίου
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος, ἐξεικόνισε κάμινος τύπον, οὐ γὰρ οὓς ἐδέξατο φλέγει Νέους, ὡς οὐδὲ πῦρ τῆς Θεότητος, Παρθένου ἣν ὑπέδυ νηδύν· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν· Εὐλογείτω ἡ Κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας».Ἶσον τῷ Πατρὶ τὸν Λόγον καὶ τὸ Πνεῦμα, ἀγαθότητι καὶ βασιλείᾳ, εὐσεβῶς ἐδίδαξας, οὐσιώδη καὶ φυσικήν, τὴν ταυτότητα γινώσκων καὶ τὴν ἕνωσιν· διὸ ἀνεβόας ἀγαλλόμενος· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.Δόξης τῆς ἀγγελικῆς κατηξιώθης· ὡς γὰρ Ἄγγελος ἔλαμψας κόσμῳ, τῇ Τριάδι Πάνσοφε, καθαγνίσας ἐπιμελῶς, τὴν ψυχήν τε καὶ τὸ σῶμα καὶ διάνοιαν· ᾗ νῦν ἀναμέλπεις εὐφραινόμενος· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.Ἵλεων ταῖς προσευχαῖς σου τὸν Δεσπότην, ἐργασάμενος αἴτησαι Πάτερ, τῶν πταισμάτων ἄφεσιν, τοῖς ἐν πίστει τὴν ἱεράν, καὶ πανέορτόν σου μνήμην ἑορτάζουσιν· ἐν ᾗ γεγηθότες ἀναμέλπομεν. Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.Μύστης τῆς τρισυποστάτου Μοναρχίας, καὶ Θεότητος τῆς ἐν Τριάδι, ἀρετῶν ἀσκήσεσι, χρηματίσας Τριαδικός, Θεολόγος ἀνεδείχθης Παμμακάριστε, καὶ νῦν ἀναμέλπεις ἀγαλλόμενος· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.ΘεοτοκίονὉ ταὶς ἀρχαγγελικαῖς ὑμνολογίαις, δοξαζόμενος πλούσιος Λόγος, δι᾿ ἡμᾶς ἐπτώχευσε, σὲ Μητέρα τὴν καλλονήν, Ἰακώβ, εὐλογημένην ἐκλεξάμενος· διὸ ἀνυμνοῦντες ἀναμέλπομεν· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.
Κανών γ', ᾨδὴ η', Ἕτερος τοῦ Ἁγίου
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Οἱ μὴ τῇ τροφῇ χρανθέντες Παῖδες, βασιλικῆς τραπέζης, εἰς πῦρ χαίροντες ἔβησαν ποτέ· καὶ ἐν φλογὶ δροσίζομενοι, προθύμως ἔψαλλον. Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον».Τῆς Βαβυλωνίας Πάτερ φλογός, ὑπεραρθεὶς καὶ μᾶλλον, αὐτῇ τῇ εὐσεβείᾳ, πυρσωθεὶς Τριαδικός, μυστιπόλος ἐκφανθείς, καὶ κήρυξ βοᾷς· Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον.Τῆς πειραστικῆς ποικίλως Πάτερ, καὶ σιδηρᾶς καμίνου, τὸ πῦρ κατασβεννύων εὐμαρῶς, τῶν πειρασμων ὑπεκδύς, πρὸς οὐρανὸν ἀνέπτης βοῶν· Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον.ΘεοτοκίονἩ χρυσοφαὴς λυχνία τὴν σήν, συμβολικῶς ἐδήλου, θείαν γέννησιν, Ἄχραντε σεμνή· σὺ γὰρ τὸ Φῶς τὸ ἀπρόσιτον, τῷ κόσμῳ ἔλαμψας, ᾧ βοῶμεν· Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον.Καταβασία, Ἦχος γ' ΤΟ ΑΚΟΥΤΕ«Ἀστέκτῳ πυρὶ ἑνωθέντες, οἱ θεοσεβείας προεστῶτες Νεανίαι, τῇ φλογὶ δὲ μὴ λωβηθέντες, θεῖον ὕμνον ἔμελπον· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».
Κανών α', ᾨδὴ θ', τῆς Θεοτόκου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Κυρίως Θεοτόκον, σὲ ὁμολογοῦμεν, οἱ διὰ σοῦ σεσωσμένοι, Παρθένε ἁγνή, σὺν Ἀσωμάτων χορείαις, σὲ μεγαλύνοντες.Ῥοήν μου τῶν δακρύων, μὴ ἀποποιήσῃς, ἡ τὸν παντὸς ἐκ προσώπου πᾶν δάκρυον, ἀφῃρηκότα Παρθένε, Χριστὸν κυήσασα.Χαρᾶς μου τὴν καρδίαν, πλήρωσον, Παρθένε, ἡ τῆς χαρᾶς δεξαμένη τὸ πλήρωμα, τῆς ἁμαρτίας τὴν λύπην, ἐξαφανίσασα.Λιμὴν καὶ προστασία, τῶν σοὶ προσφευγόντων, γενοῦ Παρθένε, καὶ τεῖχος ἀκράδαντον, καταφυγή τε καὶ σκέπη, καὶ ἀγαλλίαμα.Φωτός σου ταῖς ἀκτῖσι, λάμπρυνον, Παρθένε, τὸ ζοφερὸν τῆς ἀγνοίας διώκουσα, τοὺς εὐσεβῶς Θεοτόκον, σὲ καταγγέλλοντας.Κακώσεως ἐν τόπῳ, τῷ τῆς ἀσθενείας, ταπεινωθέντα, Παρθένε, θεράπευσον, ἐξ ἀρρωστίας εἰς ῥῶσιν, μετασκευάζουσα.
Κανών β', ᾨδὴ θ', τοῦ Ἁγίου
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τύπον τῆς ἁγνῆς λοχείας σου, πυρπολουμένη βάτος, ἔδειξεν ἄφλεκτος, καὶ νῦν καθ᾿ ἡμῶν, τῶν πειρασμῶν ἀγριαίνουσαν, κατασβέσαι αἰτοῦμεν τὴν κάμινον, ἵνα σε Θεοτόκε, ἀκαταπαύστως μεγαλύνωμεν».Νέμει σοι ζωὴν ἀκήρατον, ἡ ἀρχικὴ Τριάς, ἣν ἐθεολόγησας, δεξαμένη σου, τὰ δι᾿ αὐτὴν ἀγωνίσματα, καὶ τὰ δόγματα, καὶ τὰ παλαίσματα· ᾗ νῦν Πάτερ παρέστης, ὑπὲρ τοῦ κόσμου πρέσβυς ἄριστος.Αἴγλῃ τριφεγγοῦς λαμπρότητος, τῆς ἐκ μιᾶς προερχομένης θεότητος, ἐλλαμπόμενος, ἱερομύστα Γρηγόριε, τοὺς ὑμνοῦντάς σε πίστει περίσῳζε, καὶ τῇ τῶν σῶν δογμάτων, θεολογίᾳ φωταγώγησον.Δρόμον τὸν καλὸν τετέλεκας, τῆς ἀρχικῆς Τριάδος ὑπεραγωνισάμενος, καὶ θεώσεως, ὡς θεολόγος τετύχηκας, καὶ τοῦ θείου σου πόθου πληρώσεως, μετείληφας ἀξίως, Ἐκκλησιῶν ἡ σεμνοπρέπεια.ΘεοτοκίονὪ τοῦ φοβεροῦ σου θαύματος! σὺ γὰρ Παρθένε Θεοτόκε μυστήριον, τὸ πρὸ γενεῶν, καὶ πρὸ αἰώνων ἀπὸκρυφον, ἐν Θεῷ τῷ τὰ σύμπαντα κτίσαντι, τεκοῦσα Θεὸν Λόγον, ἀνερμηνεύτως ἐφανέρωσας.
Κανών γ', ᾨδὴ θ', Ἕτερος τοῦ Ἁγίου
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ τὸν ἄνω βυθὸν τῆς θείας ἀκαταληψίας, εὐσεβῶς ἀνανηξάμενος, καὶ τὸν νοῦν ὡς ἐκ πέτρας ἀπεριλήπτου, τῆς θεαρχικῆς ἀπαιωρήσας Τριάδος, παμμακάριστε Πάτερ, σὲ μεγαλύνομεν».Ὁ τὸ εὐτελὲς ἔνδυμα, τοῦ νομικοῦ περιρρήξας γράμματος, καὶ τὸ ἐν αὐτῷ θεῖον κάλλος, καὶ μυστικὸν τῶν θείων τοῦ Πνεύματος, ἡμῖν ἀναπτύξας Γραφῶν, παμμακάριστε Πάτερ, σὲ μεγαλύνομεν.Ὁ ταῖς ἄνω χορείαις, συναρίθμιος ὑπάρχων, Ὅσιε Πάτερ (καὶ γὰρ σὺν αὐταῖς, εἰς αἰῶνα συναγελάζῃ)· ὑπὲρ τῆς σῆς Ποίμνης, τὰς ἐντεύξεις ποιοῦ πρὸς Θεόν. Παμμακάριστε Πάτερ, σὲ μεγαλύνομεν.Ὁ τὰ θεῖα μαθών, ἐκ θείας καὶ ὑπὲρ νοῦν ἐπιπνοίας, Ὅσιε Πάτερ, καὶ πρὸς τὴν αὐτῶν, μυστικῶς ἀποτελεσθεὶς ἀδίδακτον ἕνωσιν, ἀσχέτῳ σου ἔρωτι, παμμακάριστε Πάτερ, σὲ μεγαλύνομεν.ΘεοτοκίονΣὺ χωρίον Ἁγνή, τῆς θείας ἀπεριληψίας, ὑπὲρ φύσιν ἐχρημάτισας, ὡς Θεῷ τὴν σάρκα δανεισαμένη, τῷ σοῦ τὴν παρθενικήν, μὴ διαρρήξαντι μήτραν, ἐν τῷ τίκτειν ἀσπόρως, σὲ μεγαλύνομεν.Καταβασία, Ἦχος γ' ΤΟ ΑΚΟΥΤΕ«Ἐν νόμῳ, σκιᾷ καὶ γράμματι, τύπον κατίδωμεν οἱ πιστοί· πᾶν ἄρσεν τὸ τὴν μήτραν διανοῖγον, ἅγιον Θεῷ· διὸ πρωτότοκον Λόγον, Πατρὸς ἀνάρχου Υἱόν, πρωτοτοκούμενον Μητρί, ἀπειράνδρῳ, μεγαλύνομεν».
Ἐξαποστειλάριον
Ἦχος β'
Τοῖς Μαθηταῖς ΤΟ ΑΚΟΥΤΕ
Μονάδα τρισυπόστατον, καὶ Τριάδα τελείαν, ἐν μιᾷ τῇ θεότητι, πάνσοφε Θεολόγε, ἐδίδαξας προσκυνεῖσθαι, φῶς εἰπὼν τὸν Πατέρα, καὶ τὸν Υἱὸν φῶς αὖθις τε, φῶς τὸ Ἅγιον Πνεῦμα· ἀλλὰ ἓν φῶς, ἀμερὲς ἀσύγχυτον· εἷς Θεὸς γάρ, τρανῶν τὸ ὁμοούσιον, ὦ Γρηγόριε μάκαρ.
Ἐξαποστειλάριον
Ἦχος β'
Τοῖς Μαθηταῖς ΤΟ ΑΚΟΥΤΕ
Ὑψηγορίᾳ χρώμενος, σῶν δογμάτων πανσόφως, τρανῶς ἐθεολόγησας, τὸ ἀπόρρητον βάθος, τῶν τοῦ Χριστοῦ μυστηρίων, ἄθλους τε τῶν Ἁγίων, καὶ βίους ἐρρητόρευσας, ὦ Γρηγόριε μάκαρ· καὶ νῦν Θεός, ἐν μεθέξει πέλων τῇ πρὸς τὸ θεῖον, σώζοις κἀμέ καὶ δέχοιο, σαῖς σκηναῖς Θεολόγε.
Θεοτοκίον
Ἦχος β'
Τοῖς Μαθηταῖς ΤΟ ΑΚΟΥΤΕ
Μετὰ τῆς Θεομήτορος, καὶ Παρθένου Μαρίας, καὶ Βασιλείου πάνσοφε, παρεστὼς τοῦ Μεγάλου, τῇ ἀπροσίτῳ Τριάδι, τὴν εἰρήνην τῷ κόσμῳ, τῷ Βασιλεῖ τὰ τρόπαια, καὶ ἡμῖν σωτηρίαν, πρέσβευε, νῦν τοῖς ἀνευφημοῦσί σε Θεολόγε, Ἀρχιερεῦ Γρηγόριε, Ῥῆτορ τῆς Ἐκκλησίας.
Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.
Στιχηρὰ Προσόμοια
Ἦχος δ'
Ὁ ἐξ ὑψίστου κληθεὶς ΤΟ ΑΚΟΥΤΕ
Διατεμὼν τὸν τοῦ γράμματος σὺ γνόφον, εἰσέδυς τῷ πνεύματι πρὸς φῶς ὑπέρτερον· καὶ τὴν ἐκεῖθεν δεξάμενος, φωτοχυσίαν, θεολογίας πάντας ἐπλούτισας, Γρηγόριε πάνσοφε, τῆς Ἐκκλησίας φωστήρ· ταῖς ἀστραπαῖς δὲ τῶν λόγων σου, σκοτώδη νέφη, τὰ τῶν αἱρέσεων ἀπεμείωσας· ὅθεν αὐλίζῃ ἔνθα ἦχος, ἑορταζόντων Ἀγγέλοις συνόμιλος, ἱκετεύων ἀπαύστως τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἦχος δ'
Ὁ Θεολόγος ὁ δεύτερος καὶ μύστης, τῆς θείας ἐλλάμψεως, ὁ τῆς Τριάδος φαιδρός, ὑπογραφεὺς ὁ τὴν ἄρρητον, καὶ θείαν φύσιν, ὑπερφυῶς διδάσκων Γρηγόριε· καὶ νῦν τηλαυγέστερον, ἐπαπολαύων Θεοῦ, τῶν σὲ τιμώντων μνημόνευε, καὶ ὑπερμάχει, τῆς Ἐκκλησίας, ἣν συνεκρότησας· σοῦ γὰρ ὁ φθόγγος ἐπὶ πάντα, τῆς οἰκουμένης διῆλθε τὰ πέρατα, ἐκδιδάσκων δοξάζειν, τὴν Τριάδα ὁμοούσιον.
Ἦχος δ'
Γεωπονήσας τῇ γλώσσῃ Θεηγόρε, καρδίας ταῖς αὔλαξι σπόρον τὸν ἔνθεον, θεολογίας ἐπλούτισας, τῆς ἀνωτάτω, τῆς Ἐκκλησίας ἄπαν τὸ πλήρωμα· ἐντεῦθεν ζιζάνια πυρὶ τοῦ Πνεύματος, τὰ τῶν αἱρέσεων ἔφλεξας, φιλοσοφίας, τῆς θεϊκῆς τρεφόμενος ἔρωτι, Πάτερ Πατέρων, καὶ Ποιμὴν Ποιμένων καὶ δόξα Πιστῶν, Ἱερέων φωστήρ, οἰκουμένης τὸ κλέος, παμμακάριστε Γρηγόριε.
Ἦχος δ'
Τῷ τῆς σοφίας κρατῆρι προσπελάσας, τὸ τίμιον στόμα σου, Πάτερ Γρηγόριε, θεολογίας ἐξήντλησας, τὸ θεῖον νᾶμα, καὶ τοῖς πιστοῖς ἀφθόνως μετέδωκας· αἱρέσεων ἔφραξας, ῥοῦν τὸν ψυχόλεθρον, τὸν βλασφημίας ἀνάμεστον, ὡς κυβερνήτην· εὗρε καὶ γὰρ σε Πνεῦμα τὸ Ἅγιον, ἀποσοβοῦντα καὶ ἐλαύνοντα, ὡς ἀνέμων πνοάς, δυσσεβῶν τὰς ὁρμάς, ἐν Μονάδι οὐσίας, τὴν Τριάδα καταγγέλλοντα.
Δοξαστικὸν
Ἦχος α'
Ἀνατολίου
Τὴν λύραν τοῦ Πνεύματος, τὸ τῶν αἱρέσεων θέριστρον, καὶ ὀρθοδόξων ἥδυσμα, τὸν δεύτερον Ἐπιστήθιον, τὸν τοῦ Λόγου αὐτόπτην, τοῖς δόγμασι γενόμενον, τὸν σοφόν Ἀρχιποίμενα, τῆς Ἐκκλησίας τὰ θρέμματα, θεολογικοῖς ὕμνοις προσείπωμεν. Σὺ εἶ ὁ Ποιμὴν ὁ καλός, ὁ δοὺς σεαυτὸν Γρηγόριε, ὡς ὁ Διδάσκαλος Χριστός, ὑπὲρ ἡμῶν, καὶ σὺν Παύλῳ χορεύεις, καὶ πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Θεοτοκίον
Ἦχος α'
Ἁμαρτωλῶν τὰς δεήσεις προσδεχομένη, καὶ θλιβομένων στεναγμὸν μὴ παρορῶσα, πρέσβευε τῷ ἐξ ἀγνῶν λαγόνων σου, σωθῆναι ἡμᾶς Παναγία Παρθένε.
Μεγάλη Δοξολογία
Εἰς τὴν Λειτουργίαν, Τυπικά, καὶ ἐκ τῶν Κανόνων ᾨδὴ γ' καὶ ς'.
ΚοινωνικὸνΕἰς μνημόσυνον αἰώνιον ἔσται Δίκαιος. Ἀλληλούια.
| TA ΜΗΝΑΙΑ | Ιανουάριος | 25 |
Jan 26
Τῌ ΚΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥΜνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ξενοφῶντος καὶ τῆς συνοδίας αὐτοῦ.
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.
Στιχηρὰ τοῦ Ὁσίου
Ἦχος β'
Ὅτε, ἐκ τοῦ ξύλου σε νεκρὸν ΤΟ ΑΚΟΥΤΕ
Λάμπων, ἀξιώμασι ψυχῆς, ἐλεημοσύνῃ καὶ πίστει σαυτὸν ἐλάμπρυνας, χαίρων γὰρ ἐσκόρπισας, τὸν πλοῦτον πένησιν, εἰς αἰῶνας δὲ μένει σου, ἡ δικαιοσύνη, φῶς σοι ἀνατέλλουσα Πάτερ ἀνέσπερον, ἔνθα, τοὺς ὁσίους σου Παῖδας, ὄψει καὶ τὴν τούτους τεκοῦσαν, Πόλιν τὴν οὐράνιον οἰκήσαντας.
Ἦχος β'
Δόξαν, παριδόντες τὴν φθαρτήν, δόξης τῆς ἀφθάρτου καὶ θείας κατηξιώθητε· πᾶσαν γὰρ πατήσαντες, βίου τερπνότητα, τὸν τῷ ὄντι τερπνότατον, Χριστὸν θεοφόροι, ἄγαν ἐποθήσατε, τὸν ὑμᾶς σώσαντα, κόσμου τρικυμίας καὶ ζάλης, καὶ τῷ γαληνῷ καὶ φωσφόρῳ, βίῳ καθορμίσαντα Πανόλβιοι.
Ἦχος β'
Πάθη, θανατώσαντες σαρκός, τοὺς τῆς ἀπαθείας χιτῶνας περιεβάλεσθε, βίου καθαρότητι, τούτους ὑφάναντες, πολιτείαν δ᾿ ἰσάγγελον, ἐν σώματι ὄντες, ἔτι καρτερόφρονες ἐπιδεικνύμενοι, δόξης ἠξιώθητε πάντες, τῆς Ἀγγελικῆς ἐν ὑψίστοις, θείας ἀπολαύοντες λαμπρότητος.
Θεοτοκίον
Ἦχος β'
Ὅτε, ἐκ τοῦ ξύλου σε νεκρὸν ΤΟ ΑΚΟΥΤΕ
Μόνη, τὸν ἀχώρητον Θεόν, ἀστενοχωρήτως ἐν μήτρᾳ ἐκυοφόρησας, ἄνθρωπον γενόμενον, δι᾿ ἀγαθότητα, Παναγία Θεόνυμφε· διὸ δυσωπῶ σε, τῶν στενοχωρούντων με παθῶν ἀπάλλαξον· ὅπως, τὴν στενὴν καὶ εὐθεῖαν, τρίβον διοδεύσας προφθάσω, τὴν ἐπὶ ζωὴν Παρθένε φέρουσαν.
Σταυροθεοτοκίον
Ἦχος β'
Ὅτε, ἐκ τοῦ ξύλου σε νεκρὸν ΤΟ ΑΚΟΥΤΕ
Βότρυν, τὸν παμπέπειρον Ἁγνή, ὃν ἀγεωργήτως ἐν μήτρᾳ ἐκυοφόρησας, ξύλῳ ὡς ἑώρακας τοῦτον κρεμάμενον, θρηνῳδοῦσα ὠλόλυζες, καὶ ἔκραζες. Τέκνον, γλεῦκος ἐναπόσταξον, δι᾿ οὗ ἡ μέθη ἀρθῇ, πᾶσαν τῶν παθῶν Εὐεργέτα, δι᾿ ἐμοῦ τῆς σὲ τετοκυίας, σοῦ τὴν εὐσπλαγχνίαν ἐνδεικνύμενος.
Ἀπολυτίκιον
Ἦχος δ' ΤΟ ΑΚΟΥΤΕ
Ὁ Θεὸς τῶν Πατέρων ἡμῶν ὁ ποιῶν ἀεὶ μεθ᾿ ἡμῶν κατὰ τὴν σὴν ἐπιείκειαν, μὴ ἀποστήσῃς τὸ ἔλεος σου ἀφ᾿ ἡμῶν, ἀλλὰ ταῖς αὐτῶν ἱκεσίας, ἐν εἰρήνῃ κυβέρνησον τὴν ζωὴν ἡμῶν.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Ὁ Κανὼν τῶν Ἁγίων, οὗ ἡ Ἀκροστιχίς.Ξενοφῶντα μέλπω, σύμβιόν τε καὶ τέκνα.Θεοφάνους.ᾨδὴ α'
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Δεῦτε λαοί, ᾄσωμεν ᾄσμα Χριστῷ τῶ Θεῷ, τῷ διελόντι θάλασσαν, καὶ ὁδηγήσαντι, τὸν λαὸν ὃν ἀνῆκε, δουλείας Αἰγυπτίων, ὅτι δεδόξασται».Ξύλου ζωῆς, καὶ Παραδείσου τῆς ὄντως τρυφῆς, πανοικεσίᾳ Πάνσοφοι, νῦν ἀπολαύοντες, τοὺς ὑμᾶς εὐφημοῦντας, πρεσβεύσατε σωθῆναι, πρὸς τὸν Φιλάνθρωπον.Ἐν τῇ ὁδῷ τῶν ἐντολῶν σου βαδίζων θερμῶς, ὁ σὸς ἱκέτης Δέσποτα, μονὰς κατέλαβε, καταλλήλους τῷ πόθῳ, ζωῆς τῆς αἰωνίου ἐπιλαβόμενος.Νέαν σκηνήν, Ἀβραμιαίαν σὺ ἔδειξας, τὴν σὴν οἰκίαν ἅπασι· διὸ θεσπέσιε, Ἀβραὰμ ἐν τοῖς κόλποις, ἀξίως καὶ δικαίως ἐπαναπέπαυσαι.ΘεοτοκίονὍλος ἐν σοί, κατασκηνώσας Πανάμωμε, ὅλον ἐμὲ τὸν ἄνθρωπον, ἀνεμορφώσατο, ἐκ Πατρὸς ἐκλάμψας, πρὸ πάντων τῶν αἰώνων, Λόγος ὁ ἄναρχος.
Κανών α', ᾨδὴ γ', τοῦ Ὁσίου
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐν πέτρᾳ μὲ τῆς πίστεως στερεώσας, ἐπλάτυνας τὸ στόμα μου ἐπ᾿ ἐχθρούς μου· εὐφράνθη γὰρ τὸ πνεῦμά μου ἐν τῷ ψάλλειν. Οὐκ ἔστιν ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε».Φανοτάταις ἀξίαις τετιμημένος, φωτοφόρῳ διέπρεψας πολιτείᾳ· τὴν πρᾶξιν γὰρ ἐπίβασιν θεωρίας, βοῶν ἀνέδειξας. Σὺ εἶ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε.Ὡς πάντων οἰκονόμος προβεβλημένος, τὴν πάντων ἐπιμέλειαν ἀνεδείξω, τοῖς χρῄζουσι τὸν πλοῦτόν σου διανέμων, ὑποδεχόμενος, φιλοφρονούμενος, Μοναζόντων τάγματα, Πάτερ Ὅσιε.Νομίμοις ἐκτρεφόμενος τοῦ Δεσπότου, ἐν νόμῳ καὶ παιδείᾳ καὶ νουθεσίᾳ, Κυρίου ἐξεπαίδευσας σοῦ τοὺς παῖδας, κράζων θεσπέσιε· Σὺ εἶ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἅγιος πλήν σου Κύριε.ΘεοτοκίονΤὴν μόνην παρθενεύουσαν μετὰ τόκον, Μαρίαν τῶν Ἁγίων ἁγιωτέραν, τὴν ὄντως ἀπειρόγαμον Θεοτόκον, δεῦτε ὑμνήσωμεν πιστοί, κραυγάζοντες· Χαῖρε Μήτηρ ἄχραντε, χαῖρε Δέσποινα.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ἐν πέτρᾳ με τῆς πίστεως στερεώσας, ἐπλάτυνας τὸ στόμα μου ἐπ᾿ ἐχθρούς μου· εὐφράνθη γὰρ τὸ πνεῦμά μου ἐν τῷ ψάλλειν. Οὐκ ἔστιν ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε».
Κάθισμα
Ἦχος πλ. δ'
Τὴν Σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ
Ἐντολαῖς τοῦ Δεσπότου ἐπαγρυπνῶν, ἐφ᾿ ὁμοίοις τε τρόποις παῖδας τοὺς σούς, ῥυθμίζων Μακάριε, Ξενοφῶν καὶ τὴν σύζυγον, σὺν αὐτοῖς τὰ ἄνω, κληροῦσαι βασίλεια, πειρασμῶν παντοίων, λιπὼν τὸ κλυδώνιον· ὅθεν εὐφημοῦμεν, εὐσεβῶς ὑμᾶς πάντας, καὶ πόθῳ γεραίρομεν καὶ πιστῶς ἀνακράζομεν, θεοφόροι πανόλβιοι, πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.ΘεοτοκίονὩς Παρθένον καὶ μόνην ἐν γυναιξί, σὲ ἀσπόρως τεκοῦσαν Θεὸν σαρκί, πᾶσαι μακαρίζομεν, γενεαὶ τῶν ἀνθρώπων· τὸ γὰρ πῦρ ἐσκήνωσεν, ἐν σοὶ τῆς Θεότητος, καὶ ὡς βρέφος θηλάζεις, τὸν Κτίστην καὶ Κύριον· ὅθεν τῶν Ἀγγέλων, καὶ ἀνθρώπων τὸ γένος, ἀξίως δοξάζομεν, τὸν πανάγιον Τόκον σου, καὶ συμφώνως βοῶμέν σοι· Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἀνυμνοῦσιν ἀξίως, τὴν δόξαν σου Ἄχραντε.Ἢ ΣταυροθεοτοκίονΤὸν Ἀμνὸν καὶ ποιμένα καὶ Λυτρωτήν, ἡ, Ἀμνὰς θεωροῦσα ἐν τῷ Σταυρῷ ὠλόλυζε δακρύουσα, καὶ πικρῶς ἐκβοῶσα· ὁ μὲν κόσμος ἀγάλλεται, δεχόμενος τὴν λύτρωσιν, τὰ δὲ σπλάγχνα μου φλέγονται, ὁρώσης σου τὴν σταύρωσιν, ἣν περ ὑπομένεις διὰ σπλάγχνα ἐλέους. Μακρόθυμε Κύριε, τοῦ ἐλέους ἡ ἄβυσσος, καὶ πηγὴ ἀγαθότητος, σπλαγχνίσθητι καὶ δώρησαι οὖν, τῶν πταισμάτων ἄφεσιν τοῖς δούλοις σου, τοῖς ἀνυμνοῦσί σου πίστει, τὰ θεῖα παθήματα.
Κανών α', ᾨδὴ δ', τοῦ Ὁσίου
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Εἰσακήκοα Κύριε, τὴν ἀκοὴν τῆς σῆς οἰκονομίας, καὶ ἐδόξασά σε μόνε φιλάνθρωπε».Ἀνασωθέντες κλύδωνος, βιωτικοῦ, λιμένι εὐσεβείας, ὡρμίσθητε Παῖδες μακαριώτατοι.Μεμυημένοι γνῶσιν, τῶν θείων, καὶ τὴν τῶν ἀνθρωπίνων, τῷ Θεῷ λατρεύειν προτετιμήκατε.Ἐκ τῆς ἀβύσσου Ὅσιοι, τῆς κοσμικῆς, ῥυσθέντες πανενδόξως, ἀγαθῶν ἀβύσσῳ προσεληλύθατε.ΘεοτοκίονΛελυτρωμένοι αἵματι, τῷ ἐκ πλευρᾶς, χυθέντι, τοῦ Υἱοῦ σου, Θεομῆτορ πάντες, σὲ μακαρίζομεν.
Κανών α', ᾨδὴ ε', τοῦ Ὁσίου
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ τοῦ φωτὸς χορηγός, καὶ τῶν αἰώνων ποιητὴς Κύριος, ἐν τῷ φωτὶ τῶν προσταγμάτων, ὁδήγησον ἡμᾶς· ἐκτός σου γὰρ ἄλλον, Θεὸν οὐ γινώσκομεν».Πρὸς τὴν ἀνώλεθρον, κατεπειγόμενος ζωήν, ἔσπευσας, καταλαβεῖν τὴν ἡγιασμένην, Ἀρκάδιε πόλιν, καὶ τάφῳ τῆς ὄντως ζωῆς προσεπέλασας.Ὡς εὐπρεπὴς ἀληθῶς, ἡ γενομένη περὶ σὲ πρόνοια, καὶ θαυμαστὴ καὶ δεδοξασμένη, κυβέρνησις θεία, τοῦ πάντων Δεσπότου, παμμάκαρ Ἀρκάδιε.Σοῦ προμηθούμενος, ὁ ἐν ἀγκάλαις Συμεὼν πρότερον, ἀνακλιθείς, τοῦ θείου Πρεσβύτου, πρεσβύτῃ σε θείῳ, Ἀρκάδιε φέρων, Χριστὸς καθωδήγησεν.ΘεοτοκίονΥἱὸν τὸν ἄναρχον, καὶ συναΐδιον Πατρὶ τέτοκας, ὑπερφυῶς ἐκ σοῦ σαρκωθέντα, πανάμωμε Κόρη· διὸ Θεοτόκον, Ἁγνὴ σε κηρύττομεν.
Κανών α', ᾨδὴ ς', τοῦ Ὁσίου
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον· Ἐκ φθορᾶς, ὁ Θεὸς με ἀνάγαγε».Μακαρίας ζωῆς ἐφιέμενος, τῷ τῶν Μοναζόντων προστρέχεις συστήματι, τὴν ζωτικὴν ἐπίπνοιαν, συνεργὸν Ἰωάννῃ ποιούμενος.Βροτοκτόνου κακίας νεκρότητα, καὶ θανατηφόρον ἰὸν ἀπωσάμενος, τῷ ζωηφόρῳ μνήματι, τοῦ Χριστοῦ Ἰωάννη προσέδραμες.Ἰωάννου τὸν βίον ἐζήλωσας· καὶ γὰρ ὡς ἐκεῖνος τὴν ἔρημον ᾤκησας, καὶ καθαρῶς ἐβίωσας, Ἰωάννῃ Χριστῷ καθαιρόμενος.ΘεοτοκίονΟὐρανὸν ὁ τανύσας μονώτατος, ἄλλον οὐρανὸν ἔμψυχον ἀπειργάσατο, σὲ Θεομῆτορ ἄχραντε, καὶ ἐκ σοῦ τοῖς ἐν σκότει ἀνέτειλεν.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον. Ἐκ φθορᾶς, ὁ Θεὸς με ἀνάγαγε».
Κοντάκιον
Ἦχος δ'
Ἐπεφάνης σήμερον ΤΟ ΑΚΟΥΤΕ
Τὴν τοῦ βίου θάλασσαν διεκφυγόντες, Ξενοφῶν ὁ δίκαιος, σὺν τῇ συζύγῳ τῇ σεπτῇ, ἐν οὐρανοῖς συνευφραίνονται, μετὰ τῶν τέκνων, Χριστὸν μεγαλύνοντες.
Ὁ Οἶκος
Ξένην ὁδὸν θεοπρεπῶς, Ξενοφῶν διοδεύσας, μετὰ καὶ τῆς συζύγου ἐλάθετε τὴν φύσιν, ὥσπερ ἀσώματοι σαφῶς ἐν τῇ γῇ ὀφθέντες· διὸ καὶ πύλαι ἡμῖν οὐράνιαι ἠνοίγησαν, καὶ μετὰ τῶν Ἀγγέλων χορεύετε, ὡς τοῦ ἀμπελῶνος γεγονότες τοῦ Κυρίου ἐργάται, μετὰ καὶ τῶν τέκνων. Αἰνεῖτε οὖν Χριστόν, δωρήσασθαι αἴγλην φωτισμοῦ ταῖς ζοφεραῖς ἡμῶν καρδίαις, μνήμην ὑμῶν τελούντων τὴν φωτοφόρον, τὸν στεφοδότην Χριστὸν μεγαλύνοντες.
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΚΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ξενοφῶντος καὶ τῆς συμβίου αὐτοῦ Μαρίας καὶ τῶν τέκνων αὐτοῦ Ἀρκαδίου καὶ Ἰωάννου.ΣτίχοιΚαὶ γῆν λιπόντας, τοὺς περὶ Ξενοφῶντα,Ἁβρᾷ ξενίζω τοῦ λόγου πανδαισίᾳ.Παισὶν ἅμ' ἠδ' ἀλόχῳ Ξενοφῶν θάνεν εἰκάδι ἕκτῃ.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ μεγάλου σεισμοῦ.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Συμεών, τοῦ ἐπιλεγομένου Παλαιοῦ.ΣτίχοιΤὸν χοῦν παλαιὲ Συμεὼν ἀπεξύσω,Ἐχθροῦ παλαιοῦ λεπτύνας εἰς χοῦν κάραν.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀνανίου πρεσβυτέρου καὶ Πέτρου δεσμοφύλακος καὶ τῶν σὺν αὐτοῖς ἑπτὰ στρατιωτῶν.ΣτίχοιΠέτρος σὺν ἑπτὰ τὴν θάλασσαν εἰσέδυ,Οἷς Ἀνανίας ἡδέως συνεισέδυ.Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Ἀμωνᾶς ἐν εἰρήνῃ τελειοῦται.ΣτίχοιΖωῆς Ἀμωνᾶς νῆμα πληρώσας ἅπαν,Ζωὴν ἐφεῦρεν, οὔποτε πληρουμένην.Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Γαβριὴλ ἐν εἰρήνῃ τελειοῦται.ΣτίχοιΣὺν τῷ Γαβριὴλ τῷ Νόων πρωτοστάτῃ,Καὶ Γαβριὴλ ἵστησι Χριστὸς τὸν νέον.Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι δύω Μάρτυρες, οἱ ἐν Φρυγίᾳ, τυπτόμενοι τελειοῦνται.ΣτίχοιΒάκλοις ἀθληταὶ τραυματισθέντες δύω,Στεφθέντες εὗρον τὴν συνούλωσιν τάχει.Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Κανών α', ᾨδὴ ζ', τοῦ Ὁσίου
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἀντίθεον πρόσταγμα παρανομοῦντος, τυράννου μετάρσιον, τὴν φλόγα ἀνερρίπισε, Χριστὸς δὲ ἐφήπλωσε θεοσεβέσι Παισί, δρόσον τὴν τοῦ Πνεύματος, ὁ ὢν εὐλογημένος καὶ ὑπερένδοξος».Νοὸς καθαρότητι ὁ θεοφόρος, ὑμῶν τὴν συνέλευσιν, καθορῶν προεμήνυσε· Θεὸς γὰρ δίκαιος, τῆς εὐσεβείας ὑμᾶς, θείως ἀμειβόμενος εἰς ἕν, ὡς ἐλεήμων ἐπισυνήγαγε.Τὸν ζῆλον θεώμενος τῆς εὐσεβείας, τὴν πίστιν δεχόμενος, τὸν πόθον προσιέμενος, ὑμῶν ὁ φιλάνθρωπος, πάντας συνήθροισε, μίαν εἰς ἑστίασιν ὑμᾶς, ὁ εὐεργέτης καὶ ὑπερένδοξος.ΘεοτοκίονἘλπὶς ἀκαταίσχυντε, ἐλπὶς βεβαία, καὶ τεῖχος ἀκράδαντον, καὶ σκέπη καὶ βοήθεια, γενοῦ μοι Πανάμωμε, τῷ πεποιθότι εἰς σέ· σοὶ γὰρ ἀνατίθημι Ἁγνή, πᾶσαν ἐλπίδα τῆς σωτηρίας μου.
Κανών α', ᾨδὴ η', τοῦ Ὁσίου
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Κάμινος ποτέ, πυρὸς ἐν Βαβυλῶνι τὰς ἐνεργείας διεμέριζε, τῷ θείῳ προστάγματι, τοὺς Χαλδαίους καταφλέγουσα, τοὺς δὲ πιστοὺς δροσίζουσα ψάλλοντας· Εὐλογεῖτε, πάντα τὰ ἔργα τὸν Κύριον».Κάμινον σφοδρῷ πυρὶ τὴν καιομένην, τῆς ἀπ᾿ ἀλλήλων διαστάσεως, στερρῶς ὑπεμείνατε· τὰ γὰρ σπλάγχνα σπαραττόμενοι, καὶ τὰς ψυχὰς πυρούμενοι, κέντρῳ τῆς συμφυΐας, ἄθλους Μαρτύρων ἠνύσατε.Ἄνωθεν ὑμᾶς, νεφέλη δροσοβόλος φιλανθρωπίας ἐπεσκίασε, Σιὼν ἐν τοῖς ὄρεσιν, ἔνθα δρόσος ἡ τοῦ Πνεύματος, τοὺς Μαθητὰς ἐπύρσευσε, κράζοντας· Εὐλογεῖτε, πάντα τὰ ἔργα τὸν Κύριον.Ἵλεων ἡμῖν, καὶ εὐμενῆ γενέσθαι, τὸν Εὐεργέτην ἱκετεύσατε Πατέρες πανόλβιοι, τοῖς ἡμῶν νῦν μακαρίζουσι, τὸ ἱερὸν μνημόσυνον, φυτῶν ἡνωμένων καὶ συνημμένων τῇ χάριτι.ΘεοτοκίονΤὸν μονογενῆ, Υἱὸν Θεὸν καὶ Λόγον, τὸν πρὸ αἰώνων ἐξ ἀνάρχου Πατρός, ἀρρήτως ἐκλάμψαντα, τὸν τῆς κτίσεως πρωτότοκον, γεγενημένον τέτοκας· ὅθεν σε Θεομῆτορ, πάντα τὰ Ἔθνη δοξάζομεν.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Κάμινος ποτέ, πυρὸς ἐν Βαβυλῶνι τὰς ἐνεργείας διεμέριζε, τῷ θείῳ προστάγματι, τοὺς Χαλδαίους καταφλέγουσα, τοὺς δὲ πιστοὺς δροσίζουσα ψάλλοντας· Εὐλογεῖτε, πάντα τὰ ἔργα τὸν Κύριον».
Κανών α', ᾨδὴ θ', τοῦ Ὁσίου
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἀνάρχου Γεννήτορος, Υἱὸς Θεὸς καὶ Κύριος, σαρκωθεὶς ἐκ Παρθένου, ἡμῖν ἐπέφανε, τὰ ἐσκοτισμένα φωτίσαι, συναγαγεῖν τὰ ἐσκορπισμένα· διὸ τὴν πανύμνητον, Θεοτόκον μεγαλύνομεν».Ἐπ᾿ ὤμων ἀράμενοι, τὸν τοῦ Χριστοῦ Σταυρὸν ἀληθῶς, διηνύσατε τρίβον τὴν τῆς ἀσκήσεως, πᾶσαν ἀρετὴν ἐκτελοῦντες, ἕως αὐτήν, τὴν ὄντως ἀγήρω, ζωὴν κατειλήφατε, πανοικίᾳ στεφανούμενοι.Κατακυριεύσαντες, τοῦ τῆς σαρκὸς φρονήματος, τὸν τοῦ Πνεύματος πλοῦτον ἐθησαυρίσατε, χάριν ἰαμάτων, λαβόντες ἐκ τῆς Πηγῆς, τῆς τῶν χαρισμάτων· ᾗ νῦν προσχωρήσαντες, αἰωνίως ἀναπαύεσθε.Νικήσαντες Ὅσιοι, τὰς μηχανὰς τοῦ δράκοντος, ἐπὶ τέλει τῶν ἄθλων ἀνηγορεύθητε, τῆς δικαιοσύνης στεφάνους, παρὰ Χριστοῦ, λαβόντες ἀξίως· ὃν νῦν δυσωπήσατε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.ΘεοτοκίονἈμήτορα πρότερον, κατὰ τὴν πρώτην γέννησιν, δι᾿ ἡμᾶς σαρκωθέντα, τίκτεις ἀπάτορα, δύω γνωριζόμενον φύσεις, τὴν Θεϊκήν, καὶ τὴν Ἀνθρωπίνην, καὶ ταύτας πιστούμενον, ἐνεργείαις Θεονύμφευτε.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ἀνάρχου Γεννήτορος, Υἱὸς Θεὸς καὶ Κύριος, σαρκωθεὶς ἐκ Παρθένου, ἡμῖν ἐπέφανε, τὰ ἐσκοτισμένα φωτίσαι, συναγαγεῖν τὰ ἐσκορπισμένα· διὸ τὴν πανύμνητον, Θεοτόκον μεγαλύνομεν».
Ἐξαποστειλάριον
Ἦχος γ'
Ὁ οὐρανὸν τοῖς ἄστροις ΤΟ ΑΚΟΥΤΕ
Ἐσκόρπισας τὸν πλοῦτον, τοῖς πένησι θεαρέστως, καὶ παροικῶν ᾠκειώθης, ὦ Ξενοφῶν τῷ Κυρίῳ ὃν δυσώπει παμμάκαρ, παθῶν ἡμᾶς ἐξελέσθαι.
Θεοτοκίον
Ἦχος γ'
Ὁ οὐρανὸν τοῖς ἄστροις ΤΟ ΑΚΟΥΤΕ
Τὰς στρατιὰς τῶν Ἀγγέλων, καὶ τῶν ἁγίων τους χορούς, ὑπερανέστηκεν ὄντως, τὰ μεγαλεῖά σου Ἁγνή· διὸ Χριστὸν ἐκδυσώπει, ὑπὲρ λαοῦ ἑπταικότος.
| TA ΜΗΝΑΙΑ | Ιανουάριος | 26 |
Jan 27
Τῌ ΚΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥἩ ἀνακομιδὴ τοῦ Λειψάνου τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου τοῦ Χρυσοστόμου.
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Μετὰ τὸν Προοιμιακὸν Ψαλμὸν Στιχολογοῦμεν τὴν α' στάσιν τοῦ, Μακάριος ἀνήρ. Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.
Στιχηρὰ Προσόμοια
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσι ΤΟ ΑΚΟΥΤΕ
Τὴν χρυσήλατον σάλπιγγα, τὸ θεόπνευστον ὄργανον, τῶν δογμάτων πέλαγος ἀνεξάντλητον, τῆς Ἐκκλησίας τὸ στήριγμα, τὸν νοῦν τὸν οὐράνιον, τῆς σοφίας τὸν βυθόν, τὸν κρατῆρα τὸν πάγχρυσον, τὸν προχέοντα, ποταμοὺς διδαγμάτων μελιρρύτων, καὶ ἀρδεύοντα τὴν κτίσιν, μελῳδικῶς εὐφημήσωμεν.
Ἦχος δ'
Τὸν ἀστέρα τὸν ἄδυτον, τὸν ἀκτῖσι φωτίζοντα, διδαγμάτων ἅπασαν τὴν ὑφήλιον, τῆς μετανοίας τὸν κήρυκα, τὸν σπόγγον τὸν πάγχρυσον τὸν ὑγρότητα δεινῆς, ἀπογνώσεως αἴροντα, καὶ δροσίζοντα, ἐκτακείσας καρδίας ἁμαρτίαις, Ἰωάννην ἐπαξίως, τὸν Χρυσολόγον τιμήσωμεν.
Ἦχος δ'
Ὁ ἐπίγειος Ἄγγελος, καὶ οὐράνιος ἄνθρωπος, χελιδὼν ἡ εὔλαλος καὶ πολύφωνος, τῶν ἀρετῶν τὸ θησαύρισμα, ἡ πέτρα ἡ ἄρρηκτος τῶν πιστῶν ὑπογραμμός, τῶν Μαρτύρων ἐφάμιλλος, ἰσοστάσιος, τῶν ἁγίων Ἀγγέλων Ἀποστόλων, ὁ ὁμότροπος ἐν ὕμνοις, μεγαλυνέσθω Χρυσόστομος.
Ἔτερα Στιχηρὰ
Ἦχος δ'
Ὁ ἐξ ὑψίστου κληθεὶς ΤΟ ΑΚΟΥΤΕ
Ἱερωτάτην στησώμεθα χορείαν· στέφος γὰρ χρυσόμορφον, τῆς Ἐκκλησίας Χριστοῦ, βασιλικῇ δόξῃ σήμερον, ἀπὸ Κομάνων, πρὸς πόλιν ἥκει τὴν Βασιλεύουσαν, λάμπει στίλβον ἄνωθεν, τῇ ἐπανόδῳ αὐτοῦ, πρὸς βασιλείαν τὴν ἄϋλον, πιστοὺς εἰσάγει, καὶ τῷ τῶν ὅλων προσοικειοῖ Βασιλεῖ· διὸ βοῶμεν· Χρυσεπώνυμε, Πάτερ θεῖε Χρυσόστομε πάγχρυσε, καθικέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.
Ἦχος δ'
Ὡς οὐρανὸς φαεινὸς τῆς Ἐκκλησίας, δύσιν ὦ Χρυσόστομε τὴν ὑπερόριον, καθυποστὰς ἀπηνέστατα, ἐπανατέλλεις, σήμερον χαίρων τῇ κτίσει ἄδυτος· θάλπεις ἐγκοσμούμενος, θαυμάτων ἄστροις σοφέ, φέρεις Χριστὸν ὑπερλάμποντα, ἡλίου δίκην, σοῦ δᾳδουχοῦντα νῦν τὴν ἐπάνοδον· διὸ βοῶμεν· Φωταυγέστατε, φωτολόγε Χρυσόστομε πάνσοφε, καθικέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.
Ἦχος δ'
Νῦν οὐρανὸς τοῖς Ἀγγέλοις συγχορεύει, κτίσει συνευφραίνονται, βροτῶν συστήματα· ὁ γὰρ ἐν γῇ οὐρανόφρονας, δεικνὺς τοὺς πάντας, κλίμακι θείᾳ, σεπτῶν ῥημάτων αὐτοῦ· οὗτος τὴν ἐπάνοδον, τῶν θεοδρόμων βαθμῶν, ὡς, Ἰακὼβ νέος δείκνυσιν, Ἀγγέλων θείων, ἀγαλλομένων τῇ μεταθέσει αὐτοῦ· διὸ βοῶμεν, Παμμακάριστε, τῶν ἀΰλων Ἀγγέλων συνόμιλε, Χρυσολόγε δυσώπει, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δοξαστικὸν
Ἦχος δ'
Κοσμᾶ
Οὐκ ἔδει σε Χρυσόστομε, τὴν Βασιλίδα κοταλείψαντα, παροικεῖν ἐν Κομάνοις· ὅθεν θεόθεν ἠγμένη, ἡ Ἀνακτορικὴ πανδαισία, πάλιν σε ἐπανήγαγεν ἐν τοῖς βασιλείοις· εὐφράνθη δὲ ἡ Ἐκκλησία ἰδοῦσά σε, ἀνθομολογουμένη καὶ λέγουσα. Μεγαλύνει ἡ δόξα μου τὸν Κύριον, ἀποδόντα μοι τὸν νυμφαγωγόν, καὶ τὸ στήριγμα τῆς πίστεως, τὴν ὑπόληψιν τῶν ἀξιωμάτων μου, καὶ ἀνάπαυσιν τῶν ἐμῶν κροτάφων· τὸ ὕψος τῆς ταπεινοφροσύνης, καὶ βάθος τῆς ἐλεημοσύνης, καὶ πλοῦτον τῆς ἐμῆς πτωχείας, καὶ μῆκος τῆς μετανοίας. Διὸ αἰτοῦμέν σε Ὅσιε Πάτερ, τὴν εἰρήνην αἴτησαι, καὶ ταῖς ψυχαῖς ἡμῶν, τὸ μέγα ἔλεος.
Θεοτοκίον
Ἦχος δ'
Ὁ διὰ σὲ θεοπάτωρ Προφήτης Δαυΐδ, μελῳδικῶς περὶ σοῦ προανεφώνησε, τῷ μεγαλεῖά σοι ποιήσαντι. Παρέστη ἡ Βασίλισσα ἐκ δεξιῶν σου· σὲ γὰρ Μητέρα πρόξενον ζωῆς ἀνέδειξεν, ὁ ἀπάτωρ ἐκ σοῦ ἐνανθρωπῆσαι εὐδοκήσας Θεός, ἵνα τὴν ἑαυτοῦ ἀναπλάσῃ εἰκόνα, φθαρεῖσαν τοῖς πάθεσι· καὶ τὸ πλανηθὲν ὀρειάλωτον εὑρὼν πρόβατον, τοῖς ὤμοις ἀναλαβών, τῷ Πατρὶ προσαγάγῃ, καὶ τῷ ἰδίῳ θελήματι, ταῖς οὐρανίαις συνάψει Δυνάμεσι, καὶ σώσῃ Θεοτόκε τὸν κόσμον, Χριστὸς ὁ ἔχων τὸ μέγα, καὶ πλούσιον ἔλεος.
Παροιμιῶν τὸ Ἀνάγνωσμα(Κεφ. 10, 67 & 3, 1316 & 8,... )Μνήμη δικαίου μετ᾿ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν καὶ θνητὸς ὃς εἶδε φρόνησιν. Κρεῖττον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν (οὐκ ἀντιτάσσεται αὐτῇ οὐδὲν πονηρόν, εὔγνωστὸς ἐστι πᾶσι τοῖς ἐγγίζουσιν αὐτήν)· πᾶν δὲ τίμιον, οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλὴν καὶ γνῶσιν καὶ ἔννοιαν, ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν, ἄκακοι, πανουργίαν, οἱ δὲ ἀπαίδευτοι, ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα(Ἐκλογὴ)Ἐγκωμιαζομένου Δικαίου, εὐφρανθήσονται λαοί· ἀθανασία γὰρ ἐστιν ἡ μνήμη αὐτοῦ· ὅτι καὶ παρὰ Θεῷ γινώσκεται καὶ παρὰ ἀνθρώποις, καὶ ἀρεστὴ Κυρίῳ ἡ ψυχὴ αὐτοῦ. Ἐπιθυμήσατε τοιγαροῦν, ὦ ἄνδρες, σοφίαν καὶ ποθήσατε καὶ παιδευθήσεσθε. Ἀρχὴ γὰρ αὐτῆς ἀγάπη καὶ τήρησις νόμων. Τιμήσατε σοφίαν, ἵνα εἰς τὸν αἰῶνα βασιλεύσητε. Ἀπαγγελῶ ὑμῖν, καὶ οὐ κρύψω ἀφ᾿ ὑμῶν μυστήρια Θεοῦ. Ὅτι αὐτός, καὶ τῆς σοφίας ὁδηγὸς ἐστι, καὶ τῶν σοφῶν διορθωτής. Καὶ ἐν τῇ χειρὶ αὐτοῦ πᾶσα φρόνησις καὶ ἐργασιῶν ἐπιστήμη. Ἡ πάντων τεχνῖτις ἐδίδαξέ με σοφία· ἔστι γὰρ ἐν αὐτῇ πνεῦμα νοερόν, ἅγιον, ἀπαύγασμα φωτὸς ἀϊδίου, καὶ εἰκὼν τῆς ἀγαθότητος τοῦ Θεοῦ. Αὕτη φίλους Θεοῦ καὶ προφήτας κατασκευάζει. Εὐπρεπεστέρα δὲ ἐστιν ἡλίου, καὶ ὑπὲρ πᾶσαν ἀστέρων θέσιν· φωτὶ συγκρινομένη, εὑρίσκεται προτιμοτέρα. Αὕτη τούς θεραπεύσαντας αὐτὴν ἐκ πόνων ἐρρύσατο, καὶ ὡδήγησεν ἐν τρίβοις εὐθείαις. Ἔδωκεν αὐτοῖς γνῶσιν ἁγίαν· καὶ διεφύλαξεν αὐτοὺς ἀπὸ ἐνεδρευόντων, καὶ ἀγῶνα ἰσχυρὸν ἐβράβευσεν αὐτοῖς, ἵνα γνῶσι πάντες, ὅτι δυνατωτέρα παντὸς ἐστιν ἡ εὐσέβεια. Καὶ οὐ μὴ κατισχύσῃ ποτὲ κακία σοφίας, ουδ᾿ οὐ μὴ παρελεύσεται πονηρούς ἐλέγχουσα ἡ δίκη. Εἶπον γὰρ ἐν ἑαυτοῖς, λογισάμενοι οὐκ ὀρθῶς· Καταδυναστεύσωμεν τὸν δίκαιον, μὴ φεισώμεθα τῆς ὁσιότητος αὐτοῦ, μηδὲ ἐντραπῶμεν πολιὰς πρεσβευτοῦ πολυχρονίους. Ἔστω δὲ ἡμῶν ἡ ἰσχὺς νόμος. Καὶ ἐνεδρεύσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστι, καὶ ἐναντιοῦται τοῖς ἔργοις ἡμῶν, καὶ ἐπιφημίζει ἡμῖν ἁμαρτήματα παιδείας ἡμῶν. Ἐπαγγέλλεται γνῶσιν ἔχειν Θεοῦ, καὶ παῖδα Κυρίου ἑαυτὸν ὀνομάζει. Ἐγένετο ἡμῖν εἰς ἔλεγχον ἐννοιῶν ἡμῶν. Βαρὺς ἐστιν ἡμῖν καὶ βλεπόμενος, ὅτι ἀνόμοιος τοῖς ἄλλοις ὁ βίος αὐτοῦ, καὶ ἐξηλλαγμέναι αἱ τρίβοι αὐτοῦ. Εἰς κίβδηλον ἐλογίσθημεν αὐτῷ, καὶ ἀπέχεται τῶν ὁδῶν ἡμῶν, ὡς ἀπὸ ἀκαθαρσιῶν, καὶ μακαρίζει ἔσχατα δικαίων. Ἴδωμεν οὖν, εἰ οἱ λόγοι αὐτοῦ ἀληθεῖς, καὶ πειράσωμεν τὰ ἐν ἐκβάσει αὐτοῦ. Ὕβρει καὶ βασάνῳ ἐτάσωμεν αὐτόν, ἵνα γνῶμεν τὴν ἐπιείκειαν αὐτοῦ, καὶ δοκιμάσωμεν τὴν ἀνεξικακίαν αὐτοῦ, θανάτῳ ἀσχήμονι καταδικάσωμεν αὐτόν· ἔσται γὰρ αὐτοῦ ἐπισκοπὴ ἐκ λόγων αὐτοῦ. Ταῦτα ἐλογίσαντο, καὶ ἐπλανήθησαν· ἀπετύφλωσε γὰρ αὐτοὺς ἡ κακία αὐτῶν. Καὶ οὐκ ἔγνωσαν μυστήρια Θεοῦ, οὐδὲ ἔκριναν ὅτι σὺ Θεός, μόνος, ὁ ζωῆς ἔχων καὶ θανάτου τὴν ἐξουσίαν, καὶ σῴζων ἐν καιρῷ θλίψεως, καὶ ῥυόμενος παντὸς κακοῦ· ὁ οἰκτίρμων καὶ ἐλεήμων, καὶ διδοὺς τοῖς ὁσίοις σου χάριν, καὶ τῷ σῷ βραχίονι τοῖς ὑπερηφάνοις ἀντιτασσόμενος.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα(Ἐκλογὴ)Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας, στόμα σοφῶν μελετᾷ σοφίαν, δικαιοσύνη δὲ ῥύσεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρός δικαίου, οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν, καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διὰ παντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν, ὁ ὀρθρίσας πρὸς αὐτήν, οὐ κοπιάσει, καὶ ὁ ἀγρυπνήσας δι᾿ αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς, καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν· μύστις γὰρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσιν ἀρεταί· σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδὲν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ δὲ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα, καὶ τὰ μέλλοντα εἰκάζειν· ἐπίσταται στροφὰς λόγων καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων· καὶ πᾶσι σύμβουλός ἐστιν ἀγαθή· ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγων αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας· Θεὲ πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνη· δὸς μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων σου, ὅτι ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου, καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τὶ εὐάρεστόν ἐστι παρὰ σοί· καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοί, καὶ ἐπισφαλεῖς αἱ επίνοιαι αὐτῶν.
Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.Ἦχος πλ. α'Χαίροις ἀσκητικῶν ΤΟ ΑΚΟΥΤΕΧαίρει ἡ Ἐκκλησία Χριστοῦ, ἐπὶ λυχνίας Ἱερὰς κατοπτεύουσα, τὸν λύχνον τὸν φωτοφόρον, ὃν καθελόντες ἐχθροί, τῆς σιγῆς μοδίῳ συγκατέκρυψαν. Τιμᾷ ἐπὶ ὄρους σε, τῶν ἀρετῶν Πάτερ Ὅσιε, πυρσὸν ὡς θεῖον, οἰκουμένης τὰ πέρατα, ὑπὲρ ἥλιον, ἀπαστράπτοντα θαύμασι. Σήμερον ἡ ἀδέκαστος, Θεοῦ κρίσις δείκνυσι, δικαιοσύνην ἐξ ὕψους, ὡς μεσημβρίαν ὑπέρφωτον, τὴν σὴν καὶ παρέχει, τοῖς ἐν κόσμῳ τὴν εἰρήνην, καὶ μέγα ἔλεος.Στίχ. Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.Βρύει ὡς μυροθήκη τερπνή, τὰ τῶν θαυμάτων θεῖα ῥεῖθρα Χρυσόστομε, ἡ λάρναξ ἡ σὴ ἐν κόσμῳ, καὶ ἰαμάτων ῥοαῖς, τὰς ψυχὰς μυρίζει τῶν τιμώντων σε· Χριστοῦ τῶν χαρίτων γάρ, τοῖς ἀΰλοις ἀρώμασι, καταπλουτήσας, εὐωδίαν δεδώρησαι, τὴν ἀείζωον, τοῖς ἐν πίστει προστρέχουσιν· ὅθεν καταπολαύοντες, χαρίτων σῶν Πάνσοφε, καὶ τῶν ἀχράντων καὶ θείων, κατατρυφῶντες λειψάνων σου, πιστῶς ἐξαιτοῦμεν, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.Στίχ. Στόμα δικαίου μελετήσει σοφίαν, καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν.Κόσμου ὁ σιτομέτρης πιστοί, ὁ ἐν τρυφῇ τῇ οὐρανίᾳ τοῦ Πνεύματος, καρδίας ἐκτρέφων πάντων, οὐκ ἐξ Αἰγύπτου χωρεῖ, Ἰωσὴφ δὲ νέος προδεικνύμενος, σεπτοῖς ἐν λειψάνοις, ἀπὸ Κομάνων μετάγεται, δεινῶν τὴν ζάλην, καὶ τὸ πέλαγος σήμερον, τὸ τῶν θλίψεων, διατέμνων ἐντεύξεσι. Τοῦτον οὖν μακαρίσωμεν, καὶ πίστει βοήσωμεν. Πάρεσο Μάκαρ ἐν μέσῳ, τῶν ἐκτελούντων τὴν μνήμην σου, αὐτοῖς σωτηρίαν, παρεχόμενος πλουσίως, καὶ μέγα ἔλεος.
Δοξαστικὸν
Ἦχος πλ. β'
Ὅσιε τρισμάκαρ, Ἁγιώτατε Πάτερ, ὁ Ποιμὴν ὁ καλός, καὶ τοῦ Ἀρχιποίμενος Χριστοῦ Μαθητής, ὁ τιθεὶς τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων, αὐτὸς καὶ νῦν πανεύφημε, Ἰωάννη Χρυσόστομε, αἴτησαι πρεσβείαις σου, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.
Θεοτοκίον
Ἦχος πλ. β'
Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς, σὲ ἱκετεύομεν· Πρέσβευε Δέσποινα, μετὰ τοῦ Ἱεράρχου, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἀπολυτίκιον
Ἦχος πλ. δ' ΤΟ ΑΚΟΥΤΕ
Ἡ τοῦ στόματός σου καθάπερ πυρσὸς ἐκλάμψασα χάρις, τὴν οἰκουμένην ἐφώτισεν· ἀφιλαργυρίας τῷ κόσμῳ θησαυροὺς ἐναπέθετο, τὸ ὕψος ἡμῖν τῆς ταπεινοφροσύνης ὑπέδειξεν. Ἀλλὰ σοῖς λόγοις παιδεύων, Πάτερ, Ἰωάννη Χρυσόστομε, πρέσβευε τῷ Λόγῳ Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα
Ἦχος α'
Τὸν τάφον σου Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ
Δογμάτων ἀστραπαῖς, ὥσπερ ἥλιος μέγας, ἐφώτισας τὴν γῆν, καὶ ἀγνοίας τὸ σκότος, μακρὰν ἀπεδίωξας, Ἰωάννη Χρυσόστομε∙ ὅθεν δέομαι, τοῦ αἰωνίου με σκότους, ἐλευθέρωσον, καὶ φωτισμοῦ σωτηρίας, εὐχαῖς σου ἀξίωσον.Δόξα... τὸ αὐτὸΚαὶ νῦν... ΘεοτοκίονἈσπόρως τὸν Χριστόν, ἀπεκύησας μόνη, τὸ θαῦμα ὑπὲρ νοῦν, πῶς Παρθένος καὶ Μήτηρ∙ διὸ Θεοτόκον σε, προσκυνοῦντες δοξάζομεν· σὺ γὰρ ἔτεκες, τὸν Βασιλέα τῆς δόξης∙ ὃν δυσώπησον, τοῦ εἰρηνεῦσαι τὸν κόσμον, καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.
Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα
Ἦχος δ'
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ΤΟ ΑΚΟΥΤΕ
Ὡς χρυσαυγές τε καὶ τερπνὸν θεορρῆμον, ὄργανον θεῖον κελαδοῦν Ἐκκλησία, ὑπὸ Χριστοῦ Χρυσόστομε δεδώρησαι∙ χελιδὼν ἡ εὔλαλος, χρυσαυγίζουσα Μάκαρ, νοῦς ὁ χρυσοστόλιστος, λύρα τῆς μετανοίας, τοὺς σὲ τιμῶντας ῥῦσαι πειρασμῶν, σαῖς ἱκεσίαις Ποιμὴν ἀξιάγαστε.Δόξα... τὸ αὐτὸΚαὶ νῦν... ΘεοτοκίονΜετὰ Θεὸν ἐπὶ τὴν σὴν Θεοτόκε, προσπεφευγὼς ὁ ταπεινὸς σκέπην θείαν, παρακαλῶ δεόμενος. Ἐλέησον Ἁγνή, ὅτι ὑπερῆράν μου, κεφαλὴν ἁμαρτίαι, καὶ πτοοῦμαι Δέσποινα, τὰς κολάσεις καὶ φρίττω, ἱκετηρίαν ποίησον σεμνή, πρὸς τὸν Υἱόν σου, ἐκ τούτων ῥυσθῆναί με.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα
Ἦχος δ'
Κατεπλάγη Ἰωσὴφ ΤΟ ΑΚΟΥΤΕ
Θείᾳ ψήφῳ τῆς Χριστοῦ, ποίμνης ἀξίως γεγονώς, Ἀξιάγαστε ποιμήν, οἵά περ λύκους ἐξ αὐτῆς, ἐν τῇ σφενδόνῃ τῶν λόγων σου ἀπεδίωξας, ἐλέγχων ἀφειδῶς, παρανομοῦντας σοφέ∙ ὑφ᾿ ὦν καὶ ἐλαθείς, φθόνῳ Χρυσόστομε, μακρὰν ὁδὸν διήνυσας στερρόφρον, ὑπὲρ αὐτῆς ἐν ᾗ τέθνηκας, ἀλλ᾿ ἐπανῆλθες πρὸς Βασιλίδα, νέμων θεῖα χαρίσματα.Δόξα... τὸ αὐτὸΚαὶ νῦν... ΘεοτοκίονΚατεπλάγη Ἰωσήφ, τὸ ὑπὲρ φύσιν θεωρῶν, καὶ ἐλάμβανεν εἰς νοῦν, τὸν ἐπὶ πόκον ὑετόν, ἐν τῇ ἀσπόρῳ συλλήψει σου Θεοτόκε, βάτον ἐν πυρὶ ἀκατάφλεκτον, ῥάβδον Ἀαρὼν τὴν βλαστήσασαν, καὶ μαρτυρῶν ὁ Μνήστωρ σου καὶ φύλαξ, τοῖς ἱερεῦσιν ἐκραύγαζε∙ Παρθένος τίκτει, καὶ μετὰ τόκον, πάλιν μένει Παρθένος.
Προκείμενον Ἦχος δ' Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.Στίχ. Ἀκούσατε ταῦτα, πάντα τὰ Ἔθνη, ἐνωτίσασθε πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην.
Δόξα... Ἦχος β' Σήμερον σκιρτῶσιν ἐν Πνεύματι, Ἀρχιερέων δῆμοι, σὺν ἡμῖν τελοῦντές σου τὴν μνήμην Ἱεράρχα, Χρυσόστομε Ὅσιε, φωστὴρ τῆς Ἐκκλησίας.Καὶ νῦν... Ταῖς τῆς Θεοτόκου...Στίχος, Ἐλέησόν με ὁ Θεός...ἸδιόμελονἮχος πλ. β'Σάλπιγξ χρυσόφωνος ἀνεδείχθης, χρυσορρῆμον Χρυσόστομε, χρυσουργῶν τὰς καρδίας τῶν πιστῶν, τοῖς χρυσεπόνοις σου διδάγμασι· προφητικῶς γὰρ ἐξῆλθεν ὁ φθόγγος τῶν δογμάτων σου, Ὅσιε Πάτερ, καὶ κόσμου παντὸς τὰ πέρατα ἐφώτισεν.
Ὁ Κανὼν τῆς Θεοτόκου, οὗ ἡ ἀκροστιχίς.Χαίροις χαρᾶς σκήνωμα, τῆς λύπης λύσις.ᾨδὴ Ἰωάννου.ᾨδὴ α'
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἁρματηλάτην Φαραὼ ἐβύθισε, τερατουργοῦσα ποτέ, Μωσαϊκὴ ῥάβδος, σταυροτύπως πλήξασα, καὶ διελοῦσα θάλασσαν, Ἰσραὴλ δὲ φυγάδα, πεζὸν ὁδίτην διέσωσεν, ᾆσμα τῷ Θεῷ ἀναμέλποντα».Χαῖρε κατάρας παλαιᾶς ἡ λύτρωσις, καὶ εὐλογίας πηγή, χαῖρε ζωῆς Μήτηρ, ᾍδου ἡ καθαίρεσις, θανάτου ἡ ἀναίρεσις, χαῖρε λύσις τῆς λύπης, χαρᾶς χωρίον εὐρύχωρον∙ χαῖρε Θεοτόκε πανύμνητε.Ἅρμα τοῦ Λόγου λογικὸν καὶ ἔμψυχον, χαῖρε πανάμωμε, Δαυϊτικὸν χαῖρε, ἅρμα πολυώνυμον, ἅρμα μυριοπλάσιον∙ χαῖρε ἡ ἀσυγκρίτως, τῶν Χερουβὶμ ὑπερέχουσα, καὶ τῶν Σεραφὶμ ὑπερφέρουσα.Ἱερωτέρα νοερῶν Δυνάμεων, χαῖρε Θεόνυμφε, χαῖρε κτιστῆς πάσης, ἀνωτέρα φύσεως∙ χαῖρε Θεοῦ παλάτιον, χαῖρε πύρινε θρόνε, χαῖρε λυχνία πολύφωτε∙ χαῖρε μυριώνυμε Δέσποινα.Ῥάβδος ἐκ ῥίζης Ἰεσσαὶ βλαστήσασα, χαῖρε ἀμόλυντε∙ χαῖρε βλαστῷ ῥάβδου, τῆς Ἀαρωνίτιδος, διαγραφεῖσα πρότερον, μυστικῶς καὶ βαθέως∙ ὡς γὰρ ἐκείνη τὰ κάρυα, οὕτω τὸν Χριστὸν σὺ ἐξήνθησας.
Ὁ Κανὼν τοῦ ἉγίουΠοίημα Θεοφάνους.ᾨδὴ α'
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«ᾌσμα ἀναπέμψωμεν λαοί, τῷ θαυμαστῷ Θεῷ ἡμῶν, τῷ ἀπαλλάξαντι τὸν Ἰσραὴλ ἐκ δουλείας, ᾠδὴν ἐπινίκιον ᾄδοντες καὶ βοῶντες∙ ᾌσωμέν σοι τῷ μόνῳ Δεσπότῃ».Πλοῦτον ἐναπέθου σῇ ψυχῇ, τὸν θησαυρὸν τοῦ Πνεύματος, Πάτερ Χρυσόστομε∙ ἐξ οὗ τὴν Ἐκκλησίαν πλουτίζεις τοῖς λόγοις σου, ἥτις σου ἐπαξίως, ἑορτάζει ἐπάνοδον θείαν.Λόγοις κατεποίκιλας χρυσοῖς, τὴν ἱερὰν Χρυσόστομε, τῆς Ἐκκλησίας στολήν, ἣν πρώην ἐξ αἱμάτων, Χριστὸς προεξύφανεν∙ ὅθεν σου ἐπαξίως, ἑορτάζει ἐπάνοδον θείαν.Πέτρα ἀνεδείχθης ἀκλινής, καὶ στῦλος καὶ ἑδραίωμα, τῆς Ἐκκλησίας Χριστοῦ, τοῦ ἀκρογωνιαίου, ἐν ᾧ ᾠκοδόμησας, λόγους θεοσεβείας, ὥσπερ λίθους σοφὲ Ἱεράρχα.ΘεοτοκίονΜόνη ἀπειρόγαμε σεμνή, Μαρία ἀειπάρθενε, Θεοτόκε Κυρία, ἁγνὴ ἐκλελεγμένη, ἐξαίρετε Δέσποινα, πάντων τῶν ποιημάτων, σὲ ἐλπίδα κεκτήμεθα πάντες.
Ὁ Ἕτερος Κανὼν τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς.Τῷ χρυσογλώττῳ, τρίτον ἐξᾴδω μέλος.Ἰωσήφ.ᾨδὴ α'
Ἦχος γ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ τὰ ὕδατα πάλαι, νεύματι θείῳ εἰς μίαν συναγωγὴν συναθροίσας, καὶ τεμὼν θάλασσαν, Ἰσραηλίτῃ λαῷ, οὗτος ὁ Θεὸς ἡμῶν, δεδοξασμένος ὑπάρχει∙ αὐτῷ μόνῳ ᾄσωμεν, ὅτι δεδόξασται».Τὸ θεόφθογγον στόμα, τὸ χρυσόφωνον, ἡ τῶν λόγων λαμπρότης, τὸν ἐμὸν λάμπρυνον, ταὶς ἱκεσίαις σου νοῦν∙ ὅπως ἀνυμνήσω σου, τῆς ἐπανόδου τὴν μνήμην, Ἰωάννη χάριτος, θείας φερώνυμε.Ὡς ἀστὴρ ἑωσφόρος, ὡς φαεσίμβροτος ἥλιος, ὡς φωστὴρ εὐσεβείας, ὑπὸ γῆν Ὅσιε, δύνας δεσμοῖς φυσικοῖς, αὖθις ἐξανέτειλας, ἡμῖν τοῖς τέκνοις σου πέμπων, τῶν θαυμάτων ἄφθονα τὰ σελαγήματα.Χρυσορρήμονι γλώττῃ, τῶν διδαγμάτων ἐνέπλησας, τὴν ὑφήλιον πᾶσαν, καὶ χρυσοῖς μέλεσι, τῶν ἰαμάτων αὐγάς, πᾶσιν ἐναπήστραψας, τῶν παθημάτων τὸ σκότος, ἀφανίζων Ὅσιε, τῇ ἐπανόδῳ σου.ΘεοτοκίονῬητορεύων τὰ θεῖα, μοναδικὸν τὴν ὑπόστασιν, ὑφηγήσω τὸν Λόγον, κἂν διπλοῦς πέφηνεν, ἐκ τῆς Ἁγνῆς προελθών, σάρκα προσλαβόμενος∙ ἣν εὐλογοῦμεν ἀπαύστως, καὶ πιστῶς δοξάζομεν θεῖε Χρυσόστομε.Καταβασία ΤΟ ΑΚΟΥΤΕ«Χέρσον ἀβυσσοτόκον πέδον ἥλιος, ἐπεπόλευσέ ποτε, ὡσεὶ τεῖχος γὰρ ἐπάγη, ἑκατέρωθεν ὕδωρ, λαῶ πεζοποντοποροῦντι, καὶ θεαρέστως μέλποντι∙ ᾌσωμεν τᾧ Κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται».
Κανών α', ᾨδὴ γ', τῆς Θεοτόκου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σὺ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν Πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε».Ἰσχυρότατον ὅπλον, χαῖρε πιστῶν Δέσποινα, χαῖρε κραταιὰ προστασία, χαῖρε ἀντίληψις∙ χαῖρε βοήθεια, ἁμαρτωλῶν∙ χαῖρε τεῖχος τῶν προσκαλουμένων σε, χαῖρε τοῦ κόσμου χαρά.Σωτηρίας ἀνθρώπων, χαῖρε στερρὸν ἔρεισμα∙ χαῖρε τοῦ Ἀδὰμ καὶ τῆς Εὔας ἡ ἐπανάκλησις, δι᾿ ἧς ἀπέλαβον, τὴν παλαιὰν εὐκληρίαν, χαῖρε ἡ ἀνοίξασα, πάλιν Παράδεισον.Χαῖρε ἄφλεκτε βάτε, χαῖρε φωτὸς ὄχημα, χαῖρε τοῦ Ἡλίου νεφέλη, χαῖρε περίδοξε, καὶ περιλάλητε, τοῦ Βασιλέως καθέδρα∙ χαῖρε πόλις ἔμψυχε, Χριστοῦ τοῦ ζῶντος Θεοῦ.Ἀπειρόγαμε Μῆτερ, χαῖρε ἁγνὴ Δέσποινα, χαῖρε ἡ ἀνήροτος χώρα καὶ ἀγεώργητος, ἡ γεωργήσασα, τὸν Γεωργὸν τῶν ἁπάντων, χαῖρε γῆ, ἀλήθειαν ἡ ἀνατείλασα.
Κανών β', ᾨδὴ γ', τοῦ Ἁγίου
Ἦχος πλ. δ'
Οὐκ ἔστιν ἅγιος ΤΟ ΑΚΟΥΤΕ
Χρυσέοις διδάγμασι, κατεχρύσωσας σοφέ, τῆς Ἐκκλησίας τὸν στέφανον, καὶ ταύτης ἐποίκιλας, τὴν εὐπρέπειαν Πάτερ, τῷ κάλλει τῶν λόγων σου∙ διὸ σε κατ᾿ ἀξίαν τιμᾷ.Μυρίζουσιν Ὅσιε, ὥς περ κρίνα τοῦ ἀγροῦ, οἱ ἀτμοὶ τῶν καμάτων σου, δι᾿ ὦν εὐηρέστησας, τῷ Θεῷ Ἱεράρχα, κινδύνοις καὶ θλίψεσι, καὶ γῇ προσομιλήσας μακρᾷ.Ὡς ἄνθη μυρίζουσιν, οἱ τῶν λόγων σου καρποί, νοητῶς ἀποστάζοντες, τὸν θεῖον Χρυσόστομε, γλυκασμὸν τῆς σοφίας, καὶ νῦν εὐωδιάζοντες, ἡμᾶς ταῖς πρακτικαῖς ἀρεταῖς.ΘεοτοκίονἈμέριστος ἔμεινας, εἰ καὶ σάρκα δι᾿ ἐμέ, ἐκ Παρθένου ἐφόρεσας∙ διὸ καὶ ἐν δύω σε, προσκυνῶ ταῖς οὐσίαις, καὶ δύω θελήσεσι, καὶ δύω ἐνεργείαις Χριστέ.
Κανών γ', ᾨδὴ γ', Ἕτερος τοῦ Ἁγίου
Ἦχος γ'
Ὁ ἐκ μὴ ὄντων τὰ πάντα ΤΟ ΑΚΟΥΤΕ
Ὑπερορίας ὑπέκρυψέ σε μυχοῖς, τὸν λύχνον τὸν πάμφωτον, Βασιλὶς ἡ τυφλώττουσα∙ Χριστὸς δ᾿ ὑψηλότερον, ἐν τῇ λυχνίᾳ, καὶ πάλιν ἐπανάγει.Σταλάζων ῥεῖθρα θαυμάτων καὶ ποταμούς, προχέων ἰάσεων, ἐπανῆλθες Χρυσόστομε, τοῖς πιστῶς τιμῶσί σου, τῆς ἐπανόδου τὴν μνήμην Ἰωάννη.Ὁ χρυσορρόας Νεῖλος ὁ πλημμυρῶν, ἐν λόγοις ἐν θαύμασιν, ἐπανῆκε, συνδράμωμεν, πιστῶς ἀπαντλήσωμεν, ἀφθόνως πάντες ἐν πᾶσι κορεσθῶμεν.ΘεοτοκίονΓεώδης φύσις οὐ σθένει σε ἀνυμνεῖν, ἣν Ἄγγελοι μέλπουσιν, ὡς Θεὸν σωματώσασαν∙ πλὴν πιστῶς οἱ δοῦλοί σου, ἀποτολμῶμεν ὑμνεῖν σε καὶ δοξάζειν.Καταβασία ΤΟ ΑΚΟΥΤΕ«Τὸ στερέωμα, τῶν ἐπὶ σοὶ πεποιθότων, στερέωσον Κύριε τὴν Ἐκκλησίαν, ἣν ἐκτήσω, τῷ τιμίῳ σου αἵματι».
Κάθισμα
Ἦχος πλ. δ'
Τὴν Σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ
Τὴν σοφίαν ἐξ ὕψους καταμαθών, καὶ τὴν χάριν τῶν λόγων παρὰ Θεοῦ, τοῖς πᾶσιν ἐξέλαμψας, ὡς χρυσὸς ἐν καμίνῳ, καὶ τὴν Ἁγίαν Τριάδα, Μονάδα ἐκήρυξας, τήν φιλάργυρον πλάνην, τοξεύσας τοῖς λόγοις σου∙ ὅθεν καὶ πρὸς ζῆλον, βασιλίδα ἐλέγξας, ἀδίκως τῆς ποίμνης σου, ἀπελάθης Μακάριε, Ἰωάννη Χρυσόστομε, πρέσβευε Χριστῷ τῶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθω, τὴν ἁγίαν μνήμην σου.Δόξα... τὸ αὐτὸ Καὶ νῦν... ΘεοτοκίονΤῆς Τριάδος τὸν ἕνα ὑπερφυῶς, συλλαβοῦσα Παρθένε καὶ θαυμαστῶς, τοῦτον ἀπεκύησας, ὑπὲρ λόγον καὶ ἔννοιαν, καὶ κοινωνὸν τῆς θείας, κατέστησας φύσεως, τήν τῶν ἀνθρώπων φύσιν, τὴν πάλαι ἐξόριστον∙ ὅθεν συνελθόντες, οἱ τῷ τόκῳ σου πάντες, σωθέντες, Πανάμωμε, τοῖς σοῖς λόγοις ἑπόμενοι, χρεωστικῶς σε μακαρίζομεν, αἰτούμενοι Χριστὸν τὸν Θεόν, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς σὲ δοξάζουσι πίστει, ὡς Μητέρα αὐτοῦ.
Κανών α', ᾨδὴ δ', τῆς Θεοτόκου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σύ μου ἰσχύς, Κύριε, σύ μου καὶ δύναμις, σὺ Θεός μου, σύ μου ἀγαλλίαμα, ὁ Πατρικοὺς κόλπους μὴ λιπών, καὶ τὴν ἡμετέραν, πτωχείαν ἐπισκεψάμενος∙ διὸ σύν τῷ Προφήτη, Ἀββακοὺμ σοι κραυγάζω∙ Τῇ δυνάμει σου δόξα φιλάνθρωπε».Ἀνατολή, τοῦ Πατρικοῦ ἀπαυγάσματος, καὶ Ἠλίου, τοῦ ἐξανατείλαντος, πρὸ Ἑωσφόρου ἐκ τοῦ Πατρός, χαῖρε Θεοτόκε, νεφέλη κούφη καὶ ἔμψυχε∙ Παρθένε χαῖρε Μήτηρ, χαῖρε εὐλογημένη∙ χαῖρε δεδοξασμένη Πανάμωμε.Σὺ τὸ χρυσοῦν, θυμιατήριον Δέσποινα, τοῦ ἀστέκτου, καὶ ἀΰλου ἄνθρακος, ἐν ᾧ ἐκαύθη διαρραγέν, τῆς ἀδαμιαίας, παρακοῆς τὸ χειρόγραφον∙ διὸ σοι χαῖρε κράζω, δι᾿ἧς πάσιν ἐδόθη, ἡ χαρὰ καὶ τρυφὴ καὶ ἀπόλαυσις.Σὺ τῶν βροτῶν, δόξα καὶ κλέος καὶ καύχημα, καὶ Ἀγγέλων, στέφος καὶ διάδημα· διὸ ἡ γῆ, καὶ ὁ οὐρανός, μίαν Ἐκκλησίαν, στησάμενοι παναρμόνιον, τό, Χαῖρέ σοι βοῶμεν∙ χαῖρε Δέσποινα κόσμου, χαῖρε πάντων ἀνθρώπων βοήθεια.Κλίνη σεπτή, ἣν Σολομὼν προδιέγραψε, κυκλουμένην, δυνατοῖς ἑξήκοντα, χαῖρε Παρθένε ἡ κιβωτός,ἡ κεχρυσωμένη, τοῦ νοητοῦ ἁγιάσματος, λαβὶς ἡ θεία χαῖρε∙ χαῖρε βάτε πυρφόρε, χαῖρε πύλη καὶ κλῖμαξ καὶ γέφυρα.
Κανών β', ᾨδὴ δ', τοῦ Ἁγίου
Ἦχος πλ. δ'
Ἐξ ὄρους κατασκίου ΤΟ ΑΚΟΥΤΕ
Νέος Ἀβραάμ, ἐδείχθης Ἱεράρχα, ἄλλον Ἰσαάκ, τὸν βίον θυσιάσας, καὶ μυστικὴν ὁλοκάρπωσιν ἀνενέγκας, ἐν τῷ πυρὶ τῆς συνειδήσεως.Σὺ τὸν Ἰακώβ, ζηλώσας θεοφόρε, κλῖμαξ πρακτικῆς, ἐδείχθης πολιτείας, τὰς ἀναβάσεις τῶν θείων σου νοημάτων, ἐν τῇ καρδία σου τιθέμενος.Ῥάβδῳ μυστικῇ, τῇ γλώττῃ διασχίσας, ὅλην τῆς Γραφῆς, τὴν ἄβυσσον Τρισμάκαρ, ὡς Μωϋσῆς διεβίβασας τοὺς ἀνθρώπους, πρὸς τὴν ἐπίγνωσιν τῆς πίστεως.ΘεοτοκίονΧαῖρε θησαυρέ, τῆς πάντων σωτηρίας, χαῖρε νοερά, πηγὴ τῶν ἰαμάτων∙ χαῖρε τὸ ἅγιον ὄρος, ὃ ὁ Προφήτης, Θεογεννῆτορ προεώρακεν.
Κανών γ', ᾨδὴ δ', Ἕτερος τοῦ Ἁγίου
Ἦχος γ'
Ἔθου πρὸς ἡμᾶς ΤΟ ΑΚΟΥΤΕ
Λόγων ἐρασταί, τὸν τῶν λόγων μέγαν Κοσμήτορα, λόγοις ἱεροῖς χαρμονικῶς, ἐπανιόντα δεῦτε τιμήσωμεν, λόγους ματαιόφρονας, σοφίᾳ λόγων λήρους ἀπελέγξαντα.Ὤλβισας ἡμᾶς, διδαγμάτων πλούτῳ Χρυσόστομε∙ χεῖρα δ᾿ ἀναστέλλεις ἐμβριθῶς, πλεονεξίας πλούτῳ τὴν βρίθουσαν, ἐλέγχων τρανότατα, καὶ κατὰ νόμον, πλούτῳ θείας χάριτος.Τόξον δυνατῶν, ἰταμότης τύραννος τέθλασται∙ σὺ δ᾿ ἐν ἀσθενείᾳ τῆς σαρκός, ἀγγελικῶς βιοὺς ὑπερίσχυσας, ἱκέτας Χρυσόστομε, τοὺς πρὶν διώκτας, ἔχων ἱερώτατε.ΘεοτοκίονΤάξεις νοεραί, ὑμνῳδίαις Κόρη σὲ μέλπουσιν∙ ὃν γὰρ οὐκ ἰσχύουσιν ὁρᾶν, ἐκ τῆς ἁγνῆς νηδύος σου τέτοκας, σάρκα προσλαβόμενον, ἀναλλοιώτως, πάναγνε Θεόνυμφε.Καταβασία ΤΟ ΑΚΟΥΤΕ«Ἐκάλυψεν οὐρανούς, ἡ ἀρετή σου Χριστέ∙ τῆς κιβωτοῦ γὰρ προελθών,τοῦ ἁγιάσματός σου, τῆς ἀφθόρου Μητρός, ἐν τῷ ναῷ τῆς δόξης σου, ὤφθης ὡς βρέφος, ἀγκαλοφορούμενος, καὶ ἐπληρώθη τὰ πάντα τῆς σῆς αἰνέσεως».
Κανών α', ᾨδὴ ε', τῆς Θεοτόκου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἴνα τὶ με ἀπώσω, ἀπὸ τοῦ προσώπου σου τὸ φῶς τὸ ἄδυτον, καὶ ἐκάλυψέ με, τὸ ἀλλότριον σκότος τὸν δείλαιον, ἀλλ' ἐπίστρεψόν με, καὶ πρὸς τὸ φῶς τῶν ἐντολῶν σου, τὰς ὁδούς μου κατεύθυνον δέομαι».Νοερὰν σατραπείαν, καὶ τυραννικὴν ἐναέριον φάλαγγα, παρελθεῖν ἀλύπως, ἐν καιρῷ τῆς ἐξόδου μου πάρεχε, ἵνα σοι τό, Χαῖρε, χαρμονικῶς, Δέσποινα κράζω∙ Χαῖρε πάντων ἐλπὶς ἀκαταίσχυντε.Ὡς χαρὰν συλλαβοῦσα, χαῖρε ὑπεράμωμε∙ χαῖρε ὑπέραγνε, χαῖρε τῆς Ἁγνείας, πορφυρόχρουν ἄνθος ἡδύπνοον, χαῖρε παρθενίας, κακκοβαφὲς ἐρυθρὸν ῥόδον, καὶ Θεοῦ τὸ εὐῶδες ὀσφράδιον.Μυστικὴ μυροθήκη, χαῖρε τὸ ἡδύπνοον μύρον ἡ βρύουσα∙ χαῖρε θεία κρήνη, ἡ τὸ ὕδωρ τὸ ζῶν ἀναβλύζουσα, χαῖρε ἡ τὸν βότρυν, τὸν τῆς ζωῆς καρποφοροῦσα, ἀγεώργητος ἄμπελος Δέσποινα.Ἀδιόδευτε πύλη, χαῖρε ἣν διώδευσε Χριστὸς ὁ Κύριος∙ Παραδείσου πύλας, ἡ ἀνοίξασα χαῖρε τῷ τόκῳ σου, χαῖρε δι᾿ ἧς χαίρει, ὁ οὐρανὸς καὶ γῆ χορεύει, καὶ τὰ ἄνω τοῖς κάτω συνάπτονται.
Κανών β', ᾨδὴ ε', τοῦ Ἁγίου
Ἦχος πλ. δ'
Ὁ ἐκ νυκτὸς ἀγνοίας ΤΟ ΑΚΟΥΤΕ
Τὴν ἱερὰν στολήν σου, κατακοσμήσας τοῖς ἄθλοις τῶν πόνων σου, ἔδειξας λαμπροτέραν, τὴν Ἱεραρχίαν Χρυσόστομε.Ἀθλητικὸν ἀγῶνα, ἱερομύστα γενναίως διήνυσας, πόλεσιν ἀοικήτοις, καὶ ὑπερορίαις στελλόμενος.Τῇ ἀστραπῇ τῶν λόγων, τὴν ὑπερκόσμιον γνῶσιν ἑβρόντησας, Μύστα τῶν ἀπορρήτων, ὑετοὺς δογμάτων ὀμβρήσας ἡμῖν.ΘεοτοκίονἌνευ φθορᾶς τεκοῦσα, Θεογεννῆτορ τὸν ἄσπορον τόκον σου, μόνη ὤφθης Παρθένος, βρέφος ὑπομάζιον φέρουσα.
Κανών γ', ᾨδὴ ε', Ἕτερος τοῦ Ἁγίου
Ἦχος γ'
Πρὸς σὲ ὀρθρίζω ΤΟ ΑΚΟΥΤΕ
Ὡς ἔαρ ὤφθης, εὐωδιάζον μυστικῶς, χαρίτων ἄνθεσι τῶν πιστῶν τὰ πλήθη, λύων κακῶν τὸν χειμῶνα Πάτερ, ἐν τῇ ἐπανελεύσει σου.Τὸ θεῖον ῥεῖθρον, τῶν χαρισμάτων ἡ πηγή, ἐπανελήλυθεν∙ οἱ διψῶντες δεῦτε ὕδωρ ζωῆς, ἀπαντλεῖτε πίστει, ἐνθέως εὐφραινόμενοι.Ῥυὲν ἐκρύβης, οἴμοι! τὸ κάλλος τὸ ἐμόν∙ ἀλλ᾿ ἐπανῆλθές μοι ποθητὸς ἐν χρόνῳ, ἡ τοῦ Χριστοῦ Ἐκκλησία Πάτερ, βοᾷ σοι ἐπανήκοντι.ΘεοτοκίονἸλέωσαί μοι, τὸν προελθόντα ἐκ τῆς σῆς, γαστρὸς Πανάμωμε, σαρκοφόρον Λόγον, ὃν ἐν ναῷ Συμεὼν βαστάζων, ὡς Κτίστην ἐμεγάλυνεν.Καταβασία ΤΟ ΑΚΟΥΤΕ«Ὡς εἶδεν Ἡσαΐας συμβολικῶς, ἐν θρόνῳ ἐπηρμένῳ Θεόν, ὑπ᾿ Ἀγγέλων δόξης δορυφορούμενον, ὢ τάλας! ἐβόα, ἐγώ∙ πρὸ γὰρ εἶδον σωματούμενον Θεόν, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα».
Κανών α', ᾨδὴ ς', τῆς Θεοτόκου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὴν δέησιν, ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν, ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾍδῃ προσήγγισε, καὶ δέομαι ὡς Ἰωνᾶς∙ Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε».Ἡ ἔμψυχος χαῖρε Δέσποινα κόχλος∙ ἡ κογχύλη, σῶν ἀχράντων αἱμάτων πορφυραυγῆ, ἐρυθρὰν ἁλουργίδα, τῷ τοῦ παντὸς Βασιλεῖ, πορφυρώσασα∙ τὴν γύμνωσιν τὴν τοῦ Ἀδάμ, ἡ σκεπάσασα χαῖρε Πανύμνητε.Στηρίζει μέν, τὰς καρδίας ἀνθρώπων, φυσικῶς ὁ αἰσθητὸς ἄρτος Κόρη∙ Χριστιανῶν, τὰς ψυχὰς δὲ κρατύνει, τὸ σὸν ᾀδόμενον ἅγιον ὄνομα∙ ἐντεῦθεν καὶ χαρμονικῶς, πᾶσα γλῶσσα τὸ χαῖρε κραυγάζει σοι.Λυχνία, ἡ χρυσαυγίζουσα χαῖρε, κιβωτὸς ἡ θεοχώρητος, χαῖρε σκηνή, χαῖρε ἅγιον ὄρος∙ χαῖρε τοῦ ζῶντος Θεοῦ πόλις ἔμψυχε∙ παλάτιον χαῖρε Χριστοῦ∙ χαῖρε τέμενος θεῖον πολύφωτον.Ὑπέραγνε, ὑπεράμωμε χαῖρε, τὸ τῆς φύσεως ἐξαίρετον ἄνθος∙ χαῖρε κοινή, τῶν ἀνθρώπων τοῦ γένους, φιλοτιμία καὶ χάρις θεόσδοτος, τὴν ἄτιμον φύσιν τῶν βροτῶν, ἡ τιμήσασα χαῖρε τῷ τόκῳ σου.
Κανών β', ᾨδὴ ς', τοῦ Ἁγίου
Ἦχος πλ. δ'
Ὡς τὸν Προφήτην ἐρρύσω ΤΟ ΑΚΟΥΤΕ
Ὥσπερ χρυσὸν ἐκ μετάλλων, ἐκ τοῦ βάθους σοφὲ τῆς καρδίας σου, τὰ πάγχρυσα δόγματα ἡμῖν ἐθησαύρισας, καὶ τὰ σὰ λόγια πλοῦτον κατέλιπες.Τὴν παναγίαν σου μνήμην, ὁ λαὸς ἑορτάζων Χρυσόστομε, δοξάζει τὸν Κύριον, τὸν σὲ ἐκλεξάμενον, καὶ καλέσαντα, εἰς τὰς αἰωνίους σκηνάς.Εἰ καὶ νεκρὸς εἶ ἐν τάφῳ, ἀλλὰ ζῶν ἐν τῷ κόσμῳ Χρυσόστομε, κηρύττεις μετάνοιαν, καὶ γράφεις συγχώρησιν, ἐγγυώμενος, τοῖς μετανοοῦσι θερμῶς.ΘεοτοκίονΤὸν ἐν χερσὶ τῆς Παρθένου, καὶ ἐν κόλποις Πατρὸς καθεζόμενον, τὸν σάρκα φορέσαντα, καὶ μείναντα ἄτρεπτον, προσκυνήσωμεν, ὡς Θεὸν καὶ Κύριον.
Κανών γ', ᾨδὴ ς', Ἕτερος τοῦ Ἁγίου
Ἦχος γ'
Ἄβυσσος ἐσχάτη ΤΟ ΑΚΟΥΤΕ
Τέμνει σε τῆς Ἐκκλησίας Χριστοῦ ἡ ἔκφρων βασίλισσα, ἀποτόμως ἐλέγχουσα∙ ἀλλ᾿ αὐτίκα τέμνεται, σὺ δὲ ἐλέγχεις ἀθάνατα, τὴν ἐξαίσιον προτομὴν ἐργασάμενος.Ὄργανον ἐδείχθης τοῦ παντουργοῦ, Χρυσόστομε Πνεύματος, ὑπηχοῦν ἐμμελέστατα, κωφεύει δ᾿ ἡ τύραννος, ὡς ἀσπὶς πρὸς ἐπᾴσματα, καὶ οἰκτρότατον, ἀνταλλάττεται θάνατον.Νέκρωσιν κἂν τέθνηκε μὴ παθεῖν, σαφῶς ἀνεδίδαξε, Βασιλεῖς ὁ Χρυσόστομος· αὐτῶν γὰρ προστάγμασιν, ἀπειθήσας τὸ πρότερον, ταῖς δεήσεσιν, ἐπανῆκε τὸ δεύτερον.ΘεοτοκίονἝνα σε τὸν ἐκ Παρθένου νοῶν, κἂν σάρκα προσείληφας, καὶ διπλοῦς ἐχρημάτισας, μακρὰν ἀπερράπισε, καὶ τομὴν καὶ τὴν σύγχυσιν, ὁ Χρυσόστομος, Ἰωάννης Θεάνθρωπε.Καταβασία ΤΟ ΑΚΟΥΤΕ«Ἐβόησέ σοι, ἰδὼν ὁ Πρέσβυς, τοῖς ὀφθαλμοῖς τὸ σωτήριον, ὃ λαοῖς ἐπέστη· Ἐκ Θεοῦ Χριστὲ σὺ Θεός μου».
Κοντάκιον
Ἦχος α'
Χορὸς Ἀγγελικὸς ΤΟ ΑΚΟΥΤΕ
Ἐφράνθη μυστικῶς, ἡ σεπτὴ Ἐκκλησία, τῇ ἀνακομιδῇ, τοῦ σεπτοῦ σου λειψάνου∙ καὶ τοῦτο κατακρύψασα, ὡς χρυσίον πολύτιμον, τοῖς ὑμνοῦσί σε, ἀδιαλείπτως παρέχει, ταῖς πρεσβείαις σου, τῶν ἰαμάτων τὴν χάριν, Ἰωάννη Χρυσόστομε.
Ὁ Οἶκος
Ἡ λαμπάς, ἡ τῶν ἔργων μου στυγνὴ πέφυκεν, Ἰωάννη Χρυσόστομε, καὶ δειλιῶ πρὸς ὑπάντησιν τοῦ ἱεροῦ σου σκήνους∙ ἀλλ᾿ αὐτὸς με ὁδήγησον, καὶ τὰς τρίβους μου εὔθυνον, μετανοίας παρέχων μοι καιρὸν πανάγιε, ὡς αὐτῆς κήρυξ ἔνθεος, καὶ τῶν παθῶν μου τῶν πολυτρόπων κατεύνασον ζάλην∙ καὶ παγίδων τοῦ Βελίαρ ἀφαρπάσας με, εἰς τέλος σῶσόν με, ὅπως ὑμνῶ σου ἀξίως τὴν θείαν ἐπάνοδον, ὡς πρὶν καὶ τὴν κοίμησιν τολμήσας ἐδόξασα, Ἰωάννη Χρυσοστομε.
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΚΖ' τοῦ αὐτοῦ μηνός, Ἡ Ἀνακομιδὴ τοῦ Λειψάνου τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου.ΣτίχοιΝεκρὸς καθίζῃ, ὦ Ἰωάννη, θρόνῳ,Ἀλλ᾿ ἐν Θεῷ ζῶν, πᾶσιν Εἰρήνη, λέγεις.Ἄπνουν ἑβδομάτῃ κόμισαν δέμας εἰκάδι χρυσοῦν.Τῇ αὐτῇ ἡμέρᾳ, Ἡ Ἁγία Μαρκιανὴ Βασίλισσα, ἡ ἐν τοῖς Ἁγίοις Ἀποστόλοις, ἐν εἰρήνῃ τελειοῦται.ΣτίχοιΤὴν Βασίλισσαν Μαρκιανὴν ἐκ βίου,Χριστὸς Βασιλεὺς ἐξάγει Βασιλέων. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Κλαυδῖνος ἐν εἰρήνῃ τελειοῦται.ΣτίχοιΨυχῆς ἰδὼν σῆς κάλλος ἐξῃρημένον,Ὁ ψυχεραστὴς λαμβάνει σε Κλαυδῖνε.Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Πέτρος ὁ Αἰγύπτιος εἰς βαθὺ γῆρας ἐλθών, ἐν εἰρήνῃ τελειοῦται.ΣτίχοιὩς ὥριμός τις σῖτος ἐκ γήρως Πέτρε,Οἶνον ταμείῳ συγκομίζει τῷ τάφῳ.Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Κανών α', ᾨδὴ ζ', τῆς Θεοτόκου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θεοῦ συγκατάβασιν, τὸ πῦρ ᾐδέσθη ἐν Βαβυλῶνι ποτέ∙ διὰ τοῦτο οἱ παῖδες ἐν τῇ καμίνῳ, ἀγαλλομένω ποδί, ὡς ἐν λειμῶνι χορεύοντες ἔψαλλον∙ Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».Ἡ μόνη ἀπείρανδρος, ἡ μόνη ἄφθορος, χαῖρε Δέσποινα, ἡ Παρθένος καὶ Μήτηρ, ἡ παιδοτόκος καὶ ἀπειρόγαμος∙ τὸ ξένον χαῖρε καὶ φρικτὸν μυστήριον∙ χαῖρε Ἀγγέλων τρυφή, χαῖρε ἀνθρώπων χαρά.Σιὼν πόλις ἔμψυχε, τοῦ Βασιλέως τῶν Βασιλέων Χριστοῦ, περὶ ἧς ἐλαλήθη, δεδοξασμένα χαῖρε Θεόνυμφε∙ χαῖρε ἡ κλῖμαξ, δι᾿ ἧς μεταβαίνομεν, πρὸς οὐρανὸν ἀπὸ γῆς, καὶ ἐκ φθορᾶς εἰς ζωήν.Λειμὼν θεοφύτευτος, εὐώδης κῆπος θεοβλαστούργητος, ἀνεδείχθης Παρθένε, ἀθανασίας ἄνθος ἀνθήσασα∙ διὸ συμφώνως τὸ χαῖρέ σοι κράζομεν. Χαῖρε χαρᾶς χορηγέ, χαῖρε πηγὴ γλυκασμοῦ.Ὑπέρτιμε Δέσποινα, ἐξ ἀτιμίας παθῶν με λύτρωσαι, ἵνα σοι χαρμοσύνως, τὸ χαῖρε κράζω∙ χαῖρε ἁγνείας πηγή, χαῖρε ταμεῖον πάσης καθαρότητος∙ χαῖρε δοχεῖον Θεοῦ, χαῖρε χωρίον Χριστοῦ.
Κανών β', ᾨδὴ ζ', τοῦ Ἁγίου
Ἦχος πλ. δ'
Ὁ τοὺς Παῖδας δροσίσας ΤΟ ΑΚΟΥΤΕ
Ἀκριβὴς ἐπεγνώσθης θεηγόρος, καὶ κοινὸς ἀντιλήπτωρ τῶν ἐν τῷ κόσμῳ, ἡμαρτηκότων, Ὅσιε, παρεγγυῶν τὴν μετάνοιαν.Ὡς χρυσὸς ἐν καμίνῳ τῶν κινδύνων, πυρωθεὶς Ἱεράρχα οὐκ ἐχωνεύθης, οὐ κατεφλέχθης∙ δοκιμασθεὶς γὰρ ἔδειξας, ὑπεροβρύζους τοὺς πόνους σου.Οὐκ ἐνάρκησας Πάτερ πρός ἀγῶνας, οὐκ ᾐσχύνθης Δυνάστας, οὐ προέκρινας, ἀδικίαν δικαιοσύνης Ὅσιε, καὶ μαρτυρεῖ ὁ τῆς χήρας ἀγρός.ΘεοτοκίονΧαῖρε κούφη νεφέλη, χαῖρε πύλη, δι᾿ ἧς μόνος διῆλθεν, ὁ Θεὸς ἡμῶν Θεοτόκε, ἀφθόρῳ τόκῳ ἄσπορος, ἐκ σοῦ Υἱὸς γεννηθεὶς οὐ τραπείς.
Κανών γ', ᾨδὴ ζ', Ἕτερος τοῦ Ἁγίου
Ἦχος γ'
Ὡς πάλαι τοὺς εὐσεβεῖς ΤΟ ΑΚΟΥΤΕ
Ξενοῦν τὴν χήραν Σοφέ, ἀσύγγνωστον φάσκοντα, τῶν ἐξ αὐτῆς ξένον σε ποιεῖ, ἐκ τῆς βασιλίδος ἡ πάντολμος γυνή, ξένη θείας χάριτος, ξενώσει χρηματίσασα, τῶν σοφῶν διδαγμάτων σου.Ἀλλ᾿ ἐπανῆλθες ἡδύς, ὡς ἥλιος νέφεσιν, ἀποκρυβεὶς μέγιστε φωστήρ, καταφωσφορῶν φωταυγίᾳ μυστικῇ, τῶν χρυσῶν δογμάτων σου, τοὺς φωτισθέντας ἅπαντας, Ἰωάννη Χρυσόστομε.Διαίρω σοι τὰς ἐμάς, παλάμας Χρυσόστομε, περιβολαῖς ἔνδον σε λαβεῖν, τὸν νυμφαγωγόν, ἐπανήκοντα λαμπρῶς, φίλτρον ὡς χρόνιον, ἡ Ἐκκλησία κράζει σοι, ἑορτάζουσα σήμερον.ΘεοτοκίονὩς μυστικὴ τις λαβίς, τὸν ἄνθρακα φέρουσα, τὸν νοητὸν ἔρχῃ πρός, ναόν, ὃν Συμεὼν λαμπρυνθήσεται χερσί, Πάναγνε δεξάμενος, καὶ τὰ τοῦ πάθους σύμβολα, προφητεύσει σαφέστατα.Καταβασία ΤΟ ΑΚΟΥΤΕ«Σὲ τὸν ἐν πυρὶ δροσίσαντα, Παῖδας θεολογήσαντας, καὶ Παρθένῳ, ἀκηράτῳ, ἐνοικήσαντα, Θεὸν Λόγον ὑμνοῦμεν, εὐσεβῶς μελῳδοῦντες∙ Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».
Κανών α', ᾨδὴ η', τῆς Θεοτόκου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Εὐλογεῖτε παῖδες, τῆς Τριάδος ἰσάριθμοι, δημιουργὸν Πατέρα Θεόν∙ ὑμνεῖτε, τὸν συγκαταβάντα Λόγον, καὶ τὸ πῦρ εἰς δρόσον μεταποιήσαντα, καὶ ὑπερυψοῦτε, τὸ πᾶσι ζωὴν παρέχον, Πνεῦμα Πανάγιον, εἰς τοὺς αἰῶνας».Ἰεσσαὶ ἐκ ῥίζης, χαῖρε ῥάβδος βλαστήσασα, χαῖρε ἀποτίστως ἀνθηφοροῦσα, ἄνθος τὸν Χριστὸν ὡραῖον, χαῖρε πῖον ὄρος, χαῖρε κατάσκιον∙ χαῖρε Θεοῦ ὄρος, ἐν ᾧ κατοικεῖν ὁ Λόγος, πάντων ηὐδόκησε πρὸ τῶν αἰώνων.Σιδηρᾷ σου ῥάβδῳ, κραταιᾶς ἀντιλήψεως, ὡς ὑλακτοῦντας κύνας, ὡς ὠρυομένους θῆρας, τὰ περικυκλοῦντα τὴν ταπεινήν μου ψυχήν, ἀποσόβει πάθει, δεινῶς με πολιορκοῦντα, ἵνα τὸ χαῖρέ σοι Παρθένε κράζω.Ὡραιώθης ὅλη, τὸν ὡραῖον ἐν κάλλεσιν, ὑπὲρ υἱοὺς ἀνθρώπων, Χριστὸν τεκοῦσα, ἡ ἐν γυναιξὶν ὡραία∙ διὸ σοι τὸ χαῖρε κράζομεν χαίροντες, χαῖρε Θεοτόκε, Ἀγνὴ κεχαριτωμένη, χαῖρε τῆς κτίσεως ἐνδοξοτέρα.Δανιὴλ ὃ εἶδεν, ὄρος πρὶν ἀλατόμημον, Θεογεννῆτορ χαῖρε, ἐξ οὗ ἐτμήθη, ἀκρογωνιαῖος λίθος. Χαῖρε θεοδόχε, ἀνθρακοφόρε λαβίς, χαῖρε τῶν ἀΰλων, Ἀγγέλων ἁγιωτέρα, χαῖρε τῆς κτίσεως τιμιωτέρα.
Κανών β', ᾨδὴ η', τοῦ Ἁγίου
Ἦχος πλ. δ'
Οἱ θεορρήμονες Παῖδες ΤΟ ΑΚΟΥΤΕ
Ἡ θεορρήμων σου γλῶσσα ἐν τῷ κόσμῳ, ὥσπερ χρυσήλατος σάλπιγξ, ἐξ οὐρανοῦ ἀπηχήσασα, Ἱεράρχα Κυρίου, τὴν πλάνην ἀπήλασε.Ἱερουργὲ τῶν ἀρρήτων μυστηρίων, μυστιπόλε τῶν ἄνω, καὶ τῆς Τριάδος ὑπέρμαχε, ἱκετεύων, μὴ παύσῃ, σωθῆναι τὴν ποίμνην σου.Ὡς τῇ Τριάδι λατρεύων Ἱεράρχα, καὶ χορῷ τῶν Ἀγγέλων, συναυλιζόμενος Ὅσιε, ἱκετεύων μὴ παύσῃ, σωθῆναι τοὺς δούλους σου.ΘεοτοκίονὙπερφυῶς ἐν γαστρί σου συλλαβοῦσα, τὸν ἀγεώργητον βότρυν, Παρθενομῆτορ ἐβλάστησας· ἐπαξίως οὖν πάντες, τὸ χαῖρέ σοι κράζομεν.
Κανών γ', ᾨδὴ η', Ἕτερος τοῦ Ἁγίου
Ἦχος γ'
Ἀστέκτῳ πυρὶ ΤΟ ΑΚΟΥΤΕ
Μαστοῖς εὐσεβείας σε Πάτερ Ὅσιε, τὴν θρέψασαν ἐκτρέφεις Ἐκκλησίαν, ἀπονέμων ἑπταπλασίῳ, ἄρτῳ θείας χάριτος, ταύτῃ θρέπτρα∙ γλεῦκος προχέων, ὡς πόμα δέ, τὸ τῶν ἰαμάτων, παμμάκαρ Χρυσόστομε.Εἰς πᾶσαν τὴν γῆν ἐπεξῆλθε, Πάτερ σου ὁ φθόγγος τῶν δογμάτων∙ ἀλλ᾿ ἡ ἔκφρων βασιλὶς σε περιορίζειν, τοπικῶς ὑπείληφεν, ἀλλ᾿ ἐψεύσθη∙ σὺ γὰρ ὡς γίγας ὑψίδρομος, τὸ πᾶν περιλάμπεις, τῶν λόγων ταῖς ἀκτῖσι.Λαμπρύνθητι σήμερον σύλλογος, Πιστῶν μέτ' εὐφροσύνης ὑπαντῶντες, τῷ προκρίτῳ τῶν διδασκάλων· ἥκει γὰρ ἐφέστηκε διανέμων, πᾶσι τὴν χάριν τὴν ἄφθονον, ἧς ἐμφορηθῶμεν, γηθόμενοι πλουσίως.ΘεοτοκίονὉρῶ σε Μητρὸς ἐν ἀγκάλαις, οἶδὰ σε δ᾿ ἀπρόσιτον Θεότητος τῇ φύσει∙ πῶς οὖν Λόγε χερσὶ κατέχῃ, ὃς χειρὶ τὴν σύμπασαν ἔχεις κτίσιν; ἔφη Συμεὼν Θεάνθρωπε, τὴν ἀπόρρητόν σου, δοξάζων δυναστείαν.Καταβασία ΤΟ ΑΚΟΥΤΕ«Ἀστέκτῳ πυρὶ ἑνωθέντες, οἱ θεοσεβείας προεστῶτες Νεανίαι, τῇ φλογὶ δὲ μὴ λωβηθέντες, θεῖον ὕμνον ἔμελπον∙ Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».
Κανών α', ᾨδὴ θ', τῆς Θεοτόκου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἔφριξε πᾶσα ἀκοή, τὴν ἀπόρρητον Θεοῦ συγκατάβασιν! ὅπως ὁ Ὕψιστος, ἑκὼν κατῆλθε μέχρι καὶ σώματος, παρθενικῆς ἀπὸ γαστρός, γενόμενος ἄνθρωπος, διὸ τήν ἄχραντον, Θεοτόκον οἱ πιστοὶ μεγαλύνομεν».Ἰδοὺ σε πᾶσαι γενεαί, μακαρίζουσι, τὴν ἀειμακάριστον, ὡς προεφήτευσας, Θεογεννῆτορ ἐκ θείου Πνεύματος∙ καὶ ὡς τεκούσῃ τὴν χαράν, τὸ χαῖρε βοῶσί σοι. Χαῖρε ζωῆς θησαυρέ, χαῖρε κρήνη, ψυχικὸν μέλι βρύουσα.Ὤρθωσας Δέσποινα Ἁγνή, τοῦ προπάτορος Ἀδὰμ τὸ ὀλίσθημα, καὶ τῆς προμήτορος, Εὔας τὴν λύπην εἰς χαρὰν ἔτρεψας∙ ὡς οὖν αἰτία τῆς χαρᾶς, τὸ χαῖρε βοῶμέν σοι. Χαῖρε χαρὰ τῶν Πιστῶν. Χαῖρε τῶν Χριστιανῶν ἀγαλλίαμα.Ἄξιον χαῖρέ σοι βοᾶν· ἐν σοὶ γὰρ οὐσιωδῶς ἡ ἀΐδιος, χαρὰ ἐσκήνωσε, Παρθένε Κόρη Θεογεννήτρια. Χαῖρε Παράδεισε τρυφῆς∙ χαῖρε ἡ χρυσόρρειθρος, ἀθανασίας πηγή, χαῖρε νέκταρ ἀληθὲς ἡ προχέουσα.Νύσσει μου βέλει γλυκερῷ, τὴν καρδίαν ὁ σὸς πόθος Πανύμνητε, καὶ ἐκβιάζει με· Χαῖρέ σοι κράζειν διὰ παντὸς καὶ βοᾶν∙ Χαῖρε γαλήνιε λιμήν∙ χαῖρε ἡ ποντίσασα, τὸν νοητὸν Φαραώ, γλυκυτάτη εὐδιάβατος θάλασσα.
Κανών β', ᾨδὴ θ', τοῦ Ἁγίου
Ἦχος πλ. δ'
Τὸν προδηλωθέντα ΤΟ ΑΚΟΥΤΕ
Ἄλλος χρυσορρόας, ἐφάνης πάγχρυσε Πάτερ· τὸ χρυσοῦν γὰρ στόμα, καὶ ἡ γλυκεῖά σου γλῶσσα, πλημμυροῦσι τῷ τῶν δογμάτων πελάγει, καὶ ψυχὰς αὐχμώσας καταρδεύουσι.Θάλασσαν ὑπάρχουσαν, ἀδιάβατον Πάτερ τὴν Γραφὴν βατήν, καὶ πλευστὴν ἀπειργάσω τῷ κόσμω, τῷ ἱστίῳ ἀναπετάσας τοῦ λόγου, καὶ πρὸς γνῶσιν ἄκλυστον ἐλάσας τόν νοῦν.Σὺ τῆς ἀκενώτου πηγῆς, ἀντλήσας τὰ ῥεῖθρα, ποταμοὺς δογμάτων, τῇ Ἐκκλησίᾳ προχέεις, ἐξ ὦν ἅπαντες οἱ διψῶντες ἀντλοῦμεν, νάματα χρυσόρρειθρα Χρυσόστομε.ΘεοτοκίονΒάτον καιομένην πυρί, καὶ μὴ φλεγομένην, προσεώρα πάλαι, Μωσῆς Θεομῆτορ Παρθένε, τὴν θεόδεκτον προτυπῶν σου γαστέρα, ὑποδεξαμένην τὸ ἀκήρατον πῦρ.
Κανών γ', ᾨδὴ θ', Ἕτερος τοῦ Ἁγίου
Ἦχος γ'
Καινὸν τὸ θαῦμα ΤΟ ΑΚΟΥΤΕ
Στρατὸς Ἀγγέλων, δῆμος Προφητῶν, Ἀποστόλων τε καὶ τῶν Μαρτύρων θεῖος χορός, ἡμῖν συναγάλλονται φαιδρῶς κοινωνοῦντες, τῆς Ἑορτῆς Παμμάκαρ, καὶ τὸν ὕμνον τῶν σῶν, οἰκείαν ἡγούμενοι τὴν χάριν∙ πάντων γὰρ ἔσχες, ἐν σοὶ τὸν βίον ἀποματτόμενος.Ἰδοὺ τοῦ κόσμου ἔλαμψε τὸ φῶς, ὁ πανύψηλος ἐναπέφηνε θεῖος πυρσός, τὸ γλυκύρρουν πέλαγος, τῶν θείων χαρίτων∙ ἐμφορηθῶμεν δεῦτε τοῦ φωτὸς ἀδελφοί, θαλφθῶμεν, ἀρδεύσωμεν καρδίας, ᾄσμασι πάντες, τὸν χρυσορρήμονα μεγαλύνοντες.Ὡς ὀβολοὺς σοι δύω τὴν ᾠδήν, ἀπόρου μου καὶ δειλαίας Παμμάκαρ ψυχῆς, ἀγαθῶν παντοίων μέν, οἰκτρῶς χηρευούσης, πόθου δὲ θείου πλούτῳ προσαγαγούσης αὐτήν, χρηστότητος μίμημα τῆς θείας, δέχοιο χάριν, ἀντιβραβεύων μοι πλουσιόδωρον.ΘεοτοκίονΒαδίζων τρέμω, ἔφη Συμεών∙ τὸν σαλεύοντα τῇ προσβλέψει δὲ πᾶσαν τὴν γῆν, κατέχων ῥωννύομαι, σὸν τόκον Παρθένε, τῆς τρομερᾶς σαρκὸς δ᾿ ἀπολυόμενος, χρησμῶν μοι τῶν θείων ἀποβάντων, χαίρων κομίζω καὶ τοῖς ἐν ᾇδῃ, λύτρον τὰ εὐαγγέλια.Καταβασία ΤΟ ΑΚΟΥΤΕ«Ἐν νόμῳ, σκιᾷ καὶ γράμματι, τύπον κατίδωμεν οἱ πιστοί∙ πᾶν ἄρσεν τὸ τὴν μήτραν διανοῖγον, ἅγιον Θεῷ· διὸ πρωτότοκον Λόγον, Πατρὸς ἀνάρχου Υἱόν, πρωτοτοκούμενον Μητρί, ἀπειράνδρω, μεγαλύνομεν».
Ἐξαποστειλάριον
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Ἀγάλλου πολις πόλεων, πασῶν ἡ Βασιλεύουσα, ὡς τοῦ καλοῦ σου Ποιμένος, τοῦ Ποιμενάρχου τὸ σκῆνος, ἀπολαβοῦσα σήμερον, τοῦ σὲ καὶ κόσμον ἅπαντα, ῥυθμίζοντος καὶ σῴζοντος, μελισταγοῦς Χρυσοστόμου, καὶ ἐπικρότει τοῖς ὕμνοις.
Θεοτοκίον
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Φρικτὴ ἡ προστασία σου, Μαρία Θεοκόσμητε, καὶ φοβερά σου ἡ δόξα, πάσῃ τῇ γῇ Θεοτόκε∙ εἰς σὲ γὰρ νῦν καυχώμεθα, σὲ καὶ μεσίτην ἔχοντες, πρὸς τὸν Υἱὸν καὶ Κτίστην σου, τῇ ἀκοιμήτῳ πρεσβείᾳ, τῇ σῇ σωθείημεν πάντες.
Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.
Στιχηρὰ Προσόμοια
Ἦχος δ'
Ἔδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕ
Χρυσοῦ τηλαυγέστερον, τὰ Ἱερά σου διδάγματα, προχεόμενα πάνσοφε, πλουτίζει Χρυσόστομε, πενομένας φρένας, καὶ ἀποδιώκει, τῶν παθημάτων τὴν ἀχλύν, φιλαργυρίας πικρὸν χειμῶνά τε· διὸ σε μακαρίζομεν, χρεωστικῶς καὶ τὴν κόνιν σου, τῶν λειψάνων σεβόμεθα, ὡς πηγὴν ἁγιάσματος.
Ἦχος δ'
Ἀδίκως τῆς ποίμνης σου, ἀπελαθεὶς Πάτερ Ὅσιε, προσωμίλησας θλίψεσι, πικραῖς ἐξορίαις τε∙ ἐν αἷς ἠξιώθης, μακαρίου τέλους, οἷα γενναῖος ἀθλητής, καταπαλαίσας τὸν πολυμήχανον, διὸ τῇ ἐπανόδῳ σου, ἡ Ἐκκλησία ἀγάλλεται, ἣν χρυσῷ κατεκόσμησας, τῶν πανσόφων δογμάτων σου.
Ἦχος δ'
Ὁ στῦλος ὁ πύρινος, ὁ ποταμὸς ὁ τοῖς νάμασι, τῶν δογμάτων κατάρρυτος, ὁ νοῦς ὁ οὐράνιος, τῆς θεολογίας, τὸ πάγχρυσον στόμα, ἁμαρτωλῶν ἐγγυητής, τῆς μετανοίας κήρυξ ὁ ἔνθεος, φωστὴρ ὁ διαυγέστατος, ὁ ἐπουράνιος ἄνθρωπος, ὁ μακάριος σήμερον, ἀνυμνείσθω Χρυσόστομος.
Ἦχος δ'
Κόσμον ὡς βασίλειον, ἡ Βασιλὶς τὸ σὸν λείψανον, δεξαμένη Χρυσόστομε, ἐν τούτῳ σεμνύνεται∙ καὶ ἐγκαυχωμένη, ἐπὶ τοῖς σοῖς λόγοις τὴν οἰκουμένην συγκαλεῖ, εἰς εὐφροσύνην καὶ θείαν μέθεξιν, ἀφθόνων τῶν χαρίτων σου, μεγαλοφώνως κραυγάζουσα, Ἰησοῦ ὑπεράγαθε, σὺ εἶ δόξα τῶν δούλων σου.
Δοξαστικὸν
Ἦχος δ'
Γερμανοῦ
Πάτερ Χρυσόστομε, ὡς ποταμὸς θεόβρυτος, ἐκ τῆς Ἐδὲμ μυστικῶς ἐξερχόμενος, εἰς ἀρχὰς τέσσαρας διαδραμών, σοῖς λόγοις τῆς γῆς τὰ πέρατα, πάντα πιστὸν κατήρδευσας, τῇ παγχρύσῳ διδασκαλίᾳ σου, διὸ τὴν ἐπάνοδον, σοῦ τῶν θείων λειψάνων, ἡμῖν σαφῶς πολιτογραφήσας, πρεσβεύεις σωθῆναι, τὰς ψυχὰς Ἰωάννη, τῶν ἀνυμνούντων σε.
Θεοτοκίον
Ἦχος δ'
Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα σε δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Μεγάλη Δοξολογία
Εἰς τὴν Λειτουργίαν, Τυπικὰ ἐκ τῶν Κανόνων τοῦ Ἁγίου ᾨδὴ γ' καὶ ς'.
Κοινωνικόν.Εἰς μνημόσυνον αἰώνιον ἔσται Δίκαιος, Ἀλληλούϊα.
| TA ΜΗΝΑΙΑ | Ιανουάριος | 27 |
Jan 28
Τῌ ΚΗ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥΜνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἐφραὶμ τοῦ Σύρου.
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.
Στιχηρὰ τοῦ Ὁσίου
Ἦχος α'
Τῶν οὐρανίων ταγμάτων ΤΟ ΑΚΟΥΤΕ
Τοῦ Παραδείσου τὰ κάλλη κατοπτρισάμενος, καὶ δαψιλῶς τρυφήσας, ἀκηράτους λειμῶνας, ἐξήνθησας τῷ κόσμῳ, γνῶσιν Θεοῦ∙ ἧς μετέχοντες Ὅσιε, πνευματικῇ διαθέσει τῇ τῶν ψυχῶν, ἀναθάλλομεν ἐν πνεύματι.
Ἦχος α'
Τὴν τοῦ Κριτοῦ παρουσίαν ἱστορησάμενος, τοῖς τῶν δακρύων ῥείθροις, τῶν ψυχῶν τὰς λαμπάδας, ἀνάπτειν ἐκδιδάσκεις, πᾶσι βοῶν, τοῦ Νυμφίου τὴν ἔλευσιν∙ Περιβαλώμεθα πάντες στολὴν λαμπράν, ὑπαντῆσαι τῷ Νυμφίῳ Χριστῷ.
Ἦχος α'
Τῇ ἐγκρατείᾳ τὸ σῶμα περιφραξάμενος, τὰς τῶν παθῶν κινήσεις, ἀπενέκρωσας Πάτερ, εὐχαῖς καὶ ἀγρυπνίαις∙ ὅθεν ἐν σοί, ἡ τοῦ Πνεύματος δύναμις, ἐπισκιάσασα ἔδειξε νοητόν, σὲ φωστήρα καὶ παγκόσμιον.
Δοξαστικὸν
Ἦχος πλ. β'
Ἐμφρόνως τῶν ὀχληρῶν τοῦ βίου ἀπαναστάς, Ἐφραὶμ ἀοίδιμε, φιλησυχίᾳ τὴν ἔρημον κατέλαβες∙ καὶ δι’αὐτῆς πρὸς Θεὸν πρακτικῶς ἀναγόμενος, τῷ κόσμῳ ἔλαμψας φωστήρ, καὶ ῥήματα ζωῆς τοῖς ἀνθρώποις ἐπήγασας∙ διὸ μὴ παύσῃ ἐν ταῖς εὐχαῖς σου στηρίζων ἡμᾶς, ἐκ βλάβης τοῦ ἀλλοτρίου, ῥυσθῆναι τὰς ψυχὰς ἡμῶν, Ὅσιε Πάτερ.
Θεοτοκίον
Ἦχος πλ. β'
Θεὸν ἐκ σοῦ σαρκωθέντα ἔγνωμεν, Θεοτόκε Παρθένε∙ αὐτὸν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Σταυροθεοτοκίον
Ἦχος πλ. β'
Τριήμερος ἀνέστης Χριστὲ ΤΟ ΑΚΟΥΤΕ
Ὁρῶσά σε σταυρούμενον, Χριστὲ ἡ σὲ κυήσασα, ἀνεβόα∙ Τὶ τὸ ξένον ὃ ὁρῶ, μυστήριον Υἱέ μου; πῶς ἐπὶ ξύλου θνῄσκεις, σαρκὶ κρεμάμενος ζωῆς χορηγὲ;
Ἀπόστιχα
Δοξαστικὸν
Ἦχος δ'
Ἀνατολίου
Προφητικῶς καταβρέχων τὴν στρωμνὴν τοῖς δάκρυσι, καὶ μελέτην βίου ποιούμενος τὴν μετάνοιαν, τῆς κρίσεως τὸν φόβον ἔργοις ἡμῖν, καὶ διὰ λόγων ὑπέδειξας. Διὸ τὴν σὴν τιμῶμεν ἅπαντες, συνελθόντες Παμμάκαρ μνήμην, παραδόξων πραγμάτων αὐτουργέ, Ἐφραὶμ ἀοίδιμε∙ καὶ νῦν δυσωποῦμέν σε· Πρέσβευε Χριστῷ τῷ Θεῷ, ὑπέρ τῶν ψυχῶν ἡμῶν.
Θεοτοκίον
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσι ΤΟ ΑΚΟΥΤΕ
Κατακρίσεως ῥῦσαί με, Παναγία Θεόνυμφε∙ καὶ δεινῶν πταισμάτων, τὴν ταπεινήν μου ψυχήν, καὶ τοῦ θανάτου ἀπάλλαξον, εὐχαῖς σου καὶ δώρησαι, δικαιώσεως τυχεῖν, ἐν ἡμέρᾳ ἐτάσεως, ἧς ἐπέτυχον, τῶν Ἁγίων οἱ δῆμοι μετανοίᾳ, καθαρθέντα με πρὸ τέλους, καὶ τῶν δακρύων ταῖς χύσεσιν.
Σταυροθεοτοκίον
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσι ΤΟ ΑΚΟΥΤΕ
Τὸν Ἀμνὸν καὶ ποιμένα σε, ἐπὶ ξύλου ὡς ἔβλεψεν, ἡ Ἀμνὰς ἡ τέξασα, ἐπωδύρετο, καὶ μητρικῶς σοι ἐφθέγγετο∙ Υἱὲ ποθεινότατε, πῶς ἐν, ξύλῳ τοῦ Σταυροῦ, ἀνηρτήθης μακρόθυμε; πῶς τὰς χεῖράς σου, καὶ τοὺς πόδας σου Λόγε προσηλώθης, ὑπ’ ἀνόμων, καὶ τὸ αἷμα, τὸ σὸν ἐξέχεας Δέσποτα;
Ἀπολυτίκιον τοῦ Ὁσίου
Ἦχος πλ. δ', Άυτόμελον ΤΟ ΑΚΟΥΤΕ
Ταῖς τῶν δακρύων σου ῥοαῖς, τῆς ἐρήμου τὸ ἄγονον ἐγεώργησας∙ καὶ τοῖς ἐκ βάθους στεναγμοῖς, εἰς ἑκατὸν τοὺς πόνους ἐκαρποφόρησας∙ καὶ γέγονας φωστήρ, τῇ οἰκουμένῃ, λάμπων τοῖς θαύμασιν, Ἐφραὶμ Πατὴρ ἡμῶν Ὅσιε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Ὁ Κανὼν τοῦ Ὁσίου, οὗ ἡ Ἀκροστιχίς.Ἐφραὶμ γεραίρω τὸν νοητὸν Εὐφράτην.Θεοφάνους.ᾨδὴ α'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ, ἐν ἀβύσσῳ ἴχνεσι, τὸν διώκτην Φαραώ, καθορῶν ποντούμενον Θεῷ, ἐπινίκιον ᾠδήν, ἐβόα ᾄσωμεν».Εὐφραντικῇ ἐπομβρίᾳ σῶν προσευχῶν, τὴν ψυχήν μου ἄρδευσον ξηρανθεῖσαν τῷ αὐχμῷ, τῶν παθῶν, καὶ λόγων μοι τὴν σήν, εὐφημοῦντι ἑορτήν, Παμμάκαρ ἔμπνευσον.Φῶς νοητὸν ἀπαστράψας φωτιστικός, ἀνεδείχθης ἥλιος, φεγγοβόλοις ἀρεταῖς, καὶ δογμάτων κάλλεσιν Ἐφραίμ, καταυγάζων τῶν Πιστῶν, ἄπαν τὸ πλήρωμα.Ῥείθροις δακρύων τὴν φλόγα τὴν τῶν παθῶν, κατασβέσας γέγονας, σκεῦος τίμιον Ἐφραίμ, τοῦ Ἁγίου Πνεύματος πηγάς, ἀναβλύζων διδαχῶν, θεομακάριστε.ΘεοτοκίονἈδιαφθόρως τὸν Λόγον ἐν σῇ γαστρί, δεξαμένη τέτοκας, τὸν λυτρούμενον φθορᾶς, τοὺς αὐτὸν λατρεύοντας ἀεί, Μητροπάρθενε σεμνή, πύλη τῆς ὄντως ζωῆς.
Κανών α', ᾨδὴ γ', τοῦ Ὁσίου
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Οὐκ ἔστιν Ἅγιος ὡς σύ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου Ἀγαθέ, καὶ στερεώσας ἡμᾶς, ἐν τῇ πέτρᾳ, τῆς ὁμολογίας σου».Ἰλύος πάσης ἐμπαθοῦς, σεαυτὸν ἐκκαθάρας, ἀνεδείχθης δοχεῖον ἀρετῶν ὡς ἀληθῶς, καὶ σκεῦος χωρητικόν, χαρισμάτων, τοῦ Ἁγίου Πνεύματος.Μηδόλως ὕπνον ὀφθαλμοῖς, δεδωκὼς οἶκος ὤφθης, τῆς Ἁγίας Τριάδος, καὶ σοφίας θησαυρός, τὸν κόσμον καταπλουτῶν, χρυσαυγέσι, δόγμασι Μακάριε.Γνωρίζει ἄλλον σε Χριστοῦ, ἡ σεπτὴ Ἐκκλησία, χρυσορρόαν Εὐφράτην, πελαγίζοντα σοφῶν, δογμάτων ἐπιροαῖς, καὶ τὴν κτίσιν, πᾶσαν καταρδεύοντα.ΘεοτοκίονἘν δύω φύσεσιν ὁ εἷς, τῆς Ἁγίας Τριάδος, ἐξ ἀγνῶν σου αἱμάτων, σαρκωθεὶς θεοπρεπῶς, προῆλθε τοὺς ἐξ Ἀδάμ, διασῴζων, Πάναγνε χρηστότητι.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Οὐκ ἔστιν Ἅγιος ὡς σύ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν Πιστῶν σου Ἀγαθέ, καὶ στερεώσας ἡμᾶς, ἐν τῇ πέτρᾳ, τῆς ὁμολογίας σου».
Μεσῴδιον Κάθισμα τοῦ Ὁσίου
Ἦχος πλ. α'
Τὸν συνάναρχον Λόγον ΤΟ ΑΚΟΥΤΕ
Τὸν θησαυρὸν τῆς σοφίας τῶν μυστηρίων Χριστοῦ, τὸν κρατῆρα τὸν θεῖον τῆς κατανύξεως, ἀνυμνήσωμεν πιστοί, ἐν τῇ μνήμῃ αὐτοῦ· φερωνύμως γὰρ ἀεί, τὰς καρδίας τῶν πιστῶν, εὐφραίνει ἔπεσι θείοις, Ἐφραίμ, ὡς πράκτωρ καὶ μύστης, τῶν τοῦ Κυρίου ἀποκαλύψεων.Δόξα... Καὶ νῦν... ΘεοτοκίονἩ θερμὴ προστασία καὶ ἀπροσμάχητος, ἡ ἐλπὶς ἡ βεβαία καὶ ἀκαταίσχυντος, τεῖχος καὶ σκέπη καὶ λιμὴν τῶν προστρεχόντων σοι, ἀειπάρθενε Ἁγνή, τὸν Υἱὸν σου καὶ Θεόν, ἱκέτευε σὺν Ἀγγέλοις, εἰρήνην δοῦναι τῷ κόσμῳ, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.Ἢ ΣταυροθεοτοκίονΤῷ Σταυρῷ τοῦ Υἱοῦ σου θεοχαρίτωτε, τῶν εἰδώλων ἡ πλάνη πᾶσα κατήργηται, καὶ τῶν δαιμόνων ἡ ἰσχὺς καταπεπάτηται· διὰ τοῦτο οἱ πιστοί, κατὰ χρέος σε ἀεί, ὑμνοῦμεν καὶ εὐλογοῦμεν, καὶ Θεοτόκον κυρίως, ὁμολογοῦντες σὲ μεγαλυνομεν.
Κανών α', ᾨδὴ δ', τοῦ Ὁσίου
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Χριστός μου δύναμις, Θεὸς καὶ Κύριος, ἡ σεπτὴ Ἐκκλησία θεοπρεπῶς, μέλπει ἀνακράζουσα, ἐκ διανοίας καθαρᾶς, ἐν Κυρίῳ ἑορτάζουσα».Ῥημάτων δύναμις, τῶν σῶν διέδραμεν, ἐπὶ πάντα τὸν κόσμον ὑψοποιῶ, φέγγει ταπεινώσεως, τὴν ἀβλεψίαν τῶν ψυχῶν, ἐκδιώκουσα Μακάριε.Ἀμέμπτως ἤνυσας, τὸν βίον δάκρυσι, σεαυτὸν ἀποπλύνας, καὶ τοῦ Κριτοῦ, πᾶσι τὴν ἐπέλευσιν, καθιστορῶν λόγοις σοφοῖς, θεοφάντορ ἀξιάγαστε.Ἰδών σου Κύριος, τῆς ταπεινώσεως, τὸ περίδοξον ὕψος ὑψοποιόν, λόγον σοι χαρίζεται, δι οὗ αἱρέσεων δεινά, τεταπείνωται ὑψώματα.Ῥωσθεὶς τῇ χάριτι, τοῦ Παντοκράτορος, πρὸς ἀρχὰς παρετάξω δαιμονικάς, Πάτερ καὶ νενίκηκας, ὑπὲρ ἡμῶν ἐκδυσωπῶν, τῶν θερμῶς ἀνευφημούντων σε.ΘεοτοκίονὩς θεῖον τέμενος, ὡς ὄρος ἅγιον, ὡς πηγὴν ἀφθαρσίας, ὡς ἐκλεκτήν, μόνην χρηματίσασαν, τῶ πλαστουργῷ ἡμῶν Θεῷ, τὴν Παρθένον μακαρίσωμεν.
Κανών α', ᾨδὴ ε', τοῦ Ὁσίου
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τῷ θείῳ φέγγει σου ἀγαθέ, τὰς τῶν ὀρθριζόντων σοι ψυχάς, πόθῳ καταύγασον δέομαι, σὲ εἰδέναι Λόγε Θεοῦ, τὸν ὄντως Θεόν, ἐκ ζόφου τῶν πταισμάτων ἀνακαλούμενον».Ταῖς τῶν δακρύων ἐπιρροαῖς, τὸ τῶν ἡδονῶν ὁλοσχερῶς, Πάτερ ἐξήρανας πέλαγος∙ καὶ τῇ ἀναβλύσει τῶν διδαγμάτων σου, αἱρέσεων χειμάρρους Μάκαρ κατέκλυσας.Ὁ νοῦς σου νεύσει τῇ πρὸς Θεόν, Πάτερ λαμπρυνόμενος Ἐφραίμ, θεοειδὴς ὅλος γέγονεν, ἔσοπτρον καθάπερ τοῦ θείου Πνεύματος, ἀΰλους τὰς ἐμφάσεις ὑποδεχόμενος.Ναὸς ἐγένου χωρητικός, Πάτερ τῆς Τριάδος ἀληθῶς, πεποικιλμένος τῇ χάριτι, καὶ τῇ διαυγίᾳ τῶν καθαρῶν ἀρετῶν, καὶ τῇ τῶν διδαγμάτων ἀκεραιότητι.ΘεοτοκίονΝεκρὸν με ἔδειξεν ἐν Ἐδέμ, γεῦσις ἡ τοῦ ξύλου πονηρά, ἐπιβουλὴ τῇ τοῦ ὄφεως∙ σὺ δὲ ζωοδότην Χριστὸν κυήσασα, ἐζώωσάς με μόνη Θεοχαρίτωτε.
Κανών α', ᾨδὴ ς', τοῦ Ὁσίου
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τοῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῷ κλύδωνι, τῷ εὐδίῳ λιμένι σου προσδραμών, βοῶ σοι∙ Ἀνάγαγε, ἐκ φθορᾶς τὴν ζωήν μου Πολυέλεε».Οὐ ψάμμον θεμέλιον, ἀλλὰ πίστιν ἀρραγῆ, ὁ Θεοφόρος θέμενος, ταῖς τοῦ ἐχθροῦ παντοίαις ἐπιβουλαῖς, ἀκλόνητος ἔμεινεν, ἀηττήτῳ δυνάμει κυβερνώμενος.Ἡ γλῶσσά σου κάλαμος, ὀξυγράφου ἀληθῶς, ὡς γραμματέως γέγονεν, ὑφηγουμένη γνῶσιν πανευσεβῆ, πλαξὶν ἐγχαράττουσα, καρδιῶν Πάτερ νόμον τὸν τοῦ Πνεύματος.Τὸ σὸν οἱ ἐκπλέοντες, τῶν δογμάτων γαληνόν, Ἐφραὶμ θεόφρον πέλαγος, τρικυμιῶν λυτροῦνται ψυχοβλαβῶν, καὶ ζάλης αἱρέσεων, ἀνανεύοντες πίστει διασῴζονται.ΘεοτοκίονὉ πάσης ἐπέκεινα, νοουμένης ὡς Θεός, καὶ ὀρωμένης κτίσεως, σωματωθεὶς προῆλθεν ἐκ σῆς γαστρός, τηρήσας σε ἄφθορον, ὥσπερ ἦς πρὸ τοῦ τόκου σου Θεονύμφευτε.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Τοῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῷ κλύδωνι, τῷ εὐδίῳ λιμένι σου προσδραμών, βοῶ σοι∙ Ἀνάγαγε, ἐκ φθορᾶς τὴν ζωήν μου Πολυέλεε».
Κοντάκιον
Ἦχος β'
Τὰ ἄνω ζητῶν ΤΟ ΑΚΟΥΤΕ
Τὴν ὥραν ἀεί, προβλέπων τῆς ἐτάσεως, ἐθρήνεις πικρῶς, Ἐφραὶμ ὡς φιλήσυχος∙ πρακτικὸς δὲ γέγονας, ἐν τοῖς ἔργοις διδάσκαλος Ὅσιε. Ὅθεν Πάτερ παγκόσμιε, ῥαθύμους ἐγείρεις πρὸς μετάνοιαν.
Ὁ Οἶκος
Ἰχνηλατεῖν βουλόμενος, Πάτερ, τοῦ Προδρόμου ταῖς τρίβοις, ἐκ τοῦ κόσμου μόνος αὐτὸς ἀπάρας, εἰς ἔρημον κατῴκησας. Βλέπων σε οὖν οὕτω βιοῦντα ὁ ἐχθρὸς τόν δίκαιον, γύναιον πάνυ ἀναιδὲς κατὰ σοῦ διεγείρει, οἰόμενος διὰ τοῦ ἀρχαίου ὅπλου τὴν σὴν ἀνδρείαν καταβαλεῖν, καὶ τὴν ἁγνείαν μολύνειν σου, ἵνα μὴ ἐν τοῖς λόγοις καὶ ἔργοις σου ῥαθύμους ἐγείρῃς πρὸς μετάνοιαν.
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΚΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἐφραὶμ τοῦ Σύρου.ΣτίχοιἬκουσε γλῶτταν ψαλμικῶς, ἣν οὐκ ἔγνω,Ἐφραίμ, ἄνω καλοῦσαν, ὁ γλῶσσαν Σῦρος.Εἰκάδι ὀγδοάτῃ Νόες Ἐφραὶμ θυμὸν ἀπηῦρον.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Παλλαδίου.ΣτίχοιΚρείττων ὑπάρξας σαρκικῶν σκιρτημάτων,Σκιρτᾷ παρ᾿ αὐτῷ Παλλάδιος τῷ πόλῳ.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰακώβου τοῦ Ἀσκητοῦ.ΣτίχοιἈπῆλθε σαρκός, ὥσπερ ἒκ τινος πάγης,Ὁ σαρκός, Ἰάκωβος οὐχ ἁλοὺς πάγαις.Τῇ αὐτῇ ἡμέρᾳ, αἱ ἅγιαι δύο Μάρτυρες, μήτηρ καὶ θυγάτηρ, ξίφει τελειοῦνται.ΣτίχοιΤῇ παιδὶ συγκλίνασα μήτηρ τὴν κάραν,Ξίφει συνεξέπνευσε τῷ θυγατρίῳ.Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἁγία Χάρις τοὺς πόδας ἐκκοπεῖσα τελειοῦται.ΣτίχοιΠόδας Χάρις τμηθεῖσα, πρὸς Θεὸν τρέχει∙Τοὺς ψυχικοὺς γὰρ οὐ συνετμήθη πόδας.Ταῖς τῶν ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Κανών α', ᾨδὴ ζ', τοῦ Ὁσίου
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Δροσοβόλον μὲν τὴν κάμινον εἰργάσατο, Ἄγγελος τοῖς Ὁσίοις Παισί∙ τοὺς Χαλδαίους δὲ καταφλέγον πρόσταγμα Θεοῦ, τὸν τύραννον ἔπεισε βοᾶν∙ Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».Νομοθέτης Μοναζόντων ἀκριβέστατος, ὤφθης σεβασμιώτατε, ὑπαλείπτης τε, πρὸς ἐχθρῶν παντοίων συμπλοκάς∙ διό σου τιμῶμεν τὸ σεπτόν, καὶ ἱερὸν ἐπὶ τῆς γῆς Πάτερ μνημόσυνον.Ἐναρμόνιον τοῦ Πνεύματος ἀοίδιμε, ὄργανον ἐχρημάτισας, ὑπηχούμενος, ταῖς αὐτοῦ ἑκάστοτε πνοαῖς, καὶ μέλος σωτήριον ἡμῖν, τῆς μετανοίας μελῳδοῦν, τοῖς ἀνυμνοῦσί σε.ΘεοτοκίονὙπὲρ λόγον σου ἡ σύλληψις Θεόνυμφε· Θεὸν γὰρ Λόγον τέτοκας, τὸν ῥυσάμενον, ἀλογίας πάντας τοὺς βροτούς, καὶ λόγον παρέχοντα βοᾶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Κανών α', ᾨδὴ η', τοῦ Ὁσίου
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐκ φλογὸς τοῖς Ὁσίοις δρόσον ἐπήγασας, καὶ Δικαίου θυσίαν ὕδατι ἔφλεξας· ἅπαντα γὰρ δρὰς Χριστέ, μόνῳ τῷ βούλεσθαι∙ Σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας».Φωτοφόρος ὡς ἄλλος ἐδείχθης ἥλιος, διδαγμάτων ἀκτῖνας πέμπων τοῖς πέρασι, σκότος ἀφεγγές, ἐκμειώσας Μακάριε, πάσης ἁμαρτίας, φωτὶ τῆς μετανοίας.Ῥείθροις θείων δογμάτων περικυκλούμενος, ποταμὸς ὡς ἐξ ἄλλης Ἐδὲμ πεπόρευσαι, πρόσωπον τῆς γῆς, καταρδεύων θεσπέσιε, καὶ τῆς ἀσεβείας, ζιζάνια συμπνίγων.ΘεοτοκίονἈληθῆ Θεοτόκον ὁμολογοῦντές σε, τοῦ Ἀγγέλου τὸ Χαῖρε πίστει βοῶμέν σοι∙ μόνη τὴν χαράν, ἐπὶ τῆς γῆς γὰρ ἐκύησας, Κεχαριτωμένη, ἀεὶ εὐλογημένη.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ἐκ φλογὸς τοῖς Ὁσίοις δρόσον ἐπήγασας, καὶ Δικαίου θυσίαν ὕδατι ἔφλεξας· ἅπαντα γὰρ δρὰς Χριστέ, μόνῳ τῷ βούλεσθαι∙ Σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας».
Κανών α', ᾨδὴ θ', τοῦ Ὁσίου
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον, ὃν οὐ τολμᾷ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα, διὰ σοῦ δὲ Πάναγνε, ὡράθη βροτοῖς, Λόγος σεσαρκωμένος, ὃν μεγαλύνοντες, σὺν ταῖς οὐρανίαις στρατιαῖς σε μακαρίζομεν».Τρωθεὶς ἀγάπῃ τοῦ Παντοκράτορος, ὅλον σαυτοῦ τὸν βίον, θρηνῳδῶν διετέλεσας, ἐκβοῶν μετ’ ἐκπλήξεως Ὅσιε∙ Ἄνες τὰ κύματά σου, Σῶτερ τῆς χάριτος, ταύτην μοι πλουσίως συντηρῶν, ἐν τῇ μελλούσῃ ζωῇ.Ἡδὺς ὁ λόγος σου κατανύξεως, παρεκτικὸς καὶ πλήρης φωτισμοῦ τοῖς προστρέχουσι, θεοφόρε Ἐφραὶμ ἀξιάγαστε∙ ἄμεμπτος δὲ ὁ βίος, πάσαις κοσμούμενος, ταῖς θεοφεγγέσιν ἀρεταῖς, καὶ λαμπρυνόμενος.Ναὸς τοῦ Πνεύματος ἐχρημάτισας, καὶ ποταμὸς ναμάτων ζωηρύτων πληρούμενος, Ἐκκλησίας θεμέλιος ἄσειστος, ἔρεισμα μοναζόντων, ῥεῖθρον ἀέναον, θείας κατανύξεως, Ἐφραὶμ ἀξιοθαύμαστε.ΘεοτοκίονΝοεῖν οὐ δύναται νοῦς ἀνθρώπινος, τὸ ὑπὲρ νοῦν τοῦ τόκου σου Παρθένε μυστήριον∙ὁ Θεὸς γὰρ σκηνώσας ἐν μέσῳ σου, κλεῖθρα τῆς παρθενίας, οὐ παρεσάλευσε, μόνος ὡς ἐπίσταται αὐτός, ὁ ἀκατάληπτος.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον, ὃν οὐ τολμᾷ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα∙ διὰ σοῦ δὲ Πάναγνε, ὡράθη βροτοῖς, Λόγος σεσαρκωμένος, ὃν μεγαλύνοντες, σὺν ταῖς οὐρανίαις στρατιαῖς σὲ μακαρίζομεν».
Ἐξαποστειλάριον
Ἦχος γ'
Ὁ οὐρανὸν τοῖς ἄστροις ΤΟ ΑΚΟΥΤΕ
Ὡς ποταμὸς ὑπάρχεις, ῥεῖθρα χρυσόρρυτα βρύων, καὶ τοὺς λαοὺς διεγείρων, τῆς μετανοίας πρὸς τρίβον, Χριστὸν ἱκέτευε Πάτερ, Ἐφραὶμ σωθῆναι τὸν κόσμον.
Θεοτοκίον
Ἦχος γ'
Ὁ οὐρανὸν τοῖς ἄστροις ΤΟ ΑΚΟΥΤΕ
Ἐλπὶς τῶν ἀπηλπισμένων, καταφυγὴ Χριστιανῶν, πανύμνητε Θεοτόκε, τῶν θλιβομένων ἡ χαρά, ἐκ πάσης θλίψεως ῥῦσαι, τοὺς ἀναξίους σου δούλους.
Ἀπόστιχα
Δοξαστικὸν
Ἦχος β'
Κυπριανοῦ
Ὥσπερ φοίνιξ δαυϊτικῶς ἐξανθήσας Ὅσιε Πάτερ, τὰς γλώσσας τῶν βλασφήμων ἐξέκοψας, ἐν τῇ μαχαίρᾳ τῶν λόγων σου Ἐφραίμ∙ τὰς ἀβύσσους τῶν παθῶν ἐξήρανας δι' ἐγκρατείας∙ ὄργανον ἀνεδείχθης τοῦ Ἁγίου Πνεύματος, τοῦ Σταυροῦ τὸ ὅπλον ἀναλαβών, Χριστὸν ἀπαύστως δυσώπει ὑπὲρ ἡμῶν, τῶν ἐπιτελούντων τὴν πανέορτον μνήμην σου.
Θεοτοκίον
Ἦχος β'
Ὅτε, ἐκ τοῦ ξύλου σε νεκρὸν ΤΟ ΑΚΟΥΤΕ
Πάντων, θλιβομένων ἡ χαρά, καὶ ἀδικουμένων προστάτις, καὶ πενομένων τροφή, ξένων τε παράκλησις, χειμαζομένων λιμήν, ἀσθενούντων ἐπίσκεψις, καταπονουμένων, σκέπη καὶ ἀντίληψις, καὶ βακτηρία τυφλῶν, Μήτηρ τοῦ Θεοῦ τοῦ ὑψίστου, σὺ ὑπάρχεις∙ Ἄχραντε σπεῦσον, δυσωποῦμεν ῥύσασθαι τοὺς δούλους σου.
Σταυροθεοτοκίον
Ἦχος β'
Ὅτε, ἐκ τοῦ ξύλου σε νεκρὸν ΤΟ ΑΚΟΥΤΕ
Ὕβρεις, ὑπομείναντα πολλάς, καὶ ἐπὶ Σταυροῦ ὑψωθέντα, τὸν τοῦ παντὸς Ποιητήν, βλέψασα Πανάχραντε, ἔστενες λέγουσα∙ Ὑπερύμνητε Κύριε, Υἱὲ καὶ Θεέ μου, πῶς τιμῆσαι θέλων σου, τὸ πλάσμα Δέσποτα, φέρεις ἐν σαρκὶ ἀτιμίαν, δόξα τῇ πολλῇ εὐσπλαγχνίᾳ, καὶ συγκαταβάσει σου φιλάνθρωπε.
| TA ΜΗΝΑΙΑ | Ιανουάριος | 28 |
Jan 29
Τῌ ΚΘ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥἩ Ἀνακομιδὴ τῶν Λειψάνων τοῦ Ἁγίου Ἱερομάρτυρος Ἰγνατίου τοῦ Θεοφόρου.
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.
Στιχηρὰ Προσόμοια τοῦ Ἱερομάρτυρος
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσι ΤΟ ΑΚΟΥΤΕ
Θεολόγων ἀκρότητος, χρηματίσας διάδοχος, τοῖς ἐκείνων ἴχνεσιν ἠκολούθησας, Ἀνατολῆς ἐξορμώμενος, καὶ Δύσει φαινόμενος, καὶ φωτίζων ἀστραπαῖς, τοῦ ἐνθέου κηρύγματος· ἔνθα Πάνσοφε, ἐκ τοῦ κόσμου μὲν ἔδυς, εἰς Θεὸν δέ, ἐξανέτειλας τῷ φέγγει, κατεστεμμένος τῆς χάριτος.
Ἦχος δ'
Ἱερῶς ἀπεδόθη σου, τῇ σῇ πόλει τὰ λείψανα, Θεοφόρε πάνσοφε δι' ἀθλήσεως, ἁγιασθέντα λαμπρότερον, καὶ χάριτι στίλβοντα, τὴν ἐπάνοδον ἡμῖν, πανηγύρεως πρόξενον, ἀπειργάσατο, εὐφροσύνης πληροῦντα θεοπνεύστου, θυμηδίας ἐμπιπλῶντα, τοὺς εὐσεβῶς σε γεραίροντας.
Ἦχος δ'
Ἐξ Ἑῴας μὲν πρότερον, Ἑωσφόρος Ἰγνάτιε, ἐν Δυσμαῖς διηύγασας φαεινότατος· νῦν δὲ τῶν θείων λειψάνων σου, ἐν τῇ ἐπανόδῳ φαιδράς, τὰς ἀκτῖνας ἐπὶ γῆς, ἀφ᾽ ἑσπέρας ἐφήπλωσας· διὸ πρέσβευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου.
Ἦχος δ'
Ἀναλάμψας ὡς ἥλιος, ταῖς ἀκτῖσι τοῦ Πνεύματος, τὰ τοῦ κόσμου πέρατα κατεφαίδρυνας, ταῖς λαμπηδόσι τῶν ἄθλων σου, θερμῶς προϊστάμενος, καὶ συγγράφων ἀληθῶς, εὐσεβείας διδάγματα· ὅθεν γέγονας, καὶ τροφὴ τῷ Δεσπότῃ τῷ τὰ πάντα, διατρέφοντι παμμάκαρ, ἀδιαλείπτῳ χρηστότητι.
Δοξαστικὸν
Ἦχος πλ. δ'
Θεοφόρε Ἰγνάτιε, τὸν σὸν ἔρωτα Χριστὸν ἐνστερνισάμενος, μισθὸν ἐκομίσω, τῆς ἱερουργίας τοῦ Εὐαγγελίου τοῦ Χριστοῦ, τὸ τελειωθῆναι δι᾽ αἵματος· διὸ σῖτος γενόμενος τοῦ ἀθανάτου Γεωργοῦ, δι᾽ ὀδόντων θηρίων ἠλέσθης, καὶ ἄρτος ἡδύς αὐτῷ ἀνεδείχθης, πρεσβεύων ὑπὲρ ἡμῶν, Ἀθλητὰ μακάριε.
Θεοτοκίον
Ἦχος πλ. δ'
Ὢ τοῦ παραδόξου θαύματος ΤΟ ΑΚΟΥΤΕ
Σῶσόν με πάναγνε Δέσποινα, ἡ τὸν Σωτῆρα Χριστόν, ἀπορρήτως κυήσασα· σὲ γὰρ μόνην κέκτημαι, προστασίαν καὶ ἄρρηκτον, τεῖχος καὶ σκέπην, καὶ ἀγαλλίαμα, καὶ τῆς ψυχῆς μου, θείαν παράκλησιν· σὺ οὖν με λύτρωσαι, ἀκοιμήτου σκώληκος, καὶ τοῦ πυρός, τοῦ διαιωνίζοντος, Μῆτερ Χριστοῦ τοῦ Θεοῦ.
Σταυροθεοτοκίον
Ἦχος πλ. δ'
Ὢ τοῦ παραδόξου θαύματος ΤΟ ΑΚΟΥΤΕ
Τὶ τὸ ὁρώμενον θέαμα, ὃ τοῖς ἐμοῖς ὀφθαλμοῖς, καθορᾶται ὦ Δέσποτα; ὁ συνέχων ἅπασαν κτίσιν ξύλῳ ἀνήρτησαι; καὶ θανατοῦσαι, ὁ πᾶσι νέμων ζωήν, ἡ Θεοτόκος κλαίουσα ἔλεγεν, ὅτε ἑώρακεν, ἐν Σταυρῷ ὑψούμενον, τὸν ἐξ αὐτῆς, ἀσπόρως ἐκλάμψαντα, Θεὸν καὶ ἄνθρωπον.
Ἀπόστιχα
Δοξαστικὸν
Ἦχος α'
Ὢ τῆς στερρᾶς καὶ ἀδαμαντίνου σου ψυχῆς, ἀξιομακάριστε Ἰγνάτιε! σὺ γὰρ πρὸς τὸν ὄντως σὸν ἐραστήν, ἀνένδοτον ἔχων τὴν ἔφεσιν ἔλεγες· Οὐκ ἔστιν ἐν ἐμοί, πῦρ φιλόϋλον, ὕδωρ δὲ μᾶλλον ζῶν, καὶ λαλοῦν ἐν ἐμοί, ἔνδοθέν μοι λέγον· Δεῦρο πρὸς τὸν Πατέρα. Ὅθεν θείῳ Πνεύματι πυρπολούμενος, θῆρας ἠρέθισας, κόσμου σε θᾶττον χωρίσαι, καὶ πρὸς τὸν ποθούμενον παραπέμψαι Χριστόν. Αὐτὸν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον
Ἦχος α'
Ἁμαρτωλῶν τὰς δεήσεις προσδεχομένη, καὶ θλιβομένων στεναγμοὺς μὴ παρορῶσα, πρέσβευε τῷ ἐξ Ἀγνῶν λαγόνων σου, σωθῆναι ἡμᾶς, Παναγία Παρθένε.
Σταυροθεοτοκίον
Ἦχος α'
Τῶν οὐρανίων ταγμάτων ΤΟ ΑΚΟΥΤΕ
Ἐν τῷ Σταυρῷ παρεστῶσα τοῦ σοῦ Υἱοῦ καὶ Θεοῦ, καὶ τὴν μακροθυμίαν, τούτου ἀποσκοποῦσα, ἔλεγες θρηνοῦσα, Μῆτερ Ἁγνή· Οἴμοι τέκνον γλυκύτατον! τὶ ταῦτα πάσχεις ἀδίκως Λόγε Θεοῦ; ἵνα σώσῃς τὸ ἀνθρώπινον.
Ἀπολυτίκιον
Ἦχος δ' ΤΟ ΑΚΟΥΤΕ
Καὶ τρόπων μέτοχος, καὶ θρόνων διάδοχος, τῶν Ἀποστόλων γενόμενος, τὴν πρᾶξιν εὗρες θεόπνευστε, εἰς θεωρίας ἐπίβασιν· διὰ τοῦτο τὸν λόγον τῆς ἀληθείας ὀρθοτομῶν, καὶ τῇ πίστει ἐνήθλησας μέχρις αἵματος, Ἱερομάρτυς Ἰγνάτιε. Πρέσβευε Χριστῷ τῶ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Ὁ Κανὼν τοῦ Ἱερομάρτυρος, οὗ ἡ Ἀκροστιχίς.Ἰγνάτιον τὸν Ἐῷον ἐν ᾄσμασιν ἀστέρα μέλπω.Θεοφάνους.ᾨδὴ α'
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θαλάσσης τὸ ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν, ὁ παλαιὸς πεζεύσας Ἰσραήλ, σταυροτύποις Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν τῇ ἐρήμῳ ἐτροπώσατο».Ἰθύνας πρὸς ἀρετὴν τὸν βίον μου, φωτὶ καταύγασον, τῆς ἐνοικούσης χάριτος ἐν σοί, Θεοφόρε Ἰγνάτιε, καὶ τῶν παθῶν τὴν σύγχυσιν, ταῖς σαῖς πρεσβείαις διασκέδασον.Γῆ ὥσπερ γονιμωτάτη πέφηνας, ἑκατοστεύοντα, καρποφορῶν τὸν σπόρον τῷ Χριστῷ, Θεοφόρε Ἰγνάτιε, τῷ τὰς ψυχὰς ἀρδεύοντι, τῇ ἐπομβρίᾳ τῇ τοῦ Πνεύματος.Νοήσας προγνωστικῇ δυνάμει σου, τὸ εὐγενὲς τῆς ψυχῆς, ὁ τοῦ παντὸς Δεσπότης καὶ Θεός, Θεοφόρε Ἰγνάτιε, μαρμαρυγαῖς τοῦ Πνεύματος, θεοφεγγέσι κατελάμπρυνεν.Ἀκτῖσι τοῦ νοητοῦ λαμπόμενος, Ἡλίου πάνσοφε, Ἀνατολῆς ἐξώρμησας λαμπρῶς, αἰσθητὸς ὥσπερ ἥλιος, τὸ ζοφερὸν τῆς Δύσεως, περιαυγάζων τῷ κηρύγματι.ΘεοτοκίονΤριάδος τῆς ὑπερθέου Πάναγνε, τὸν ἕνα τέτοκας, ἐκ σοῦ σαρκὶ φανέντα καθ᾽ ἡμᾶς, εὐδοκίᾳ Γεννήτορος, καὶ συνεργείᾳ Πνεύματος, τοῦ παναγίου Θεονύμφευτε.
Κανών α', ᾨδὴ γ', τοῦ Ἱερομάρτυρος
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα· Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα».Ἰάτρευσόν μου τὸν νοῦν, κεκακωμένον τοῖς δεινοῖς πάθεσι, τοῖς τῆς σαρκὸς Ἰγνάτιε, Μάρτυς τοῦ Χριστοῦ παναοίδιμε.Ὁμόφρονά σε Χριστός, τῶν Ἀποστόλων εὖ εἰδὼς τέθεικε, θείῳ φωτὶ λάμποντα, ἐν ταῖς Ἐκκλησίαις διδάσκαλον.Νεκρούμενον διὰ σέ, τὸν Ζωοδότην καθορῶν ἔδραμες, τὸν δι᾿ αὐτὸν θάνατον, πόθῳ ὑποστῆναι Ἰγνάτιε.Τὸν Λόγον τὸν τοῦ Πατρός, προκαθαρθεῖσα ὦ Σεμνὴ Πνεύματι, τῆς λογικῆς φύσεως, ἐπ᾿ εὐεργεσίᾳ γεγέννηκας.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα· Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα».
Κάθισμα
Ἦχος γ'
Θείας πίστεως ΤΟ ΑΚΟΥΤΕ
Θείῳ Πνεύματι πεφωτισμένος, θράσος τύραννον ἐν παρρησίᾳ, ποιμαντικῇ μεγαλοφρόνως κατῄσχυνας· καὶ ἐκπεράσας τῆς πλάνης τὸ πέλαγος, πρὸς τὸν λιμένα τὸν θεῖον κατήντησας, Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.Δόξα... Καὶ νῦν... ΘεοτοκίονΘείας φύσεως οὐκ ἐχωρίσθη, σάρξ γενόμενος ἐν τῇ γαστρί σου, ἀλλὰ Θεὸς ἐνανθρωπήσας μεμένηκεν, ὁ μετὰ τόκον Παρθένον Μητέρα σε, ὡς πρὸ τοῦ τόκου φυλάξας πανάμωμον, μόνος Κύριος. Αὐτὸν ἐκτενῶς ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.Ἢ ΣταυροθεοτοκίονἩ ἀμίαντος Ἀμνὰς τοῦ Λόγου, ἡ ἀκήρατος Παρθενομήτωρ, ἐν τῷ Σταυρῷ θεασαμένη κρεμάμενον, τὸν ἐξ αὐτῆς ἀνωδίνως βλαστήσαντα, μητροπρεπῶς θρηνῳδοῦσα ἐκραύγαζεν· Οἴμοι τέκνον μου! πῶς πάσχεις θέλων ῥύσασθαι, παθῶν τῆς ἀτιμίας τὸν ἄνθρωπον!
Κανών α', ᾨδὴ δ', τοῦ Ἱερομάρτυρος
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐπαρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία, ἐπὶ Σταυροῦ τὸν Ἥλιον τῆς δικαιοσύνης, ἔστη ἐν τῇ τάξει αὐτῆς, εἰκότως κραυγάζουσα· Δόξα τῇ δυνάμει σου Κύριε».Ὁ Θεοφόρος καλούμενος φερωνύμως· τὸν γὰρ Χριστὸν ἐνδέδυται διὰ πολιτείας, πάντας ἐπαλείφει λαμπρῶς, Μαρτύρων στερρότητα, πόθῳ τῶν στεφάνων εἰσδέξασθαι.Νενευρωμένος Ἰγνάτιε τῇ δυνάμει, τοῦ ἐν Σταυρῷ παγέντος ὑπὲρ σοῦ Θεοφόρε, θῆρας καθηρέθισας, τοῦ κόσμου χωρίσαι σε, πρὸς τὸν σὸν ποθούμενον ἔρωτα.Ἐρασθεὶς τῆς ὡραιότητος τοῦ Δεσπότου, καὶ πρὸς αὐτὸν τὴν ἔφεσιν ἀνένδοτον ἔχων, τούτου τὰ παθήματα, προθύμως ἐζήλωσας, μάρτυς Θεοφόρε Ἰγνάτιε.Ὡραϊσμένος πορφύρᾳ τῶν σῶν αἱμάτων, Ἀρχιερεύς, καὶ χρίσματι τῆς ἱερωσύνης, Μάρτυς διαλάμπων Χριστῷ, κραυγάζεις γηθόμενος. Δόξα τὴ δυνάμει σου Κύριε.ΘεοτοκίονὉ ἐκ μὴ ὄντων τὰ πάντα θείᾳ δυνάμει, δημιουργῶν γεγέννηται ἐκ σοῦ Θεομῆτορ, κόσμον καταλάμπων φαιδρῶς, ἀκτῖσι θεότητος, καὶ θεογνωσίας λαμπρότησι.
Κανών α', ᾨδὴ ε', τοῦ Ἱερομάρτυρος
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σὺ Κύριέ μου φῶς, εἰς τὸν κόσμον ἐλήλυθας· φῶς ἅγιον ἐπιστρέφον, ἐκ ζοφώδους ἀγνοίας, τοὺς πίστει ἀνυμνοῦντάς σε». Νῦν πρόσωπον Χριστοῦ, καθορῶν σὺ πρὸς πρόσωπον, Ἰγνάτιε τῶν ἐσόπτρων, ἀληθείᾳ λυθέντων, ἡνώθης σου τῷ ἔρωτι.Εἵλκυσας φωτισμόν, ἐκ πηγῆς φωτοδότιδος Ἰγνάτιε· ταῖς ἀχράντοις, σὲ Χριστὸς γὰρ παλάμαις, κρατήσας καθηγίασε.Νοῦν Πνεύματι Θεοῦ, κεκτημένος λαμπόμενον, Ἰγνάτιε θεογράφους, ἐπιστέλλεις ὡς πλάκας, τοὺς νόμους τοὺς τῆς χάριτος.ΘεοτοκίονἌνωθὲν σοι φωνήν, χαρμοσύνως ἐβόησεν, ὁ Ἄγγελος Θεοτόκε, τοῦ Δεσπότου ἀφράστως, μηνύων σοὶ τὴν σύλληψιν.
Κανών α', ᾨδὴ ς', τοῦ Ἱερομάρτυρος
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι᾿ οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι».Σοφίας, ἑλληνικῆς διέλυσας δόγματα, τὴν ἐνυπόστατον ἔχων, τοῦ Θεοῦ σοφίαν ἱερομύστα, καὶ μετ᾿ ἤχου, τὸ τῆς πλάνης μνημόσυνον ὤλεσας.Μὴ παύσῃ, ὑπὲρ τῶν ἐκτελούντων τὴν μνήμην σου, καθικετεύων Παμμάκαρ, πειρασμῶν ῥυσθῆναι χαλεπωτάτων, καὶ κινδύνων, Ἱερεὺς δεδειγμένος εὐπρόσδεκτος.Ἀνδρείᾳ, καὶ φρονήσει διέπρεψας Ὅσιε, δικαιοσύνης τε κάλλει, Θεοφόρε Μάρτυς καὶ σωφροσύνης, καὶ τῷ κύκλῳ τῶν ἀρετῶν, ἐφάνης κοσμούμενος.ΘεοτοκίονΣὲ μόνην, τῶν ἀκανθῶν ἐν μέσῳ εὑράμενος, ὡς καθαρώτατον κρίνον, καὶ κοιλάδων ἄνθος ὦ Θεομῆτορ, ὁ Νυμφίος, ἐκ τῆς γαστρός σου Λόγος προέρχεται.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι᾿ οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι».
Κοντάκιον
Ἦχος δ'
Ἐπεφάνης σήμερον ΤΟ ΑΚΟΥΤΕ
Ἐξ Ἑῴας σήμερον ἐξανατείλας, καὶ τὴν κτίσιν ἅπασαν, καταλαμπρύνας διδαχαῖς, τῷ Μαρτυρίῳ κεκόσμηται, ὁ Θεοφόρος καὶ θεῖος Ἰγνάτιος.
Ὁ Οἶκος
Ἱερεμίαν ὁ Θεὸς ἐκ μήτρας ἁγιάσας, καὶ πρὸ τοῦ γεννηθῆναι γινώσκων ὡς προγνώστης, δοχεῖον ἔσεσθαι αὐτὸν Πνεύματος Ἁγίου, ἐμπιπλᾷ τοῦτον εὐθύς, ἐκ νεαρᾶς βιώσεως, καὶ Προφήτην τοῦτον, καὶ κήρυκα πᾶσιν ἀποστέλλει, προαγγέλλειν τὴν ἁγίαν ἐπὶ τῆς γῆς αὐτοῦ παρουσίαν. Τεχθεὶς οὖν ὁ αὐτὸς Θεὸς ἐκ Παρθένου, πρός τὸ κήρυγμα ἐλθών, εὗρεν ἐκ βρέφους, ἄξιον αὐτοῦ τῆς χάριτος ὑποφήτην, τὸν θεοφόρον καὶ θεῖον Ἰγνάτιον.
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΚΘ' τοῦ αὐτοῦ μηνός, Ἡ Ἀνακομιδὴ τῶν Λειψάνων τοῦ Ἁγίου Ἱερομάρτυρος Ἰγνατίου τοῦ Θεοφόρου.ΣτίχοιΧάρις λέουσιν Ἰγνάτιε παμβόροις,Σοῦ σώματος λιποῦσι καὶ πιστοῖς μέρος.Τῇ ἐνάτῃ ἐπάνοδος Ἰγνατίῳ εἰκάδι τύχθη.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων ἑπτὰ Μαρτύρων, τῶν ἐν Σαμοσάτοις τελειωθέντων, Φιλοθέου, Ὑπερεχίου, Ἀβίββου Ἰουλιανοῦ, Ῥωμανοῦ, Ἰακώβου καὶ Παρηγορίου.ΣτίχοιὙπὲρ προσηλωθέντος ἐν Σταυρῷ Λόγου,Ἑπτὰ προσηλώθησαν Ἀθλητῶν κάραι.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Σιλουανοῦ Ἐπισκόπου, Λουκᾶ Διακόνου, καὶ Μωκίου Ἀναγνώστου.ΣτίχοιΣιλουανὸς Λουκᾶς τε σὺν Μωκίῳ,Ἤμβλυναν ὁρμὰς καὶ λεόντων ἀγρίων.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Σαρβήλου καὶ Βεβαίας τῆς ἀδελφῆς αὐτοῦ, τῶν ἐν Ἐδέσσῃ παθόντων.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Βαρσιμαίου, Ἐπισκόπου Ἐδέσσης.ΣτίχοιΔοὺς τὴν βαρεῖαν σάρκα γῇ Βαρσιμαῖος,Σύνεστι βαστάσασιν ἡμέρας βάρος.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀφραάτου.ΣτίχοιὉ σάρκα καὶ ζῶν νεκρὸς ὢν Ἀφραάτης,Αἰωνίως ζῇ, καὶ νεκρὸς φανεἰς ἄπνους.Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Κανών α', ᾨδὴ ζ', τοῦ Ἱερομάρτυρος
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐν τῇ καμίνω Ἀβραμιαῖοι Παῖδες τῇ Περσικῇ, πόθῳ εὐσεβείας μᾶλλον ἢ τῇ φλογί, πυρπολούμενοι ἐκραύγαζον· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε».Ἱερωσύνης, ἠγλαϊσμένος μύρῳ Ὅσιε θείῳ, καὶ Μαρτύρων αἵματι κοσμηθείς, ἀμφοτέρωθεν διέπρεψας· Εὐλογημένος εἶ, ὁ Θεός μου κραυγάζων καὶ Κύριος.Νομοθεσίᾳ, καταφαιδρύνας κόσμον ἅπαντα, ἄρτῳ οὐρανίῳ ἔθρεψας τοὺς πιστούς, τῷ Δεσπότῃ σου κραυγάζοντας· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε.Ἀκτινοβόλοις, αὐγαῖς Παμμάκαρ φωτιζόμενος, αἴγλης ἀρχιφώτου χύσει τε λαμπρυνθείς, τὴν οὐράνιον ἀπείληφας, χαίρων ἀπόλαυσιν, Θεοφόρε Μαρτύρων τὸ καύχημα.Σῖτος ὑπάρχων, Θεοῦ ὡς ἔφης παναοίδιμε, μύλαις κατηλέσθης Μάρτυς ταῖς τῶν θηρῶν, καὶ τῷ τρέφοντι τὰ σύμπαντα, θείᾳ χρηστότητι, καθαρώτατος ἄρτος γεγένησαι.ΘεοτοκίονΤὸ τοῦ Ὑψίστου, ἡγιασμένον θεῖον σκήνωμα χαῖρε· διὰ σοῦ γὰρ δέδοται ἡ χαρά, Θεοτόκε τοῖς κραυγάζουσιν. Εὐλογημένη σύ, ἐν γυναιξὶν ὑπάρχεις Πανάμωμε.
Κανών α', ᾨδὴ η', τοῦ Ἱερομάρτυρος
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον».Ἑστὼς ἐπὶ βήματος σοφέ, Τριάδα ἄκτιστον, ἐθεολόγησας· νοῦ καθαρότητι Ἅγιε, διανοίας τε λαμπρότητι, μὴ πτοηθεὶς τυραννικῶν θρόνων ὠμότητα, ἀλλ᾿ ἐβόας· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.Ῥυθμίσας ἐμφρόνως σου τὸν νοῦν, τοῖς θείοις δόγμασι, μάκαρ Ἰγνάτιε, τὸν δεισιδαίμονα τύραννον, τῆς ἀπάτης προϊστάμενον, τοῖς σοφίας ὀχετοῖς, ἄρδην κατέκλυσας, Εὐλογεῖτε, πάντα τὰ ἔργα κραυγάζων τὸν Κύριον.Ἀπείρῳ λαμπόμενος φωτί, τῶ τῆς θεότητος Μάρτυς ἀήττητε, τῆς ἀθεότητος ἄστατον, ἐξηφάνισας σκοτόμαιναν, ἐπιστολὰς φωτοειδεῖς, πέμπων τοῖς μέλπουσιν· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.ΘεοτοκίονΜανίαν καὶ χάσματα θηρῶν, οὐκ ἐδειλίασας, θεῖε Ἰγνάτιε· ἡ τοῦ Ὑψίστου γὰρ δύναμις, ἐκ Παρθένου ἀνατείλασα, τὴν πανοπλίαν τοῦ Σταυροῦ σὲ περιέβαλεν, Εὐλογεῖτε, πάντα τὰ ἔργα βοῶντα τὸν Κύριον.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε· πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες. Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον».
Κανών α', ᾨδὴ θ', τοῦ Ἱερομάρτυρος
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας, τὰς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν».Ἔρως ὁ θειότατος Μάκαρ, κατακρατήσας τῆς ψυχῆς σου, κόσμου τὰς ὑλώδεις φροντίδας, πυρὶ ἀΰλῳ πάσας κατέφλεξε, καὶ ὀρεκτῶν ἀκρότητι, στεφανηφόρον σε κατέστησε.Λιμένι λαμπρῶς καθωρμίσθης, γαληνοτάτῳ Θεοφόρε, ζάλην τῶν κυμάτων ἐκφυγών, ὁρμὰς ἀγρίων καὶ λογικῶν θηρίων· καὶ νῦν τρυφᾷς λαβόμενος, τῆς αἰωνίου ἀπολαύσεως.Ποικίλῳ κοσμούμενος στέφει, ἱερομύστα διαπρέπεις· τῆς ἱερωσύνης γὰρ ἐν σοί, εἰς ἓν συνῆλθε καὶ μαρτυρίου κλέος· καὶ δι᾿ ἀμφοῖν ὡς μέτοχος, τοῦ σοῦ Δεσπότου συνδεδόξασαι.Ὡς ἱεροφάντωρ ὑπάρχων, τῇ παρρησίᾳ κεχρημένος, πρὸς τὸν σὸν Δεσπότην καὶ Θεόν, τοὺς ἐκτελοῦντας πίστει τὴν μνήμην σου, ἐκ πειρασμῶν Ἰγνάτιε, νῦν λυτρωθῆναι καθικέτευε.ΘεοτοκίονὩς τῶν οὐρανῶν πλατυτέρα, καὶ Χερουβὶμ ἁγιωτέρα, πάσης τε τῆς κτίσεως ἁγνή, τιμιωτέρα Θεὸν ἐκύησας, ἐν ταῖς ἀγκάλαις φέρουσα, τὸν Πατρικοῖς κόλποις καθήμενον.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας, τὰς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν».
Ἐξαποστειλάριον
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Τοὺς πόθῳ ἑορτάζοντας, τὴν σὴν φαιδρὰν ἐπάνοδον, Ἰγνάτιε Θεοφόρε, Ἱερομάρτυς παμμάκαρ λύτρωσαι πάσης θλίψεως, καὶ βλάβης τοῦ ἀλάστορος, διδοὺς πταισμάτων ἄφεσιν, ὡς εἰληφὼς ἐξουσίαν, παρὰ Χριστοῦ τοῦ Σωτῆρος.
Θεοτοκίον
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Ἐν δύο ταῖς θελήσεσι, καὶ φύσεσι Πανάμωμε, μιᾷ δὲ τῇ ὑποστάσει, τίκτεις Θεὸν ἀπορρήτως, τὸν δι᾿ ἡμᾶς πτωχεύσαντα, μέχρι Σταυροῦ θελήματι, καὶ ἡμῖν χαρισάμενον, τὸν τῆς Θεότητος πλοῦτον, Θεοκυῆτορ Παρθένε
Ἀπόστιχα
Δοξαστικὸν
Ἦχος α'
Στήλη ἔμψυχος, καὶ ἔμπνους εἰκὼν ἡ ἐτήσιός σου ἐπέστη Ἑορτή, Θεοφόρε Ἰγνάτιε, τὰς μυσταγωγίας σου καὶ τὰς ἀριστείας σου κηρύττουσα, τὴν ὑπὲρ τῆς πίστεως μέχρις αἵματος ἀντικατάστασιν· τὴν μακαρίαν ἐκείνην καὶ ἀοίδιμον φωνήν, τήν, Ὅτι σῖτός εἰμι Θεοῦ, λέγουσαν, καὶ δι᾿ ὀδόντων θηρίων ἀλήθομαι. Διὸ μιμητής τοῦ πάθους τοῦ Χριστοῦ σου γεγονώς, πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον
Ἦχος α'
Πανεύφημοι Μάρτυρες ΤΟ ΑΚΟΥΤΕ
Νοσοῦσαν Πανύμνητε δεινῶς, τὴν ψυχήν μου πάθεσιν, πονηροτάτοις θεράπευσον, ἡ τὸν ἀκέστορα, καὶ Σωτῆρα πάντων, τὸν Χριστὸν κυήσασα, τὸν πᾶσαν μαλακίαν ἰώμενον, τὸν τραυματίσαντα, διαβόλου τὴν κακόνοιαν, καὶ θανάτου ὑμᾶς ἀπαλλάξαντα.
Σταυροθεοτοκίον
Ἦχος α'
Πανεύφημοι Μάρτυρες ΤΟ ΑΚΟΥΤΕ
Σφαγήν σου τὴν ἄδικον Χριστέ, ἡ Παρθένος βλέπουσα, ὀδυρομένη ἐβόα σοι· Τέκνον γλυκύτατον, πῶς ἀδίκως θνῄσκεις; πῶς τῷ ξύλῳ κρέμασαι, ὁ πᾶσαν γῆν κρεμάσας τοῖς ὕδασι; Μὴ λίπῃς μόνην με, Εὐεργέτα πολυέλεε, τὴν μητέρα, καὶ δούλην σου δέομαι.
| TA ΜΗΝΑΙΑ | Ιανουάριος | 29 |
Jan 30
Τῌ Λ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥΜνήμη τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν καὶ Οἰκουμενικῶν Διδασκάλων Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου.
ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
Ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.
Ἦχος δ’
Ὡς γενναῖον ἐν Μάρτυσιν ΤΟ ΑΚΟΥΤΕ
Ἐν τῷ ὕψει Βασίλειε, τῆς Χριστοῦ ἀγαπήσεως, ἀναβὰς κατώπτευσας τὰ ἀπόρρητα, αὐτοῦ καὶ θεῖα μυστήρια, ἅπερ ἀνεκάλυψας, καὶ ἐτράνωσας λαοῖς, εὐσεβείας ὡς κήρυξ σοφός∙ διὸ πρέσβευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς πιστῶς ἐφεπομένους, τοῖς σοῖς διδάγμασιν Ὅσιε.
Ἦχος α'
Τοὺς συνδέσμους διέλυσας, τῶν αἱρέσεων Ὅσιε, τῇ σοφίᾳ λόγων καὶ τῶν δογμάτων σου, καὶ εἰς ὁμόνοιαν ἤθροισας, ὀρθοδόξου Πίστεως, τοὺς εὐγνώμονας Χριστόν, εὐφημοῦντας Γρηγόριε, ὃν ἱκέτευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς πιστῶς προσδεχομένους, τὰ σὰ θεόφθογγα δόγματα.
Ἦχος α'
Ἀρραγῆ σε θεμέλιον, ὁ Χριστὸς ὑπεστήριξε, τῇ αὐτοῦ Ἐκκλησίᾳ Πάτερ Ὅσιε, τηροῦντα ταύτην ἀσάλευτον, καὶ ἀκαταμάχητον, τῶν ἐχθρῶν ταῖς προσβολαῖς, θεορρῆμον Χρυσόστομε, καὶ πρεσβεύοντα, ἐκ παθῶν ψυχοφθόρων λυτρωθῆναι, τοὺς διψῶντας τῶν σῶν λόγων, καὶ νοημάτων τὸ πέλαγος.
Ἦχος α'
Τῆς Τριάδος ἐκλόγια, ἀκηράτου λειμῶνός τε, ἄνθη τὰ μυρίπνοα καὶ τερπνότατα, τοῦ νοητοῦ, ὡς ὑπάρχοντας, ἀκτῖνας Ἠλίου τε, καὶ φωτίσαντας τὴν γῆν, ταῖς αὐτῶν θείαις λάμψεσιν, εὐφημήσωμεν, Ἰωάννην τὸν μέγαν σὺν τῷ θείῳ, Θεολόγῳ Γρηγορίῳ, καὶ τὸν ὑψίνουν Βασίλειον.
Δόξα... Ἦχος πλ. β'
Ἄνθρωποι τοῦ Θεοῦ, καὶ πιστοὶ ἱκέται, λειτουργοὶ Κυρίου, ἄνδρες ἐπιθυμιῶν, σκεύη ἐκλογῆς, στῦλοι καὶ στηρίγματα τῆς Ἐκκλησίας, βασιλείας κληρονόμοι, μὴ παρασιωπᾶτε, τοῦ βοᾶν ὑπὲρ ἡμῶν πρὸς Κύριον.
Καὶ νῦν... Θεοτοκίον, Ἦχος πλ. β'
Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς. Σὲ ἱκετεύομεν, πρέσβευε, Δέσποινα, μετὰ τῶν Ἀποστόλων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.
Ἦχος πλ. β'
Τριήμερος ἀνέστης Χριστὲ ΤΟ ΑΚΟΥΤΕ
Ἡ χάρις ὑπερίσχυσεν, ἡ πίστις ἐπεκράτησεν, ἐπληρώθη, πάντα γνώσεως Θεοῦ, διὰ τῶν Ἀποστόλων, διὰ τῶν Διδασκάλων, καὶ σωτηρίαν ἐπλουτήσαμεν. Στίχ. Καυχήσονται Ὅσιοι ἐν δόξῃ, καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.
Ἦχος πλ. β'
Οὐράνια μυστήρια, ἀνθρώπινα μαθήματα, χαρισμάτων συνδρομὴ παντοδαπῶν, μετὰ κατορθωμάτων, νικώντων πάντα λόγον, τοὺς τρεῖς Ἁγίους ἐθαυμάστωσεν.Στίχ. Οἱ Ἱερεῖς σου Κύριε ἐνδύσονται, δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.
Ἦχος πλ. β'
Βασίλειος ὁ ἔνθεος νοῦς, Γρηγόριος ἡ θεία φωνή, Ἰωάννης ὁ παγκόσμιος λαμπτήρ, οἱ τρεῖς τῆς ἀνωτάτω, θεράποντες Τριάδος, καὶ λειτουργοὶ συνδοξαζέσθωσαν.
Δόξα... Ἦχος πλ. β'
Εὖ δοῦλοι ἀγαθοὶ καὶ πιστοί, εὖ ἐργάται τοῦ ἀμπελῶνος Χριστοῦ, οἱ καὶ τὸ βάρος τῆς ἡμέρας βαστάσαντες, καὶ τὸ δεδομένον τάλαντον αὐξήσαντες, καὶ τοῖς μεθ᾿ ὑμᾶς ἐλθοῦσι μὴ φθονήσαντες· διὸ ἤνοικται πύλη βασιλείας ὑμῖν. Εἰσελθόντες οὖν εἰς τὴν χαρὰν τοῦ ποιήσαντος, πρεσβεύσατε ὑπὲρ ἡμῶν, Ἅγιοι Διδάσκαλοι.
Καὶ νῦν... Θεοτοκίον, Ἦχος πλ. β'
Οὐδεὶς προστρέχων ἐπὶ σοί, κατῃσχυμμένος ἀπὸ σοῦ ἐκπορεύεται, ἁγνὴ Παρθένε Θεοτόκε∙ ἀλλ᾿, αἰτεῖται τὴν χάριν, καὶ λαμβάνει τὸ δώρημα, πρὸς τὸ συμφέρον τῆς αἰτήσεως.
Ἀπολυτίκιον
Ἦχος α' ΤΟ ΑΚΟΥΤΕ
Τοὺς τρεῖς μεγίστους φωστῆρας τῆς τρισηλίου Θεότητος, τοὺς τὴν οἰκουμένην ἀκτῖσι δογμάτων θείων πυρσεύσαντας∙ τοὺς μελιρρύτους ποταμοὺς τῆς σοφίας, τούς τὴν κτίσιν πᾶσαν θεογνωσίας νάμασι καταρδεύσαντας∙ Βασίλειον τὸν μέγαν, καὶ τὸν Θεολόγον Γρηγόριον, σὺν τῷ κλεινῷ Ἰωάννῃ, τῷ τὴν γλώτταν χρυσορρήμονι∙ πάντες οἱ τῶν λόγων αὐτῶν ἐρασταί, συνελθόντες ὕμνοις τιμήσωμεν∙ αὐτοὶ γὰρ τῇ Τριάδι, ὑπὲρ ἡμῶν ἀεὶ πρεσβεύουσιν.
ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Μετὰ τὸν Προοιμιακὸν Ψαλμόν, ψάλλομεν τὴν α' στάσιν τοῦ, Μακάριος ἀνήρ. Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.
Στιχηρὰ Προσόμοια
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσι ΤΟ ΑΚΟΥΤΕ
Τὰ τῆς χάριτος ὄργανα, τὰς κιθάρας τοῦ Πνεύματος, τὰς εὐσήμους σάλπιγγας τοῦ κηρύγματος, τὰς φοβερὸν καὶ ἐξάκουστον, ἐξ ὕψους ἠχούσας βροντάς, καὶ τὴν δόξαν τοῦ Θεοῦ, γνωριζούσας τοῖς πέρασι, τοὺς τρεῖς Κήρυκας, τῆς μεγάλης Τριάδος, Ἰωάννην καὶ Βασίλειον ἀξίως, σὺν Γρηγορίῳ τιμήσωμεν. (Δίς)
Ἦχος δ'
Τῆς Τριάδος οἱ πρόμαχοι, εὐσεβείας οἱ πρόβολοι, οἱ μετὰ τοὺς δώδεκα τρεῖς Ἀπόστολοι, οἱ ἐξ Ἐδὲμ ἀναβλύζοντες, τὸ ζῶν ὕδωρ ποταμοί, καὶ τὸ πρόσωπον τῆς γῆς, ζωηρύτως ποτίζοντες, θείοις ῥεύμασι, τὰ μεγάλα στοιχεῖα, τὰ τὴν πίστιν, ὥσπερ κτίσιν συνιστῶντα, ἀξιοχρέως τιμάσθωσαν. (Δίς)
Ἦχος δ'
Οὐκ εἰσὶ λαλιαί φησιν, οὐδὲ λόγοι λεγόμενοι, ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν∙ εἰς πᾶσαν γῆν γὰρ καὶ θάλασσαν, ὁ φθόγγος ἐξέδραμε, τῶν ἐνθέων καὶ σοφῶν, Διδασκάλων τῆς κτίσεως∙ ὅθεν ἄριστα, τοῖς αὐτῶν θείοις νόμοις συγκροτεῖται, καὶ συνέχεται πρὸς μίαν, ὀρθοδοξίαν τὰ πέρατα.
Ἦχος δ'
Τὰ τοῦ Πνεύματος ὄργανα, ἀληθείας τὰς σάλπιγγας, τοὺς τοῦ Λόγου Ῥήτορας εὐφημήσωμεν, φωναῖς ᾀσμάτων τοῖς δόγμασιν, αὐτῶν οἱ ἑπόμενοι, ἱκετεύοντες αὐτούς, παρρησίαν ὡς ἔχοντας, πρὸς τὸν Κύριον, τοῦ αἰτῆσαι εἰρήνην σταθηρὰν μέν, εἰς ἀεὶ τῇ οἰκουμένῃ, ἡμῖν δὲ πᾶσι συγχώρησιν.
Δοξαστικὸν
Ἦχος πλ. β'
Τὰς μυστικὰς σήμερον τοῦ Πνεύματος σάλπιγγας, τοὺς θεοφόρους Πατέρας ἀνευφημήσωμεν∙ τοὺς μελῳδήσαντας ἐν μέσῳ τῆς Ἐκκλησίας, μέλος ἐναρμόνιον θεολογίας, Τριάδα μίαν ἀπαράλλακτον, οὐσίαν τε καὶ Θεότητα, τοὺς καθαιρέτας Ἀρείου, καὶ Ὀρθοδόξων προμάχους, τοὺς πρεσβεύοντας πάντοτε Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον
Ἦχος πλ. β'
Τὶς μὴ μακαρίσει σε Παναγία Παρθένε; τὶς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον· ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι᾿ ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ᾿ ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δευτερονομίου τὸ Ἀνάγνωσμα(Κεφ.1, 811, 1517) Εἶπε Μωσῆς πρὸς τοὺς υἱοὺς Ἰσραήλ. Ἴδετε παραδέδωκα ἐνώπιον ὑμῶν τὴν γῆν, εἰσελθόντες κληρονομήσατε τὴν γῆν, ἣν ὤμοσε Κύριος τοῖς πατράσιν ἡμῶν, τῷ Ἀβραάμ καὶ τῷ Ἰσαὰκ καὶ τῷ Ἰακώβ, δοῦναι αὐτοῖς αὐτήν, καὶ τῷ σπέρματι αὐτῶν μέτ᾿ αὐτούς. Καὶ εἶπον πρὸς ὑμᾶς ἐν τῷ καιρῷ ἐκείνῳ λέγων∙ Οὐ δυνήσομαι μόνος φέρειν ὑμᾶς. Κύριος ὁ Θεὸς ἡμῶν ἐπλήθυνεν ὑμᾶς∙ καὶ ἰδοὺ ἐστε σήμερον ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει. Κύριος ὁ Θεὸς τῶν Πατέρων ἡμῶν προσθείη ὑμῖν, ὡς ἐστέ, χιλιοπλασίως· καὶ εὐλογήσαι ἡμᾶς, καθότι ἐλάλησεν ὑμῖν. Καὶ ἔλαβον ἐξ ὑμῶν ἄνδρας σοφούς, καὶ ἐπιστήμονας, καὶ συνετούς, καὶ κατέστησα αὐτοὺς ἡγεῖσθαι ἐφ᾿ ὑμῶν∙ χιλιάρχους, καὶ ἑκατοντάρχους, καὶ πεντηκοντάρχους, καὶ δεκάρχους, καὶ γραμματοεισαγωγεῖς τοῖς κριταῖς ἡμῶν. Καὶ ἐνετειλάμην τοῖς κριταῖς ὑμῶν ἐν τῷ καιρῷ ἐκείνῳ, λέγων∙ Διακούετε ἀνὰ μέσον τῶν ἀδελφῶν ὑμῶν, καὶ κρίνετε δικαίως ἀνὰ μέσον ἀνδρός, καὶ ἀνὰ μέσον τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ ἀνὰ μέσον τοῦ προσηλύτου αὐτοῦ. Οὐκ ἐπιγνώσεσθε πρόσωπον ἐν κρίσει∙ κατὰ τὸν μικρὸν καὶ κατὰ τὸν μέγαν κρινεῖς, οὐ μὴ ὑποστείλῃ πρόσωπον ἀνθρώπου, ὅτι ἡ κρίσις τοῦ Θεοῦ ἐστιν.
Δευτερονομίου τὸ Ἀνάγνωσμα(Κεφ. 10, 1418, 2021) Εἶπε Μωσῆς πρὸς τοὺς υἱοὺς Ἰσραήλ∙ ἰδοὺ Κυρίου τοῦ Θεοῦ σου ὁ οὐρανός, καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ, ἡ γῆ, καὶ πάντα ὅσα ἐστὶν ἐν αὐτοῖς. Πλὴν τοὺς Πατέρας ἡμῶν προείλετο Κύριος ἀγαπᾶν αὐτούς, καὶ ἐξελέξατο τὸ σπέρμα αὐτῶν μετ᾿ αὐτούς, ὑμᾶς παρὰ πάντα τὰ ἔθνη, κατὰ τὴν ἡμέραν ταύτην. Καὶ περιτεμεῖσθε τὴν σκληροκαρδίαν ὑμῶν, καὶ τὸν τράχηλον ὑμῶν οὐ σκληρυνεῖτε ἔτι· ὁ γὰρ Κύριος ὁ Θεὸς ἡμῶν, οὗτος Θεὸς τῶν Θεῶν, καὶ Κύριος τῶν Κυρίων∙ ὁ Θεὸς ὁ μέγας καὶ ἰσχυρὸς καὶ φοβερός, ὅστις οὐ θαυμάζει πρόσωπον, οὐ δ᾿ οὐ μὴ λάβῃ δῶρον∙ ποιῶν κρίσιν προσηλύτῳ, καὶ ὀρφανῷ, καὶ χήρᾳ, καὶ ἀγαπᾷ τὸν προσήλυτον, δοῦναι αὐτῷ ἄρτον καὶ ἱμάτιον. Κύριον τὸν Θεόν σου φοβηθήσῃ, καὶ αὐτῷ μόνῳ λατρεύσεις, καὶ πρὸς αὐτὸν κοληθήσῃ, καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ὀμῇ. Αὐτὸς καύχημά σου, καὶ αὐτὸς Θεὸς σου ὅστις ἐποίησέ σοι τὰ μεγάλα καὶ ἔνδοξα ταῦτα, ἃ εἶδον οἱ ὀφθαλμοί σου.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα(Κεφ. 3, 1 9) Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἄψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα∙ οἱ δὲ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν Ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τούς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτῷ, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ, προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς Ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Εἰς τὴν Λιτήν, Στιχηρὰ Ἰδιόμελα Νείλου τοῦ Ξανθοπούλου.Ἦχος β'Δεῦτε τῆς οὐρανίου Τριάδος οἱ λατρευταί, τὴν ἐπίγειον τριάδα, τῶν θείων Ἱεραρχῶν εὐφημήσωμεν, τὸν Γρηγόριον, τῆς θεολογίας τὸν ἐπώνυμον· τὸν Βασίλειον, τῆς βασιλείας τὸν φερώνυμον∙ καὶ Ἰωάννην, τὸν ὄντως χαριτώνυμον∙ τοὺς σοφίας βυθούς, τοῦ Πνεύματος τὰ ῥεῖθρα τὰ ὠκεάνεια∙ τὰς πηγὰς τὰς ἀεὶ βλυζούσας, τὸ ὕδωρ τὸ ζῶν τὸ ἁλλόμενον∙ τοὺς διαυγεῖς μαργαρίτας∙ τοὺς ἐπιγείους φωστῆρας∙ τῆς Ἐκκλησίας τοὺς οἴακας∙ τὰ ἀγλαόκαρπα δένδρα∙ τοὺς οἰκονόμους τῆς χάριτος∙ Χριστοῦ μου τὸ στόμα, καὶ τῆς Τριάδος τοὺς ὑπερμάχους, τοὺς ἐξ αὐτῆς ἀμέσως ἐλλαμπομένους, καὶ πρεσβεύοντας ἀπαύστως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.Ὁ αὐτὸςΤοὺς ἀναφθέντας ἄνθρακας, ἐκ τοῦ ἀστέκτου πυρός, οἱ δι᾿ αὐτῶν φωτισθέντες, πιστῶς ἀνευφημήσωμεν. Οὗτοι γὰρ τῇ πρὸς αὐτὸ ἑνώσει ἐκπυρωθέντες, φωστῆρες τοῦ κόσμου ἐγένοντο, ζωτικὴ τοῖς πτωχοῖς χρηματίζοντες δύναμις, Πατέρα καὶ Υἱόν, καὶ Πνεῦμα Ἅγιον, εὐσεβῶς ἀνακηρύττοντες∙ οἷς καὶ ἡμεῖς προσείπωμεν∙ Χαίροις τριάδος, Τριὰς ἡ θεόσοφος.Ἦχος πλ. β'Τοῦ Δαυΐδ τὴν σφενδόνην τὴν τρίπλοκον, τοῦ Σολομῶντος σπαρτίον τὸ κόκκινον, τὸ τοῦ Λόγου φραγγέλιον τρίπλοκον, τοὺς σοφοὺς Ἱεράρχας, Βασίλειον τὸν μέγαν, Γρηγόριον τὸν θεῖον καὶ Ἰωάννην τὸν Χρυσόστομον, πιστῶς ἀνευφημήσωμεν∙ τὸν νοητὸν γὰρ Γολιάθ, τῷ ἀκρογωνιαίῳ λίθῳ καταβαλόντες, τὴν Πίστιν πρὸς ὁμόνοιαν ἤγαγον, τῷ ἐρυθραίῳ τοῦ Χριστοῦ περιτειχίσαντες αἵματι∙ καὶ τοὺς θεοκαπήλους αἱρεσιάρχας, τῶν περιβόλων τῆς θείας τοῦ Χριστοῦ Ποίμνης, μακρὰν ἀπελάσαντες διὰ τῶν λόγων, καὶ ἔτι τὴν πίστιν στηρίζουσι, καὶ πρεσβεύουσι Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.Ἦχος πλ. δ'Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ πᾶσιν ἀνθρώποις, παιδεύουσα ἡμᾶς διὰ τῶν Διδασκάλων, τὰ ἤθη κοσμηθέντας, τοὺς τρόπους βελτιωθέντας, θεογνωσίας αἴγλῃ, τὸν νοῦν περιλαμφθῆναι∙ διὸ κράξωμεν∙ Τριὰς ἁγία, Κυρία τοῦ παντός, ταῖς τῶν τριῶν σου Ποιμένων προσευχαῖς, τὸ σὸν ποίμνιον τοῦτο, ἐν εἰρήνῃ συντήρησον, ἀσφαλῶς καὶ ἀλύπως, καὶ σῶσον ὡς φιλάνθρωπος.Ἦχος πλ. β'Τριὰς Ἁγία καὶ προσκυνητή, δόξα τῇ σοφῇ προνοίᾳ σου∙ ὅτι τρισσοὺς μεγάλους φωστῆρας, τοῖς ἀνθρώποις ἐξ ἀνθρώπων ἐχαρίσω, τῷ φωτὶ λαμπαδουχοῦντας, τῆς σῆς ἐπιγνώσεως, καὶ τῇ αἴγλῃ φρυκτωροῦντας, τῶν σωτηρίων σου καὶ σεπτῶν θελημάτων, δι' ὧν ἡ οἰκουμένη, φῶς γνώσεως πλουτοῦσα, τὴν σὴν δόξαν αὐγάζεται, καὶ πρός τὴν βασιλείαν σου τὴν μακαρίαν σπεύδει, τούτων ἡμᾶς ταῖς θείαις ὑπακούειν πείθουσα διδασκαλίαις∙ καὶ αὐτὴ τῶν εὐχῶν τῶν ὑπὲρ ἡμῶν ἐπάκουσον, ὡς Θεὸς πανοικτίρμων, καὶ τὰς ψυχὰς ἡμῶν σῶσον φιλάνθρωπε.Δόξα... Ἦχος πλ. β'Τοὺς Ἱεράρχας τοῦ Χριστοῦ, καὶ τῶν Πατέρων κλέος, τῆς Πίστεως τοὺς πύργους, καὶ τῶν Πιστῶν Διδασκάλους καὶ φύλακας, συνελθόντες ὦ φιλέορτοι, ᾀσματικοῖς ἐγκωμίοις, ὑμνήσωμεν λέγοντες. Χαίροις τῆς Ἐκκλησίας φωστήρ, Βασίλειε σοφέ, καὶ στῦλε ἀπερίτρεπτε∙ Χαίροις, ὁ νοῦς ὁ οὐράνιος, Ἀρχιερεῦ μέγιστε, Θεολόγε Γρηγόριε∙ Χαίροις, ὦ Χρυσολόγε πάγχρυσε Ἰωάννη, ὁ τῆς μετανοίας διαπρύσιος κήρυξ. Ἀλλ' ὦ Πατέρες τρισόλβιοι, μὴ παύσησθε ἀεὶ πρεσβεύειν Χριστῷ, ὑπὲρ τῶν πίστει καὶ πόθῳ τελούντων ὑμῶν, τὴν πανίερον, καὶ θείαν πανήγυριν.Καὶ νῦν... ΘεοτοκίονὉ αὐτὸςΤὴν τῶν παρθένων καλλονήν, καὶ χαρμονὴν τῶν Νόων, τὴν μόνην Θεοτόκον, καὶ τῶν Πιστῶν ἀρραγὲς περιτείχισμα, συνελθόντες ὧ φιλέορτοι, ᾀσματικοῖς ἐγκωμίοις, ὑμνήσωμεν λέγοντες∙ Χαίροις, Παρθενομῆτορ Ἁγνή, Λυχνία χρυσαυγής, καὶ πύλη ἐπουράνιε∙ Χαίροις σκηνὴ ἁγιάσματος, ἡ τὸν Θεὸν χωρήσασα ἐν μήτρᾳ σου Πανάχραντε∙ Χαίροις τῶν οὐρανίων Ταγμάτων ὑπερτέρα, ἁπάντων ἀσυγκρίτως. Διὸ Μητράναδρε Δέσποινα, μὴ λίπῃς φρουροῦσα τοὺς δούλους σου, τοὺς ἀνυμνοῦντάς σε πίστει καὶ πόθῳ ἀεί, καὶ τὸν τόκον σου προσκυνοῦντας τὸν ἄσπορον.
Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.Νείλου τοῦ ΞανθοπούλουἮχος πλ. α' Χαίροις ἀσκητικῶν ΤΟ ΑΚΟΥΤΕΧαίροις Ἱεραρχῶν ἡ Τριάς, τῆς Ἐκκλησίας τὰ μεγάλα προπύργια, οἱ στῦλοι τῆς εὐσεβείας, ὁ τῶν πιστῶν ἑδρασμός, τῶν αἱρετιζόντων ἡ κατάπτωσις∙ Χριστοῦ οἱ ποιμάναντες, τὸν λαὸν θείοις δόγμασι, καὶ ταῖς ποικίλαις, ἀρεταῖς οἱ ἐκθρέψαντες∙ οἱ τῆς χάριτος, διαπρύσιοι κήρυκες, νόμους οἱ προεκθέμενοι, Χριστοῦ τῷ πληρώματι∙ οἱ ὁδηγοὶ πρὸς τὰ ἄνω, τοῦ Παραδείσου αἱ εἴσοδοι∙ Χριστὸν καταπέμψαι, ταῖς ψυχαῖς ἡμῶν αἰτεῖτε, τὸ μέγα ἔλεος.Στίχ. Καυχήσονται Ὅσιοι ἐν δόξῃ, καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.Χαίροις Ἱεραρχῶν ἡ Τριάς, οὐρανοβάμονες ἐπίγειοι Ἄγγελοι, τοῦ κόσμου ἡ σωτηρία∙ ἡ τῶν ἀνθρώπων χαρά, καὶ τῆς οἰκουμένης οἱ διδάσκαλοι∙ τοῦ Λόγου οἱ πρόμαχοι∙ ἰατροὶ ἐπιστήμονες, τῶν νοσημάτων, τῆς ψυχῆς καὶ τοῦ σώματος∙ οἱ ἀείροοι, ποταμοὶ οἱ τοῦ Πνεύματος, λόγοις οἱ καταρδεύσαντες, τῆς γῆς ἄπαν πρόσωπον∙ οἱ Θεολόγοι, αἱ Βάσεις, οἱ χρυσολόγοι οἱ ἔνθεοι, Χριστὸν καταπέμψαι, ταῖς ψυχαῖς ἡμῶν αἰτεῖτε, τὸ μέγα ἔλεος.Στίχ. Οἱ Ἱερεῖς σου Κύριε ἐνδύσονται, δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.Χαίροις Ἱεραρχῶν ἡ Τριάς, τοῦ ἐπιγείου στερεώματος Ἥλιος∙ ἀκτῖνες καὶ δᾳδουχίαι, ἐκ τρισηλίου αὐγῆς, τῶν ἐσκοτισμένων ἡ ἀνάβλεψις∙ τὰ ἄνθη τὰ εὔοσμα, Παραδείσου τὰ κάλλιστα, ὁ Θεολόγος ὁ σοφός τε Βασίλειος, ὁ Χρυσόστομος, τὰ πυξία τοῦ Πνεύματος. Πλάκες αἱ θεοχάρακτοι∙ μαζοὶ οἱ ἐκβλύζοντες, τῆς σωτηρίας τὸ γάλα, τὸ τῆς σοφίας ἀγλάϊσμα, Χριστὸν δυσωπεῖτε, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Δοξαστικὸν
Ἦχος πλ. α'
Σαλπίσωμεν ἐν σάλπιγγι ᾀσμάτων∙ χορεύσωμεν ἑόρτια, καὶ σκιρτήσωμεν ἀγαλλόμενοι, ἐν τῇ πανδήμῳ πανηγύρει τῶν Διδασκάλων ἡμῶν, Βασιλεῖς καὶ Ἄρχοντες συντρεχέτωσαν, καὶ τοὺς Ἱεράρχας κροτείτωσαν ἐν ὕμνοις, ὡς δογμάτων βλύσαντας, ποταμοὺς ὑπερμεγέθεις, τρεῖς καλλιρρόους ἀειζώους τοῦ Πνεύματος∙ ποιμένες καὶ Διδάσκαλοι, τοὺς τῆς σεπτῆς Τριάδος, τρισσοὺς Ἱερομύστας, συνελθόντες εὐφημήσωμεν∙ οἱ φιλόσοφοι τοὺς σοφούς, οἱ Ἱερεῖς τοὺς ποιμένας, οἱ ἁμαρτωλοὶ τοὺς προστάτας, οἱ πένητες τοὺς πλουτιστάς, οἱ ἐν θλίψεσι τοὺς παραμυθοῦντας, τοὺς συνοδίτας οἱ ὁδοιπόροι, οἱ ἐν θαλάσσῃ τοὺς κυβερνήτας, οἱ πάντες τοὺς πανταχοῦ θερμῶς προφθάνοντας, θείους Ἀρχιεράρχας, ἐγκωμιάζοντες οὕτως εἴπωμεν∙ Πανάγιοι Διδάσκαλοι, σπεύσατε ἐξελεῖν τοὺς πιστούς, ἐκ τῶν τοῦ βίου σκανδάλων, καὶ ῥῦσαι κολάσεων, τῶν αἰωνίων ἡμᾶς.
Θεοτοκίον
Ἦχος πλ. α'
Γερμανοῦ Πατριάρχου
Σαλπίσωμεν ἐν σάλπιγγι ᾀσμάτων· προκύψασα γὰρ ἄνωθεν, ἡ παντάνασσα Μητροπάρθενος, ταῖς εὐλογίαις καταστέφει τοὺς εὐφημοῦντας αὐτήν, Βασιλεῖς καὶ Ἄρχοντες συντρεχέτωσαν, καὶ τὴν Βασιλίδα κροτείτωσαν ἐν ὕμνοις, Βασιλέα τέξασαν, τοὺς θανάτῳ κρατουμένους πρίν, ἀπολῦσαι φιλανθρώπως εὐδοκήσαντα, Ποιμένες καὶ Διδάσκαλοι, τὴν τοῦ καλοῦ Ποιμένος ὑπέραγνον Μητέρα, συνελθόντες εὐφημήσωμεν, τὴν λυχνίαν τὴν χρυσαυγῆ, τὴν φωτοφόρον νεφέλην, τὴν τῶν Χερουβὶμ ὑπερτέραν, τὴν ἔμψυχόν τε κιβωτόν, τὸν πυρίμορφον τοῦ Δεσπότου θρόνον, τὴν μανναδόχον χρυσέαν στάμνον, τὴν ζωηφόρον τοῦ Λόγου πλάκα∙ ἁπάντων Χριστιανῶν τὸ καταφύγιον, ᾄσμασι θεηγόροις, ἐγκωμιάζοντες, οὕτως εἴπωμεν∙ Παλάτιον τοῦ Λόγου, ἀξίωσον τοὺς ταπεινοὺς ἡμᾶς, τῆς οὐρανῶν βασιλείας· οὐδὲν γὰρ ἀδύνατον τῇ μεσιτείᾳ σου.
Ἀπολυτίκιον
Ἦχος α' ΤΟ ΑΚΟΥΤΕ
Τοὺς τρεῖς μεγίστους φωστῆρας τῆς τρισηλίου Θεότητος, τοὺς τὴν οἰκουμένην ἀκτῖσι δογμάτων θείων πυρσεύσαντας∙ τοὺς μελιρρύτους ποταμοὺς τῆς σοφίας, τούς τὴν κτίσιν πᾶσαν θεογνωσίας νάμασι καταρδεύσαντας∙ Βασίλειον τὸν μέγαν, καὶ τὸν Θεολόγον Γρηγόριον, σὺν τῷ κλεινῷ Ἰωάννῃ, τῷ τὴν γλώτταν χρυσορρήμονι∙ πάντες οἱ τῶν λόγων αὐτῶν ἐρασταί, συνελθόντες ὕμνοις τιμήσωμεν∙ αὐτοὶ γὰρ τῇ Τριάδι, ὑπὲρ ἡμῶν ἀεὶ πρεσβεύουσιν.
Ἦχος δ'
Ὡς τῶν Ἀποστόλων ὁμότροποι, καὶ τῆς οἰκουμένης Διδάσκαλοι, τῷ Δεσπότῃ τῶν ὅλων πρεσβεύσατε, εἰρήνην τῇ οἰκουμένῃ δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Ἡ Ἀκολουθία τούτου ψάλλεται ἐν τοῖς Ἀποδείπνοις. Εἰς δὲ τὸν Ἑσπερινὸν καὶ τὸν Ὄρθρον ψάλλομεν τὴν Ἀκολουθίαν τῶν Ἁγίων τριῶν Ἱεραρχῶν, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου. Εἰς τὸ Ἀπόδειπνον ἡ Ἀκολουθία τοῦ Ἁγίου Ἱππολύτου.Ὁ Κανών, Ἰωάννου Μοναχοῦ.ᾨδὴ α'
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἅρματα Φαραώ, καὶ τὴν δύναμιν αὐτοῦ, ἔρριψεν εἰς θάλασσαν, ὁ κραταιὸς ἐν πολέμοις, ᾄσωμεν αὐτῷ ᾄσμα καινόν, ὅτι ἐνδόξως δεδόξασται».Δεῦτε μαρτυρικαῖς, εὐφημήσωμεν ᾠδαῖς, τὸν ἱερομάρτυρα, θεοφεγγεῖ καθορῶντες, χάριτι φαιδρῶς ἐκλάμποντα, Χριστὸν δοξάζοντες πάντοτε.Σὺ Ποίμνην λογικήν, πρὸς Χριστοῦ ἐγχειρισθείς, τοῦτον ἐκμιμούμενος, προκινδυνεύων ἀρίστως Πάτερ, τὴν ψυχὴν προτέθεικας, καὶ διπλῷ στεφάνῳ κεκόσμησαι.Τῷ ἱερατικῷ, ἐκ προστάγματος Θεοῦ, τῆς ἀγαλλιάσεως, προκεχρισμένος ἐλαίῳ, τῷ μαρτυρικῷ Ἱππόλυτε, ἐπεσφραγίσθης δι᾿ αἵματος.ΘεοτοκίονἌφλεκτον Μωϋσῆς, ἐν τῷ ὄρει Σινᾷ, βάτον ἐθεάσατο, σὲ ζωγραφοῦσαν Παρθένε, αἴγλῃ μὴ φλεχθεῖσαν θείου πυρός∙ καὶ γὰρ Θεὸν ἐκύησας.
ᾨδὴ γ'
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τόξον δυνατῶν ἠσθένησε, καὶ οἱ ἀσθενοῦντες, περιεζώσαντο δύναμιν· διὰ τοῦτο ἐστερεώθη, ἐν Κυρίῳ ἡ καρδία μου».Ἄρνας λογικοὺς ἐποίμανας, καὶ ὥσπερ ἀρνίον, τῶν σῶν προβάτων προτέθυσαι, τὸν ἁπάντων Ἀρχιποίμενα, καὶ Θεοῦ ἀμνὸν μιμούμενος.Γάλα λογικὸν Ἱππόλυτε, τοὺς ποιμαινομένους, θεοπνεύστως ἐπότισας, τὸ Χριστοῦ δὲ τῆς μαρτυρίας, χαίρων πέπωκας ποτήριον.Στίφους ἀθλητῶν ἡγούμενος ὑπὲρ εὐσεβείας, ὑπέδυς τὸ μαρτύριον, ἕνα δοξάζων Θεὸν Πατέρα, σὺν Υἱῷ καὶ θείῳ Πνεύματι.ΘεοτοκίονΧαίροις Μήτηρ ἀπειρόγαμε, ἡ τὸν Θεὸν Λόγον, ἐν γαστρί σου χωρήσασα, καὶ τεκοῦσα σεσαρκωμένον, ὡς Θεὸν ὁμοῦ καὶ ἄνθρωπον.Κάθισμα, Ἦχος α'Φωστὴρ ἀειλαμπής, ἀνεδείχθης τῷ κόσμῳ, φωτίζων ἀστραπαῖς, τῶν ἐνθέων σου λόγων, ἡμῶν τὴν διάνοιαν, Ἱεράρχα Ἱππόλυτε. Ὅθεν ἅπαντες, τὴν ἱεράν σου καὶ θείαν, μνήμην σήμερον, χαρμονικῶς ἐκτελοῦμεν, καὶ πίστει γεραίρομεν.
ᾨδὴ δ'
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τῆς σῆς ἐπὶ γῆς παρουσίας Χριστὲ ὁ Θεός, προμηνύων ὁ προφήτης τὴν ἔλευσιν, μετὰ χαρὰς ἐκραύγαζε∙ Δόξα τῇ δυνάμει σου Κύριε».Τῶν ἀρετῶν σου ὡς πολύπλοκος ἡ θεία σειρά∙ ὡς Ποιμὴν γὰρ καὶ Μάρτυς Ἱππόλυτε, παρὰ Θεοῦ τετίμησαι, σφόδρα ἐν αὐτῷ εὐφραινόμενος.Τὴν προσφορὰν τοῦ Ἄβελ ὑπερβέβηκας· λογικοὺς γὰρ προσενήνοχας ἄρνας Θεῷ, καὶ τοῦ οἰκείου αἵματος, χαίρων τῷ Δεσπότῃ ἀπέσπεισας.Αἱρετιζόντων τὴν παλίμφημον κακόνοιαν, διὰ τοῦ Πνεύματος τρεψάμενος Μακάριε, Ἱερομάρτυς ἄριστος, πόθῳ τοῦ Δεσπότου γεγένησαι.ΘεοτοκίονὩς εἶδον οἱ Ἄγγελοι Παρθένε Ἁγνή, ἐκ τῆς γαστρός σου προελθόντα τὸν Υἱὸν τοῦ Θεοῦ, ἐν εὐφροσύνῃ ἔλεγον∙ Δόξα τῇ κυήσει σου Δέσποινα.
ᾨδὴ ε'
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σὺ Κύριέ μου φῶς, εἰς τὸν κόσμον ἐλήλυθας, φῶς ἅγιον ἐπιστρέφον, ἐκ ζοφώδους ἀγνοίας, τοὺς πίστει ἀνυμνοῦντάς σε».Σὺ Μάρτυς ἀληθῶς, ἱερεῦσι γεγένησαι, καὶ Μάρτυσιν ἱεράρχης, καὶ διτταῖς ἀπαστράπτεις, ταῖς χάρισιν Ἱππόλυτε.Λίθοι μὲν διαυγεῖς, ἐν χρυσῷ διαπρέπουσιν Ἱππόλυτε, τῷ δὲ φέγγει, τῆς σῆς ἱεραρχίας, ἡ αἴγλη τῆς ἀθλήσεως.Μύθους ἑλληνικούς, εὐσεβῶς σὺ διήλεγξας, ὦ ἄριστε τῶν Μαρτύρων, καὶ παράνομον πλάνην, Ἑβραίων θείᾳ χάριτι.ΘεοτοκίονΣὲ ὅπλον ἀρραγές, κατ᾿ ἐχθρῶν προβαλλόμεθα∙ σὲ ἄγκυραν καὶ ἐλπίδα, τῆς ἡμῶν σωτηρίας, Θεόνυμφε κεκτήμεθα.
ᾨδὴ ς'
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι᾿ οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι».Τέθυκας, τῷ Σωτῆρι θυσίαν αἰνέσεως, ἐν Ἐκκλησίᾳ Ὁσίων, ὡς Θεοῦ μεσίτης τε καὶ ἀνθρώπων, καὶ προθύμως, τὴν ψυχήν σου προσῆξας δι᾿ αἵματος.Εἴληφας, χαρισμάτων πληθὺν διὰ Πνεύματος Ἱερομάρτυς θεόθεν, ἐν ἀνοίξει θείων χειλέων σου, καὶ προσάγεις, εὐχαρίστως σαυτὸν θανατούμενος.Ὡς θεῖον, τῶν ἀθλητῶν σου Χριστὲ τὸ σύστημα, τῶν ἐν ἐλπίδι κειμένων, ὡς παρόντων ἤδη κατατρυφώντων, καὶ ἡδίῳ, τῆς ζωῆς ἡγουμένων τὸν θάνατον.ΘεοτοκίονὮ θαῦμα, τῶν ἁπάντων θαυμάτων καινότερον! ὅτι Παρθένος ἐν μήτρᾳ, τὸν τὰ σύμπαντα περιέποντα, ἀπειράνδρως, συλλαβοῦσα οὐκ ἐστενοχώρησε.
ᾨδὴ ζ'
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ διασώσας ἐν πυρί, τοὺς Ἀβραμιαίους σου Παίδας, καὶ τοὺς Χαλδαίους ἀνελών, οἷς ἀδίκως δικαίους ἐνήδρευσαν, ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων, εὐλογητός εἶ».Μαρτυρικαῖς μαρμαρυγαῖς, ἱερατικαῖς τε φωτίζεις Ἱερομάρτυς πεφηνώς, τοὺς βοῶντας Χριστῷ ἐν τῇ μνήμη σου∙ Ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων, εὐλογητός εἶ.Τὸν προγνωσθέντα τηλαυγῶς, ἆθλον ἱερώτατον Πάτερ, τοῦ μαρτυρίου καθορῶν, ἐφεστῶτά σοι χαίρων ἐκραύγαζες. Ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων, εὐλογητός εἶ.Ὁ τὰς αἰκίας ἐνεγκών, ὑπὸ τῆς ἐμπύρου ἀγάπης, τοῦ μαρτυρίου καρτερῶς, παρρησίᾳ ἐβόα Ἱππόλυτος. Ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων, εὐλογητὸς εἶ.ΘεοτοκίονΤὴν ἀλοχεύτως ἐν γαστρί, καὶ ὑπερφυῶς δεξαμένην, τὸν ἀναλλοίωτον Θεόν, εὐσπλαγχνίᾳ βροτοῖς ἐνδημήσαντα, ὑπερύμνητον Δέσποιναν, ἐπαξίως εὐφημοῦμεν ὡς Θεοτόκον.
ᾨδὴ η'
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὸν ἐν μορφῇ Ἀγγέλου ὁραθέντα, ἐν καμίνῳ πυρὸς τοῖς ὑμνολόγοις, Χριστὸν τὸν Θεὸν ὑμνεῖτε Παῖδες, Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».Ὡς λιπαρὰ καὶ πίων ἡ θυσία! ὁ καλὸς γὰρ Ποιμήν, προβάτου δίκην προσάγεται, Χριστῷ κραυγάζων. Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.Μαρτυρικῷ στεφάνῳ ἐξαστράπτων, τῇ Ἐκκλησίᾳ σου Χριστέ, ὁ Ἱεράρχης ἀνέτειλεν· Ὑμνεῖτε παῖδες, γεγηθὼς ἀνακράζων, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.Τῇ τοῦ ἀπειλουμένου ἀποφάσει, ὁ τοῦ Χριστοῦ ἀθλητής, θανάτου χαίρων Ἱππόλυτος, ἐβόα∙ Παῖδες, τὸν Χριστὸν εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.ΘεοτοκίονΤὴν ἀπορρήτως καὶ ἀσπόρως συλλαβοῦσαν, καὶ τεκοῦσαν τὴν χαράν, τῇ οἰκουμένῃ Χριστὸν τὸν Θεόν, ὑμνεῖτε παῖδες, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ'
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ τόκος σου ἄφθορος ἐδείχθη, Θεὸς ἐκ λαγόνων σου προῆλθε, σαρκοφόρος, ὃς ὤφθη ἐπὶ γῆς, καὶ τοῖς ἀνθρώποις συνανεστράφη∙ σὲ Θεοτόκε, διὸ πάντες μεγαλύνομεν».Ὡς πανευκλεὴς ἱερομάρτυς, διττῷ κατελάμπρυνας τῷ φέγγει, τὴν Χριστοῦ Ἐκκλησίαν, καὶ εὐφραίνεις τὰς καρδίας τῶν σὲ ὑμνούντων∙ ὅθεν σε πάντες, ἐπαξίως μακαρίζομεν.Πηγὴν ἀναβλύσας διδαγμάτων, Παμμάκαρ Χριστοῦ τῇ Ἐκκλησίᾳ, μαρτυρικῶν ἐξ αἱμάτων, τοὺς κρουνοὺς ποταμηδὸν τῷ Θεῷ προσφέρεις∙ ὅθεν σε πάντες, ἐπαξίως μακαρίζομεν.Ἐδίδαξας ἕνα θεηγόρε, Θεὸν προσκυνεῖσθαι ἐν Τριάδι, Δημιουργὸν ἁπάντων, ὁρατῶν τε ποιημάτων καὶ ἀοράτων, μαρτυρικῷ τε, ἐκοσμήθης διαδήματι.ΘεοτοκίονἈστράπτων σοι Ἄγγελος ἐπέστη, καὶ μαργαρυγαῖς τῆς παρθενίας, σφοδρῶς σου ἀντεστράφθη, ἑαυτοῦ ὡς τῆς οἰκείας ἐπιλελῆσθαι δόξης∙ τὸ Χαῖρε, διὸ φόβῳ σοι ἐφθέγξατο. Στιχηρὰ ΠροσόμοιαἮχος α', Τῶν οὐρανίων ταγμάτων ΤΟ ΑΚΟΥΤΕἹερωσύνης τὴν χάριν, Πάτερ δεξάμενος, θείαις διδασκαλίαις, κατεφώτισας πάντας Ἱππόλυτε θεόφρον, καὶ ἱεραῖς, συγγραφαῖς διεσάφησας, τῶν Προφητῶν θείους λόγους τρανῶν ἡμῖν, τὰ ἐκεῖσε ἐμφερόμενα.Ὁμολογίας ἐνθέου, στέφει κοσμούμενος, καὶ τῶν αἱμάτων λύθρῳ, τὴν τῆς Ἱερωσύνης, στολὴν καταποικίλας, ὅλως λαμπρός, καὶ ὡραῖος παρέστηκας, τῷ Βασιλεῖ καὶ Δεσπότῃ καὶ ποιητῇ, παμμακάριστε Ἱππόλυτε.Δόξα...Ὡς παρρησίαν Παμμάκαρ, πρὸς τὸν Σωτῆρα Χριστόν, νῦν κεκτημένος πάντας, διάσῳζε κινδύνων, τοὺς πίστει, σε τιμῶντας, καὶ πειρασμῶν, καὶ δεινῶν περιστάσεων, καὶ ἐκ παθῶν καὶ πταισμάτων καὶ ἀναγκῶν, εὐπροσδέκτοις ἱκεσίαις σου.Καὶ νῦν... ΘεοτοκίονῬάβδῳ τῆς σῆς προστασίας, Θεοκυῆτορ Ἁγνή, τὰ θηριώδη πάθη, τῆς ἀθλίας ψυχῆς μου, ἀπέλασον ἐντεῦθεν, εἰρηνικῶς, πρὸς ζωὴν με ἰθύνουσα, καὶ τῇ ἁγίᾳ σε Ποίμνῃ τῶν ἐκλεκτῶν, σοῦ προβάτων συναρίθμησον.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα
Ἦχος δ'
Ταχὺ προκατάλαβε ΤΟ ΑΚΟΥΤΕ
Φωστῆρες ὑπέρλαμπροι, τῆς Ἐκκλησίας Χριστοῦ, τὸν κόσμον ἐφωτίσατε, ταῖς διδαχαῖς ὑμῶν, Πατέρες θεόσοφοι, τήξαντες τὰς αἱρέσεις, πάντων τῶν κακοδόξων, σβέσαντες τὰς φλογώδεις, τῶν βλασφήμων συγχύσεις· διὸ ὡς Ἱεράρχαι Χριστοῦ, πρεσβεύσατε σωθῆναι ἡμᾶς.Δόξα... τὸ αὐτὸΚαὶ νῦν... ΘεοτοκίονΠαρθένε πανύμνητε, Μήτηρ Χριστοῦ τοῦ Θεοῦ, Μαρία Θεόνυμφε, καὶ ἀπειρόγαμε, Πιστῶν ἡ ἀντίληψις, ῥῦσαι παντὸς κινδύνου, καὶ παντοίας ἀνάγκης, Δέσποινα Θεοτόκε, τοὺς ἐν πίστει καὶ πόθῳ, τῇ σκέπῃ σου προσφεύγοντας, μόνη Θεόνυμφε.
Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα
Ἦχος δ'
Κατεπλάγη Ἰωσὴφ ΤΟ ΑΚΟΥΤΕ
Ἐν λειμῶνι τῶν Γραφῶν, καθάπερ μέλισσαι Σοφοί, προσιπτάμενοι ὑμεῖς, περιεδρέψασθε καλῶς, καὶ τῶν ἀνθέων τὰ ἄριστα καὶ τὸ μέλι, πᾶσι τοῖς πιστοῖς τῶν διδαγμάτων ὑμῶν, προτίθεσθε ὁμοῦ, εἰς πανδαισίαν αὐτῶν, καὶ διὰ τοῦτο ἅπας γλυκαινόμενος, μετ᾿ εὐφροσύνης κραυγάζει∙ Πάρεστε πάλιν, καὶ μετὰ πότμον, τοῖς ὑμᾶς εὐφημοῦσι Μακάριοι.Δόξα... τὸ αὐτὸΚαὶ νῦν... ΘεοτοκίονΤρικυμίας τῶν παθῶν, ὁ ἀσυνείδητος ἐγώ, χειμαζόμενος Ἁγνή, ἐπικαλοῦμαί σε θερμῶς. Μὴ μὲ παρίδῃς τὸν δείλαιον ἀπολέσθαι, ἄβυσσον ἐλέους ἡ τέξασα· πλὴν σου γὰρ ἄλλην ἐλπίδα οὐ κέκτημαι. Μὴ οὖν ἐχθροῖς ἐπίχαρμα καὶ γέλως, ὁ πεποιθὼς σοι ὀφθήσομαι· καὶ γὰρ ἰσχύεις, ὅσα καὶ βούλει, ὡς Μήτηρ οὖσα τοῦ πάντων Θεοῦ.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα
Ἦχος δ'
Ἐπεφάνης σήμερον ΤΟ ΑΚΟΥΤΕ
Οἱ σοφοὶ Διδάσκαλοι, τῆς οἰκουμένης, οἱ Θεὸν δοξάσαντες, ἔργοις καὶ λόγοις ἐπὶ τῆς γῆς, μεγαλυνέσθωσαν σήμερον, ὡς σωτηρίας ἡμῖν ὄντες πρόξενοι.Δόξα... ὅμοιονἙορτάζει σήμερον ἡ Ἐκκλησία, τὴν σεπτὴν πανήγυριν, τῶν Διδασκάλων τῶν τριῶν· καὶ γὰρ αὐτοὶ ἐστερέωσαν, τὴν Ἐκκλησίαν αὐτῶν θείοις δόγμασιν.Καὶ νῦν... ΘεοτοκίονΠροστασία ἄμαχε, τῶν θλιβομένων, καὶ θερμὴ ἀντίληψις, τῶν πεποιθότων ἐπὶ σέ, ἐκ τῶν κινδύνων με λύτρωσαι· σὺ γὰρ ὑπάρχεις, ἡ πάντων βοήθεια.
Προκείμενον Ἦχος δ'Οἱ Ἱερεῖς σου Κύριε ἐνδύσονται, δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.Στίχ. Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Δόξα... Ἦχος β'Ταῖς τῶν Διδασκάλων...Καὶ νῦν... Ταῖς τῆς Θεοτόκου...Στίχος. Ἐλέησόν με ὁ Θεός...Ἰδιόμελον, Ἦχος πλ. β'Ἐξεχύθη ἡ χάρις ἐν χείλεσιν ὑμῶν, Ὅσιοι Πατέρες, καὶ γεγόνατε Ποιμένες τῆς τοῦ Χριστοῦ Ἐκκλησίας, διδάσκοντες τὰ λογικὰ πρόβατα, πιστεύειν εἰς Τριάδα ὁμοούσιον, ἐν μιᾷ θεότητι.
Ὁ Κανὼν τῆς Θεοτόκου, οὗ ἡ ἀκροστιχίς, ἄνευ τὺν Εἱρμῶν.Τοὺς προστρέχοντας εἰς σὲ σῷζε, Παρθένε.Ποίημα Ἰωάννου Εὐχαΐτων.ᾨδὴ α'
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Δεῦτε λαοί, ᾄσωμεν ᾄσμα Χριστῷ τῷ Θεῷ, τῷ διελόντι θάλασσαν, καὶ ὁδηγήσαντι τὸν λαὸν ὃν ἀνῆκε, δουλείας Αἰγυπτίων, ὅτι δεδόξασται».Τὸν εὐσεβῶς, σὲ Θεοτόκον κυρίως ἁγνήν, ὁμολογοῦντα Ἄχραντε, ψυχῆς καὶ σώματος, χαλεπῶν ἐκ κινδύνων, καὶ νόσων καὶ πταισμάτων, σὺ με διάσωσον.Ὅλην ἐν σοί, τῶν χαρισμάτων τὴν ἄβυσσον, ἀποκειμένην ἔγνωμεν· διὸ προσφεύγοντες, Θεοτόκε προθύμως, τῇ σκέπῃ σου τῇ θεία, διασῳζόμεθα.Ὑπὲρ ἡμῶν, τῶν σὲ ὑμνούντων δυσώπησον, τὸν σαρκωθέντα Πάναγνε, ἐκ τῶν ἀχράντων σου, καὶ τιμίων αἱμάτων, ῥυσθῆναι ἐκ πταισμάτων, καὶ νοσημάτων πικρῶν.Σὲ οἱ πιστοί, καύχημα πάντες κεκτήμεθα, καταφυγὴν καὶ στήριγμα, καὶ ἀγαλλίαμα, καὶ ψυχῶν σωτηρίαν, ἐλπίδα τε καὶ τεῖχος, θεοχαρίτωτε.
Ὁ Κανὼν τῶν Ἁγίων, οὗ ἡ Ἀκροστιχίς.Τρισήλιον Φῶς τρεῖς ἀνῆψεν ἡλίους.Ποίημα Ἰωάννου Εὐχαΐτων.ᾨδὴ α'
Ἦχος β'
Δεῦτε λαοί ΤΟ ΑΚΟΥΤΕ
Τὶς ἀμοιβὴ; τὶς ἀνταπόδοσις πρέπουσα, τοῖς ἡμετέροις ἄνθρωποι, προσενεχθήσεται, παρ' ἡμῶν εὐεργέταις; δι' ὧν πρὸς τὸ εὖ εἶναι, χειραγωγούμεθα.Ῥητορικαί, γλῶσσαι καὶ τέχναι καὶ μέθοδοι, καὶ πᾶσα λόγων δύναμις, νῦν εἰς ὑπόθεσιν, συγκινείσθωσαν μίαν, καὶ τοὺς τετιμηκότας, ἀντιτιμάτωσαν.Ἴδιον μέν, οὐδὲν ἠνέσχοντο κτήσασθαι, ἐν γῇ οἱ οὐρανόφρονες, φύλακες δ' ὤφθησαν, τοῦ κοινοῦ καὶ προστάται∙ κοινῶν οὖν καὶ τῶν ὕμνων, καταξιούσθωσαν.ΘεοτοκίονΣὲ τὴν κοινήν, φιλοτιμίαν Πανάμωμε, τῆς ἡμετέρας φύσεως, πάντες δοξάζομεν, χεῖλος ἓν γεγονότες, καὶ μίαν συμφωνίαν, ἀποτελέσαντες.
Ἕτερος Κανὼν τῶν ἉγίωνΠοίημα Ἰωάννου Εὐχαΐτων.ᾨδὴ α'
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἁρματηλάτην Φαραὼ ἐβύθισε, τερατουργοῦσα ποτέ, Μωσαϊκὴ ῥάβδος, σταυροτύπως πλήξασα, καὶ διελοῦσα θάλασσαν∙ Ἰσραὴλ δὲ φυγάδα, πεζὸν ὁδίτην διέσωσεν, ᾄσμα τῷ Θεῷ ἀναμέλποντα».Οὐκ ἀνθρωπίνης τὸ παρὸν ἐγχείρημα, σπουδῆς κατόρθωμα, ἀλλ᾿ ἡ τοῦ σοῦ θρόνου, πάρεδρος Φιλάνθρωπε, σοφία συνεργείτω μοι, λόγου χάριν διδοῦσα, δι᾿ ἧς δοξάσαι δυνήσομαι, οὓς αὐτὴ καλῶς προεδόξασεν.Ὥσπερ κρατὴρ ὑπερερρύη Δέσποτα, ἡ ἀγαθότης σου, καὶ ὁ πολὺς πλοῦτος, τῆς φιλανθρωπίας σου, ὑπερχυθεὶς διώδευσεν, ὡς καὶ ἄλλους Ἀγγέλους, μετὰ σαρκὸς ὑποστήσασθαι, τοὺς νῦν προκειμένους εἰς ἔπαινον.Ἐξ οὐρανοῦ τοῖς Οὐρανίοις ἔπρεπε, καὶ τὰ ἐγκώμια∙ Ἀγγελικὸς ὕμνος, τοῖς θείοις ἁρμόδιος· θεοὶ γὰρ κατὰ μέθεξιν, οἱ τὸν φύσει καὶ μόνον, ἀληθινὸν Θεὸν ἔχοντες, ζῶντα ἐν αὐτοῖς καὶ φθεγγόμενον.Μνήμην Δικαίων ὁ θεόφρων σύλλογος, μετ᾿ ἐγκωμίων τελεῖ, οἷς ἡ Θεοῦ Μήτηρ, ὡς αὐτῶν κεφάλαιον, εἰκότως συνδοξάζεται, τελευταίαν καὶ πρώτην, καὶ μέσην τάξιν ἐπέχουσα, καὶ τῆς εὐφημίας μετέχουσα.Καταβασία, Ἦχος γ' ΤΟ ΑΚΟΥΤΕ«Χέρσον ἀβυσσοτόκον πέδον ἥλιος, ἐπεπόλευσέ ποτε∙ ὡσεὶ τεῖχος γὰρ ἐπάγη, ἑκατέρωθεν ὕδωρ, λαῷ πεζοποντοποροῦντι, καὶ θεαρέστως μέλποντι∙ ᾌσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται».
Κανών α', ᾨδὴ γ', τῆς Θεοτόκου
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε, ὁ ξύλῳ νεκρώσας τὴν ἁμαρτίαν, καὶ τὸν φόβον σου ἐμφύτευσον, εἰς τὰς καρδίας ἡμῶν τῶν ὑμνούντων σε».Πρεσβείαις σου Ἁγνὴ Θεὸν ὃν ἔτεκες, παράσχου εὐΐλατον σοῖς ἱκέταις, τοῖς προστρέχουσι τῇ σκέπῃ σου, καὶ πιστῶς προσκυνοῦσί σου τὴν κύησιν.Ῥημάτων τῆς ἐμῆς ψυχῆς ἐπάκουσον, Παρθένε, δεινῶς ἐκταραττομένης, ἣν εἰρήνευσον Πανύμνητε, ἀεὶ ταύτην κινδύνων διασῴζουσα.Ὅλην μου τὴν ζωὴν διακυβέρνησον, Παρθένε ἐλπίς μου καὶ προστασία, πειρασμῶν καὶ περιστάσεων, λυτρουμένη δεινῶν με ἀειπάρθενε.Σοφίαν τοῦ Θεοῦ τὴν ἐνυπόστατον, ἀγκάλαις ὡς φέρουσα Θεοτόκε, ἐξ ἀγνοίας καὶ πλανήσεως, λυτρωθῆναι τοὺς ὑμνοῦντάς σε ἱκέτευε.
Κανών β', ᾨδὴ γ', τῶν Ἁγίων
Ἦχος β'
Ἐν πέτρᾳ με τῆς πίστεως ΤΟ ΑΚΟΥΤΕ
Ἡ σάλπιγξ ἡ μεγάλη τῆς Ἐκκλησίας, ὁ λύχνος ὁ φωτίζων τὴν οἰκουμένην, ὁ κήρυξ ὁ τῷ φθόγγῳ περιλαμβάνων, πάντα τὰ πέρατα, ὁ μεγαλώνυμος, συγκροτεῖ τὴν σύναξιν ταύτην Βασίλειος.Λαμπρὸς ἀπὸ τοῦ βίου καὶ τῶν πραγμάτων, λαμπρὸς ἀπὸ τοῦ λόγου καὶ τῶν δογμάτων, ἐν πᾶσιν ὑπερλάμπων πάντας ὡς ἄλλος, ἀστέρας ἥλιος, ὁ πολυΰμνητος, Θεολόγος σήμερον μακαρίζεται.Ἰδοὺ τὸ φῶς τοῦ κόσμου, τῷ κόσμῳ φαίνει· ἰδοὺ τῆς γῆς τὸ ἅλας, τὴν γῆν ἡδύνει∙ ἰδοὺ τὸ ζωῆς ξύλον ἀθανασίας, καρποὺς προβάλλεται, ὁ χρυσοῦς Ἅγιος, οἱ θανεῖν μὴ θέλοντες, δεῦτε τρυφήσατε.ΘεοτοκίονὉ πάντα ἐκ μὴ ὄντων ὄντα ποιήσας, καὶ φύσιν δοὺς ἑκάστῳ τῶν γενομένων, αὐτὸς καὶ τὰς δοθείσας φύσεις ἀμείβειν, οἶδεν ὡς βούλεται∙ ὅθεν ἀκούεται, καὶ Παρθένος τίκτουσα∙ τὶς οὐ θαυμάσεται;
Κανών γ', ᾨδὴ γ', Ἕτερος τῶν Ἁγίων
Ἦχος πλ. δ'
Ὁ στερεώσας ΤΟ ΑΚΟΥΤΕ
Οἱ τῶν ἠθῶν διορθωταί, καὶ τῶν ψυχῶν οἰκονόμοι, οἱ σωτῆρες οἱ κοινοὶ τῶν ἁπάντων, οἱ καὶ πράξεων ἡμῖν, καὶ λόγων τύπους δείξαντες, οἱ παιδευταὶ τοῦ βίου, λαμπροὶ λαμπρῶς εὐφημείσθωσαν.Πνεῦμα ἐνέπλησε Θεοῦ, Βασίλειον ἐπιστήμης∙ τῶν πυρίνων δὲ γλωσσῶν ἔσχε μίαν, ὁ Γρηγόριος καὶ πῦρ, ὑψηγορίας ἔπνευσε∙ τὸ τοῦ Χριστοῦ δὲ στόμα, ἐν Ἰωάννῃ ἐλάλησε.Τοῦ νῦν αἰῶνος τὴν σαφῶς, καταργουμένην σοφίαν, ἡ μωρία τοῦ κηρύγματος ἔχει, ὑποκύπτουσαν, αὐτῇ καὶ δουλικῶς λατρεύουσαν∙ κήρυκας γὰρ ἡ χάρις, σοφοὺς προβάλλεται ῥήτορας.ΘεοτοκίονὉ ἐν τῇ μήτρα τῆς ἁγνῆς, κατασκηνώσας Παρθένου, τὰς ψυχὰς τῶν θεοφόρων Ἁγίων, οἰκητήρια ποιεῖ, καὶ τοῖς ἐκείνων στόμασι, τὰ κατὰ τὴν Μητέρα, διερμηνεύει μυστήρια.Καταβασία, Ἦχος γ' ΤΟ ΑΚΟΥΤΕ«Τὸ στερέωμα, τῶν ἐπὶ σοὶ πεποιθότων, στερέωσον Κύριε τὴν Ἐκκλησίαν, ἣν ἐκτήσω, τῷ τιμίῳ σου αἵματι».
Κάθισμα
Ἦχος πλ. δ᾿
Τὴν Σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ
Τοὺς μεγάλους φωστῆρας τοὺς φεραυγεῖς, Ἐκκλησίας τοὺς πύργους τοὺς ἀρραγεῖς, συμφώνως αἰνέσωμεν, οἱ τῶν καλῶν ἀπολαύοντες, καὶ τῶν λόγων τούτων, ὁμοῦ καὶ τῆς χάριτος∙ τὸν σοφὸν Χρυσορρήμονα, καὶ τὸν μέγαν Βασίλειον, σὺν τῷ Γρηγορίῳ, τῷ λαμπρῷ θεολόγῳ∙ πρὸς οὓς καὶ βοήσωμεν, ἐκ καρδίας κραυγάζοντες· Ἱεράρχαι τρισμέγιστοι, πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν Ἁγίαν μνήμην ὑμῶν.Δόξα... ὅμοιονΤὴν σοφίαν λαβόντες παρὰ Θεοῦ, ὡς, Ἀπόστολοι ἄλλοι τρεῖς τοῦ Χριστοῦ, τῷ λόγῳ τῆς γνώσεως, συνιστᾶτε τὰ δόγματα, ἃ τὸ πρὶν ἐν λόγοις, ἁπλοῖς κατεβάλλοντο, Ἁλιεῖς, ἐν γνώσει, δυνάμει τοῦ Πνεύματος∙ ἔδει γὰρ καὶ οὕτω, τὸ ἁπλοῦν ἡμῶν σέβας, τὴν σύστασιν κτήσασθαι, δι᾿ ὑμῶν Πανσεβάσμιοι· ὅθεν πάντες βοῶμεν ὑμῖν∙ Πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.Καὶ νῦν... ΘεοτοκίονΤὴν ψυχήν μου Παρθένε τὴν ταπεινήν, τὴν ἐν ζάλῃ τοῦ βίου τῶν πειρασμῶν, νῦν ὡς ἀκυβέρνητον, ποντουμένην τῷ κλύδωνι, ἁμαρτιῶν τε φόρτῳ, ὀφθεῖσαν ὑπέραντλον, καὶ εἰς πυθμένα ᾅδου, ἐλθεῖν κινδυνεύουσαν, φθάσον Θεοτόκε, πρεσβειῶν σου ἐλέει, γαλήνην παρέχουσα, καὶ κινδύνων ἐξαίρουσα∙ σὺ λιμὴν γὰρ ἀχείμαστος∙ πρεσβεύουσα τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δοθῆναί μοι· σὲ γὰρ ἔχω ἐλπίδα, ὁ ἀνάξιος δοῦλός σου.
Κανών α', ᾨδὴ δ', τῆς Θεοτόκου
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Εἰσακήκοα Κύριε, τὴν ἀκοὴν τῆς σῆς οἰκονομίας, καὶ ἐδόξασά σε μόνε φιλάνθρωπε».Τῶν τραυμάτων μου Δέσποινα, τῶν τῆς ψυχῆς, σαρκός τε νοσημάτων, ἡ Θεὸν τεκοῦσα, λύσιν παράσχου μοι.Ῥιπιζόμενον πάθεσι, καὶ λογισμοῖς, καὶ βίου τρικυμίαις, ἐλπίδι Παρθένε, καὶ πίστει βεβαίωσον.Ἐκ περιστάσεως ῥῦσαί με, Μῆτερ Θεοῦ, καὶ ζάλης καὶ κινδύνων, ταῖς σαῖς ἱκεσίαις, μόνη πανύμνητε.Χειμαζόμενον κλύδωνι, βιωτικῶν, ἐξάρπασον Παρθένε, πρὸς τὸν σὸν λιμένα, καθοδηγοῦσά με.
Κανών β', ᾨδὴ δ', τῶν Ἁγίων
Ἦχος β'
Ἐλήλυθας ἐκ Παρθένου ΤΟ ΑΚΟΥΤΕ
Νοήμονες, ἐκ τῆς κάτω σοφίας γενόμενοι, κυβέρνησιν Ἔνδοξοι, παρὰ τῆς θείας ἐκτήσασθε∙ ὅθεν ὡς θεράπαιναν, ταύτην ἐκείνῃ πανσόφως ὑπετάξατε.Φιλόσοφοι, τοὺς σοφοὺς εἰ φιλεῖτε, σοφίσθητε, καὶ λέγειν διδάχθητε, πάντες οἱ λόγους θαυμάζοντες, πράξεως ἀκρίβειαν, καὶ θεωρίας ἐντεῦθεν ἐξασκούμενοι.ΘεοτοκίονὩς ὄψιμος, ὑετὸς ἐπ᾿ ἐσχάτων ὁ πρώΐμος, ὑδάτων αἰώνων τε, Δημιουργὸς εἰς τὴν μήτραν σου, ἔσταξε Πανάμωμε, κατὰ καιρὸν ἀναψύχων τοὺς ἐκλείποντας.
Κανών γ', ᾨδὴ δ', Ἕτερος τῶν Ἁγίων
Ἦχος πλ. δ'
Σύ μου ἰσχὺς Κύριε ΤΟ ΑΚΟΥΤΕ
Στῦλος πυρός, λαοῦ πιστοῦ προηγούμενος, καὶ φλογίζων, τοὺς ἐχθροὺς τῆς Πίστεως, τὰς δὲ φυλάς, σῴζων ἀσφαλῶς, τὰς ἐφεπομένας, ὁ Μέγας ὤφθης Βασίλειος, θαρσείτω καὶ νικάτω, ἡ Χριστοῦ Ἐκκλησία, τηλικοῦτον πλουτήσασα πρόμαχον.Γλώσσης τρυφή, καὶ ἀκοῆς πάσης ἥδυσμα, ὁ σὸς λόγος, πέφυκε Γρηγόριε, μάννα ζωῆς, δρόσος γλυκασμοῦ, μέλι τὸ ἐκ πέτρας, Ἀγγέλων ἄρτος οὐράνιος, ἀπλήστως ἐμφορεῖσθαι, τῆς ἡδύτητος πείθων, καὶ πληρῶν ἡδονῆς τοὺς μετέχοντας.Ὁ ποταμός, τῶν χαρισμάτων τοῦ Πνεύματος, ἐπληρώθη, μέχρι καὶ προχύσεως, καὶ τὸ καλόν, πρόσωπον τῆς γῆς, ὡς τρυφῆς χειμάρρους, ἀπὸ χρυσοῦ ἄρδει στόματος, εὐφραίνων καὶ πιαίνων, τοῦ Χριστοῦ πᾶσαν πόλιν τοῖς τῶν θείων κυμάτων ὁρμὴμασι.ΘεοτοκίονΦύσιν ἁπλήν, ἀνασχομένην συνθέσεως, καὶ φανεῖσαν, κρείττονα συγχύσεως, ἐπὶ τοῦ σοῦ, Δέσποινα Υἱοῦ, οἱ τρεῖς θεοφόροι, δογματισταὶ ὡμολόγησαν, ἐκ δύο θελημάτων, καὶ διπλῆς ἐνεργείας, τὸν διπλοῦν κατὰ φύσιν γνωρίσαντες.Καταβασία, Ἦχος γ' ΤΟ ΑΚΟΥΤΕ«Ἐκάλυψεν οὐρανούς, ἡ ἀρετή σου Χριστέ· τῆς κιβωτοῦ γὰρ προελθών,τοῦ ἁγιάσματός σου, τῆς ἀφθόρου Μητρός, ἐν τῷ ναῷ τῆς δόξης σου, ὤφθης ὡς βρέφος, ἀγκαλοφορούμενος∙ καὶ ἐπληρώθη τὰ πάντα τῆς σῆς αἰνέσεως».
Κανών α', ᾨδὴ ε', τῆς Θεοτόκου
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ τοῦ φωτὸς χορηγός, καὶ τῶν αἰώνων ποιητὴς Κύριος, ἐν τῷ φωτί, τῶν σῶν προσταγμάτων, ὁδήγησον ἡμᾶς· ἐκτός σου γὰρ ἄλλον, Θεὸν οὐ γινώσκομεν».Ὅπλον ἀήττητον, κατὰ ποικίλων πειρασμῶν ἔχοντες, τῶν δυσμενῶν, πάσης ἐπηρείας, λυτρούμεθα ἀεί, οἱ σὲ Θεοτόκον, Ἁγνὴ ἐπιστάμενοι.Νόμου τὸ πλήρωμα, ἡ ἀνωτέρα Χερουβὶμ τέτοκας, τὸν τοῦ Θεοῦ, ἐκ σοῦ σαρκωθέντα, Υἱὸν μονογενῆ, ὃν ὑπὲρ τῶν δούλων, τῶν σῶν ἐξιλέωσαι.Τὸν τοῦ παντὸς Ποιητήν, ἐν ταῖς ἀγκάλαις σου Ἁγνὴ φέρουσα, τοῦτον ἡμῖν, ταῖς σαῖς ἱκεσίαις, εὐΐλατον δίδου, τοῖς νῦν ἐκ καρδίας, πρὸς σὲ καταφεύγουσιν.Ἀπὸ στενώσεως, τῆς κατωδύνου μου ψυχῆς δέησιν, τῶν οἰκτιρμῶν μόνη τῇ τεκούσῃ, τὸν αἴτιον Λόγον, προσφέρω ὁ τάλας, οἰκτείρασα σῶσόν με.
Κανών β', ᾨδὴ ε', τῶν Ἁγίων
Ἦχος β'
Ὁ φωτισμὸς ΤΟ ΑΚΟΥΤΕ
Σὺ τὴν πηγήν, τῶν σαυτοῦ χαρισμάτων, ἐκπιεῖν ὅλην, Φιλάνθρωπε δέδωκας τοῖς Ἁγίοις, ἐλαττωθεῖσαν, οὐδαμῶς τῇ κενώσει, τὸν δὲ κόσμον πάντα μεθύσασαν, τοῖς ἐκ τῆς κοιλίας, αὐτῶν θείοις ῥεύμασι.Τὶ μοι χρυσός, τὶ μοι πλοῦτος καὶ δόξα καὶ δυναστεία; καπνοὶ διαρρέοντες εἰς ἀέρα, πάντα οἰχέσθω, αὔρα πάντα φερέτω∙ ἐμοὶ πλοῦτος εἷς πολυέραστος, ἡ τῶν Διδασκάλων, τριὰς ῥητορεύουσα.Ῥεῖ ποταμός, ἀμβροσίαν καὶ νέκταρ, ῥεῖ τοῖς πεινῶσιν, ἀθάνατος βρῶσις, καὶ τοῖς διψῶσιν, ἄφθαρτος πόσις, ὕδωρ ζῶν εἰς αἰῶνας, καὶ συνέχον ζῶντας τοὺς πίνοντας∙ πάντες πλημμυρούσης, ζωῆς ἐμφορήθητε.ΘεοτοκίονἜσχεν ἰσχύν, καθ᾿ ἡμῶν ἡ κακία, ἀλλ᾿ οὐκ εἰς τέλος∙ ἠσθένησε γὰρ μετὰ τὴν Παρθένον, τὸν ἐν ἰσχὺϊ Δυνατὸν τετοκυῖαν, ὑπελθόντα σαρκὸς ἀσθένειαν, καὶ τόν δυνατὸν ἐν κακίᾳ νεκρώσαντα.
Κανών γ', ᾨδὴ ε', Ἕτερος τῶν Ἁγίων
Ἦχος πλ. δ'
Ἴνα τὶ με ἀπώσω ΤΟ ΑΚΟΥΤΕ
Τοὺς τῶν θείων πραγμάτων, καὶ τῶν ἀνθρωπίνων σοφοὺς ἐπιστήμονας, τὰς τῶν ὄντων φύσεις, φιλαλήθως ἡμῖν σαφηνίσαντας, καὶ τὸν τούτων Κτίστην, πᾶσι γνωρίσαντας ὡς θέμις, εὐχαρίστοις φωναῖς ἀμειψώμεθα.Τὸ πικραῖνον καὶ στῦφον, τῶν πρὸς σωτηρίαν φαρμάκων ἐγλύκαναν, ταῖς σοφαῖς τῶν λόγων, ἐπῳδαῖς τε καὶ τέχναις καὶ χάρισι, τῶν ψυχῶν οἱ θεῖοι θεραπευταί, θέλγεσθε πάντες, εὐσεβεῖς καὶ τερπόμενοι σῴζεσθε.Σιωπᾷ λόγος ἅπας, τῶν θεοκηρύκων λαλούντων τὰ ἔνθεα, καὶ κρατεῖ τῆς πάλαι, Διαθήκης ἡ νέα προβάλλουσα, τὰ σεπτὰ πυξία, τῶν ἐν αὐτῇ νομοθετούντων, οἷς ῥυθμίζεται, πᾶς Πιστῶν σύλλογος.ΘεοτοκίονΤὴν ἀθάνατον φύσιν, ἡ θνητὴ παρέδραμεν εἰς ἁγιότητα∙ καὶ Παρθένος Κόρη, τοὺς ἀσάρκους Ἀγγέλους παρήλασεν, ὡς Θεὸν τεκοῦσα, τὸν Βασιλέα τῶν Ἀγγέλων, ᾧ προσβλέπειν ἐκείνοις ἀδύνατον.Καταβασία, Ἦχος γ' ΤΟ ΑΚΟΥΤΕ«Ὡς εἶδεν Ἡσαΐας συμβολικῶς, ἐν θρόνῳ ἐπηρμένῳ Θεόν, ὑπ᾿ Ἀγγέλων δόξης δορυφορούμενον, ὦ τάλας! ἐβόα, ἐγώ∙ πρὸ γὰρ εἶδον σωματούμενον Θεόν, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα».
Κανών α', ᾨδὴ ς', τῆς Θεοτόκου
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον. Ἐκ φθορᾶς, ὁ Θεὸς με ἀνάγαγε».Σωτηρίας λιμένα γινώσκων σε, πλέων πολυφρόντιδος βίου τὸ πέλαγος, ἐπικαλοῦμαι Δέσποινα, κυβερνῆτιν ψυχῆς μου γενέσθαι σε.Ἐνεδύθην στολὴν κακουχούμενος, Μῆτερ ἀειπάρθενε, τῆς ἀφροσύνης μου∙ ἀλλ᾿ ἡ Θεὸν κυήσασα, τῆς χαρᾶς τὸν χιτῶνα ἀντίδος μοι.Ἱερᾶς πολιτείας ἐκπέπτωκα, ῥαθυμῶν ὁ δείλαιος∙ ἀλλ᾿ ἐπανάγαγε, εὐλογημένη Πάναγνε, προσταγαῖς τοῦ Υἱοῦ σου ῥυθμίζουσα.Συμπαθείας με θείας ἀξίωσον, ἡ τὸν συμπαθέστατον Λόγον κυήσασα, τὸν τῷ ἰδίῳ αἵματι, ἐκ φθορᾶς τοὺς ἀνθρώπους ῥυσάμενον.
Κανών β', ᾨδὴ ς', τῶν Ἁγίων
Ἦχος β'
Ἄβυσσος ἁμαρτημάτων ΤΟ ΑΚΟΥΤΕ
Ἴδια ἐν τῇ Τριάδι, τριττὰ συνθεολογεῖτε, τὴν ἀγεννησίαν τοῦ Πατρός, τοῦ Λόγου τὴν γέννησιν, καὶ Πνεύματος, τὴν ἐκπόρευσιν μόνου.Σήμερον τῷ οἴκῳ τούτῳ, περιφανὴς σωτηρία· δύο γὰρ καὶ τρεῖς συνηγμένους, Χριστὸς εἰς τὸ ὄνομα, αὐτοῦ τιμῶν, μέσος πάρεστι τούτων.Ἄπειρον τῆς γῆς τὸ βάθος, πρὸς τὸ οὐράνιον ὕψος∙ ἀλλ᾿ ἀπὸ τῆς γῆς τοὺς Ἁγίους, ἐξῆρεν ἐπέκεινα τῶν οὐρανῶν, ὁ οὐράνιος ἔρως.ΘεοτοκίονΝέαν σε πηγὴν Παρθένε, καὶ ἀφορμὴν μυστηρίων, ἔχοντες οἱ τρεῖς θεηγόροι, καιναῖς ὑποθέσεσι καινοπρεπῆ, προσαρμόζουσι φράσιν.
Κανών γ', ᾨδὴ ς', Ἕτερος τῶν Ἁγίων
Ἦχος πλ. δ'
Ἱλάσθητί μοι Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ
Τριάδα Μοναδικήν, θεολογεῖν ἐδιδάχθημεν∙Μονάδα Τριαδικήν, ὑμνεῖν παρελάβομεν∙ προσκυνεῖν ἐμάθομεν, παρὰ τῶν Πατέρων, μίαν Φύσιν τρισυπόστατον.Ὁ Λόγος ἦν ἐν ἀρχῇ, πρὸς τὸν Πατέρα συνάναρχος∙ τῷ Λόγῳ Πνεῦμα συνῆν, ἀλλ᾿ ἐκ τοῦ Γεννήτορος∙ ἁπλῆ ὁμοούσιος, συμφυὴς Θεότης, ὡς οἱ θεῖοί φασὶ Κήρυκες.Συνάπτω καὶ διαιρῶ, τὰ συναπτῶς διαιρούμενα∙ ἓν ἀμερὲς ἐννοῶ, καὶ τρία φαντάζομαι. Διδασκάλους δέχομαι, τρεῖς θεοφορήτους, οὕτω πείθοντας πιστεύειν με.ΘεοτοκίονἈμήτωρ πρὸ τῆς σαρκός, ἀπάτωρ μετὰ τὴν σάρκωσιν∙ Υἱὸς Πατρὸς καὶ Μητρός, ὁ ταῦτα καλούμενος, ὑπὲρ νοῦν ἀμφότερα∙ τῷ Θεῷ γὰρ πρέπει, τῶν θαυμάτων τὰ παράδοξα.Καταβασία, Ἦχος γ' ΤΟ ΑΚΟΥΤΕ«Ἐβόησέ σοι, ἰδὼν ὁ Πρέσβυς, τοῖς ὀφθαλμοῖς τὸ σωτήριον, ὃ λαοῖς ἐπέστη∙ Ἐκ Θεοῦ Χριστὲ σὺ Θεός μου».
Κοντάκιον
Ἦχος β'
Τοὺς ἀσφαλεῖς ΤΟ ΑΚΟΥΤΕ
Τοὺς Ἱεροὺς καὶ θεοφθόγγους Κήρυκας, τὴν κορυφὴν τῶν Διδασκάλων Κύριε, προσελάβου εἰς ἀπόλαυσιν τῶν ἀγαθῶν σου καὶ ἀνάπαυσιν· τοὺς πόνους γὰρ ἐκείνων καὶ τὸν κάματον, ἐδέξω ὑπὲρ πᾶσαν ὁλοκάρπωσιν, ὁ μόνος δοξάζων τοὺς Ἁγίους σου.
Ὁ Οἶκος
Τὶς ἱκανὸς τὰ χείλη διᾶραι, καὶ κινῆσαι τὴν γλῶσσαν πρὸς τοὺς πνέοντας πῦρ, δυνάμει Λόγου καὶ Πνεύματος; ὅμως τοσοῦτον εἰπεῖν θαρρήσω, ὅτι πᾶσαν παρῆλθον τὴν ἀνθρωπίνην φύσιν οἱ τρεῖς, τοῖς πολλοῖς καὶ μεγάλοις χαρίσμασι, καὶ ἐν πράξει καὶ θεωρίᾳ, τοὺς κατ᾿ ἄμφω λαμπροὺς ὑπεράραντες∙ διὸ μεγίστων δωρεῶν τούτους ἠξίωσας, ὡς πιστούς σου θεράποντας, ὁ μόνος δοξάζων τούς Ἁγίους σου.
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ Λ᾿ τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν καὶ Οἰκουμενικῶν Διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου.ΣτίχοιὉμοῦ δίκαιον τρεῖς σέβειν Ἑωσφόρους,Φῶς τρισσολαμπὲς πηγάσαντας ἐν βίῳ.Κοινὸν τὸν ὕμνον προσφέρειν πάντας θέμις,Τοῖς ἐκχέασι πᾶσι κοινὴν τὴν χάριν.Ἔαρ χελιδὼν οὐ καθίστησι μία·Αἱ τρεῖς ἀηδόνες δὲ τῶν ψυχῶν ἔαρ.Τὴν μὲν νοητὴν ἡ Τριὰς λάμπει κτίσιν,Τριάς γε μὴν αὕτη δὲ τὴν ὁρωμένην.Ἀπώλεσαν μὲν οἱ πάλαι Θεοῦ σέβας,Ἐξ Ἡλίου τε καὶ Σελήνης ἀφρόνως∙Κὰλλος γὰρ αὐτῶν θαυμάσαντες καὶ τάχος,Ὥσπερ θεοῖς προσῆγον οὐκ ὀρθῶς σέβας.Ἐκ τῶν τριῶν τούτων δὲ φωστήρων πάλιν,Ἡμεῖς ἀνηνέχθημεν εἰς Θεοῦ σέβας,Κάλλει βίου γάρ, τῇ τε πειθοῖ τῶν λόγων,Πείθουσι πάντας τὸν μόνον Κτίστην σέβειν.Κτίσιν συνιστᾷ τὴν δὲ τὴν ὁρωμένην,Τὸ Πῦρ, Ἀήρ, Ὕδωρ τε, καὶ Γῆς ἡ φύσις.Οἱ δ᾿ αὖ συνιστῶντές τε κόσμον τὸν μέγαν,Τὴν πρὸς Θεόν τε Πίστιν, ὡς ἄλλην κτίσινΣτοιχειακῆς φέρουσι Τριάδος τύπον.Μέλει γὰρ αὐτοῖς οὐδενὸς τῶν γηΐνων,Καὶ γήϊνον νοῦν ἔσχον οὐδὲν ἐν λόγοις.Ὁ Γρηγόριος γὰρ πῦρ πνέει νοῦς τὸν λόγον,Πρὸς ὕψος αὖ πείθοντα πάντα ἐκτρέχειν.Τοῖς λιποθυμήσασι δ᾿ ἐκ παθῶν πάλιν,Ἀναπνοὴ τις οἱ Βασιλείου λόγοι.Μιμούμενος δὲ τὴν ῥοὴν τῶν ὑδάτων,Ὁ καρδίαν τε καὶ στόμα χρυσοῦς μόνος,Τοὺς ἐκτακέντας ἐκ παθῶν ἀναψύχει.Οὕτω πρὸς ὕψος τὴν βροτῶν πᾶσαν φύσιν,Ἐκ τῆς χθονὸς φέρουσι τοῖς τούτων λόγοις.Λάμψεν ἑνὶ τριακοστῇ χρυσοτρισήλιος αἴγλη.Τῶν τριῶν τούτων πρεσβείαις, Χριστὲ ὁ Θεὸς ἡμῶν καὶ πάντων τῶν ἁγίων, τὰς τῶν αἱρέσεων ἐπαναστάσεις κατάβαλε καὶ ἡμᾶς ἐν ὁμονοίᾳ καὶ εἰρηνικῇ καταστάσει διαφύλαξον καὶ τῆς οὐρανίου σου βασιλείας ἀξίωσον. Ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.Τῇ αὐτῇ ἡμέρα, Ἄθλησις τοῦ Ἱερομάρτυρος Ἱππολύτου Πάπα Ῥώμης καὶ τῶν σὺν αὐτῷ Κενσουρίνου, Σαβαΐνου, Χρυσῆς καὶ τῶν λοιπῶν.ΣτίχοιΤόλμῃ θάλασσαν Ἱππόλυτος εἰσδύνει,Οἷα κροαίνων ἵππος ἐν λείῳ πέδῳ.Τείνων τράχηλον τῷ ξίφει Κενσουρῖνος,Ἣν οἷα ξυρῶ τοῖς συνάθλοις ἀκόνη.Σπλάγχνα φλέγουσι Σαβαΐνου λαμπάσι,Τὰ παμπόνηρα τέκνα τῆς ἀσπλαγχνίας.Χρυσῆ βυθῷ βληθεῖσα, παστῷ τοῦ πόλου,Νύμφη πρόσεισι προσφάτως λελουμένη.Ἱππόλυτον πόντου τριακοστῇ ἔκτανε ῥεῦμα.Τῇ αὐτῇ ἡμέρα, Ἄθλησις τοῦ Ἁγίου Μάρτυρος Θεοφίλου τοῦ Νέου.ΣτίχοιὉ Θεόφιλος τὴν φίλην τμᾶται κάραν,Θεοὺς φιλῆσαι μὴ θελήσας βαρβάρων.Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Κανών α', ᾨδὴ ζ', τῆς Θεοτόκου
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Εἰκόνος χρυσῆς, ἐν πεδίῳ Δεηρᾷ λατρευομένης, οἱ τρεῖς σου Παῖδες κατεφρόνησαν, ἀθεωτάτου προστάγματος∙ μέσον δὲ πυρὸς ἐμβληθέντες, δροσιζόμενοι ἔψαλλον∙ Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».Σταυρῷ προσπαγείς, ὁ ἐκ σοῦ σωματωθεὶς Θεογεννήτρια, Ἀδὰμ διέρρηξε τὸ χειρόγραφον∙ ὃν νῦν δυσώπει Πανάμωμε, ἅπαντας κινδύνων ῥυσθῆναι, τοὺς ἐν πίστει κραυγάζοντας∙ Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.Ἐλπὶς ἀγαθή, προσδοκία τε Πιστῶν ὑπάρχεις Δέσποινα∙ καὶ νῦν δεόμεθα δωρήσασθαι, σῆς συμπαθείας τὸ πέλαγος, πᾶσι τοῖς εἰς σὲ πεποιθόσι, καὶ τῷ Υἱῷ σου κραυγάζουσιν∙ Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.Σκοτίᾳ δεινῇ, τῇ τοῦ βίου συσχεθεὶς τὸν συλλυπούμενον, καὶ συναλγοῦντα οὐ κατέλαβον∙ τῇ σῇ Παρθένε λαμπρότητι, λῦσον τὴν ἀχλὺν τῶν πταισμάτων, καὶ καταύγασον ψάλλοντα∙ Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.Ὡραίαν στολήν, σωτηρίων ἐντολῶν διὰ Βαπτίσματος, ἀμφιασάμενος ἀπημαύρωσα, δι᾿ ἀμελείας ὁ δείλαιος∙ νῦν δὲ σοι προστρέχω Παρθένε, τὸν χιτῶνα αἰτούμενος, τῆς σωφροσύνης διὰ σοῦ, πάλιν ἐνδύσασθαι.Ζωῆς ἐκπεσών, ἀκηράτου μὲν τὸ πρὶν ὁ Ἀδὰμ σέσωσται∙ διὰ τοῦ Τόκου σου νῦν δὲ Πάναγνε, τὸν ἀρρωστίᾳ κρατούμενον σῶσον, ἐπιρρώσασα Κόρη, καὶ ἀξίωσον ψάλλειν σοι∙ Εὐλογημένη ἡ Θεὸν σαρκὶ κυήσασα.
Κανών β', ᾨδὴ ζ', τῶν Ἁγίων
Ἦχος β'
Ἀντίθεον πρόσταγμα ΤΟ ΑΚΟΥΤΕ
Ἡττᾶται Μακάριοι καὶ δραπετεύει, ἡ πρὶν ἀνυπόστατος, θρασύτης τῶν αἱρέσεων∙ κηρὸς δὲ τηκόμενος, ἀπὸ προσώπου πυρός, νόθον ἅπαν δόγμα τοῖς ὑμῶν, πυρπνόοις φθόγγοις, προσβάλλον δείκνυται.Ψευδεῖς μὲν ἐξέκλιναν Ἑλλήνων ὕθλους, πειθὼ δὲ τὴν τύραννον, ἀνθρώποις μόνην εἵλκοντο· ὑφ᾿ ἧς τὴν ἀλήθειαν, οἱ τρεῖς τονώσαντες, οὕτως ἅπαν σύστημα Πιστῶν, χειροῦνται λόγοις καὶ καταπείθουσι.ΘεοτοκίονἘν σοὶ πᾶσα πρόρρησις ἐπανεπαύθη, καὶ πέρας ἐδέξατο, ξενίζουσα τοὺς λέγοντας∙ ἐκ σοῦ δὲ λαμπροτέρα καὶ τῶν προρρήσεων, θαύματα πηγάζουσιν, Ἁγνή, σοφούς δηλοῦντα τοὺς ἑρμηνεύοντας.
Κανών γ', ᾨδὴ ζ', Ἕτερος τῶν Ἁγίων
Ἦχος πλ. δ'
Θεοῦ συγκατάβασιν ΤΟ ΑΚΟΥΤΕ
Σιγῶσαι καὶ κράζουσαι, ὁρώμεναί τε καὶ ἀκουόμεναι, ἀρετῆς καὶ σοφίας, οἱ θεηγόροι στῆλαι γεγόνασιν, ἔργῳ καὶ λόγῳ, βοᾶν προτρεπόμενοι∙ Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.Θεοῦ φωνὰς ἄνωθεν, ἐπιβροντώσας ἡμῖν ἐξαίσιον, ἀστραπῶν τε βολίδας, τοὺς ὑμῶν φθόγγους Σοφοὶ δεχόμενοι, συμμελῳδοῦμεν ὑμῖν, καὶ συμψάλλομεν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.Ῥιφήσονται χάλαζαι, ἐκ πετροβόλων γλωσσῶν συντρίβουσαι, τὰ σαθρὰ τῶν δογμάτων, εἰ τις εἰς μέσον παρρησιάσηται, τῶν κενολόγων, ὀρθὰ μὴ φθεγγόμενος. Εὐλογητός ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.ΘεοτοκίονΠαρθένον οἰκήσας σε, καὶ μετὰ τόκον Παρθένον ἔλιπεν, ὁ ἀμείβων στοιχεῖα, Θεοκυῆτορ Μαρία πανάχραντε· πρὸς ὃν βοῶμεν, σὺν σοὶ Παναμώμητε∙ Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.Καταβασία, Ἦχος γ' ΤΟ ΑΚΟΥΤΕ«Σὲ τὸν ἐν πυρὶ δροσίσαντα, Παῖδας θεολογήσαντας, καὶ Παρθένῳ, ἀκηράτῳ, ἐνοικήσαντα, Θεὸν Λόγον ὑμνοῦμεν, εὐσεβῶς μελῳδοῦντες. Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».
Κανών α', ᾨδὴ η', τῆς Θεοτόκου
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὸν ἐν καμίνῳ τοῦ πυρός, τῶν Ἑβραίων τοῖς παισὶ συγκαταβάντα, καὶ τὴν φλόγα εἰς δρόσον μεταβαλόντα Θεόν, ὑμνεῖτε τὰ ἔργα ὡς Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».Ἐξασθενεῖ μου νῦν ὁ νοῦς, εἰς τὰ βάθη ἐμπεσὼν τῆς ἀτιμίας, ὡς ἐντεῦθεν ποικίλοις περιπαρῆναι κακοῖς∙ ἀλλὰ σὺ με Παρθένε θεράπευσον, τῷ τῆς ἀπαθείας φωτὶ περιβαλοῦσα.Πύργον ἰσχύος ἀσφαλῆ, καὶ κρηπῖδα καὶ φρουρὰν καὶ προστασίαν, κεκτημένοι σε πίστει, διασῳζόμεθα νῦν ὑμνοῦντες τὸν Τόκον σου Πάναγνε, καὶ ὑπερυψοῦντες εἰς πάντας τοὺς αἰῶνας.Ἀθανασίας διαυγῆ, ἐπιστάμεθα πηγὴν σε Θεοτόκε, ὡς τεκοῦσαν τὸν Λόγον, τοῦ ἀθανάτου Πατρός, τὸν πάντας θανάτου λυτρούμενον, τοὺς ὑπερυψοῦντας αὐτὸν εἰς τούς αἰῶνας.Ῥεῖθρον ἰάσεων ἡμῖν, ἀενάως τοῖς πιστοῖς Ἁγνὴ πηγάζεις, οὗ τὴν ἄφθονον χάριν, ἀπαρυόμενοι νῦν, ὑμνοῦμεν τὸν Τόκον σου Ἄχραντε, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
Κανών β', ᾨδὴ η', τῶν Ἁγίων
Ἦχος β'
Ἰνδάλματος χρυσοῦ ΤΟ ΑΚΟΥΤΕ
Νοοῦμεν εὐσεβῶς, καὶ δοξάζομεν ὁμότιμον μίαν φύσιν, ἀπειροδύναμον Μονάδα τε καὶ Τριάδα, τὴν πάντα ταῦτα, λόγοις κυβερνῶσαν κρείττοσιν∙ οὕτω γὰρ δοξάζειν, οἱ τρεῖς θεοφόροι παρεγγυῶσιν, οἷς συμπροσκυνοῦμεν, αὐτὴν εἰς τοὺς αἰῶνας.Ἡνώθησαν οἱ τρεῖς, θεοκήρυκες ἑνώσαντες τὴν Τριάδα, καὶ τὸ ἀμέριστον πᾶσι τετηρηκότες τῇ θείᾳ φύσει, μίαν παρ᾿ αὐτῆς ἀντέλαβον, ἀμέριστον δόξαν, εἰς ἔπαινον ἕνα συγκαλουμένην, τοὺς ὑπερυψοῦντας, αὐτὴν εἰς τοὺς αἰῶνας.ΘεοτοκίονΛαβὼν τὸ καθ᾿ ἡμᾶς, ἀντιδούς τε τὸ οἰκεῖον ὁ Εὐεργέτης, ἔδρασε μόνον, οὐκ ἔπαθε δὲ Παρθένε∙ θεοποιεῖ γάρ, ἀλλ᾿ οὐκ εἰς φθορὰν μεθίσταται, μᾶλλον δὲ καὶ πάσχων, ἑκὼν διὰ πάθους τὰ πάθη λύει, ὡς οἱ τρεῖς Πατέρες, ἡμᾶς μυσταγοῦσιν.
Κανών γ', ᾨδὴ η', Ἕτερος τῶν Ἁγίων
Ἦχος πλ. δ'
Ἑπταπλασίως κάμινον ΤΟ ΑΚΟΥΤΕ
Οὓς ὁ Θεὸς συνήνωσεν εἰς ὁμότιμον ἕνωσιν, ἐγκωμιαστής, μὴ χωριζέτω ἄνθρωπος∙ ἀλλ᾿ ἴσους ἡγούμενος, ἐν τοῖς αὐτοῖς χαρίσμασιν, ἴσων καὶ τῶν ὕμνων, μελῳδῶν ἀξιούτω· οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.Οἱ δυνατοὶ καὶ ἄμαχοι, τῆς Θεότητος σύμμαχοι, καὶ τῆς ἀληθείας, ἀψευδεῖς συνήγοροι, τὰ βάθη τοῦ Πνεύματος, καλῶς ἀνερευνήσαντες τὰς θεοπρεπεῖς, περὶ Θεοῦ ὑπολήψεις, ἐκεῖθεν συνιστῶσι, καὶ διδάσκουσι ψάλλειν∙ Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.Ἐξ οὐρανοῦ μὲν μέγιστοι, δύω λύχνοι φωτίζουσιν, ἐκ διαδοχῆς, ἀλλήλων τὴν ὑφήλιον∙ ἐκ γῆς δὲ φανότερον, τὴν σύμπασαν αὐγάζουσι, τρεῖς κατὰ ταὐτό, ὑπερμεγέθεις φωστῆρες, συλλάμποντες ἀλλήλοις, καὶ συμψάλλοντες ἅμα. Λαοὶ ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.ΘεοτοκίονὙπὲρ ἡμῶν ἡ σάρκωσις, καὶ τὰ πάθη τὰ τίμια∙ δι᾿ ἡμᾶς Θεός, μετὰ νεκρῶν ἐγένετο, θανάτου μὲν ἄγευστος, οἷα παθῶν ἐλεύθερος, τῇ δὲ πρὸς τὴν σάρκα, τὴν θνητήν κοινωνίᾳ, λεγόμενος καὶ πάθους, μετασχεῖν καὶ θανάτου∙ αὐτὸν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.Καταβασία, Ἦχος γ' ΤΟ ΑΚΟΥΤΕ«Ἀστέκτῳ πυρὶ ἑνωθέντες, οἱ θεοσεβείας προεστῶτες Νεανίαι, τῇ φλογὶ δὲ μὴ λωβηθέντες, θεῖον ὕμνον ἔμελπον∙ Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».
Κανών α', ᾨδὴ θ', τῆς Θεοτόκου
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον, τὸν ἀρρήτῳ σοφίᾳ, ἥκοντα καινουργῆσαι τὸν Ἀδάμ, βρώσει φθορᾷ πεπτωκότα δεινῶς, ἐξ Ἁγίας Παρθένου, ἀφράστως σαρκωθέντα δι᾿ ἡμᾶς, οἱ πιστοὶ ὁμοφρόνως, ἐν ὕμνοις μεγαλύνομεν».Θεομακάριστε Κόρη, τὴν ἐλπίδα μου πᾶσαν προθύμως ἀνατίθημι ἐν σοί, σῶσόν με Μήτηρ τῆς ὄντως ζωῆς, καὶ τρυφῆς ἀενάου, πλησθῆναι καθικέτευε Ἁγνή, τὸν ἐν πίστει καὶ πόθῳ, σὲ ὕμνοις μεγαλύνοντα.Ἐπιφανεῖσα Παρθένε, τῆς ψυχῆς μου τὸν ζόφον, φωτός σου ταῖς ἀΰλοις ἀστραπαῖς, αὔγασον πύλη τοῦ θείου φωτός, καὶ πυρὸς αἰωνίου, ῥυσθῆναι καταξίωσον Ἁγνή, τὸν ἐν πίστει καὶ πόθῳ, σὲ ὕμνοις μεγαλύνοντα.Νενοσηκότας ὁρῶσα, καὶ ψυχὴν καὶ τὸ σῶμα, καὶ βεβλημένους πάθεσι δεινοῖς, τῇ εὐσπλαγχνίᾳ σου Δέσποινα, θεραπεύσασα λῦσον τῶν νῦν παρενοχλούντων λυπηρῶν, ἵνα πάντες σὲ ὕμνοις, ἀπαύστως μεγαλύνωμεν.Ἐν τῇ γαστρί σου σκηνώσας, ἐκ γαστρὸς πρὸ αἰώνων, πατὴρ ὅνπερ ἐγέννησεν Υἱόν, τέλειος γέγονεν ἄνθρωπος, καὶ πηγὴν χαρισμάτων, σὲ Θεομῆτορ ἔδειξεν ἡμῖν, τοῖς πιστῶς προσκυνοῦσι τὴν ἄφραστόν σου γέννησιν.
Κανών β', ᾨδὴ θ', τῶν Ἁγίων
Ἦχος β'
Ἀνάρχου Γεννήτορος ΤΟ ΑΚΟΥΤΕ
Μεγάλυνον ψυχή μου, τοὺς ἐν Ἱεράρχαις, Φωστῆρας τρεῖς μεγάλους. Ἰδοὺ τὸ ὑμέτερον, γεώργιον καὶ ποίμνιον, ὑπὲρ οὗ τοὺς μεγίστους πόνους ὑπέστητε, εἰς ἓν συνελθόντες ὁμοῦ τε, τοὺς τρεῖς ὑμᾶς συμπαραλαβόντες, κοινὴν ἔχει αἴνεσιν, τὴν ὑμῶν ἠδίστην ἕνωσιν.Μεγάλυνον ψυχή μου τοὺς τρισσολαμπτῆρας, Χριστοῦ τῆς Ἐκκλησίας. Οὐ δίστομον μάχαιραν, ἡ χάρις ἀλλὰ τρίστομον, κατὰ τῶν πολεμίων αὐτῆς προβάλλεται∙ ἓν οὐρανοχάλκευτον ξίφος, τρισὶν ἀκμαῖς κατεστομωμένον, ἀεὶ προμαχόμενον, τριλαμποῦς μιᾶς θεότητος.Μεγάλυνον ψυχή μου, τοὺς κεκοσμηκότας, Χριστοῦ τὴν Ἐκκλησίαν. Ὑμῶν τὸ πολίτευμα, ἐν οὐρανοῖς ἦν Ἔνδοξοι, καὶ τὴν σάρκα φορούντων, ἔτι τὴν ἄσπιλον∙ οὓς εἰλικρινῶς νῦν οἰκοῦντες, τοὺς ἐπὶ γῆς ἡμᾶς στεφομένους, τὰ ἄνω πρεσβεύετε, καὶ φρονεῖν καὶ πραγματεύεσθαι.ΘεοτοκίονΜεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν, καὶ ἐνδοξοτέραν τῶν ἄνω στρατευμάτων. Στενεῖ με τὸ πλάτος σου, τῶν μεγαλείων Δέσποινα, καταπνῖγον τὸν λόγον ὑπὸ πυκνότητος, καὶ μοι παραδόξως συμβαίνει, τὸ ἀπορεῖν ἐκ τῆς εὐπορίας∙ διὸ τὸν τοσοῦτόν σε, μεγαλύναντα δοξάζομεν.
Κανών γ', ᾨδὴ θ', Ἕτερος τῶν Ἁγίων
Ἦχος πλ. δ'
Ἐξέστη ἐπὶ τούτῳ ΤΟ ΑΚΟΥΤΕ
Μεγάλυνον ψυχή μου, τοὺς τῆς Παναγίας, Τριάδος τρεῖς Ποιμένας. Ἐπήρθη τῆς Τριάδος ἡ ἀρετή, καὶ τὰ πάντα τῆς δόξης ἐπλήρωσεν, ἄλλην ἡμῖν, αἴγλην ἀναλάμψασα τριλαμπῆ, ὡς ἑαυτῆς ἀπαύγασμα, τοὺς ἐπουρανίους μυσταγωγούς, δι᾿ ὧν ἐπὶ τὴν θείαν, ἐκείνης θεωρίαν, οἱ εὐσεβοῦντες ὁδηγούμεθα.Μεγάλυνον ψυχή μου, τοὺς ἐκ Τρισηλίου, Φωστῆρας τρεῖς μεγάλους. Οὐκ ἔστι δευτερεῖον ἐν τοῖς τρισί· τὰ πρεσβεῖα γὰρ ἕκαστος φέρεται, πρῶτος δοκῶν, καὶ τοὺς ὁμοτίμους ὑπερνικῶν∙ ἐξοικειοῦται μᾶλλον δέ, τὴν ἀλλήλων νίκην περιχαρῶς· οὐ χώρα γὰρ ἐνταῦθα, τῷ φθόνῳ παρρησίας, λυμαινομένῳ τὴν ὁμόνοιαν.Δόξα...Μεγάλυνον ψυχή μου, τῆς τρισυποστάτου, καὶ ἀδιαιρέτου Θεότητος τὸ κράτος. Πατέρας ἡ εὐσέβεια τοὺς αὐτῆς, πρωτοτόκους υἱοὺς ἀναδείξασα, τέκνα γεννᾷ, γνήσια καὶ ἄμωμα δι᾿ αὐτῶν, τελειούμενα Πνεύματι, τῷ ζωὴν λαλήσαντι ἐν αὐτοῖς∙ καὶ σῴζειν ἐξαιτεῖται, εἰς τέλος τὴν εἰρήνην, ἣν ἀπ᾿ αὐτῶν ἐκληρονόμησε.Καὶ νῦν... ΘεοτοκίονΜεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν, τῶν ἄνω στρατευμάτων. Υἱὸν Θεοῦ τοῦ ζῶντος ἡ τῶν σοφῶν, Διδασκάλων ἀκρότης ἐκήρυξε, τὸν σὸν Υἱόν, ἐξ ἀποκαλύψεως Πατρικῆς, οὐκ ἐκ σαρκὸς καὶ αἵματος, τοῦτο μυηθεῖσα Μῆτερ Θεοῦ∙ διὸ σε καὶ Παρθένον, διδάξασα Μητέρα, καὶ Θεοτόκον ἐμεγάλυνε.Καταβασία, Ἦχος γ' ΤΟ ΑΚΟΥΤΕΘεοτόκε ἡ ἐλπίς, πάντων τῶν Χριστιανῶν, σκέπε φρούρει φύλαττε, τοὺς ἐλπίζοντας εἰς σέ.«Ἐν νόμῳ, σκιᾷ καὶ γράμματι, τύπον κατίδωμεν οἱ πιστοί∙ πᾶν ἄρσεν τὸ τὴν μήτραν διανοῖγον, ἅγιον Θεῷ∙ διὸ πρωτότοκον Λόγον, Πατρὸς ἀνάρχου Υἱόν, πρωτοτοκούμενον Μητρί, ἀπειράνδρῳ, μεγαλύνομεν».
Ἐξαποστειλάριον
Ἦχος γ'
Ὁ οὐρανὸν τοῖς ἄστροις ΤΟ ΑΚΟΥΤΕ
Τὰ τοῦ φωτὸς δοχεῖα, τὰς φεγγοβόλους ἀστραπάς, Βασίλειον νῦν τὸν Μέγαν, Γρηγόριον Θεολόγον, Χρυσόστομον Ἰωάννην, ἀνευφημήσωμεν πάντες.
Ἐξαποστειλάριον
Ἦχος γ'
Ὁ οὐρανὸν τοῖς ἄστροις ΤΟ ΑΚΟΥΤΕ
Ἡ ἑνιαία θεότης, Πατὴρ Υἱὸς καὶ τὸ Πνεῦμα, ταῖς Βασιλείου πρεσβείαις, Γρηγορίου καὶ Ἰωάννου, καὶ τῆς ἁγνῆς Θεοτόκου, μὴ χωρισθείην σῆς δόξης.
Θεοτοκίον
Ἦχος γ'
Ὁ οὐρανὸν τοῖς ἄστροις ΤΟ ΑΚΟΥΤΕ
Χρυσοπλοκώτατε πύργε, καὶ δωδεκάτειχε πόλις, ἡλιοστάλακτε θρόνε, καθέδρα τοῦ Βασιλέως, ἀκατανόητον θαῦμα, πῶς γαλουχεῖς τὸν Δεσπότην;
Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους δ᾿ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.
Στιχηρὰ Προσόμοια
Ἦχος β᾿
Ποίοις εὐφημιῶν στέμμασι ΤΟ ΑΚΟΥΤΕ
Ποίοις εὐφημιῶν στέμμασι, στεφανώσωμεν τοὺς Διδασκάλους; Τοὺς διῃρημένους τοῖς σώμασι, καὶ συνημμένους τῷ Πνεύματι, τοὺς τῶν θεοφόρων πρωτοστάτας, Τριάδος, τοὺς ἰσαρίθμους καὶ θεράποντας, φωστῆρας, τῆς οἰκουμένης διαλάμποντας, τῆς Ἐκκλησίας τοὺς στύλους, οὓς στεφάνοις δόξης, ὡς νικήσαντας στεφανοῖ, Χριστός ὁ Θεὸς ἡμῶν, ὁ ἔχων τὸ μέγα ἔλεος.
Ἦχος β᾿
Ποίοις ὑμνῳδιῶν κάλλεσιν, ἀναδήσωμεν τοὺς θεοφόρους; τοὺς οὐρανομύστας καὶ κήρυκας, τῆς ὀρθοδοξίας ὑπάρχοντας∙ τοὺς ἀκραιφνεστάτους θεολόγους, τὸν μέγαν ἱεροφάντορα Βασίλειον, τὸν θεῖον, καὶ θεορρήμονα Γρηγόριον∙ καὶ Ἰωάννην τὸν πάνυ, τὸν χρυσοῦν τὴν γλῶτταν, οὓς ἐδόξασεν ἡ Τριάς, ἀξίως ὁ Κύριος, ὁ ἔχων τὸ μέγα ἔλεος.
Ἦχος β᾿
Ποίοις ἐγκωμιῶν ῥήμασιν, ἐπαινέσωμεν τοὺς Ἱεράρχας; τοὺς ἰσαποστόλους ἐν χάριτι, καὶ ὁμοτίμους χαρίσμασι∙ τοὺς τῆς ἀσεβείας καταλύτας, σωτῆρας, καὶ ὁδηγούς λόγῳ καὶ πράγματι. Ποιμένας, χριστομιμήτους διὰ πίστεως∙ τοὺς ἐπιγείους Ἀγγέλους βροτοὺς οὐρανίους∙ οὓς ἐτίμησεν ὁ Χριστός, τῆς δόξης ὁ Κύριος, ὁ ἔχων τὸ μέγα ἔλεος.
Ἦχος β᾿
Ποίοις εὐφημιῶν στέμμασι, καταστέψωμεν τὸν Χρυσολόγον, ἅμα Βασιλείῳ Γρηγόριον; τὰ σεπτὰ δοχεῖα τοῦ Πνεύματος, τοὺς στερροὺς τῆς πίστεως προμάχους, τούς στύλους τῆς Ἐκκλησίας, Πιστῶν στήριγμα∙ ἁπάντων, ἁμαρτανόντων παραμύθιον∙ πηγὰς βλυζούσας τὸ νᾶμα∙ ἐξ οὗ ἀρυόμενοι, ἡδυνόμεθα ταῖς ψυχαῖς, αἰτοῦντες συγχώρησιν, σφαλμάτων καὶ μέγα ἔλεος.
Δοξαστικὸν
Ἦχος β᾿
Σήμερον ὁ Χριστὸς ΤΟ ΑΚΟΥΤΕ
Σήμερον αἱ ψυχαί, τῶν γηγενῶν ὑψοῦνται ἐκ γηΐνων. Σήμερον οὐράνιοι γίνονται, τῶν Ἁγίων ἐν τῇ μνήμῃ· αἱ γὰρ πύλαι τῶν οὐρανῶν ἐπαίρονται, καὶ ἡμῖν τὰ τοῦ Δεσπότου γνωρίζονται. Οἱ λόγοι τοὺς λόγους κηρύττουσι, καὶ αἱ γλῶσσαι τὰ θαύματα μέλπουσιν∙ ἡμεῖς δέ, πρὸς τὸν Σωτῆρα βοῶμεν. Δόξα σοι Χριστῷ τῷ Θεῷ, τοῖς γὰρ Πιστοῖς εἰρήνη, διὰ τούτων ἐγεγόνει.
Θεοτοκίον
Ἦχος β᾿
Σήμερον ὁ Χριστὸς ΤΟ ΑΚΟΥΤΕ
Σήμερον ὁ Χριστός, ἐν τῷ Ναῷ προσφέρεται ὡς βρέφος. Σήμερον ὑπὸ Νόμον γίνεται, ὁ Μωσεῖ διδοὺς τὸν Νόμον, τῶν Ἀγγέλων αἱ στρατιαὶ τεθάμβηνται, ἐν ἀγκάλαις γηραιαῖς κατεχόμενον, τὸν συνέχοντα πάντα θεώμεναι∙ Συμεὼν εὐλαβείας πλησθεὶς καὶ χαρᾶς ἐβόα∙ Νῦν ἀπολύεις με Σῶτερ, ἐκ τῆς ἐπικήρου ζωῆς πρὸς τὴν ἀγήρω λῆξιν∙εἶδον γὰρ σε καὶ εὐφράνθην.
Μεγάλη Δοξολογία
Εἰς τὴν Λειτουργίαν, Τυπικά, καὶ ἐκ τῶν Κανόνων τῶν Ἁγίων, ᾨδὴ γ´ καὶ ς´.
ΚοινωνικὸνΕἰς μνημόσυνον αἰώνιον ἔσται Δίκαιος, Ἀλληλούϊα.
| TA ΜΗΝΑΙΑ | Ιανουάριος | 30 |
Jan 31
Τῌ ΛΑ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥΜνήμη τῶν Ἁγίων καὶ Θαυματουργῶν Ἀναργύρων Κύρου καὶ Ἰωάννου.
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.
Στιχηρὰ Προσόμοια τῶν Ἁγίων
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσι ΤΟ ΑΚΟΥΤΕ
Ἀθληταὶ γενναιότατοι, ἰατροὶ θεοπρόβλητοι, Κῦρε Ἰωάννη τε μεγαλώνυμοι, ὡς τῶν τυράννων ὠλέσατε, τὸ θράσος τὸ ἄθεον, τοῦ νοός μου ἐκτροπάς, τυραννούσας με θραύσατε, καὶ ἰάσασθε, τῆς ψυχῆς μου τὰ πάθη, καὶ μελλούσης, ἐκλυτρώσασθέ με δίκης, τὸν Λυτρωτὴν ἱκετεύοντες.
Ἦχος δ'
Τοῦ συνέχοντος κλύδωνος, καὶ τῆς ζάλης τῶν θλίψεων, τῆς ἐπερχομένης μοι καὶ τοῦ σώματος, τῶν ὀδυνῶν με λυτρώσασθε, κουφίζοντες Ἅγιοι, πάντα πόνον τῆς ψυχῆς, ὁρατῶς ἀοράτως τε, προσγινόμενον, ὅπως πίστει καὶ πόθῳ μακαρίζω, τὴν ὑμῶν σεπτὴν δυάδα, ὑπὲρ Τριάδος ἀθλήσασαν.
Ἦχος δ'
Ὡς ναοὶ χρηματίσαντες, τοῦ Θεοῦ ὡραιότατοι, Κῦρε Ἰωάννη τε τὸν ναὸν ὑμῶν, πηγὴν ἰάσεων δείκνυσθε, ἐν ᾧ με προστρέχοντᾳ, ἀρρωστήματος παντός, ἀπαλλάξατε Ἅγιοι, εἰρηνεύοντες, τὴν ἀθλίαν ψυχήν μου ἐπηρείαις, τοῦ ἐχθροῦ ταραττομένην, καὶ τῇ κακίᾳ δουλεύουσαν.
Δοξαστικὸν
Ἦχος πλ. δ'
Δυὰς μαρτύρων σήμερον ἀνέτειλεν ἡμῖν, τὰς ψυχικὰς ἀλγηδόνας ἡμῶν θεραπεύουσα, Κῦρος καὶ Ἰωάννης οἱ θαυματουργοί· ὁ μὲν γὰρ ἰσάγγελον ἀσπασάμενος ἅμιλλαν, τῷ μονήρει βίῳ, μέχρι τέλους ἐνδιαπρέψας, αἵματι τοῦ Μαρτυρίου οἰκειοῦται τῷ Χριστῷ, ὁ δέ, στρατιωτικοῖς ἐνδιαπρέψας καταλόγοις, ταῖς οὐρανίαις στρατολογίαις συγκαταριθμεῖται. Διὸ ἰάσεις νέμουσι τοῖς ἐν πίστει τελοῦσι τὴν μνήμην αὐτῶν, πρεσβεύοντες ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Θεοτοκίον
Ἦχος πλ. δ'
Οἱ Μάρτυρές σου Κύριε ΤΟ ΑΚΟΥΤΕ
Ἐγὼ εἰμι Πανάμωμε, δένδρον τὸ ἄκαρπον τοῦ θείου λόγου, καρπὸν σωτήριον μηδόλως φέρον, καὶ δειλιῶ τὴν ἐκκοπήν, μήπως εἰς τὸ πῦρ βληθῶ τὸ ἄσβεστον· ὅθεν δυσωπῶ σε. Τούτου ῥῦσαί με, δείξασα καρποφόρον, Ἄχραντε, τῷ Υἱῷ σου τῇ μεσιτείᾳ σου.
Σταυροθεοτοκίον
Ἦχος πλ. δ'
Οἱ Μάρτυρές σου Κύριε ΤΟ ΑΚΟΥΤΕ
Οὐ φέρω τέκνον βλέπειν σε, τὸν τὴν ἐγρήγορσιν πᾶσι διδόντα, ξύλῳ ὑπνώσαντα, ὅπως τοῖς πάλαι, ἐν παραβάσεως καρπῷ, ὕπνῳ ὀλεθρίῳ ἀφυπνώσασι, θείαν καὶ σωτήριον ἐγρήγορσιν παράσχῃς, ἡ Παρθένος ἔλεγε θρηνῳδοῦσα, ἣν μεγαλύνομεν.
Ἀπόστιχα
Δοξαστικὸν
Ἦχος β'
Ἀνατολίου
Δεῦτε τῶν Πιστῶν ὁ σύλλογος σήμερον, ὕμνοις στέψωμεν, Κῦρον σὺν τῷ Ἰωάννῃ, τοὺς ἀροτῆρας τῆς χάριτος, καὶ δοτῆρας τῶν αἰτούντων ἀφθονωτάτους· ποικιλοτρόπως γὰρ πᾶσιν, ἀνεδείχθησαν ἰατροὶ παμφαεῖς· ὅθεν καὶ πρεσβεύουσιν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Θεοτοκίον
Ἦχος β'
Ὅτε, ἐκ τοῦ ξύλου σε ΤΟ ΑΚΟΥΤΕ
Σκέπη, καὶ ἀντίληψις ἡμῶν, τῶν Χριστιανῶν σὺ ὑπάρχεις, καὶ προσφυγὴ κραταιά, Μήτηρ τοῦ Θεοῦ ἡμῶν, ἀλλὰ καὶ νῦν ὡς ἀεί, τῇ ἀγρύπνῳ δεήσει σου, μὴ παύσῃ πρεσβεύειν, σῴζεσθαι τοὺς δούλους σου ἐκ περιστάσεως, πάσης· σὲ γὰρ ἔχομεν σκέπην, θείαν μετὰ τὸν Θεὸν πάντες, οἱ Χριστιανοὶ καὶ καταφύγιον.
Σταυροθεοτοκίον
Ἦχος β'
Ὅτε, ἐκ τοῦ ξύλου σε ΤΟ ΑΚΟΥΤΕ
Βότρυν, τὸν παμπέπειρον Ἁγνή, ὃν ἀγεωργήτως ἐν μήτρᾳ ἐκυοφόρησας, ξύλῳ ὡς ἑώρακας, τοῦτον κρεμάμενον, θρηνῳδοῦσα ὠλόλυζες, καὶ ἔκραζες. Τέκνον, γλεῦκος ἐναπόσταξον, δι᾿ οὗ ἡ μέθη ἀρθῇ, πᾶσα τῶν παθῶν εὐεργέτα, δι᾿ ἐμοῦ τῆς σὲ τετοκυίας, σοῦ τὴν εὐσπλαγχνίαν ἐνδεικνύμενος.
Ἀπολυτίκιον
Ἦχος πλ. α'
Τὰ θαύματα τῶν Ἁγίων σου Μαρτύρων, τεῖχος ἀκαταμάχητον ἡμῖν δωρησάμενος, Χριστὲ ὁ Θεός, ταῖς αὐτῶν ἱκεσίαις, βουλὰς Ἐθνῶν διασκέδασον, τῆς Βασιλείας τὰ σκῆπτρα κραταίωσον, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Κανών α', ᾨδὴ α', τῶν Ἁγίων
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θαλάσσης τὸ ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν, ὁ παλαιὸς πεζεύσας Ἰσραήλ, σταυροτύποις Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν τῇ ἐρήμῳ ἐτροπώσατο».Τὸ κῦρος κατὰ τῆς πλάνης εἴληφας, Κῦρε μακάριε συναθλητὴν τῶν πόνων ἐσχηκώς, Ἰωάννην τὸν ἔνδοξον· διὸ τρυφῆς τῆς κρείττονος, ἐν οὐρανοῖς συναπολαύετε.Στρατείαν πνευματικὴν ζωσάμενος, Κῦρε πανέντιμε, τὴν ἐπὶ γῆς στρατείαν τε λιπών, Ἰωάννη πανεύφημε, κατὰ Δαιμόνων ἤρασθε, παρὰ Χριστοῦ τὰ νικητήρια.Τῆς Θέκλης τὴν ἀρετὴν ζηλώσασαι, γυναῖκες ἔνθεοι, παρθενικὴν ἰσάγγελον στολήν, εὐσεβῶς ἠμφιάσαντο, μαρτυρικῷ δὲ ἔρωτι, πρὸς τοὺς ἀγῶνας ἀπεδύσαντο.ΘεοτοκίονἘκ σοῦ κεχαριτωμένη Πάναγνε, ἡμῖν ἀνέτειλε, δικαιοσύνης Ἥλιος Χριστός, καὶ φωτὶ κατελάμπρυνε, τοὺς καθημένους πρότερον, ἐν τοῖς τοῦ σκότους ὀχυρώμασιν.
Κανών α', ᾨδὴ γ', τῶν Ἁγίων
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα. Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα».Σαρκίῳ τῷ ἀσθενεῖ, δυναμουμένῳ τοῖς Χριστοῦ πάθεσιν, οἱ εὐκλεεῖς Μάρτυρες, τὸν ἀνθρωποκτόνον κατέβαλον.Τῶν πόνων σωματικῶς, τῆς ἀκηράτου δὲ τρυφῆς πνεύματι, οἱ τοῦ Χριστοῦ Μάρτυρες, ἀντιλαβανόμενοι ἔχαιρον.Ἐρρώσθη τὸ ἀσθενές, τῆς γυναικείας τῷ Σταυρῷ φύσεως, τὸν δυσμενῆ δράκοντα· ὅθεν ἀνδρικῶς ἐτροπώσαντο.ΘεοτοκίονΣὺ μόνη τοῖς ἐπὶ γῆς, τῶν ὑπὲρ φύσιν ἀγαθῶν πρόξενος, Μήτηρ Θεοῦ γέγονας· ὅθεν σοι τὸ Χαῖρε κραυγάζομεν.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα. Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα».
Κάθισμα
Ἦχος δ᾿
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ΤΟ ΑΚΟΥΤΕ
Τὰς χαμαιζήλους ἡδονὰς συμπατοῦντες, πρὸς μαρτυρίου Ἀθληταὶ θεῖον ὕψος, περιφανῶς ἐπήρθητε ἐν χάριτι, Κῦρε Ἰωάννη τε, οἰκουμένης φωστῆρες· ὅθεν ἱκετεύομεν, σκοτασμοῦ ἁμαρτίας, καὶ νοσημάτων ῥύσασθαι ἡμᾶς, τὸν ἐπὶ πάντων Θεὸν ἱκετεύοντες.ΘεοτοκίονΜετὰ Θεὸν ἐπὶ τὴν σὴν Θεοτόκε, προσπεφευγὼς ὁ ταπεινὸς σκέπην θείαν, παρακαλῶ δεόμενος. Ἐλέησον Ἁγνή, ὅτι ὑπερῆράν μου, κεφαλὴν ἁμαρτίαι, καὶ πτοοῦμαι Δέσποινα, τὰς κολάσεις καὶ φρίττω, ἱκετηρίαν ποίησον σεμνή, πρὸς τὸν Υἱόν σου, ἐκ τούτων ῥυσθῆναί με.Ἢ ΣταυροθεοτοκίονΤὸν ἐξ ἀνάρχου τοῦ Πατρὸς γεννηθέντα, ἡ ἐπ᾿ ἐσχάτων σε σαρκὶ τετοκυῖα, ἐπὶ Σταυροῦ κρεμάμενον ὁρῶσά σε Χριστέ, Οἴμοι! ποθεινότατε Ἰησοῦ ἀνεβόα, πῶς ὁ δοξαζόμενος, ὡς Θεὸς ὑπ᾿ Ἀγγέλων, ὑπὸ ἀνόμων νῦν βροτῶν Υἱέ, θέλων σταυροῦσαι; Ὑμνῶ σε Μακρόθυμε.
Κανών α', ᾨδὴ δ', τῶν Ἁγίων
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐπαρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία, ἐπὶ Σταυροῦ τὸν Ἥλιον τῆς δικαιοσύνης, ἔστη ἐν τῇ τάξει αὐτῆς, εἰκότως κραυγάζουσα· Δόξα τῇ δυνάμει σου Κύριε».Ἡ ἀνέσπερος τῆς χάριτος φωταυγία, τοῦ δυσμενοῦς κατέλυσε, φιλέσπερον πλάνην, ταύτης πολεμήτορας, φωστῆρας ἐκλάμποντας, Κῦρον Ἰωάννην τε δείξασα.Κατεθέλχησαν τῷ ἔρωτι τῆς Τριάδος, καὶ ὑπ᾿ αὐτῆς οἱ Μάρτυρες σφοδρῶς ἐρρωσθέντες, Κῦρος Ἰωάννης τε, ἑνώσει τῇ κρείττονι, ὄργανα Θεοῦ ἀνεδείχθησαν.Ὡς σεπτὸν ὑμῶν τὸ τέμενος θεραπεῖον, τῶν πονηρῶν πνευμάτων ἀπελαύνει τὴν λώβην, πᾶσί τε τοῖς κάμνουσιν, ἀήττητοι Μάρτυρες, χάριν ἀλεξίκακον δίδωσιν.ΘεοτοκίονἈπειρογάμως ἐκύησας ὦ Παρθένε, καὶ μετὰ τόκον ὤφθης παρθενεύουσα πάλιν· ὅθεν ἀσιγήτοις φωναῖς, τὸ Χαῖρέ σοι Δέσποινα, πίστει ἀδιστάκτῳ κραυγάζομεν.
Κανών α', ᾨδὴ ε', τῶν Ἁγίων
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σὺ Κύριέ μου φῶς, εἰς τὸν κόσμον ἐλήλυθας, φῶς ἅγιον ἐπιστρέφον, ἐκ ζοφώδους ἀγνοίας, τοὺς πίστει ἀνυμνοῦντάς σε».Σὲ Σῶτερ ἡ δυὰς τῶν Μαρτύρων ἐπόθησε, σὺ Ἅγιε ἐν Ἁγίοις, Κύρῳ καὶ Ἰωάννῃ, ἀξίως ἀναπέπαυσαι.Σὸν ἔργον Ἀγαθέ, τοῦ ἐχθροῦ ἡ καθαίρεσις, σὺ Μάρτυρας εὐσεβείας, τῷ Σταυρῷ ἀπειργάσω, καὶ δόξῃ ἐστεφάνωσας.Σὲ μόνον ἀγαπᾶν, ἀπτοήτῳ φρονήματι, ἀλείψαντες τὰς Παρθένους, Ἰωάννης καὶ Κῦρος, ἀνδρείας ἀπειργάσαντο.ΘεοτοκίονΣὲ ὅπλον ἀρραγές, κατ᾿ ἐχθρῶν προβαλλόμεθα, σὲ ἄγκυραν καὶ ἐλπίδα, τῆς ἡμῶν σωτηρίας, Θεόνυμφε κεκτήμεθα.
Κανών α', ᾨδὴ ς', τῶν Ἁγίων
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι᾿ οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι».Θύεσθαι, ὑπὲρ Χριστοῦ οἱ Μάρτυρες εἵλοντο, ἤπερ ἀλάστορι θύειν, πονηρόν τε τύραννον ἀνθαιρεῖσθαι, τοῦ δι οἶκτον, ὑπὲρ ἡμῶν τυθέντος ὡς πρόβατον.Ἤλγησαν, οἱ ἀφειδῶς τοὺς Μάρτυρας ξέοντες, τοῖς ξεομένοις δὲ βέλη, αἱ πληγαὶ νηπίων ἀπετελοῦντο, παραδόξως· ἐνευροῦντο τῷ θείῳ γὰρ Πνεύματι.Κύριον, καὶ Βασιλέα πάσης τῆς κτίσεως, σὲ ὡμολόγησε πίστει, δυὰς ἡ ὁμόφρων καὶ εὐαθλήτως τοῖς ἀνόμοις, ἀντικατέστη μέχρι καὶ αἵματος.Θανάτῳ, τὴν ἀθανασίαν εὔκλειαν ἤραντο, Ἀθανασία ἡ Μάρτυς, σὺν τῇ Εὐδοξίᾳ καὶ Θεοδότῃ, καὶ τῇ θείᾳ, Θεοκτίστῃ τοῖς ταύτης βλαστήμασι.ΘεοτοκίονΚατάρας, τῆς προμήτορος Εὔας τῷ τόκῳ σου, ἐλευθερούμεθα· σὺ γάρ, τὸν Χριστὸν τεκοῦσα Παρθενομῆτορ, ἀντὶ ταύτης, τὴν εὐλογίαν πᾶσιν ἐπήγασας.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι᾿ οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι».
Κοντάκιον
Ἦχος γ'
Ἡ Παρθένος σήμερον ΤΟ ΑΚΟΥΤΕ
Ἐκ τῆς θείας χάριτος, τὴν δωρεὰν τῶν θαυμάτων, εἰληφότες Ἅγιοι, θαυματουργεῖτε ἀπαύστως, ἅπαντα ἡμῶν τὰ πάθη, τῇ χειρουργίᾳ, τέμνοντες τῇ ἀοράτῳ, Κῦρε θεόφρον, σὺν τῷ θείῳ Ἰωάννῃ· ὑμεῖς γὰρ θεῖοι ἰατροὶ ὑπάρχετε.
Ὁ Οἶκος
Ἑαυτοὺς τῷ Θεῷ ἀναθέμενοι Ἅγιοι, πᾶσαν πεῖραν δεινῶν δι᾿ αὐτὸν ὑπεμείνατε, θανόντες προθύμως Μάρτυρες γενναῖοι, καὶ μετὰ τέλος, πᾶσι πηγάζετε τὰ θεῖα χαρίσματα, τοῖς ἐν ποικίλαις νόσοις ὑπάρχουσι, καὶ ὑπὸ πολλῶν ἐταζομένοις κακῶν, ὧν εἷς καὶ πρῶτος εἰμὶ ἐγὼ ὁ τάλας· τὸ σῶμα γὰρ καὶ τὴν ψυχὴν ὑπὸ τραυμάτων χαλεπῶν ὀδυνῶμαι, καὶ πίστει ὑμῖν βοῶ, ἰάσασθέ με· ὑμεῖς γὰρ θεῖοι ἰατροὶ ὑπάρχετε.
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΛΑ´ τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων καὶ Θαυματουργῶν Ἀναργύρων Κύρου καὶ Ἰωάννου, καὶ τῆς Ἁγίας Μάρτυρος Ἀθανασίας καὶ τῶν τριῶν αὐτῆς θυγατέρων καὶ παρθένων, Θεοδότης, Θεοκτίστης καὶ Εὐδοξίας.ΣτίχοιΚύρῳ συναθλῶν Ἰωάννης πρὸς ξίφος,Συνθαυματουργεῖ καὶ μετὰ ξίφος Κύρῳ.Μήτηρ ἀρίστη, καὶ τριὰς θυγατέρων,Πόθῳ Πατρὸς θνῄσκουσι τοῦ πάντων ξίφει.Κῦρον Ἰωάννην τε τάμον πρώτῃ τριακοστῇ.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Οὐϊκτωρίνου, Οὐΐκτωρος, Νικηφόρου, Κλαυδίου, Διοδώρου, Σαραπίνου καὶ Παπία τῶν ἐν Κορίνθῳ.ΣτίχοιὍλμῳ μέλη τρεῖς συντριβέντες γεννάδαι,Ὤφθησαν οἱ τρεῖς σώματος Χριστοῦ μέλη.Καλὴν ἀπαρχὴν Κλαύδιος τῷ Κυρίῳ,Ἐκ σώματος δίδωσι χεῖρας καὶ πόδας.Ἐν τῇ καμίνῳ καὶ τὸ τοῦ πόνου στέφος.Εἴσελθε Διόδωρε Μάρτυς, καὶ στέφου.Εἰ τοῦ ξίφους στέρξω σὲ τῷ φόβῳ βίε,Καὶ πῶς Θεὸς στέρξει με τὸν Σαραπῖνον.Λοῦσαι θαλάσσης πικρὰ λουτρὰ Παπία,Καὶ τοῦ γλυκασμοῦ τῆς ἄνω τρυφῆς τύχης.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Τρυφαίνης.ΣτίχοιΤαῦρος Τρύφαινα σοῦ τρυφᾷ τὸ σαρκίον,Καὶ πρὸς τρυφὰς πέμπει σε τὰς ἀκηράτους.Ταῖς αὐτῶν Ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Κανών α', ᾨδὴ ζ', τῶν Ἁγίων
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐν τῇ καμίνῳ Ἀβραμιαῖοι Παῖδες τῇ Περσικῇ, πόθῳ εὐσεβείας μᾶλλον ἢ τῇ φλογί, πυρπολούμενοι ἐκραύγαζον· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε».Ταλαντεύσαντες ὡς ἐν ῥοπῇ ζυγοῦ τὸ φρόνημα, βάρει τῆς ἀχράντου δόξης οἱ Ἀθληταί, ἀνυψούμενοι ἐκραύγαζον· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε.Οὐκ ἀγνοοῦντες, τοῦ ἀντιπάλου τὰ νοήματα, πᾶσαν αἰκισμῶν ἰδέαν καὶ θωπειῶν, ἀποπτύσαντες οἱ Μάρτυρες· Εὐλογημένος εἶ, ἀνεβόων τῆς δόξης ὁ Κύριος.Τῇ καρτερίᾳ, τῶν ἀλγηδόνων στεφανούμενοι, Κῦρος, Ἰωάννης ὄντως οἱ λατρευταί, τῆς Τριάδος ἀνεκραύγαζον· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε.ΘεοτοκίονΤὸ τοῦ Ὑψίστου, ἡγιασμένον θεῖον σκήνωμα, χαῖρε· διὰ σοῦ γὰρ δέδοται ἡ χαρά, Θεοτόκε τοῖς κραυγάζουσιν· Εὐλογημένη σύ, ἐν γυναιξὶν ὑπάρχεις Πανάμωμε.
Κανών α', ᾨδὴ η', τῶν Ἁγίων
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον».Πρὸς ἄρνησιν μὲν οἱ ἀσεβεῖς, τοῦ φύσει ὄντος Θεοῦ, ἐξεκαλοῦντο δεινῶς, ἀλλ᾿ οἱ ἀήττητοι Μάρτυρες, διὰ κτίσεως ὑπέφαινον, τὸν τοῦ παντὸς Δημιουργὸν ὄντα κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.Λυσσῶντες τῇ πλάνῃ ἐμφανῶς, οἱ τὰ ἐπίγεια, φρονοῦντες Τύραννοι, τοὺς τὸ πολίτευμα ἔχοντας, ἐν ὑψίστοις ἀκατάλυτον, διὰ θανάτου πρὸς ζωὴν ὤθουν κραυγάζοντας· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.Λείψανα Μαρτύρων ἀστραπάς, θαυμάτων ἔφαναν, τῇ οἰκουμένῃ Χριστέ, τοῦ κακοδαίμονος φάσματος, τὴν ἀπάτην θριαμβεύοντα, τοῖς δὲ βοῶσιν εὐπρεπῶς, ἰάσεις νέμοντα· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.ΘεοτοκίονἈμήτωρ ὁ Λόγος ἐκ Πατρός, ὑπάρχων πρότερον, ἀπάτωρ γέγονεν, ἐκ σοῦ τὸ δεύτερον Πάναγνε, σαρκωθεὶς ὁ πρὶν ἀσώματος, δι᾿ εὐσπλαγχνίαν βουληθείς, σῶσαι τούς ψάλλοντας· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον».
Κανών α', ᾨδὴ θ', τῶν Ἁγίων
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας, τὰς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν».Ὑπήκοος μέχρι θανάτου, ἡ ξυνωρὶς τῶν ἀηττήτων, ὤφθη Ἰωάννου καὶ Κύρου, τοῖς τοῦ Δεσπότου θείοις προστάγμασι· διὸ χερσὶ τοῦ Κτίσαντος, τὰς ἑαυτῶν ψυχὰς παρέθεντο.Φωστῆρες ἐκλάμπουσι δύω, τὰς τῶν θαυμάτων λαμπηδόνας, κρήνης ἐκ μιᾶς φωτοφόρου, τοῖς ἀσθενοῦσιν ἀπαρυόμενοι, τῆς ἀκηράτου χάριτος, οὓς ἐπαξίως μεγαλύνομεν.ΤριαδικὸνΜονάδα μὲν θείας οὐσίας, ἀλλ᾿ ὑποστάσεων Τριάδα, ἡ τῶν ἀηττήτων Μαρτύρων, δυὰς ἀνδρείως ἐθεολόγησε, τὸν σαρκωθέντα Λόγον δὲ ἕνα Χριστὸν ἐν δύω φύσεσι.ΘεοτοκίονΦεῖσαί μου Χριστὲ ὅταν ἔλθῃς, κρῖναι τὸν κόσμον μετὰ δόξης· λῦσον τὴν ἀχλὺν τῶν παθῶν μου, ταῖς ἱκεσίαις τῆς κυησάσης σε, καὶ τῶν σεπτῶν Μαρτύρων σου, ὡς ἀγαθὸς καὶ πολυέλεος.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας, τὰς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν».
Ἐξαποστειλάριον
Ἦχος β'
Τοῖς Μαθηταῖς ΤΟ ΑΚΟΥΤΕ
Τῶν Ἀναργύρων ἔξαρχοι, καὶ ἀστέρες οἱ θεῖοι, τῆς οἰκουμένης ὤφθητε, Μάρτυρες θεοφόροι ὡς πρόμαχοι ἀληθείας· ἐκ Θεοῦ γὰρ λαβόντες, τὸ συμπαθὲς πανεύφημοι, μυστικῶς χειρουργεῖτε, πάθη ψυχῶν, καὶ σωμάτων· ὅθεν τὴν φωτοφόρον, μνήμην ἡμῶν γεραίρομεν, Κῦρε καὶ Ἰωάννη.
Ἐξαποστειλάριον
Ἦχος γ'
Ὁ οὐρανὸν τοῖς ἄστροις ΤΟ ΑΚΟΥΤΕ
Θαυματουργοὶ φωστῆρες, Κῦρε σὺν τῷ Ἰωάννῃ, τὰς ψυχικὰς ἡμῶν νόσους, καὶ τῶν σωμάτων ἰᾶσθε, παρὰ Κυρίου λαβόντες, τὴν χάριν τῶν ἰαμάτων.
Θεοτοκίον
Ἦχος β'
Ὁ οὐρανὸν τοῖς ἄστροις ΤΟ ΑΚΟΥΤΕ
Σὲ προστασίαν πάντες, ἔχομεν οἱ ἁμαρτωλοί, πανύμνητε Θεοτόκε, σὺ εὐδιάλλακτον ἡμῖν, ἀπέργασαι τὸν Υἱόν σου, Θεοχαρίτωτε Κόρη.
Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους δ᾿ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.
Στιχηρὰ Προσόμοια
Ἦχος δ᾿
Ὡς γενναῖον ἐν Μάρτυσι ΤΟ ΑΚΟΥΤΕ
Τὴν δυάδα τιμήσωμεν, τῶν Μαρτύρων ἐν ᾄσμασι, τῆς Τριάδος ἔχουσαν τὴν λαμπρότητα, τοὺς θεμελίους τῆς Πίστεως, τὰ ἄνθη τὰ πνέοντα, τὴν ὀσμὴν τὴν ἀληθῆ, τῆς Θεοῦ ἐπιγνώσεως, Κῦρον ἅπαντες, καὶ σὺν τούτῳ τὸν μέγαν Ἰωάννην, ὡς πρεσβεύοντας ἀπαύστως, ὑπὲρ ἡμῶν τὸν Φιλάνθρωπον. (Δίς)
Ἦχος δ᾿
Ἰατροὶ ἀνεδείχθητε, ἀσθενούντων Μακάριοι, καὶ φωστῆρες ἄδυτοι διὰ Πίστεως, ὁμολογίας συνήγοροι, Μαρτύρων συμμέτοχοι, τοὺς στεφάνους ἀληθῶς, τοὺς τῆς νίκης δεξάμενοι, Κῦρε ἔνδοξε, καὶ σοφὲ Ἰωάννη ἀσιγήτως, δυσωπεῖτε τὸν Σωτῆρα, ὑπὲρ ἡμῶν Παμμακάριστοι.
Ἦχος δ᾿
Συγχορεύουσι σήμερον, αἱ Χριστοῦ καλλιπάρθενοι, τοῖς δυσὶ θεόφροσι θείοις Μάρτυσι, καὶ τῆς αὐτῶν ὡς μετέχουσαι, δόξης καὶ λαμπρότητος, τὸν κρατύναντα αὐτάς, σὺν αὐτοῖς μεγαλύνουσι, καὶ πρεσβεύουσιν, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην αὐτῶν.
Δοξαστικὸν
Ἦχος δ᾿
Ἀξιεπαίνοις ᾄσμασι, πιστοὶ μεγαλύνωμεν, Κῦρον καὶ Ἰωάννην, τοὺς ἐν πνεύματι ὁμαίμονας, καὶ κατὰ σάρκα ἀδελφόφρονας, σὺν αὐτοῖς καὶ τὴν γενναίαν Ἀθανασίαν ἐγκωμιάζοντες, καὶ τὰ βλαστήματα αὐτῆς, Θεοδότην Εὐδοξίαν καὶ Θεοκτίστην, τὰς ἀθληφόρους καὶ καλλιπαρθένους, αἰτοῦντας Χριστόν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Θεοτοκίον
Ἦχος δ᾿
Ὁ ἐξ ὑψίστου κληθεὶς ΤΟ ΑΚΟΥΤΕ
Οὐκ ἀποκρύπτω ὁ τάλας τὰ δεινά μου, ὅτι πάντα κέκτημαι, ἅπερ μισεῖ ὁ Θεός, σάρκα μολύνας καὶ πνεῦμά μου, καὶ νοῦν ἐννοίαις, τοῖς ἀθεμίτοις ἔργοις καὶ λόγοις αἰσχροῖς, γλώσσῃ κατακρίνων τε τοὺς ἁμαρτάνοντας, αὐτὸς τὰ χείρω ἐργάζομαι, Θεογεννῆτορ, τούτων μοι δίδου πάντων διόρθωσιν, ἵνα ἐκνήψας τῆς κακίστης μου, συνηθείας προσπέσω καὶ κλαύσωμαι, ἃ δεινὰ εἰργασάμην, τῆς ζωῆς μου τὸ ὑπόλοιπον.
Σταυροθεοτοκίον
Ἦχος δ᾿
Ὁ ἐξ ὑψίστου κληθεὶς ΤΟ ΑΚΟΥΤΕ
Μὴ ἐποδύρου μου Μῆτερ καθορῶσα, ἐν ξύλῳ κρεμάμενον, τὸν σὸν Υἱὸν καὶ Θεόν, τὸν ἐφ᾿ ὑδάτων κρεμάσαντα, τὴν γῆν ἀσχέτως, καὶ πᾶσαν κτίσιν δημιουργήσαντα· καὶ γὰρ ἀναστήσομαι, καὶ δοξασθήσομαι, καὶ τὰ τοῦ, ᾍδου βασίλεια, συντρίψω σθένει, καὶ ἀφανίσω τούτου τὴν δύναμιν, καὶ τοὺς δεσμίους ἐκλυτρώσομαι, τῆς αὐτοῦ κακουργίας, ὡς εὔσπλαγχνος, καὶ Πατρὶ τῷ ἰδίῳ, προσαγάγω ὡς φιλάνθρωπος.
Μεγάλη Δοξολογία
Εἰς τὴν Λειτουργίαν, Τυπικά, καὶ ἐκ τοῦ Κανόνος, ᾨδὴ γ′ καὶ ς′.
| TA ΜΗΝΑΙΑ | Ιανουάριος | 31 |
Feb 01
Τῌ Α' ΤΟΥ ΜΗΝΟΣ ΦΕΒΡΟΥΑΡΙΟΥΤὰ προεόρτια τῆς Ὑπαπαντῆς τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ ΧριστοῦΜνήμη τοῦ Ἁγίου Μάρτυρος Τρύφωνος.
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν τὰ ἐφεξῆς Προσόμοια, Στιχηρά.
Στιχηρὰ τῶν προεορτίων
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσιν ΤΟ ΑΚΟΥΤΕ
Ἡ σεπτὴ εὐτρεπίζεται, Ἐκκλησία εἰσδέξασθαι, ἐν αὐτῇ τὸν Κύριον, ὥσπερ νήπιον, ἐπιδημοῦντα καὶ χάρισι, νοητῶς φαιδρύνοντα, τὸ πιστότατον αὐτῆς, καὶ φιλόθεον σύστημα, ᾦ καὶ κέκραγε. Σὺ εἶ δόξα καὶ κλέος καὶ ὁ κόσμος, τοῦ πληρώματός μου Λόγε, ὁ νηπιάσας σαρκὶ δι' ἐμέ.
Ἦχος δ'
Ἡ παστὰς ἡ πολύφωτος, καὶ σκηνὴ ἡ ὑπέρτιμος, καὶ ναὸς ὁ Ἅγιος καὶ εὐρύχωρος, ἔνδον θαλάμων εἰσάγουσα, τοῦ Ναοῦ τὸν Κύριον, προμνηστεύεται αὐτόν, τῇ σεπτῇ Ἐκκλησίᾳ αὐτοῦ, ἱκετεύουσα, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς κυρίως Θεοτόκον, ταύτην ἀπαύστως δοξάζοντας.
Ἦχος δ'
Συμεὼν ἱερώτατε, τὴν ἐλπίδα ἣν κέκτησαι, τὸν Χριστὸν θεάσασθαι, δεῦρο πρόσελθε, ἐν τῷ ναῷ ὑπόδεξαι, ἀγκάλαις καὶ βόησον. Νῦν ἀπόλυσον Σωτήρ, ἐκ τῆς γῆς με τὸν δοῦλόν σου, καὶ συγκάλεσον, τὴν Προφήτιδα Ἄνναν τοῦ δοξάσαι, μετὰ σοῦ τὸν Εὐεργέτην, σαρκὶ φρικτῶς νηπιάζοντα.
Στιχηρὰ τοῦ Μάρτυρος
Ἦχος α'
Πανεύφημοι Μάρτυρες ΤΟ ΑΚΟΥΤΕ
Τρύφων παναοίδιμε τρυφῆς, ἀκηράτου μέτοχος, ἐν οὐρανοῖς ἐχρημάτισας, διαφανέστατα, γενικοὺς ἀγῶνας, διαθλήσας ἔνδοξε, καὶ μάρτυς ἀληθείας γενόμενος, Χριστόν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Ἦχος α'
Τρύφων παναοίδιμε φωτός, ἀοιδίου λάμψεσι, φωτοειδὴς ὅλος γέγονας, καταστρεψάμενος, τὴν ζοφώδη πλάνην, καὶ τοὺς κοσμοκράτορας, τοῦ σκότους καθελὼν θείᾳ χάριτι· διὸ ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Ἦχος α'
Τρύφων παμμακάριστε χαρᾶς, καὶ ἀγαλλιάσεως, ἀγγελικῆς κατηξίωσαι, ἀπαρνησάμενος, τὰ τερπνὰ τοῦ βίου, καὶ ψυχῆς στερρότητι, τὰ πάντα παρ' οὐδὲν ἡγησάμενος, καὶ καρτερώτατα, διανύσας τὸ Μαρτύριον, νῦν πρεσβεύεις, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δοξαστικὸν
Ἦχος β'
Κυπριανοῦ
Ὑπερφρονήσας τῶν τῇδε γεηρῶν, Παμμάκαρ Τρύφων σεβάσμιε, πρὸς τὸ σκάμμα ἀνδρείως ἔσπευσας, καὶ τῇ πάλῃ δι' αἵματος, σὺ ἐντέχνως Μάρτυς τὸν ὑπερήφανον καθελών, ἐκομίσω τῆς νίκης στέφος, Χριστὸν τὸν Θεὸν ἡμῶν, ἐκλιπαρὼν δι' ἡμᾶς μὴ ἐλλίπης Ἀθλοφόρε, εἰς τὸ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Προεόρτιον
Ἦχος β'
Σήμερον Συμεὼν ἐν ταῖς ἀγκάλαις, τὸν Κύριον τῆς δόξης ὑποδέχεται, ὃν ὑπὸ τὸν γνόφον πρώην ὁ Μωϋσῆς ἐθεάσατο, ἐν τῷ ὄρει τῷ Σινᾶ, πλάκας δόντα αὐτῷ. Οὗτός ἐστιν, ὁ ἐν τοῖς Προφήταις λαλῶν, καὶ τοῦ νόμου Ποιητής· οὗτός ἐστιν ὃν ὁ Δαυῒδ καταγγέλλει, ὁ τοῖς πᾶσι φοβερός, ὁ ἔχων τὸ μέγα καὶ πλούσιον ἔλεος.
Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια Προεόρτια.Ἦχος πλ. β' Τὴν Ἀνάστασίν σου ΤΟ ΑΚΟΥΤΕΣέλας τὸ τρισήλιον ἐμφανῶς, λάμψαν ἐκ Παρθένου καινοπρεπῶς, ἀστραπαῖς τῆς ὑπερφώτου Θεότητος, ἐφαίδρυνε τὴν σύμπασαν ἀρρήτως.Στίχ. Νῦν ἀπολύεις τὸν δοῦλόν σου Δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ Κύριε, ὅτι εἶδον οἱ ὀφθαλμοί μου, τὸ σωτήριόν σου,Τὴν ἐκ παραβάσεως τοῦ Ἀδάμ, πτῶσιν ἐνυπάρξασαν τοῖς βροτοῖς, Χριστὸς ἐπανορθώσων ἐπέφανεν, ἀτρέπτως νηπιάσας ἐκ Παρθένου.Στίχ. Φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ.Νόμον τὸν ἐν Γράμματι ἐκπληρῶν, ὁ τοῦ νόμου Κύριος καὶ δοτήρ, ἐν ναῷ τῷ νομικῷ νῦν προσάγεται, ὑπὸ Μητρὸς Παρθένου βρέφος θεῖον.
Θεοτοκίον
Ἦχος β'
Τὸν ἱερὸν ἡ ἱερὰ Παρθένος προσεκόμισεν, ἐν ἱερῷ τῷ ἱερεῖ, ἁπλώσας δὲ ἀγκάλας ὁ Συμεών, ἐδέξατο τοῦτον ἀγαλλόμενος, καὶ ἐβόησε· Νῦν ἀπολύεις τὸν δοῦλόν σου Δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ Κύριε.
Ἀπολυτίκιον τοῦ Μάρτυρος
Ἦχος δ' ΤΟ ΑΚΟΥΤΕ
Ὁ Μάρτυς σου Κύριε ἐν τῇ ἀθλήσει αὐτοῦ, τὸ στέφος ἐκομίσατο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· ἔχων γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλεν, ἔθραυσε καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση. Αὐτοῦ ταῖς ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.
Προεόρτιον
Ἦχος α'
Χορὸς Ἀγγελικὸς ΤΟ ΑΚΟΥΤΕ
Οὐράνιος χορός, οὐρανίων ἁψίδων, προκύψας ἐπὶ γῆς, καὶ φερόμενον βλέπων, ὡς βρέφος ὑπομάζιον, πρὸς ναὸν τὸν πρωτότοκον, πάσης κτίσεως, ὑπὸ Μητρὸς ἀπειράνδρου, προεόρτιον, νῦν σὺν ἡμῖν μελῳδοῦσι, φρικτῶς ἐξιστάμενοι.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα
Ἦχος α'
Χορὸς Ἀγγελικὸς ΤΟ ΑΚΟΥΤΕ
Ὁ ὢν σὺν τῷ Πατρί, ἐπὶ θρόνου ἁγίου, ἐλθὼν ἐπὶ τῆς γῆς, ἐκ Παρθένου ἐτέχθη, καὶ βρέφος ἐγένετο, χρόνοις ὢν ἀπερίγραπτος, ὃν δεξάμενος, ὁ Συμεὼν ἐν ἀγκάλαις, χαίρων ἔλεγε· Νῦν ἀπολύεις οἰκτίρμον, εὐφράνας τὸν δοῦλόν σου.Δόξα... Καὶ νῦν... τὸ αὐτὸ
Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα
Ἦχος δ'
Ταχὺ προκατάλαβε ΤΟ ΑΚΟΥΤΕ
Σαρκὶ νηπιάσαντα ἐξ ἀπειράνδρου Μητρός, χερσὶ γηραλέαις σου, ἀγκαλισθεὶς Συμεών, Χριστὸν τὸν Θεὸν ἡμῶν, ἔλαβες τῆς ἐξόδου, τὴν ἀπόφασιν δόξῃ, εἴληφας τῶν θαυμάτων, τὴν ἀέναον χάριν· διὸ σε ἀξιοχρέως πάντες δοξάζομεν.Δόξα... Καὶ νῦν... τὸ αὐτὸ
Κανών α', ᾨδὴ α', Προεόρτιος
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«ᾌσομαὶ σοὶ Κύριε ὁ Θεός μου, ὅτι ὡδήγησας λαόν, ἐν μέσῳ τῆς θαλάσσης, ἐκάλυψας δὲ ἅρματα Φαραὼ καὶ τὴν δύναμιν».ᾌσομαί σοι Κύριε ὁ Θεός μου, τῷ νηπιάσαντι σαρκί, καὶ νόμῳ ὑπακούσαντι, καὶ σώσαντι τὸν ἄνθρωπον, δι' ὃν γέγονας ἄνθρωπος.Ἀγκάλαις δεξάμενος ὁ Πρεσβύτης, τὸν ζωοδότην καὶ Θεόν, τῆς ζωῆς ἀπελύετο βοῶν· Νῦν ἀπολύεις με· κατεῖδον γὰρ σε σήμερον.Τοῖς νόμοις τῆς φύσεως ὑπακούεις, καὶ τοῦ Γράμματος θεσμοῖς, κατὰ νόμον ὑπείκεις Χριστέ, ὁ πρὶν ὑπαγορεύσας μοι τὸν νόμον, ἐν τῷ ὄρει Σινᾷ.Θεοτοκίονᾌσομαί σοι Κύριε ὁ Θεός μου, ὅτι ἐτέχθης ἐκ Μητρός, Παρθένου ἁγίας, καὶ ταύτην ἀνέδειξας, ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Ὁ Κανὼν τοῦ Μάρτυρος, φέρων Ἀκροστιχίδα.Τρυφῆς μεθέξειν ἀξίωσὸν με Τρύφων.Θεοφάνους.ᾨδὴ α'
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν Αἰγυπτίαν μοχθηρίαν διαφυγών, ὁ Ἰσραηλίτης ἀνεβόα· τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν».Τῆς ὄντως ἐνθέου ἐν οὐρανοῖς, τρυφῆς ἀπολαύων, ὡς ἀήττητος Ἀθλητής, ταῖς σαῖς ἱκεσίαις τὴν ψυχήν μου, τῆς τῶν παθῶν ῥῦσαι συγχύσεως.Ῥημάτων τῶν θείων ἐνηχηθείς, ἐτέλεσας ταῦτα, Παναοίδιμε πρακτικῶς, τὴν ἁγιωσύνην ἀγαπήσας, καὶ σωφροσύνην ἀσπασαμενος.Ὑπῆρξας τῷ ὄντι ποιμαντικός, ποιμαίνων ψυχῆς σου, ἐν σοφίᾳ τοὺς λογισμούς, ψυχὰς ἐπιστρέφων πλανωμένας, καὶ τῷ Θεῷ προσάγων Ἔνδοξε.ΘεοτοκίονΦωτίζεις με φέγγει τῷ νοητῷ, ἀπαύγασμα δόξης, ἡ τεκοῦσα τὸ πατρικόν, πανάμωμε Κόρη, καὶ τὸν ζόφον, τῆς ἁμαρτίας διασκέδασον.
Κανών α', ᾨδὴ γ', Προεόρτιος
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐν Κυρίῳ Θεῷ μου, ἐστερεώθη ἡ καρδία μου· διὸ οἱ ἀσθενοῦντες περιεζώσαντο δύναμιν».Ἀνοιγέσθω ὁ ναός· ὁ τοῦ Θεοῦ γὰρ νῦν ἐπέστη ναός, ναοὺς ἡμᾶς ποιῆσαι, τοῦ ἁγίου αὐτοῦ Πνεύματος.Νῦν παρῆλθεν ἡ σκιά, καὶ ἀντεισήχθη ἡ ἀλήθεια, τῆς χάριτος ἐλθούσης, νῦν ὑποδέχου τὸν Χριστὸν Συμεών.Χήρα, Ἄννα σώφρων, ἡ μεμονωμένη καὶ γνωστὴ τῷ Θεῷ, νῦν ἀνθομολογείτω, τῷ νηπιάσαντι σαρκὶ δι' ἡμᾶς.ΘεοτοκίονΤὴν Θεομήτορα Παρθένον, ὀρθοδόξως ἀνυμνήσωμεν· πρεσβεύει γὰρ ἀπαύστως, ὑπὲρ ἡμῶν πρὸς τὸν Κύριον.
Κανών β', ᾨδὴ γ', τοῦ Μάρτυρος
Ἦχος πλ. δ'
Σὺ εἶ τὸ στερέωμα ΤΟ ΑΚΟΥΤΕ
Ἤμβλυνας τὴν δύναμιν, τὴν ὑπερήφανον ἔνδοξε, Μάρτυς Χριστοῦ, τὴν ἐκ τοῦ Ὑψίστου ἐνδυσάμενος δύναμιν.Σάρκα περικείμενος, ὀφρὺν τὴν ἄσαρκον ἔσβεσας, τοῦ δυσμενοῦς, καὶ σεσαρκωμένον, Θεὸν Λόγον ἐκήρυξας.Μόνη φυγαδεύονται, τῇ παρουσίᾳ σου πνεύματα, τὰ πονηρά, πνεύματος Ἁγίου διωκόμενα χάριτι.ΘεοτοκίονἜχων σε βοήθειαν, οὐκ αἰσχυνθήσομαι Πάναγνε, Μήτηρ Θεοῦ· ἔχων σε προστάτιν τῆς ζωῆς μου, σωθήσομαι.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Σὺ εἶ τὸ στερέωμα, τῶν προστρεχόντων σοι Κύριε, σὺ εἶ τὸ φῶς, τῶν ἐσκοτισμένων, καὶ ὑμνεῖ σε τὸ πνεῦμά μου».
Κάθισμα τοῦ Μάρτυρος
Ἦχος δ'
Ταχὺ προκατάλαβε ΤΟ ΑΚΟΥΤΕ
Τῶν πόνων μακάριε, κατατρυφῶν τῆς σαρκός, τὴν θείαν καὶ ἄπονον, ἐν Παραδείσῳ τρυφήν, ἀξίως ἀπείληφας, στέφος ἀθανασίας, ἐκ Θεοῦ δεδεγμένος· ὅθεν ἰαμάτων, ποταμοὺς ἀναβλύζεις, τοῖς πόθῳ καταφεύγουσι, Μάρτυς τῇ σκέπῃ σου.Δόξα... Καὶ νῦν... ΠροεόρτιονἮχος α', Τοῦ λίθου σφραγισθέντος ΤΟ ΑΚΟΥΤΕΘησαυρὲ τῶν αἰώνων, ἡ ζωὴ τῶν ἁπάντων, δι' ἐμὲ νηπιάσας, ὑπὸ νόμον ἐγένου, ὁ πάλαι χαράξας ἐν πλαξί, τὸν νόμον ἐν τῷ ὄρει Σινᾷ, ἵνα πάντας ἀπαλλάξῃς, ἐκ τῆς τοῦ νόμου πάλαι δουλείας. Δόξα τῇ εὐσπλαγχνίᾳ σου Σωτήρ, δόξα τῇ βασιλείᾳ σου, δόξα τῇ οἰκονομίᾳ σου μόνε φιλάνθρωπε.
Κανών α', ᾨδὴ δ', Προεόρτιος
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τοὺς οὐρανοὺς ἡ ἀρετή σου κατεκάλυψε, καὶ ἡ γῆ ἐπληρώθη τῆς σῆς δόξης Χριστέ· διὸ ἀπαύστως κράζομεν. Δόξα τῇ δυνάμει σου Κύριε».Αἱ τάξεις τῶν Ἀγγέλων ἐξεπλάγησαν, ἐν ταῖς ἀγκάλαις τοῦ Πρεσβύτου θεασάμεναι, τὸν σὺν Πατρὶ καὶ Πνεύματι ὑμνούμενον, ὡς Υἱὸν καὶ Θεὸν ἡμῶν.Τὸ ἡμῶν ἀτελὲς οἰκειούμενος, ὁ παντέλειος Θεός, τῇ κατὰ νόμον προσαγωγῇ, τὸ τέλειον τῆς χάριτος ἡμῖν ἐδωρήσατο.Ὡς βρέφος ἐν ἀγκάλαις δεχόμενος, καὶ Θεὸν τῷ πνεύματι θεώμενος, ὁ Συμεὼν σωτήριον τοῦ κόσμου, τὸν Χριστὸν ἀνεκήρυττε.Μωσέως τιμιώτερος γέγονας, τοῦ δεξαμένου νόμον ἐν τῷ ὄρει Σινᾷ, ὅτι Χριστὸν τὸν Κύριον ἀγκάλαις σου Πρεσβύτα ἐβάστασας.ΘεοτοκίονἩ Ἄννα προφητεύουσα τὸ μέλλον, τὸν ἐκ τῆς μήτρας σου Θεὸν προανηγόρευσε· διὸ ἀπαύστως πρέσβευε, σωθῆναι Θεομῆτορ τοὺς δούλους σου.
Κανών β', ᾨδὴ δ', τοῦ Μάρτυρος
Ἦχος πλ. δ'
Εἰσακήκοα Κύριε ΤΟ ΑΚΟΥΤΕ
Θεωμένους κατέπληξας, Μάκαρ τοὺς τυράννους τῇ καρτερίᾳ σου· τὰς βασάνους γὰρ ὑπέμεινας, ὡς ἐν ἀλλοτρίῳ πάσχων σώματι.Ἐνετρύφας Μακάριε, τοῖς τῶν ἀλγηδόνων πόνοις νυττόμενος, νῦν τρυφᾷς δὲ καθαρώτερον, ἀϊδίου δόξης ἐμφορούμενος.Ξεομένου τοῦ σώματος ταῖς τῶν σιδηρῶν ὀνύχων ὀξύτησιν, ἐνευροῦτό σου θεσπέσιε, τῆς ψυχῆς ὁ τόνος θείᾳ χάριτι.ΘεοτοκίονἘπὶ σὲ τὴν ἐλπίδα μου, πᾶσαν ἀνατίθημι Μητροπάρθενε, τὴν ψυχήν μου διαφύλαξον, ἡ Θεὸν τεκοῦσα τὸν Σωτῆρά σου.
Κανών α', ᾨδὴ ε', Προεόρτιος
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ ἀνατείλας τὸ φῶς, καὶ φωτίσας τὸν ὄρθρον, καὶ δείξας τὴν ἡμέραν, δόξα σοι Ἰησοῦ, Υἱὲ τοῦ Θεοῦ, φιλάνθρωπε δόξα σοι».Ἐν τῇ τοῦ νόμου σκιᾷ, τὸν τῆς χάριτος λόγον, τρανῶς ἐχρηματίσθη, Συμεὼν ὁ δίκαιος, σωματικῶς τὸν Χριστὸν δεξάμενος.Οὗτος εἰς πτῶσιν φησί, καὶ ἀνάστασιν κεῖται, εἰς πτῶσιν τῶν ἀπίστων, καὶ πιστῶν ἀνάστασιν, ὁ Συμεών, ἄρτι προεφήτευσε.ΘεοτοκίονΘεοκυῆτορ Ἁγνή, τὸν Υἱόν σου δυσώπει, λυτρώσασθαι κινδύνων, καὶ πάσης περιστάσεως, τοὺς σὲ δοξάζοντας, Θεοτόκε ἄχραντε.
Κανών β', ᾨδὴ ε', τοῦ Μάρτυρος
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ἰνδάλματα τῆς πλάνης κατήργησας, Ἀθλοφόρε· εἰκόνι λατρεύειν γάρ, Θεοῦ τοῦ ὄντως ἠγάπησας.Νενίκηκας γενναίως τὸ φρόνημα, τοῦ τυράννου τὸ ἄθεον πάνσοφε, Χριστοῦ τῇ πίστει νευρούμενος.ΘεοτοκίονἈνέκφραστος ἡ σύλληψις γέγονε, σοῦ Παρθένε ὁ τόκος ἀπόρρητος, διαμεμένηκεν ἄχραντε.
Κανών α', ᾨδὴ ς', Προεόρτιος
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὡς Ἰωνᾶν τὸν προφήτην, ἐλυτρώσω τοῦ κήτους, Χριστὲ ὁ Θεός, κἀμὲ τοῦ βυθοῦ πταισμάτων, ἀνάγαγε καὶ σῶσόν με, μόνε φιλάνθρωπε».Ἐχρηματίσθη Πρεσβύτης, μὴ θανεῖν, πρὶν ἰδεῖν τὸν Δεσπότην Χριστόν, ἀγκάλαις δὲ σήμερον φέρει, καὶ τοῦτον προσδεικνύει, παντὶ τῷ λαῷ Ἰσραήλ.Τὸν ποιητὴν τῶν αἰώνων, ὁ Πρεσβύτης ὡς βρέφος δεξάμενος, Θεὸν προαιώνιον ἔγνω, καὶ φῶς ἐθνῶν, καὶ δόξαν, τοῦ Ἰσραήλ τόν Χριστόν.Νῦν Συμεων προφητεύει, νῦν ἡ Ἄννα ἀνθομολογεῖ τῷ Θεῷ, ὁ μὲν τῇ Μητρὶ καὶ Παρθένῳ, ἡ δὲ τὸ ἐκ Παρθένου ἀναδειχθέντι σαρκί.ΘεοτοκίονὮ μακαρία κοιλία, πόθεν ταύτην τὴν δόξαν ἐβλάστησας; Θεὸς τὸ τεχθὲν ὦ Παρθένε, καὶ φῶς ἐθνῶν, καὶ δόξα καὶ ἀπολύτρωσις,
Κανών β', ᾨδὴ ς', τοῦ Μάρτυρος
Ἦχος πλ. δ'
Ἱλάσθητί μοι Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ
Ξηράνας τὰς μυσαρὰς σπονδάς, καὶ κνίσσης μιάσματα, μανίας εἰδωλικάς, σοῖς αἵμασιν ἔνδοξε, κατήρδευσας ἅπαντα, τὰ τῆς Ἐκκλησίας, εὐγενῆ Τρύφων βλαστήματα.Ἰχῶρες μαρτυρικοί, ὡς μύρον εὐωδιάζουσι, τὸ αἷμα τῶν Ἀθλητῶν, πηγάζει ἰάματα, ἡ κόνις τοῦ σώματος, ψυχὰς ἁγιάζει, τῶν πιστῶς θεραπευόντων αὐτούς.ΘεοτοκίονὩς ἔμψυχος κιβωτός, ἐδέξω Λόγον τὸν ἄναρχον, ὡς ἅγιον ἱερόν, τὸν Κτίστην ἐχώρησας, ὡς θρόνος πυρίμορφος, φέρεις τὸν Δεσπότην, Θεομῆτορ πάσης κτίσεως.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ἱλάσθητί μοι Σωτήρ· πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι· πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου».
Κοντάκιον
Ἦχος πλ. δ'
Ὡς ἀπαρχὰς ΤΟ ΑΚΟΥΤΕ ή Ἦχος δ' ΤΟ ΑΚΟΥΤΕ
Τριαδικῇ στερρότητι, πολυθεΐαν ἔλυσας ἐκ τῶν περάτων Ἀοίδιμε, τίμιος ἐν Κυρίῳ γενόμενος, καὶ νικήσας τυράννους ἐν Χριστῷ, τῷ Σωτῆρι τὸ στέφος εἴληφας τῆς μαρτυρίας σου, καὶ χαρίσματα θείων ἰάσεων, ὡς ἀήττητος.
Ὁ Οἶκος
Ἱερὰν πανδαισίαν προτίθεται φιλεόρτων τὸ σύστημα σήμερον, Προεόρτια σύμβολα φέρουσαν, τοῦ Κυρίου τεσσαρακονθήμερον τὴν ἐκ Παρθένου φρικτὴν γέννησιν, καὶ Πρεσβύτου σεπτοῦ ἐναγκάλισιν, καὶ σεπτοῦ Ἀθλοφόρου μνημόσυνα· δι' αὐτὸν γὰρ τὸν Χριστόν, τελειοῦται νικητικῶς, ὡς ἀήττητος.
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ Α' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Τρύφωνος.ΣτίχοιΣὺ δὲ Τρύφων τὶ; τὸ ξίφος θνῄσκω φθάσας.Καιρὸς δὲ τίς σου τοῦ τέλους; Νουμηνία.Ἐν Φεβρουαρίοιο Τρύφων πρὸ τομῆς θάνε πρώτῃ.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Πέτρου τοῦ ἐν Γαλατίᾳ.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Βενδιμιανοῦ.ΣτίχοιΒενδιμιανὸς δένδρον ἀρετῆς μέγα,Φυτευθὲν εἰς γῆν, καὶ μεταχθὲν εἰς πόλον.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν καὶ ὁμολογητοῦ Βασιλείου, Ἀρχιεπισκόπου Θεσσαλονίκης ὁρμωμένου ἐξ Ἀθηνῶν.Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Τιμόθεος ἐν εἰρήνῃ τελειοῦται.ΣτίχοιΤιμόθεος μετέσχε τιμῆς τῆς ἄνω,Μὴ τι προκρίνας τῆς Θεοῦ τιμῆς κάτω.Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Θεΐων, μετὰ δύο παίδων, ξίφει τελειοῦται.ΣτίχοιΘνῄσκουσι παισὶν εὐπροθύμως ἐκ ξίφους. Ὅλη Θείων εἵπετο προθυμίᾳ.Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Καρίων, τὴν γλῶτταν ἐκτμηθείς, τελειοῦται.ΣτίχοιΦωνῆς στερήσει γλωττότμητος Καρίων,Γλωσσῶν πλάνων ἔπαυσεν ὑθλοφωνίαν.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Περπετούας, καὶ τῶν σὺν αὐτῇ Σαύρου, Ῥευκάτου, Σατορλίνου, Σεκούνδου καὶ Φηλικιτάτης.ΣτίχοιΤὴν τῶν σφαγέντων Περπετούα πεντάδα,Ἤμειψε, συσφαγεῖσα πρὸς τὴν ἑξάδα.Ὁ Ἅγιος Νεομάρτυς Ἀναστάσιος ὁ ἐκ Ναυπλίου, καὶ ἐν Ναυπλίῳ μαρτυρήσας κατὰ τὸ 1654, εἰς λεπτὰ τμηθεὶς τελειοῦται.Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.
Κανών α', ᾨδὴ ζ', Προεόρτιος
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ τῶν Πατέρων Θεός, μὴ καταισχύνῃς ἡμᾶς, ἀλλὰ δώρησαι ἡμῖν, ἐν παρρησίᾳ βοᾶν σοι· Εὐλογητὸς εἶ ὁ Θεός».Ὁ ἐνοικήσας Θεός, ἐν γαστρὶ τῆς Παρθένου, ἐν ἀγκάλαις Συμεών, ὥσπερ ἐν θρόνῳ πυρίνῳ, σήμερον ἐνθρονίζεται.Σὺ τὸ γεῶδες ἡμῶν, προσλαβόμενος Λόγε, ἐνηπίασας σαρκί, καὶ νομικῶν καθαρσιῶν, μετέσχες ὥσπερ νήπιον.Ἡ σώφρων Ἄννα ἡμῖν, προφητεύει τὸ μέλλον, καὶ προλέγει μυστικῶς, τὴν τῶν ἐθνῶν προσδοκίαν, καὶ Ἰσραὴλ τὴν λύτρωσιν.ΘεοτοκίονΧαῖρε ἡ ἄσπορος γῆ, ἡ τὸν Λόγον ἐκ μήτρας, δίχα σπέρματος ἀνδρός, σεσαρκωμένον τεκοῦσα, ἡ σκέπη τῶν ψυχῶν ἡμῶν.
Κανών β', ᾨδὴ ζ', τοῦ Μάρτυρος
Ἦχος πλ. δ'
Οἱ ἐκ τῆς lουδαίας ΤΟ ΑΚΟΥΤΕ
Στεφηφόρος χορεύεις, τοῖς χοροῖς τῶν Μαρτύρων συνευφραινόμενος· τὴν πλάνην γὰρ νικήσας, ἐν λόγῳ ἀληθείας, ἀναμέλπεις γηθόμενος, ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητὸς εἶ.Ὁ Δεσπότης τῶν ὅλων, τῶν αὐτοῦ παθημάτων, στέφει τὸν Μάρτυρα, καὶ τοῦτον ἐναυλίζει, σκηναῖς ἐπουρανίοις, κεκραγότα καὶ λέγοντα· Ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητὸς εἶ.ΘεοτοκίονΝέον φέρουσα βρέφος, τὸν πρὸ πάντων αἰώνων Θεὸν Πανάμωμε, ἐκ σοῦ σωματωθέντα, μὴ παύσῃ δυσωποῦσα, τοῦ σωθῆναι τοὺς ψάλλοντας· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.
Κανών α', ᾨδὴ η', Προεόρτιος
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὸν Βασιλέα Χριστόν, ὃν ὡμολόγησαν οἱ αἰχμάλωτοι Παῖδες, ἐν τῇ καμίνῳ λέγοντες μεγάλῃ τῇ φωνῇ· Πάντα τὰ ἔργα ὑμνεῖτε ὡς Κύριον».Τὸν δι' ἡμᾶς καθ᾿ ἡμᾶς, βρέφος γενόμενον, ὑπὸ νόμον ἀχθέντα, ἵνα τοῦ νόμου πάντας ἀπαλλάξῃ τοῦ γραπτοῦ, πάντα τὰ ἔργα ὑμνεῖτε ὡς Κύριον.Ἰδὼν σε φῶς ὡς νοερόν, Συμεὼν ὁ πρεσβύτης, ἀγκάλαις ὑπεδέξατο βοῶν· Νῦν ἀπολύεις με Λόγε, πρὸς τὴν ἐν τῷ πνεύματι, ζωὴν ἐκ τῆς προσκαίρου.Τὸν πρὸ αἰώνων Θεόν, τὸν εὐδοκήσαντα δι' ἡμᾶς νηπιάσαι, καὶ ἐν χερσὶ δεχθῆναι τοῦ πρεσβύτου Συμεών, πάντα τὰ ἔργα ὑμνεῖτε ὡς Κύριον.ΘεοτοκίονΤὸν Βασιλέα Χριστόν, ὃν ἡμῖν ἔτεκεν ἡ Παρθένος Μαρία, καὶ μετὰ τόκον ἔμεινε Παρθένος ἁγνή, πάντα τὰ ἔργα ὑμνεῖτε ὡς Κύριον.
Κανών β', ᾨδὴ η', τοῦ Μάρτυρος
Ἦχος πλ. δ'
Ἑπταπλασίως κάμινον ΤΟ ΑΚΟΥΤΕ
Μέχρι τομῆς καὶ καύσεως, μέχρις αἵματος χύσεως, μέχρι καὶ θανάτου, τελευταῖον ἤθλησας, ἀντικαθιστάμενος, πρὸς ἁμαρτίαν Μάρτυς Χριστοῦ, νῦν δὲ τῆς ζωῆς, τῆς ἐν Χριστῷ κρυπτομένης, λαβόμενος κραυγάζεις· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.Ἐπὶ τῆς γῆς ἠγώνισαι, δυσσεβέσι μαχόμενος, πρὸς ἀπατηλήν, καὶ θεομάχον πλάνησιν, πικρῶς ἀναγκάζουσιν, ἐν οὐρανοῖς δὲ Τρύφων τρυφᾷς, στεφανηφορῶν, καὶ σύν Ἀγγέλοις κραυγάζων· Οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.Τυραννικὴν διήλεγξας, ἀθεότητα Πάνσοφε, καὶ δαιμονικὴν θεομαχίαν ἔσβεσας, ῥοαῖς τῶν αἱμάτων σου, τὸν ἐν Τριάδι ἕνα Θεόν, ἀξιοπρεπῶς καὶ καθαρῶς ἀναγγέλλων, καὶ σέβων καὶ κραυγάζων· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.ΘεοτοκίονῬήμασι σοῖς ἑπόμενοι, μακαρίζομεν Πάναγνε, σὲ τὴν μακαρίαν, τὴν σαρκὶ γεννήσασαν, τὸν ὄντως μακάριον, τὸν φῶς οἰκοῦντα ἄδυτον, καὶ φωταγωγὸν καὶ φωτοδότην Δεσπότην, ὃν Παῖδες εὐλογοῦσιν, Ἱερεῖς ἀνυμνοῦσι, λαοὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ἑπλαπλασίως κάμινον, τῶν Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν, ἐμμανῶς ἐξέκαυσε, δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών· Τὸν Δημιουργὸν καὶ Λυτρωτήν, ἀνεβόα· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».
Κανών α', ᾨδὴ θ', Προεόρτιος
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Μεγαλύνομεν πάντες, τὴν φιλανθρωπίαν σου, Κύριε Σωτὴρ ἡμῶν, ἡ δόξα τῶν δούλων σου, καὶ στέφανος τῶν πιστῶν, ὁ μεγαλύνας τὴν μνήμην τῆς τεκούσης σε».Ὁ πλαξὶν ἐγχαράξας, τὸν τοῦ γράμματος νόμον, χερσὶν ἀγκαλίζεται, Πρεσβύτου ὡς νήπιον, καὶ ἁγιάγραφον ἡμῖν, ὑπαγορεύει νόμον τὸ Εὐαγγέλιον.Σήμερον ἐν τῷ ναῷ, Συμεὼν ὁ πρεσβύτης, ἀγκάλαις ἐδέξατο, Χριστὸν τὸν Θεὸν ἡμῶν, καὶ ἐβόησε λέγων· Νῦν ἀπολύεις τὸν δοῦλόν σου Δέσποτα.Τῶν Ἀγγέλων αἱ τάξεις, ἐν σαρκὶ κατιδοῦσαι, τὸν Κτίστην τὸν ἴδιον, ὡς βρέφος γενόμενον, ἀγκάλαις τοῦ Πρεσβύτου, τοῦτον ἐν φόβῳ ὑμνοῦσαι ἐδόξαζον.Συμεὼν Θεοδόχε, τοῦ Κυρίου αὐτόπτα, καὶ νόμου καὶ χάριτος, ἀρχὴ καὶ συμπέρασμα, μνείαν ποιοῦ καὶ ἡμῶν, τῶν τιμώντων τὴν σεπτήν σου μετάστασιν.ΘεοτοκίονΧαῖρε πάνσεμνε Ἁγνή, παρθενίας καύχημα, καὶ τοῦ κόσμου ἡ χαρά, Μαρία Μήτηρ καὶ δούλη, τοῦ Σωτῆρος Χριστοῦ, αὐτὸν δυσώπει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Κανών β', ᾨδὴ θ', τοῦ Μάρτυρος
Ἦχος πλ. δ'
Σὲ τὴν ἀπειρόγαμον ΤΟ ΑΚΟΥΤΕ
Ὑπὲρ τὰ ὁρώμενα, αἱ τῶν Μαρτύρων προσδοκίαι, πλήρης ἀθανάτου λήξεως, καθορᾶται ἡ τούτων ἐλπίς, πλήρης θυμηδίας καὶ χαρᾶς, καὶ φαιδρότητος ἀνεκφράστου· ὅθεν ἀξίως μακαρίζονται.Φῶς ἐγένου δεύτερον, φωτὶ τῷ πρώτῳ προσπελάσας, αἴγλῃ τοῦ αὐτοῦ πυρσούμενος, καὶ μορφούμενος Τρύφων σοφέ, καὶ ταῖς αὐτοῦ χορηγουμέναις, ἐλλάμψεσι διαλάμπων· ὅθεν σε πάντες μακαρίζομεν.Ὤφθης ἀκατάπληκτος, ἐν τοῖς ἀγῶσιν Ἀθλοφόρε, ὤφθης ἀληθῶς ἐπώνυμος, τῆς ἐνθέου καὶ θείας τρυφῆς, ἧς νῦν ἀπολαύων, καὶ τρανῶς ἐνηδόμενος, σωτηρίαν τοῖς σὲ τιμῶσιν ἡμῖν αἴτησαι.ΘεοτοκίονΝέκρωσον τὸ φρόνημα, Θεογεννῆτορ τῆς σαρκός μου, ζώωσον ψυχῆς τὴν νέκρωσιν, ἐνεργείᾳ τῆς ὄντως ζωῆς, τῆς ἐκ σοῦ τεχθείσης κατὰ σάρκα, δι' ἄφατον εὐσπλαγχνίαν, καὶ σωτηρίαν τῶν ὑμνούντων σε.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Σὲ τὴν ἀπειρόγαμον, Θεοῦ Μητέρα τοῦ Ὑψίστου, σὲ τὴν ὑπὲρ νοῦν κυήσασαν, διὰ λόγου τὸν ὄντως Θεόν, τὴν ὑψηλοτέραν τῶν ἀχράντων Δυνάμεων, ἀσιγήτοις δοξολογίαις μεγαλύνομεν».
Ἐξαποστειλάριον τοῦ Μάρτυρος
Ἦχος γ'
Ἐν πνεύματι τῷ ἱερῷ ΤΟ ΑΚΟΥΤΕ
Τρυφῆς κατεμφορούμενος, παραδόξου καὶ θείας, Ἀγγέλοις ὁμοδίαιτος, ἐχρημάτισας Μάκαρ, καὶ χῆνας νέμων ἐν νάπαις, πρὸς Θεοῦ ἀπείληφας, τὴν χάριν τῶν ἰαμάτων, Τρύφων Μεγαλομάρτυς, θεραπεύειν τῶν βροτῶν, τὰς ἀσθενείας καὶ νόσους.
Ἐξαποστειλάριον, Προεόρτιον
Ἦχος γ'
Ἐν πνεύματι τῷ ἱερῷ ΤΟ ΑΚΟΥΤΕ
Τὸν παῖδα προσκομίσασα, ἡ πανάμωμος Κόρη, ἐν Ἱερῷ τετέλεκε, τὰ τοῦ νόμου, καὶ τοῦτον, ἀγκάλαις ὡς ἐδέξατο, Συμεὼν ὁ δίκαιος, ἀντέφησε τῇ Παρθένῳ. Οὗτος κεῖται εἰς πτῶσιν, καὶ ἀνάστασιν πολλῶν, καὶ εἰς σημεῖον ἐν κόσμῳ.
Εἰς τὸν Στίχον τῶν Αἴνων, Στιχηρὰ Προσόμοια Προεόρτια.Ἦχος β' Οἶκος τοῦ Ἐφραθᾶ ΤΟ ΑΚΟΥΤΕῬύπου δίχα Χριστός, γεννᾶται ἐκ Παρθένου, ὡς ἐκ Πατρὸς ἀρρεύστως, Υἱὸς πρὸ Ἑωσφόρου, ὁ τὸν Ἀδὰμ λυτρούμενος.Στίχ. Νῦν ἀπολύεις τὸν δοῦλόν σου Δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ Κύριε, ὅτι εἶδον οἱ ὀφθαλμοί μου, τὸ σωτήριόν σου,Πύλαι τῶν οὐρανῶν, ἀνοίχθητε· Χριστὸς γάρ, ἐν τῷ ναῷ ὡς βρέφος, ὑπὸ Μητρὸς Παρθένου, Θεῷ Πατρὶ προσάγεται.Στίχ. Φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ.Δέχου ὦ Συμεών, τὸν Κύριον τῆς δόξης, καθὼς ἐχρηματίσθης, ἐκ Πνεύματος Ἁγίου· ἰδοὺ γὰρ παραγέγονε.
Θεοτοκίον
Ἦχος β'
Οἶκος τοῦ Ἐφραθᾶ ΤΟ ΑΚΟΥΤΕ
Ὁ κτίστης οὐρανοῦ καὶ γῆς, ἐν ἀγκάλαις ἐβαστάζετο, ὑπὸ Ἁγίου Συμεών, τοῦ πρεσβύτου σήμερον· αὐτὸς γὰρ ἐν Πνεύματι Ἁγίῳ ἔλεγε· Νῦν ἠλευθέρωμαι, εἶδον γάρ τὸν Σωτῆρά μου.
| TA ΜΗΝΑΙΑ | Φεβρουάριος | 01 |
Feb 02
Τῌ Β' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΦΕΒΡΟΥΑΡΙΟΥἩ Ὑπαπαντὴ τοῦ Κυρίου, καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.
ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν τὰ τρία Προσόμοια Στιχηρά, δευτεροῦντες τὸ πρῶτον.Στιχηρὰ
Ἦχος α'
Τῶν οὐρανίων ταγμάτων ΤΟ ΑΚΟΥΤΕ
Τὸν ἀπερίγραπτον Λόγον καὶ ὑπερούσιον, τὸν οὐρανίοις θρόνοις, ἐποχούμενον δόξῃ, εἰσδέχεται ἀγκάλαις ὁ Συμεών, ἐκβοῶν· Νὺν ἀπόλυσον, κατὰ τὸ ῥῆμά σου Σῶτερ, ἡ τῶν πιστῶν, σωτηρία καὶ ἀπόλαυσις.
Ἦχος α'
Βρέφος ὁρῶν σε ἐβόα, ὁ θαυμαστὸς Συμεών, τὸν προ αἰώνων Λόγον, ἐκ Πατρὸς γεννηθέντα· Φρίττω καὶ πτοοῦμαι χερσὶν ἐμαῖς, ἀγκαλίσασθαι Δέσποτα, ἀλλ' ἐν εἰρήνῃ τὸν δοῦλον σου ἐκζητῶ, νῦν ἀπόλυσον ὡς εὔσπλαχνος.
Ἦχος α'
Νῦν ἀνοιγέσθω ἡ πύλη ἡ ἐπουράνιος, ὁ ἐκ Πατρὸς ἀχρόνως, γεννηθεὶς Θεὸς Λόγος, ἐτέχθη ἐκ Παρθένου, σάρκα λαβών, τὴν βροτείαν βουλόμενος, ἀνακαλέσασθαι φύσιν ὡς ἀγαθός, καὶ βαλεῖν ἐν δεξιᾷ τοῦ Πατρός.
Δόξα... Καὶ νῦν... Ἦχος δ'
Ἀνδρέου Κρήτης
Σήμερον ἡ Ἱερὰ Μήτηρ, καὶ τοῦ Ἱεροῦ ὑψηλοτέρα, ἐπὶ τὸ Ἱερὸν παραγέγονεν, ἐμφανίζουσα τῷ κόσμῳ, τὸν τοῦ κόσμου Ποιητήν, καὶ τοῦ νόμου πάροχον, ὃν καὶ ἐν ἀγκάλαις ὑποδεξάμενος, ὁ πρεσβύτης Συμεών, γεραίρων ἐκραύγαζε. Νῦν ἀπολύεις τὸν δοῦλόν σου, ὅτι εἶδόν σε τὸν Σωτῆρα τῶν ψυχῶν ἡμῶν.
Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.
Ἦχος β'
Οἶκος τοῦ Ἐφραθᾶ ΤΟ ΑΚΟΥΤΕ
Σήμερον ὁ Σωτήρ, ὡς βρέφος προσηνέχθη, ἐν τῷ ναῷ Κυρίου, καὶ χερσὶ γηραλέαις, ὁ Πρέσβυς τοῦτον δέχεται.Στίχ. Νῦν ἀπολύεις τὸν δοῦλόν σου Δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ, ὅτι εἶδον οἱ ὀφθαλμοί μου, τὸ σωτήριόν σου,
Ἦχος β'
Ἄνθραξ ὁ προοφθείς, τῷ θείῳ Ἡσαΐᾳ, Χριστὸν ὡς ἐν λαβίδι, χερσὶ τῆς Θεοτόκου, νῦν τῷ Πρεσβύτῃ δίδοται.Στίχ. Φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ.
Ἦχος β'
Φόβῳ τε καὶ χαρᾷ, ἀγκάλαις τὸν Δεσπότην, ὁ Συμεὼν κατέχων, ζωῆς ᾐτεῖτο λύσιν, ὑμνῶν τὴν Θεομήτορα.
Δόξα... Καὶ νῦν... Ἦχος β'
Οἶκος τοῦ Ἐφραθᾶ ΤΟ ΑΚΟΥΤΕ
Δέχου ὦ Συμεών, ἡ Πάναγνος ἐβόα, ἐν ἀγκάλαις ὡς βρέφος, τὸν Κύριον τῆς δόξης, καὶ κόσμου τὸ σωτήριον.
Ἀπολυτίκιον
Ἦχος α'
Χαῖρε κεχαριτωμένη Θεοτόκε Παρθένε· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σὺ Πρεσβύτα δίκαιε, δεξάμενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἡμῶν, χαριζόμενον ἡμῖν καὶ τὴν Ἀνάστασιν.
ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν τὰ Ἰδιόμελα ταῦτα Στιχηρά, δευτεροῦντες αὐτά.
Στιχηρὰ τῆς Ἑορτῆς
Ἦχος α'
Γερμανοῦ Πατριάρχου
Λέγε Συμεών, τίνα φέρων ἐν ἀγκάλαις, ἐν τῷ ναῷ ἀγάλλῃ; τίνι κράζεις καὶ βοᾷς; Νῦν ἠλευθέρωμαι· εἶδον γὰρ τὸν Σωτῆρά μου· Οὗτός ἐστιν, ὁ ἐκ Παρθένου τεχθείς, οὗτός ἐστιν ὁ ἐκ Θεοῦ Θεὸς Λόγος, ὁ σαρκωθεὶς δι' ἡμᾶς, καὶ σώσας τὸν ἄνθρωπον· Αὐτὸν προσκυνήσωμεν.
Ἦχος α'
Δέχου Συμεών, ὃν ὑπὸ τὸν γνόφον, Μωσῆς νομοθετοῦντα, προεώρα ἐν Σινᾷ, βρέφος γενόμενον, νόμῳ ὑποταττόμενον. Οὗτός ἐστιν, ὁ διὰ νόμου λαλήσας οὗτός ἐστιν, ὁ ἐν Προφήταις ῥηθείς, ὁ σαρκωθεὶς δι' ἡμᾶς, καὶ σώσας τὸν ἄνθρωπον· Αὐτὸν προσκυνήσωμεν.
Ἦχος α'
Δεῦτε καὶ ἡμεῖς, ᾄσμασιν ἐνθέοις, Χριστῷ συναντηθῶμεν, καὶ δεξώμεθα αὐτόν, οὗ τὸ σωτήριον ὁ Συμεὼν ἑώρακεν. Οὗτός ἐστιν, ὃν ὁ Δαυῒδ καταγγέλλει οὗτός ἐστιν, ὁ ἐν Προφήταις λαλήσας, ὁ σαρκωθεὶς δι' ἡμᾶς, καὶ νόμῳ φθεγγόμενος· Αὐτὸν προσκυνήσωμεν.
Δοξαστικὸν
Ἦχος πλ. β'
Ἰωάννου Μοναχοῦ
Ἀνοιγέσθω ἡ πύλη τοῦ οὐρανοῦ σήμερον· ὁ γὰρ ἄναρχος Λόγος τοῦ Πατρός, ἀρχὴν λαβὼν χρονικήν, μὴ ἐκστὰς τῆς αὐτοῦ Θεότητος, ὑπὸ Παρθένου ὡς βρέφος τεσσαρακονθήμερον, Μητρὸς ἑκὼν προσφέρεται, ἐν ναῷ τῷ νομικῷ καὶ τοῦτον ἀγκάλαις εἰσδέχεται ὁ Πρέσβυς. Ἀπόλυσον κράζων, ὁ δοῦλος τῷ Δεσπότῃ· οἱ γὰρ ὀφθαλμοί μου εἶδον τὸ σωτήριόν σου, ὁ ἐλθὼν εἰς τὸν κόσμον, σῶσαι γένος ἀνθρώπων, Κύριε, δόξα σοι.
Τῆς Ἐξόδου τὸ Ἀνάγνωσμα(Κεφ. 12, 51 & 13, 2 καὶ ἐκλογὴ) Ἐλάλησε Κύριος πρὸς Μωσῆν τῇ ἡμέρᾳ ἐκείνῃ, ᾗ ἐξήγαγε τοὺς υἱοὺς Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου, λέγων· ἁγίασόν μοι πᾶν πρωτότοκον πρωτογενές, διανοῖγον πᾶσαν μήτραν ἐν τοῖς υἱοῖς, Ἰσραήλ. Εἶπε δὲ Μωϋσῆς πρὸς τὸν λαόν· Μνημονεύετε τὴν ἡμέραν ταύτην, ἐν ᾗ ἐξήλθετε ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλείας· ἐν γὰρ χειρὶ κραταιᾷ ἐξήγαγεν ὑμᾶς Κύριος ἐντεῦθεν. Καὶ φυλάξασθε τὸν νόμον αὐτοῦ. Καὶ ἔσται, ὡς ἂν εἰσαγάγῃ σε Κύριος ὁ Θεὸς εἰς τὴν γῆν τῶν Χαναναίων, ὃν τρόπον ὤμοσε τοῖς πατράσι σου, καὶ ἀφοριεῖς πᾶν διανοῖγον μήτραν τὰ ἀρσενικά τῷ Κυρίῳ. Ἐὰν δὲ ἐρωτήσῃ σε μετὰ ταῦτα ὁ υἱός σου λέγων· Τὶ τοῦτο; καὶ ἐρεῖς αὐτῷ· Ὅτι ἐν χειρὶ κραταιᾷ ἐξήγαγεν ἡμᾶς Κύριος ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλείας. Ἡνίκα δὲ ἐσκλήρυνε Φαραὼ τοῦ ἐξαποστεῖλαι ἡμᾶς, ἀπέκτεινε Κύριος πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτου, ἀπὸ πρωτοτόκων ἀνθρώπων ἕως πρωτοτόκων κτηνῶν· διὰ τοῦτο ἐγὼ θύω τῷ Κυρίῳ πᾶν διανοῖγον μήτραν τὰ ἀρσενικά, καὶ πᾶν πρωτότοκον τῶν υἱῶν μου λυτρώσομαι. Καὶ ἔσται εἰς σημεῖον ἐπὶ τῆς χειρός σου, καὶ ἀσάλευτον πρὸ τῶν ὀφθαλμῶν σου, ὅτι οὕτως ἔφη Κύριος ὁ παντοκράτωρ. Ὅτι τὰ πρωτότοκα τῶν υἱῶν σου δώσεις ἐμοί. Καὶ ἔσται πᾶς ὃς ἂν τέξῃ παιδίον ἄρσεν, τῇ ἡμέρᾳ τῇ ὀγδόῃ περιτεμεῖ τὴν σάρκα τῆς ἀκροβυστίας αὐτοῦ. Καὶ τριάκοντα καὶ τρεῖς ἡμέρας οὐκ εἰσελεύσεται εἰς τὸ ἁγιαστήριον τοῦ Θεοῦ πρὸς τὸν ἱερέα, ἕως πληρωθῶσιν αἱ ἡμέραι τῆς καθάρσεως. Καὶ μετὰ ταῦτα προσοίσει τῷ Κυρίῳ ἀμνὸν ἐνιαύσιον ἄμωμον εἰς ὁλοκαύτωμα, καὶ νεοσσὸν περιστερᾶς, ἢ Τρυγόνος, ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ Μαρτυρίου πρὸς τὸν Ἱερέα· ἢ ἀντὶ τούτων, προσοίσει ἔναντι Κυρίου δύο νεοσσοὺς περιστερῶν, ἢ δύο τρυγόνας. Καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ Ἱερεύς· ὅτι ἀπόδομα ἀποδεδομένοι οὗτοί μοι εἰσιν ἐκ πάντων τῶν υἱῶν Ἰσραήλ, καὶ εἴληφα αὐτούς, καὶ ἡγίασα αὐτούς ἐμοί, ἀντὶ τῶν πρωτοτόκων τῶν Αἰγυπτίων, ᾗ ἡμέρα ἐπάταξα πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτου, ἀπὸ ἀνθρώπου ἕως κτήνους, εἶπεν ὁ Θεὸς ὁ ὕψιστος, ὁ ἅγιος Ἰσραήλ.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα( Κεφ. 6, 112) Ἐγένετο τοῦ ἔτους, οὗ ἀπέθανεν Ὀζίας ὁ Βασιλεύς, εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, καὶ πλήρης ὁ οἶκος τῆς δόξης αὐτοῦ. Καὶ Σεραφίμ εἱστήκεισαν κύκλῳ αὐτοῦ, ἓξ πτέρυγες τῷ ἑνὶ καὶ ἓξ πτέρυγες τῷ ἑνί, καὶ ταῖς μὲν δυσὶ κατεκάλυπτον τὰ πρόσωπα αὐτῶν, ταῖς δὲ δυσὶ κατεκάλυπτον τοὺς πόδας, καὶ ταῖς δυσὶν ἐπέταντο. Καὶ ἐκέκραγεν ἕτερος πρὸς τὸν ἕτερον καὶ ἔλεγον· “Ἅγιος, Ἅγιος, Ἅγιος Κύριος Σαβαώθ, πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ”. Καὶ ἐπήρθη τὸ ὑπέρθυρον ἀπὸ τῆς φωνῆς, ἧς ἐκέκραγον, καὶ ὁ οἶκος ἐνεπλήσθη καπνοῦ. Καὶ εἶπον. Ὢ τάλας ἐγώ! (ὅτι κατανένυγμαι) ὅτι ἄνθρωπος ὢν, καὶ ἀκάθαρτα χείλη ἔχων, ἐν μέσῳ λαοῦ ἀκάθαρτα χείλη ἔχοντος ἐγὼ οἰκῶ, καὶ τὸν Βασιλέα Κύριον Σαβαὼθ εἶδον τοῖς ὀφθαλμοῖς μου. Καὶ ἀπεστάλη πρὸς με ἓν τῶν Σεραφίμ, καὶ ἐν τῇ χειρὶ αὐτοῦ εἶχεν ἄνθρακα, ὃν τῇ λαβίδι ἔλαβεν ἀπὸ τοῦ θυσιαστηρίου. Καὶ ἥψατο τοῦ στόματός μου, καὶ εἶπεν· Ἰδού, ἥψατο τοῦτο τῶν χειλέων σου καὶ ἀφελεῖ τὰς ἀνομίας σου, καὶ τὰς ἁμαρτίας σου περικαθαριεῖ. Καὶ ἤκουσα τῆς φωνῆς Κυρίου λέγοντος· Τίνα ἀποστείλω; καὶ τὶς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον; καὶ εἶπον· Ἰδοὺ ἐγὼ εἰμι, ἀπόστειλόν με. Καὶ εἶπε· Πορεύθητι, καὶ εἰπὲ τῷ λαῷ τούτῳ· Ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε, καὶ οὐ μὴ ἴδητε. Ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσί βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν, μὴ ποτε ἴδωσι τοῖς ὀφθαλμοῖς, καὶ τοῖς ὠσὶν ἀκούσωσι, καὶ τῇ καρδίᾳ συνῶσι, καὶ ἐπιστρέψωσι, καὶ ἰάσομαι αὐτούς· Καὶ εἶπα· Ἕως πότε, Κύριε; καὶ εἶπεν, Ἕως ἂν ἐρημωθῶσι πόλεις παρὰ τὸ μὴ κατοικεῖσθαι, καὶ οἶκοι παρὰ τὸ μὴ εἶναι ἀνθρώπους, καὶ ἡ γῆ καταλειφθήσεται ἔρημος. Καὶ μετὰ ταῦτα μακρυνεῖ ὁ Θεὸς τοὺς ἀνθρώπους, καὶ πληθυνθήσονται οἱ ἐγκαταλειφθέντες ἐπὶ τῆς γῆς.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα(Κεφ. 19, 16, 12, 16, 1921) Ἰδοὺ Κύριος καθήσεται ἐπὶ νεφέλης κούφης, καὶ ἥξει εἰς Αἴγυπτον, καὶ σεισθήσεται τὰ χειροποίητα Αἰγύπτου ἀπὸ προσώπου αὐτοῦ, καὶ ἡ καρδία αὐτῶν ἡττηθήσεται ἐν αὐτοῖς. Καὶ ταραχθήσεται τὸ πνεῦμα αὐτῶν ἐν αὐτοῖς, καὶ τὴν βουλὴν αὐτῶν διασκεδάσω, καὶ παραδώσω τὴν Αἴγυπτον εἰς χεῖρας κυρίων σκληρῶν, τάδε λέγει Κύριος Σαβαώθ. Καὶ πίονται οἱ Αἰγύπτιοι ὕδωρ τὸ παρὰ θάλασσαν, ὁ δὲ ποταμὸς ἐκλείψει καὶ ξηρανθήσεται. Τάδε λέγει Κύριος· Ποῦ εἰσι νῦν οἱ σοφοί σου; καὶ ἀναγγειλάτωσάν σοι, καὶ εἰπάτωσαν· Τὶ βεβούλευται Κύριος Σαβαὼθ ἐπ' Αἴγυπτον τῇ ἡμέρα ἐκείνῃ ἔσονται οἱ Αἰγύπτιοι ὡς γυναῖκες, ἐν φόβῳ καὶ ἐν τρόμῳ ἀπὸ προσώπου τῆς χειρὸς Κυρίου Σαβαώθ, ἣν αὐτὸς ἐπιβαλεῖ αὐτοῖς. Καὶ ἔσται θυσιαστήριον τῷ Κυρίῳ ἐν χώρᾳ Αἰγυπτίων, καὶ στήλη πρὸς τὸ ὅριον αὐτῆς τῷ Κυρίῳ. Καὶ ἔσται εἰς σημεῖον εἰς τὸν αἰῶνα Κυρίῳ ἐν χώρᾳ Αἰγύπτου, ὅτι κεκράξονται πρὸς Κύριον, καὶ ἀποστελεῖ αὐτοῖς ἄνθρωπον, ὃς σώσει αὐτούς. Καὶ γνωστὸς ἔσται Κύριος τοῖς Αἰγυπτίοις, καὶ γνώσονται οἱ Αἰγύπτιοι τὸν Κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ποιήσουσι θυσίαν καὶ δῶρον, καὶ εὔξονται εὐχὰς τῷ Κυρίῳ, καὶ ἀποδώσουσι.
Εἰς τὴν Λιτήν, Στιχηρὰ Ἰδιόμελα.Ἦχος α' ἈνατολίουὉ παλαιὸς ἡμερῶν, ὁ καὶ τὸν νόμον πάλαι ἐν Σινᾷ δοὺς τῷ Μωσεῖ, σήμερον βρέφος ὁρᾶται, καὶ κατὰ νόμον, ὡς νόμου Ποιητής, τὸν νόμον ἐκπληρῶν, ναῷ προσάγεται, καὶ τῷ Πρεσβύτῃ ἐπιδίδοται. Δεξάμενος δὲ τοῦτον Συμεὼν ὁ δίκαιος, καὶ τῶν δεσμῶν τὴν ἔκβασιν ἰδὼν τελεσθεῖσαν, γηθοσύνως ἐβόα· Εἶδον οἱ ὀφθαλμοί μου, τὸ ἀπ' αἰῶνος Μυστήριον ἀποκεκρυμμένον, ἐπ' ἐσχάτων τούτων ἡμερῶν φανερωθέν, φῶς διασκεδάζον, τῶν ἀπίστων ἐθνῶν τὴν σκοτόμαιναν, καὶ δόξαν τοῦ νεολέκτου Ἰσραήλ· διὸ ἀπόλυσον τὸν δοῦλόν σου, ἐκ τῶν δεσμῶν τοῦδε τοῦ σαρκίου, πρὸς τὴν ἀγήρω καὶ θαυμασίαν ἄληκτον ζωήν, ὁ παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.Ὁ αὐτὸς Ἰωάννου ΜοναχοῦΣήμερον ὁ πάλαι τῷ Μωσεῖ, ἐν Σινᾷ νόμον ἐπιδούς, τοῖς νομικοῖς ὑποκύπτει θεσμοῖς, δι' ἡμᾶς εὔσπλαγχνος γεγονώς. Νῦν ὁ καθαρὸς Θεός, ὡς παιδίον ἅγιον, μήτραν διανοίξαν ἁγνήν, ἑαυτῷ ὡς Θεὸς συγκομίζεται, τῆς τοῦ νόμου κατάρας ἐλευθερῶν, καὶ φωτίζων τὰς ψυχὰς ἡμῶν.Ἦχος β' Ἀνδρέου ΠυροῦὌνπερ οἱ ἄνω Λειτουργοὶ τρόμῳ λιτανεύουσι, κάτω νῦν ὁ Συμεών, ὑλικαῖς ἀγκάλαις δεχόμενος, τὸ θεῖον τοῖς ἀνθρώποις ἑνοῦσθαι ἐκήρυττε, καὶ βροτὸν τὸν οὐράνιον Θεὸν ὀπτανόμενος, ἀναχωρῶν τῶν ἐπὶ γῆς, χαρμονικῶς ἀνέκραζεν, ὁ τοῖς ἐν σκότει τὸ ἀνέσπερον φῶς ἀποκαλύπτων, Κύριε δόξα σοι.Ὁ αὐτὸς ΓερμανοῦΣήμερον Συμεὼν ἐν ταῖς ἀγκάλαις, τὸν Κύριον τῆς δόξης ὑποδέχεται, ὃν ὑπὸ τὸν γνόφον πρώην ὁ Μωϋσῆς ἐθεάσατο, ἐν τῷ ὄρει τῷ Σινᾷ πλάκας δόντα αὐτῷ. Οὗτός ἐστιν, ὁ ἐν τοῖς Προφήταις λαλῶν, καὶ τοῦ νόμου Ποιητής, οὗτός ἐστιν ὃν ὁ Δαυῒδ καταγγέλλει, ὁ τοῖς πᾶσι φοβερός, ὁ ἔχων τὸ μέγα καὶ πλούσιον ἔλεος.Ὁ αὐτὸς ΓερμανοῦΟἱ δέ, Ἰωάννου ΜοναχοῦΤὸν Ἱερὸν ἡ Ἱερὰ Παρθένος προσεκόμισεν, ἐν Ἱερῷ τῷ Ἱερεῖ, ἁπλώσας δὲ ἀγκάλας ὁ Συμεών, ἐδέξατο τοῦτον ἀγαλλόμενος, καὶ ἐβόησε· Νῦν ἀπολύεις τὸν δοῦλόν σου Δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ Κύριε.Ὁ αὐτός, Τοῦ αὐτοῦὉ Κτίστης οὐρανοῦ καὶ γῆς, ἐν ἀγκάλαις ἐβαστάζετο, ὑπὸ ἁγίου Συμεὼν τοῦ πρεσβύτου σήμερον· αὐτὸς γὰρ ἐν Πνεύματι Ἁγίῳ ἔλεγε· Νῦν ἠλευθέρωμαι, εἶδον γάρ τὸν Σωτῆρά μου.Ὁ αὐτός, ἈνατολίουΟἱ δέ, Ἀνδρέου ἹεροσολυμίτουΣήμερον Συμεὼν ὁ πρεσβύτης, ἐν τῷ Ναῷ εἰσέρχεται, χαίρων τῷ πνεύματι τὸν Νομοδότην Μωσέως, καὶ πληρωτὴν τοῦ νόμου, ἀγκάλαις εἰσδέξασθαι· ἐκεῖνος μέν, διὰ γνόφου καὶ φωνῆς ἀμυδρᾶς, θεόπτης ἠξίωτο, καὶ κεκαλυμμένῳ προσώπῳ τῶν Ἑβραίων τὰς ἀπίστους καρδίας διήλεγξεν, οὗτος δέ, τὸν προαιώνιον Λόγον τοῦ Πατρός, σωματωθέντα ἐβάστασε, καὶ τῶν Ἐθνῶν ἀπεκάλυψε τὸ φῶς, τὸν Σταυρὸν καὶ τὴν Ἀνάστασιν. Καὶ Ἄννα Προφῆτις ἀναδείκνυται, τὸν Σωτῆρα λυτρωτὴν τοῦ Ἰσραὴλ κηρύττουσα. Αὐτῷ βοήσωμεν. Χριστὲ ὁ Θεὸς ἡμῶν, διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς.Ἦχος δ' Ἀνδρέου ΚρήτηςΣήμερον ἡ Ἱερὰ Μητηρ, καὶ τοῦ Ἱεροῦ ὑψηλοτέρα, ἐπὶ τὸ Ἱερὸν παραγέγονεν, ἐμφανίζουσα τῷ κόσμῳ, τὸν τοῦ κόσμου Ποιητήν, καὶ τοῦ νόμου πάροχον, ὃν καὶ ἐν ἀγκάλαις ὑποδεξάμενος, ὁ πρεσβύτης Συμεών, γεραίρων ἐκραύγαζε· Νῦν ἀπολύεις τὸν δοῦλόν σου, ὅτι εἶδὸν σε τὸν Σωτῆρα τῶν ψυχῶν ἡμῶν.Δόξα... Ἦχος πλ. α'Τοῦ αὐτοῦἘρευνᾶτε τὰς Γραφάς, καθὼς εἶπεν ἐν Εὐαγγελίοις Χριστὸς ὁ Θεὸς ἡμῶν· ἐν αὐταῖς γὰρ εὑρίσκομεν αὐτόν, τικτόμενον καὶ σπαργανούμενον, τιθηνούμενον καὶ γαλακτοτροφούμενον, περιτομὴν δεχόμενον, καὶ ὑπὸ Συμεὼν βασταχθέντα, οὐ δοκήσει οὐδὲ φαντασίᾳ, ἀλλ' ἀληθείᾳ τῷ κόσμῳ φανέντα, πρὸς ὃν βοήσωμεν· ὁ πρὸ αἰώνων Θεός, δόξα σοι.Καὶ νῦν... Ὁ αὐτὸςΓερμανοῦ, οἱ δὲ ἈνατολίουὉ παλαιὸς ἡμερῶν, νηπιάσας σαρκί, ὑπὸ Μητρὸς Παρθένου τῷ Ἱερῷ προσάγεται, τοῦ οἰκείου νόμου πληρῶν τὸ ἐπάγγελμα, ὃν Συμεὼν δεξάμενος ἔλεγε. Νῦν ἀπολύεις ἐν εἰρήνῃ κατὰ τὸ ῥῆμά σου τὸν δοῦλόν σου· εἶδον γὰρ οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου Κύριε.
Εἰς τὸν Στίχον, Στιχηρὰ ἸδιόμελαἮχος βαρὺςΚοσμᾶ ΜοναχοῦΚατακόσμησον τὸν νυμφῶνά σου Σιών, καὶ ὑπόδεξαι τὸν Βασιλέα Χριστόν, ἄσπασαι τὴν Μαριάμ, τὴν ἐπουράνιον πύλην· αὕτη γὰρ θρόνος Χερουβικὸς ἀνεδείχθη, αὕτη βαστάζει τὸν Βασιλέα τῆς δόξης, νεφέλη φωτὸς ὑπάρχει ἡ Παρθένος, φέρουσα ἐν σαρκὶ Υἱὸν πρὸ Ἑωσφόρου, ὃν λαβὼν Συμεὼν ἐν ἀγκάλαις αὐτοῦ ἐκήρυξε λαοῖς, Δεσπότην αὐτὸν εἶναι, ζωῆς καὶ τοῦ θανάτου, καὶ Σωτῆρα τοῦ κόσμου.Στίχ. Νῦν ἀπολύεις τὸν δοῦλόν σου Δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ, ὅτι εἶδον οἱ ὀφθαλμοί μου, τὸ σωτήριόν σου,Τὸν ἐκλάμψαντα πρὸ αἰώνων ἐκ Πατρός, ἐπ' ἐσχάτων δὲ ἐκ μήτρας Παρθενικῆς, φέρουσα ἐν τῷ ναῷ, ἡ ἀπειρόγαμος Μήτηρ, τὸν ἐν Σιναίῳ νομοθετήσαντα ὄρει, τῇ διατάξει τῇ νομικῇ πειθαρχοῦντα, προσῆγεν Ἱερεῖ, πρεσβύτῃ καὶ δικαίῳ, Χριστὸν τὸν Κύριον, ἰδεῖν χρηματισθέντι, ὃν δεξάμενος Συμεὼν ἐν ταῖς ἀγκάλαις αὐτοῦ, ἠγαλλιάσατο βοῶν· Θεὸς ὑπάρχει οὗτος, Πατρὶ συναΐδιος, καὶ Λυτρωτὴς τῶν ψυχῶν ἡμῶν.Στίχ. Φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ.Τὸν ὀχούμενον ἐν ἅρμασι Χερουβίμ, καὶ ὑμνούμενον ἐν ᾄσματι Σεραφίμ, φέρουσα ἐν ἀγκάλαις ἡ Θεοτόκος Μαρία, ἀπειρογάμως ἐξ αὐτῆς σαρκωθέντα, τὸν Νομοδότην νόμου, πληροῦντα νόμου τάξιν, ἐδίδου χερσὶ πρεσβύτου lερέως· ζωὴν δὲ φέρων, ζωῆς ᾐτεῖτο λύσιν, λέγων· Δέσποτα, νῦν ἀπόλυσόν με, μηνῦσαι τῷ Ἀδάμ, ὡς εἶδον ἄτρεπτον βρέφος, Θεὸν προαιώνιον, καὶ Σωτῆρα τοῦ κόσμου.
Δοξαστικὸν
Ἦχος πλ. δ'
Ἀνδρέου Κρήτης
Ὁ τοῖς Χερουβὶμ ἐποχούμενος, καὶ ὑμνούμενος ὑπὸ τῶν Σεραφίμ, σήμερον τῷ θείῳ Ἱερῷ κατὰ νόμον προσφερόμενος, πρεσβυτικαῖς ἐνθρονίζεται ἀγκάλαις, καὶ ὑπὸ Ἰωσὴφ εἰσδέχεται δῶρα θεοπρεπῶς, ὡς ζεῦγος τρυγόνων τὴν ἀμίαντον Ἐκκλησίαν, καὶ τῶν ἐθνῶν τὸν νεόλεκτον λαόν, περιστερῶν δὲ δύο νεοσσούς, ὡς ἀρχηγὸς Παλαιᾶς τε καὶ Καινῆς. Τοῦ πρὸς αὐτὸν χρησμοῦ δὲ Συμεών, τὸ πέρας δεξάμενος, εὐλογῶν τὴν Παρθένον, Θεοτόκον Μαρίαν, τὰ τοῦ πάθους σύμβολα τοῦ ἐξ αὐτῆς προηγόρευσε, καὶ παρ' αὐτοῦ ἐξαιτεῖται τὴν ἀπόλυσιν βοῶν· Νῦν ἀπολύεις με Δέσποτα, καθὼς προεπηγγείλω μοι, ὅτι εἶδόν σε τὸ προαιώνιον φῶς, καὶ Σωτῆρα Κύριον τοῦ Χριστωνύμου λαοῦ.
Ἀπολυτίκιον
Ἦχος α'
Χαῖρε κεχαριτωμένη Θεοτόκε Παρθένε· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σὺ Πρεσβύτα δίκαιε, δεξάμενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἡμῶν, χαριζόμενον ἡμῖν καὶ τὴν Ἀνάστασιν.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα
Ἦχος α'
Αὐτόμελον ΤΟ ΑΚΟΥΤΕ
Χορὸς Ἀγγελικός, ἐκπληττέσθω τὸ θαῦμα, βροτοὶ δὲ ταῖς φωναῖς, ἀνακράξωμεν ὕμνον, ὁρῶντες τὴν ἄφατον, τοῦ Θεοῦ συγκατάβασιν· ὃν γὰρ τρέμουσι, τῶν οὐρανῶν αἱ Δυνάμεις, γηραλέαι νῦν, ἐναγκαλίζονται χεῖρες, τὸν μόνον φιλάνθρωπον.Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ
Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα
Ἦχος α'
Τὸν τάφον σου Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ
Ὁ ὢν σὺν τῷ Πατρί, ἐπὶ θρόνου ἁγίου, ἐλθὼν ἐπὶ τῆς γῆς, ἐκ Παρθένου ἐτέχθη, καὶ βρέφος ἐγένετο, χρόνοις ὢν ἀπερίγραπτος, ὃν δεξάμενος, ὁ Συμεὼν ἐν ἀγκάλαις, χαίρων ἔλεγε· Νῦν ἀπολύεις Οἰκτίρμον, εὐφράνας τὸν δοῦλόν σου.Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ
Μετὰ τὸν Πολυέλεον, Κάθισμα
Ἦχος δ'
Κατέπλαγη Ἰωσὴφ ΤΟ ΑΚΟΥΤΕ
Νηπιάζει δι' ἐμέ, ὁ Παλαιὸς τῶν ἡμερῶν, καθαρσίων κοινωνεῖ, ὁ καθαρώτατος Θεός, ἵνα τὴν σάρκα πιστώσῃ μου, τὴν ἐκ Παρθένου. Καὶ ταῦτα Συμεὼν μυσταγωγούμενος, ἐπέγνω τὸν αὐτόν, Θεὸν φανέντα σαρκί, καὶ ὡς ζωὴν ἠσπάζετο, καὶ χαίρων, πρεσβυτικῶς ἀνεκραύγαζεν· Ἀπόλυσόν με· σὲ γὰρ κατεῖδον, τὴν ζωὴν τῶν ἁπάντων.Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ
Προκείμενον, Ἦχος δ'Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.Στίχ. Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθὸν· λέγω ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ, ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου.
Δόξα... Ἦχος β'Ταῖς τῆς Θεοτόκου...Καὶ νῦν... τὸ αὐτὸΣτίχ. Ἐλέησον μὲ ὁ Θεός...Ἰδιόμελον Ἦχος πλ. β'Ἀνοιγέσθω ἡ πύλη τοῦ οὐρανοῦ σήμερον· ὁ γὰρ ἄναρχος Λόγος τοῦ Πατρός, ἀρχὴν λαβὼν χρονικήν, μὴ ἐκστὰς τῆς αὐτοῦ Θεότητος, ὑπὸ Παρθένου ὡς βρέφος τεσσαρακονθήμερον, Μητρὸς ἑκὼν προσφέρεται ἐν ναῷ τῷ νομικῷ, καὶ τοῦτον ἀγκάλαις εἰσδέχεται ὁ Πρέσβυς. Ἀπόλυσον κράζων, ὁ δοῦλος τῷ Δεσπότῃ· οἱ γὰρ ὀφθαλμοί μου εἶδον τὸ σωτήριόν σου, ὁ ἐλθὼν εἰς τὸν κόσμον, σῶσαι γένος ἀνθρώπων, Κύριε, δόξα σοι.
Ὁ Κανὼν τῆς Ἑορτῆς, οὗ ἡ Ἀκροστιχίς.Χριστὸν γεγηθὼς Πρέσβυς ἀγκαλίζεται.Ποίημα Κοσμᾶ Μοναχοῦ.ᾨδὴ α'
Ἦχος γ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Χέρσον ἀβυσσοτόκον πέδον ἥλιος, ἐπεπόλευσέ ποτε· ὡσεὶ τεῖχος γὰρ ἐπάγη, ἑκατέρωθεν ὕδωρ, λαῷ πεζοποντοποροῦντι, καὶ θεαρέστως μέλποντι. ᾌσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται».Ῥανάτωσαν ὕδωρ νεφέλαι· Ἥλιος ἐν νεφέλῃ γὰρ κούφη, ἐποχούμενος ἐπέστη, ἀκηράτοις ὠλέναις, Χριστὸς ἐν τῷ ναῷ ὡς βρέφος· διὸ πιστοὶ βοήσωμεν. ᾌσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται.Ἰσχύσατε χεῖρες Συμεών, τῷ γήρᾳ ἀνειμέναι, καὶ κνῆμαι παρειμέναι δὲ Πρεσβύτου, εὐθυβόλως κινεῖσθε Χριστοῦ πρὸς ὑπαντήν. Χορείαν σὺν Ἀσωμάτοις στήσαντες, ᾄσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται.Συνέσει ταθέντες οὐρανοὶ εὐφράνθητε, ἀγάλλου δὲ ἡ γῆ· ὑπερθέων γὰρ ἐκ κόλπων, ὁ τεχνίτης φοιτήσας, Χριστὸς ὑπὸ Μητρὸς Παρθένου, Θεῷ Πατρὶ προσάγεται, νήπιος ὁ πρὸ πάντων· ἐνδόξως γὰρ δεδόξασται.
Κανών α', ᾨδὴ γ', τῆς Ἑορτῆς
Ἦχος γ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὸ στερέωμα, τῶν ἐπὶ σοὶ πεποιθότων, στερέωσον Κύριε τὴν Ἐκκλησίαν, ἣν ἐκτήσω, τῷ τιμίῳ σου αἵματι».Ὁ πρωτότοκος ἐκ Πατρὸς πρὸ αἰώνων, πρωτότοκος νήπιος, Κόρης ἀφθόρου, τῷ Ἀδὰμ χεῖρας προτείνων ἐπέφανε.Νηπιόφρονα, τὸν γεγονότα ἀπάτῃ, πρωτόπλαστον ἔμπαλιν ἐπανορθώσων, Θεὸς Λόγος, νηπιάσας ἐπέφανε.Γῆς ἀπόγονον, παλινδρομήσασαν ταύτῃ, Θεότητος σύμμορφον φύσιν ὁ Πλάστης, ὡς ἀτρέπτως νηπιάσας ἀνέδειξε.
Κάθισμα
Ἦχος δ'
Κατεπλάγη Ἰωσὴφ ΤΟ ΑΚΟΥΤΕ
Ἐν τῷ ὄρει τῷ Σινᾷ, πάλαι κατεῖδε Μωϋσῆς, τὰ ὀπίσθια Θεοῦ, καὶ ἀμυδρῶς θείας φωνῆς, κατηξιώθη ἐν γνόφῳ τε καὶ θυέλλῃ, νῦν δὲ Συμεών, τὸν σαρκωθέντα Θεόν, ἀτρέπτως δι' ἡμᾶς ἐνηγκαλίσατο, καὶ γεγηθὼς ἠπείγετο τῶν τῇδε, πρὸς τὴν ζωὴν τὴν αἰώνιον· διὸ ἐβόα· Νῦν ἀπολύεις, τὸν δοῦλόν σου Δέσποτα.
Κανών α', ᾨδὴ δ', τῆς Ἑορτῆς
Ἦχος γ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐκάλυψεν οὐρανούς, ἡ ἀρετή σου Χριστέ· τῆς κιβωτοῦ γὰρ προελθών,τοῦ ἁγιάσματός σου, τῆς ἀφθόρου Μητρός, ἐν τῷ ναῷ τῆς δόξης σου, ὤφθης ὡς βρέφος, ἀγκαλοφορούμενος, καὶ ἐπληρώθη τὰ πάντα τῆς σῆς αἰνέσεως».Γηθόμενος Συμεών, τῶν ἀπορρήτων μύστα, ἡ Θεοτόκος ἐβόα, ὃν ὑφ' ἁγίου πάλαι κεχρημάτισαι Πνεύματος, νηπιάσαντα Λόγον, Χριστὸν ἐναγκαλίζου, κράζων αὐτῷ· Ἐπλήσθη τὰ πάντα τῆς σῆς αἰνέσεως.Ἣν ἤλπισας Συμεὼν ἡλικιώτην βρεφῶν, χαίρων ὑπόδεξαι Χριστόν, τοῦ lσραὴλ τοῦ θείου τὴν παράκλησιν, τὸν νόμου Ποιητὴν καὶ Δεσπότην, πληροῦντα νόμου τάξιν, κράζων αὐτῷ· Ἐπλήσθη τὰ πάντα τῆς σῆς αἰνέσεως.Θεώμενος Συμεὼν Λόγον τὸν ἄναρχον, μετὰ σαρκός, ὡς ἐν θρόνῳ Χερουβικῷ, Παρθένῳ ἐποχούμενον, τὸν αἴτιον τοῦ εἶναι τὰ πάντα, ὡς βρέφος, ἐκπλαγεὶς ἐβόα αὐτῷ· Ἐπλήσθη τὰ πάντα τῆς σῆς αἰνέσεως.
Κανών α', ᾨδὴ ε', τῆς Ἑορτῆς
Ἦχος γ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὡς εἶδεν Ἡσαΐας συμβολικῶς, ἐν θρόνῳ ἐπηρμένῳ Θεόν, ὑπ' Ἀγγέλων δόξης δορυφορούμενον, ὦ τάλας! ἐβόα, ἐγώ· πρὸ γὰρ εἶδον σωματούμενον Θεόν, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα».Συνεὶς ὁ θεῖος Πρέσβυς, τὴν προφανεῖσαν, πάλαι τῷ Προφήτῃ δόξαν, χερσὶ Λόγον βλέπων Μητρὸς κρατούμενον, ᾧ χαίροις, ἐβόα Σεμνή· ὡς γὰρ θρόνος περιέχεις τόν Θεόν, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.Προκύψας ὁ Πρεσβύτης, καὶ τῶν ἰχνῶν ἐνθέως ἐφαψάμενος, τῆς ἀπειρογάμου καὶ Θεομήτορος, πῦρ, ἔφη, βαστάζεις Ἁγνή, βρέφος φρίττω ἀγκαλίσασθαι Θεόν, φωτός ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.Ῥύπτεται Ἡσαΐας, τοῦ Σεραφὶμ τὸν ἄνθρακα δεξάμενος, ὁ Πρέσβυς ἐβόα τῇ Θεομήτορι· σὺ ὥσπερ λαβίδι χερσὶ λαμπρύνεις με, ἐπιδοῦσα ὃν φέρεις, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.
Κανών α', ᾨδὴ ς', τῆς Ἑορτῆς
Ἦχος γ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐβόησέ σοι, ἰδὼν ὁ Πρέσβυς, τοῖς ὀφθαλμοῖς τὸ σωτήριον, ὃ λαοῖς ἐπέστη· Ἐκ Θεοῦ Χριστὲ σὺ Θεός μου».Σιὼν σὺ λίθος, ἐναπετέθης, τοῖς ἀπειθοῦσι προσκόμματος, καὶ σκανδάλου πέτρα, ἀρραγὴς πιστῶν σωτηρία.Βεβαίως φέρων, τὸν χαρακτῆρα, τοῦ πρὸ αἰώνων σε φύσαντος, τὴν βροτῶν δι' οἶκτον, νῦν ἀσθένειαν περιέθου.Υἱὸν Ὑψίστου, Υἱὸν Παρθένου, Θεὸν παιδίον γενόμενον, προσκυνήσαντά σε, νῦν ἀπόλυσον ἐν εἰρήνῃ.
Κοντάκιον
Ἦχος α'
Ὁ μήτραν παρθενικὴν ἁγιάσας τῷ τόκῳ σου, καὶ χεῖρας τοῦ Συμεὼν εὐλογήσας ὡς ἔπρεπε, προφθάσας καὶ νῦν ἔσωσας ἡμᾶς Χριστὲ ὁ Θεός. Ἀλλ' εἰρήνευσον ἐν πολέμοις τὸ πολίτευμα, καὶ κραταίωσον Βασιλεῖς οὓς ἠγάπησας, ὁ μόνος φιλάνθρωπος.
Ὁ Οἶκος
Τῇ Θεοτόκῳ προσδράμωμεν, οἱ βουλόμενοι κατιδεῖν τὸν Υἱὸν αὐτῆς, πρὸς Συμεὼν ἀπαγόμενον, ὃν περ οὐρανόθεν οἱ Ἀσώματοι βλέποντες, ἐξεπλήττοντο λέγοντες· θαυμαστὰ θεωροῦμεν νυνὶ καὶ παράδοξα, ἀκατάληπτα, ἄφραστα, ὁ τὸν Ἀδὰμ δημιουργήσας βαστάζεται ὡς βρέφος, ὁ ἀχώρητος χωρεῖται ἐν ἀγκάλαις τοῦ Πρεσβύτου, ὁ ἐπὶ τῶν κόλπων ἀπεριγράπτως ὑπάρχων τοῦ Πατρὸς αὐτοῦ, ἑκὼν περιγράφεται σαρκί, οὐ Θεότητι, ὁ μόνος φιλάνθρωπος.
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ Β' τοῦ αὐτοῦ μηνός, ἡ Ὑπαπαντὴ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐν ᾗ ἐδέξατο αὐτὸν εἰς τὰς ἀγκάλας αὐτοῦ ὁ δίκαιος Συμεών.ΣτίχοιΚόλπους Πατρὸς τυποῦσι τοῦ σοῦ, Χριστέ μου,Τοῦ Συμεὼν αἱ χεῖρες, αἱ φέρουσί σε.Δέξατο δευτερίῃ Χριστὸν Συμεὼν παρὰ Νηῷ.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀγαθοδώρου.ΣτίχοιἈγαθοδώρῳ δῶρον ἐξ ἐμῶν λόγων,Δωρῶ, δοθέντι τῷ Θεῷ δι' αἱμάτων.Αὐτῷ τῷ Θεῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.
Κανών α', ᾨδὴ ζ', τῆς Ἑορτῆς
Ἦχος γ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σὲ τὸν ἐν πυρὶ δροσίσαντα, Παῖδας θεολογήσαντας, καὶ Παρθένῳ, ἀκηράτῳ, ἐνοικήσαντα, Θεὸν Λόγον ὑμνοῦμεν, εὐσεβῶς μελῳδοῦντες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».Ἀδὰμ ἐμφανίσων ἄπειμι, εἰς ᾍδου διατρίβοντι, καὶ τῇ Εὔᾳ προσκομίσων εὐαγγέλια, Συμεὼν ἀνεβόα, σὺν Προφήταις χορεύων· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.Γένος χοϊκὸν ῥυσόμενος Θεός, ἕως τοῦ ᾍδου ἥξει, αἰχμαλώτοις δὲ παρέξει πᾶσιν ἄφεσιν, καὶ ἀνάβλεψιν πονηροῖς, ὡς ἀλάλοις βοῆσαι· Εὐλογητός, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.Καὶ σοῦ τὴν καρδίαν ἄφθορε, ῥομφαία διελεύσεται, Συμεὼν τῇ Θεοτόκῳ προηγόρευσεν, ἐν Σταυρῷ καθορώσης, τὸν Υἱὸν ᾧ βοῶμεν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Κανών α', ᾨδὴ η', τῆς Ἑορτῆς
Ἦχος γ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἀστέκτῳ πυρὶ ἑνωθέντες, οἱ θεοσεβείας προεστῶτες Νεανίαι, τῇ φλογὶ δὲ μὴ λωβηθέντες, θεῖον ὕμνον ἔμελπον· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».Λαὸς Ἰσραὴλ τὴν σὴν δόξαν, τὸν Ἐμμανουὴλ ὁρῶν παιδίον ἐκ Παρθένου, πρὸ προσώπου τῆς θείας κιβωτοῦ νῦν χόρευε· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.Ἰδού, Συμεὼν ἀνεβόα, τὸ ἀντιλεγόμενον σημεῖον οὗτος ἔσται, Θεὸς ὢν καὶ παιδίον, τούτῳ πίστει μέλψωμεν· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.Ζωὴ πεφυκὼς οὗτος ἔσται, πτῶσις ἀπειθοῦσι, νηπιάσας Θεὸς Λόγος, ὡς ἀνάστασις πᾶσι, τοῖς πίστει μέλπουσιν· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Κανών α', ᾨδὴ θ', τῆς Ἑορτῆς
Ἦχος γ'
ΜΕΓΑΛΥΝΑΡΙΑΨαλλόμενα ἐν τῇ ᾨδῇ ταύτῃ
Ἀκατάληπτόν ἐστι, τὸ τελούμενον ἐν σοί, καὶ Ἀγγέλοις καὶ βροτοῖς, Μητροπάρθενε ἁγνή.Ἀγκαλίζεται χερσίν, ὁ Πρεσβύτης Συμεών, τὸν τοῦ νόμου Ποιητήν, καὶ Δεσπότην τοῦ παντός.Βουληθεὶς ὁ Πλαστουργός, ἵνα σώσῃ τὸν Ἀδάμ, μήτραν ᾤκησε τὴν σήν, τῆς Παρθένου καὶ ἁγνῆς.Γένος ἅπαν τῶν βροτῶν, μακαρίζει σε Ἁγνή, καὶ δοξάζει σε πιστῶς, ὡς Μητέρα τοῦ Θεοῦ.Δεῦτε, ἴδετε Χριστόν, τὸν Δεσπότην τοῦ παντός, ὃν βαστάζει Συμεών, σήμερον ἐν τῷ ναῷ.Ἐπιβλέπεις πρὸς τὴν γῆν, καὶ ποιεῖς τρέμειν αὐτήν, καὶ πῶς γέρων κεκμηκώς, σὲ κατέχει ἐν χερσὶ;Ζήσας ἔτη Συμεών, ἕως εἶδε τὸν Χριστόν, καὶ ἐβόα πρὸς αὐτόν. Νῦν ἀπόλυσιν ζητῶ.Ἡ λαβὶς ἡ μυστική, ἡ τὸν ἄνθρακα Χριστόν, συλλαβοῦσα ἐν γαστρί, σὺ ὑπάρχεις Μαριάμ.Θέλων ἐνηνθρώπησας, ὁ προάναρχος Θεός, καὶ ναῷ προσφέρεσαι, τεσσαρακονθήμερος.Κατελθόντ' ἐξ οὐρανοῦ, τὸν Δεσπότην τοῦ παντός, ὑπεδέξατο αὐτόν, Συμεὼν ὁ Ἱερεύς.Λάμπρυνόν μου τὴν ψυχήν, καὶ τὸ φῶς τὸ αἰσθητόν, ὅπως ἴδω καθαρῶς, καὶ κηρύξω σε Θεόν.Μητροπάρθενε ἁγνή, τί προσφέρεις τῷ ναῷ, νέον βρέφος ἀποδούς, ἐν ἀγκάλαις Συμεών;Νῦν ἀπόλυσιν ζητῶ, ἀπὸ σοῦ τοῦ Πλαστουργοῦ, ὅτι εἶδόν σε Χριστέ, τὸ σωτήριόν μου φῶς.Ὃν οἱ ἄνω λειτουργοί, τρόμῳ λιτανεύουσι, κάτω νῦν ὁ Συμεών, ἀγκαλίζεται χερσί.Δόξα...Ἡ τῇ φύσει μὲν Μονάς, τοῖς προσώποις δὲ Τριάς, φύλαττε τοὺς δούλους σου, τοὺς πιστεύοντας εἰς σέ.Καὶ νῦν...Θεοτόκε ἡ ἐλπίς, πάντων τῶν Χριστιανῶν, σκέπε φρούρει φύλαττε, τοὺς ἐλπίζοντας εἰς σέ.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ἐν νόμῳ, σκιᾷ καὶ γράμματι, τύπον κατίδωμεν οἱ πιστοί, πᾶν ἄρσεν τὸ τὴν μήτραν διανοῖγον, ἅγιον Θεῷ· διὸ πρωτότοκον Λόγον, Πατρὸς ἀνάρχου Υἱόν, πρωτοτοκούμενον Μητρί, ἀπειράνδρῳ, μεγαλύνομεν».Τοῖς πρὶν νεογνῶν τρυγόνων ζεῦγος, δυάς τε ἦν νεοσσῶν, ἀνθ' ὧν ὁ θεῖος Πρέσβυς, καὶ σώφρων Ἄννα προφῆτις, τῷ ἐκ Παρθένου τεχθέντι, καὶ οἵῳ γόνῳ Πατρός, ἐν τῷ ναῷ προσιόντι, λειτουργοῦντες ἐμεγάλυνον.Ἀπέδωκάς μοι ἐβόα Συμεών, τοῦ σωτηρίου σου Χριστὲ ἀγαλλίασιν΄ ἀπόλαβέ σου τὸν λάτριν, τὸν τῇ σκιᾷ κεκμηκότα, νέον τῆς χάριτος, ἱεροκήρυκα μύστην, ἐν αἰνέσει μεγαλύνοντα.Ἱεροπρεπῶς ἀνθωμολογεῖτο, Ἄννα ὑποφητεύουσα, ἡ σώφρων καὶ Ὁσία, καὶ Πρέσβυρα τῷ Δεσπότῃ, ἐν τῷ ναῷ διαρρήδην, τὴν Θεοτόκον δὲ ἀνακηρύττουσα, πᾶσι τοῖς παροῦσιν ἐμεγάλυνεν.
Ἐξαποστειλάριον
Ἦχος γ'
αὐτόμελον ΤΟ ΑΚΟΥΤΕ (Ἐκ γ')
Ἐν πνεύματι τῷ ἱερῷ παραστὰς ὁ Πρεσβύτης, ἀγκάλαις ὑπεδέξατο, τὸν τοῦ νόμου Δεσπότην, κραυγάζων· Νῦν τοῦ δεσμοῦ με, τῆς σαρκὸς ἀπόλυσον, ὡς εἴρηκας ἐν εἰρήνῃ· εἶδον γὰρ τοῖς ὀφθαλμοῖς, ἀποκάλυψιν ἐθνῶν, καὶ Ἰσραὴλ σωτηρίαν.
Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τρία, δευτεροῦντες τὸ πρῶτον.
Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς
Ἦχος δ'
Ἔδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕ
Νόμον τὸν ἐν γράμματι, ἀποπληρῶν ὁ φιλάνθρωπος, τῷ ναῷ νῦν προσάγεται, καὶ τοῦτον εἰσδέχεται, γηραιαῖς ἀγκάλαις, Συμεὼν ὁ πρέσβυς· Νῦν ἀπολύεις με βοῶν, πρὸς τὴν ἐκεῖθεν μακαριότητα· κατεῖδον γὰρ σε σήμερον, σάρκα θνητὴν περικείμενον, τὸν ζωῆς κυριεύοντα, καὶ θανάτου δεσπόζοντα.
Ἦχος δ'
Φῶς εἰς ἀποκάλυψιν, ἐθνῶν ἐπέφανας Κύριε, ἐπὶ κούφης καθήμενος, νεφέλης ὁ Ἥλιος, τῆς δικαιοσύνης, νόμου τὸ σκιῶδες, ἀποπληρῶν καὶ τὴν ἀρχήν, καθυποφαίνων τῆς νέας χάριτος· διὸ σε θεασάμενος, ὁ Συμεὼν ἀνεκραύγαζεν· Ἐκ φθορᾶς με ἀπόλυσον, ὅτι εἶδόν σε σήμερον.
Ἦχος δ'
Κόλπων τοῦ γεννήτορος, μὴ χωρισθεὶς τῇ Θεότητι, σαρκωθεὶς ὡς εὐδόκησας, ἀγκάλαις κρατούμενος, τῆς Ἀειπαρθένου, χερσὶν ἐπεδόθης, τοῦ θεοδόχου Συμεών, ὁ τῇ χειρί σου κρατῶν τὰ σύμπαντα· διὸ νῦν ἀπολύεις με, περιχαρῶς ἀνεκραύγαζεν, ἐν εἰρήνῃ τὸν δοῦλόν σου, ὅτι εἶδὸν σε Δέσποτα.
Δοξαστικὸν
Ἦχος πλ. β'
Γερμανοῦ
Ὁ ἐν χερσὶ πρεσβυτικαῖς, τὴν σήμερον ἡμέραν, ὡς ἐφ' ἅρματος Χερουβίμ, ἀνακλιθῆναι εὐδοκήσας Χριστὲ ὁ Θεός, καὶ ἡμᾶς τοὺς ὑμνοῦντάς σε, τῆς τῶν παθῶν τυραννίδος, ἀνακαλούμενος ῥῦσαι, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.
Μεγάλη Δοξολογία
Τὰ Τυπικά, καὶ ἐκ τοῦ Κανόνος, ἡ γ' καὶ ς' ᾨδή. Εἰ δὲ βούλει, εἰπὲ τὰ παρόντα Ἀντίφωνα.
Ἀντίφωνον Α'Στίχ. Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν.Στίχ. Ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου.Στίχ. Ἐξεχύθη χάρις ἐν χείλεσί σου.Στίχ. Διὰ τοῦτο εὐλόγησέ σε ὁ Θεὸς εἰς τὸν αἰῶνα.Ἀντίφωνον Β'Στίχ. Περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου δυνατέ.Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν ἀγκάλαις τοῦ Δικαίου Συμεὼν βασταχθείς, ψάλλοντάς σοι, Ἀλληλούϊα.Στίχ. Καὶ ἔντειναι καὶ κατευοδοῦ καὶ βασίλευε.Στίχ. Τὰ βέλη σου ἠκονημένα δυνατέ, λαοὶ ὑποκάτω σου πεσοῦνται.Στίχ. Ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου.Ἀντίφωνον Γ', Ἦχος α'Στίχ. Ἄκουσον θύγατερ καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου.Χαῖρε κεχαριτωμένη Θεοτόκε Παρθένε· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σὺ Πρεσβύτα δίκαιε, δεξάμενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἡμῶν, χαριζόμενον ἡμῖν καὶ τὴν Ἀνάστασιν.Στίχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.Στίχ. Μνησθήσομαι τοῦ ὀνόματός σου, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.ΕἰσοδικόνἘγνώρισε Κύριος τὸ Σωτήριον αὐτοῦ ἐναντίον πάντων τῶν ἐθνῶν. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ...
Μεγαλυνάριον
Ἦχος γ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Θεοτόκε ἡ ἐλπίς, πάντων τῶν Χριστιανῶν, σκέπε φρούρει φύλαττε, τοὺς ἐλπίζοντας εἰς σέ.Ἐν νόμῳ, σκιᾷ καὶ γράμματι, τύπον κατίδωμεν οἱ πιστοί, πᾶν ἄρσεν τὸ τὴν μήτραν διανοῖγον, ἅγιον Θεῷ· διὸ πρωτότοκον Λόγον, Πατρὸς ἀνάρχου Υἱόν, πρωτοτοκούμενον Μητρί, ἀπειράνδρῳ, μεγαλύνομεν
ΚοινωνικὸνΠοτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι. Ἀλληλούϊα.
| TA ΜΗΝΑΙΑ | Φεβρουάριος | 02 |
Feb 03
Τῌ Γ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΦΕΒΡΟΥΑΡΙΟΥΜνήμη τοῦ Ἁγίου καὶ Δικαίου Συμεὼν τοῦ Θεοδόχου, καὶ Ἄννης τῆς Προφήτιδος.
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια, τῆς Ἑορτῆς γ' καὶ τῶν Ἁγίων γ'.
Στιχηρὰ τῆς Ἑορτῆς
Ἦχος α'
Τῶν οὐρανίων ταγμάτων ΤΟ ΑΚΟΥΤΕ
Ὁ Ποιητὴς τῶν ἁπάντων, καὶ Λυτρωτὴς ἡμῶν, ὑπὸ Μητρὸς Παρθένου, τῷ ναῷ προσηνέχθη· ὅθεν ὁ Πρεσβύτης τοῦτον λαβών, μετὰ χαρᾶς ἀνεκραύγαζε· Νῦν ἀπολύεις τόν δοῦλόν σου Ἀγαθέ, ἐν εἰρήνῃ ὡς ηὐδόκησας.
Ἦχος α'
Ὁ Συμεὼν ἐν ἀγκάλαις, ἐκ τῆς Παρθένου λαβών, τὸν πρὸ πάντων αἰώνων, γεννηθέντα Σωτῆρα· Εἶδον, ἀνεβόα, τὸν φωτισμόν, τῆς σῆς δόξης τὰ πέρατα, νῦν ἀπολύεις τὸν δοῦλόν σου Ἀγαθέ, ἐν εἰρήνῃ, ὅτι εἶδόν σε.
Ἦχος α'
Τὸν ἐπ' ἐσχάτων τεχθέντα, εἰς σωτηρίαν βροτῶν, ὁ Συμεὼν βαστάσας, ἐν ἀγκάλαις Σωτῆρα, χαίρων ἀνεβόα· Εἶδον τὸ φῶς τῶν Ἐθνῶν καὶ τὴν δόξαν τοῦ Ἰσραήλ, νῦν ἀπολύεις, ὡς εἴρηκας ὁ Θεός, ἐκ τῶν τῇδε τῇ κελεύσει σου.
Στιχηρὰ τῶν Ἁγίων
Ἦχος δ'
Ἔδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕ
Δίκαιος καὶ τέλειος, καὶ κατὰ πάντα ἀοίδιμος, χρηματίζων θεόπνευστε, Θεὸν μόνον τέλειον, εἰς τὸ δικαιῶσαι, τὸν κόσμον ἐλθόντα, καθυπεδέξω ταῖς χερσί, σωματωθέντα καὶ ἀπολέλυσαι, τοῦ σώματος βοῶν αὐτῷ· Νῦν ἀπολύεις τὸν δοῦλόν σου, ἐν εἰρήνῃ φιλάνθρωπε, ὅτι εἶδόν σε σήμερον.
Ἦχος δ'
Νεάζων τῷ πνεύματι, προβεβηκὼς δὲ τῷ σώματι, Συμεὼν κεχρημάτισαι, μὴ ὄψεσθαι θάνατον, ἕως ἴδῃς βρέφος, νέον τὸν προόντα, πρὸ τῶν αἰώνων Ποιητήν, Θεὸν τόν ὅλων σάρκα πτωχεύσαντα, ἰδὼν δὲ ἀνεσκίρτησας, καὶ τῆς σαρκὸς λύσιν ᾔτησας, πρὸς τὰ θεῖα σκηνώματα, μεταβὰς ἀγαλλόμενος.
Ἦχος δ'
Ἄννα ἡ θεόπνευστος, καὶ Συμεὼν ὁ πανόλβιος, προφητείᾳ λαμπόμενοι, ἐν νόμῳ τε ἄμεμπτοι, ἀποδεδειγμένοι, τὸν νόμου Δοτῆρα, βρέφος ὀφθέντα καθ' ἡμᾶς, ἰδόντες τοῦτον νῦν προσεκύνησαν, αὐτῶν τὴν Μνήμην σήμερον, περιχαρῶς ἑορτάσωμεν, κατὰ χρέος δοξάζοντες, Ἰησοῦν τὸν φιλάνθρωπον.
Θεοτοκίον
Ἦχος πλ. α'
Ὁ παλαιὸς ἡμερῶν, νηπιάσας σαρκί, ὑπὸ Μητρὸς Παρθένου τῷ Ἱερῷ προσάγεται, τοῦ οἰκείου νόμου πληρῶν τὸ ἐπάγγελμα, ὃν Συμεὼν δεξάμενος ἔλεγε· Νῦν ἀπολύεις ἐν εἰρήνῃ, κατὰ τὸ ῥῆμά σου τὸν δοῦλόν σου· εἶδον γὰρ οἱ ὀφθαλμοί μου, τὸ σωτήριόν σου Ἅγιε.
Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς.Ἦχος β' Οἶκος τοῦ Ἐφραθᾶ ΤΟ ΑΚΟΥΤΕΣήμερον ὁ Σωτήρ, ὡς βρέφος προσηνέχθη, ἐν τῷ ναῷ Κυρίου, καὶ χερσὶ γηραλέαις, ὁ Πρέσβυς τοῦτον δέχεται.Στίχ. Νῦν ἀπολύεις τὸν δοῦλόν σου Δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ, ὅτι εἶδον οἱ ὀφθαλμοί μου, τὸ σωτήριόν σου,Νήπιος τῇ σαρκί, ὁ παλαιὸς τῷ χρόνῳ, ὁρᾶται παραδόξως, τὴν σήμερον ἡμέραν, καὶ τῷ ναῷ προσάγεται.Στίχ. Φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ.Δέχου ὦ Συμεών, ἡ Πάναγνος ἐβόα, ἐν ἀγκάλαις ὡς βρέφος, τὸν Κύριον τῆς δόξης, καὶ κόσμου τὸ σωτήριον.
Θεοτοκίον
Ἦχος α'
Ὁ παλαιὸς ἡμερῶν, ὁ καὶ τὸν νόμον πάλαι ἐν Σινᾷ δοὺς τῷ Μωσεῖ, σήμερον βρέφος ὁρᾶται, καὶ κατὰ νόμον, ὡς νόμου Ποιητής, τὸν νόμον ἐκπληρῶν, ναῷ προσάγεται, καὶ τῷ Πρεσβύτῃ ἀποδίδοται. Δεξάμενος δὲ τοῦτον Συμεὼν ὁ δίκαιος, καὶ τῶν δεσμῶν τὴν ἔκβασιν ἰδὼν τελεσθεῖσαν, γηθοσύνως ἐβόα· Εἶδον οἱ ὀφθαλμοί μου, τὸ ἀπ' αἰῶνος μυστήριον ἀποκεκρυμμένον, ἐπ' ἐσχάτων τούτων ἡμερῶν φανερωθέν, φῶς διασκεδάζον, τῶν ἀπίστων ἐθνῶν τὴν σκοτόμαιναν καὶ δόξαν τοῦ νεολέκτου Ἰσραήλ· διὸ ἀπόλυσον τὸν δοῦλόν σου, ἐκ τῶν δεσμῶν τοῦδε τοῦ σαρκίου, πρὸς τὴν ἀγήρω καὶ θαυμασίαν ἄληκτον ζωήν, ὁ παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Ἀπολυτίκιον τῆς Ἑορτῆς
Ἦχος α'
Χαῖρε κεχαριτωμένη Θεοτόκε Παρθένε· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σὺ Πρεσβύτα δίκαιε, δεξάμενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἡμῶν, χαριζόμενον ἡμῖν καὶ τὴν Ἀνάστασιν.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα
Ἦχος α'
Τοῦ λίθου σφραγισθέντος ΤΟ ΑΚΟΥΤΕ
Θησαυρὲ τῶν αἰώνων, ἡ ζωὴ τῶν ἁπάντων, δι' ἐμὲ νηπιάσας, ὑπὸ νόμον ἐγένου, ὁ πάλαι χαράξας ἐν πλαξί, τὸν νόμον ἐν τῷ Σινᾷ, ἵνα πάντας ἀπαλλάξῃς, ἐκ τῆς τοῦ νόμου πάλαι δουλείας. Δόξα τῇ εὐσπλαγχνίᾳ σου Σωτήρ, δόξα τῇ βασιλείᾳ σου, δόξα τῇ οἰκονομίᾳ σου, μόνε φιλάνθρωπε.Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ
Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα
Ἦχος πλ. α'
Τὸν συνάναρχον Λόγον ΤΟ ΑΚΟΥΤΕ
Ἐν τῷ ναῷ προσηνέχθης τὰ εἰθισμένα πληρῶν, ὁ Ποιητὴς καὶ Δεσπότης καὶ ὁ τοῦ νόμου δοτήρ, καὶ ἀγκάλαις Συμεὼν εὐδοκίᾳ τῇ σῇ, βασταχθῆναι ἐν σαρκί, ὁ τοῖς πᾶσι φοβερός, καὶ πᾶσαν κτίσιν συνέχων, ἠνέσχου μόνε Οἰκτίρμον, τὸ φῶς πᾶσιν ἀποκαλύψας ἡμῖν.Δόξα... Καὶ νῦν... τὸ αὐτὸ
Ὁ Κανὼν τῆς Ἑορτῆς, οὗ ἡ Ἀκροστιχίς.Χριστὸν γεγηθὼς Πρέσβυς ἀγκαλίζεται.Ποίημα Κοσμᾶ Μοναχοῦ.ᾨδὴ α'
Ἦχος γ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Χέρσον ἀβυσσοτόκον πέδον ἥλιος, ἐπεπόλευσέ ποτε· ὡσεὶ τεῖχος γὰρ ἐπάγη, ἑκατέρωθεν ὕδωρ, λαῷ πεζοποντοποροῦντι, καὶ θεαρέστως μέλποντι. ᾌσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται».Ῥανάτωσαν ὕδωρ νεφέλαι· Ἥλιος ἐν νεφέλῃ γὰρ κούφη, ἐποχούμενος ἐπέστη, ἀκηράτοις ὠλέναις, Χριστὸς ἐν τῷ ναῷ ὡς βρέφος· διὸ πιστοὶ βοήσωμεν. ᾌσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται.Ἰσχύσατε χεῖρες Συμεών, τῷ γήρᾳ ἀνειμέναι, καὶ κνῆμαι παρειμέναι δὲ Πρεσβύτου, αὐθυβόλως κινεῖσθε Χριστοῦ πρὸς ὑπαντήν. Χορείαν σὺν Ἀσωμάτοις στήσαντες, ᾄσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται.Συνέσει ταθέντες οὐρανοὶ εὐφράνθητε, ἀγάλλου δὲ ἡ γῆ· ὑπερθέων γὰρ ἐκ κόλπων, ὁ τεχνίτης φοιτήσας, Χριστὸς ὑπὸ Μητρὸς Παρθένου, Θεῷ Πατρὶ προσάγεται, νήπιος ὁ πρὸ πάντων· ἐνδόξως γὰρ δεδόξασται.
Ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς.Δέχου τὸν ὕμνον Συμεὼν Θεοδόχε.Ἰωσήφ.ᾨδὴ α'
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα».Δικαίων σκηνώμασι, περιχαρῶς αὐλιζόμενος, τὸν δίκαιον Κύριον, Συμεὼν δίκαιε, τοὺς τὴν θείαν σου, τελοῦντας δικαιῶσαι, μετάστασιν αἴτησαι, μακαριώτατε.Ἐν νόμῳ γενόμενος, Ἱερουργὸς Ἱερώτατε, ὃν νόμος ἐκήρυξε, βρέφος τεθέασαι, καὶ τῆς φύσεως, τῷ νόμῳ Θεοδόχε, θανὼν πρὸς ἀθάνατον, χαίρων μετέβης ζωήν.Χειρὶ τὸν κατέχοντα, τῆς οἰκουμένης τὰ πέρατα, Παρθένου φερόμενον, χερσὶν ἑώρακας, καὶ τιμίαις σου, δεξάμενος ἀγκάλαις, Μωσέως ἀνώτερος, ὤφθης Πανόλβιε.ΘεοτοκίονὉ πλήρης κεκένωται, ὁ προαιώνιος ἄρχεται, ὁ Λόγος παχύνεται, ὁ Πλάστης πλάττεται, ὁ ἀχώρητος, χωρεῖται ἐν κοιλίᾳ, τῇ σῇ σωματούμενος, θεοχαρίτωτε.
Κανών α', ᾨδὴ γ', τῆς Ἑορτῆς
Ἦχος γ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὸ στερέωμα, τῶν ἐπὶ σοὶ πεποιθότων, στερέωσον Κύριε τὴν Ἐκκλησίαν, ἣν ἐκτήσω, τῷ τιμίῳ σου αἵματι».Ὁ πρωτότοκος ἐκ Πατρὸς πρὸ αἰώνων, πρωτότοκος νήπιος, Κόρης ἀφθόρου, τῷ Ἀδὰμ χεῖρας προτείνων ἐπέφανε.Νηπιόφρονα, τὸν γεγονότα ἀπάτῃ, πρωτόπλαστον ἔμπαλιν ἐπανορθώσων, Θεὸς Λόγος, νηπιάσας ἐπέφανε.Γῆς ἀπόγονον, παλινδρομήσασαν ταύτῃ, Θεότητος σύμμορφον φύσιν ὁ Πλάστης, ὡς ἀτρέπτως νηπιάσας ἀνέδειξε.
Κανών α', ᾨδὴ γ', τοῦ Ἁγίου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὅτι στεῖρα ἔτεκεν, ἡ ἐξ ἐθνῶν Ἐκκλησία, καὶ ἡ πολλὴ ἐν τέκνοις ἠσθένησε συναγωγή, τῷ θαυμαστῷ Θεῷ ἡμῶν βοήσωμεν· Ἅγιος εἶ Κύριε».Ὑψωθεὶς ταῖς πράξεσι, ταῖς ἱεραῖς Θεηγόρε, φωτοειδὴς ὡς στῦλος ἐπερειδόμενος σαφῶς, τῷ Παναγίῳ Πνεύματι γεγένησαι· ὅθεν εὐφημοῦμέν σε.Τὸν τοῦ νόμου Κύριον, καθυπανοίξαντα μήτραν, παρθενικὴν καὶ βρέφος σωματοφόρον Συμεών, γεγενημένον ἔβλεψας δωρούμενον, πᾶσιν ἀπολύτρωσιν.Ὁ χειρὶ τὸν ἄνθρωπον, δημιουργήσας χερσί σου, σωματωθεὶς κρατεῖται, καθαγιάζων σε σαφῶς, καὶ πρὸς τὴν ζωὴν τὴν μέλλουσαν αἰτήσαντα, Μάκαρ ἀπολύει σε.ΘεοτοκίονΝοητὴν λαβίδα σε, ἄνθρακα φέρουσαν θεῖον, τὸν ἐκ τῶν σῶν αἱμάτων σωματωθέντα ὑπὲρ νοῦν, ὁ Συμεὼν ὡς ἔβλεψε Πανάμωμε, χαίρων ἐμακάριζε.
Κάθισμα
Ἦχος γ'
Τὴν ὡραιότητα ΤΟ ΑΚΟΥΤΕ
Ἐκ τῆς Παρθένου σε, σωματωθέντα Χριστέ, χαίρων ἐδέξατο, ὁ ἱερὸς Συμεών· Νῦν ἀπολύεις ἐκβοῶν, τὸν δοῦλόν σου Δέσποτα, Ἄννα δὲ ἡ ἄμεμπτος, ἡ Προφῆτις καὶ ἔνδοξος, τὴν ἀνθομολόγησιν, καὶ τὸν ὕμνον προσῆγέ σοι· Ἡμεῖς δὲ Ζωοδότα βοῶμέν σοι· Δόξα τῷ οὕτως εὐδοκήσαντι.Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ
Κανών α', ᾨδὴ δ', τῆς Ἑορτῆς
Ἦχος γ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐκάλυψεν οὐρανούς, ἡ ἀρετή σου Χριστέ· τῆς κιβωτοῦ γὰρ προελθών,τοῦ ἁγιάσματός σου, τῆς ἀφθόρου Μητρός, ἐν τῷ ναῷ τῆς δόξης σου, ὤφθης ὡς βρέφος, ἀγκαλοφορούμενος, καὶ ἐπληρώθη τὰ πάντα τῆς σῆς αἰνέσεως».Γηθόμενος Συμεών, τῶν ἀπορρήτων μύστα, ἡ Θεοτόκος ἐβόα, ὃν ὑφ' ἁγίου πάλαι κεχρημάτισαι Πνεύματος, νηπιάσαντα Λόγον, Χριστὸν ἐναγκαλίζου, κράζων αὐτῷ· Ἐπλήσθη τὰ πάντα τῆς σῆς αἰνέσεως.Ἣν ἤλπισας Συμεὼν ἡλικιώτην βρεφῶν, χαίρων ὑπόδεξαι Χριστόν, τοῦ lσραὴλ τοῦ θείου τὴν παράκλησιν, τὸν νόμου Ποιητὴν καὶ Δεσπότην, πληροῦντα νόμου τάξιν, κράζων αὐτῷ· Ἐπλήσθη τὰ πάντα τῆς σῆς αἰνέσεως.Θεώμενος Συμεὼν Λόγον τὸν ἄναρχον, μετὰ σαρκός, ὡς ἐν θρόνῳ Χερουβικῷ, Παρθένῳ ἐποχούμενον, τὸν αἴτιον τοῦ εἶναι τὰ πάντα, ὡς βρέφος, ἐκπλαγεὶς ἐβόα αὐτῷ· Ἐπλήσθη τὰ πάντα τῆς σῆς αἰνέσεως.
Κανών α', ᾨδὴ δ', τοῦ Ἁγίου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ καθήμενος ἐν δόξῃ, ἐπὶ θρόνου Θεότητος, ἐν νεφέλῃ κούφῃ, ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος, τῇ ἀκηράτῳ παλάμῃ καὶ διέσωσε, τοὺς κραυγάζοντας· Δόξα Χριστὲ τῇ δυνάμει σου».Ὑπερήκμασας τῷ γήρᾳ, τῇ δὲ πίστει ἐνέαζες, νέον βρέφος θέλων, βλέψαι Συμεὼν τὸν παντέλειον, ἀνακαινίζοντα κόσμον τὸν γηράσαντα, ἐπιθέσει τοῦ παλαιοῦ πολεμήτορος.Μακαρίσωμεν συμφώνως, Συμεὼν τὸν μακάριον, ὡς ἀξιωθέντα, βλέψαι τὸν Θεὸν τὸν μακάριον, σάρκα φορέσαντα, ὅπως ἀπεργάσηται, μακαρίους, τοὺς πρὶν ἀθλίους χρηματίζοντας.Νομοδότην σε γινώσκω, καὶ νομίμων τῆς φύσεως, σαρκωθέντα δίχα, νόμον τε καινὸν εἰσοικίσαντα, ὁ Συμεὼν ἀνεβόα, μόνε Κύριε· Νῦν ἀπόλυσόν με, πρὸς ζωὴν τήν ἀκήρατον.ΘεοτοκίονὉ χειρὶ τὰ πάντα φέρων, ἐν χερσὶ βασταζόμενος τῆς ἀειπαρθένου, ταύτην Χερουβὶμ ἀπειργάσατο, καὶ Σεραφὶμ ἀνωτέραν ὡς γεννήτριαν, ἣν ὑμνήσωμεν, καὶ εὐσεβῶς μακαρίσωμεν.
Κανών α', ᾨδὴ ε', τῆς Ἑορτῆς
Ἦχος γ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὡς εἶδεν Ἡσαΐας συμβολικῶς, ἐν θρόνῳ ἐπηρμένῳ Θεόν, ὑπ' Ἀγγέλων δόξης δορυφορούμενον, ὦ τάλας! ἐβόα, ἐγώ· πρὸ γὰρ εἶδον σωματούμενον Θεόν, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα».Συνεὶς ὁ θεῖος Πρέσβυς, τὴν προφανεῖσαν, πάλαι τῷ Προφήτῃ δόξαν, χερσὶ Λόγον βλέπων Μητρὸς κρατούμενον, ᾧ χαίροις, ἐβόα Σεμνή· ὡς γὰρ θρόνος περιέχεις τόν Θεόν, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.Προκύψας ὁ Πρεσβύτης, καὶ τῶν ἰχνῶν ἐνθέως ἐφαψάμενος, τῆς ἀπειρογάμου καὶ Θεομήτορος, πῦρ, ἔφη, βαστάζεις Ἁγνή, βρέφος φρίττω ἀγκαλίσασθαι Θεόν, φωτός ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.Ῥύπτεται Ἡσαΐας, τοῦ Σεραφὶμ τὸν ἄνθρακα δεξάμενος, ὁ Πρέσβυς ἐβόα τῇ Θεομήτορι· σὺ ὥσπερ λαβίδι χερσὶ λαμπρύνεις με, ἐπιδοῦσα ὃν φέρεις, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.
Κανών α', ᾨδὴ ε', τοῦ Ἁγίου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου· σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύοντα».Νοὸς καθαρότητι, Θεῷ τῷ παντοκράτορι, Ἄγγελος καθάπερ λειτουργήσας, Μάκαρ ἐναίμοις θυσίαις ἥγνισας, πάλαι τὸν λαὸν τοῦ, Ἰσραήλ, αἷμα τὸ σωτήριον, προδηλούσαις τρανότατα.Σαυτὸν ἀπετέλεσας, ναὸν Θεοῦ πανάγιον, πράξεσιν ἐνθέοις θεηγόρε· ὅθεν ὡς βρέφος ἐν τῷ ἁγίῳ ναῷ, ἔβλεψας Θεὸν μετὰ σαρκός, σὲ μεταβιβάζοντα, πρὸς τὰ θεῖα σκηνώματα.Ὑμνήσωμεν σήμερον, πνευματικῶς χορεύοντες, πάντες Συμεὼν τὸν Θεοδόχον, καὶ σὺν ἐκείνῳ, Ἄνναν τὴν σώφρονα, προφήτας ὑπάρχοντας Θεοῦ, τοῦτον κατιδόντας τε, δι' ἡμᾶς νηπιάσαντα.ΘεοτοκίονΜὴ φλέξας τὴν μήτραν σου, ὁ φύσει ἀναλλοίωτος, μόνη Χερουβὶμ ἁγιωτέρα, ἄνθρωπος ὤφθη ἐκ σοῦ τικτόμενος, καὶ τοὺς ἀπωσθέντας τῇ φθορᾷ, πάντας ἀνεσώσατο, Θεομῆτορ πανάμωμε.
Κανών α', ᾨδὴ ς', τῆς Ἑορτῆς
Ἦχος γ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐβόησέ σοι, ἰδὼν ὁ Πρέσβυς, τοῖς ὀφθαλμοῖς τὸ σωτήριον, ὃ λαοῖς ἐπέστη· Ἐκ Θεοῦ Χριστὲ σὺ Θεός μου».Σιὼν σὺ λίθος, ἐναπετέθης, τοῖς ἀπειθοῦσι προσκόμματος, καὶ σκανδάλου πέτρα, ἀρραγὴς πιστῶν σωτηρία.Βεβαίως φέρων, τὸν χαρακτῆρα, τοῦ πρὸ αἰώνων σε φύσαντος, τὴν βροτῶν δι' οἶκτον, νῦν ἀσθένειαν περιέθου.Υἱὸν Ὑψίστου, Υἱὸν Παρθένου, Θεὸν παιδίον γενόμενον, προσκυνήσαντά σε, νῦν ἀπόλυσον ἐν εἰρήνῃ.
Κανών α', ᾨδὴ ς', τοῦ Ἁγίου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐβόησε, προτυπῶν τὴν ταφὴν τὴν τριήμερον, ὁ Προφήτης, Ἰωνᾶς ἐν τῷ κήτει δεόμενος· Ἐκ φθορᾶς με ῥῦσαι, Ἰησοῦ Βασιλεῦ τῶν δυνάμεων».Ἐβόησας, ὁπηνίκα κατεῖδες τὸν Κύριον. Ὡς ὑπέσχου, νῦν τὸν δοῦλόν σου Σῶτερ ἀπόλυσον, τοῖς ἐν ᾍδῃ πᾶσι, σοῦ τὴν θείαν μηνύσοντα σάρκωσιν.Ὡραιώθης, καὶ Μωσέως λαμπρότερος γέγονας, ἐν ἀγκάλαις, τὸν ἐν κάλλει ὡραῖον δεξάμενος, Συμεὼν Πρεσβύτα, δι' ἡμᾶς νηπιάσαντα Κύριον.Ναμάτων σε, πεπλησμένον τῶν θείων ἀπάραντα, καὶ πρὸς ᾍδου, τοὺς κευθμῶνας χωρήσαντα βλέψαντες, οἱ ἐκεῖ δεσμῶται, Συμεὼν θείας δρόσου ἐπλήσθησαν.ΘεοτοκίονΘηρεῦσαί με, καθ' ἑκάστην ζητεῖ ὁ παμπόνηρος, ἀλλ' αἰτοῦμαι, τῶν παγίδων ἐξάρπασον Δέσποινα, καὶ τῇ θείᾳ σκέπῃ, τῶν πτερύγων σου σῶον συντήρησον.
Κοντάκιον
Ἦχος α'
Ὁ μήτραν παρθενικὴν ἁγιάσας τῷ τόκῳ σου, καὶ χεῖρας τοῦ Συμεὼν εὐλογήσας ὡς ἔπρεπε, προφθάσας καὶ νῦν ἔσωσας ἡμᾶς Χριστὲ ὁ Θεός. Ἀλλ' εἰρήνευσον ἐν πολέμοις τὸ πολίτευμα, καὶ κραταίωσον Βασιλεῖς οὓς ἠγάπησας, ὁ μόνος φιλάνθρωπος.
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ Γ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου καὶ δικαίου Συμεὼν τοῦ Θεοδόχου καί, Ἄννης τῆς Προφήτιδος, ὧν ἡ Σύναξις τελεῖται ἐν τῷ σεπτῷ Ἀποστολείῳ τοῦ Ἁγίου Ἰακώβου τοῦ Ἀδελφοθέου, τῷ ὄντι ἐν τῷ σεβασμίῳ ναῷ τῆς Ἁγίας Θεοτόκου, πλησίον τῆς ἁγιωτάτης Μεγάλης Ἐκκλησίας.ΣτίχοιἬγγειλε νεκροῖς Πρέσβυς, ὡς Θεὸς Λόγος,Ἄνθρωπος ὀφθείς, μέχρι καὶ τούτων φθάσει.Οὐ γὰρ ἀπῆρεν ἡ Φανουὴλ θυγάτηρ,Ἕως ἐπ' αὐτῆς τὸν Θεὸν εἶδε βρέφος.Τῇ τριτάτῃ δεσμοῖο βίαιο λύθη Συμεώνης.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων μαρτύρων Ἀδριανοῦ καὶ Εὐβούλου.ΣτίχοιἈδριανόν, χαίροντα τμηθῆναι ξίφει,Χείρ, ἡ φόνοις χαίρουσα τέμνει δημίου.Ξίφει θανὼν Εὔβουλε, Κυρίου χάριν,Βουλὴν ἐπέγνως ὡς ἀρεστὴν Κυρίῳ.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου μάρτυρος Βλασίου τοῦ Βουκόλου.ΣτίχοιΒοῶν ἐπαύλεις Βλάσιον εἶχον πάλαι,Αὐλαὶ δὲ νῦν ἔχουσιν αὐτὸν Κυρίου.Τῇ αὐτῇ ἡμέρᾳ, ὁ προφήτης Ἀζαρίας, υἱὸς Ἀδδώ, ἐν εἰρήνῃ τελειοῦται.ΣτίχοιΧρησμοὺς διδόντος πρὶν θανεῖν Ἀζαρίου,Σιγᾷ προφητεύουσα λοξὰ Πυθία.Τῇ αὐτῇ ἡμέρᾳ, Παῦλος καὶ Σίμων οἱ Μάρτυρες ξίφει τελειοῦνται.ΣτίχοιΚαὶ Παῦλον ὧδε, καὶ Σίμωνα γραπτέον,Μὴ καὶ λάθωσιν, ἐκκοπέντες τὰς κάρας.Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Κλαύδιος ἐν εἰρήνῃ τελειοῦται.ΣτίχοιἜχαιρεν εὑρὼν Κλαύδιος βίου τέλος,Ὡς εἴ τις εὕροι ψαλμικῶς πολλὰ σκῦλα.Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.
Κανών α', ᾨδὴ ζ', τῆς Ἑορτῆς
Ἦχος γ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σὲ τὸν ἐν πυρὶ δροσίσαντα, Παῖδας θεολογήσαντας, καὶ Παρθένῳ, ἀκηράτῳ, ἐνοικήσαντα, Θεὸν Λόγον ὑμνοῦμεν, εὐσεβῶς μελῳδοῦντες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».Ἀδὰμ ἐμφανίσων ἄπειμι, εἰς ᾍδου διατρίβοντι, καὶ τῇ Εὔᾳ προσκομίσων εὐαγγέλια, Συμεὼν ἀνεβόα, σὺν Προφήταις χορεύων· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.Γένος χοϊκὸν ῥυσόμενος Θεός, ἕως τοῦ ᾍδου ἥξει, αἰχμαλώτοις δὲ παρέξει πᾶσιν ἄφεσιν, καὶ ἀνάβλεψιν πονηροῖς, ὡς ἀλάλοις βοῆσαι· Εὐλογητός, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.Καὶ σοῦ τὴν καρδίαν ἄφθορε, ῥομφαία διελεύσεται, Συμεὼν τῇ Θεοτόκῳ προηγόρευσεν, ἐν Σταυρῷ καθορώσης, τὸν Υἱὸν ᾧ βοῶμεν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Κανών α', ᾨδὴ ζ', τοῦ Ἁγίου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν Κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ».Ἐννομώτατα Κυρίῳ παντοκράτορι, σὺ ἐλειτούργησας, δίκαιος ὡς ἀληθῶς, ἐν νόμῳ τε ἄμεμπτος Μάκαρ γενόμενος· ὅθεν ἔψαλλες, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητός εἶ.Ἡ χαρὰ τῶν θλιβομένων ἐπεδήμησεν, ἡ ἀπολύτρωσις, τοῦ Ἰσραὴλ ἀληθῶς, ὡράθη ὡς νήπιον ἐν τῷ ναῷ αὐτοῦ, ἀπολύων με, πρὸς τὴν ζωὴν τὴν μέλλουσαν, Συμεὼν ἐβόα χαίρων.Διὰ σπλάγχνα οἰκτιρμῶν σου κεκμηκότα με, νόμου τῷ γράμματι, κατακαμφθέντα τε, τῷ γήρᾳ ἀπόλυσον Σῶτερ τὸν δοῦλόν σου, ὅτι εἶδόν σε, ὁ Συμεὼν ἐκραύγαζεν, ἐπὶ γῆς φοροῦντα σάρκα.ΘεοτοκίονὉ κενώσας ὁ πληρέστατος τὸν ἄχραντον, κόλπον τοῦ φύντος Πατρός, σοῦ ἐν τοῖς κόλποις Ἁγνή, ὡς βρέφος καθέζεται ἑτοιμαζόμενος, οἷς ἠθέλησεν, ὁμοιωθῆναι Ἄχραντε, ἱερὰν σαφῶς καθέδραν.
Κανών α', ᾨδὴ η', τῆς Ἑορτῆς
Ἦχος γ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἀστέκτῳ πυρὶ ἑνωθέντες, οἱ θεοσεβείας προεστῶτες Νεανίαι, τῇ φλογὶ δὲ μὴ λωβηθέντες, θεῖον ὕμνον ἔμελπον· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».Λαὸς Ἰσραὴλ τὴν σὴν δόξαν, τὸν Ἐμμανουὴλ ὁρῶν παιδίον ἐκ Παρθένου, πρὸ προσώπου τῆς θείας κιβωτοῦ νῦν χόρευε· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.Ἰδού, Συμεὼν ἀνεβόα, τὸ ἀντιλεγόμενον σημεῖον οὗτος ἔσται, Θεὸς ὢν καὶ παιδίον, τούτῳ πίστει μέλψωμεν· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.Ζωὴ πεφυκὼς οὗτος ἔσται, πτῶσις ἀπειθοῦσι, νηπιάσας Θεὸς Λόγος, ὡς ἀνάστασις πᾶσι, τοῖς πίστει μέλπουσιν· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Κανών α', ᾨδὴ η', τοῦ Ἁγίου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».Χηρεύσαντα κόσμον θείας δόξης, ἐλθόντα νυμφοστολῆσαι τὸν Ὑπέρθεον, χήρα χρηματίζουσα, Ἄννα ἡ πανεύφημος, καὶ Προφητείας χάριτι περιαστράπτουσα, ἐδόξασεν αὐτὸν καὶ τὸ μέλλον, πᾶσι τοὶς παροῦσιν, ἐδήλου θεῖον λύτρον.Ἐναίμους θυσίας προσηγάγω, ἀμνοῦ τοῦ δι' οἶκτον ἀδιήγητον, αἷμα τὸ σωτήριον, χυθὲν τὸ ἱερώτατον, προμηνυούσας πόρρωθεν, ὃν σωματούμενον, κρατήσας Συμεών ἐδοξάσθης, ὑπὲρ Μωϋσέα, καὶ πάντας τοὺς Προφήτας.Ἰδὼν τὸν ποθούμενον τὴν λύσιν, ὑπέστης τοῦ σώματος θεόπνευστε, καὶ καθάπερ ὥριμος, σῖτος μεταβέβηκας, πρὸς τοὺς πατέρας ἔνδοξε, τραφεὶς ἐν γήρᾳ καλῷ· διὸ σου τὴν πανέορτον μνήμην, ἐν ἀγαλλιάσει, ψυχῆς ἐπιτελοῦμεν.ΘεοτοκίονὩς κρίνον, ὡς εὔοσμον σε ῥόδον, ὡς θεῖον ὀσφράδιον ἐδρέψατο, Λόγος ὁ ὑπέρθεος, πάναγνε Θεόνυμφε, καὶ σοῦ τὴν μήτραν ᾤκησεν εὐωδιάζων ἡμῶν, τὴν φύσιν δυσωδίας πλησθεῖσαν, τὴν ἐξ ἁμαρτίας, Μαρία Θεοτόκε.
Κανών α', ᾨδὴ θ', τῆς Ἑορτῆς
Ἦχος γ'
ΜΕΓΑΛΥΝΑΡΙΑΨαλλόμενα ἐν τῇ ᾨδῇ ταύτῃ
Ἀκατάληπτόν ἐστι, τὸ τελούμενον ἐν σοί, καὶ Ἀγγέλοις καὶ βροτοῖς, Μητροπάρθενε ἁγνή.Ἀγκαλίζεται χερσίν, ὁ Πρεσβύτης Συμεών, τὸν τοῦ νόμου Ποιητήν, καὶ Δεσπότην τοῦ παντός.Βουληθεὶς ὁ Πλαστουργός, ἵνα σώσῃ τὸν Ἀδάμ, μήτραν ᾤκησε τὴν σήν, τῆς Παρθένου καὶ ἁγνῆς.Γένος ἅπαν τῶν βροτῶν, μακαρίζει σε Ἁγνή, καὶ δοξάζει σε πιστῶς, ὡς Μητέρα τοῦ Θεοῦ.Δεῦτε, ἴδετε Χριστόν, τὸν Δεσπότην τοῦ παντός, ὃν βαστάζει Συμεών, σήμερον ἐν τῷ ναῷ.Ἐπιβλέπεις πρὸς τὴν γῆν, καὶ ποιεῖς τρέμειν αὐτήν, καὶ πῶς γέρων κεκμηκώς, σὲ κατέχει ἐν χερσὶ;Ζήσας ἔτη Συμεών, ἕως εἶδε τὸν Χριστόν, καὶ ἐβόα πρὸς αὐτόν. Νῦν ἀπόλυσιν ζητῶ.Ἡ λαβὶς ἡ μυστική, ἡ τὸν ἄνθρακα Χριστόν, συλλαβοῦσα ἐν γαστρί, σὺ ὑπάρχεις Μαριάμ.Θέλων ἐνηνθρώπησας, ὁ προάναρχος Θεός, καὶ ναῷ προσφέρεσαι, τεσσαρακονθήμερος.Κατελθόντ' ἐξ οὐρανοῦ, τὸν Δεσπότην τοῦ παντός, ὑπεδέξατο αὐτόν, Συμεὼν ὁ Ἱερεύς.Λάμπρυνόν μου τὴν ψυχήν, καὶ τὸ φῶς τὸ αἰσθητόν, ὅπως ἴδω καθαρῶς, καὶ κηρύξω σε Θεόν.Μητροπάρθενε ἁγνή, τί προσφέρεις τῷ ναῷ, νέον βρέφος ἀποδούς, ἐν ἀγκάλαις Συμεών;Νῦν ἀπόλυσιν ζητῶ, ἀπὸ σοῦ τοῦ Πλαστουργοῦ, ὅτι εἶδόν σε Χριστέ, τὸ σωτήριόν μου φῶς.Ὃν οἱ ἄνω λειτουργοί, τρόμῳ λιτανεύουσι, κάτω νῦν ὁ Συμεών, ἀγκαλίζεται χερσί.Δόξα...Ἡ τῇ φύσει μὲν Μονάς, τοῖς προσώποις δὲ Τριάς, φύλαττε τοὺς δούλους σου, τοὺς πιστεύοντας εἰς σέ.Καὶ νῦν...Θεοτόκε ἡ ἐλπίς, πάντων τῶν Χριστιανῶν, σκέπε φρούρει φύλαττε, τοὺς ἐλπίζοντας εἰς σέ.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ἐν νόμῳ, σκιᾷ καὶ γράμματι, τύπον κατίδωμεν οἱ πιστοί, πᾶν ἄρσεν τὸ τὴν μήτραν διανοῖγον, ἅγιον Θεῷ· διὸ πρωτότοκον Λόγον, Πατρὸς ἀνάρχου Υἱόν, πρωτοτοκούμενον Μητρί, ἀπειράνδρῳ, μεγαλύνομεν».Τοῖς πρὶν νεογνῶν τρυγόνων ζεῦγος, δυάς τε ἦν νεοσσῶν, ἀνθ' ὧν ὁ θεῖος Πρέσβυς, καὶ σώφρων Ἄννα προφῆτις, τῷ ἐκ Παρθένου τεχθέντι, καὶ οἵῳ γόνῳ Πατρός, ἐν τῷ ναῷ προσιόντι, λειτουργοῦντες ἐμεγάλυνον.Ἀπέδωκάς μοι ἐβόα Συμεών, τοῦ σωτηρίου σου Χριστὲ ἀγαλλίασιν΄ ἀπόλαβέ σου τὸν λάτριν, τὸν τῇ σκιᾷ κεκμηκότα, νέον τῆς χάριτος, ἱεροκήρυκα μύστην, ἐν αἰνέσει μεγαλύνοντα.Ἱεροπρεπῶς ἀνθωμολογεῖτο, Ἄννα ὑποφητεύουσα, ἡ σώφρων καὶ Ὁσία, καὶ Πρέσβυρα τῷ Δεσπότῃ, ἐν τῷ ναῷ διαρρήδην, τὴν Θεοτόκον δὲ ἀνακηρύττουσα, πᾶσι τοῖς παροῦσιν ἐμεγάλυνεν.
Κανών α', ᾨδὴ θ', τοῦ Ἁγίου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Εὔα μὲν τῷ τῆς παρακοῆς νοσήματι, τὴν κατάραν εἰσῳκίσατο, σὺ δὲ Παρθένε, Θεοτόκε, τῷ τῆς κυοφορίας βλαστήματι, τῷ κόσμῳ τὴν εὐλογίαν ἐξήνθησας· ὅθεν σε πάντες μεγαλύνομεν».Σεπταί σου αἱ χεῖρες ἀληθῶς προσψαύσασθαι, Θεοδόχε θείοις μέλεσι, τοῦ ἁπτομένου τῶν ὀρέων, ὡς Δαυῒδ μελῳδεῖ καὶ καπνίζονται, μακάριος τῷ ὄντι σὺ γέγονας· ὅθεν ἀξίως εὐφημοῦμέν σε.Ἡ θήκη σου βλύζει τοῖς πιστοῖς ἰάματα, ἡ δὲ μνήμη μεμακάρισται, λάμπουσα, πλέον τοῦ ἡλίου, καὶ πάντων τὰς ψυχὰς σελαγίζουσα, πρὸς φῶς θεογνωσίας ἀνάγουσα, Ἱερομύστα πανσεβάσμιε.Φωτίζουσι φέγγει νοητῷ ὡς ἥλιος, καὶ σελήνη τὴν ὑφήλιον, Ἄννα ἡ σώφρων καὶ προφῆτις, ὁ Πρέσβυς Συμεών τε ὁ ἔνδοξος· δι' ὧν ἡμᾶς φιλάνθρωπε Κύριε, ἁμαρτημάτων σκότους λύτρωσαι.ΘεοτοκίονΦανεῖσαν Μητέρα σε Θεοῦ ὡς ἔβλεψε, Θεοτόκε ὁ πρεσβύτατος, ἔφησεν οἷά περ προφήτης· Ἰδοὺ ὁ σὸς Υἱὸς εἰς ἀνάστασιν, καὶ πτῶσιν τῶν πολλῶν κεῖται Δέσποινα, καὶ εἰς σημεῖον δυσερμήνευτον.
Ἐξαποστειλάριον
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Ἀτρέπτως καθ' ὑπόστασιν, ἐν σοὶ Θεογεννήτρια, σαρκὶ ἑνοῦται ἀσπόρως, καὶ νηπιάζει ὁ Λόγος, ὃν ἐν ἀγκάλαις φέρουσα, Χερουβικὸς ὡς θρόνος νῦν, Θεῷ Πατρὶ προσήγαγες, καὶ Συμεὼν ὁ πρεσβύτης, χαίρων ἐδέξατο τοῦτον.
Εἰς τὸν Στίχον τῶν Αἴνων, Στιχηρὰ προσόμοια.Ἦχος πλ. β'Τριήμερος ἀνέστης Χριστὲ ΤΟ ΑΚΟΥΤΕὙπόδεξαι φησὶ Συμεών, τὸν Κτίστην τῶν ἁπάντων χερσίν, ὦ Πρεσβύτα, ἀγκαλίζου τὸν Χριστόν, ὃν ἡ Παρθένος κόρη, ἐγέννησεν ἀσπόρως, εἰς ἀγαλλίασιν τοῦ γένους ἡμῶν.Στίχ. Νῦν ἀπολύεις τὸν δοῦλόν σου Δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ, ὅτι εἶδον οἱ ὀφθαλμοί μου, τὸ σωτήριόν σου,Τοῦ νόμου Ποιητὴν καὶ Θεόν, ὃν φρίττουσιν Ἀγγέλων πληθύς, συνελθόντες, ἀνυμνήσωμεν λαοί, τὸν μόνον εὐεργέτην, καὶ νόμου Νομοδοτην, εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.Στίχ. Φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ.Νῦν ἀπολύεις Δέσποτα, τὸν δοῦλόν σου ὡς εἴρηκας, ἐν εἰρήνῃ, ὅτι εἶδόν σε Χριστέ, τὸ φῶς τὸ πρὸ αἰώνων, δεσμῶν με τοῦ σαρκίου, εἰς ἀποκάλυψιν ἐθνῶν Ἰσραήλ.
Θεοτοκίον
Ἦχος β'
Τὸν Ἱερὸν ἡ ἱερὰ Παρθένος προσεκόμισεν ἐν Ἱερῷ τῷ Ἱερεῖ, ἁπλώσας δὲ ἀγκάλας ὁ Συμεών, ἐδέξατο τοῦτον ἀγαλλόμενος, καὶ ἐβόησε· Νῦν ἀπολύεις τὸν δοῦλόν σου Δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ Κύριε.
Τὰ Τυπικά, καὶ ἡ γ' καὶ ς' ᾨδὴ τοῦ Κανόνος, καὶ τὰ λοιπά.
Ἀντίφωνον Α'Στίχ. Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν.Στίχ. Ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου.Στίχ. Ἐξεχύθη χάρις ἐν χείλεσί σου.Στίχ. Διὰ τοῦτο εὐλόγησέ σε ὁ Θεὸς εἰς τὸν αἰῶνα.Ἀντίφωνον Β'Στίχ. Περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου δυνατέ.Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν ἀγκάλαις τοῦ Δικαίου Συμεὼν βασταχθείς, ψάλλοντάς σοι, Ἀλληλούϊα.Στίχ. Καὶ ἔντειναι καὶ κατευοδοῦ καὶ βασίλευε.Στίχ. Τὰ βέλη σου ἠκονημένα δυνατέ, λαοὶ ὑποκάτω σου πεσοῦνται.Στίχ. Ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου.Ἀντίφωνον Γ', Ἦχος α'Στίχ. Ἄκουσον θύγατερ καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου.Χαῖρε κεχαριτωμένη Θεοτόκε Παρθένε· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σὺ Πρεσβύτα δίκαιε, δεξάμενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἡμῶν, χαριζόμενον ἡμῖν καὶ τὴν Ἀνάστασιν.Στίχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.Στίχ. Μνησθήσομαι τοῦ ὀνόματός σου, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.ΕἰσοδικόνἘγνώρισε Κύριος τὸ Σωτήριον αὐτοῦ ἐναντίον πάντων τῶν ἐθνῶν. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ...
Μεγαλυνάριον
Ἦχος γ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Θεοτόκε ἡ ἐλπίς, πάντων τῶν Χριστιανῶν, σκέπε φρούρει φύλαττε, τοὺς ἐλπίζοντας εἰς σέ.Ἐν νόμῳ, σκιᾷ καὶ γράμματι, τύπον κατίδωμεν οἱ πιστοί, πᾶν ἄρσεν τὸ τὴν μήτραν διανοῖγον, ἅγιον Θεῷ· διὸ πρωτότοκον Λόγον, Πατρὸς ἀνάρχου Υἱόν, πρωτοτοκούμενον Μητρί, ἀπειράνδρῳ, μεγαλύνομεν
ΚοινωνικὸνΠοτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι. Ἀλληλούϊα.
| TA ΜΗΝΑΙΑ | Φεβρουάριος | 03 |
Feb 03t
Τῌ Γ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΦΕΒΡΟΥΑΡΙΟΥ Μνήμη τοῦ Ἁγίου καὶ Δικαίου Συμεὼν τοῦ Θεοδόχου, καὶ Ἄννης τῆς Προφήτιδος.
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια.
Στιχηρὰ τῶν Ἁγίων
Ἦχος δ'
Ἔδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕ
Δίκαιος καὶ τέλειος, καὶ κατὰ πάντα ἀοίδιμος, χρηματίζων θεόπνευστε, Θεὸν μόνον τέλειον, εἰς τὸ δικαιῶσαι, τὸν κόσμον ἐλθόντα, καθυπεδέξω ταῖς χερσί, σωματωθέντα καὶ ἀπολέλυσαι, τοῦ σώματος βοῶν αὐτῷ· Νῦν ἀπολύεις τὸν δοῦλόν σου, ἐν εἰρήνῃ φιλάνθρωπε, ὅτι εἶδόν σε σήμερον.
Ἦχος δ'
Νεάζων τῷ πνεύματι, προβεβηκὼς δὲ τῷ σώματι, Συμεὼν κεχρημάτισαι, μὴ ὄψεσθαι θάνατον, ἕως ἴδῃς βρέφος, νέον τὸν προόντα, πρὸ τῶν αἰώνων Ποιητήν, Θεὸν τόν ὅλων σάρκα πτωχεύσαντα, ἰδὼν δὲ ἀνεσκίρτησας, καὶ τῆς σαρκὸς λύσιν ᾔτησας, πρὸς τὰ θεῖα σκηνώματα, μεταβὰς ἀγαλλόμενος.
Ἦχος δ'
Ἄννα ἡ θεόπνευστος, καὶ Συμεὼν ὁ πανόλβιος, προφητείᾳ λαμπόμενοι, ἐν νόμῳ τε ἄμεμπτοι, ἀποδεδειγμένοι, τὸν νόμου Δοτῆρα, βρέφος ὀφθέντα καθ' ἡμᾶς, ἰδόντες τοῦτον νῦν προσεκύνησαν, αὐτῶν τὴν Μνήμην σήμερον, περιχαρῶς ἑορτάσωμεν, κατὰ χρέος δοξάζοντες, Ἰησοῦν τὸν φιλάνθρωπον.
Θεοτοκίον
Ἦχος δ'
Ἔδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕ
Τὸ χαῦνον καὶ ἔκλυτον, Παρθενομῆτορ πανάμωμε, τῆς ψυχῆς μου μετάβαλε, εἰς ῥῶσιν καὶ δύναμιν, νῦν τοῦ θείου φόβου, ποιεῖν τε καὶ πράττειν, τὰ δικαιώματα Χριστοῦ, ὅπως ἐκφύγω τὸ πῦρ τὸ ἄσβεστον, καὶ κλῆρον τὸν οὐράνιον, καὶ τὴν ζωὴν τὴν ἀπέραντον, διὰ σοῦ εὕρω Δέσποινα, εὐφραινόμενος πάντοτε.
ΣταυροθεοτοκίονἮχος δ'
Ἔδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕ
Σταυρούμενον βλέπουσα, καὶ τὴν πλευρὰν ὀρυττόμενον, ὑπὸ λόγχης ἡ Πάναγνος, Χριστὸν τὸν φιλάνθρωπον, ἔκλαιε βοῶσα· Τὶ τοῦτο Υἱέ μου; τὶ σοι ἀχάριστος λαός, ἀποτιννύει ἀνθ' ὧν πεποίηκας, καλῶν αὐτοῖς καὶ σπεύδεις με, ἀτεκνωθῆναι παμφίλτατε; Καταπλήττομαι εὔσπλαγχνε, σὴν ἑκούσιον Σταύρωσιν
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς.Δέχου τὸν ὕμνον Συμεὼν Θεοδόχε.Ἰωσήφ.ᾨδὴ α'
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα».Δικαίων σκηνώμασι, περιχαρῶς αὐλιζόμενος, τὸν δίκαιον Κύριον, Συμεὼν δίκαιε, τοὺς τὴν θείαν σου, τελοῦντας δικαιῶσαι, μετάστασιν αἴτησαι, μακαριώτατε.Ἐν νόμῳ γενόμενος, Ἱερουργὸς Ἱερώτατε, ὃν νόμος ἐκήρυξε, βρέφος τεθέασαι, καὶ τῆς φύσεως, τῷ νόμῳ Θεοδόχε, θανὼν πρὸς ἀθάνατον, χαίρων μετέβης ζωήν.Χειρὶ τὸν κατέχοντα, τῆς οἰκουμένης τὰ πέρατα, Παρθένου φερόμενον, χερσὶν ἑώρακας, καὶ τιμίαις σου, δεξάμενος ἀγκάλαις, Μωσέως ἀνώτερος, ὤφθης Πανόλβιε.ΘεοτοκίονὉ πλήρης κεκένωται, ὁ προαιώνιος ἄρχεται, ὁ Λόγος παχύνεται, ὁ Πλάστης πλάττεται, ὁ ἀχώρητος, χωρεῖται ἐν κοιλίᾳ, τῇ σῇ σωματούμενος, θεοχαρίτωτε.
Κανών α', ᾨδὴ γ', τοῦ Ἁγίου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὅτι στεῖρα ἔτεκεν, ἡ ἐξ ἐθνῶν Ἐκκλησία, καὶ ἡ πολλὴ ἐν τέκνοις ἠσθένησε συναγωγή, τῷ θαυμαστῷ Θεῷ ἡμῶν βοήσωμεν· Ἅγιος εἶ Κύριε».Ὑψωθεὶς ταῖς πράξεσι, ταῖς ἱεραῖς Θεηγόρε, φωτοειδὴς ὡς στῦλος ἐπερειδόμενος σαφῶς, τῷ Παναγίῳ Πνεύματι γεγένησαι· ὅθεν εὐφημοῦμέν σε.Τὸν τοῦ νόμου Κύριον, καθυπανοίξαντα μήτραν, παρθενικὴν καὶ βρέφος σωματοφόρον Συμεών, γεγενημένον ἔβλεψας δωρούμενον, πᾶσιν ἀπολύτρωσιν.Ὁ χειρὶ τὸν ἄνθρωπον, δημιουργήσας χερσί σου, σωματωθεὶς κρατεῖται, καθαγιάζων σε σαφῶς, καὶ πρὸς τὴν ζωὴν τὴν μέλλουσαν αἰτήσαντα, Μάκαρ ἀπολύει σε.ΘεοτοκίονΝοητὴν λαβίδα σε, ἄνθρακα φέρουσαν θεῖον, τὸν ἐκ τῶν σῶν αἱμάτων σωματωθέντα ὑπὲρ νοῦν, ὁ Συμεὼν ὡς ἔβλεψε Πανάμωμε, χαίρων ἐμακάριζε.
Κάθισμα
Ἦχος γ'
Τὴν ὡραιότητα ΤΟ ΑΚΟΥΤΕ
Ἐκ τῆς Παρθένου σε, σωματωθέντα Χριστέ, χαίρων ἐδέξατο, ὁ ἱερὸς Συμεών· Νῦν ἀπολύεις ἐκβοῶν, τὸν δοῦλόν σου Δέσποτα, Ἄννα δὲ ἡ ἄμεμπτος, ἡ Προφῆτις καὶ ἔνδοξος, τὴν ἀνθομολόγησιν, καὶ τὸν ὕμνον προσῆγέ σοι· Ἡμεῖς δὲ Ζωοδότα βοῶμέν σοι· Δόξα τῷ οὕτως εὐδοκήσαντι.ΘεοτοκίονἈκατανόητον, καὶ ἀκατάληπτον, ὑπάρχει Δέσποινα, θεοχαρίτωτε, τὸ πεπραγμένον ἐπὶ σοί, φρικτὸν ὄντως μυστήριον! τὸν γὰρ ἀπερίληπτον, συλλαβοῦσα ἐκύησας, σάρκα περιθέμενον, ἐξ ἀχράντων αἱμάτων σου, ὃν πάντοτε Ἁγνὴ ὡς Υἱόν σου, δυσώπει τοῦ σῶσαι τὰς ψυχὰς ἡμῶν.Ἢ ΣταυροθεοτοκίονἩ ἀπειρόγαμος, Ἁγνὴ καὶ Μήτηρ σου, Χριστὲ ὁρῶσά σε, νεκρὸν κρεμάμενον, ἐπὶ τοῦ ξύλου μητρικῶς, θρηνοῦσα ἀπεφθέγγετο· Τὶ σοι ἀνταπέδωκε, τῶν Ἑβραίων ὁ ἄνομος, δῆμος καὶ ἀχάριστος, ὁ πολλῶν καὶ μεγάλων σου, Υἱέ μου δωρεῶν ἀπολαύσας; Ὑμνῶ σου τὴν θείαν συγκατάβασιν.
Κανών α', ᾨδὴ δ', τοῦ Ἁγίου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ καθήμενος ἐν δόξῃ, ἐπὶ θρόνου Θεότητος, ἐν νεφέλῃ κούφῃ, ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος, τῇ ἀκηράτῳ παλάμῃ καὶ διέσωσε, τοὺς κραυγάζοντας· Δόξα Χριστὲ τῇ δυνάμει σου».Ὑπερήκμασας τῷ γήρᾳ, τῇ δὲ πίστει ἐνέαζες, νέον βρέφος θέλων, βλέψαι Συμεὼν τὸν παντέλειον, ἀνακαινίζοντα κόσμον τὸν γηράσαντα, ἐπιθέσει τοῦ παλαιοῦ πολεμήτορος.Μακαρίσωμεν συμφώνως, Συμεὼν τὸν μακάριον, ὡς ἀξιωθέντα, βλέψαι τὸν Θεὸν τὸν μακάριον, σάρκα φορέσαντα, ὅπως ἀπεργάσηται, μακαρίους, τοὺς πρὶν ἀθλίους χρηματίζοντας.Νομοδότην σε γινώσκω, καὶ νομίμων τῆς φύσεως, σαρκωθέντα δίχα, νόμον τε καινὸν εἰσοικίσαντα, ὁ Συμεὼν ἀνεβόα, μόνε Κύριε· Νῦν ἀπόλυσόν με, πρὸς ζωὴν τήν ἀκήρατον.ΘεοτοκίονὉ χειρὶ τὰ πάντα φέρων, ἐν χερσὶ βασταζόμενος τῆς ἀειπαρθένου, ταύτην Χερουβὶμ ἀπειργάσατο, καὶ Σεραφὶμ ἀνωτέραν ὡς γεννήτριαν, ἣν ὑμνήσωμεν, καὶ εὐσεβῶς μακαρίσωμεν.
Κανών α', ᾨδὴ ε', τοῦ Ἁγίου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου· σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύοντα».Νοὸς καθαρότητι, Θεῷ τῷ παντοκράτορι, Ἄγγελος καθάπερ λειτουργήσας, Μάκαρ ἐναίμοις θυσίαις ἥγνισας, πάλαι τὸν λαὸν τοῦ, Ἰσραήλ, αἷμα τὸ σωτήριον, προδηλούσαις τρανότατα.Σαυτὸν ἀπετέλεσας, ναὸν Θεοῦ πανάγιον, πράξεσιν ἐνθέοις θεηγόρε· ὅθεν ὡς βρέφος ἐν τῷ ἁγίῳ ναῷ, ἔβλεψας Θεὸν μετὰ σαρκός, σὲ μεταβιβάζοντα, πρὸς τὰ θεῖα σκηνώματα.Ὑμνήσωμεν σήμερον, πνευματικῶς χορεύοντες, πάντες Συμεὼν τὸν Θεοδόχον, καὶ σὺν ἐκείνῳ, Ἄνναν τὴν σώφρονα, προφήτας ὑπάρχοντας Θεοῦ, τοῦτον κατιδόντας τε, δι' ἡμᾶς νηπιάσαντα.ΘεοτοκίονΜὴ φλέξας τὴν μήτραν σου, ὁ φύσει ἀναλλοίωτος, μόνη Χερουβὶμ ἁγιωτέρα, ἄνθρωπος ὤφθη ἐκ σοῦ τικτόμενος, καὶ τοὺς ἀπωσθέντας τῇ φθορᾷ, πάντας ἀνεσώσατο, Θεομῆτορ πανάμωμε.
Κανών α', ᾨδὴ ς', τοῦ Ἁγίου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐβόησε, προτυπῶν τὴν ταφὴν τὴν τριήμερον, ὁ Προφήτης, Ἰωνᾶς ἐν τῷ κήτει δεόμενος· Ἐκ φθορᾶς με ῥῦσαι, Ἰησοῦ Βασιλεῦ τῶν δυνάμεων».Ἐβόησας, ὁπηνίκα κατεῖδες τὸν Κύριον. Ὡς ὑπέσχου, νῦν τὸν δοῦλόν σου Σῶτερ ἀπόλυσον, τοῖς ἐν ᾍδῃ πᾶσι, σοῦ τὴν θείαν μηνύσοντα σάρκωσιν.Ὡραιώθης, καὶ Μωσέως λαμπρότερος γέγονας, ἐν ἀγκάλαις, τὸν ἐν κάλλει ὡραῖον δεξάμενος, Συμεὼν Πρεσβύτα, δι' ἡμᾶς νηπιάσαντα Κύριον.Ναμάτων σε, πεπλησμένον τῶν θείων ἀπάραντα, καὶ πρὸς ᾍδου, τοὺς κευθμῶνας χωρήσαντα βλέψαντες, οἱ ἐκεῖ δεσμῶται, Συμεὼν θείας δρόσου ἐπλήσθησαν.ΘεοτοκίονΘηρεῦσαί με, καθ' ἑκάστην ζητεῖ ὁ παμπόνηρος, ἀλλ' αἰτοῦμαι, τῶν παγίδων ἐξάρπασον Δέσποινα, καὶ τῇ θείᾳ σκέπῃ, τῶν πτερύγων σου σῶον συντήρησον.
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ Γ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου καὶ δικαίου Συμεὼν τοῦ Θεοδόχου καί, Ἄννης τῆς Προφήτιδος, ὧν ἡ Σύναξις τελεῖται ἐν τῷ σεπτῷ Ἀποστολείῳ τοῦ Ἁγίου Ἰακώβου τοῦ Ἀδελφοθέου, τῷ ὄντι ἐν τῷ σεβασμίῳ ναῷ τῆς Ἁγίας Θεοτόκου, πλησίον τῆς ἁγιωτάτης Μεγάλης Ἐκκλησίας.ΣτίχοιἬγγειλε νεκροῖς Πρέσβυς, ὡς Θεὸς Λόγος,Ἄνθρωπος ὀφθείς, μέχρι καὶ τούτων φθάσει.Οὐ γὰρ ἀπῆρεν ἡ Φανουὴλ θυγάτηρ,Ἕως ἐπ' αὐτῆς τὸν Θεὸν εἶδε βρέφος.Τῇ τριτάτῃ δεσμοῖο βίαιο λύθη Συμεώνης.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων μαρτύρων Ἀδριανοῦ καὶ Εὐβούλου.ΣτίχοιἈδριανόν, χαίροντα τμηθῆναι ξίφει,Χείρ, ἡ φόνοις χαίρουσα τέμνει δημίου.Ξίφει θανὼν Εὔβουλε, Κυρίου χάριν,Βουλὴν ἐπέγνως ὡς ἀρεστὴν Κυρίῳ.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου μάρτυρος Βλασίου τοῦ Βουκόλου.ΣτίχοιΒοῶν ἐπαύλεις Βλάσιον εἶχον πάλαι,Αὐλαὶ δὲ νῦν ἔχουσιν αὐτὸν Κυρίου.Τῇ αὐτῇ ἡμέρᾳ, ὁ προφήτης Ἀζαρίας, υἱὸς Ἀδδώ, ἐν εἰρήνῃ τελειοῦται.ΣτίχοιΧρησμοὺς διδόντος πρὶν θανεῖν Ἀζαρίου,Σιγᾷ προφητεύουσα λοξὰ Πυθία.Τῇ αὐτῇ ἡμέρᾳ, Παῦλος καὶ Σίμων οἱ Μάρτυρες ξίφει τελειοῦνται.ΣτίχοιΚαὶ Παῦλον ὧδε, καὶ Σίμωνα γραπτέον,Μὴ καὶ λάθωσιν, ἐκκοπέντες τὰς κάρας.Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Κλαύδιος ἐν εἰρήνῃ τελειοῦται.ΣτίχοιἜχαιρεν εὑρὼν Κλαύδιος βίου τέλος,Ὡς εἴ τις εὕροι ψαλμικῶς πολλὰ σκῦλα.Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.
Κανών α', ᾨδὴ ζ', τοῦ Ἁγίου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν Κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ».Ἐννομώτατα Κυρίῳ παντοκράτορι, σὺ ἐλειτούργησας, δίκαιος ὡς ἀληθῶς, ἐν νόμῳ τε ἄμεμπτος Μάκαρ γενόμενος· ὅθεν ἔψαλλες, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητός εἶ.Ἡ χαρὰ τῶν θλιβομένων ἐπεδήμησεν, ἡ ἀπολύτρωσις, τοῦ Ἰσραὴλ ἀληθῶς, ὡράθη ὡς νήπιον ἐν τῷ ναῷ αὐτοῦ, ἀπολύων με, πρὸς τὴν ζωὴν τὴν μέλλουσαν, Συμεὼν ἐβόα χαίρων.Διὰ σπλάγχνα οἰκτιρμῶν σου κεκμηκότα με, νόμου τῷ γράμματι, κατακαμφθέντα τε, τῷ γήρᾳ ἀπόλυσον Σῶτερ τὸν δοῦλόν σου, ὅτι εἶδόν σε, ὁ Συμεὼν ἐκραύγαζεν, ἐπὶ γῆς φοροῦντα σάρκα.ΘεοτοκίονὉ κενώσας ὁ πληρέστατος τὸν ἄχραντον, κόλπον τοῦ φύντος Πατρός, σοῦ ἐν τοῖς κόλποις Ἁγνή, ὡς βρέφος καθέζεται ἑτοιμαζόμενος, οἷς ἠθέλησεν, ὁμοιωθῆναι Ἄχραντε, ἱερὰν σαφῶς καθέδραν.
Κανών α', ᾨδὴ η', τοῦ Ἁγίου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».Χηρεύσαντα κόσμον θείας δόξης, ἐλθόντα νυμφοστολῆσαι τὸν Ὑπέρθεον, χήρα χρηματίζουσα, Ἄννα ἡ πανεύφημος, καὶ Προφητείας χάριτι περιαστράπτουσα, ἐδόξασεν αὐτὸν καὶ τὸ μέλλον, πᾶσι τοὶς παροῦσιν, ἐδήλου θεῖον λύτρον.Ἐναίμους θυσίας προσηγάγω, ἀμνοῦ τοῦ δι' οἶκτον ἀδιήγητον, αἷμα τὸ σωτήριον, χυθὲν τὸ ἱερώτατον, προμηνυούσας πόρρωθεν, ὃν σωματούμενον, κρατήσας Συμεών ἐδοξάσθης, ὑπὲρ Μωϋσέα, καὶ πάντας τοὺς Προφήτας.Ἰδὼν τὸν ποθούμενον τὴν λύσιν, ὑπέστης τοῦ σώματος θεόπνευστε, καὶ καθάπερ ὥριμος, σῖτος μεταβέβηκας, πρὸς τοὺς πατέρας ἔνδοξε, τραφεὶς ἐν γήρᾳ καλῷ· διὸ σου τὴν πανέορτον μνήμην, ἐν ἀγαλλιάσει, ψυχῆς ἐπιτελοῦμεν.ΘεοτοκίονὩς κρίνον, ὡς εὔοσμον σε ῥόδον, ὡς θεῖον ὀσφράδιον ἐδρέψατο, Λόγος ὁ ὑπέρθεος, πάναγνε Θεόνυμφε, καὶ σοῦ τὴν μήτραν ᾤκησεν εὐωδιάζων ἡμῶν, τὴν φύσιν δυσωδίας πλησθεῖσαν, τὴν ἐξ ἁμαρτίας, Μαρία Θεοτόκε.
Κανών α', ᾨδὴ θ', τοῦ Ἁγίου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Εὔα μὲν τῷ τῆς παρακοῆς νοσήματι, τὴν κατάραν εἰσῳκίσατο, σὺ δὲ Παρθένε, Θεοτόκε, τῷ τῆς κυοφορίας βλαστήματι, τῷ κόσμῳ τὴν εὐλογίαν ἐξήνθησας· ὅθεν σε πάντες μεγαλύνομεν».Σεπταί σου αἱ χεῖρες ἀληθῶς προσψαύσασθαι, Θεοδόχε θείοις μέλεσι, τοῦ ἁπτομένου τῶν ὀρέων, ὡς Δαυῒδ μελῳδεῖ καὶ καπνίζονται, μακάριος τῷ ὄντι σὺ γέγονας· ὅθεν ἀξίως εὐφημοῦμέν σε.Ἡ θήκη σου βλύζει τοῖς πιστοῖς ἰάματα, ἡ δὲ μνήμη μεμακάρισται, λάμπουσα, πλέον τοῦ ἡλίου, καὶ πάντων τὰς ψυχὰς σελαγίζουσα, πρὸς φῶς θεογνωσίας ἀνάγουσα, Ἱερομύστα πανσεβάσμιε.Φωτίζουσι φέγγει νοητῷ ὡς ἥλιος, καὶ σελήνη τὴν ὑφήλιον, Ἄννα ἡ σώφρων καὶ προφῆτις, ὁ Πρέσβυς Συμεών τε ὁ ἔνδοξος· δι' ὧν ἡμᾶς φιλάνθρωπε Κύριε, ἁμαρτημάτων σκότους λύτρωσαι.ΘεοτοκίονΦανεῖσαν Μητέρα σε Θεοῦ ὡς ἔβλεψε, Θεοτόκε ὁ πρεσβύτατος, ἔφησεν οἷά περ προφήτης· Ἰδοὺ ὁ σὸς Υἱὸς εἰς ἀνάστασιν, καὶ πτῶσιν τῶν πολλῶν κεῖται Δέσποινα, καὶ εἰς σημεῖον δυσερμήνευτον.
| TA ΜΗΝΑΙΑ | Φεβρουάριος | 03Τ |
Feb 04
Τῌ Δ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΦΕΒΡΟΥΑΡΙΟΥΜνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰσιδώρου τοῦ Πηλουσιώτου.
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τρία τῆς Ἑορτῆς, καὶ τρία τοῦ Ἁγίου.
Στιχηρὰ τῆς Ἑορτῆς
Ἦχος α'
Τῶν οὐρανίων ταγμάτων ΤΟ ΑΚΟΥΤΕ
Θεοφανείας ἀρρήτου νῦν ἑορτάζομεν, σωτηριώδη χάριν· ἐκ Παρθένου γὰρ Κόρης, ἀτρέπτως νηπιάσας Χριστὸς ὁ Θεός, ἐν ναῷ τῷ Θεῷ καὶ Πατρί, ὑπὸ Μητρὸς νῦν προσάγεται, ὃν λαβών, Συμεὼν ἐνηγκαλίσατο.
Ἦχος α'
Ἐν τοῖς Προφήταις ὡράθης, ὡς θέμις ἦν Ἰησοῦ, σὲ θεαθῆναι πάλαι ἀλλὰ νῦν Θεοῦ Λόγε, σαρκὶ παντὶ τῷ κόσμῳ, ὤφθης ἑκών, ἐκ Παρθένου Μαρίας Χριστέ, σοῦ τὸ σωτήριον πᾶσι τοῖς ἐξ Ἀδάμ, ἐμφανίσας ὡς φιλάνθρωπος.
Ἦχος α'
Ὁ ἐν Σιναίῳ τῷ ὄρει τὸν νόμον τάξας ποτέ, νῦν ἐν Σιὼν τῇ πόλει, ἐκπληρῶν τὰ τοῦ νόμου, χερσὶ τῆς Θεοτόκου, βρέφος Χριστέ, σὺν τοῖς ὁλοκαυτώμασι, τοῦ Συμεών ἐν ἀγκάλαις εἰς τὸν ναόν, εἰσαχθῆναι κατεδέξω σαρκί.
Στιχηρὰ τοῦ Ἁγίου
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσιν ΤΟ ΑΚΟΥΤΕ
Θεωρίαις καὶ πράξεσι, πρὸς Θεὸν ἀνυψούμενος, διὰ βίου Πάνσοφε διετέλεσας, τῆς θεωρίας ἐπίβασιν, τὴν πρᾶξιν πηξάμενος, καὶ σοφῶς τῶν ὀρεκτῶν, ἀγαπήσας τὸ ἔσχατον· οὗ γενόμενος, ἐφέσεως ἔστης μακαρίου, ἀξιούμενος νῦν τέλους, καὶ τρισηλίου ἐλλάμψεως.
Ἦχος δ'
Τῇ πλημμύρᾳ τῆς χάριτος, καὶ τοῖς ὄμβροις τῶν λόγων σου, καταρδεύεις ἅπαντας τοὺς θεόφρονας· τῆς ἀνωτάτω σοφίας γάρ, κρατῆρι τὸ στόμα σου, ἐπιθεὶς ὡς ἐκ πηγῆς, δαψιλῶς σὺ ἑξήντλησας, καὶ διέδωκας, πανταχοῦ τὰς ἀκτῖνας τῶν δογμάτων, ἐπιστέλλων καὶ διδάσκων, καὶ νουθετῶν ἀξιάγαστε.
Ἦχος δ'
Ἐγκρατείᾳ τὸ φρόνημα, τῆς σαρκὸς ἐθανάτωσας, ζωηφόρον νέκρωσιν ἐνδυσάμενος, καὶ τῆς ψυχῆς τὴν κατάστασιν, πλατύνας Πανόσιε, ἐναργῶς χωρητικήν, χαρισμάτων τοῦ Πνεύματος ἀπετέλεσας, καὶ δοχεῖον ἐγένου θεοπνεύστων, διδαγμάτων καὶ σοφίας, τῆς ὑπὲρ νοῦν ἐνδιαίτημα.
Θεοτοκίον
Ἦχος βαρὺς
Φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, ἦλθες ἐπὶ γῆς ἐξ οὐρανοῦ Σωτὴρ ἡμῶν, καὶ προελθὼν ἐκ τῆς Παρθένου, ἐπανεπαύσω ἐν ἀγκάλαις τοῦ δικαίου Συμεών! ἔδει γὰρ σε Ζωοδότα τῶν ἁπάντων, ὑπὸ τοῦ Πρεσβύτου γνωρισθῆναι, ὅτι παρεγένου ἀπολῦσαι αὐτόν, κατὰ τὸ ῥῆμά σου, ὁ ἔχων τὸ μέγα ἔλεος.
Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς.Ἦχος β' Οἶκος τοῦ Ἐφραθᾶ ΤΟ ΑΚΟΥΤΕΔέχου ὦ Συμεών, τὸν Κύριον τῆς δόξης, καθὼς ἐχρηματίσθης, ἐκ Πνεύματος ἁγίου· ἰδοὺ γὰρ παραγέγονε.Στίχ. Νῦν ἀπολύεις τὸν δοῦλόν σου Δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ, ὅτι εἶδον οἱ ὀφθαλμοί μου, τὸ σωτήριόν σου,Φέρουσα ἡ Ἁγνή, καὶ ἄχραντος Παρθένος, τὸν Πλάστην καὶ Δεσπότην, ὡς βρέφος ἐν ἀγκάλαις, ἐν τῷ ναῷ εἰσέρχεται.Στίχ. Φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ.Μέγα καὶ φοβερόν, Μυστήριον καὶ ξένον! ὁ πάντα περιέπων, καὶ βρέφη διαπλάττων, ὡς βρέφος ἀγκαλίζεται.
Θεοτοκίον
Ἦχος β'
Σήμερον Συμεὼν ἐν ταῖς ἀγκάλαις τὸν Κύριον τῆς δόξης ὑποδέχεται, ὃν ὑπὸ τὸν γνόφον πρώην ὁ Μωϋσῆς ἐθεάσατο, ἐν τῷ ὄρει Σινᾷ πλάκας δόντα αὐτῷ. Οὗτός ἐστιν, ὁ ἐν τοῖς Προφήταις λαλῶν, καὶ τοῦ νόμου Ποιητής, ὃν ὁ Δαυῒδ καταγγέλλει, ὁ τοῖς πᾶσι φοβερός, ἔχων τὸ μέγα καὶ πλούσιον ἔλεος.
Ἀπολυτίκιον τοῦ Ἁγίου
Ἦχος πλ. δ' ΤΟ ΑΚΟΥΤΕ
Εν σοί Πάτερ ακριβώς διεσώθη τό κατ' εικόνα, λαβών γάρ τόν σταυρόν, ηκολούθησας τώ Χριστώ καί πράττων εδίδασκες, υπεροράν μέν σαρκός, παρέρχεται γάρ, επιμελείσθαι δέ ψυχής πράγματος αθανάτου. Διό καί μετά Αγγέλων συναγάλλεται, Όσιε Ισίδωρε τό πνεύμά σου.
Ἀπολυτίκιον τῆς Ἑορτῆς
Ἦχος α'
Χαῖρε κεχαριτωμένη Θεοτόκε Παρθένε· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σὺ Πρεσβύτα δίκαιε, δεξάμενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἡμῶν, χαριζόμενον ἡμῖν καὶ τὴν Ἀνάστασιν.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα
Ἦχος α'
Χορὸς Ἀγγελικὸς ΤΟ ΑΚΟΥΤΕ
Ὁ ὢν σὺν τῷ Πατρί, ἐπὶ θρόνου ἁγίου, ἐλθὼν ἐπὶ τῆς γῆς, ἐκ Παρθένου ἐτέχθη, καὶ βρέφος ἐγένετο, χρόνοις ὢν ἀπερίγραπτος, ὃν δεξάμενος, ὁ Συμεὼν ἐν ἀγκάλαις, χαίρων ἔλεγε· Νῦν ἀπολύεις οἰκτίρμον, εὐφράνας τὸν δοῦλόν σου.Δόξα... Καὶ νῦν ... τὸ αὐτὸ
Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα
Ἦχος δ'
Ταχὺ προκατάλαβε ΤΟ ΑΚΟΥΤΕ
Σαρκὶ νηπιάσαντα, ἐξ ἀπειράνδρου Μητρός, χερσὶ γηραλέαις σου, ἀγκαλισθεὶς Συμεών, Χριστὸν τὸν Θεὸν ἡμῶν, ἔλαβες τῆς ἐξόδου, τὴν ἀπόφασιν δόξῃ, εἴληφας τῶν θαυμάτων, τὴν ἀέναον χάριν· διὸ σε ἀξιοχρέως πάντες δοξάζομεν.Δόξα... Καὶ νῦν ... τὸ αὐτὸ
Ὁ Κανὼν τῆς Ἑορτῆς, οὗ ἡ Ἀκροστιχίς.Χριστὸν γεγηθὼς Πρέσβυς ἀγκαλίζεται.Ποίημα Κοσμᾶ Μοναχοῦ.ᾨδὴ α'
Ἦχος γ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Χέρσον ἀβυσσοτόκον πέδον ἥλιος, ἐπεπόλευσέ ποτε· ὡσεὶ τεῖχος γὰρ ἐπάγη, ἑκατέρωθεν ὕδωρ, λαῷ πεζοποντοποροῦντι, καὶ θεαρέστως μέλποντι. ᾌσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται».Ῥανάτωσαν ὕδωρ νεφέλαι· Ἥλιος ἐν νεφέλῃ γὰρ κούφη, ἐποχούμενος ἐπέστη, ἀκηράτοις ὠλέναις, Χριστὸς ἐν τῷ ναῷ ὡς βρέφος· διὸ πιστοὶ βοήσωμεν. ᾌσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται.Ἰσχύσατε χεῖρες Συμεών, τῷ γήρᾳ ἀνειμέναι, καὶ κνῆμαι παρειμέναι δὲ Πρεσβύτου, αὐθυβόλως κινεῖσθε Χριστοῦ πρὸς ὑπαντήν. Χορείαν σὺν Ἀσωμάτοις στήσαντες, ᾄσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται.Συνέσει ταθέντες οὐρανοὶ εὐφράνθητε, ἀγάλλου δὲ ἡ γῆ· ὑπερθέων γὰρ ἐκ κόλπων, ὁ τεχνίτης φοιτήσας, Χριστὸς ὑπὸ Μητρὸς Παρθένου, Θεῷ Πατρὶ προσάγεται, νήπιος ὁ πρὸ πάντων· ἐνδόξως γὰρ δεδόξασται.
Ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς.Σὲ τῶν Μοναστῶν τὸ κλέος μέλπω Πάτερ.Θεοφάνους.ᾨδὴ α'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ, ἐν ἀβύσσῳ ἴχνεσι, τὸν διώκτην Φαραώ, καθορῶν ποντούμενον Θεῷ, ἐπινίκιον ᾠδήν, ἐβόα ᾄσωμεν».Συντετριμμένης καρδίας τὸν στεναγμόν, ἐπακούσας Δέσποτα, τῆς ψυχῆς μου τὴν δεινήν, συντριβὴν θεράπευσον εὐχαῖς, τοῦ Ὁσίου σου Χριστέ, ὡς παντοδύναμος.Ἐπιβὰς θεοσόφως τῆς πρακτικῆς, ἀρετῆς, Ἰσίδωρε, θεωρίας ἀκραιφνοῦς, τὴν τερπνὴν ἐμφάνειαν, Θεῷ, ὁμιλῶν διαπαντὸς σαφῶς ἐπλούτησας.Τῷ τῆς σοφίας κρατῆρι προσαγαγών, τὸ σὸν στόμα Πάνσοφε, τῶν ἐκεῖθεν δωρεῶν, τὴν ῥοὴν ἑξήντλησας Θεῷ, ἐπινίκιον ᾠδὴν ἀνακρουόμενος.ΘεοτοκίονὩς ἐπὶ κούφης νεφέλης ὁ Πλαστουργός, ἐπὶ σοὶ ἐλήλυθε, καθελεῖν ὡς δυνατός, τὰ Αἰγύπτου Δέσποινα ἁγνή, χειροποίητα Χριστὸς ὡς παντοδύναμος.
Κανών α', ᾨδὴ γ', τῆς Ἑορτῆς
Ἦχος γ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὸ στερέωμα, τῶν ἐπὶ σοὶ πεποιθότων, στερέωσον Κύριε τὴν Ἐκκλησίαν, ἣν ἐκτήσω, τῷ τιμίῳ σου αἵματι».Ὁ πρωτότοκος ἐκ Πατρὸς πρὸ αἰώνων, πρωτότοκος νήπιος, Κόρης ἀφθόρου, τῷ Ἀδὰμ χεῖρας προτείνων ἐπέφανε.Νηπιόφρονα, τὸν γεγονότα ἀπάτῃ, πρωτόπλαστον ἔμπαλιν ἐπανορθώσων, Θεὸς Λόγος, νηπιάσας ἐπέφανε.Γῆς ἀπόγονον, παλινδρομήσασαν ταύτῃ, Θεότητος σύμμορφον φύσιν ὁ Πλάστης, ὡς ἀτρέπτως νηπιάσας ἀνέδειξε.
Κανών α', ᾨδὴ γ', τοῦ Ἁγίου
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Οὐκ ἔστιν Ἅγιος ὡς σύ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου Ἀγαθέ, καὶ στερεώσας ἡμᾶς, ἐν τῇ πέτρᾳ τῆς ὁμολογίας σου».Νοὸς ὀξύτητι σαφῶς, τὴν τῶν ὄντων ἀθροίσας, Παναοίδιμε φύσιν, δι' αὐτῆς τὴν ἀρχικήν, αἰτίαν ὡς καθαρός, θεολόγος ἀπλανῶς κατέλαβες.Μελέτην θέμενος τρανῶς, τοῦ θανάτου τὸν βίον, θεοφόρε τρισμάκαρ, τῶν παθῶν τὰς ὑλικάς, ἐνέκρωσας ἀφορμάς, ἀπαθείας συσχεθεὶς τῷ ἔρωτι.Ὀπίσω χαίρων τοῦ Χριστοῦ, τὸν σταυρόν σου βαστάσας, ἠκολούθησας Πάτερ, ἐν ἀσκήσει καρτερᾷ, καὶ τούτῳ ὡς δυνατόν, ὡμοιώθης βίου καθαρότητι.ΘεοτοκίονΝομίμων φύσεως ἐκτός, τὸν Δεσπότην τεκοῦσα, Θεοτόκε Παρθένε, τῆς πάλαι παρακοῆς, διέλυσας τὴν ἀράν, εὐλογίας τὴν πηγὴν βλυστάνουσα.
Κάθισμα τοῦ Ἁγίου
Ἦχος γ'
Θείας πίστεως ΤΟ ΑΚΟΥΤΕ
Βίβλος γνώσεως διδασκαλίας, πλούτῳ πίστεως συντεταγμένη, τῷ πανάγνῳ ἀνεδείχθης ἐν Πνεύματι, ἀνακαλύπτων τὰ θεῖα τοῖς χρῄζουσι, καὶ τὴν ζωὴν θησαυρίζων τοῖς θέλουσι. Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.Δόξα... Καὶ νῦν ... Τῆς ἙορτῆςἮχος πλ. δ' Ἀνέστης ἐκ νεκρῶνἘτέχθης ἐκ Μητρός, ὁ προάναρχος Λόγος, προσήχθης τῷ ναῷ, ἀκατάληπτος μένων· Χαίρων δὲ ὁ Πρεσβύτης, ἐν ταῖς ἀγκάλαις σε ὑπεδέξατο, κράζων· Νῦν ἀπολύεις, ὃν ἐπεσκέψω κατὰ τὸ ῥῆμά σου, ὁ εὐδοκήσας σῶσαι ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων.
Κανών α', ᾨδὴ δ', τῆς Ἑορτῆς
Ἦχος γ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐκάλυψεν οὐρανούς, ἡ ἀρετή σου Χριστέ· τῆς κιβωτοῦ γὰρ προελθών,τοῦ ἁγιάσματός σου, τῆς ἀφθόρου Μητρός, ἐν τῷ ναῷ τῆς δόξης σου, ὤφθης ὡς βρέφος, ἀγκαλοφορούμενος, καὶ ἐπληρώθη τὰ πάντα τῆς σῆς αἰνέσεως».Γηθόμενος Συμεών, τῶν ἀπορρήτων μύστα, ἡ Θεοτόκος ἐβόα, ὃν ὑφ' ἁγίου πάλαι κεχρημάτισαι Πνεύματος, νηπιάσαντα Λόγον, Χριστὸν ἐναγκαλίζου, κράζων αὐτῷ· Ἐπλήσθη τὰ πάντα τῆς σῆς αἰνέσεως.Ἣν ἤλπισας Συμεὼν ἡλικιώτην βρεφῶν, χαίρων ὑπόδεξαι Χριστόν, τοῦ lσραὴλ τοῦ θείου τὴν παράκλησιν, τὸν νόμου Ποιητὴν καὶ Δεσπότην, πληροῦντα νόμου τάξιν, κράζων αὐτῷ· Ἐπλήσθη τὰ πάντα τῆς σῆς αἰνέσεως.Θεώμενος Συμεὼν Λόγον τὸν ἄναρχον, μετὰ σαρκός, ὡς ἐν θρόνῳ Χερουβικῷ, Παρθένῳ ἐποχούμενον, τὸν αἴτιον τοῦ εἶναι τὰ πάντα, ὡς βρέφος, ἐκπλαγεὶς ἐβόα αὐτῷ· Ἐπλήσθη τὰ πάντα τῆς σῆς αἰνέσεως.
Κανών α', ᾨδὴ δ', τοῦ Ἁγίου
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Χριστός μου δύναμις, Θεὸς καὶ Κύριος, ἡ σεπτὴ Ἐκκλησία θεοπρεπῶς, μέλπει ἀνακράζουσα, ἐκ διανοίας καθαρᾶς, ἐν Κυρίῳ ἑορτάζουσα».Ἀφθόνως Ὅσιε, Χριστῷ πειθόμενος, τὸν δοθέντα σοι πλοῦτον ὡς εὐπειθής, δοῦλος διαδέδωκας, καὶ τῆς ἀφράστου σε χαράς, ὁ Δεσπότης κατηξίωσε.Σοφίας πέλαγος, διανηξάμενος, τὸν καλὸν μαργαρίτην ὡς ἀγαθός, ἔμπορος ἐκέρδησας, καὶ τοῦτον μόνον θησαυρόν, ἀδαπάνητον ἐπλούτησας.Τῷ θείῳ Πνεύματι, καταλαμπόμενος, τὰς ἀκτῖνας τῶν λόγων ἡλιακῶς, πᾶσιν ἐξαπέστειλας, τῆς σωτηρίας τῶν πιστῶν θεοφάντορ ὀρεγόμενος.ΘεοτοκίονὩς ὄντως ἄφθεγκτα, καὶ ἀκατάληπτα, τὰ τῆς σῆς Θεοτόκε θεοπρεποῦς, πέφυκε κυήσεως, τοῖς ἐπὶ γῆς καὶ οὐρανοῦ, ἀειπάρθενε Μυστήρια.
Κανών α', ᾨδὴ ε', τῆς Ἑορτῆς
Ἦχος γ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὡς εἶδεν Ἡσαΐας συμβολικῶς, ἐν θρόνῳ ἐπηρμένῳ Θεόν, ὑπ' Ἀγγέλων δόξης δορυφορούμενον, ὦ τάλας! ἐβόα, ἐγώ· πρὸ γὰρ εἶδον σωματούμενον Θεόν, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα».Συνεὶς ὁ θεῖος Πρέσβυς, τὴν προφανεῖσαν, πάλαι τῷ Προφήτῃ δόξαν, χερσὶ Λόγον βλέπων Μητρὸς κρατούμενον, ᾧ χαίροις, ἐβόα Σεμνή· ὡς γὰρ θρόνος περιέχεις τόν Θεόν, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.Προκύψας ὁ Πρεσβύτης, καὶ τῶν ἰχνῶν ἐνθέως ἐφαψάμενος, τῆς ἀπειρογάμου καὶ Θεομήτορος, πῦρ, ἔφη, βαστάζεις Ἁγνή, βρέφος φρίττω ἀγκαλίσασθαι Θεόν, φωτός ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.Ῥύπτεται Ἡσαΐας, τοῦ Σεραφὶμ τὸν ἄνθρακα δεξάμενος, ὁ Πρέσβυς ἐβόα τῇ Θεομήτορι· σὺ ὥσπερ λαβίδι χερσὶ λαμπρύνεις με, ἐπιδοῦσα ὃν φέρεις, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.
Κανών α', ᾨδὴ ε', τοῦ Ἁγίου
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τῷ θείῳ φέγγει σου ἀγαθέ, τὰς τῶν ὀρθριζόντων σοι ψυχὰς πόθῳ καταύγασον δέομαι, σὲ εἰδέναι Λόγε Θεοῦ, τὸν ὄντως Θεόν, ἐκ ζόφου τῶν πταισμάτων ἀνακαλούμενον».Νεκρώσει Πάνσοφε τῶν παθῶν, ἔξω γεγονὼς καὶ τῆς σαρκός, πόθῳ Θεῷ προσωμίλησας, τῷ καθαρωτάτῳ καὶ λαμπροτάτῳ φωτί, καὶ μόνην ἀπαιτοῦντι τὴν καθαρότητα.Τῷ θείῳ φέγγει σου ἀγαθέ, νῦν ὁ θεοφόρος αὐγασθείς, στῦλος ὁλόφωτος γέγονε, πᾶσι πέμπων θείου φωτός, τὰς θείας αὐγάς, καὶ ζόφον τῆς ἀγνοίας ἀποσειόμενος.Ὁ θέλων πάντας ὡς ἀγαθός, πάνσοφε σωθῆναι ποδηγόν, τοῖς πλανομένοις σε ἔδειξε, πολλοὺς ἐπιστρέφειν πρὸς σωτηρίας ὁδόν, Ἰσίδωρε τρισμάκαρ, Πάτερ πανόλβιε.ΘεοτοκίονΚυρίως στόματι καὶ ψυχῇ, Δέσποινα τοῦ κόσμου ἀγαθή, ὁμολογῶ σε πανάμωμε, σεσωματωμένον Θεὸν τεκοῦσαν Ἁγνή, καὶ βίου σε προστάτιν πίστει προβάλλομαι.
Κανών α', ᾨδὴ ς', τῆς Ἑορτῆς
Ἦχος γ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐβόησέ σοι, ἰδὼν ὁ Πρέσβυς, τοῖς ὀφθαλμοῖς τὸ σωτήριον, ὃ λαοῖς ἐπέστη· Ἐκ Θεοῦ Χριστὲ σὺ Θεός μου».Σιὼν σὺ λίθος, ἐναπετέθης, τοῖς ἀπειθοῦσι προσκόμματος, καὶ σκανδάλου πέτρα, ἀρραγὴς πιστῶν σωτηρία.Βεβαίως φέρων, τὸν χαρακτῆρα, τοῦ πρὸ αἰώνων σε φύσαντος, τὴν βροτῶν δι' οἶκτον, νῦν ἀσθένειαν περιέθου.Υἱὸν Ὑψίστου, Υἱὸν Παρθένου, Θεὸν παιδίον γενόμενον, προσκυνήσαντά σε, νῦν ἀπόλυσον ἐν εἰρήνῃ.
Κανών α', ᾨδὴ ς', τοῦ Ἁγίου
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τοῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῷ κλύδωνι, τῷ εὐδίῳ λιμένι σου προσδραμών, βοῶ σοι· Ἀνάγαγε, ἐκ φθορᾶς τὴν ζωήν μου Πολυέλεε».Λογίῳ τῶν κρίσεων, κοσμηθεὶς ὡς Ἱερεύς, λογιστικῶς ἐδίκασας, θεοφόρε καὶ σώματι καὶ ψυχῇ, τὸ χεῖρον τῷ κρείττονι, ὑποτάξας ἐμφρόνως ἀξιάγαστε.Εὐτόνως τὴν Αἴγυπτον, τῶν παθῶν καὶ τῆς τρυφῆς, σὺ Μοναστῶν τὸ καύχημα, τῆς ἐγκρατείας Ἔνδοξε ταῖς πληγαῖς, ἐτάζων ἐμάστιξας, τοῖς πιστοῖς ὁμαλίζων τήν διάβασιν.ΘεοτοκίονὉ φέρων τὰ σύμπαντα, δυναστείᾳ θεϊκῇ, καὶ συγκρατῶν ὡς εὔσπλαγχνος, σαῖς ἀγκάλαις Πανάμωμε σαρκωθείς, ὡς βρέφος βαστάζεται, ὁ Πατρὶ κατ᾽ οὐσίαν συναΐδιος.
Κοντάκιον
Ἦχος α'
Ὁ μήτραν παρθενικὴν ἁγιάσας τῷ τόκῳ σου, καὶ χεῖρας τοῦ Συμεὼν εὐλογήσας ὡς ἔπρεπε, προφθάσας καὶ νῦν ἔσωσας ἡμᾶς Χριστὲ ὁ Θεός. Ἀλλ' εἰρήνευσον ἐν πολέμοις τὸ πολίτευμα, καὶ κραταίωσον Βασιλεῖς οὓς ἠγάπησας, ὁ μόνος φιλάνθρωπος.
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ Δ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰσιδώρου τοῦ ΠηλουσιώτουΣτίχοιΠηλουσιῶτα, χαῖρε, πολλὰ μοι,Τὸν πηλὸν ἐκδύς, καὶ χαρᾶς τυχὼν ξένης.Ἐν δ' lσίδωρον ἔθεντο τετάρτῃ σήματι λυγρῷ.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Νικολάου ὁμολογητοῦ τοῦ Στουδίτου.ΣτίχοιἜδοξε τῷ στήσαντι μέτρα τῷ βίῳ,Καὶ Νικόλαον ἐκμετρῆσαι τὸν βίον.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου ἱερομάρτυρος Ἀβραμίου, ἐπισκόπου Ἀρβὴλ τῆς Περσίδος.ΣτίχοιΠῶς τοῦτο φρικτὸν τοῖς ἀθληταῖς Κυρίου,Ἔφασκε δεικνὺς Ἀβράμιος τὸ ξίφος.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰωάννου τοῦ ἐν Εἰρηνοπόλει, ἑνὸς τῶν Τριακοσίων δεκαοκτὼ Ἁγίων Πατέρων, τῶν ἐν Νικαίᾳ, καὶ μνήμη τοῦ Ἁγίου Μάρτυρος Θεοκτίστου.ΣτίχοιΘείοις σκεπασθεὶς πίστεως θείας ὅπλοις,Γυμνοῖ τράχηλον Θεόκτιστος τῷ ξίφει.Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος καὶ θαυματουργός, Ἰάσιμος ἐν εἰρήνῃ τελειοῦται.ΣτίχοιἈλλ' Ἰασίμου καὶ μόνη κωφὴ κόνις,Νέμει νοσοῦσι τὴν ἰάσιμον χάριν.Ταῖς αὐτῶν Ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Κανών α', ᾨδὴ ζ', τῆς Ἑορτῆς
Ἦχος γ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σὲ τὸν ἐν πυρὶ δροσίσαντα, Παῖδας θεολογήσαντας, καὶ Παρθένῳ, ἀκηράτῳ, ἐνοικήσαντα, Θεὸν Λόγον ὑμνοῦμεν, εὐσεβῶς μελῳδοῦντες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».Ἀδὰμ ἐμφανίσων ἄπειμι, εἰς ᾍδου διατρίβοντι, καὶ τῇ Εὔᾳ προσκομίσων εὐαγγέλια, Συμεὼν ἀνεβόα, σὺν Προφήταις χορεύων· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.Γένος χοϊκὸν ῥυσόμενος Θεός, ἕως τοῦ ᾍδου ἥξει, αἰχμαλώτοις δὲ παρέξει πᾶσιν ἄφεσιν, καὶ ἀνάβλεψιν πονηροῖς, ὡς ἀλάλοις βοῆσαι· Εὐλογητός, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.Καὶ σοῦ τὴν καρδίαν ἄφθορε, ῥομφαία διελεύσεται, Συμεὼν τῇ Θεοτόκῳ προηγόρευσεν, ἐν Σταυρῷ καθορώσης, τὸν Υἱὸν ᾧ βοῶμεν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Κανών α', ᾨδὴ ζ', τοῦ Ἁγίου
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Δροσοβόλον μὲν τὴν κάμινον εἰργάσατο, Ἄγγελος τοῖς Ὁσίοις Παισί, τοὺς Χαλδαίους δὲ καταφλέγον πρόσταγμα Θεοῦ, τὸν τύραννον ἔπεισε βοᾶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».Στερεώματι τῆς πίστεως ἐνέθετο, καθάπερ Πάτερ ἥλιον, ὁ Δεσπότης σε καταλάμπειν φέγγει νοητῷ, ψυχὰς τῶν βοώντων ἐκτενῶς· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἤμων.Μολυσμοὺς σαρκὸς καὶ πνεύματος ἀπέπλυνας, Μάκαρ δακρύων χεύμασι, καὶ γενόμενος Θεοφόρε φῶς τοῖς ἐπὶ γῆς, τοὺς πάντας ἐδίδαξας βοᾶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.ΘεοτοκίονἘπὶ ἄσειστον κρηπῖδα ὄντες πίστεως, σὲ Θεομῆτορ ἄχραντε, ὁμολογοῦμεν Θεοτόκον. Λόγον γὰρ Θεοῦ, ἀσπόρως ἐγέννησας ἡμῖν. Εὐλογημένος ὁ καρπός, τῆς σῆς κοιλίας Ἁγνή.
Κανών α', ᾨδὴ η', τῆς Ἑορτῆς
Ἦχος γ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἀστέκτῳ πυρὶ ἑνωθέντες, οἱ θεοσεβείας προεστῶτες Νεανίαι, τῇ φλογὶ δὲ μὴ λωβηθέντες, θεῖον ὕμνον ἔμελπον· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».Λαὸς Ἰσραὴλ τὴν σὴν δόξαν, τὸν Ἐμμανουὴλ ὁρῶν παιδίον ἐκ Παρθένου, πρὸ προσώπου τῆς θείας κιβωτοῦ νῦν χόρευε· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.Ἰδού, Συμεὼν ἀνεβόα, τὸ ἀντιλεγόμενον σημεῖον οὗτος ἔσται, Θεὸς ὢν καὶ παιδίον, τούτῳ πίστει μέλψωμεν· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.Ζωὴ πεφυκὼς οὗτος ἔσται, πτῶσις ἀπειθοῦσι, νηπιάσας Θεὸς Λόγος, ὡς ἀνάστασις πᾶσι, τοῖς πίστει μέλπουσιν· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Κανών α', ᾨδὴ η', τοῦ Ἁγίου
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐκ φλογὸς τοῖς, Ὁσίοις δρόσον ἐπήγασας, καὶ Δικαίου θυσίαν ὕδατι ἔφλεξας· ἅπαντα γὰρ δρὰς Χριστέ, μόνῳ τῷ βούλεσθαι, σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας».Λογικὴν ὡς θυσίαν πάντα τὸν βίον σου, εἰς ὀσμὴν εὐωδίας Πάτερ προσήγαγες, τῷ ἐπὶ Σταυροῦ, κρεμασθέντι Χριστῷ τῷ Θεῷ, ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.Πλεονάζεις τὸν πλοῦτον καὶ μετὰ θάνατον, τοὺς ἐμψύχους σου λόγους, ὥσπερ πολύτιμον, πᾶσι τοῖς πιστοῖς, κληροδοσίαν λιπών, τοῖς ὑπερυψοῦσι, Χριστὸν εἰς τούς αἰῶνας.Ὡραιώθης Παμμάκαρ κάλλει τῶν λόγων σου· τοῦ Ἁγίου γὰρ ὤφθης Πνεύματος κάλαμος, γράφων εὐσεβῶς, τούτου γνῶσιν τὴν ἔνθεον, τοῖς ὑπερυψοῦσι, Χριστὸν εἰς τούς αἰῶνας.ΘεοτοκίονΠρὸς τὴν σὴν καταφεύγω σκέπην Πανάμωμε, καὶ προστάτιν ζωῆς μου τανῦν προβάλλομαι, σὲ τὴν ὑπὲρ νοῦν, Θεὸν Λόγον κυήσασαν, ὃν ὑπερυψοῦμεν, εἰς πάντας τούς αἰῶνας.
Κανών α', ᾨδὴ θ', τῆς Ἑορτῆς
Ἦχος γ'
ΜΕΓΑΛΥΝΑΡΙΑΨαλλόμενα ἐν τῇ ᾨδῇ ταύτῃ
Ἀκατάληπτόν ἐστι, τὸ τελούμενον ἐν σοί, καὶ Ἀγγέλοις καὶ βροτοῖς, Μητροπάρθενε ἁγνή.Ἀγκαλίζεται χερσίν, ὁ Πρεσβύτης Συμεών, τὸν τοῦ νόμου Ποιητήν, καὶ Δεσπότην τοῦ παντός.Βουληθεὶς ὁ Πλαστουργός, ἵνα σώσῃ τὸν Ἀδάμ, μήτραν ᾤκησε τὴν σήν, τῆς Παρθένου καὶ ἁγνῆς.Γένος ἅπαν τῶν βροτῶν, μακαρίζει σε Ἁγνή, καὶ δοξάζει σε πιστῶς, ὡς Μητέρα τοῦ Θεοῦ.Δεῦτε, ἴδετε Χριστόν, τὸν Δεσπότην τοῦ παντός, ὃν βαστάζει Συμεών, σήμερον ἐν τῷ ναῷ.Ἐπιβλέπεις πρὸς τὴν γῆν, καὶ ποιεῖς τρέμειν αὐτήν, καὶ πῶς γέρων κεκμηκώς, σὲ κατέχει ἐν χερσὶ;Ζήσας ἔτη Συμεών, ἕως εἶδε τὸν Χριστόν, καὶ ἐβόα πρὸς αὐτόν. Νῦν ἀπόλυσιν ζητῶ.Ἡ λαβὶς ἡ μυστική, ἡ τὸν ἄνθρακα Χριστόν, συλλαβοῦσα ἐν γαστρί, σὺ ὑπάρχεις Μαριάμ.Θέλων ἐνηνθρώπησας, ὁ προάναρχος Θεός, καὶ ναῷ προσφέρεσαι, τεσσαρακονθήμερος.Κατελθόντ' ἐξ οὐρανοῦ, τὸν Δεσπότην τοῦ παντός, ὑπεδέξατο αὐτόν, Συμεὼν ὁ Ἱερεύς.Λάμπρυνόν μου τὴν ψυχήν, καὶ τὸ φῶς τὸ αἰσθητόν, ὅπως ἴδω καθαρῶς, καὶ κηρύξω σε Θεόν.Μητροπάρθενε ἁγνή, τί προσφέρεις τῷ ναῷ, νέον βρέφος ἀποδούς, ἐν ἀγκάλαις Συμεών;Νῦν ἀπόλυσιν ζητῶ, ἀπὸ σοῦ τοῦ Πλαστουργοῦ, ὅτι εἶδόν σε Χριστέ, τὸ σωτήριόν μου φῶς.Ὃν οἱ ἄνω λειτουργοί, τρόμῳ λιτανεύουσι, κάτω νῦν ὁ Συμεών, ἀγκαλίζεται χερσί.Δόξα...Ἡ τῇ φύσει μὲν Μονάς, τοῖς προσώποις δὲ Τριάς, φύλαττε τοὺς δούλους σου, τοὺς πιστεύοντας εἰς σέ.Καὶ νῦν...Θεοτόκε ἡ ἐλπίς, πάντων τῶν Χριστιανῶν, σκέπε φρούρει φύλαττε, τοὺς ἐλπίζοντας εἰς σέ.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ἐν νόμῳ, σκιᾷ καὶ γράμματι, τύπον κατίδωμεν οἱ πιστοί, πᾶν ἄρσεν τὸ τὴν μήτραν διανοῖγον, ἅγιον Θεῷ· διὸ πρωτότοκον Λόγον, Πατρὸς ἀνάρχου Υἱόν, πρωτοτοκούμενον Μητρί, ἀπειράνδρῳ, μεγαλύνομεν».Τοῖς πρὶν νεογνῶν τρυγόνων ζεῦγος, δυάς τε ἦν νεοσσῶν, ἀνθ' ὧν ὁ θεῖος Πρέσβυς, καὶ σώφρων Ἄννα προφῆτις, τῷ ἐκ Παρθένου τεχθέντι, καὶ οἵῳ γόνῳ Πατρός, ἐν τῷ ναῷ προσιόντι, λειτουργοῦντες ἐμεγάλυνον.Ἀπέδωκάς μοι ἐβόα Συμεών, τοῦ σωτηρίου σου Χριστὲ ἀγαλλίασιν΄ ἀπόλαβέ σου τὸν λάτριν, τὸν τῇ σκιᾷ κεκμηκότα, νέον τῆς χάριτος, ἱεροκήρυκα μύστην, ἐν αἰνέσει μεγαλύνοντα.Ἱεροπρεπῶς ἀνθωμολογεῖτο, Ἄννα ὑποφητεύουσα, ἡ σώφρων καὶ Ὁσία, καὶ Πρέσβυρα τῷ Δεσπότῃ, ἐν τῷ ναῷ διαρρήδην, τὴν Θεοτόκον δὲ ἀνακηρύττουσα, πᾶσι τοῖς παροῦσιν ἐμεγάλυνεν.
Κανών α', ᾨδὴ θ', τοῦ Ἁγίου
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον, ὃν οὐ τολμᾷ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα, διὰ σοῦ δὲ Πάναγνε ὡράθη βροτοῖς, Λόγος σεσαρκωμένος, ὃν μεγαλύνοντες, σὺν ταῖς οὐρανίαις στρατιαῖς σε μακαρίζομεν».Ἀκτὶς καθάπερ φωτὸς ἐνήστραψε, σοῦ τῇ ψυχῇ τῆς χάριτος ὁ λόγος πανόλβιε, διὰ σοῦ δὲ πᾶσα ἡ γῆ πεπλήρωται, τούτου τῆς λαμπηδόνος, ἧς οἱ μετέχοντες, τὸν τῆς σῆς σοφίας θησαυρόν, Πάτερ θαυμάζομεν.Τρισὶ προσώποις μονάδα φύσεως, τοῖς πατρικοῖς ἑπόμενος θεόφρον διδάγμασι, θεοφρόνως προσκυνεῖν ἐδίδαξας, σέβειν θεολογοῦντας, ἄκτιστον ἄναρχον, πᾶσι τοῖς πιστοῖς τὸν φωτισμὸν ἀναπηγάζουσαν.Εὑρὼν τῶν πόνων τῶν σῶν τὰ ἔπαθλα, ἐν οὐρανοῖς ζωῆς ἀτελευτήτου λαβόμενος, τοῖς ὑμνοῦσι πάνσοφε τὴν μνήμην σου, αἴτησαι σωτηρίαν, μάκαρ Ἰσίδωρε, θρόνῳ τοῦ Σωτῆρος μέτ' Ἀγγέλων παριστάμενος.ΘεοτοκίονῬευστὴν ὁ Λόγος Θεοῦ ὁ ἄρρευστος, μορφὴν λαβὼν ἀνθρώπους ἀφθαρσίαν ἐνέδυσεν, εὐδοκίᾳ πατρικῇ σκηνώσας ἐν σοί, τῇ κεχαριτωμένῃ· ὅθεν Πανάχραντε, σὺν ταῖς οὐρανίαις, Στρατιαῖς, σὲ μεγαλύνομεν.
Ἐξαποστειλάριον τοῦ Ἁγίου
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Ἱδρῶσι τῆς ἀσκήσεως, παθῶν τὴν φλόγα ἔσβεσας, καὶ ἀπαθείας πρὸς ὕψος, ἀναδραμὼν Θεοφόρε, τῷ τοῦ Χριστοῦ νῦν βήματι, παρέστης ἀγαλλόμενος, ὑπὲρ ἡμῶν δεόμενος, Ἰσίδωρε τῶν τελούντων, τὴν παναγίαν σου μνήμην.
Ἐξαποστειλάριον τῆς Ἑορτῆς
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Ἐκ σοῦ Θεογεννήτρια, ὁ Κτίστης οὐρανοῦ καὶ γῆς, τεχθεὶς ἀφράστως ὡς οἶδεν, ἐν τῷ ναῷ νῦν ὡς βρέφος, εἰσήχθη ἐπωλένιος, ὃν Συμεὼν δεξάμενος, Θεὸς ὑπάρχεις Δέσποτα, Σωτὴρ καὶ ῥύστης ἐβόα, βροτῶν τοῦ γένους Χριστέ μου.
Εἰς τὸν Στίχον, τῶν Αἴνων, Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς.Ἦχος β' Οἶκος τοῦ Ἐφραθᾶ ΤΟ ΑΚΟΥΤΕῬύπου δίχα Χριστός, γεννᾶται ἐκ Παρθένου, ὡς ἐκ Πατρὸς ἀρρεύστως, Υἱὸς πρὸ Ἑωσφόρου, ὁ τόν, Ἀδὰμ λυτρούμενος.Στίχ. Νῦν ἀπολύεις τὸν δοῦλόν σου Δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ, ὅτι εἶδον οἱ ὀφθαλμοί μου, τὸ σωτήριόν σου,Πύλαι τῶν οὐρανῶν, ἀνοίχθητε· Χριστὸς γάρ, ἐν τῷ ναῷ ὡς βρέφος, ὑπὸ Μητρὸς Παρθένου, Θεῷ Μητρὶ προσάγεται.Στίχ. Φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ.Μέγα καὶ φοβερόν, Μυστήριον καὶ ξένον! ὁ πάντα περιέπων, καὶ βρέφη διαπλάττων, ὡς βρέφος ἀγκαλίζεται.
Θεοτοκίον
Ἦχος β'
Φέρουσα ἡ Ἁγνή, καὶ ἄχραντος Παρθένος, τὸν Πλάστην καὶ Δεσπότην, ὡς βρέφος ἐν ἀγκάλαις, ἐν τῷ ναῷ εἰσέρχεται.
Ἀντίφωνον Α'Στίχ. Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν.Στίχ. Ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου.Στίχ. Ἐξεχύθη χάρις ἐν χείλεσί σου.Στίχ. Διὰ τοῦτο εὐλόγησέ σε ὁ Θεὸς εἰς τὸν αἰῶνα.Ἀντίφωνον Β'Στίχ. Περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου δυνατέ.Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν ἀγκάλαις τοῦ Δικαίου Συμεὼν βασταχθείς, ψάλλοντάς σοι, Ἀλληλούϊα.Στίχ. Καὶ ἔντειναι καὶ κατευοδοῦ καὶ βασίλευε.Στίχ. Τὰ βέλη σου ἠκονημένα δυνατέ, λαοὶ ὑποκάτω σου πεσοῦνται.Στίχ. Ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου.Ἀντίφωνον Γ', Ἦχος α'Στίχ. Ἄκουσον θύγατερ καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου.Χαῖρε κεχαριτωμένη Θεοτόκε Παρθένε· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σὺ Πρεσβύτα δίκαιε, δεξάμενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἡμῶν, χαριζόμενον ἡμῖν καὶ τὴν Ἀνάστασιν.Στίχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.Στίχ. Μνησθήσομαι τοῦ ὀνόματός σου, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.ΕἰσοδικόνἘγνώρισε Κύριος τὸ Σωτήριον αὐτοῦ ἐναντίον πάντων τῶν ἐθνῶν. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ...
Μεγαλυνάριον
Ἦχος γ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Θεοτόκε ἡ ἐλπίς, πάντων τῶν Χριστιανῶν, σκέπε φρούρει φύλαττε, τοὺς ἐλπίζοντας εἰς σέ.Ἐν νόμῳ, σκιᾷ καὶ γράμματι, τύπον κατίδωμεν οἱ πιστοί, πᾶν ἄρσεν τὸ τὴν μήτραν διανοῖγον, ἅγιον Θεῷ· διὸ πρωτότοκον Λόγον, Πατρὸς ἀνάρχου Υἱόν, πρωτοτοκούμενον Μητρί, ἀπειράνδρῳ, μεγαλύνομεν
ΚοινωνικὸνΠοτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι. Ἀλληλούϊα.
| TA ΜΗΝΑΙΑ | Φεβρουάριος | 04 |
Feb 04t
Τῌ Δ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΦΕΒΡΟΥΑΡΙΟΥΜνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰσιδώρου τοῦ Πηλουσιώτου.
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια.
Στιχηρὰ τοῦ Ἁγίου
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσιν ΤΟ ΑΚΟΥΤΕ
Θεωρίαις καὶ πράξεσι, πρὸς Θεὸν ἀνυψούμενος, διὰ βίου Πάνσοφε διετέλεσας, τῆς θεωρίας ἐπίβασιν, τὴν πρᾶξιν πηξάμενος, καὶ σοφῶς τῶν ὀρεκτῶν, ἀγαπήσας τὸ ἔσχατον· οὗ γενόμενος, ἐφέσεως ἔστης μακαρίου, ἀξιούμενος νῦν τέλους, καὶ τρισηλίου ἐλλάμψεως.
Ἦχος δ'
Τῇ πλημμύρᾳ τῆς χάριτος, καὶ τοῖς ὄμβροις τῶν λόγων σου, καταρδεύεις ἅπαντας τοὺς θεόφρονας· τῆς ἀνωτάτω σοφίας γάρ, κρατῆρι τὸ στόμα σου, ἐπιθεὶς ὡς ἐκ πηγῆς, δαψιλῶς σὺ ἑξήντλησας, καὶ διέδωκας, πανταχοῦ τὰς ἀκτῖνας τῶν δογμάτων, ἐπιστέλλων καὶ διδάσκων, καὶ νουθετῶν ἀξιάγαστε.
Ἦχος δ'
Ἐγκρατείᾳ τὸ φρόνημα, τῆς σαρκὸς ἐθανάτωσας, ζωηφόρον νέκρωσιν ἐνδυσάμενος, καὶ τῆς ψυχῆς τὴν κατάστασιν, πλατύνας Πανόσιε, ἐναργῶς χωρητικήν, χαρισμάτων τοῦ Πνεύματος ἀπετέλεσας, καὶ δοχεῖον ἐγένου θεοπνεύστων, διδαγμάτων καὶ σοφίας, τῆς ὑπὲρ νοῦν ἐνδιαίτημα.
Θεοτοκίον
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσιν ΤΟ ΑΚΟΥΤΕ
Ἑπομβρίας Πανάχραντε, τῆς τοῦ Πνεύματος χάριτος, τὴν ἐμὴν διάνοιαν καταδρόσισον, ἡ τὴν σταγόνα κυήσασα, Χριστὸν τὸν τὴν ἄμετρον, ἀνομίαν τῶν βροτῶν, οἰκτιρμοῖς ἀποσμήχοντα, καὶ κατάκλυσον, τὴν πηγὴν τῶν παθῶν μου, καὶ χειμάρρου, καταξίωσον τρυφῆς με, τῇ ἀειζώῳ πρεσβείᾳ σου.
Σταυροθεοτοκίον
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσιν ΤΟ ΑΚΟΥΤΕ
Τὸν ἀμνὸν καὶ ποιμένα σε, ἐπὶ ξύλου ὡς ἔβλεψεν, ἀμνὰς ἡ κυήσασα ἐπωδύρετο, καὶ μητρικῶς σοι ἐφθέγγετο, Υἱὲ ποθεινότατε, πῶς ἐν ξύλῳ τοῦ Σταυροῦ, ἀνηρτήθης μακρόθυμε; πῶς τὰς χεῖράς σου, καὶ τοὺς πόδας σου Λόγε προσηλώθης, ὑπ' ἀνόμων καὶ τὸ αἷμα, τὸ σὸν ἐξέχεας Δέσποτα;
Ἀπολυτίκιον τοῦ Ἁγίου
Ἦχος πλ. δ' ΤΟ ΑΚΟΥΤΕ
Εν σοί Πάτερ ακριβώς διεσώθη τό κατ' εικόνα, λαβών γάρ τόν σταυρόν, ηκολούθησας τώ Χριστώ καί πράττων εδίδασκες, υπεροράν μέν σαρκός, παρέρχεται γάρ, επιμελείσθαι δέ ψυχής πράγματος αθανάτου. Διό καί μετά Αγγέλων συναγάλλεται, Όσιε Ισίδωρε τό πνεύμά σου.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς.Σὲ τῶν Μοναστῶν τὸ κλέος μέλπω Πάτερ.Θεοφάνους.ᾨδὴ α'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ, ἐν ἀβύσσῳ ἴχνεσι, τὸν διώκτην Φαραώ, καθορῶν ποντούμενον Θεῷ, ἐπινίκιον ᾠδήν, ἐβόα ᾄσωμεν».Συντετριμμένης καρδίας τὸν στεναγμόν, ἐπακούσας Δέσποτα, τῆς ψυχῆς μου τὴν δεινήν, συντριβὴν θεράπευσον εὐχαῖς, τοῦ Ὁσίου σου Χριστέ, ὡς παντοδύναμος.Ἐπιβὰς θεοσόφως τῆς πρακτικῆς, ἀρετῆς, Ἰσίδωρε, θεωρίας ἀκραιφνοῦς, τὴν τερπνὴν ἐμφάνειαν, Θεῷ, ὁμιλῶν διαπαντὸς σαφῶς ἐπλούτησας.Τῷ τῆς σοφίας κρατῆρι προσαγαγών, τὸ σὸν στόμα Πάνσοφε, τῶν ἐκεῖθεν δωρεῶν, τὴν ῥοὴν ἑξήντλησας Θεῷ, ἐπινίκιον ᾠδὴν ἀνακρουόμενος.ΘεοτοκίονὩς ἐπὶ κούφης νεφέλης ὁ Πλαστουργός, ἐπὶ σοὶ ἐλήλυθε, καθελεῖν ὡς δυνατός, τὰ Αἰγύπτου Δέσποινα ἁγνή, χειροποίητα Χριστὸς ὡς παντοδύναμος.
Κανών α', ᾨδὴ γ', τοῦ Ἁγίου
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Οὐκ ἔστιν Ἅγιος ὡς σύ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου Ἀγαθέ, καὶ στερεώσας ἡμᾶς, ἐν τῇ πέτρᾳ τῆς ὁμολογίας σου».Νοὸς ὀξύτητι σαφῶς, τὴν τῶν ὄντων ἀθροίσας, Παναοίδιμε φύσιν, δι' αὐτῆς τὴν ἀρχικήν, αἰτίαν ὡς καθαρός, θεολόγος ἀπλανῶς κατέλαβες.Μελέτην θέμενος τρανῶς, τοῦ θανάτου τὸν βίον, θεοφόρε τρισμάκαρ, τῶν παθῶν τὰς ὑλικάς, ἐνέκρωσας ἀφορμάς, ἀπαθείας συσχεθεὶς τῷ ἔρωτι.Ὀπίσω χαίρων τοῦ Χριστοῦ, τὸν σταυρόν σου βαστάσας, ἠκολούθησας Πάτερ, ἐν ἀσκήσει καρτερᾷ, καὶ τούτῳ ὡς δυνατόν, ὡμοιώθης βίου καθαρότητι.ΘεοτοκίονΝομίμων φύσεως ἐκτός, τὸν Δεσπότην τεκοῦσα, Θεοτόκε Παρθένε, τῆς πάλαι παρακοῆς, διέλυσας τὴν ἀράν, εὐλογίας τὴν πηγὴν βλυστάνουσα.
Κάθισμα τοῦ Ἁγίου
Ἦχος γ'
Θείας πίστεως ΤΟ ΑΚΟΥΤΕ
Βίβλος γνώσεως διδασκαλίας, πλούτῳ πίστεως συντεταγμένη, τῷ πανάγνῳ ἀνεδείχθης ἐν Πνεύματι, ἀνακαλύπτων τὰ θεῖα τοῖς χρῄζουσι, καὶ τὴν ζωὴν θησαυρίζων τοῖς θέλουσι. Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.ΘεοτοκίονΘεία γέγονας, σκηνὴ τοῦ Λόγου, μόνη πάναγνε Παρθενομῆτορ, τῇ καθαρότητι Ἀγγέλους ὑπερέχουσα, τὸν ὑπὲρ πάντας ἐμὲ γοῦν γενόμενον, ῥερυπωμένον σαρκὸς πλημμελήμασιν, ἀποκάθαρον, πρεσβειῶν σου ἐνθέοις νάμασι, παρέχουσα Σεμνὴ τὸ μέγα ἔλεος. Ἢ ΣταυροθεοτοκίονἩ ἀμίαντος, ἀμνὰς τοῦ Λόγου, ἡ ἀκήρατος Παρθενομήτωρ, ἐν τῷ Σταυρῷ θεασαμένη κρεμάμενον, τὸν ἐξ αὐτῆς ἀνωδίνως βλαστήσαντα, μητροπρεπῶς θρηνῳδοῦσα ἐκραύγαζεν· Οἴμοι τέκνον μου! πῶς πάσχεις; θέλων ῥύσασθαι, παθῶν τῆς ἀτιμίας τὸν ἄνθρωπον.
Κανών α', ᾨδὴ δ', τοῦ Ἁγίου
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Χριστός μου δύναμις, Θεὸς καὶ Κύριος, ἡ σεπτὴ Ἐκκλησία θεοπρεπῶς, μέλπει ἀνακράζουσα, ἐκ διανοίας καθαρᾶς, ἐν Κυρίῳ ἑορτάζουσα».Ἀφθόνως Ὅσιε, Χριστῷ πειθόμενος, τὸν δοθέντα σοι πλοῦτον ὡς εὐπειθής, δοῦλος διαδέδωκας, καὶ τῆς ἀφράστου σε χαράς, ὁ Δεσπότης κατηξίωσε.Σοφίας πέλαγος, διανηξάμενος, τὸν καλὸν μαργαρίτην ὡς ἀγαθός, ἔμπορος ἐκέρδησας, καὶ τοῦτον μόνον θησαυρόν, ἀδαπάνητον ἐπλούτησας.Τῷ θείῳ Πνεύματι, καταλαμπόμενος, τὰς ἀκτῖνας τῶν λόγων ἡλιακῶς, πᾶσιν ἐξαπέστειλας, τῆς σωτηρίας τῶν πιστῶν θεοφάντορ ὀρεγόμενος.ΘεοτοκίονὩς ὄντως ἄφθεγκτα, καὶ ἀκατάληπτα, τὰ τῆς σῆς Θεοτόκε θεοπρεποῦς, πέφυκε κυήσεως, τοῖς ἐπὶ γῆς καὶ οὐρανοῦ, ἀειπάρθενε Μυστήρια.
Κανών α', ᾨδὴ ε', τοῦ Ἁγίου
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τῷ θείῳ φέγγει σου ἀγαθέ, τὰς τῶν ὀρθριζόντων σοι ψυχὰς πόθῳ καταύγασον δέομαι, σὲ εἰδέναι Λόγε Θεοῦ, τὸν ὄντως Θεόν, ἐκ ζόφου τῶν πταισμάτων ἀνακαλούμενον».Νεκρώσει Πάνσοφε τῶν παθῶν, ἔξω γεγονὼς καὶ τῆς σαρκός, πόθῳ Θεῷ προσωμίλησας, τῷ καθαρωτάτῳ καὶ λαμπροτάτῳ φωτί, καὶ μόνην ἀπαιτοῦντι τὴν καθαρότητα.Τῷ θείῳ φέγγει σου ἀγαθέ, νῦν ὁ θεοφόρος αὐγασθείς, στῦλος ὁλόφωτος γέγονε, πᾶσι πέμπων θείου φωτός, τὰς θείας αὐγάς, καὶ ζόφον τῆς ἀγνοίας ἀποσειόμενος.Ὁ θέλων πάντας ὡς ἀγαθός, πάνσοφε σωθῆναι ποδηγόν, τοῖς πλανομένοις σε ἔδειξε, πολλοὺς ἐπιστρέφειν πρὸς σωτηρίας ὁδόν, Ἰσίδωρε τρισμάκαρ, Πάτερ πανόλβιε.ΘεοτοκίονΚυρίως στόματι καὶ ψυχῇ, Δέσποινα τοῦ κόσμου ἀγαθή, ὁμολογῶ σε πανάμωμε, σεσωματωμένον Θεὸν τεκοῦσαν Ἁγνή, καὶ βίου σε προστάτιν πίστει προβάλλομαι.
Κανών α', ᾨδὴ ς', τοῦ Ἁγίου
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τοῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῷ κλύδωνι, τῷ εὐδίῳ λιμένι σου προσδραμών, βοῶ σοι· Ἀνάγαγε, ἐκ φθορᾶς τὴν ζωήν μου Πολυέλεε».Λογίῳ τῶν κρίσεων, κοσμηθεὶς ὡς Ἱερεύς, λογιστικῶς ἐδίκασας, θεοφόρε καὶ σώματι καὶ ψυχῇ, τὸ χεῖρον τῷ κρείττονι, ὑποτάξας ἐμφρόνως ἀξιάγαστε.Εὐτόνως τὴν Αἴγυπτον, τῶν παθῶν καὶ τῆς τρυφῆς, σὺ Μοναστῶν τὸ καύχημα, τῆς ἐγκρατείας Ἔνδοξε ταῖς πληγαῖς, ἐτάζων ἐμάστιξας, τοῖς πιστοῖς ὁμαλίζων τήν διάβασιν.ΘεοτοκίονὉ φέρων τὰ σύμπαντα, δυναστείᾳ θεϊκῇ, καὶ συγκρατῶν ὡς εὔσπλαγχνος, σαῖς ἀγκάλαις Πανάμωμε σαρκωθείς, ὡς βρέφος βαστάζεται, ὁ Πατρὶ κατ᾽ οὐσίαν συναΐδιος.
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ Δ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰσιδώρου τοῦ ΠηλουσιώτουΣτίχοιΠηλουσιῶτα, χαῖρε, πολλὰ μοι,Τὸν πηλὸν ἐκδύς, καὶ χαρᾶς τυχὼν ξένης.Ἐν δ' lσίδωρον ἔθεντο τετάρτῃ σήματι λυγρῷ.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Νικολάου ὁμολογητοῦ τοῦ Στουδίτου.ΣτίχοιἜδοξε τῷ στήσαντι μέτρα τῷ βίῳ,Καὶ Νικόλαον ἐκμετρῆσαι τὸν βίον.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου ἱερομάρτυρος Ἀβραμίου, ἐπισκόπου Ἀρβὴλ τῆς Περσίδος.ΣτίχοιΠῶς τοῦτο φρικτὸν τοῖς ἀθληταῖς Κυρίου,Ἔφασκε δεικνὺς Ἀβράμιος τὸ ξίφος.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰωάννου τοῦ ἐν Εἰρηνοπόλει, ἑνὸς τῶν Τριακοσίων δεκαοκτὼ Ἁγίων Πατέρων, τῶν ἐν Νικαίᾳ, καὶ μνήμη τοῦ Ἁγίου Μάρτυρος Θεοκτίστου.ΣτίχοιΘείοις σκεπασθεὶς πίστεως θείας ὅπλοις,Γυμνοῖ τράχηλον Θεόκτιστος τῷ ξίφει.Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος καὶ θαυματουργός, Ἰάσιμος ἐν εἰρήνῃ τελειοῦται.ΣτίχοιἈλλ' Ἰασίμου καὶ μόνη κωφὴ κόνις,Νέμει νοσοῦσι τὴν ἰάσιμον χάριν.Ταῖς αὐτῶν Ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Κανών α', ᾨδὴ ζ', τοῦ Ἁγίου
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Δροσοβόλον μὲν τὴν κάμινον εἰργάσατο, Ἄγγελος τοῖς Ὁσίοις Παισί, τοὺς Χαλδαίους δὲ καταφλέγον πρόσταγμα Θεοῦ, τὸν τύραννον ἔπεισε βοᾶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».Στερεώματι τῆς πίστεως ἐνέθετο, καθάπερ Πάτερ ἥλιον, ὁ Δεσπότης σε καταλάμπειν φέγγει νοητῷ, ψυχὰς τῶν βοώντων ἐκτενῶς· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἤμων.Μολυσμοὺς σαρκὸς καὶ πνεύματος ἀπέπλυνας, Μάκαρ δακρύων χεύμασι, καὶ γενόμενος Θεοφόρε φῶς τοῖς ἐπὶ γῆς, τοὺς πάντας ἐδίδαξας βοᾶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.ΘεοτοκίονἘπὶ ἄσειστον κρηπῖδα ὄντες πίστεως, σὲ Θεομῆτορ ἄχραντε, ὁμολογοῦμεν Θεοτόκον. Λόγον γὰρ Θεοῦ, ἀσπόρως ἐγέννησας ἡμῖν. Εὐλογημένος ὁ καρπός, τῆς σῆς κοιλίας Ἁγνή.
Κανών α', ᾨδὴ η', τοῦ Ἁγίου
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐκ φλογὸς τοῖς, Ὁσίοις δρόσον ἐπήγασας, καὶ Δικαίου θυσίαν ὕδατι ἔφλεξας· ἅπαντα γὰρ δρὰς Χριστέ, μόνῳ τῷ βούλεσθαι, σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας».Λογικὴν ὡς θυσίαν πάντα τὸν βίον σου, εἰς ὀσμὴν εὐωδίας Πάτερ προσήγαγες, τῷ ἐπὶ Σταυροῦ, κρεμασθέντι Χριστῷ τῷ Θεῷ, ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.Πλεονάζεις τὸν πλοῦτον καὶ μετὰ θάνατον, τοὺς ἐμψύχους σου λόγους, ὥσπερ πολύτιμον, πᾶσι τοῖς πιστοῖς, κληροδοσίαν λιπών, τοῖς ὑπερυψοῦσι, Χριστὸν εἰς τούς αἰῶνας.Ὡραιώθης Παμμάκαρ κάλλει τῶν λόγων σου· τοῦ Ἁγίου γὰρ ὤφθης Πνεύματος κάλαμος, γράφων εὐσεβῶς, τούτου γνῶσιν τὴν ἔνθεον, τοῖς ὑπερυψοῦσι, Χριστὸν εἰς τούς αἰῶνας.ΘεοτοκίονΠρὸς τὴν σὴν καταφεύγω σκέπην Πανάμωμε, καὶ προστάτιν ζωῆς μου τανῦν προβάλλομαι, σὲ τὴν ὑπὲρ νοῦν, Θεὸν Λόγον κυήσασαν, ὃν ὑπερυψοῦμεν, εἰς πάντας τούς αἰῶνας.
Κανών α', ᾨδὴ θ', τοῦ Ἁγίου
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον, ὃν οὐ τολμᾷ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα, διὰ σοῦ δὲ Πάναγνε ὡράθη βροτοῖς, Λόγος σεσαρκωμένος, ὃν μεγαλύνοντες, σὺν ταῖς οὐρανίαις στρατιαῖς σε μακαρίζομεν».Ἀκτὶς καθάπερ φωτὸς ἐνήστραψε, σοῦ τῇ ψυχῇ τῆς χάριτος ὁ λόγος πανόλβιε, διὰ σοῦ δὲ πᾶσα ἡ γῆ πεπλήρωται, τούτου τῆς λαμπηδόνος, ἧς οἱ μετέχοντες, τὸν τῆς σῆς σοφίας θησαυρόν, Πάτερ θαυμάζομεν.Τρισὶ προσώποις μονάδα φύσεως, τοῖς πατρικοῖς ἑπόμενος θεόφρον διδάγμασι, θεοφρόνως προσκυνεῖν ἐδίδαξας, σέβειν θεολογοῦντας, ἄκτιστον ἄναρχον, πᾶσι τοῖς πιστοῖς τὸν φωτισμὸν ἀναπηγάζουσαν.Εὑρὼν τῶν πόνων τῶν σῶν τὰ ἔπαθλα, ἐν οὐρανοῖς ζωῆς ἀτελευτήτου λαβόμενος, τοῖς ὑμνοῦσι πάνσοφε τὴν μνήμην σου, αἴτησαι σωτηρίαν, μάκαρ Ἰσίδωρε, θρόνῳ τοῦ Σωτῆρος μέτ' Ἀγγέλων παριστάμενος.ΘεοτοκίονῬευστὴν ὁ Λόγος Θεοῦ ὁ ἄρρευστος, μορφὴν λαβὼν ἀνθρώπους ἀφθαρσίαν ἐνέδυσεν, εὐδοκίᾳ πατρικῇ σκηνώσας ἐν σοί, τῇ κεχαριτωμένῃ· ὅθεν Πανάχραντε, σὺν ταῖς οὐρανίαις, Στρατιαῖς, σὲ μεγαλύνομεν.
Ἐξαποστειλάριον τοῦ Ἁγίου
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Ἱδρῶσι τῆς ἀσκήσεως, παθῶν τὴν φλόγα ἔσβεσας, καὶ ἀπαθείας πρὸς ὕψος, ἀναδραμὼν Θεοφόρε, τῷ τοῦ Χριστοῦ νῦν βήματι, παρέστης ἀγαλλόμενος, ὑπὲρ ἡμῶν δεόμενος, Ἰσίδωρε τῶν τελούντων, τὴν παναγίαν σου μνήμην.
| TA ΜΗΝΑΙΑ | Φεβρουάριος | 04Τ |
Feb 05
Τῌ Ε' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΦΕΒΡΟΥΑΡΙΟΥΜνήμη τῆς Ἁγίας Μάρτυρος Ἀγάθης.
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς γ' καὶ τῆς Ἁγίας γ'.
Προσόμοια τῆς Ἑορτῆς
Ἦχος δ'
Ἔδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕ
Νόμον τὸν ἐν γράμματι, ἀποπληρῶν ὁ φιλάνθρωπος, τῶ ναῷ νῦν προσάγεται, καὶ τοῦτον εἰσδέχεται, Συμεὼν ὁ Πρέσβυς, γηραιαῖς ἀγκάλαις. Νῦν ἀπολύεις με βοῶν, πρὸς τὴν ἐκεῖθεν μακαριότητα· κατεῖδον γὰρ σε σήμερον, σάρκα θνητὴν περικείμενον, τῆς ζωῆς κυριεύοντα, καὶ θανάτου δεσπόζοντα.
Ἦχος δ'
Φῶς εἰς ἀποκάλυψιν, ἐθνῶν ἐπέφανας Κύριε, ἐπὶ κούφης καθήμενος, νεφέλης ὁ ἥλιος, τῆς δικαιοσύνης, νόμου τὸ σκιῶδες, ἀποπληρῶν καὶ τὴν ἀρχήν, καθυποφαίνων τῆς νέας Χάριτος· διὸ σε θεασάμενος, ὁ Συμεὼν ἀνεκραύγαζεν· Ἐκ φθορᾶς με ἀπόλυσον, ὅτι εἶδόν σε Δέσποτα.
Ἦχος δ'
Κόλπων τοῦ Γεννήτορος, μὴ χωρισθεὶς τῇ Θεότητι, σαρκωθεὶς ὡς εὐδόκησας ἀγκάλαις κρατούμενος, τῆς Ἀειπαρθένου, χερσὶν ἐπεδόθης, τοῦ θεοδόχου Συμεών, ὁ τῇ χειρί σου κρατῶν τὰ σύμπαντα· διό, Νῦν ἀπολύεις με, περιχαρῶς ἀνεκραύγαζεν, ἀγαθὲ καὶ φιλάνθρωπε, ὅτι εἶδόν σε σήμερον.
Προσόμοια τῆς Ἁγίας
Ἦχος δ'
Ἔδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕ
Ἄφθορον ἐτήρησας, σῶμα Χριστῷ τῷ Νυμφίῳ σου, παρθενίας ἐν κάλλεσιν, Ἀγάθη Θεόνυμφε, καθωραϊσμένη, καὶ λελαμπρυσμένη, μαρτυρικαῖς μαρμαρυγαῖς, καὶ πρός νυμφῶνα θεῖον ἐχώρησας· διό σου τὴν παγκόσμιον, ἐπιτελοῦμεν πανήγυριν, τὸν Σωτῆρα δοξάζοντες, τὸν ἀεὶ σε δοξάσαντα.
Ἦχος δ'
Μαστοῦ τὴν ἀφαίρεσιν, καὶ τοῦ πυρὸς τὴν κατάφλεξιν, καὶ ξεσμοὺς τοὺς τοῦ σώματος, ὑπήνεγκας, Ἔνδοξε, τὰς αἰωνιζούσας, ὄμμασι καρδίας, ἀποσκοποῦσα ἀμοιβάς, καὶ τὴν ἐκεῖθεν μακαριότητα, καὶ στέφος τὸ ἀμάραντον, ὃ σοι Χριστὸς νῦν δεδώρηται, δι' αὐτὸν παναοίδιμε, ἀθλησάσῃ λαμπρότατα.
Ἦχος δ'
Ὅρμημα ἀκάθεκτον, πυρὸς αἰτναίου ἀνέστειλας, σαῖς εὐχαῖς Ἀγαθώνυμε, καὶ πόλιν διέσωσας, τὸ σεπτόν σου Μάρτυς, λείψανον τιμῶσαν, ἐξ οὗ τρυφᾷ τοὺς ποταμούς, τῶν ἰαμάτων ἐν θείῳ Πνεύματι· ἐν ταύτῃ γὰρ ἀθλήσασα, τὸν δυσμενῆ ἐταπείνωσας, καὶ τῆς νίκης τὸν στέφανον, ἐκομίσω πανεύφημε.
Δόξα... Τῆς Ἁγίας
Ἦχος πλ. δ'
Συκεώτου
Παράδοξον θαῦμα γέγονεν, ἐν τῇ ἀθλήσει τῆς πανενδόξου Ἀγάθης, καὶ Μάρτυρος Χριστοῦ τοῦ Θεοῦ, ἐφάμιλλον τῷ Μωϋσεῖ· ἐκεῖνος γάρ, τὸν λαὸν νομοθετῶν ἐν τῷ ὄρει, τὰς ἐγγραφείσας ἐν πλαξὶ θεοχαράκτους Γραφὰς ἐδέξατο, ἐνταῦθα δὲ ὁ Ἄγγελος, οὐρανόθεν τῷ τάφῳ πλάκα ἐπεκόμισεν ἐγγεγραμμένην· Νοῦς ὅσιος, αὐτοπροαίρετος, τιμὴ ἐκ Θεοῦ, καὶ πατρίδος λύτρωσις.
Καὶ νῦν... Τῆς Ἑορτῆς
Ἦχος πλ. δ'
Συκεώτου
Ὁ τοῖς Χερουβὶμ ἐποχούμενος, καὶ ὑμνούμενος ὑπὸ τῶν Σεραφίμ, σήμερον τῷ θείῳ Ἱερῷ, κατὰ νόμον προσφερόμενος, Πρεσβυτικαῖς ἐνθρονίζεται ἀγκάλαις, καὶ ὑπὸ Ἰωσὴφ εἰσδέχεται δῶρα θεοπρεπῶς, ὡς ζεῦγος τρυγόνων τὴν ἀμίαντον Ἐκκλησίαν, καὶ τῶν Ἐθνῶν τὸν νεόλεκτον λαόν, περιστερῶν δὲ δύο νεοσσούς, ὡς ἀρχηγὸς Παλαιᾶς τε καὶ καινῆς. Τοῦ πρὸς αὐτὸν χρησμοῦ δὲ Συμεών, τὸ πέρας δεξάμενος, εὐλογῶν τὴν Παρθένον, Θεοτόκον Μαρίαν, τὰ τοῦ πάθους σύμβολα, τοῦ ἐξ αὐτῆς προηγόρευσε, καὶ παρ' αὐτοῦ ἐξαιτεῖται τὴν ἀπόλυσιν βοῶν. Νῦν ἀπολύεις με Δέσποτα, καθὼς προεπηγγείλω μοι, ὅτι εἶδόν σε τὸ προαιώνιον φῶς, καὶ Σωτῆρα Κύριον τοῦ Χριστωνύμου λαοῦ
Εἰς τὸν Στίχον, Στιχηρὰ τῆς Ἑορτῆς.Ἦχος α' Πανεύφημοι Μάρτυρες ΤΟ ΑΚΟΥΤΕὩς ὄντως ὑπέρλαμπρος Θεοῦ, κιβωτὸς ἡ ἄχραντος, τὸ ἱλαστήριον σήμερον, Χριστὸν προσφέρουσα, ἐν ναῷ εἰσάγει, καὶ σεπτῶς προστίθησιν, ἀγκάλαις Συμεὼν τοῦ θεόφρονος· διὸ ἡγίασται, τῶν ἁγίων νῦν τὰ ἅγια, καὶ τῷ μόνῳ Ἁγίῳ συγχαίρουσι.Στίχ. Νῦν ἀπολύεις τὸν δοῦλόν σου Δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ, ὅτι εἶδον οἱ ὀφθαλμοί μου, τὸ σωτήριόν σου,Δεδόξασται σήμερον Χριστόν, Συμεὼν ὡς ἄνθρακα, θεοπρεπῶς εἰσδεξάμενος, καὶ περιπτύσσεται, καθαρθεὶς τὰ χείλη, ἀνθομολογεῖται δέ, καὶ χαίρων ἐξαιτεῖ τήν ἀπόλυσιν. Αὐτὸν οὖν ἅπαντες, εὐσεβῶς νῦν μακαρίζοντες, ἀσιγήτοις ἐν ὕμνοις τιμήσωμεν.Στίχ. Φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ.Ἡ πύλη ἡ ἔμψυχος Ἁγνή, ἡ Παρθένος σήμερον, τὸν βασιλέα καὶ Κύριον, ὃν ἔνδον ἔσχηκεν, ἐν ναῷ εἰσάγει, διὰ πύλης βαίνουσα τῆς πάλαι κεκλεισμένης, ὡς γέγραπται· ὅθεν χορεύοντες, πρὸ προσώπου ταύτης ἅπαντες, θείοις ὕμνοις αὐτὴν εὐφημήσωμεν.
Θεοτοκίον
Ἦχος δ'
Σήμερον ἡ ἱερὰ Μήτηρ, καὶ τοῦ Ἱεροῦ ὑψηλοτέρα, ἐπὶ τὸ Ἱερὸν παραγέγονεν, ἐμφανίζουσα τῷ κόσμῳ τὸν τοῦ κόσμου Ποιητήν, καὶ τοῦ νόμου πάροχον, ὃν καὶ ἀγκάλαις ὑποδεξάμενος ὁ πρεσβύτης Συμεών, γεραίρων ἐκραύγαζε· Νῦν ἀπολύεις τὸν δοῦλόν σου, ὅτι εἶδόν σε τὸν Σωτῆρα τῶν ψυχῶν ἡμῶν.
Ἀπολυτίκιον τῆς Ἁγίας
Ἦχος δ' ΤΟ ΑΚΟΥΤΕ
Η αμνάς σου Ιησού, κράζει μεγάλη τή φωνή Σέ νυμφίε μου ποθώ, καί σέ ζητούσα αθλώ, καί συσταυρούμαι, καί συνθάπτομαι τώ βαπτισμώ σου, καί πάσχω διά σέ, ως βασιλεύσω συν σοί, καί θνήσκω υπέρ σού, ίνα καί ζήσω εν σοί αλλ' ως θυσίαν άμωμον, προσδέχου τήν μετά πόθου τυθείσάν σοι, Αυτής πρεσβείαις, ως ελεήμων σώσον τάς ψυχάς ημών.
Ἀπολυτίκιον τῆς Ἑορτῆς
Ἦχος α'
Χαῖρε κεχαριτωμένη Θεοτόκε Παρθένε· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σὺ Πρεσβύτα δίκαιε, δεξάμενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἡμῶν, χαριζόμενον ἡμῖν καὶ τὴν Ἀνάστασιν.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα
Ἦχος α'
Αὐτόμελον ΤΟ ΑΚΟΥΤΕ
Χορὸς Ἀγγελικός, ἐκπληττέσθω τὸ θαῦμα, βροτοὶ δὲ ταῖς φωναῖς, ἀνακράξωμεν ὕμνον, ὁρῶντες τὴν ἄφατον, τοῦ Θεοῦ συγκατάβασιν· ὃν γὰρ τρέμουσι, τῶν οὐρανῶν αἱ Δυνάμεις, γηραλέαι νῦν , ἐναγκαλίζονται χεῖρες, τὸν μόνον φιλάνθρωπον.Δόξα... Καὶ νῦν ... τὸ αὐτὸ
Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα
Ἦχος πλ. δ'
Ἀνέστης ἐκ νεκρῶν ΤΟ ΑΚΟΥΤΕ
Ἐτέχθης ἐπὶ γῆς, ὁ προάναρχος Λόγος, προσήχθης τῷ ναῷ, ἀκατάληπτος μένων· Χαίρων δὲ ὁ Πρεσβύτης, ἐν ταῖς ἀγκάλαις σε ὑπεδέξατο, κράζων· Νῦν ἀπολύεις, ὅν ἐπεσκέψω κατὰ τὸ ῥῆμά σου, ὁ εὐδοκήσας σῶσαι ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων.Δόξα... Καὶ νῦν ... τὸ αὐτὸ
Ὁ Κανὼν τῆς Ἑορτῆς, οὗ ἡ Ἀκροστιχίς.Χριστὸν γεγηθὼς Πρέσβυς ἀγκαλίζεται.Ποίημα Κοσμᾶ Μοναχοῦ.ᾨδὴ α'
Ἦχος γ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Χέρσον ἀβυσσοτόκον πέδον ἥλιος, ἐπεπόλευσέ ποτε· ὡσεὶ τεῖχος γὰρ ἐπάγη, ἑκατέρωθεν ὕδωρ, λαῷ πεζοποντοποροῦντι, καὶ θεαρέστως μέλποντι. ᾌσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται».Ῥανάτωσαν ὕδωρ νεφέλαι· Ἥλιος ἐν νεφέλῃ γὰρ κούφη, ἐποχούμενος ἐπέστη, ἀκηράτοις ὠλέναις, Χριστὸς ἐν τῷ ναῷ ὡς βρέφος· διὸ πιστοὶ βοήσωμεν. ᾌσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται.Ἰσχύσατε χεῖρες Συμεών, τῷ γήρᾳ ἀνειμέναι, καὶ κνῆμαι παρειμέναι δὲ Πρεσβύτου, αὐθυβόλως κινεῖσθε Χριστοῦ πρὸς ὑπαντήν. Χορείαν σὺν Ἀσωμάτοις στήσαντες, ᾄσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται.Συνέσει ταθέντες οὐρανοὶ εὐφράνθητε, ἀγάλλου δὲ ἡ γῆ· ὑπερθέων γὰρ ἐκ κόλπων, ὁ τεχνίτης φοιτήσας, Χριστὸς ὑπὸ Μητρὸς Παρθένου, Θεῷ Πατρὶ προσάγεται, νήπιος ὁ πρὸ πάντων· ἐνδόξως γὰρ δεδόξασται.
Ὁ Κανὼν τῆς Ἁγίας, οὗ ἡ ἀκροστιχίς.Τὴν θείαν Ἀγάθην ἀγαθοῖς μέλψωμεν ἐν ὕμνοις.Θεοφάνους.ᾨδὴ α'
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Δεῦτε λαοί, ᾄσωμεν ᾄσμα Χριστῷ τῷ Θεῷ, τῷ διελόντι θάλασσαν, καὶ ὁδηγήσαντι, τὸν λαὸν ὃν ἀνῆκε, δουλείας Αἰγυπτίων, ὅτι δεδόξασται».Τῶν ἀγαθῶν, πρώτην αἰτίαν ποθήσασα, ἀγαθωνύμου κλήσεως, Μάρτυς ἠξίωσαι, τῆς ἀφράστου προνοίας, τῶν τρόπων σου προγνούσης τὴν ἀγαθότητα.Ἤρθης Ἁγνή, πρὸς πολιτείαν ὑπέρλαμπρον, τοῦ τῆς σαρκὸς φρονήματος καταφρονήσασα, καὶ τῷ ποθεινοτάτῳ, Νυμφίῳ σου συντόνως ἐνατενίζουσα.Νύμφη Θεοῦ, θεία Ἀγάθη κεκόσμησαι, καὶ παρθενίας κάλλεσι, καὶ θείοις αἵμασι, τοῦ σεπτοῦ μαρτυρίου, διπλοῖς στεφανουμένη στέμμασιν ἔνδοξε.ΘεοτοκίονΘεοπρεπές, σκήνωμα Ἁγνὴ σὺ πέφηνας, τῶν οὐρανῶν πλατύτερον καὶ καθαρώτερον, Θεοτόκε Παρθένε, καὶ νῦν ἐπὶ σοὶ χαίρει ὁ τῶν Παρθένων χορός.
Κανών α', ᾨδὴ γ', τῆς Ἑορτῆς
Ἦχος γ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὸ στερέωμα, τῶν ἐπὶ σοὶ πεποιθότων, στερέωσον Κύριε τὴν Ἐκκλησίαν, ἣν ἐκτήσω, τῷ τιμίῳ σου αἵματι».Ὁ πρωτότοκος ἐκ Πατρὸς πρὸ αἰώνων, πρωτότοκος νήπιος, Κόρης ἀφθόρου, τῷ Ἀδὰμ χεῖρας προτείνων ἐπέφανε.Νηπιόφρονα, τὸν γεγονότα ἀπάτῃ, πρωτόπλαστον ἔμπαλιν ἐπανορθώσων, Θεὸς Λόγος, νηπιάσας ἐπέφανε.Γῆς ἀπόγονον, παλινδρομήσασαν ταύτῃ, Θεότητος σύμμορφον φύσιν ὁ Πλάστης, ὡς ἀτρέπτως νηπιάσας ἀνέδειξε.
Κανών α', ᾨδὴ γ', τῆς Ἁγίας
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε, ὁ ξύλῳ νεκρώσας τὴν ἁμαρτίαν, καὶ τὸν φόβον σου ἐμφύτευσον, εἰς τὰς καρδίας ἡμῶν τῶν ὑμνούντων σε».Ἀγάθη τὸ φαιδρὸν καὶ τὸ τερπνότατον, τῶν θείων Μαρτύρων ἄνθος, καὶ κλέος, τῆς ψυχῆς μου σὺ τὴν κάκωσιν, θεραπεύουσα Μάρτυς κατακάλλυνον.Γονίμοις ἀρεταῖς αὐτὴν ἐφαίδρυνας, Ἀγάθη καὶ Μάρτυς ἀνηγορεύθης, τῶν προσκαίρων ἀλογήσασα, καὶ Θεοῦ βασιλείαν ἀγαπήσασα.Ἁπάντων τῶν τερπνῶν Χριστὸν προέκρινας, Ἀγάθη θελχθεῖσα τῷ θείῳ πόθῳ, καὶ τυράννων τὰ φρυάγματα, εὐφθαρσῶς καὶ ἀνδρείως κατεπάτησας.ΘεοτοκίονΘεόνυμφε σεμνὴ Θεὸν ὃν ἔτεκες, δυσώπει ῥυσθῆναι τοὺς σὲ ὑμνοῦντας, πειρασμῶν καὶ περιστάσεων, καὶ παθῶν καὶ κινδύνων παμμακάριστε.
Κάθισμα τῆς Ἁγίας
Ἦχος γ'
Θείας πίστεως ΤΟ ΑΚΟΥΤΕ
Κλέος πίστεως καὶ εὐσεβείας, ὁσιότητος καὶ παρθενίας, προθυμίᾳ κοσμουμένη ἀθλήσεως, ἀνηγορεύθη, Ἀγάθη Νοῦς ὅσιος, αὐτοπροαίρετος, ὄντως τιμὴ εἰς Θεόν, πατρίδος λύτρωσις, Χριστῷ νυμφικῶς πρεσβεύουσα, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.Δόξα... Καὶ νῦν ... Τῆς ἙορτῆςΤὴν ὡραιότητα ΤΟ ΑΚΟΥΤΕἘκ τῆς Παρθένου σε, σωματωθέντα Χριστέ, νῦν ὑπεδέξατο, ὁ Ἱερὸς Συμεών· Νῦν ἀπολύεις ἐκβοῶν, τὸν δοῦλόν σου ὦ Δέσποτα· Ἄννα δὲ ἡ ἄμεμπτος, ἡ προφῆτις καὶ ἔνδοξος, τὴν ἀνθομολόγησιν, καὶ τὸν ὕμνον προσήγαγε· Ἡμεῖς δὲ Ζωοδότα βοῶμέν σοι· Δόξα τῷ οὕτως εὐδοκήσαντι.
Κανών α', ᾨδὴ δ', τῆς Ἑορτῆς
Ἦχος γ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐκάλυψεν οὐρανούς, ἡ ἀρετή σου Χριστέ· τῆς κιβωτοῦ γὰρ προελθών,τοῦ ἁγιάσματός σου, τῆς ἀφθόρου Μητρός, ἐν τῷ ναῷ τῆς δόξης σου, ὤφθης ὡς βρέφος, ἀγκαλοφορούμενος, καὶ ἐπληρώθη τὰ πάντα τῆς σῆς αἰνέσεως».Γηθόμενος Συμεών, τῶν ἀπορρήτων μύστα, ἡ Θεοτόκος ἐβόα, ὃν ὑφ' ἁγίου πάλαι κεχρημάτισαι Πνεύματος, νηπιάσαντα Λόγον, Χριστὸν ἐναγκαλίζου, κράζων αὐτῷ· Ἐπλήσθη τὰ πάντα τῆς σῆς αἰνέσεως.Ἣν ἤλπισας Συμεὼν ἡλικιώτην βρεφῶν, χαίρων ὑπόδεξαι Χριστόν, τοῦ lσραὴλ τοῦ θείου τὴν παράκλησιν, τὸν νόμου Ποιητὴν καὶ Δεσπότην, πληροῦντα νόμου τάξιν, κράζων αὐτῷ· Ἐπλήσθη τὰ πάντα τῆς σῆς αἰνέσεως.Θεώμενος Συμεὼν Λόγον τὸν ἄναρχον, μετὰ σαρκός, ὡς ἐν θρόνῳ Χερουβικῷ, Παρθένῳ ἐποχούμενον, τὸν αἴτιον τοῦ εἶναι τὰ πάντα, ὡς βρέφος, ἐκπλαγεὶς ἐβόα αὐτῷ· Ἐπλήσθη τὰ πάντα τῆς σῆς αἰνέσεως.
Κανών α', ᾨδὴ δ', τῆς Ἁγίας
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὑμνῶ σε· ἀκοῇ γὰρ Κύριε, εἰσακήκοα καὶ ἐξέστην· ἕως ἐμοῦ ἥκεις γάρ, ἐμὲ ζητῶν τὸν πλανηθέντα· Διὸ τὴν πολλήν σου συγκατάβασιν, τὴν εἰς ἐμὲ δοξάζω Πολυέλεε».ᾘσχύνθη, τοῦ δολίου δράκοντος, ἡ ἀπόνοια καὶ ἠλέγχθη· παρθένοι γὰρ τούτου νῦν , τὸ φρύαγμα καταπατοῦσι, Χριστοῦ ἐκ Παρθένου ἀνατείλαντος, ἐπὶ τῆς γῆς καὶ πάντας καταυγάσαντος.Νομίμως, σωφροσύνην ἄσπιλον, ἐξασκήσασα Ἀθλοφόρε, τὰ πνεύματα χαίρουσα, κατέλαβες τῆς πονηρίας, Χριστοῦ ὁπλισαμένη τῇ χάριτι, καὶ τὸν Σταυρὸν ἐπ' ὤμων τούτου ἄρασα.Γενοῦ μοι προστασία πάνσοφε, τῶν δεινῶν με ἐξαιρουμένη, καὶ πειρασμῶν ζάλης τε, καὶ θλίψεως καὶ δυναστείας ἐχθροῦ, λυτρωθεὶς ὅπως ὑμνήσω σε, ἀγαθὴν προστάτιν Ἀγαθώνυμε.ΘεοτοκίονἈπείρως τῶν Ἀγγέλων Πάναγνε, τὰς λαμπρότητας ὑπερέβης, τὸν νοητὸν Ἥλιον, κυήσασα ἀνερμηνεύτως, Χριστὸν τὸν ἀκτῖσι τῆς Θεότητος, τὰς τῶν πιστῶν ἐννοίας καταυγάσαντα.
Κανών α', ᾨδὴ ε', τῆς Ἑορτῆς
Ἦχος γ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὡς εἶδεν Ἡσαΐας συμβολικῶς, ἐν θρόνῳ ἐπηρμένῳ Θεόν, ὑπ' Ἀγγέλων δόξης δορυφορούμενον, ὦ τάλας! ἐβόα, ἐγώ· πρὸ γὰρ εἶδον σωματούμενον Θεόν, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα».Συνεὶς ὁ θεῖος Πρέσβυς, τὴν προφανεῖσαν, πάλαι τῷ Προφήτῃ δόξαν, χερσὶ Λόγον βλέπων Μητρὸς κρατούμενον, ᾧ χαίροις, ἐβόα Σεμνή· ὡς γὰρ θρόνος περιέχεις τόν Θεόν, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.Προκύψας ὁ Πρεσβύτης, καὶ τῶν ἰχνῶν ἐνθέως ἐφαψάμενος, τῆς ἀπειρογάμου καὶ Θεομήτορος, πῦρ, ἔφη, βαστάζεις Ἁγνή, βρέφος φρίττω ἀγκαλίσασθαι Θεόν, φωτός ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.Ῥύπτεται Ἡσαΐας, τοῦ Σεραφὶμ τὸν ἄνθρακα δεξάμενος, ὁ Πρέσβυς ἐβόα τῇ Θεομήτορι· σὺ ὥσπερ λαβίδι χερσὶ λαμπρύνεις με, ἐπιδοῦσα ὃν φέρεις, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.
Κανών α', ᾨδὴ ε', τῆς Ἁγίας
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ τοῦ φωτὸς χορηγός, καὶ τῶν αἰώνων ποιητὴς Κύριε, ἐν τῷ φωτί, τῶν σῶν προσταγμάτων ὁδήγησον ἡμᾶς· ἐκτός σου γὰρ ἄλλον Θεὸν οὐ γινώσκομεν».Θείοις προστάγμασι, ῥυθμιζομένη τοῦ Χριστοῦ ἔνδοξε, συμβολικῶς, σαρκὸς προσπαθείας ἐλύθης τῶν δεσμῶν, Ἀγάθη ἐλαία φανεῖσα κατάκαρπος.Ὅλῳ τῷ πόθῳ Χριστοῦ, τὰς φανοτάτας ἀστραπὰς βλέπουσα, τὰς ἐπὶ γῆς, χαμαὶ συρομένας παρεῖδες ἡδονάς, ἐκείνου καὶ μόνου ποθοῦσα τερπνότητα.Ἴνα τὴν ἄφραστον, ἀξιωθῇς διαγωγὴν ἔνδοξε, τῶν ἐκλεκτῶν, ἰδεῖν τὰς βασάνους ὑπέμεινας στερρῶς, ἀγαλλιωμένη Ἀγάθη πανεύφημε.ΘεοτοκίονΣοὶ τῇ τεκούσῃ Χριστόν, τὸν τοῦ παντὸς Δημιουργὸν κράζομεν· Χαῖρε Ἁγνή, χαῖρε ἡ τὸ φῶς ἀνατείλασα ἡμῖν, χαῖρε ἡ χωρήσασα Θεὸν τὸν ἀχώρητον.
Κανών α', ᾨδὴ ς', τῆς Ἑορτῆς
Ἦχος γ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐβόησέ σοι, ἰδὼν ὁ Πρέσβυς, τοῖς ὀφθαλμοῖς τὸ σωτήριον, ὃ λαοῖς ἐπέστη· Ἐκ Θεοῦ Χριστὲ σὺ Θεός μου».Σιὼν σὺ λίθος, ἐναπετέθης, τοῖς ἀπειθοῦσι προσκόμματος, καὶ σκανδάλου πέτρα, ἀρραγὴς πιστῶν σωτηρία.Βεβαίως φέρων, τὸν χαρακτῆρα, τοῦ πρὸ αἰώνων σε φύσαντος, τὴν βροτῶν δι' οἶκτον, νῦν ἀσθένειαν περιέθου.Υἱὸν Ὑψίστου, Υἱὸν Παρθένου, Θεὸν παιδίον γενόμενον, προσκυνήσαντά σε, νῦν ἀπόλυσον ἐν εἰρήνῃ.
Κανών α', ᾨδὴ ς', τῆς Ἁγίας
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον· Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε».Ματαιόφρων ὑπάρχων ὁ τύραννος, σὲ τὴν καλλιπάρθενον συλῆσαι ἤλπισεν, ἀλλ' ἀναιδῶς ἐλήλεγκται, προσβαλὼν τῷ στερρῷ σου φρονήματι.Ἐξεχύθη σου χάρις ἐν χείλεσι, Μάρτυς ἀγαθώνυμε· τρανῶς γὰρ ἤλεγξας τὸν προφανῶς ἀναίσχυντον, θεοδίδακτον λόγον πλουτήσασα.Λίθος ὤφθης πανέντιμος ἔνδοξε, νοῦν αὐτοπροαίρετον ὅσιον ἔχουσα, καὶ τῆς πατρίδος λύτρωσις, ἀσφαλὴς γενομένη Ἀγάθη σεμνή.ΘεοτοκίονΨαλμικῶς εὐφημοῦντες βοῶμέν σοι· Χαῖρε τὸ πιότατον ὄρος Χριστοῦ τοῦ Θεοῦ, ὃ κατοικεῖν εὐδόκησε, δι' ἡμῶν σωτηρίαν Θεόνυμφε.
Κοντάκιον
Ἦχος α'
Ὁ μήτραν παρθενικὴν ἁγιάσας τῷ τόκῳ σου, καὶ χεῖρας τοῦ Συμεὼν εὐλογήσας ὡς ἔπρεπε, προφθάσας καὶ νῦν ἔσωσας ἡμᾶς Χριστὲ ὁ Θεός. Ἀλλ' εἰρήνευσον ἐν πολέμοις τὸ πολίτευμα, καὶ κραταίωσον Βασιλεῖς οὓς ἠγάπησας, ὁ μόνος φιλάνθρωπος.
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ Εˊ τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀγάθης.ΣτίχοιΧαίρει, σκότει δοθεῖσα φρουρᾶς Ἀγάθη,Μισοῦσα καὶ φῶς, εἰ πλάνων ὄψεις βλέπει.Πέμπτῃ ἐν φυλακῇ Ἀγάθη θάνεν εἶδος ἀρίστη.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Θεοδοσίου τοῦ ἐν τῷ Σκοπέλῳ.ΣτίχοιΣτενὴν ὁδεύσας Θεοδόσιος τρίβον,Τὴν εὐρύχωρον τῆς Ἐδὲμ πατεῖ τρίβον.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Πολυεύκτου, Πατριάρχου Κωνσταντινουπόλεως.Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.
Κανών α', ᾨδὴ ζ', τῆς Ἑορτῆς
Ἦχος γ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σὲ τὸν ἐν πυρὶ δροσίσαντα, Παῖδας θεολογήσαντας, καὶ Παρθένῳ, ἀκηράτῳ, ἐνοικήσαντα, Θεὸν Λόγον ὑμνοῦμεν, εὐσεβῶς μελῳδοῦντες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».Ἀδὰμ ἐμφανίσων ἄπειμι, εἰς ᾍδου διατρίβοντι, καὶ τῇ Εὔᾳ προσκομίσων εὐαγγέλια, Συμεὼν ἀνεβόα, σὺν Προφήταις χορεύων· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.Γένος χοϊκὸν ῥυσόμενος Θεός, ἕως τοῦ ᾍδου ἥξει, αἰχμαλώτοις δὲ παρέξει πᾶσιν ἄφεσιν, καὶ ἀνάβλεψιν πονηροῖς, ὡς ἀλάλοις βοῆσαι· Εὐλογητός, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.Καὶ σοῦ τὴν καρδίαν ἄφθορε, ῥομφαία διελεύσεται, Συμεὼν τῇ Θεοτόκῳ προηγόρευσεν, ἐν Σταυρῷ καθορώσης, τὸν Υἱὸν ᾧ βοῶμεν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Κανών α', ᾨδὴ ζ', τῆς Ἁγίας
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Εἰκόνος χρυσῆς, ἐν πεδίῳ Δεηρᾷ λατρευομένης, οἱ τρεῖς σου Παῖδες κατεφρόνησαν, ἀθεωτάτου προσταγματος, μέσον δὲ πυρὸς ἐμβληθέντες, δροσιζόμενοι ἔψαλλον· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».Ὡς λίαν φαιδρῶς φθεγγομένη καὶ σαφῶς τυράννους ἔπληξας, λόγῳ σοφίας καὶ τῆς χάριτος, ὑπομονῇ τε κολάσεων· ἄνθρακας πυρὸς γὰρ ἀπόνως, καρτεροῦσα ἐκραύγαζες· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.Μανίᾳ δεινῇ, συσχεθεὶς ὁ δυσμενὴς ἐξηπορεῖτο δεινῶς, τὴν σὴν θεώμενος ἀνανέωσιν, καὶ τοῦ μαστοῦ σου τὴν βλάστησιν· χαίρουσα γὰρ Μάρτυς ἐβόας, τῷ σῷ Νυμφίῳ κραυγάζουσα· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.Ἐπέστη φαιδρῶς, τοῦ Χριστοῦ ὁ μαθητὴς σοὶ φρουρουμένη, τὰς σὰς ἰώμενος δεινὰς μάστιγας, ἃς περ ὑπέστης ἀήττητε, Μάρτυς τοῦ Σωτῆρος παρθένε, ἀγαλλομένη καὶ λέγουσα· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.ΘεοτοκίονΝεκροῦται Ἀδάμ, παραβὰς τὴν ἐντολὴν τοῦ Παντοκράτορος, σὺ δὲ τεκοῦσα τὴν αἰώνιον, ζωὴν Παρθένε Πανάμωμε, τοῦτον ἐλυτρώσω θανάτου, εὐχαρίστως σοι κράζοντα· Εὐλογημένη, ἡ Θεὸν σαρκὶ κυήσασα.
Κανών α', ᾨδὴ η', τῆς Ἑορτῆς
Ἦχος γ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἀστέκτῳ πυρὶ ἑνωθέντες, οἱ θεοσεβείας προεστῶτες Νεανίαι, τῇ φλογὶ δὲ μὴ λωβηθέντες, θεῖον ὕμνον ἔμελπον· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».Λαὸς Ἰσραὴλ τὴν σὴν δόξαν, τὸν Ἐμμανουὴλ ὁρῶν παιδίον ἐκ Παρθένου, πρὸ προσώπου τῆς θείας κιβωτοῦ νῦν χόρευε· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.Ἰδού, Συμεὼν ἀνεβόα, τὸ ἀντιλεγόμενον σημεῖον οὗτος ἔσται, Θεὸς ὢν καὶ παιδίον, τούτῳ πίστει μέλψωμεν· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.Ζωὴ πεφυκὼς οὗτος ἔσται, πτῶσις ἀπειθοῦσι, νηπιάσας Θεὸς Λόγος, ὡς ἀνάστασις πᾶσι, τοῖς πίστει μέλπουσιν· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Κανών α', ᾨδὴ η', τῆς Ἁγίας
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὸν ἐν καμίνῳ τοῦ πυρός, τῶν Ἑβραίων τοῖς Παισὶ συγκαταβάντα, καὶ τὴν φλόγα εἰς δρόσον μεταβαλόντα Θεόν, ὑμνεῖτε τὰ ἔργα ὡς Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».Ἐν εὐφροσύνῃ καὶ χαρᾷ, δι' αἰῶνος κατοικεῖν ἀξιωθεῖσα, τῇ ἀφράστῳ σου δόξῃ, καταυγασθῆναι τοὺς σέ, τιμῶντας Ἀγάθη δυσώπησον, καὶ τῆς ἀκηράτου ζωῆς κατατρυφῆσαι.Νῷ καὶ καρδίᾳ καὶ ψυχῇ, ἀγαπήσασα Χριστοῦ τὴν ὑπὲρ λόγον, πολυέραστον θέαν, ἀνεπτερώθης αὐτῷ, βοῶσα· Δραμοῦμαι ὀπίσω σου, καὶ κατασκηνώσω σὺν σοὶ εἰς τούς αἰῶνας.Ὑπερφυέσι κροσσωτοῖς, καὶ ὡραία τῇ στολῇ ἠγλαϊσμένη, βασιλέως θυγάτηρ, ἐν τῇ τιμῇ τοῦ Χριστοῦ, παρέστης Ἀγάθη κραυγάζουσα· Σὲ ὑπερυψοῦμεν Χριστὲ εἰς τούς αἰῶνας.ΘεοτοκίονΜύρον γενόμενον ἡμῖν, Θεοτόκε τὸν Χριστὸν κυοφοροῦσα, εὐωδίασας κόσμον, ἐν θεοπνεύστοις ὀσμαῖς· διὸ σοι Παρθένε κραυγάζομεν, Χαῖρε μυροθήκη τοῦ πυριπνόου μύρου.
Κανών α', ᾨδὴ θ', τῆς Ἑορτῆς
Ἦχος γ'
ΜΕΓΑΛΥΝΑΡΙΑΨαλλόμενα ἐν τῇ ᾨδῇ ταύτῃ
Ἀκατάληπτόν ἐστι, τὸ τελούμενον ἐν σοί, καὶ Ἀγγέλοις καὶ βροτοῖς, Μητροπάρθενε ἁγνή.Ἀγκαλίζεται χερσίν, ὁ Πρεσβύτης Συμεών, τὸν τοῦ νόμου Ποιητήν, καὶ Δεσπότην τοῦ παντός.Βουληθεὶς ὁ Πλαστουργός, ἵνα σώσῃ τὸν Ἀδάμ, μήτραν ᾤκησε τὴν σήν, τῆς Παρθένου καὶ ἁγνῆς.Γένος ἅπαν τῶν βροτῶν, μακαρίζει σε Ἁγνή, καὶ δοξάζει σε πιστῶς, ὡς Μητέρα τοῦ Θεοῦ.Δεῦτε, ἴδετε Χριστόν, τὸν Δεσπότην τοῦ παντός, ὃν βαστάζει Συμεών, σήμερον ἐν τῷ ναῷ.Ἐπιβλέπεις πρὸς τὴν γῆν, καὶ ποιεῖς τρέμειν αὐτήν, καὶ πῶς γέρων κεκμηκώς, σὲ κατέχει ἐν χερσὶ;Ζήσας ἔτη Συμεών, ἕως εἶδε τὸν Χριστόν, καὶ ἐβόα πρὸς αὐτόν. Νῦν ἀπόλυσιν ζητῶ.Ἡ λαβὶς ἡ μυστική, ἡ τὸν ἄνθρακα Χριστόν, συλλαβοῦσα ἐν γαστρί, σὺ ὑπάρχεις Μαριάμ.Θέλων ἐνηνθρώπησας, ὁ προάναρχος Θεός, καὶ ναῷ προσφέρεσαι, τεσσαρακονθήμερος.Κατελθόντ' ἐξ οὐρανοῦ, τὸν Δεσπότην τοῦ παντός, ὑπεδέξατο αὐτόν, Συμεὼν ὁ Ἱερεύς.Λάμπρυνόν μου τὴν ψυχήν, καὶ τὸ φῶς τὸ αἰσθητόν, ὅπως ἴδω καθαρῶς, καὶ κηρύξω σε Θεόν.Μητροπάρθενε ἁγνή, τί προσφέρεις τῷ ναῷ, νέον βρέφος ἀποδούς, ἐν ἀγκάλαις Συμεών;Νῦν ἀπόλυσιν ζητῶ, ἀπὸ σοῦ τοῦ Πλαστουργοῦ, ὅτι εἶδόν σε Χριστέ, τὸ σωτήριόν μου φῶς.Ὃν οἱ ἄνω λειτουργοί, τρόμῳ λιτανεύουσι, κάτω νῦν ὁ Συμεών, ἀγκαλίζεται χερσί.Δόξα...Ἡ τῇ φύσει μὲν Μονάς, τοῖς προσώποις δὲ Τριάς, φύλαττε τοὺς δούλους σου, τοὺς πιστεύοντας εἰς σέ.Καὶ νῦν...Θεοτόκε ἡ ἐλπίς, πάντων τῶν Χριστιανῶν, σκέπε φρούρει φύλαττε, τοὺς ἐλπίζοντας εἰς σέ.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ«Ἐν νόμῳ, σκιᾷ καὶ γράμματι, τύπον κατίδωμεν οἱ πιστοί, πᾶν ἄρσεν τὸ τὴν μήτραν διανοῖγον, ἅγιον Θεῷ· διὸ πρωτότοκον Λόγον, Πατρὸς ἀνάρχου Υἱόν, πρωτοτοκούμενον Μητρί, ἀπειράνδρῳ, μεγαλύνομεν».Τοῖς πρὶν νεογνῶν τρυγόνων ζεῦγος, δυάς τε ἦν νεοσσῶν, ἀνθ' ὧν ὁ θεῖος Πρέσβυς, καὶ σώφρων Ἄννα προφῆτις, τῷ ἐκ Παρθένου τεχθέντι, καὶ οἵῳ γόνῳ Πατρός, ἐν τῷ ναῷ προσιόντι, λειτουργοῦντες ἐμεγάλυνον.Ἀπέδωκάς μοι ἐβόα Συμεών, τοῦ σωτηρίου σου Χριστὲ ἀγαλλίασιν΄ ἀπόλαβέ σου τὸν λάτριν, τὸν τῇ σκιᾷ κεκμηκότα, νέον τῆς χάριτος, ἱεροκήρυκα μύστην, ἐν αἰνέσει μεγαλύνοντα.Ἱεροπρεπῶς ἀνθωμολογεῖτο, Ἄννα ὑποφητεύουσα, ἡ σώφρων καὶ Ὁσία, καὶ Πρέσβυρα τῷ Δεσπότῃ, ἐν τῷ ναῷ διαρρήδην, τὴν Θεοτόκον δὲ ἀνακηρύττουσα, πᾶσι τοῖς παροῦσιν ἐμεγάλυνεν.
Κανών α', ᾨδὴ θ', τῆς Ἁγίας
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον, τὸν ἀρρήτῳ σοφίᾳ, ἥκοντα καινουργῆσαι τὸν Ἀδάμ, βρώσει φθορᾷ πεπτωκότα δεινῶς, ἐξ Ἁγίας Παρθένου, ἀφράστως σαρκωθέντα δι' ἡμᾶς, οἱ πιστοὶ ὁμοφρόνως, ἐν ὕμνοις μεγαλύνωμεν».Νικητικοῖς ἐν στεφάνοις, κοσμηθεῖσα θεόφρον, Ἀγάθη δεξιᾷ ζωαρχικῇ, νῦν λυτρωθῆναι δυσώπησον, τὴν πατρίδα σου ζάλης, ὡς πρὶν πυρὸς ἀνέστειλας ὁρμήν· ἵνα ὕμνοις σε πάντες, ἀπαύστως μεγαλύνωμεν.Ὁ θεϊκῇ προμηθείᾳ, περιέπων τὰ πάντα, Χριστὸς νῦν ἀμειβόμενος τὴν σήν, Μάρτυς ἀνδρείαν κατῴκισεν, ἐν σκηναῖς οὐρανίαις, νύμφην παναμώμητον αὐτοῦ, καὶ συγχαίρειν Ἀγγέλοις, καὶ Μάρτυσιν ἠξίωσεν.Ἵλεων ὦ Ἀθληφόρε, τὸν Κριτὴν τῶν ἁπάντων, Χριστὸν μοι παρασκεύασον σεμνή, ταῖς ἱκεσίαις σου πάνσεμνε, καὶ πταισμάτων τὰ πλήθη, καθᾶραί μου, τὸν εὔσπλαγχνον ἀεί, δυσωποῦσα μὴ παύσῃ, Μαρτύρων ἐγκαλλώπισμα.ΘεοτοκίονΣωματωθεὶς ἀπορρήτως, ἐξ ἁγνῶν σου αἱμάτων, ὡς ἥλιος ἐπέφανεν ἡμῖν, πάναγνε Μήτηρ ἀνύμφευτε, πρὸ αἰώνων ἁπάντων, ὁ τῷ Πατρὶ συνάναρχος Υἱός, καὶ τὸ σκότος διώξας, ἐφώτισε τὰ σύμπαντα.
Ἐξαποστειλάριον τῆς Ἁγίας
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Ἀγάθη μεγαλώνυμε, Χριστοῦ νύμφη ἀκήρατε, κάλλος ἀπόθετον θεῖον, καὶ Μάρτυς ἠγλαϊσμένη, μνείαν ποιοῦ τῶν πίστει σε, τιμώντων καλλιπάρθενε, καὶ τὴν ἁγίαν σου μνήμην, χαρμονικῶς ἐκτελούντων, πταισμάτων λύσιν εὑρέσθαι.
Ἐξαποστειλάριον τῆς Ἑορτῆς
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Πληρῶν σου τὴν ἀπόρρητον, οἰκονομίαν Κύριε, ἐν τῷ ναῷ προσηνέχθης, ὑπὸ Μητρὸς ἀπειράνδρου, ἰδὼν δὲ σε ἐκραύγαζεν, ὁ Πρέσβυς· Νῦν ἀπόλυσον, τὸν δοῦλόν σου ὦ Δέσποτα· Σωτὴρ γὰρ ἦλθες τοῦ κόσμου, τὸ πατρικὸν φῶς Χριστέ μου.
Εἰς τὸν Στίχον, τῶν Αἴνων, Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς.Ἦχος β' Οἶκος τοῦ Ἐφραθᾶ ΤΟ ΑΚΟΥΤΕΦόβῳ τε καὶ χαρᾷ, ἀγκάλαις τὸν Δεσπότην, ὁ Συμεὼν κατέχων, ζωῆς ᾐτεῖτο λύσιν, ὑμνῶν τὴν Θεομήτορα.Στίχ. Νῦν ἀπολύεις τὸν δοῦλόν σου Δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ, ὅτι εἶδον οἱ ὀφθαλμοί μου, τὸ σωτήριόν σου,Νῦν με πρὸς τὴν ζωήν, ἀπόλυσον τὴν ὄντως, ὁ Συμεὼν ἐβόα· Σωτήρ μου, εἶδον γὰρ σε, τὸ φῶς τοῦ κόσμου Δέσποτα.Στίχ. Φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ.Ἄννα προφητικῶς, ἡ σώφρων καὶ Ὁσία, νῦν ἀνθωμολογεῖτο, τῷ ἐκ Παρθένου φύντι βροτῶν εἰς ἀπολύτρωσιν.
Θεοτοκίον
Ἦχος β'
Χαῖρε ἡ τὴν χαράν, τοῦ κόσμου δεξαμένη, Χριστὸν τὸν ζωοδότην, καὶ παύσασα τὴν λύπην, Παρθένε τῆς Προμήτορος.
Ἀντίφωνον Α'Στίχ. Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν.Στίχ. Ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου.Στίχ. Ἐξεχύθη χάρις ἐν χείλεσί σου.Στίχ. Διὰ τοῦτο εὐλόγησέ σε ὁ Θεὸς εἰς τὸν αἰῶνα.Ἀντίφωνον Β'Στίχ. Περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου δυνατέ.Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν ἀγκάλαις τοῦ Δικαίου Συμεὼν βασταχθείς, ψάλλοντάς σοι, Ἀλληλούϊα.Στίχ. Καὶ ἔντειναι καὶ κατευοδοῦ καὶ βασίλευε.Στίχ. Τὰ βέλη σου ἠκονημένα δυνατέ, λαοὶ ὑποκάτω σου πεσοῦνται.Στίχ. Ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου.Ἀντίφωνον Γ', Ἦχος α'Στίχ. Ἄκουσον θύγατερ καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου.Χαῖρε κεχαριτωμένη Θεοτόκε Παρθένε· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σὺ Πρεσβύτα δίκαιε, δεξάμενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἡμῶν, χαριζόμενον ἡμῖν καὶ τὴν Ἀνάστασιν.Στίχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.Στίχ. Μνησθήσομαι τοῦ ὀνόματός σου, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.ΕἰσοδικόνἘγνώρισε Κύριος τὸ Σωτήριον αὐτοῦ ἐναντίον πάντων τῶν ἐθνῶν. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ...
Μεγαλυνάριον
Ἦχος γ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Θεοτόκε ἡ ἐλπίς, πάντων τῶν Χριστιανῶν, σκέπε φρούρει φύλαττε, τοὺς ἐλπίζοντας εἰς σέ.Ἐν νόμῳ, σκιᾷ καὶ γράμματι, τύπον κατίδωμεν οἱ πιστοί, πᾶν ἄρσεν τὸ τὴν μήτραν διανοῖγον, ἅγιον Θεῷ· διὸ πρωτότοκον Λόγον, Πατρὸς ἀνάρχου Υἱόν, πρωτοτοκούμενον Μητρί, ἀπειράνδρῳ, μεγαλύνομεν
ΚοινωνικὸνΠοτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι. Ἀλληλούϊα.
| TA ΜΗΝΑΙΑ | Φεβρουάριος | 05 |
Feb 05t
Τῌ Ε' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΦΕΒΡΟΥΑΡΙΟΥΜνήμη τῆς Ἁγίας Μάρτυρος Ἀγάθης.
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια.
Προσόμοια τῆς Ἁγίας
Ἦχος δ'
Ἔδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕ
Ἄφθορον ἐτήρησας, σῶμα Χριστῷ τῷ Νυμφίῳ σου, παρθενίας ἐν κάλλεσιν, Ἀγάθη Θεόνυμφε, καθωραϊσμένη, καὶ λελαμπρυσμένη, μαρτυρικαῖς μαρμαρυγαῖς, καὶ πρός νυμφῶνα θεῖον ἐχώρησας· διό σου τὴν παγκόσμιον, ἐπιτελοῦμεν πανήγυριν, τὸν Σωτῆρα δοξάζοντες, τὸν ἀεὶ σε δοξάσαντα.
Ἦχος δ'
Μαστοῦ τὴν ἀφαίρεσιν, καὶ τοῦ πυρὸς τὴν κατάφλεξιν, καὶ ξεσμοὺς τοὺς τοῦ σώματος, ὑπήνεγκας, Ἔνδοξε, τὰς αἰωνιζούσας, ὄμμασι καρδίας, ἀποσκοποῦσα ἀμοιβάς, καὶ τὴν ἐκεῖθεν μακαριότητα, καὶ στέφος τὸ ἀμάραντον, ὃ σοι Χριστὸς νῦν δεδώρηται, δι' αὐτὸν παναοίδιμε, ἀθλησάσῃ λαμπρότατα.
Ἦχος δ'
Ὅρμημα ἀκάθεκτον, πυρὸς αἰτναίου ἀνέστειλας, σαῖς εὐχαῖς Ἀγαθώνυμε, καὶ πόλιν διέσωσας, τὸ σεπτόν σου Μάρτυς, λείψανον τιμῶσαν, ἐξ οὗ τρυφᾷ τοὺς ποταμούς, τῶν ἰαμάτων ἐν θείῳ Πνεύματι· ἐν ταύτῃ γὰρ ἀθλήσασα, τὸν δυσμενῆ ἐταπείνωσας, καὶ τῆς νίκης τὸν στέφανον, ἐκομίσω πανεύφημε.
Θεοτοκίον
Ἦχος δ'
Ἔδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕ
Τὸ χαῦνον καὶ ἔκλυτον, Παρθενομῆτορ πανάμωμε, τῆς ψυχῆς μου μετάβαλε, εἰς ῥῶσιν καὶ δύναμιν, νῦν τοῦ θείου φόβου, ποιεῖν τε καὶ πράττειν, τὰ δικαιώματα Χριστοῦ, ὅπως ἐκφύγω τὸ πῦρ τὸ ἄσβεστον καὶ κλῆρον τὸν οὐράνιον, καὶ τὴν ζωὴν τὴν ἀπέραντον, διὰ σοῦ εὕρω Δέσποινα, εὐφραινόμενος πάντοτε.
Ἦχος δ'
Ἔδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕ
Σταυρούμενον βλέπουσα, καὶ τὴν πλευρὰν ὀρυττόμενον, ὑπὸ λόγχης ἡ Πάναγνος, Χριστὸν τὸν φιλάνθρωπον, ἔκλαιε βοῶσα· Τὶ τοῦτο Υἱέ μου; τὶ σοι ἀχάριστος λαός, ἀποτιννύει ἀνθ' ὧν πεποίηκας, καλῶν αὐτοῖς καὶ σπεύδεις με, ἀτεκνωθῆναι παμφίλτατε; καταπλήττομαι εὔσπλαγχνε, σὴν ἑκούσιον Σταύρωσιν.
Ἀπολυτίκιον τῆς Ἁγίας
Ἦχος δ' ΤΟ ΑΚΟΥΤΕ
Η αμνάς σου Ιησού, κράζει μεγάλη τή φωνή Σέ νυμφίε μου ποθώ, καί σέ ζητούσα αθλώ, καί συσταυρούμαι, καί συνθάπτομαι τώ βαπτισμώ σου, καί πάσχω διά σέ, ως βασιλεύσω συν σοί, καί θνήσκω υπέρ σού, ίνα καί ζήσω εν σοί αλλ' ως θυσίαν άμωμον, προσδέχου τήν μετά πόθου τυθείσάν σοι, Αυτής πρεσβείαις, ως ελεήμων σώσον τάς ψυχάς ημών.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Ὁ Κανὼν τῆς Ἁγίας, οὗ ἡ ἀκροστιχίς.Τὴν θείαν Ἀγάθην ἀγαθοῖς μέλψωμεν ἐν ὕμνοις.Θεοφάνους.ᾨδὴ α'
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Δεῦτε λαοί, ᾄσωμεν ᾄσμα Χριστῷ τῷ Θεῷ, τῷ διελόντι θάλασσαν, καὶ ὁδηγήσαντι, τὸν λαὸν ὃν ἀνῆκε, δουλείας Αἰγυπτίων, ὅτι δεδόξασται».Τῶν ἀγαθῶν, πρώτην αἰτίαν ποθήσασα, ἀγαθωνύμου κλήσεως, Μάρτυς ἠξίωσαι, τῆς ἀφράστου προνοίας, τῶν τρόπων σου προγνούσης τὴν ἀγαθότητα.Ἤρθης Ἁγνή, πρὸς πολιτείαν ὑπέρλαμπρον, τοῦ τῆς σαρκὸς φρονήματος καταφρονήσασα, καὶ τῷ ποθεινοτάτῳ, Νυμφίῳ σου συντόνως ἐνατενίζουσα.Νύμφη Θεοῦ, θεία Ἀγάθη κεκόσμησαι, καὶ παρθενίας κάλλεσι, καὶ θείοις αἵμασι, τοῦ σεπτοῦ μαρτυρίου, διπλοῖς στεφανουμένη στέμμασιν ἔνδοξε.ΘεοτοκίονΘεοπρεπές, σκήνωμα Ἁγνὴ σὺ πέφηνας, τῶν οὐρανῶν πλατύτερον καὶ καθαρώτερον, Θεοτόκε Παρθένε, καὶ νῦν ἐπὶ σοὶ χαίρει ὁ τῶν Παρθένων χορός.
Κανών α', ᾨδὴ γ', τῆς Ἁγίας
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε, ὁ ξύλῳ νεκρώσας τὴν ἁμαρτίαν, καὶ τὸν φόβον σου ἐμφύτευσον, εἰς τὰς καρδίας ἡμῶν τῶν ὑμνούντων σε».Ἀγάθη τὸ φαιδρὸν καὶ τὸ τερπνότατον, τῶν θείων Μαρτύρων ἄνθος, καὶ κλέος, τῆς ψυχῆς μου σὺ τὴν κάκωσιν, θεραπεύουσα Μάρτυς κατακάλλυνον.Γονίμοις ἀρεταῖς αὐτὴν ἐφαίδρυνας, Ἀγάθη καὶ Μάρτυς ἀνηγορεύθης, τῶν προσκαίρων ἀλογήσασα, καὶ Θεοῦ βασιλείαν ἀγαπήσασα.Ἁπάντων τῶν τερπνῶν Χριστὸν προέκρινας, Ἀγάθη θελχθεῖσα τῷ θείῳ πόθῳ, καὶ τυράννων τὰ φρυάγματα, εὐφθαρσῶς καὶ ἀνδρείως κατεπάτησας.ΘεοτοκίονΘεόνυμφε σεμνὴ Θεὸν ὃν ἔτεκες, δυσώπει ῥυσθῆναι τοὺς σὲ ὑμνοῦντας, πειρασμῶν καὶ περιστάσεων, καὶ παθῶν καὶ κινδύνων παμμακάριστε.
Κάθισμα τῆς Ἁγίας
Ἦχος γ'
Θείας πίστεως ΤΟ ΑΚΟΥΤΕ
Κλέος πίστεως καὶ εὐσεβείας, ὁσιότητος καὶ παρθενίας, προθυμίᾳ κοσμουμένη ἀθλήσεως, ἀνηγορεύθη, Ἀγάθη Νοῦς ὅσιος, αὐτοπροαίρετος, ὄντως τιμὴ εἰς Θεόν, πατρίδος λύτρωσις, Χριστῷ νυμφικῶς πρεσβεύουσα, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.ΘεοτοκίονΘεία γέγονας, σκηνὴ τοῦ Λόγου, μόνη πάναγνε Παρθενομῆτορ, τῇ καθαρότητι Ἀγγέλους ὑπερέχουσα, τὸν ὑπὲρ πάντας ἐμὲ γοῦν γενόμενον, ῥερυπωμένον σαρκὸς πλημμελήμασιν, ἀποκάθαρον, πρεσβειῶν σου ἐνθέοις νάμασι, παρέχουσα Σεμνὴ τὸ μέγα ἔλεος. Ἢ ΣταυροθεοτοκίονἩ ἀμίαντος Ἀμνὰς τοῦ Λόγου, ἡ ἀκήρατος Παρθενομήτωρ, ἐν τῷ Σταυρῷ θεασαμένη κρεμάμενον, τὸν ἐξ αὐτῆς ἀνωδίνως βλαστήσαντα, μητροπρεπῶς θρηνῳδοῦσα ἐκραύγαζεν· Οἴμοι τέκνον μου! πῶς πάσχεις; θέλων ῥυσασθαι, παθῶν τῆς ἀτιμίας τὸν ἄνθρωπον.
Κανών α', ᾨδὴ δ', τῆς Ἁγίας
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὑμνῶ σε· ἀκοῇ γὰρ Κύριε, εἰσακήκοα καὶ ἐξέστην· ἕως ἐμοῦ ἥκεις γάρ, ἐμὲ ζητῶν τὸν πλανηθέντα· Διὸ τὴν πολλήν σου συγκατάβασιν, τὴν εἰς ἐμὲ δοξάζω Πολυέλεε».ᾘσχύνθη, τοῦ δολίου δράκοντος, ἡ ἀπόνοια καὶ ἠλέγχθη· παρθένοι γὰρ τούτου νῦν , τὸ φρύαγμα καταπατοῦσι, Χριστοῦ ἐκ Παρθένου ἀνατείλαντος, ἐπὶ τῆς γῆς καὶ πάντας καταυγάσαντος.Νομίμως, σωφροσύνην ἄσπιλον, ἐξασκήσασα Ἀθλοφόρε, τὰ πνεύματα χαίρουσα, κατέλαβες τῆς πονηρίας, Χριστοῦ ὁπλισαμένη τῇ χάριτι, καὶ τὸν Σταυρὸν ἐπ' ὤμων τούτου ἄρασα.Γενοῦ μοι προστασία πάνσοφε, τῶν δεινῶν με ἐξαιρουμένη, καὶ πειρασμῶν ζάλης τε, καὶ θλίψεως καὶ δυναστείας ἐχθροῦ, λυτρωθεὶς ὅπως ὑμνήσω σε, ἀγαθὴν προστάτιν Ἀγαθώνυμε.ΘεοτοκίονἈπείρως τῶν Ἀγγέλων Πάναγνε, τὰς λαμπρότητας ὑπερέβης, τὸν νοητὸν Ἥλιον, κυήσασα ἀνερμηνεύτως, Χριστὸν τὸν ἀκτῖσι τῆς Θεότητος, τὰς τῶν πιστῶν ἐννοίας καταυγάσαντα.
Κανών α', ᾨδὴ ε', τῆς Ἁγίας
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ τοῦ φωτὸς χορηγός, καὶ τῶν αἰώνων ποιητὴς Κύριε, ἐν τῷ φωτί, τῶν σῶν προσταγμάτων ὁδήγησον ἡμᾶς· ἐκτός σου γὰρ ἄλλον Θεὸν οὐ γινώσκομεν».Θείοις προστάγμασι, ῥυθμιζομένη τοῦ Χριστοῦ ἔνδοξε, συμβολικῶς, σαρκὸς προσπαθείας ἐλύθης τῶν δεσμῶν, Ἀγάθη ἐλαία φανεῖσα κατάκαρπος.Ὅλῳ τῷ πόθῳ Χριστοῦ, τὰς φανοτάτας ἀστραπὰς βλέπουσα, τὰς ἐπὶ γῆς, χαμαὶ συρομένας παρεῖδες ἡδονάς, ἐκείνου καὶ μόνου ποθοῦσα τερπνότητα.Ἴνα τὴν ἄφραστον, ἀξιωθῇς διαγωγὴν ἔνδοξε, τῶν ἐκλεκτῶν, ἰδεῖν τὰς βασάνους ὑπέμεινας στερρῶς, ἀγαλλιωμένη Ἀγάθη πανεύφημε.ΘεοτοκίονΣοὶ τῇ τεκούσῃ Χριστόν, τὸν τοῦ παντὸς Δημιουργὸν κράζομεν· Χαῖρε Ἁγνή, χαῖρε ἡ τὸ φῶς ἀνατείλασα ἡμῖν, χαῖρε ἡ χωρήσασα Θεὸν τὸν ἀχώρητον.
Κανών α', ᾨδὴ ς', τῆς Ἁγίας
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον· Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε».Ματαιόφρων ὑπάρχων ὁ τύραννος, σὲ τὴν καλλιπάρθενον συλῆσαι ἤλπισεν, ἀλλ' ἀναιδῶς ἐλήλεγκται, προσβαλὼν τῷ στερρῷ σου φρονήματι.Ἐξεχύθη σου χάρις ἐν χείλεσι, Μάρτυς ἀγαθώνυμε· τρανῶς γὰρ ἤλεγξας τὸν προφανῶς ἀναίσχυντον, θεοδίδακτον λόγον πλουτήσασα.Λίθος ὤφθης πανέντιμος ἔνδοξε, νοῦν αὐτοπροαίρετον ὅσιον ἔχουσα, καὶ τῆς πατρίδος λύτρωσις, ἀσφαλὴς γενομένη Ἀγάθη σεμνή.ΘεοτοκίονΨαλμικῶς εὐφημοῦντες βοῶμέν σοι· Χαῖρε τὸ πιότατον ὄρος Χριστοῦ τοῦ Θεοῦ, ὃ κατοικεῖν εὐδόκησε, δι' ἡμῶν σωτηρίαν Θεόνυμφε.
Κοντάκιον τῆς Ἁγίας
Ἦχος δ'
Ἐπεφάνης σήμερον ΤΟ ΑΚΟΥΤΕ
Στολιζέσθω σήμερον, ἡ Ἐκκλησία, πορφυρίδα ἔνδοξον, καταβαφεῖσαν ἐξ ἁγνῶν, λύθρων Ἀγάθης τῆς Μάρτυρος· Χαῖρε, βοῶσα, Κατάνης τὸ καύχημα.
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ Εˊ τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀγάθης.ΣτίχοιΧαίρει, σκότει δοθεῖσα φρουρᾶς Ἀγάθη,Μισοῦσα καὶ φῶς, εἰ πλάνων ὄψεις βλέπει.Πέμπτῃ ἐν φυλακῇ Ἀγάθη θάνεν εἶδος ἀρίστη.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Θεοδοσίου τοῦ ἐν τῷ Σκοπέλῳ.ΣτίχοιΣτενὴν ὁδεύσας Θεοδόσιος τρίβον,Τὴν εὐρύχωρον τῆς Ἐδὲμ πατεῖ τρίβον.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Πολυεύκτου, Πατριάρχου Κωνσταντινουπόλεως.Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.
Κανών α', ᾨδὴ ζ', τῆς Ἁγίας
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Εἰκόνος χρυσῆς, ἐν πεδίῳ Δεηρᾷ λατρευομένης, οἱ τρεῖς σου Παῖδες κατεφρόνησαν, ἀθεωτάτου προσταγματος, μέσον δὲ πυρὸς ἐμβληθέντες, δροσιζόμενοι ἔψαλλον· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».Ὡς λίαν φαιδρῶς φθεγγομένη καὶ σαφῶς τυράννους ἔπληξας, λόγῳ σοφίας καὶ τῆς χάριτος, ὑπομονῇ τε κολάσεων· ἄνθρακας πυρὸς γὰρ ἀπόνως, καρτεροῦσα ἐκραύγαζες· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.Μανίᾳ δεινῇ, συσχεθεὶς ὁ δυσμενὴς ἐξηπορεῖτο δεινῶς, τὴν σὴν θεώμενος ἀνανέωσιν, καὶ τοῦ μαστοῦ σου τὴν βλάστησιν· χαίρουσα γὰρ Μάρτυς ἐβόας, τῷ σῷ Νυμφίῳ κραυγάζουσα· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.Ἐπέστη φαιδρῶς, τοῦ Χριστοῦ ὁ μαθητὴς σοὶ φρουρουμένη, τὰς σὰς ἰώμενος δεινὰς μάστιγας, ἃς περ ὑπέστης ἀήττητε, Μάρτυς τοῦ Σωτῆρος παρθένε, ἀγαλλομένη καὶ λέγουσα· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.ΘεοτοκίονΝεκροῦται Ἀδάμ, παραβὰς τὴν ἐντολὴν τοῦ Παντοκράτορος, σὺ δὲ τεκοῦσα τὴν αἰώνιον, ζωὴν Παρθένε Πανάμωμε, τοῦτον ἐλυτρώσω θανάτου, εὐχαρίστως σοι κράζοντα· Εὐλογημένη, ἡ Θεὸν σαρκὶ κυήσασα.
Κανών α', ᾨδὴ η', τῆς Ἁγίας
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὸν ἐν καμίνῳ τοῦ πυρός, τῶν Ἑβραίων τοῖς Παισὶ συγκαταβάντα, καὶ τὴν φλόγα εἰς δρόσον μεταβαλόντα Θεόν, ὑμνεῖτε τὰ ἔργα ὡς Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».Ἐν εὐφροσύνῃ καὶ χαρᾷ, δι' αἰῶνος κατοικεῖν ἀξιωθεῖσα, τῇ ἀφράστῳ σου δόξῃ, καταυγασθῆναι τοὺς σέ, τιμῶντας Ἀγάθη δυσώπησον, καὶ τῆς ἀκηράτου ζωῆς κατατρυφῆσαι.Νῷ καὶ καρδίᾳ καὶ ψυχῇ, ἀγαπήσασα Χριστοῦ τὴν ὑπὲρ λόγον, πολυέραστον θέαν, ἀνεπτερώθης αὐτῷ, βοῶσα· Δραμοῦμαι ὀπίσω σου, καὶ κατασκηνώσω σὺν σοὶ εἰς τούς αἰῶνας.Ὑπερφυέσι κροσσωτοῖς, καὶ ὡραία τῇ στολῇ ἠγλαϊσμένη, βασιλέως θυγάτηρ, ἐν τῇ τιμῇ τοῦ Χριστοῦ, παρέστης Ἀγάθη κραυγάζουσα· Σὲ ὑπερυψοῦμεν Χριστὲ εἰς τούς αἰῶνας.ΘεοτοκίονΜύρον γενόμενον ἡμῖν, Θεοτόκε τὸν Χριστὸν κυοφοροῦσα, εὐωδίασας κόσμον, ἐν θεοπνεύστοις ὀσμαῖς· διὸ σοι Παρθένε κραυγάζομεν, Χαῖρε μυροθήκη τοῦ πυριπνόου μύρου.
Κανών α', ᾨδὴ θ', τῆς Ἁγίας
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον, τὸν ἀρρήτῳ σοφίᾳ, ἥκοντα καινουργῆσαι τὸν Ἀδάμ, βρώσει φθορᾷ πεπτωκότα δεινῶς, ἐξ Ἁγίας Παρθένου, ἀφράστως σαρκωθέντα δι' ἡμᾶς, οἱ πιστοὶ ὁμοφρόνως, ἐν ὕμνοις μεγαλύνωμεν».Νικητικοῖς ἐν στεφάνοις, κοσμηθεῖσα θεόφρον, Ἀγάθη δεξιᾷ ζωαρχικῇ, νῦν λυτρωθῆναι δυσώπησον, τὴν πατρίδα σου ζάλης, ὡς πρὶν πυρὸς ἀνέστειλας ὁρμήν· ἵνα ὕμνοις σε πάντες, ἀπαύστως μεγαλύνωμεν.Ὁ θεϊκῇ προμηθείᾳ, περιέπων τὰ πάντα, Χριστὸς νῦν ἀμειβόμενος τὴν σήν, Μάρτυς ἀνδρείαν κατῴκισεν, ἐν σκηναῖς οὐρανίαις, νύμφην παναμώμητον αὐτοῦ, καὶ συγχαίρειν Ἀγγέλοις, καὶ Μάρτυσιν ἠξίωσεν.Ἵλεων ὦ Ἀθληφόρε, τὸν Κριτὴν τῶν ἁπάντων, Χριστὸν μοι παρασκεύασον σεμνή, ταῖς ἱκεσίαις σου πάνσεμνε, καὶ πταισμάτων τὰ πλήθη, καθᾶραί μου, τὸν εὔσπλαγχνον ἀεί, δυσωποῦσα μὴ παύσῃ, Μαρτύρων ἐγκαλλώπισμα.ΘεοτοκίονΣωματωθεὶς ἀπορρήτως, ἐξ ἁγνῶν σου αἱμάτων, ὡς ἥλιος ἐπέφανεν ἡμῖν, πάναγνε Μήτηρ ἀνύμφευτε, πρὸ αἰώνων ἁπάντων, ὁ τῷ Πατρὶ συνάναρχος Υἱός, καὶ τὸ σκότος διώξας, ἐφώτισε τὰ σύμπαντα.
Ἐξαποστειλάριον τῆς Ἁγίας
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Ἀγάθη μεγαλώνυμε, Χριστοῦ νύμφη ἀκήρατε, κάλλος ἀπόθετον θεῖον, καὶ Μάρτυς ἠγλαϊσμένη, μνείαν ποιοῦ τῶν πίστει σε, τιμώντων καλλιπάρθενε, καὶ τὴν ἁγίαν σου μνήμην, χαρμονικῶς ἐκτελούντων, πταισμάτων λύσιν εὑρέσθαι.
| TA ΜΗΝΑΙΑ | Φεβρουάριος | 05Τ |